# De opificio mundi 34

Joannes Philoponus, De opificio mundi, Page 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/34

Δῆλον οὖν καὶ ἐκ τούτων, ὡς ὑπὲρ ἀγράφου Θεόδωρος δόγματος διϊσχυρίσατο, ἐκ μόνης ὡς ἐνόμισεν ἰδίας ἐπινοίας αὐτῷ παριστάμενος, ὅπερ ἐνεκάλεσε Βασιλείῳ παθών. ιεʹ. Σύνοψις τῶν εἰρημένων περὶ τῆς τῶν ἀγγέλων οὐσίας. Σαφηνείας δὲ χάριν συνοψιστέον ἅπαντα τὸν λόγον ἄνωθεν οὕτως. εἰ ἀνάγκη πάντως ἢ σῶμα εἶναι τῶν ἀγγέλων τὴν οὐσίαν ἢ ἀσώματον, καὶ εἰ σῶμα, ἢ ἐκ πέμπτου στοιχείου τινὸς ἢ ἐκ τῶν τεσσάρων, καὶ εἰ μὴ σῶμα, νοητοὶ δὲ καὶ ἀσώματοι τὴν οὐσίαν εἰσίν, ἢ γυμνοὶ παντελῶς σωμάτων εἰσὶν ἢ ὀργανικοῖς συνήρτηνται σώμασιν· ἐδείξαμεν δὲ διὰ πλειόνων ἐπιχειρήσεων, ὅτι μήτε σώματά εἰσι μήτε ἀσώματοι οὐσίαι περικείμεναι σώματα καθάπερ καὶ ἡ ἡμετέρα ψυχή· μόνως ἄρα εἰσὶν ἀσώματοι γυμνοὶ σωμάτων, καὶ διὰ τοῦτο οὐδὲ τοῖς σώμασι συνυπέστησαν, ἀλλ' εἰσὶν ὑπερκόσμιοι. ὅθεν οὐδὲ μνήμην τῆς ὑπάρξεως αὐτῶν ἐποιήσατο Μωϋσῆς, καίτοι μνησθεὶς αὐτῶν ὡς λειτουργῶν θεοῦ πανταχοῦ. Πάλιν εἰ ἀνάγκη πᾶσα ἢ πρὸ τῆς τοῦ κόσμου γενέσεως αὐτοὺς ὑποστῆσαι τὸν θεὸν ἢ ὁμοῦ τοῖς σωματικοῖς καὶ πρώτοις στοιχείοις καὶ τῷ οὐρανῷ, καθὰ Θεοδώρῳ δοκεῖ, ἢ μετὰ τὴν τοῦ κόσμου παρῆχθαι γένεσιν, καὶ τοῦτο μὲν ψεῦδος διὰ τὸ εἰπεῖν ἐν τῷ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
