# De opificio mundi 306

Joannes Philoponus, De opificio mundi, Page 306. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/306

Ἐπειδὴ δέ φησι Μωϋσῆς· ‘καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε· καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν’— ιδʹ. Διὰ τί ἐν τῇ ἑβδόμῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ. Οὐκ ἄλογον ἴσως καὶ περὶ τοῦ ἀριθμοῦ τούτου βραχέα διελθεῖν, τίνος χάριν τῇ καταπαύσει τῶν ἔργων ἀποδέδοται τοῦ θεοῦ. φημὶ τοίνυν ὡς τῶν μέχρι τῆς δεκάδος ἀριθμῶν οἱ μὲν γεννῶσι τούτων τινὰς ἢ ἐφ' ἑαυτοὺς πολλαπλασιαζόμενοι ἢ ἐφ' ἑτέρους· ἐφ' ἑαυτοὺς μέν· ὁ μὲν δύο τὸν τέσσαρα—δὶς γὰρ τὰ δύο τέσσαρα—ὁ δὲ τρία τὸν ἐννέα—τρὶς γὰρ τὰ τρία ἐννέα— ἐφ' ἑτέρους δέ· ὁ μὲν δύο ἐπὶ τὸν τρία ποιεῖ τὸν ἕξ, ἐπὶ δὲ τὸν τέσσαρα τὸν ὀκτώ, ἐπὶ δὲ τὸν πέντε τὸν δέκα· οἱ δὲ γεννῶνται μὲν ἐξ ἑτέρων, ὡς οἱ εἰρημένοι, γεννῶσι δὲ ὅλως αὐτοὶ οὐδένα· μόνος δὲ ὁ ἑπτὰ οὔτε ἐξ ἑτέρων κατὰ πολυπλασιασμὸν ἐγεννήθη οὔτε ἕτερον ἐγέννησε· καὶ ἔστι κατὰ τοῦτο μονήρης καὶ διὰ τοῦτο μόνος τῶν ἀριθμῶν ἠρεμίας ἐστὶ σύμβολον. εὐλόγως οὖν ἀφώρισται μετὰ τὰς ἓξ τῶν ἔργων ἡμέρας τῇ καταπαύσει τῆς τοῦ κόσμου γενέσεως. τοῦτο μὲν οὖν κομψεία τίς ἐστιν ἀριθμητική. Εἰ δὲ καὶ δύναμιν ἔχει τινὰ φυσικὴν οὗτος ὁ ἀριθμὸς ἐν τοῖς πράγμασι, λέγειν οὐκ ἔχω· ἐκεῖνό γε μὴν συμπεφώνηται πᾶσιν ἀνθρώποις ἑπτὰ μόνας εἶναι

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
