# De opificio mundi 62

Joannes Philoponus, De opificio mundi, Page 62. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/62

διϊκνεῖται μέχρι τοῦ πέρατος τῶν βαθυτάτων πελαγῶν, οὔτε ἡ ὄψις ἡμῶν ἄνωθεν ἀντιλαμβάνεσθαι τῶν ἐν τῷ βυθῷ δύναται. διὰ τοῦτο οὖν καὶ γενομένου φωτὸς καὶ τῶν ἄλλων ὁρωμένων οὐδὲν ἧττον ἀόρατος ἦν ἡ γῆ πανταχόθεν ὑπὸ τῆς οὐσίας ἁπάσης καλυπτομένη τοῦ ὕδατος. μόνως οὖν ἀόρατον εἶπε τὴν γῆν διὰ τὸ πᾶσαν ὑποβρύχιον εἶναι. Δευτέραν οὖν ἀκολούθως τῇ φύσει μετὰ τὴν γῆν τῷ ὕδατι τὴν τάξιν ὁ προφήτης ἔδωκεν ἔξωθεν αὐτῆς πᾶσαν καλύπτοντι τὴν ἐπιφάνειαν, εἶτα τὸν ἀέρα τρίτον τοῖς ὕδασιν ἐπιπολάζειν εἰπὼν ‘καὶ σκότος ἐπάνω τῆς ἀβύσσου’. τὸν ἀφώτιστον γὰρ οὕτως ἐκάλεσεν ἀέρα, ἐπεὶ καὶ φῶς τὸν πεφωτισμένον πολλάκις ὀνομάζειν εἰώθαμεν, ὡς ἐν τῷ πρὸ τούτου δέδειχα. τὴν τοῦ πυρὸς οὖν δοκεῖ παραλελοιπέναι οὐσίαν. Γῆ μὲν οὖν καὶ ὕδωρ καὶ ἀὴρ τὴν ἐξ ἀλλήλων διάκρισιν ἔχουσι φανεράν· τὸ δὲ ὑπέκκαυμα, ὃ τοῦ πυρὸς ὁλότητά φασιν οἱ φυσικοί, τῷ ἀέρι συνεχὲς ὄν, ῥᾳδίαν οὐκ ἔχει τὴν ἀπ' αὐτοῦ διάκρισιν· καὶ διὰ τοῦτο ἴσως τοῦτο σεσίγηκε Μωϋσῆς, ὡς μὴ τοῦ ἀέρος αὐτὸ χωριζούσης ἡμῶν τῆς αἰσθήσεως. ἵνα γὰρ οὕτως εἴπω, ἀὴρ ὑπάρχει ξηρὸς τὸ ὑπέκκαυμα· μία γάρ ἐστι συνέχεια σώματος οὐρανοῦ καὶ ὕδατος μεταξύ· κοινωνεῖ δὲ ὁ ἀὴρ τοῖς ἑκατέρωθεν αὐτοῦ στοιχείοις, θερμότητι μὲν τῷ ὑπεκκαύματι, ὑγρότητι δὲ τῷ ὕδατι· καὶ τοῖς αὐτοῖς πάλιν ἐναλλὰξ ἑκατέρου κεχώρισται, θερμότητι μὲν ὕδατος, ὑγρότητι δὲ τοῦ ὑπεκκαύματος. Μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι τό· ‘πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος’ τὴν τοῦ ὑπεκκαύματος

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
