# De opificio mundi 51

Joannes Philoponus, De opificio mundi, Page 51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/51

ὑετὸς δὲ ἐν ἀέρι συνίσταται. οὐκ ἄρα διῄρηται τὰ μὲν ἐκ τῶν οὐρανῶν, τὰ δὲ ἐκ τῆς γῆς ἐν οὐδετέρῳ τῶν ὕμνων. ἐπὶ τούτοις πολλὰ καταριθμησάμενοι πνεύματα, πῦρ καῦμα ψῦχος καύσωμα δρόσον νιφετὸν νύκτας ἡμέρας, τότε ἐπήγαγον φῶς καὶ σκότος, ὧν τὸ μὲν ἅμα τῷ γενέσθαι τὸν οὐρανὸν καὶ τὴν γῆν παρυπέστη, τὸ δὲ δευτέραν οὐρανοῦ καὶ γῆς ἔσχε τὴν γένεσιν. καὶ ἐπὶ τῶν λοιπῶν δὲ τοῖς εἰδόσι τὴν φυσικὴν τῶν ὄντων τάξιν ὁ ὕμνος πρῶτον ἁπάντων οὐρανοῦ καὶ γῆς γενομένων ἔλεγεν ἄν· ‘εὐλογεῖτε οὐρανοὶ τὸν κύριον· εὐλογείτω ἡ γῆ τὸν κύριον’, εἶτα λοιπὸν ἐπέφερε τά τε ἐν τούτοις καὶ τὰ μεταξὺ τούτων. Ἔστιν οὖν εἰπεῖν ἐπὶ πᾶσιν, ὡς ἔμοιγε δοκεῖ καὶ ἀληθέστατον ὑπάρχει, ὅτι τῆς γενέσεως τῶν νοητῶν καὶ ἀσωμάτων δυνάμεων οὐδένα λόγον πεποιημένου Μωϋσέως, τοῦ δὲ ὕμνου ἀπὸ τῶν τιμιωτάτων ἀρξαμένου, τῶν παρ' ἡμῖν λέγω, τοῦ οὐρανοῦ, συμπαρειληφότος δὲ καὶ τὰς ἀσωμάτους καὶ νοερὰς τῶν ἀγγέλων τάξεις, μετὰ τίνος ἦν αὐτὰς συντάξαι δίκαιον ἢ μετὰ τοῦ τιμιωτάτου τῶν παρ' ἡμῖν οὐρανοῦ τὰ τιμιώτατα πάντων ὁμοῦ; ἐξ αὐτῶν δὲ τὴν ἀρχὴν τοῦ ὕμνου ποιεῖν οὐκ ἦν εὔλογον, διὰ τὸ μνήμης αὐτοὺς ἐν τῇ κοσμοποιΐᾳ μὴ τυχεῖν, ὡς τοῦ αἰσθητοῦ κόσμου προϋπάρξαντας. εἷς οὖν καὶ μόνος γέγονε τῷ προφήτῃ σκοπὸς τὸ ἐκ πάντων ἅμα τῶν γενομένων πλέξαι τῷ

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
