Ancient Greek · ~2 min
42 to 55
Joannes Philoponus Phil., De vocabulis quae diversum significatum exhibent secundum differentiam accentus 42-55
Not analysed yet
ἀστακός· τὸ θαλάσσιον ζῷον, Ἄστακος δὲ ὁ ἀπὸ πόλεως. Ἀμφοτερός· κύριον, ἀμφότερος· ἐπίθετον. ἀστήρ· ὁ λάμπων, Ἄστηρ δὲ πόλις. ἅττα· ἀντὶ ἅτινα δασύνεται, ἄττα· ἀντὶ τινὰ ψιλοῦται, ἆττα· δὲ προσφώνησις νεωτέρου πρὸς πρεσβύτερον. ἀτεχνῶς· ἀληθῶς, ἀτέχνως· χωρὶς τέχνης. Αὔγη· κύριον, αὐγὴ δὲ ἡ λαμπηδών. Αὖλος· κύριον, αὐλὸς δὲ σύριγξ. αὐτή· ἀναφορικὴ ἀντωνυμία, αὕτη δὲ δεικτική. ἀφέτη· †νόσος† τις, ἀφετή· ἡ ἀπόλυτος. αὖλις· κοίτη, Αὐλὶς δὲ πόλις τῆς Βοιωτίας. Ἄφρος· ἐθνικόν, ἀφρὸς δὲ spuma. Ἄψος· κύριον, ἀψὸς δὲ ἐπίθετον τέχνης. ἀοιδός· ὁ ψάλτης, ἀειδός· ὁ πολύπειρος, τοῦ α ἐπίτασιν σημαίνοντος. Ἀστερόπη· κύριον, ἀστεροπή· ἡ ἀστραπή.