Ancient Greek · ~2 min
1 to 9
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-47-9
Not analysed yet
Χαρίτων· τὸ κύριον παροξύνεται, χαριτῶν· ἡ μετοχὴ περισπᾶται. χάριεν· ἀντὶ τοῦ χαριέντως προπαροξύνεται, χαρίεν· τὸ ἐπιχαρὲς παροξύνεται. Χίτων· ἡ πόλις παροξύνεται, χιτών· τὸ ἔνδυμα ὀξύνεται. Χίλων· τὸ κύριον παροξύνεται, χιλῶν· ἡ μετοχὴ περισπᾶται. χεῖλος· τοῦ στόματος τὸ μέλος προπερισπᾶται, χιλός· ἡ τροφὴ ὀξύνεται. Χία· τὸ ἐθνικὸν παροξύνεται, χειά· ἡ κατάδυσις τοῦ ὄφεως ὀξύνεται. Χρῆστος· τὸ κύριον προπερισπᾶται, χρηστός· ὁ ἐπιεικὴς ὀξύνεται. χιών· τὸ θηλυκὸν ὀξύνεται, Χίων· τὸ κύριον, †ὃς καθῆρεν Ἡρακλέα† παροξύνεται. χρόα· ἄνευ τοῦ ἰῶτα παροξύνεται, χροιά· μετὰ τοῦ ἰῶτα ὀξύνεται.