Ancient Greek · ~2 min
1 to 11
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-108-11
Not analysed yet
θάμβος· ἡ ἔκπληξις, θαμβὸς δὲ ὁ ἐκπεπληγμένος. θάλαμος· ὁ παστός, θαλαμὸς δὲ ἡ τοῦ ὄφεως κατάδυσις. θέα· ὅρασις, θεά· ἡ θεός. Θάλεια· Μοῦσα, θαλία· εὐωχεία. θαλάμας· καταδύσεις, †μηνύσεις†, Θαλαμάς· τὸ τῶν Διοσκούρων ἱερόν. Θεότοκος· ὁ ἐκ θεοῦ γεννηθείς, θεοτόκος δὲ ἡ θεὸν τεκοῦσα. θέρμη· ἡ θερμότης, θερμή· ἡ θερμαινομένη. θέρμος· τὸ λουπηνάριον, θερμὸς δὲ τὸ ἐπίθετον. Θήρων· κύριον, θηρῶν· ὁ κυνηγῶν. θόλος· οἶκος, θολὸς δὲ ὁ τεθολωμένος καὶ τὸ τῆς σηπίας μέλαν. Θύρσος· κύριον, θυρσός· στέμμα.