Ancient Greek · ~3 min
1 to 16
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-68-16
Not analysed yet
σκόπος· ὄρνεον σκοπός· ὁ ὑψηλὸς τόπος. σαρῶν· ὁ κοσμῶν γῆν, Σάρων· δαίμων θαλάττιος. Σίμων· τὸ κύριον, σιμῶν· ἡ μετοχή. σίμος· ὁ ἰχθύς, σιμός· τὸ ἐπίθετον. Σίνων· τὸ κύριον, σινῶν· ὁ βλάπτων. Σιρίνη· χώρα Σκυθίας, σιρινή· τὸ ἐπίθετον. στένων· στενάζων, στενῶν· στενοχωρῶν. συνεργός· βοηθός, σύνεργος· ὁ συντεχνίτης καὶ συγκάμνων. σταφύλη· τεκτονικὸν σκεῦος, σταφυλή· ἡ κιονὶς καὶ ὁ καρπός. Σιρικῆ· τὸ ἐθνικόν, <******>. στρατεία· τὸ ἀξίωμα, στρατιά· τὸ πολεμικὸν πλῆθος. σπάθη· τὸ ξίφος, σπαθή· τὸ ναυτικὸν ξύλον. Σπάρτη· τὸ κύριον, σπαρτή· ἡ ἐσπαρμένη. στίλβον· τὸ λάμπον, στιλβόν· τὸ λαμπρόν. σέλινος· τὸ φυτόν, Σελίνος· τὸ κύριον. Σίγηλος· τὸ κύριον ὄνομα Νάρκισος, σιγήλος· ὁ σιωπηλός.