Ancient Greek · ~7 min
1 to 32
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-2-32
Not analysed yet
ἄγνος· τὸ φυτὸν παροξύνεται, ἁγνός· ὁ καθαρὸς ὀξύνεται. ἀγοραῖος· ἐπὶ τοῦ ἐν ἀγορᾷ ἀνθρώπου προπερισπᾶται, ἀγόραιος· ἐν ᾧ ἡ ἀγορὰ τελεῖται τόπῳ προπαροξύνεται. ἀγροῖκος· ὁ ἀμαθὴς προπερισπᾶται, ἄγροικος· ὁ ἐν ἀγρῷ προπαροξύνεται. ἄθροος· ὁ ἀτάραχος προπαροξύνεται, ἀθρόος· ὁ συνηθροισμένος παροξύνεται. Αἶνος· ἡ πόλις προπερισπᾶται καὶ ὁ ἔπαινος, αἰνός· ὁ χαλεπὸς ὀξύνεται. ἄμητος· ὁ καιρὸς τοῦ θέρους προπαροξύνεται, ἀμητός· αὐτὰ τὰ θερισμένα ὀξύνεται. Αὔγη· τὸ κύριον παροξύνεται, αὐγή· τὸ προσηγορικὸν ὀξύνεται. ἀτέχνως· τὸ ἄνευ τέχνης παροξύνεται, ἀτεχνῶς· τὸ ἀληθὲς περισπᾶται. Ἄστηρ· ἡ πόλις παροξύνεται, ἀστήρ· τὸ προσηγορικὸν ὀξύνεται. ἁπλοῦς· ὁ ἀποίκιλος περισπᾶται, ἄπλους· ἡ μὴ πλέουσα παροξύνεται. ἆρα· ὁ ἀπορηματικὸς προπερισπᾶται, ἄρα· ὁ συλλογιστικὸς παροξύνεται. Ἀθήναιος· τὸ κύριον προπαροξύνεται, Ἀθηναῖος· ἀπὸ Ἀθηνῶν προπερισπᾶται. ἀγχόνη· τὸ σχοινίον παροξύνεται, ἀγχονή· αὐτὸ τὸ πρᾶγμα ὀξύνεται. ἄρνειος· τὸ κτητικὸν προπαροξύνεται, ἀρνειός· τὸ νεογενὲς ὀξύνεται, Ἀρνεῖος· ὁ μὴν καὶ ὁ ἐνιαυτὸς προπερισπᾶται. αἴρων· ὁ κουφίζων παροξύνεται, †αἰρῶν†· ὁ συλλαμβάνων περισπᾶται. ἀρτίτοκος· ὁ νεωστὶ τεχθεὶς προπαροξύνεται, ἀρτιτόκος· ἡ ἀρτίως τεκοῦσα παροξύνεται. ἀντικρύς· τὸ ἐξεναντίας ὀξύνεται, ἄντικρυς δὲ τὸ φανερῶς προπαροξύνεται. ἀρτίτομος· ὁ τετμημένος προπαροξύνεται, ἀρτιτόμος· ὁ τέμνων παροξύνεται. ἄγριος· ὁ ἠγριώμενος προπαροξύνεται, ἀγρεῖος· ὁ ἐν ἀγρῷ διαιτώμενος προπερισπᾶται. ἀληθές· τὸ ὄνομα ὀξύνεται, ἄληθες· τὸ ἐπίρρημα προπαροξύνεται. Ἀδέλφειος· τὸ κύριον προπαροξύνεται, ἀδελφειός· τὸ προσηγορικὸν ὀξύνεται. αὕτη· ἡ δεικτικὴ ἀντωνυμία παροξύνεται, αὐτή· ἡ ἀναφορικὴ ὀξύνεται. ἄγχου· τὸ ῥῆμα παροξύνεται, ἀγχοῦ· τὸ ἐπίρρημα περισπᾶται. Ἄδρα· ἡ πόλις Ἰλλυρίδος παροξύνεται, ἁδρά· ἡ παχεῖα ὀξύνεται. Ἄκρις· ἡ πόλις παροξύνεται, ἀκρίς· τὸ ζῶον ὀξύνεται. Ἄφρος· τὸ ἐθνικὸν παροξύνεται, ἀφρός· τὸ προσηγορικὸν ὀξύνεται. ἀγχίαλος· ὁ παραθαλάσσιος τόπος καὶ τὸ κύριον προπαροξύνεται, Ἀγχιαλός· ἡ πόλις ὀξύνεται. Ἄγκυρα· ἡ πόλις προπαροξύνεται, ἀγκύρα· τὸ σχοινίον τοῦ πλοίου παροξύνεται. Ἄμφις· τὸ κύριον παροξύνεται, ἀμφίς· τὸ ἐπίρρημα ὀξύνεται. ἄγων· ἡ μετοχὴ παροξύνεται, ἀγών· τὸ περιεκτικὸν ὀξύνεται. αἰνότοκος· ὁ ἐπὶ κακῷ τεχθεὶς προπαροξύνεται, αἰνοτόκος· ἡ κακῶς γεννῶσα. ἀγέλαιος· ὁ ἀμαθὴς <προ>παροξύνεται, ἀγελαῖος· ὁ ἐκ τῆς ἀγέλης προπερισπᾶται.