# De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 33-42

Joannes Philoponus, De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus, 33 to 42. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/de-vocabulis-quae-diversum-significatum-exhibent-secundum-differentiam-accentus/33

ἅσσα· τὸ ὅσα καὶ ἅτινα δασύνεται, ἄσσα δὲ τὸ τίνα ψιλοῦται. Ἄργος· τὸ κύριον βαρύνεται, ἀργός· τὸ προσηγορικὸν ὀξύνεται. ἄττα· τὸ τίνα ψιλοῦται, ἅττα· τὸ ἅτινα δασύνεται. ἀθῷος· μετὰ τοῦ ι ὁ ἀζήμιος προπερισπᾶται, Ἄθωος δὲ προπαροξυτόνως ἐπὶ τὰ Διὸς τάττεται. Ἄστακος· ἡ πόλις Ἠπειρώτις προπαροξύνεται, ἀστακός· τὸ θαλάσσιον ζῷον ὀξύνεται. Ἀνδρώ· ἡ Αἰγυπτιακὴ νῆσος ὀξύνεται, ἀνδρῶ· τὸ ῥῆμα περισπᾶται. Αἴπεια· ἡ πλησίον Πύλου πόλις προπαροξύνεται, αἰπεῖα· ἡ ὑψηλή περισπᾶται. Ἀγῆτος· τὸ κύριον προπερισπᾶται, υἱὸς δὲ ἦν Αὐλιδίου, ἀγητός· ὁ θαυμαστὸς ὀξύνεται. ἀμάραντος· τὸ ἐπίθετον προπαροξύνεται, Ἀμαραντός· τὸ ἐθνικὸν ὀξύνεται. Ἄψος· τὸ κύριον παροξύνεται, ἀψός· τὸ ἐπίθετον ὁ καθεκτικὸς ὀξύνεται.

---

Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg012.local001/.
