# In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL) 3.Page xxx

Joannes Philoponus, In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL), Volume 13,3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-analytica-posteriora-commentaria-prooemium-e-codd-brl/3.Page%20xxx

ἐστι ζητεῖ τὸν προσκατηγορούμενον· διὰ τί γὰρ ἀθάνατος ἡ ψυχή; ἐπειδὴ ἀεικίνητος καὶ αὐτοκίνητος· αὐτοκίνητος δὲ ὡς αὐτὴ πρὸς ἑαυτὴν ἐπιστρέφουσα καὶ νοοῦσα αὐτὴ ἑαυτήν. ἐξὸν οὖν τῇ λεχθείσῃ διακρίσει ἀπ' ἀλλήλων αὐτὰ διακρῖναι. τούτων δὲ τῶν τεσσάρων δύο μέν ἐστιν ἁπλᾶ, τὸ εἰ ἔστι καὶ τί ἐστι, δύο δὲ συνθετώτερα, τὸ διὰ τί ἐστι καὶ τὸ ὁποῖόν τί ἐστι. καὶ ὃν ἔχει τὸ τί ἐστι πρὸς τὸ εἰ ἔστι, τοῦτον ἔχει τὸν λόγον τὸ διὰ τί ἐστι πρὸς τὸ ὁποῖόν τί ἐστι· συνθετώτερον γὰρ τὸ μὲν τί ἐστι τοῦ εἰ ἔστι, τὸ δὲ διὰ τί ἐστι τοῦ ὁποῖόν τί ἐστι. καὶ ἐν τούτοις ἡ προκειμένη περαιούσθω θεωρία. p. 89b23. Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμόν. Τὸ προοίμιον περὶ τῶν τεσσάρων διαλέγεται προβλημάτων· τοσαῦτα γάρ, φησίν, ἐστὶν ἃ ζητοῦμεν, ὅσαπερ γινώσκοντες ἐπιστάμεθα. καλῶς δὲ οὕτως ἐχρήσατο καὶ οὐκ ἔφη ἐκ τοῦ ἐναντίου ‘ὅσαπερ ἐπιστάμεθα, τοσαῦτά ἐστι καὶ ἃ ζητοῦμεν’· τοὐναντίον γὰρ τοσαῦτά ἐστιν ἃ ζητοῦμεν, ὅσαπερ γινώσκοντες ἐπιστάμεθα. τέσσαρα δέ ἐστιν ἃ ζητοῦμεν· τέσσαρα ἄρα ἐστὶ καὶ ἃ γινώσκοντες ἐπιστάμεθα. τοῦτο μὲν οὖν κοινὸν τῶν τεσσάρων. διάφορον δὲ πρῶτον μὲν τὸ τούτων τὰ μὲν εἶναι ἁπλούστερα, τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, τὰ δὲ συνθετώτερα, τὸ ὁποῖον τί ἐστι καὶ τὸ διὰ τί ἐστι. καὶ ἐν μὲν τοῖς ἁπλοῖς ἁπλούστερον τὸ εἰ ἔστι τοῦ τί ἐστι, ἐν δὲ τοῖς συνθέτοις συνθετώτερον τὸ διὰ τί ἐστι τοῦ ὁποῖόν τί ἐστιν. εἶτα ὅτι τὰ μὲν περὶ οὐσιῶν ποιεῖται τὴν ζήτησιν ὡς ἐπὶ τὸ πολύ, οἷον τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι· τὸ γὰρ εἰ ἔστιν αὐτόθεν ζητεῖ <εἰ> ἐνυφίσταται τὸ περὶ οὗ ὁ λόγος· τὸ δὲ τί ἐστιν αὐτὴν τὴν τοῦ πράγματος οὐσίαν ζητεῖ. τὰ δέ γε λοιπὰ δύο τὰ καθ' αὑτὸ τοῖς πράγμασιν ὑπάρχοντα ἐπισκέπτεται, οἷον ὁποῖόν τι ἡ ψυχή, δηλαδὴ ἀθάνατος, καὶ διὰ τί ἀθάνατος. ἐξὸν δὲ πρὸς ταύταις καὶ ἄλλης ἐπικρίσεως προσευπορῆσαι, διότι τούτων τὰ μέν ἐστι διαλεκτικὰ τὰ δὲ πυσματικά. οἷον τὸ μὲν εἰ ἔστι καὶ τὸ τί ἐστι διαλεκτικά· μόνῳ γὰρ ἀρκεῖται τῷ ναὶ ἢ οὔ· τὸ δὲ ὁποῖόν τι καὶ τὸ διὰ τί πυσματικά· οὐ γὰρ ἀρκεῖται τῷ ναὶ ἢ οὔ, ἀλλὰ λόγων πλειόνων δεῖται κατασκευαστικῶν.

---

Joannes Philoponus Phil., In Aristotelis analytica posteriora commentaria (prooemium e codd. BRL). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg003.local001/.
