# De opificio mundi 99

Joannes Philoponus, De opificio mundi, Page 99. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-opificio-mundi/99

κύριος ὁ θεός, καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς’· διὰ γὰρ τοῦ εἰπεῖν· ‘δύσεται ὁ ἥλιος μεσημβρίας’ τὸ εἰς νύκτα λελογίσθαι τὸ σκότος ἐκεῖνο σαφῶς ἐδίδαξεν· νὺξ γάρ ἐστιν τὸ μετὰ τὴν δύσιν τοῦ ἡλίου σκότος. Τούτου δὲ τοῦ σκότους, μᾶλλον δὲ τῆς νυκτὸς ταύτης καὶ Φλέγων ἐν ταῖς ὀλυμπιάσιν ἐμνήσθη· λέγει γάρ, ὅτι τῷ δʹ ἔτει τῆς διακοσιοστῆς δευτέρας ὀλυμπιάδος ἐγένετο ἡλίου ἔκλειψις μεγίστη τῶν οὐκ ἐγνωσμένων πρότερον· καὶ νὺξ ὥρᾳ ἕκτῃ τῆς ἡμέρας ἐγένετο, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι. ὅτι δὲ τῆς ἐν τῷ σταυρῷ τοῦ δεσπότου Χριστοῦ γενομένης τοῦ ἡλίου ἐκλείψεως καὶ οὐχ ἑτέρας ἐμνήσθη καὶ Φλέγων, πρῶτον μὲν ἐκ τοῦ λέγειν μὴ ἐγνῶσθαι τὴν τοιαύτην ἔκλειψιν τοῖς πρότερον χρόνοις ἐστὶ δῆλον· εἷς γὰρ τρόπος ἐστὶν ἁπάσης ἐκλείψεως ἡλιακῆς φυσικός· αἱ γὰρ συνήθεις τοῦ ἡλίου ἐκλείψεις ἐν μόνῃ συνόδῳ τῶν δύο φωστήρων γίγνονται. ἡ δὲ ἐπὶ τοῦ δεσπότου Χριστοῦ ἐν πανσελήνῳ γέγονεν, ὅπερ φυσικῶς γενέσθαι ἐστὶν ἀδύνατον. καὶ ἐπὶ μὲν τῶν ἄλλων τοῦ ἡλίου ἐκλείψεων, εἰ καὶ ὅλος ἐκλείποι ὁ ἥλιος, ἀκαριαῖον χρόνου μέρος ἀφώτιστος μείνας εὐθέως ἀνακαθαίρεσθαι ἄρχεται· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ ἀπὸ ἕκτης ὥρας ἕως ἐνάτης ἀφεγγὴς ὁ ἀὴρ ἔμεινε

---

Joannes Philoponus Phil., De opificio mundi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg011.local001/.
