Ancient Greek · ~3 min
1 to 20
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-118-20
Not analysed yet
σαρῶν· ὁ κοσμῶν τὴν οἰκίαν, Σάρων δὲ δαίμων θαλάττιος καὶ Σαρόνιον πέλαγος. Σίμων· κύριον, σιμῶν δὲ μετοχή. Σιγηλός· κύριον, σιγῆλος· ὁ σιωπηλός. σῖμος· ἰχθῦς, σιμὸς δὲ ἐπίθετον. Σίνων· κύριον, σινῶν· ὁ βλάπτων. Σιρινή· χώρα Σκυθίας, Σιρίνη· ἐθνικόν. σκόπος· ὄρνεον, σκοπὸς δὲ ἔννοια καὶ ὁ ὑψηλὸς τόπος. σκύμνος· τὸ τοῦ λέοντος, σκυμνὸς δὲ τὸ τῶν ἄλλων ζῴων. Σόφος· κύριον, σοφὸς δὲ ἐπίθετον. σκάφη· τὸ πλοῖον, σκαφὴ δὲ τὸ σκάμμα. σπάθη· τὸ ξίφος, σπαθὴ δὲ ἡ σπατάλη. Σπάρτη· πόλις Πελοποννήσου, σπαρτὴ δὲ ἡ ἐσπαρμένη. Σκήνη· κύριον, σκηνή· τὸ προσηγορικόν. σταφύλη· τεκτονικὸν σκεῦος, σταφυλὴ δὲ ὁ καρπὸς τῆς ἀμπέλου. στένων· ὁ στενάζων, στενῶν δὲ ὁ στενοχωρῶν. στίλβον· τὸ λάμπον, στιλβόν· τὸ λαμπρόν. στρατεία· ἐκστράτευσις, στρατιὰ δὲ τὸ πολεμικὸν πλῆθος. Στράτος· κύριον, στρατὸς δὲ τὸ στράτευμα. συνεργός· ὁ βοηθῶν, σύνεργος δὲ ὁ συγκάμνων. σπάδων· ὁ εὐνοῦχος, σπαδὼν δὲ τὸ σπάσμα.