# De opificio mundi 54

Joannes Philoponus, De opificio mundi, Page 54. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/54

τῆς πρώτης κτίσεως’ φησίν ‘οὐ λέγει φωνὴν ὁ μακάριος Μωϋσῆς, ἀλλ' ἁπλῶς· ‘ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν’· ἐπειδὴ βουλῇ παρήγαγεν ἐκεῖνα μόνῃ, οὐδεμιᾷ φωνῇ χρησάμενος, ἅτε μὴ ὄντος τοῦ τι μαθεῖν ἐκ τῆς φωνῆς ὀφείλοντος τῆς αὐτοῦ. ἐπὶ δὲ τῶν λοιπῶν φωνὴν προηγεῖσθαι λέγει· ὅτε γὰρ ἦν λοιπὸν τὰ τὸν δημιουργὸν ὀφείλοντα μαθεῖν διὰ τῆς φωνῆς ἀόρατον ὄντα τὴν οὐσίαν, τότε προηγεῖτο μὲν ἡ φωνὴ κατὰ τὸ δοκοῦν τῷ θεῷ, εἵπετο δὲ τῇ φωνῇ τὸ ἔργον. διδασκαλία δὲ τοῦτο ταῖς ἀοράτοις καὶ λογικαῖς οὐσίαις ἦν τοῦ τὴν κτίσιν προστάγματι δημιουργοῦντος οἰκείῳ’. Φεῦ τῆς ἀτοπίας· φωνὴν ἀκούει θεοῦ τὴν ἔναρθρον· οὐκοῦν καὶ διὰ φωνητικῶν πάντως γινομένην ὀργάνων καὶ τοῦ διηχοῦς ἀέρος δεομένην; κἂν γὰρ λέγῃ· ‘κατὰ τὸ δοκοῦν τῷ θεῷ’ οὐ πρὸς τὸ γενέσθαι τὴν φωνὴν εἴρηκεν, ἀλλὰ πρὸς τὸ αὐτὸν φωνῆσαι τὸν θεόν, οὕτω δόξαν αὐτῷ· ὅτι γὰρ οὐ κατά τινα θαυματουργίαν εἰς διάλεκτον τὸν ἀέρα διαπεπλάσθαι φησίν, ὡς καὶ πρότερόν τε πολλάκις καὶ ἐπ' αὐτοῦ τοῦ κυρίου γέγονε, φωνῆς ὡς ἐξ οὐρανοῦ φερομένης· ‘οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα’, ἀλλ' αὐτὸν τὸν θεὸν λαλῆσαί φησιν, δῆλον ἐξ ὧν εἶπεν ἐπὶ μὲν τῆς πρώτης κτίσεως μὴ φωνῆσαι τὸν θεὸν διὰ τὸ μήπω εἶναι τοὺς ἐκ τῆς φωνῆς αὐτοῦ μαθεῖν τι δυναμένους· ὡς δὴ ὕστερον εἰς ὑπήκοον

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
