Ancient Greek · ~3 min
1 to 14
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-3-14
Not analysed yet
βιῶν· ἡ μετοχὴ περισπᾶται, Βίων· τὸ ὄνομα παροξύνεται. βίος· ἡ ζωὴ βαρύνεται, βιός· τὸ τόξον ὀξύνεται. βάτος· ἡ ἄκανθα βαρύνεται, βατός· τὸ ἐπίθετον ὀξύνεται. βασίλεια· ἡ βασίλισσα καὶ τὸ κύριον προπαροξύνεται, βασιλεία· ἡ ἐξουσία βαρύνεται. βοῶν· ἡ μετοχὴ περισπᾶται, βοών· ὁ σταθμὸς τῶν βοῶν ὀξύνεται. Βοήθοος· τὸ κύριον προπαροξύνεται, βοηθόος· τὸ ἐπίθετον βαρύνεται. βολβός· τὸ προσηγορικὸν ὀξύνεται, βόλβος· τὸ ἐπίθετον βαρύνεται. Βλάστος· τὸ κύριον βαρύνεται, βλαστός· τὸ προσηγορικὸν ὀξύνεται. βλῆχρον· ἡ βοτάνη προπερισπᾶται, βληχρόν· τὸ ἀσθενὲς ὀξύνεται. Βῆλος· τὸ κύριον προπερισπᾶται, βηλός· ὁ οὐρανὸς ὀξύνεται. βροτός· ὁ ἄνθρωπος ὀξύνεται, βρότος· τὸ ἐκ τῆς μάχης μίασμα βαρύνεται. βροῦχος· τὸ ζῷον προπερισπᾶται, Βρουχὸς δὲ ὁ κῆρυξ ὀξύνεται· εἴρηται δὲ ἀπὸ τοῦ βρύχειν. †βρόμος†· ἡ δυσωδία βαρύνεται, βρομὸς· τοῦ καιομένου πυρὸς ὁ ἦχος ὀξύνεται. βαιός· ὁ μικρὸς ὀξύνεται, Βαῖος· τὸ κύριον ὄνομα προπερισπᾶται. «Βαίου δὲ κάμψας τοῦ κυβερνήτου τάφον». (Lycophr. 694)