# De opificio mundi 94

Joannes Philoponus, De opificio mundi, Page 94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/94

ἐκείνην τε μετὰ τῆς ἐπιούσης νυκτὸς καὶ τὴν μετ' αὐτὴν ὁμοίως μετὰ τῆς ἑπομένης αὐτῇ πάλιν νυκτός. τῇ τρίτῃ δὲ κατελθεῖν εἰπὼν καὶ μετὰ τὴν δευτέραν κατελθὼν νύκτα προφανέστατα τῷ προαγνισμῷ τῶν δύο ἡμερῶν καὶ τὴν πρὸ τῆς καθόδου νύκτα συνέταξεν. μετὰ γὰρ τὴν τῶν δύο ἡμερονυκτίων προκάθαρσιν κατῆλθεν. προαγνισμὸς οὖν καὶ ἡ πρὸ τοῦ σαββάτου νὺξ ὑπάρχει καὶ οὐ τῷ σαββάτῳ λογιστέον αὐτήν. διὸ καὶ τῶν ἑορτῶν σχεδὸν παρὰ πᾶσι προηγοῦνται νηστεῖαί τε καὶ ἁγνισμοί. εἰκότως οὖν ἐπειδὴ καὶ τὸ σάββατον ἅγιόν ἐστι τῷ νόμῳ, ἀφ' ἑσπέρας τῆς παρασκευῆς ἄρχονται τῆς ἁγνείας· διὰ τοῦτο γὰρ καὶ παρασκευὴ κέκληται, προπαρασκευάζουσα τῷ σαββάτῳ τὸν ἁγνισμὸν ἀφ' ἑσπέρας. εἰ γὰρ μὴ τοιαύτῃ παρατηρήσει ἐχρῶντο, ἀλλ' ἐφεῖτο ποιεῖν αὐτοῖς τὴν ἑσπέραν τῆς παρασκευῆς καὶ τὴν νύκτα, ὅτι ἂν ἐθέλοιεν, ἤμελλον ἀκάθαρτοι τῇ ἡγιασμένῃ προσιέναι ἡμέρᾳ· διὸ καὶ λουτροῖς τότε πρὸς κάθαρσιν χρῶνται τοῦ σώματος. Καὶ Ἰησοῦς δὲ ὁ τοῦ Ναυῆ μέλλων ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας διὰ τοῦ Ἰορδάνου τὸν λαὸν εἰσάγειν προήγνισεν αὐτοὺς οὕτως εἰπών· ‘ἁγνίσασθε εἰς αὔριον, ὅτι αὔριον ποιήσει κύριος ἐν ἡμῖν θαυμαστά’, τοῦτο καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐπὶ τῶν Ἰουδαίων γιγνόμενον ἐδίδαξεν οὕτως εἰπών· ‘ἦν δὲ ἐγγὺς τὸ πάσχα τῶν Ἰουδαίων καὶ ἀνέβησαν πολλοὶ εἰς Ἱεροσόλυμα ἐκ τῆς χώρας πρὸ τοῦ πάσχα, ἵνα ἁγνίσωσιν ἑαυτούς’. καὶ ἡμεῖς δέ, ὡς εἶπον, πρὸ τῶν ἑορτῶν

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
