# De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-101-41

Joannes Philoponus, De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus, 1 to 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-vocabulis-quae-diversum-significatum-exhibent-secundum-differentiam-accentus/1-101

ἀγέλαιος· ὁ ἀμαθής, ἀγελαῖος δὲ ὁ ἐκ τῆς ἀγέλης. ἄγκυρα· τὸ σιδήριον, Ἀγκύρα δὲ πόλις Γαλατῶν. ἄγνος· φυτόν, ἁγνὸς δὲ ὁ καθαρός. ἄγος· τὸ μῖσος, ἀγὸς δὲ ὁ ἡγεμών. Ἄγκυλος· κύριον, ἀγκύλος δὲ τὸ ἐπίθετον. ἀγητός· ὁ θαυμαστός, Ἄγητος δὲ κύριον. ἄγω· τὸ φέρω, ἀγῶ δὲ τὸ ἐκπλήττομαι. ἄγανον· τὸ φρυγανῶδες, ἀγανὸν δὲ τὸ ἱλαρόν. ἄγροικος· ὁ ἀμαθής, ἀγροῖκος δὲ ὁ ἐν τῷ ἀγρῷ οἰκῶν. ἄγριος· ὁ ἀνήμερος, ἀγρεῖος δὲ ὁ ἐν ἀγρῷ οἰκῶν. Ἀγχιαλός· πόλις Θράκης, ἀγχίαλος δὲ ὁ παραθαλάσσιος. ἀγχοῦ· πλησίον, ἄγχου δὲ πνίγου. ἄγων· φέρων, ἀγὼν δὲ περιεκτικόν. ἄεικες· τὸ ἀνόμοιον, ἀεικὲς δὲ τὸ ἀπρεπές. ἀδελφός· ὁ κασίγνητος, Ἄδελφος δὲ κύριον. ἁδρά· ἡ παχεῖα, Ἄδρα· πόλις Ἰλλυριΐς. Αἰγεῖον· τὸ τοῦ Αἰγέως μαντεῖον καὶ τὸ δέρμα τῆς αἰγός, αἴγιον δὲ τόπος τῆς Ἀχαΐας. ἁζόμενος· ὁ προσκυνούμενος δασύνεται, ἀζόμενος· ὁ ξηραινόμενος ψιλοῦται. ἀθρόος· ὁ συνηθροισμένος, ἄθροος· ὁ ἀτάραχος. αἶθος· ὁ ἐκκαύστης, αἰθός· ὁ κεκαυμένος. ἆθλος· ὁ ἀγών, ἆθλον δὲ τὸ βραβεῖον. Αἴολος· κύριον, αἰόλος· ὁ ποικίλος. αἰνοτόκος· ἡ δεινὰ τεκοῦσα, αἰνότοκος· ὁ ἐπὶ δεινῷ τεχθείς. αἰνός· ὁ κακός, Αἶνος· ὁ παροιμιώδης λόγος καὶ πόλις τῆς Χερρονήσου. αἰπεῖα· ἡ ὑψηλή, Αἴπεια· πόλις. αἱρῶν· ὁ συλλαμβάνων, αἴρων· ὁ ὑψῶν. ἀκρίς· τὸ ζῷον, Ἄκρις· πόλις. ἀληθές· τὸ ἀψευδές, ἄληθες· ἐπίρρημα ἤγουν ἀληθῶς. Ἀμάραντος· τὸ κύριον, Ἀμαραντός· τὸ ἐθνικόν. ἀμητός· αὐτὰ τὰ θερισμένα, ἄμητος· ὁ θερισμοῦ καιρός. ἀμφίς· τὸ ἐπιθετικόν, ἄμφις· τὸ χωρὶς καὶ ἐκτός. ἀλῳή· ἡ ἅλως, ἀλώη δὲ τὸ φάρμακον. ἀντικρύ· τὸ ἐξεναντίας, ἄντικρυς· φανερῶς. ἁπλοῦς· ὁ ἄκακος, ἄπλους· ἡ μὴ πλεομένη. ἆρα· ἀπορηματικός, ἄρα· συλλογιστικός, ἀρὰ δὲ ἡ εὐχὴ καὶ ἡ κατάρα. ἀργός· ὁ ὀκνός, Ἄργος δὲ κύριον. ἀσφόδελος· τὸ φυτόν, ἀσφοδελὸς δὲ ὁ περιέχων τὰ φυτὰ τόπος. ἀριστῶν· μετοχή, Ἀρίστων δὲ κύριον. ἄρνειος· κτητικόν, ἀρνεῖος· ὁ ἐνιαυτός, ἀρνιός· τὸ νεογενὲς πρόβατον. ἀρτιτόκος· ἡ νεωστὶ τεκοῦσα, ἀρτίτοκος· ὁ νεωστὶ τεχθείς. ἀρτιτόμος· ὁ νεωστὶ τέμνων, ἀρτίτομος· ὁ νεωστὶ κοπείς.

---

Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg012.local001/.
