Ancient Greek · ~2 min
Page 148
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus (additamenta) 148
Not analysed yet
ἄγω· τὸ φέρω, ἀγῶ δὲ τὸ ἐπιπλήττομαι. ἄεικες· τὸ ἄνομον, ἀεικὲς δὲ τὸ ἀπρεπές. Αἰγεῖον· τὸ τοῦ Αἰγέως μαντεῖον, καὶ τὸ δέρμα τῆς αἰγός, αἴγειος δὲ τόπος τῆς Ἀχαΐας. ἀοιδός· ὁ ψάλτης, ἀειδὸς δὲ ὁ πολύπειρος, τοῦ α ἐπίτασιν σημαίνοντος. Ἀστερόπη· κύριον, ἀστεροπή· ἡ ἀστραπή. ἄγανον· κατεαγὸς ξύλον ἢ τὸ φρυγανῶδες καὶ χαῦνον, ἀγανὸν δὲ τὸ ἱλαρόν. ἀσφόδελος· τὸ φυτόν, ἀσφοδελός· τόπος ὁ περιέχων ἀσφοδέλους. αὖλις· κοιτή, Αὐλίς δὲ πόλις Βοιωτίας.