Ancient Greek
ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΑΝΑΑΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ ΔΕΥΤΕΡΟΝ.
Joannes Philoponus Phil., In Aristotelis Analytica Posteriora Commentaria ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΑΝΑΑΥΤΙΚΩΝ ΥΣΤΕΡΩΝ ΔΕΥΤΕΡΟΝ..1
Not analysed yet
’Ev μὲν τῷ πρώτῳ βιβλίῳ τῆς Ἀποδεικτικῆς ἐδίδαξεν ὡς ἔστιν ἀπόδειξις, δειξις, καὶ τί εστιν ἀπόδειξις, καὶ διὰ τίνων προτάσεων αὕτη γίνεται, ἕτι δὲ καὶ τί διαφέρει ὁ ἀποδικτικὸς συλλογισμὸς τῶν ἄλλων συλλογισμῶν, καὶ ὅτι ἐν μὲν τοῖς ἄλλοις συλλογισμοῖς 6 μέσος αἴτιος ἦν τοῦ δυμπεράσματος, οὐ μὴν δὲ και πράγματος, ἐν δὲ τῷ ἀποδεικτικῷ συλλογισμῷ 6 μέσος αἴτιός ἐστι καὶ τοῦ συμπεράσματος καὶ τοῦ πράγματος. καὶ λοιπὸν ἔδει διδάξαι καὶ περὶ τοῦ μέσου, πῶς ἐστιν αἴτιος τοῦ πράγματος. καὶ διὰ τοῦτο ἰδίαν διδασκαλίαν καὶ περὶ τοῦ κατὰ τὴν ἀπόδιξιν μέσου ποιεῖται, ἐπεὶ καὶ 6 ἐν ἀρχῇ τοῦ βιβλίου περὶ τῶν τεσσάρων ζητημάτων λόγος. οὐδὲν ἄλλο ἐστὶν ἀλλ᾿ ἢ κατα σκευὴ τοῦ δεῖν ζητῆσαι καὶ ἐξετάσαι περὶ τοῦ κατὰ τὴν ἀπόδειξιν μέσου, ὡς ἂν καὶ μετ᾿ ἐπιστήμης λαμβάντται· τεσσάρων γὰρ ὄντων καθόλου τῶν ζητουμένων ἐν ἑκάστῳ τούτων περὶ τοῦ μέσου ἐστὶν ἡ ζήτησισ. καὶ ἐπεὶ οὕτως ἀναγκαῖος 6 μέσος ἐστὶν ὡς ἐν παντὶ ζητήματι τούτου εἶναι τὴν ζήτησιν, ἔδει περὶ οὐτοῦ οὐ κατὰ πάρεργον ἔπεῖν ἀλλ᾿ ἰδίαν ποιῆσαι πραγματείαν. ἐπὲ δὲ 6 μέσος ὅρος ἐν τῇ ἀποδείξει ὁρισμός ἔστι, κατὰ συμβεκηκὸς διδάσκει καὶ περὶ ὅρου. χυρίως γὰρ διδάσκει περὶ ὁρισμοῦ ἔ τῷ ἐβδόμῳ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας· ἐνταῦθα δὲ οὐχ ὡς περὶ ὅρου διδάσκει ἀλλ᾿ ὡς περὶ αίτίου καὶ μέσου. Ἑπεὶ δὲ ἡ ἀπόδειξις ἀνάλυσις λέγεται, μέρος δὲ τῆς ἀποδείξεως καὶ ἡ παροῦσα πραγματεία ὡς περὶ τοῦ μέσου τοῦ ἐν αὐτῇ διδάσκουσα, διὰ τοῦτο καὶ ἡ παροῦσα πραγματεία Ἀναλυτικὰ ἐπιγέγραπται. ἐπιγέγραπται δὲ Ἀναλυτικὸ τὸ πρῶτον βιβλίον τῆς ἀποδεικτικῆς οὐχ ὡς τὰ πρὸ αὐτῆς· ταῦτα γὰρ Ἀναλυτικὰ ἐπεγράφησαν ἀπὸ τοῦ τιμιωτέρου μέρους τῆς συλλογιστικῆς μεθόδου. τιμιώτερον δὲ μέρος αὐτῆς τὸ σύνταγμα τὸ διδάσκον περὶ τῆς ἀναλύσεως τῶν συλλογισμῶν ἐις τὰ σηήματα· ἀναλύομεν γὰρ τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, καὶ λαμβάνομεν τὸν μέσον καὶ ἐντεῦθεν εὑρίσκομεν ἐν ποίῳ σχήματι δυλλελόγισται. εἰ γὰρ ἐκεῖνα χάριν τῆς ἀποδεικτικῆς, ὡς καὶ ἐκεῖνος ἐν ἀρχῇ τῶν τριῶν δχημάτων εἔρηκεν, ὡς ἡ σκέψις περὶ ἀπόδειξίν ἐστι, τὸ δὲ οὗ ἕνεκα τιμιώτερον τῶν ἕνεκά του, τιμιντέρα ἄρα ἡ ἀπόδειξις τῶν πρὸ αὐτῆς. ἀλλ᾿ ἐπειδὴ εἶδος ἔστιν ἀναλύσεως, καθ᾿ ὃ τὸ γνωστὸν ἀναλύομεν εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια ἐξ ὧν τὸ εἶναι ἔχει καὶ τι γινώσκεσθαι, καθ᾿ ὃ εἶδος τῆς ἀναλύσεως ἡ ἀποδεικτικὴ ἀναλυτικὴ ἀνομάζεται (ἐξ ἀναλύσεως γὰρ ἡμῖν ἀρχαὶ ταύτης εὑρίσκονται ἀπὸ τῶν ἡμῖν προτέρων αἰτιατῶν ἀνιοῦσιν ἐπὶ τὰ τῇ φύσει πρότερα, ἤγουν τὰ αἴτια. πρῶτον γὰρ γνωρίζομεν τῇ αἰσθήσει ὡς ἡ σελήνη ἐκλείπει· ἡ δὲ διάνοια ὕστερον ἀναψηλαφήσασα εὑρίσκει τὴν αἰτίαν· φησὶ γὰρ ‘ἡ σελήνη ἐκλείπει, τὸ ἐκλεῖπον ἀντιφράττεται, ἡ σελήνη ἄρα ἀντιφράττεται’. τοῦτο ἀνάλυσις ἐκ τῶν αἰτιατῶν ἰοῦσα ἐπὶ τὰ αἴτια. εἶτα ἡ ἀπόδειξις ἐκ τῶν αἰτίων ἐπὶ τὰ αἰτιατὰ κάτερσιν· ‘η δελήνη ἀντιφράττεται, τὸ αντιφραττόμενον ἐκλείπει, ἡ σελήνη ἄρα ἐλείπει’. καὶ πάλιν ὁρῶμεν τὴν γῆν δειομένην, καὶ φαμὲν ‘ἡ γῆ σείεται, σειομένης δὲ πνευμα ἐν τοῖς κοιλώμασιν καὶ σήραγξιν αὐτῆς ἀποκλείεται, ἐν τῇ γῇ πνεῦμα ἀποκλέίεται᾿· τοῦτο ἡ ἀνάλυσις. εἶτα ἡ ἀπόδειξις· ‘ἐν τῇ γῇ πνεῦμα ἀποκλείεται, πνεύματος ἀποκλειομένου σεισμὸς γίνεται, ἐν τῇ γῇ ἄρα σεισμὸς γίνεται’), ἢ γοῦν διὰ ταύτην τήν αἰτίαν ἐπιγέγραπται Ἀναλυτικά, ἢ διότι ἐν τῇ ἀποδείξει ὁ μέσος ὅρος τὸ κῦρος ἔχει, οὖτος δὲ 6 μέσος ὁρισμός ἐστι τοῦ πράγματος, ὁ δὲ ὁρισμὸς ἐξ ἀναλύσεως εὑρίσκεται. ὁρῶν Τὰρ τὸν ἄνθρωπον ἀναλύω τοῦτον εἰς τὰ ἐξ ὧν ἡ φύσις αὐτοῦ συνίσταται. ἤγουν τὸ λογικόν, τὸ θνητόν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὕτως λαμβάνων δυνίστημι τὸν ὁρισμόν. [ἀνάλυσίς ἐστιν ἡ ἀπὸ τῶν μερικῶν καθ᾿ ἕκαστα ἐπὶ τὰ καθόλου ἄνοδος ἀχρι καὶ αὐτοῦ τοῦ γενικωτάτου γένους. ἔστιν ἀνάλυσις κοὶ ἡ ἀπὸ γνωστοῦ τινος εἰς τὰς ἀρχὰς καὶ τὰ αἴτια ἀπάνοδος, ἔξ ὧν τὸ εἶναι ἔχει καὶ τὸ γνωρίζεσθαι· καθ’ 2 σημαινόμενον τῆς ἀναλύσεως καὶ ἡ ἀποδεικτικὴ ἀνάλυσις λέγεται. ἀνάλυσίς ἐστι καὶ ἡ ἐκ τῶν αἰτιατῶν ἰαὶ ὁστέρων ἀναδρομὴ ἐπὶ τὰς ἀρχὰς ἰαὶ τὰ αἴτια, ἐξ ὧν τὰ αἰτιατὰ τὴν σύστασιν ἔχουσιν. εἴληπται δὲ ἡ λέξις μεταφορικῶς ἀπὸ τῶν ἀποδήμων καὶ ἀναστρεφόντων εἰς τὰ οἰκεῖα· καὶ ἡ εἰς τὰ οἰκεῖα γὰρ ἀπὸ τῶν ξένων ἐπάνοδος ἀνάλυσις λέγεται. λέγεται ἀνάλυσις καὶ ἡ ἀπὸ τῶν συνθέτων ὁδὸς ἐπὶ τὰ ἁπλὰ ἐξ ὦν συνετέθησαν. ἔστι καὶ συλλογισμῶν ἀνάλυσις εἰς τὰ σχήματα· ἀναλύομεν γὰρ τὸν συλλογισμὸν εἰς τὰς προτάσεις καὶ τοὺς ὅρους.] |p. 89b23 Τὰ ζητούμενά ἐστιν ἴσα τὸν ἀριθμόν. Ὄσα, φησίν, εἰσὶ τὰ ζητούμενα προβλήματα, τοσοῦτοί εἰσι καὶ οἱ τρόποι καθ᾿ οὕς ἐπιστάμεθα καὶ γινώσκομεν τέσσαρα δέ εἰσι τὰ ζητούμενα· τέσσαρες ἄρα καὶ οἱ τρόποι καθ᾿ οὕς γινώσκομεν. ὥσπερ γὰρ τὸ πρόβλημα καὶ τὸ συμπέρσμα ταῦτὰ μέν εἰσι τῷ ὐποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα (οἶον ‘ἡ ψυχὴ ἀθάνατος’ καὶ πρόβλημά ἐστι καὶ συμπέρασμα· ὅταν γὰρ προβάλληται εἰς ζήτησιν καὶ αἰτῶμεν τοῦτο ἀποδεῖξαι, λέγεται πρόβηημα· ὅτιν δὲ ἀποδειχθῇ, λέγεται συμπέρασμα), οὕτω καὶ τὰ ζητούμενα καὶ τὰ γιωσκόμενα ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα. εἰ μὲν γὰρ ἀγνοῶ ὅτι θεὸς ἕστιν ἢ κένταυρος, λέγεται ζήτημα· ζητῶ γὰρ εἰ ἔστι φύσις θεοῦ ἢ κενταύρου. ὅταν δὲ μάθω ὅτι ἔστι, πέπαυμαι τῆς ταιαύτης ζητήσεως· τὸ γὰρ πρώην μοι ἀγνοούμενον καὶ διὰ τοῦτο ζητούμενον μενον γέγονε γινωσκόμενον. καὶ πάλιν μεταβαίων εἰς ἕτερον ἀγνοούμενον ζήτημα· ζητῶ γὰρ τί ἐστι θεὸς καὶ τί κένταυρος. καὶ μαθὼν καὶ τοῦτο πέπαυμαι τῆς ζητήσεως· γέγονε γάρ μοι γινωσκόμενον τὸ ζητὂύμενον. εἰς τέσσαρα ἄρα ἀνάγονται τὰ ζητούμενα καὶ εἰς τέσσαρα τὰ γινωσκόμενα πάντα· ταῦτα γάρ, ὡς εἴπομεν, εἰσὶ τῲ ὑποκειμένῳ ταὐτά. σἰσῖ 03 ταῦτα τὸ εἰ ἔστι λαὶ τὸ τί ἔστι, τὸ ὅτι ἔστι καὶ τὸ διότι. τούτων δὲ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν εἰσὶν ἅπλᾶ, τὸ δὲ ὅτι καὶ τὸ διότι σύνθετα. ἐκεῖνα μὲν γὰρ περὶ ἁπλοῦ τινος καὶ ἑνὸς ὅρου τὴν ζήτησιν ἔχουσιν· οἷον εἰ ἔστι τις αἰτία τῆς ὕπάρξεως τῆς σελήνης. τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχουσι· ζητοῦμεν γὰρ ἆρα ἔστι τι αἴτιον δι᾿ οὗ τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ, καὶ εὑρόντες ὅτι ἕστι ζητοῦμεν τὸ διὰ τί τὸ ἐκλείπειν ὑπάρχει τῇ σελήνῃ. τὸ ὅτι δὲ καὶ τὸ διότι ὡς ἐπὶ συνθέτου τὴν ζήτησιν ἔχοντα προέταξε τοῦ εἰ ἔστι καὶ τί ἐστι τῶν ἐπὶ ἁπλῶν τὴν ζήτησιν ἐχόντων· πρότερα γὰρ ἡμῖν καὶ γνωριμώτερα τὰ σύνθετα, ὡς τῇ φύσει τὰ ἁπλᾶ. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι εἰσὶ σύνθετα προβλήματα τὰ ζητούμενα εἶπε τὸ εἰς ἀριθμὸν θέντες· 6 γὰρ ἀριθμὸς ἐκ συνθέσεως καὶ πλήθθους μονάδων συνίσταται, ὡς ἡ δυὰς καὶ ἡ τριάς. ἡ δὲ μονὰς ἁπλῆ ἐστι· καὶ διὰ τοῦτο τὰ ἁπλᾶ προβλήματα λέγεται μοναδικὰ καὶ ἑνιαῖα. Ὅταν γὰρ ζητῶμεν πότερον τόδε ἐστὶν ἢ τόδε, ἤτοι τὸ ἐκλείπειν ἢ τὰ σφαιροειδὲς ὑπάρχειν τῇ σελήνῃ, τὸ ὅτι ζητοῦμεν. σητοῦμεν. δὲ τούτου, ὅΤι ὅτι ζητοῦμεν τὸ ὅτι· εὑρόντες γὰρ τοῦτο ουκέτι τούτου ζητοῦμεν. p. 89b31 Ταῦτα μὲν οὕτως. Ἤγουν τὸ ὅτι καὶ τὸ διὰ τί οὕτως ζητοῦμεν, ἤγουν ἐπὶ δυνθέτου τινὸς προβλήματος. σύνθετον δὲ ἐστι πρόβλημα τὸ ἔχον ὑποκείμενον καὶ κατηγορούμενον. Ἔνια δ᾿ ἄλλον τρόπον, ἥγνου ἡ δὲ ζήτησις τοῦ εἰ ἔστι καὶ τί ἐστιν ἐπὶ ἁπλοῦ γίνετά τινος ὅρου καὶ ἑνός, εἷον εἰ ἔστι κένταυρος, ἢ τί ἐστι κένταυρος. p. 89b33 Τὸ δ᾿ εἰ ἔστιν ἢ μὴ ἄπλῶς λέγω. Ἰοῦτο εἴρηκε διαιρῶν τὸ ὅτι ἀπὸ τοῦ εἰ ἔστιν· φαίνεται γὰρ καὶ ἐπὶ τοῦ ὅτι ὅτι ζητοῦμεν τὸ εὶ ἔστιν, ἢγουν εἰ ἔστι τι αἴτιον τοῦ ἐκλείπειν τὴν σελήνην. καὶ φησὶν ὅτι, εἰ καὶ ἄμφω τὸ εἰ ἔστι ζητοῦσιν, ἀλλὰ τὸ μὲν ὅτι ζητεῖ εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τι λευκὸν τῷ ἀνθρώπῳ ἢ μή, ὄντος τοῦ ἔστι προσκατηγορουμένου· ἐπὶ δὲ τοῦ εἰ ἔστιν οὐ ζητοῦμεν εἰ ἔστι τι αἴτιον τοῦ ὑπάρχειν τόδε τῷδε, ἀλλ᾿ ἕνα ὅρον λαβόντες, οἶον θεὸν ἢ ψυχήν, ζητοῦμεν ἐπὶ τούτου εἰ ἔστι θεὸς ἢ ψυχή, ὄντος τοῦ ἔστι κατηγορουμένου, καὶ εὑρόντες τοῦτο ζητοῦμεν τὸ τί ἐστι. p. 89b37 Ζητοῦμεν δέ, ὅταν ζητῶμεν τὸ ὅτι. Δείξας ἄνωθεν τέσσαρα εἶναι τὰ ζητήματα καὶ διαιρήσας αὐτὰ εἴς τε τὰ ἁπλᾶ καὶ τὰ σύνθετα νῦν πρὸς πλείονα σαφηνισμὸν τούτων ἐπιδιαιρεῖ ταῦτα. καὶ τὸ μὲν εἰ ἔστι καὶ ὅτι ἔστι ταυτίζει καὶ εἰς ἓν τάττει, καθὸ καὶ ἄμφω ἐὰν ἔστι τις αἰτία ζητοῦσι τοῦ πράγματος, κἂν τὸ εἰ ἔστιν αἰτίαν ζητῇ ἑνός τινος ὅρου ὑποκειμένου, νοῦ ἢ ψυχῆς, τὸ δὲ ὅτι ἕστι ζητῇ αἰτίαν πράγματός τινος ἐν ὑποκειμένῳ θεωρουμένου, οἷον εἰ ἔστι τις αἰτία τοῦ τὴν ἔκλειψιν ὐπάρχειν τῷ ἡλίῳ ἢ τῇ σελήνῃ. τὸ δὲ τί ἐστι καἰ τὸ διὰ τί πάλιν ταυτίζει. καθὸ τὸ μὲν τί ἐστι ζητεῖ τὸν ὁρισμὸν τοῦ πράγματος, τῆς ἐκλείψεως αὐτῆς καθ᾿ ἑαυτὴν ληφθείσης, τὸ δὲ διὰ τί λαμβάνει τοῦτον τὸν ὁρισμὸν μέσον ὅρον ἐν τῇ ἀποδείξει τοῦ διὰ τί ἡ σελήνη ἐκλείπει. ἅμα δὲ καὶ δείκυνσιν ὅτι τὰ τέσσαρα ζητήματα εἰς τὴν ἀπόδειξιν χρησιμεύουσι· πάντα γὰρ τὴν αἰτίαν ζητοῦσι· τὸ δὲ αἴτιον τὸ μέσον ἐστί. συλλογίζεται οὖν ἐν πρώτῳ σχήματι οὕτως· ἐν πᾶσι τοῖς ζητουμένοις τὸ αἴτιον ζητεῖται· τοῦτο δὲ τὸ μέσον ἐστίν· ἐν πᾶσιν ἄρα τοῖς ζητουμένοις τὸ μέσον ἐστίν. |p. 89 b39 Ἢ τὸ ἐπὶ μέρους ἢ τὸ ἁπλῶς. Διὰ μὲν τοῦ ἐπὶ μέρους ἐδήλωσε τὰ σύνθετα ζητούμενα προβλήματα διὰ τοῦ ὅτι· τὰ γὰρ σύνθετα διαιροῦνται εἰς ὑποκείμενα καὶ κατηγορούμενα καὶ μερίζονται. ἢ ἐκάλεσεν ἐπὶ μέρους τὰ σύνθετα, διότι ἡ σύνθεσις μερικεύει τὸ πρᾶγμα. ἡ γὰρ οὐδία ἡ γενικωτάτη λεγομένη καὶ ἐπὶ τῶν αἰσθητῶν καὶ νοητῶν οὐσιῶν, εἰ προσλάβοι τὸ σῶμα, μερικεύεται καὶ ἐπὶ μόνων τῶν αἰσθητῶν λαμβάνεται· ἐπεὶ δὲ αἱ αἰσθηταὶ οὐσίαι ἢ ἔμψυχοί εἰσιν ἢ ἄψυχοι, προσλαβοῦσα τὸ ἔμψυχον ἐμερικεύθη ἐπὶ μόνων τῶν ἐμψύχων· εἰ δὲ τὸ λογικόν, ἔτι μερικεύεται. διὰ δὲ τοῦ ἁπλῶς ἐδήλωσε τὸ ἀπλοῦν πρᾶγμα, οὗ τὴν αἰτίαν ζητεῖ τὸ εἰ ἔστιν. Εἰ γὰρ ἔστι τι, ἤγουν αἰτία τοῦ ἐκλείπειν τὴν σελήνην ἢ αὔξειν. ζητοῦμεν. ἁπλῶς δὲ ζητεῖς εἰ ἔστι τις αἰτία ἑνός τινος ὄρου, οἶον τίς ἐστιν αἰτία τοῦ εἶναι σελήνην ἢ νύκτα. p. 90a9 Τὸ γὰρ αἴτιον τοῦ εἶναι μὴ τοδί. Ἤγουν τὸ ζητεῖν εἰ ἔστι τις αἰτία τοῦ εἶναι μὴ τόδε ἢ τόδε, ἤγουν μὴ σύνθετόν τι, ἀλλ᾿ ἁπλῶς ζητεῖν οὐσίαν ἑνός τινος ὅρου ὑποκειμένου, ἤγουν γῆς ἢ ἡλίου, εἴτε μὴ ἁπλῶς ζητειῖς αἰτίαν ἑνός τινος ἁπλουστάτου ἀλλά τινος θεωρουμένου ἔν τινιξ ὑποκειμένῳ ἣ καθ’ αὑτὸ ἢ κατὰ συμβεβηκός, τουτέστι συνθέτου τινός, τὸ μέσον ἐστὶ τὸ ζητούμενον. p. 90a13 Τὸ δὲ Τὶ ἔκλειψιν. Τὸ τὶ δηλοῖ τὰ συμβεβηκότα καὶ πάθη τὰ ὑπάρχοντα ἔν τινι· οἷον ἡ ἔεκλειψις ἐν τῇ σελήυνῃ θεωρεῖται κατὰ συμβεβηκός, τὸ δὲ σφαιρικὸν σχῆμα καθ᾿ αὑτό. τὸ δὲ ἢ ἐν μέσῳ ἤ μή, τοῦτο δηλοῖ ὡς ἆρά γε ἔστι τις αἰτία τοῦ εἶναι τὴν γῆν μέσην ἢ οὐκ ἔστι; κέντρου γὰρ γόγον έπέχει· καθ᾿ ἧς γῆς τὸ μὲν αἰσθητὸν κατηγορεῖται κατὰ συμβεβηκός, τὸ δὲ ἐν τῷ μέσῳ εἶναι τόπῳ καθ᾿ αὑτό. καὶ πάλιν τῷ τριγώνῳ ὐπάρχει τὸ ἴσον καθ᾿ αὑτό· ἔχει γὰρ τὰς τρεῖς γωνίας δυσὶν ὁρθαῖς ἵσας καθ᾿ αὑτό· τὸ δὲ ἔχειν τὰς δύο πλευρὰς ἀνίσους, ἤγουν μείζους τῆς μιᾶς, κατὰ συμ βεβηκός. συνηρίθμησε δὲ ταὶς οὐσίαις τὸ τρίγωνον ὡς μαθηματικὴν οὐσίνα· τῶν γὰρ οὐσιῶν αἱ μέν εἰσι νοηταί, ὠς ὁ νοῦς καὶ ἡ ψυχή, αἱ δὲ αἰσθητικαί, ὡς ὁ Σωκράτης καὶ 6 Πλάτων, αἱ δὲ διανοηταί, ὡς τὸ τρίγωνον καὶ τὸ τετράγωνον. ἔσειξε γοῦν ὡς ἐν πᾶσι τοῖς ζητήμασι τὸ μέσον ζητεῖται. ἀπορήσειε δ᾿ ἄν τις· ἐπειδὴ τῶν ζητημάτων τὰ μέν εἰσιν ἁπλᾶ τὰ δὲ σύνθετα, ἐπὶ μὲν τῶν συνθέτων καλῶς ἄν λέγοις τὸ μέσον ζητείσθαι. εἴ γε πᾶν μέσον μεταξὺ δύο ἄκρων ἐστί, τὸ δὲ σύνθετον διαιρεῖται εἰς δύο ὅρους, τόν τε ὑποκείμενον καὶ κατηγορούμενον, ὦς μεταξὺ δυνατόν