Ancient Greek · ~1 min
1 to 4
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-49-4
Not analysed yet
ὦμος· τὸ μέλος τοῦ σώματος προπερισπᾶται, ὠμός· ὁ ἄγριος, ὁ ἀπηνὴς ὀξύνεται. ὦχρος· ἡ ὠχρίασις προπερισπᾶται, ὠχρός· ὁ χλωρός, τὸ τριγενὲς ὀξύνεται. ὦ· τὸ ἄρθρον περισπᾶται, ὤ· σχετλιαστικὸν ἐπίρρημα ὀξύνεται. ὥρα· τὸ κάλλος δασύνεται, ὤρα· ἡ φροντὶς ψιλοῦται.