# De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-4-10

Joannes Philoponus, De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus, 1 to 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-vocabulis-quae-diversum-significatum-exhibent-secundum-differentiam-accentus/1-4

Γαλάτεια· ὄνομα Νηρηίδος προπαροξύνεται, Γαλατεία· ἡ χώρα βαρύνεται. γαλήνη· τὸ προσηγορικὸν βαρύνεται, γαληνή· τὸ ἐπίθετον ὀξύνεται. Γέλων· τὸ κύριον βαρύνεται· γέγονε Σικελίας τύραννος, γελῶν· ἡ μετοχὴ περισπᾶται. Γεραῖος· τὸ κύριον καὶ τὸ ἐθνικὸν προπερισπᾶται, γεραιός· ὁ πρεσβύτης ὀξύνεται. γενέτης· ὁ πατὴρ παροξύνεται, τῆς δὲ γεννήσεως ἡ γενικὴ περισπᾶται. γελοῖος· ὁ καταγέλαστος προπερισπᾶται, γέλοιος δὲ ὁ γελωτοποιὸς προπαροξύνεται. Γλαύκη· τὸ κύριον παροξύνεται, γλαυκή· τὸ ἐπίθετον ὀξύνεται. Γλαῦκος· τὸ κύριον, ὁ ἰχθὺς προπερισπᾶται, γλαυκός· τὸ ἐπίθετον ὀξύνεται. γόνος· ὁ γεννώμενος βαρύνεται, γονός· ὁ γεννῶν ὀξύνεται. γαῦλος· ὁ εὐαπάτητος προπερισπᾶται, γαυλὸς δὲ τὸ ποιμενικὸν ἀγγεῖον ὀξύνεται.

---

Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg012.local001/.
