Ancient Greek · ~2 min
1 to 13
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-71-13
Not analysed yet
φακός· ὁ ὠμός, φακῆ· δὲ ἡ ἑψηθεῖσα. Φᾶσις· ποταμὸς Κολχίδος, φάσις· ἡ ἀγγελία. Φάνος· τὸ κύριον, φανός· τὸ προσηγορικόν. Φαῖδρος· τὸ κύριον, φαιδρός· ὁ λαμπρός. Φαῖα· πόλις Πιερίας, φαιά· ἡ μέλαινα. φιλήτης· ὁ κλέπτης, φιλητής· ὁ ἐραστής. Φίλων· τὸ κύριον, φιλῶν· ἡ μετοχή. φλήναφος· ἡ φλυαρία, φληνάφος· ὁ φλύαρος. φόρος· τὸ τέλος τὸ ἐνιαυσιαῖον, φορός· ὁ ἐπιτήδειος ἄνεμος. Φυλάκη· ἡ πόλις, φυλακή· τὸ δεσμωτήριον. φώς· ὁ ἄνθρωπος, φῶς· ἡ αὐγή. Φοῖβος· ὁ καθαρὸς καὶ τὸ κύριον, φοιβός· τὸ ἐπιθετικόν. φᾶρος· τὸ ἔνδυμα, Φάρος· ἡ νῆσος.