# De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-105-21

Joannes Philoponus, De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus, 1 to 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-vocabulis-quae-diversum-significatum-exhibent-secundum-differentiam-accentus/1-105

εἴκων· ὁ πειθόμενος, εἰκών· τὸ ἄγαλμα. ἕκτος· ἀριθμός, ἐκτός· χωρίς. ἐλάσσων· μικρότερος, ἐλασσῶν· μετοχή. ἐλάων· ὁ διώκων, ἐλαὼν δὲ τόπος περιέχων ἐλαίας. ἔλεος· ἐλεημοσύνη, Ἐλεός· ὄνομα ποταμοῦ. ἔλευσις· ἄφιξις, Ἐλευσὶς δὲ πόλις τῆς Ἀττικῆς. Ἐλέων· ἐθνικόν, ἐλεῶν δὲ μετοχή. Ἔλπις· κύριον, ἐλπίς· προσδοκία. ἑνάς· ἡ μονάς, ἐννάς· τὰ ἐννέα. ἐξαίρετον· ἐπίλεκτον, ἐξαιρετόν· ἀπόβλητον. ἐξαίρει· αὔξει, ἐξαιρεῖ· ῥύεται. Ἐπάρχια· κύριον, ἐπαρχία· τοποθεσία. ἐρινέος· ὁ τῆς ἀγρίας συκῆς καρπός, ἐρινεὸς δὲ τὸ δένδρον. ἕρμαιον· τὸ εὕρεμα, Ἑρμαῖον δὲ τὸ τοῦ Ἑρμοῦ. Ἕρμαιος· ὁ λόφος, κύριον, Ἑρμαῖος· ἐπίθετον. ἕτερος· ἄλλος, ἑταῖρος δὲ ὁ φίλος. Εὐάνθης· κύριον, εὐανθὴς δὲ εὐθαλής, Εὐσθένης· κύριον, εὐσθενὴς δὲ ὁ ἰσχυρός. Εὐτύχια· κύριον, εὐτυχία δὲ ἡ εὐδαιμονία. ἔχθρα· ἡ μάχη, ἐχθρὰ δὲ πολεμία. Ἔραστος· κύριον, ἐραστός· ὁ ἐπιθυμητός.

---

Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg012.local001/.
