Ancient Greek · ~8 min
1 to 39
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 1-76-39
Not analysed yet
ἄγος· τὸ μύσος παροξυτόνως, ἀγός· ὁ ἡγεμὼν ὀξυτόνως. ἄγνος· τὸ φυτόν, ἁγνός· ὁ καθαρός. ἄγων· ἡ μετοχή, ἀγών· τὸ περιεκτικόν. ἄγριος· ὁ ἀνήμερος, ἀγρεῖος· ὁ ἐν ἀγρῷ ὤν. ἄγροικος· ὁ ἀμαθής, ἀγροῖκος· ὁ ἐν ἀγρῷ διαιτώμενος. ἀγέλαιος· ὁ μαθητής, ἀγελαῖος· ὁ ἐκ τῆς ἀγέλης. ἄγκυρα· τὸ ὑπόγειον σχοινίον τοῦ πλοίου, Ἀγκύρα· πόλις Γαλατῶν. ἀγχοῦ· τὸ ἐπίρρημα τὸ τοπικὸν τὸ σημαῖνον τὸ πλησίον ἄγχου· τὸ ῥῆμα τὸ προστακτικὸν τὸ σημαῖνον τὸ πνίγου. Ἀγχιαλός· πόλις τῆς Θράκης, ἀγχίαλος· ὁ παραθαλάσσιος τόπος. ἀγητός· ὁ θαυμαστός, Ἄγητος· τὸ κύριον. ἀδελφιός· ὁ ἀδελφός, Ἀδέλφιος· τὸ κύριον. ἁδρά· ἡ παχεῖα, Ἄδρα· ἡ πόλις Ἰλλυρίδος. ἁζόμενος· ὁ ἐντρεπόμενος δασύνεται, ἀζόμενος· ὁ ξηραινόμενος ψιλοῦται. ἀθρόος· ὁ συνηθροισμένος παροξύνεται, ἄθροος· ὁ ἀτάραχος προπαροξύνεται. Αἰόλος· τὸ κύριον παροξύνεται, αἴολος· ὁ ποικίλος. αἰνοτόκος· ἡ κακὰ γεννῶσα, αἰνότοκος· ὁ ἐπὶ κακῷ τεχθείς. †αἰρῶν· ὁ συλλαμβάνων†, αἴρων· ἡ μετοχή. αἰνός· ὁ κακὸς ὀξύνεται, Αἶνος· ἡ πόλις καὶ ὁ ἔπαινος. αἰπεῖα· ἡ ὑψηλή, Αἴπεια· πόλις πλησίον †πόλου. ἀκρίς· τὸ ζῷον, Ἄκρις· ἡ πόλις. ἀληθές· τὸ ἀψευδές, ἄληθες· τὸ ἐπίρρημα τὸ δηλοῦν τὸ ἀληθῶς. ἀμητός· αὐτὰ τὰ θερισμένα, ἄμητος· †ὁ καιροῦ θερισμός†. ἀμφίς· τὸ ἐπιθετικόν, ἄμφις· χωρὶς καὶ ἐκτός. Ἀμάραντος· τὸ ἐθνικόν, ἀμαράντος· τὸ ἐπιθετικόν. ἀντικρύ· τὸ ἐξεναντίας δίχα τοῦ ϛ γράφεται, ἄντικρυς· τὸ φανερῶς. ἁπλοῦς· ὁ ἀποίκιλος, ἄπλους· ἡ μὴ πλεομένη. ἆρα· σύνδεσμος ἀπορηματικός, ἄρα· ὁ συλλογιστικὸς σύνδεσμος, ἀρά· τὸ ὄνομα τὸ σημαῖνον τὴν κατάραν. ἀριστῶν· ἡ μετοχή, Ἀρίστων· τὸ κύριον. ἄρνιος· τὸ κτητικόν, Ἀρνεῖος· ὁ ἐνιαυτός, ἀρνιός· τὸ νεογενὲς πρόβατον. ἀρτιτόκος· ἡ νεωστὶ τεκοῦσα, ἀρτίτοκος· ὁ νεωστὶ τεχθείς. ἀρτίτομος· ὁ νεωστὶ τέμνων, ἀρτιτόμος· ὁ νεωστὶ κοπείς. ἀργός· ὁ ὀκνηρός, Ἄργος· τὸ κύριον. ἀστήρ· ὁ κατ' οὐρανόν, Ἄστηρ· ἡ πόλις. ἀστακός· ἰχθὺς θαλάττιος, Ἄστακος· <***>. †ἀστηβιας† <***>,Ἀστηβίας· πόλις †ἤπειρος. ἀτεχνῶς· τὸ ἀληθῶς, ἀτέχνως· τὸ ἄνευ τέχνης. ἅττα· ἅτινα δασύνεται, ἄττα· τινὰ ψιλοῦται. αὐτή· ἡ μὴ δεικτική, αὕτη· ἡ δεικτική. Αὔγη· τὸ κύριον, αὐγή· τὸ προσηγορικόν.