ἔστι μέσον λαβεῖν· ἐπὶ δὲ τῶν ἁπλῶν ζητημάτων, εφ᾿ ὦν ζητεῖται ἡ αἰτία ἐνός τινος ὅρου. πῶς ἔστι δυνατὸς μέσον λαβεῖν ὅρον; καὶ φαμὲν ὅτι ἐπὶ μὲν τῶν ἁπλῶν οὐσιῶν, ἤγουν τῶν νοητῶν τῶν ἄνευ ὕλης θεωρουμένων, ὡς ἔστιν νοῦς καὶ ἡ Μή, ἐπὶ τούτων τὸ εἶδος, ἤγουν ὁ ὁρισμός, οὑκ ἅλλο τί ποτέ ἐστι παρὰ τὸ ὁριστόν. <oἶον> ὁρισμὸς τοῦ νοός ἐστι ‘δύναμις ἀντιληπτικὴ τῶν θείων καὶ νοητῶν’· οὗτος γοῦν ὁ ὁρισμὸς καὶ 6 νοῦς ταὐτά εἰσι. καὶ εἰ ταὐτὰ καὶ ἕν, πῶς δυνατὸν λαβεῖν μέσον ὅρον αὐτῶν: ἐπὶ δὲ τῶν συνθέτων καὶ μετὰ ὕλης θεωρουμένων, οἷόν ἐστιν ὁ ἄνθρωπος, εἰ καὶ ὁ ὁρισμὸς αὐτοῦ, τὸ ζῷον λογικὸν θνητόν, συντέτακται τῷ ἀνθρώπῳ καὶ ἐν αὐτῷ θεωρεῖται, ἀλλ᾿ οὖν ἔστι δυνατὸν κεχωρισμένως τοῦτον λαβεῖν, καὶ ὅτε κεχωρισμένως ληφθῇ, ἕτερός τις δοκεῖ παρὰ τὸν ἄνθρωπον. καὶ διὰ τοῦτο ἐπὶ τῶν τοιούτων ἐστὶ δυνατὸν μέσον ὅρον ληφθῆναι τὸ αἴτιον. ἄλλως τε γνοὺς καὶ αὐτὸς ὡς ἀδύνατόν ἐστιν ἐπὶ τῶν ἁπλῶν οὐσιῶν, νοῦ τε καὶ ψυχῆς, μέσον ὅρον ληφθῆναι, τούτου χάριν παραδείγματα ἔλαβε καὶ τῶν τεσσάρων πάθη τινὰ καὶ γυμνάζει τὸν λόγον ἐπ’ αὐτῶν, ἔνθα καὶ δείκνυσι τὸ αὐτὸ εἶναι τὸ τί ἔστι καὶ τὸ διὰ τί. εἰ γὰρ καὶ ἕτερά εἰσι τὸ τί ἐστι καὶ τὸ διὰ τί, καθὸ τὸ μὲν ζητεῖται ἐπὶ ἁπλοῦ τὸ δὲ ἐπὶ συνθέτου, ἀλλὰ ταὐτὰ μέν εἰσι τῷ ὑποκειμένῳ, τῷ δὲ τρόπῳ τῆς χρήσεως ἕτερα. ἐν μὲν γὰρ ἐκλείψει πάθει οὔσῃ τῆς σελήνης θεωρεῖται καὶ τὸ τί καὶ τὸ διά τί. χρώμεθα δὲ τούτοις, τῷ τί καὶ |τῷ διὰ τί, ἄλλως καὶ ἄλλως. εἰ μὲν λάβωμεν τὴν ἔκλεψιν αὐτὴν καθ᾿ αὐτήν, ζητοῦμεν τί τὸ αἴτιον τῆς ἐκλείψεως, καὶ φαμὲν στέρησις φωτὸς τῆς σελήνης ὑπὸ ἀντιφράξεως τῆς γῆς. εἰ δὲ ζητοῦμεν εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ. ἤγουν διὰ τί ὑπάρχει, λαμβάνομεν μέσον ὅρον τὸ τί ἔστιν, ἥγουν τὴν στέρησιν τοῦ φωτὸς τῆς σελήνης τὴν γινομένην ὑπὸ τῆς ἀντιφράξεως τῆς γῆς. ὡσαύτως καὶ ἡ φυμφωνία πάθος ἐστὶν ἐν ὀξεῖ φθόγγῳ καὶ βαρεῖ θεωρούμενον. πλὴν εἰ μὲν ζητεῖς τί ἐστι συμφωνία, ἀρεῖς λόγος ἀριθμῶν ἐν ἐξεῖ καὶ βαρεῖ. ****λόγος δέ ἐστιν ἐν ἀριθμοῖς θεωρούμενος ὁ ἑπίτριτος, ὁ ἡμιόλος καὶ ὁ διὰ πασῶν. διὰ πασῶν δὲ λέγω τὸν διπλασίονα λόγον, ὁταν ὁ βαρὺς φθόγγος δίς περιέχῃ τὸν ἀξύν. τὸν ἐπίτριτον δὲ ἔχει λόγον, ὅταν ὅλον ἔχῃ τὸν ὀξὺν καὶ τὸ τρίτον αὐτοῦ. Ὀτι δέ ἐστι ἐστι τοῦ μέσου ἡ ζήτησις, δῆλόν εστι καὶ ἀπ᾿ αὐτῆς τῆς ἐναργείας, ἤγουν τῆς αἰσθήσεως. ἐπὶ γὰρ τῶν ἐπιστητῶν πραγμάτων ἐπιστητὸν δέ φημι τὸ τὴν σελήνην ἐκλείπειν), ἐφ᾿ ὅσων τὸ μέσον αἴτιον <οὐκ> ἔστιν ἀισθητόν, ἤγουν διὰ τῆς αἰσθήσεως γνωριζόμενον, ζητοῦμεν ἐπὶ τούτων, ἐὰν ἔστι τι αἴτιον τῆς ἐκλείψεως, ὡς πόρρω κατοικοῦντες τῆς σελήνης καὶ διὰ τοῦτο μὴ ῂ σθημένοι καὶ ὁρῶντες τὸ αἴτιον ταύτης· οὐ γὰρ ὁρῶμεν πῶς ἡ σελήνη ἀντιφράττεται καὶ παρεμποδίζεται ὡς μὴ δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας. εἰ δ᾿ ἦμεν ἐπὶ τῆς σελήνης, ὡρῶμεν ἂν πῶς ἀντιφράττεραι ὑπὸ τῆς γῆς, καὶ οὔτως οὐκ ἄν ἐζητοῦμεν εἰ γίνεται ἡ ἔκλειψις ἤ μή, ἀλλ᾿ ἅμα δῆλον ἂν ἦν, ἤγουν ἅμαα τῷ ἰδεῖν, πῶς ἐμπεσοῦσα τῷ κώνῳ ἀντιφράττεται καὶ παρεμποδίζεται δέχεσθαι τὰς τοῦ ἡλίου ἀκτῖνας, ἐγνωρίζομεν ἂν καὶ τὸ αἴτιον. p. 90a28 Ἐκ γὰρ τοῦ αἰσθάνεσθαι καὶ τὸ καθόλου. Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἴσως γὰρ τις ἠπόρησεν, εἰ ἡ ἔκλειψις τῆς σελήνης ἐστὶ πρᾶγμα ἐπιστητόν, τὸ δὲ ἐπιστητὸν καὶ αἰσθητόν εἰσιν ἕτερα, ὡς καὶ ἡ ἐπιστήμη καὶ ἡ αἴσθησις, πῶς τὴν ἔκλειψιν ἐπιστητὴν οὖσαν φὴς εἶναι καὶ αἰσθητήν; φησὶν οὖν· οὐ λέγω τὴν καθόλου ἔκλειψιν τὴν ἀεὶ γινομένην διὰ τὴν ἀντίφραξιν αἰσθητήν, ἀλλ᾿ αἰσθητὴν λέγω ἔκλειψιν ἣν νῦν ὁρῶ γινομένην. ἐκ γὰρ τοῦ αἰσθάνεσθαι, σθαι, ἤγουν τῆς αἰσθήσεως, καὶ τοῦ πολλάκις ἰδεῖν τοῦτο γινόμενον ἐπισυνάγεται ἡμῖν ἡ τοῦ καθόλου εἴσησις. ἡ μὲν γὰρ ὅρασις ὁρᾷ ὅτι νῦν ἀντιφράττεται ἡ σελήνη καὶ ἐκλείπει· ἐκ δὲ τούτου τοῦ μερικοῦ, ὅ πολλάκις εἴδομεν γινόμενον, ἐπεγένετο ἡμῖν ἡ καθόλου ἐπιστήμη, ἥγουν ὅτι πᾶσα ἔκλειις τῆς σελήνης καὶ ἀεὶ γίνεται διὰ τὸν λόγον τῆς ἀντιφράξεως. p. 90a31 Ὤσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰσέναι. Τουτέστιν οὕτως λέγω τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτὰ ὥσπερ καὶ τὸ τί ἐστι καὶ τὸ διὰ τί ταὐτά. ὡς γὰρ τὸ τί καὶ τὸ διὰ τί ταὐτὰ μὲν σἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ καὶ τῷ τρόπῳ τῆς χρήσεως ἔτερα, ὡς ἐπὶ τῆς ἐκλείψεως ἔστιν ἰδεῖν καὶ ἄμφω θεωρούμενα (εἰ γὰρ τὴν λάβοις αὐτὴν καθ᾿ αὑτήν, γνοίης ἂν τὴν φύσιν αὐτῆς διὰ τοῦ τί ἐστιν· εἰ δὲ θεωρεῖς ταύτην ἐν τῇ σελήνῃ ὑπάρχουσαν, δεικνύεις τοῦτο διὰ τοῦ διὰ τί μέσον λαβὼν ὅρον τὴν ἀντίφραξιν), οὕτως καὶ τὸ αἰσθητὸν καὶ τὸ ἐπιστητὸν ταὐτά εἰσι τῷ ὑποκειμένῳ τῷ δὲ λόγῳ ἕτερα. ἄμφω γὰρ ἐπὶ τοῦ ἐκλείπειν τὴν σελήνην θεωροῦνται· τὸ γοῦν ἐκλείπειν τὴν σελήνην αἰσθητὸν μὲν γένεται, εἰ λάβοις τὴν νῦν γινομένην ἔκλειψιν, ἐπιστητὸν δὲ, εἰ τὴν καθόλου καὶ ἀεὶ γινομένην. τοῦτο δέ, ἤγουν τὸ ταὐτὰ εἶναι τὸ τί καὶ διὰ τί, εἴτε λάβῃς τι τῶν ἁπλῶς θεωρουμένων καὶ μὴ ὑπαρχόντων ἐν ἑτέρῳ, ἤγουν τῶν καθ’ αὑτὸ ὑφεστώτων, ὡς ὁ νοῦς καὶ ἡ ψυχή, εἴτε λάβῃς τι τῶν ὑπαρχόντων ἐν ἄλλῳ καὶ θεωρουμένων, ὡς ἡ ἔκλειψις ἐν τῇ σελήνῃ καὶ τὸ δύο ὀρθαὶ ἐν τῷ τριγώνῳ, ἤγουν τὸ ἔχειν τὰς τερῖς γωνίας δυσίν ἀρθαῖς ἴσας. ὡσαύτως καὶ τὸ μεῖζον καὶ ἔλαττον ἐν τῶ τριγώμῳ· αἱ γὰρ δύρ πλευραὶ δύο πλευραὶ τῆς μιᾶς. p. 90a35 Ὅτι μὲν οὖν πάντα τὰ ζητούμενα μέσου ζήτησις. Δείξας, ὅτι καὶ τὰ τέσσαρα ζητήματα περὶ τοῦ μέσου ζητοῦσι, ζητεὶ καὶ περὶ τοῦ ὅρου, εἰ δυνατόν ἐστιν ἀποδείκνυσθαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, καὶ τίς ὁ τρόπος τῆς ἀναγωγῆς, ἤγουν καὶ πῶς ἀνάγονται εἰς τὴν ἀπόδειξιν, καὶ τί ἐστιν ὅρος, καὶ τίνων ἐστὶν ὁρισμός. πρὸ δὲ τοῦ ζητῆσαι περὶ τούτων ὧν εἴπομεν διαπορεῖ πρῶτον εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ απόδειξις καὶ ὁριστὸν καὶ ἀποδεικτόν. ζητήσειε δ᾿ ἄν τις, εἰ περὶ τῶν ζητημάτων ἐζήτει καὶ τοῦ μέσου, τίνος χάριν μετέπεσεν εἰς τὸ ζητεῖν περὶ ὁρισμοῦ καὶ ὁριστοῦ καὶ ἀποδείξεως καὶ ἀποδεικτοῦ εἰ ταὐτά εἰσιν ἢ ἕτερα. καὶ φαμέν, ὡς ἐπειδὴ προσεχῶς εἴρηκε τὸ τί καὶ διὰ τί ταὐτόν, δηλοῖ δὲ τὸ τί ἐστι τὸν ὁρισμόν, τὸ δὲ διὰ τί τὴν ἀπόδειξιν, ἵνα μὴ τις ὑπολάβῃ ταὐτὸν εἴναι τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν, τούτου χάριν ἠναγκάσθη διαφορὰν δοῦναι πρῶτον τούτων. ἀνέδραμε δὲ εἰς τὸ καθολικώτερον, εἰς τὸν συλλογισμόν. εἰ γὰρ δείξει ὡς ὁ ὁρισμὸς καὶ ὁ συλλογισμος εἰσιν ἔτερα καὶ τὸ ὁριστὸν καὶ τὸ συλλογιστόν, ἀνάγκη λοιπὸν καὶ τὴν ἀπόδειξιν καὶ τὸν ὁρισμὸν ἕτερα εἶναι καὶ τὸ ὁριστὸν καὶ τὸ ἀποδεικτόν· εἶδος γὰρ τοῦ συλλογισμοῦ ἡ ἀπόδειξις. ἐρωτήσας γοῦν καὶ ἀπορήσας εἰ ἐστι δυνατὸν τὸ αὐτὸ καὶ ἕν καὶ δι᾿ ὁρισμοῦ εἰδέναι καὶ |δι᾿ ἀποδείξεως, ὡς εἶναι τὸ αὐτὸ ἅμα καὶ ὁριστὸν καὶ ἀποδεικτόν, ἐπάγει τὴν ἀπόκρισιν ‘ἢ ἀδύνατον τοῦτο᾿. καὶ συλλογίζεται ἐν πρώτῳ σχήματι οὕτως· ὁ ὁρισμὸς τὸ τί ἐστι σημαίνε· πᾶν δὲ τὸ τί ἐστι καθόλου καὶ κατηγορικόν· τᾶς ἄρα ὁρισμὸς καθόλου καὶ κατηγορικός. οὐ πάντες δὲ οἱ συλλογισμοὶ καθόλου καὶ κατηγορικοί εἰσιν· οἱ γὰρ ἐν τῷ δευτέρῳ σχήματι ἀποφατικοί εἰσιν οἱ δὲ ἐν τῷ τρότῳ μερικοί. συλλογίζεται δὲ ἐν δευτέρῳ σχήματι οὕτως· πᾶν τὸ τί ἐστιν, ἤγουν ὁρισμὸς καθόλου καὶ κατηγορικός ἐστιν· οὐ πᾶς δὲ συλλογισμὸς καθόλου καὶ κατηγρικός ἐστιν· οὐ πᾶς ἄρα συλλογισμὸς τὸ τί ἐστι δηλοῖ. p. 90a38 Ἀρχὴ δ᾿ ἔστω τῶν μελλόντων. Τὰ ἐχόμενα ἢ τὰ προσεχῶς ῥηθέντα νόησον, καὶ νοεῖται οὕτως· ἀρχὴ δὲ ἔστω τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ ἀποδείξεως, ἥτις ἐστὶν οἰκεία τοῖς ἐχομένοις, ἤγουν τοῖς προσεχῶς ῥηθεῖσιν, ἵνα καὶ εὐσυνάρτητος ὁ λόγος γένηται· προσεχῶς δὲ εἴρηκεν ὡς τὸ τί καὶ διὰ τί εἰσι ταὐά, ἢ ἐχόμενα νόει τὰ προσεχῶς μέλλοντα ῤηθῆναι· ἀρχὴ γὰρ ἔστω, φησί, τῶν μελλόντων ῥηθῆναι περὶ ὁρισμοῦ καὶ περὶ ἀποδείξεως οἰκεία τοὶς προσεχῶς ῥηθησομένοις. πρὸ Τὰρ τοῦ ζητῆσαι, τί ἐστιν ὁρισμὸς καὶ τίνων καὶ εἰ ἀπόδειξις ἔστιν αὐτοῦ, ζητεῖ προσεχῶς εἰ ταὐτόν ἐστι τὸ ὁριστὸν καὶ συλλογιστὸν καὶ 6 ὁρισμὸς καὶ συλλογισμός. p. 90 b 7 Εἶτα οὐδὲ τῶν ἐν τῷ πρώτῳ σχήματι. Δείξας, ὅτι οἱ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι συλλογισμοὶ ὁρισμοὶ οὐκ εἰσίν, δείκνυσιν ὅτι οὐδὲ οἱ ἐν τῷ πρώτῳ σχήματι καταφατικοὶ ὁρισμοί εἰσι, διότι ὁ μὲν συλλογισμὸς δείκνυσί τι πάθος ὑπάρχον ἔν τινι ὐποκειμένῳ, οἷον τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρχειν τῷ τριγώνῳ· δείκνυσι δὲ τοῦτο διὰ μέσου τοῦ ‘δυσὶ ταῖς ἐφεξῆς ἔσαι εἰσίν’ ὁ δὲ ὁρισμὸς οὐ δείκνυσί τι πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ ἀλλ᾿ οὐσίαν ἑνός τινος ὑποκειμένου· τρίγωνον γάρ φαμεν τὸ ὑπὸ τριῶν γραμμῶν περιεχόμενον. εἰ δέ τις εἰποι ‘πῶς φὴς τὸν ὁρισμὸν οὐσίαν δηλοῦν; δηλοῖγὰρ καὶ συμβεηκός· λευκὸν γάρ ἐστι χρῶμα διακριτικὸν ἔψεως‘, λέγομεν ὡς καὶ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως τὸ εἶδος τοῦ λευκοῦ δηλοῖ, τὸ δὲ εἶδος φύσιν καὶ οὐσίαν σημαίνει· πᾶσα γὰρ ὕπαρξις οὐσία λέγεται. Λόγος δέ ἐστι τούτου, τοῦ εἶναι καὶ τὸν ὁρισμὸν καὶ τὴν ἀπόδειξιν ἕτερον, διότι τὸ ἐπίστασθαι τὸ ἀποδεικτὸν οὐκ ἄλλο τί ἐστιν ἀλλ᾿ ἢ τὸ ἔχειν ἀπόδειξιν, ἤγουν τὸ δι᾿ ἀποδείξεως γινώσκειν αὐτό. Ὥστ᾿ εἰ ἐπὶ τῶν τοιούτων, ἤγουν τῶν ἀποδεικτῶν, ἀπόδειξίς ἐστιν ἡ ταῦτα παριστῶσα, δῆλον ὡς ὁρισμὸς αὐτῶν οὐκ ἔσται, ἤγουν οὐκὶ καὶ δι᾿ ὁρισμοῦ αὐτὰ γνωσόμεθα· εἰ γὰρ δώσομεν τὸ ἀποδεικτὸν δι᾿ ὁρισμοῦ γινώσκεσθαι, ἐπίσταιτο ἄν τις τὸ ἀποδεικτὸν δι᾿ ὁρισμοῦ, οὐ μέντοι δι᾿ ἀποδείξεως, 8 ἀδύνατον. p. 90b13 Οὐδὲν γὰρ κωλύει μὴ ἅμα. Τοῦτο λύσις ἐστὶν ἐνδτάσεως καὶ ἀπορίας, ἴσω; γὰρ τις ἐζήτησεν, ἆρά Τε οὐκ ἔστι δυνατὸν τὸ αὐτὸ γνῶναι ἰαὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείξεως. λύων γοῦν τὴν ἀπορίαν φησίν· οὐδὲν γὰρ κωλύει ἔχειν τοῦ αὐτοὺ καὶ ἑνὸς γνῶνσιν καὶ δι᾿ ὁρισμοῦ καὶ <δι'> ἀποδείξεως, ἀλλ᾿ οὐχ ἤγουν ὡσαύτως, ἀλλὰ κατ’ ἄλλον καὶ ἄλλον λόγον. εἰ γὰρ ἔκλειψις καὶ ἐν τῇ αελήνῃ θεωρεῖται, ἀλλ᾿ οὖν δυνάμεθα ταύτην χωρίσαι αὐτῆς καὶ ἐν ἐπινοίᾳ μόνῃ αὐτὴν καθ᾿ αὐτὴν λαβεῖν· ἣν καὶ δι᾿ ὁρισμοῦ γνωσόμεθα ὡς ἔστιν ἀντίφραξις ὑπὸ γῆς. εἰ δὲ θεωροῦμεν τὴν ἔκλειψιν ἐν τῇ σελήνῃ, ἀποδείξομεν ταύτην ὑπάρχειν τῇ σελήνῃ δι᾿ ἀποδείξεως. ὡσαύτως καὶ τι ἐσόπλευρον τρίγωνον ἔστι καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείξεως γνῶναι, ἀλλ᾿ ἄλλως καὶ ἄλλως. δι᾿ ὁρισμοῦ μὲν, ὅταν εἴπω ‘ἰσόπλευρόν ἐστι τρίγωνον τὸ ὑπὸ τριῶν ἴσων πλευρῶν συγκείμενον’. ἔστι δὲ καὶ ἀποδεικτικῶς δεῖξαι τοῦτο, ὡς ἔχει τάς τρεῖς πλευρὰς ἴσας, οὕτως· ὅταν δύο κύκλοι διὰ τῶν κέντρων περιαχθέντες τέμνωσιν ἀλλήλους καὶ τὴν αὐτὴν διάμετρον ἔχωσι, τότε τὸ ἐκ τῆς διαμέτρου συγκείμενον τρίγωνον καὶ τῶν δύο εὐθειῶν τῶν ἀπὸ τῆς ἁφῆς ἀχθεισῶν ἄχρι τῶν κέντρων ἰσόπλευρὸν ἐστιν· αἱ γὰρ ἀπὸ τοῦ κέντρου ἐκβαλλόμεναι εὐθεῖαι ἔσαι ἀλλήλαις εἰσίν. Ἐστι δὲ πιστώσασθαι καὶ βεβαιῶσαι τοῦτο καὶ δι᾿ ἐπαγωγῆς· οὐδὲ γὰρ πώποτε δι᾿ ὁρισμοῦ ἔγνωμέν τι τῶν ὑπαρχόντων ἔν τινι καθ᾿ αὑτὸ ἢ κατὰ συμβεβηκός, ἤγουν τι τῶν ἄποδεικτὼν· καθ᾿ αὑτὸ γὰρ ἐστι τῇ σελήνῃ τὸ σφαιρικὸν σχῆμα, ἰατὰ συμβεβηκὸς δὲ τὸ ἐκλείπειν. p. 90b16 Ἔτι εἰ ὁ ὁρισμὸς οὐσίας τις γνωρισμός. |Ἠγουν ἐὰν ὁ ὁρισμὸς οὐσίαν δηλοῖ, τὰ δὲ τοταῦτα, τὰ ἀποδεικτά. οὐκ οὐσίαι εἰσὶν ἀλλὰ πάθη ἔν τινι ὑποκειμένῳ θεωρούμενα, λοιπὸν ἄρα ἡ ἀπόδειξις ὁρισμὸς οὐκ ἔστιν οὐδὲ τὸ ἀοδεικτὸν δι᾿ ὁρισμοῦ γινώσκεται. Ὀτι μὲν οὖν τὸ ἀποδεικτὸν οὐκ ἔστι καὶ δι᾿ ὁρισμοῦ εἰδέναι, δῆλον. ἀντικστρέφει δὲ πάλιν καὶ ζητεῖ, τί δὲ καὶ ὃ ἔστι δι᾿ ὁρισμοῦ εἰδέναι, ἔγουν τὸ ὁριστόν, καὶ δι’ ἀποδείξεως ἔστω εἰδέναι ἢ οὔ; καὶ φησὶν εἷς μὲν δὴ λόγος καὶ περὶ τούτου ὁ αὐτός, ὡς γὰρ τὸ ἀποδεικτὸν ἐδείξαμεν μὴ εἶναι δυνατὸν δι᾿ ὁρισμοῦ εἰδέναι, οὕτω καὶ τὸ ὁριστὸν δειχθήσεται μὴ δυνατὸν εἶναι δι᾿ ἀποδείξεως γινώσκεσθαι, λαβόντες ὡς ὁμολογούμενον ὅτι παντὸς ἑνὸς πράγματος καθὸ ἓν μία ἐστὶν ἐπιστήμη καὶ γνῶσις, ἢ ἡ δι᾿ ὁρισμοῦ ἢ ἡ δι᾿ ἀποδείξεως. εἰ γοῦν τὸ ἐπίστασθαι τὸ ἀποδεικτόν ἐστι τὸ δι᾿ ἀποδείξεως γινώσκειν αὐτό, εἰ τὸ ὁριστόν ἐστι καὶ τὸ ἀποδεικτὸν ταὐτά, συμβήσεταί τι ἀδύνατον, ὅτι ὁ ἔχων τὸν ὁρισμόν, ἤγουν ὁ γινώσκων τι δι᾿ ὁρισμοῦ, ἐπιστήσεται αὐτὸ ἄνευ ἀποδείξενς, ὃ ἄτοπον. p. 90 b 24 Ἔτι αἱ ἀρχαὶ τῶν ἀποδείξεων. Ἐὰν οἱ ὁρισμοί εἰσιν ἀρχαὶ τῶν ἀποδείξεων, αἱ δὲ ἀρχαὶ ἀναπόδεικτοι, λοιπὸν καὶ οἱ ὁρισμοὶ ἀναπόδεικτοι ἔσονται. εἰ δὲ οἱ ὁρισμοί εἰσιν ἀποδεικτοί, ἀνάγκη καὶ τῶν ὁρισμῶν ἔτερα λαβεῖν ἀρχοειδέστερα, εἴ γε πᾶσα ἀπόδειξις ἐξ ἀρχῶν τινων καὶ πρώτων γίνεται, καὶ τούτων ἔτερον πρότερον, καὶ τοῦτο ἐπ᾿ ἄπειρον. καὶ εἰ οὐκ ἔστι λαβεῖν ἀρχὰς διὰ τὸ ἀεὶ εὑρίσκειν ἀρχοειδέστερα, ἀναιρεῖται ἡ ἁπόδειξις καὶ οὐκ ἔσιται. ἢ εἰ μέλλει εἶναι ἀπόδειξις, ἀνάγκη τὰ πρῶτα καὶ κατὰ τὴν ἀρχήν, τοὺς ὁρισμούς, εἶναι ἀναποδείκτους. καὶ εἰ ἀναπόδεικτοι οὗτοι, λοιπὸν ἄρα καὶ ὁ ὁριομὸς καὶ ἡ ἀπόδειξις ἔτερα. καὶ εἰ ἕτερα ταῦτα, πῶς ἔσται τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ εἰδέναι καὶ δι᾿ ἀποδείξεως; εἶτα ἐπαπορεῖ, εἰ καὶ πᾶν τὸ δι᾿ ἁρισμοῦ γνωστὸν οὐκ ἔστι δυνατὸν καὶ δι᾿ ἀποδείξεως γινώσκεσθαι, αρα ἔσται τι ὅ καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείξεως ἀνάγκη γινώσκεσθαι, ὡς εἶναι τὸ αὐτὸ καὶ ὁριστὸν καὶ ἀποδεικτόν; καὶ φησὶν ἤ ἀδύνταον· οὐ γὰρ ἐστι δυνατὸν ἀπόδειξιν εἶναι τοῦ ὁριστοῦ πράγματος. ὁ μὲν γὰρ ὁρισμὸς τὸ τί ἐστι παριστᾷ καὶ τὴν οὐσίαν τοῦ πράγματος· αἱ δ᾿ ἀποδέξεις καὶ πᾶσι αἱ μαθηματικαὶ ὐποτίθενται καὶ ὡς ὁμολογούμενον λαμβάνουσι τὸ τί ἐστιν, οὐ μὴν δὲ καὶ ἀποδεικνύουσιν αὐτό. αὐτίκα ἡ γεωμετρία ὡς ὁμολογούμενον λαμβάνει τὸ εἶναι σημεῖον οὖ μέρος οὐδὲν καὶ ὡς γραμμή ἐστι μῆκος ἀπλατές, καὶ ἡ ἀριθμητικὴ τὸ εἶναι μονάδα ἀρχήν ἀριθμοῦ. p. 90 b33 Ἔτι πᾶσι ἀπόδειξις τὶ κατά τινος δείκνυσι. Καὶ τοῦτο ἔτερον ἐπιχείρημα δεικνύον τὸν ἁρισμὸν τῆς ἀποδειξεως ἕτερον. καὶ φησὶν ὡς πᾶσα ἀπόδειξις ἢ καταφατικὸν δείκνυσί τι ἢ ἀποφατικόν· φατικόν· οὐδὲν δὲ τῶν κειμένων ἐν τῷ ὁρισμῷ ἕτερον ἑτέρου ἢ κατηγορεῖται ἢ ἀποφάφάσκεται. ἐν γὰρ τῷ ‘ζῷον πεζὸν δίπουν’ οὔτε τὸ ζῷον κατὰ τοῦ δίποδος κατηγορεῖται ἢ ἀποφάσκεται, οὔτε τοῦτο κατ’ ἐκείνου. καὶ πάλιν ὁρισμὸς τοῦ τριγώνου τὸ σχῆμα ἐπίπεδον· οὔτε γοῦν χατὰ τοῦ ἐπιπέδου κατηγορεῖται οὔτε τοῦτο κατ' ἐκείνου. οὐκ ἄρα ὁ ὁρισμὸς ἀπόδειξίς ἐστιν. Ἔτι ὁ μὲν ὁρισμὸς δηλοῖ τὸ τί ἐστι, ἤγουν οὐσίαν τινὸς πράγματος· ἡ δ᾿ ἀπόδειξις τὸ ὅτι, ἤγουν οὐσίαν οὐ παριστᾷ, ἀλλ᾿ ὅτι τόδε τὸ πάθος, ἤγουν τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας, δείκνυσιν ὑπάρχον τῷ τριγώνῳ ἢ μὴ ὑπάρχον. p. 91a2 Ἑτέρου δὲ ἑτέρα ἀπόδειξις. Ἀπόδειξιν ἐνταῦθα τὴν γνῶσιν ἔλαβεν. εἰ γοῦν τῶν ἑτέρων καὶ διαφερόντων φερόντων πραγμάτων αἱ γνώσεις ἕτεραί εἰσι, τὸ δὲ ὁριστὸν καὶ τὸ ἀποδεικτὸν ἕτερα, γινώσκεται δὲ τὸ ὁριστὸν δι᾿ ὁρισμοῦ τὸ δὲ ἀποδεικτὸν δι᾿ ἀποδείξεως, λοιπὸν καὶ ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις ἕτερα. p. 91a3 Ἐὰν μὴ ὡς μέρος ᾖ τι. Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἔσως γάρ τις ἐνέστη λέγων ῾πῶς φὴς τῶν ἑτέρων ἑτέρας εἶναι τὰς γνώσεις; ἰδοὺ τὸ ἰσοσκελὲς καὶ τὸ τρίγωνον ἕτερα· ἀλλὰ καὶ οὕτως δι᾿ ἧς ἀποδείξεως γινώσκομεν ὡς τὸ τρί|γωνον δύο ὀρθὰς ἔχει, δι<ὰ τῆς> αὐτῆς γινώσκομεν ὡς καὶ τὸ ἰσοσκελὲς οὕτως ἔχει᾿. λύων οὖν τὴν ἔνστασιν φησίν· εἰ καὶ ἔτερά εἰσι ταῦτα, ἀλλ᾿ οὖν τὸ μὲν τρίγωνόν ἐστιν ὅλον, τὸ δ᾿ ἰσοσκελὲς μέρος, καὶ διὰ τοῦτο μίαν ἔχουσιν ἀπόδειξιν· τὸ γὰρ πάθος τοῦτο τῷ μὲν τριγώνῳ ὑπάρχει καθ᾿ αὑτό, τῷ δ᾿ ἰσοσκελεῖ ὡς τριγώνῳ· ταῦτα δέ, τὸ ὅτι ἔστι καὶ τί ἐστιν, οὐκ ἔχουσιν οὕτως ὡς τὸ μὲν εἶναι ὅλον τὸ δὲ μέρος. καὶ διὰ τοῦτο τὸ μὲν ὁριστὸν γινώσκομεν δι᾿ ὁρισμοῦ, τὸ δὲ ἀποδεικτὸν δι᾿ ἀποδείξεως· οὐ γὰρ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνός, τοῦ ὁριστοῦ, ἄμφω εἶναι, καὶ ἀπόδειξιν καὶ ὁρισμόν, οὔτε τὸ ἀποδεικτὸν δι᾿ ὁρισμοῦ καὶ ἀποδείξεως γινώσκεσθαι. οὐκ ἄρα ἡ ἀπόδειξις καὶ ὁ ὁρισμὸς οὔτε ταὐτά εἰσιν οὔτε ἕτερον περιέχεται ὑφ᾿ ἑτέρου· εἰ γὰρ ταὐτά, ἦσαν ἂν καὶ τὸ ὁριστὸν καὶ ἀποδεικτόν, τὰ ὑποκείμενα, ταὐτά. Ἀλλὰ ταῦτα μὲν ὅτι οὐκ εἰσὶ ταὐτά, ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, διηπορήσθω οὕτως, ἤγουν διαπορητικῶς καὶ διαλεκτικῶς καὶ κοινοτέρως δεδείχθωσαν. διαπορητικὰ δὲ λέγονται τὰ κοινότερα καὶ διαλεκτικὰ ἐπιχειρήματα· ἴδιον γὰρ τοῦ διαλεκτικοῦ ἐστι τὸ διαπορεῖσθαι. οἷον εἰ πρόκειται ὡς ἡ ἡδονὴ ἀγαθόν, ἐπειδὴ δύναται ἐφ᾿ ἑκάτερα ἐπιχειρεῖν καὶ διὰ τῶνδε μὲν τῶν ἐπιχειρημάτων δεικνύειν ταύτην ἀγαθὸν διὰ τῶνδε δὲ οὐκ ἀγαθόν, διὰ τοῦτο ἐπαπορεῖ ἀποφήνασθαι εἴτε ἀγαθόν ἐστιν εἴτε καὶ μή. p. 91a12 Τοῦ δὲ τί ἐστι πότερον ἔστι συλλογισμός. Ἕτερον προθέμενος ζητῆσαι δι᾿ ὅλης τῆς πραγματείας, πρῶτον μὲν εἰ ἔστιν ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, εἶτα πῶς ἐστι δυνατὸν εἰς τὴν ἀπό- δειξιν ἀνάγειν τόνδε, καὶ τότε τί ἐστιν ὁρισμός, καὶ οὕτω τίνων ἐστί, πρὸ τῆς τούτων ζητήσεως ἐζήτησεν εἰ ταὐτόν ἐστιν ὁρισμὸς καὶ ἀπόδειξις, καὶ δείξας ἕτερα ζητεῖ πρῶτον προέθετο. καὶ ἐρωτήσας, εἰ ἔστι δυνατὸν ἀποδεῖξαι ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἀπεκρίνατο ἢ οὐκ ἔστιν. p. 91a14 Ὁ μὲν γὰρ συλλογισμός. Πρὸ τοῦ ἐπιχειρῆσαι ζητῆσαι ὃ εἴπομεν λαμβάνει δύο λήμματα εἰς τὴν ἀπόδειξιν τοῦ προκειμένου χρήσιμα. καὶ τὸ μὲν ἓν ἕπεται τῷ συλλογισμῷ, τὸ ὅτι πᾶς συλλογισμὸς δείκνυσί τι κατά τινος διὰ μέσου τινὸς ὅρου. τὸ δὲ ἕτερον λῆμμα ἕπεται τῷ ὁρισμῷ, τὸ ὅτι τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς ἴδιον λέγεται τοῦ ὁριστοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ. ταῦτα δέ, ἤγουν τὸ ἴδιον καὶ τὸ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι, εἰ συνδράμωσι καὶ ἄμφω ἐν τῷ αὐτῷ καὶ ἑνὶ ὁρισμῷ, δύναται ἀντιστρέφειν καὶ ὁ ὁρισμὸς πρὸς τὸ ὁριστὸν καὶ τὸ ὁριστὸν πρὸς τὸν ὁρισμὸν καὶ ἀντικατηγορεῖσθαι ἀλλήλων. ὡς τὸ ῾ζῷον λογικὸν θνητόν᾿ καὶ ἴδιόν ἐστι τῷ ἀνθρώπῳ (μόνῳ γὰρ αὐτῷ ἐστι) καὶ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτοῦ· ἐρωτηθεὶς γάρ τις, τί ἐστιν ἄνθρωπος, τὸ ζῷον λογικὸν καὶ τὰ ἑξῆς ἀποκρίνεται. τὸ δὲ γελαστικὸν ἴδιον μέν ἐστι τοῦ ἀνθρώπου καὶ ἀντικατηγορεῖται, ἀλλ᾿ οὐχ ὁρισμός ἐστι, διότι οὐκ ἐν τῷ τί ἐστι κατηγορεῖται. τὸ δ᾿ ῾οὐσία ἔμψυχος αἰσθητική᾿ ἐν τῷ τί ἐστι κατηγορεῖται τοῦ ἀνθρώπου, ἀλλ᾿ οὐχ ὁρισμός ἐστι τοῦτο διὰ τὸ μὴ εἶναι αὐτοῦ μόνον ἴδιον. p. 91a16 Εἰ γὰρ τὸ Α τοῦ Γ ἴδιον. Ἐνταῦθα τὸ ῾γὰρ᾿ ἢ ἀντὶ τοῦ ῾δὲ᾿ ληπτέον ἢ ἀντὶ τοῦ ῾δή᾿, εἰ λάβοις τὰ λήμματα ἀπηρτισμένα ἄχρι τοῦ ἀντιστρέφειν. εἰ δὲ ἄχρι τοῦ ἐν τῷ τί ἐστι κατηγορεῖται, ὀφείλεις λαβεῖν τὸ ῾γὰρ᾿ κατασευαστικὸν τοῦ πρὸ αὐτοῦ. ἀλλὰ προθεωρητέον τοῦτο· εἰ μέλλει τις ἀποδεῖξαι ὡς τὸ Α ὁρισμός ἐστι τοῦ Γ διὰ μέσου τοῦ Β, ὀφείλει καὶ τὸ Α καὶ τὸ Β ὁρισμοὺς λαβεῖν. ἔστω τὸ Α ζῷον πεζὸν δίπουν, τὸ δὲ Β ζῷον λογικὸν θνητὸν καὶ τὰ λοιπά, τὸ δὲ Γ ἄνθρωπος. ἄλλως γὰρ οὐκ ἔστι δειχθῆναι τὸ Α ὁρισμὸν εἶναι τοῦ Γ, εἰ μὴ καὶ ὁ μέσος ληφθῇ ὁρισμός· ἀρχὴ γὰρ ἀποδείξεως ὁ ὁρισμός. p. 91a16 Ταῦτα δ᾿ ἀνάγκη ἀντιστρέφειν. Εἰ μέλλει δειχθῆναι τόδε ὁρισμὸς τοῦδε, ταῦτα, τὰ εἰς ἀπόδειξιν αὐτοῦ μέλλοντα ληφθῆναι, ἀνάγκη ἀντιστρέφειν, ἤγουν ὁρισμοὺς εἶναι. εἰ γὰρ τὸ A ἐστὶν ἴδιον καὶ ὁρισμὸς τοῦ Γ, δῆλον ὠς τὸ A καὶ τοῦ Β ἔσται ὁρισμὸς καὶ τοῦτο, τὸ B, τοῦ Γ ὁρισμός, ὥστε πάντας τοὺς ὅρους ἄντιστρέφειν καὶ ἀντικατηγορεῖσθαι. καὶ εἰ τὸ A ἐν τῷ τί ἐστιν, ἢγουν ὁρισμός ἐστι καὶ κατηγορεῖται παντὸς τοῦ Β, καὶ τὸ B ὡς ὁρισμὸς κατηγορεῖται τοῦ Γ, ἀνάγκη καὶ τὸ A ἐν τῷ τί ἐστιν, ἤγουν ὁριμὸν τοῦ Γ εἶναι. εὶ δὲ μὴ οὕτω τις διπλώσει, ἤγουν δύο λάβοι ὅρους, καὶ ἐν τῷ A καὶ ἐν τῷ B, οὐκ ἄν ποτε ἀποδείξῃ τὸ A ὁρισμὸν εἶναι τοῦ Γ· ἐπὶ πάσης γὰρ ἀποδείξεως ὁ μέσος ὅρος ὅρισμὸς λξφθήσεται, ὡς μαθήσῃ. εἰ γὰρ τὸ A ὡτ ὁρισμὸς κατηγορεῖται τοῦ Β, τὸ δὲ Β οὐχ ὡς ὁρισμὸς κατηγορεῖται καθ᾿ ὅσων κατηγορεῖται, ἤγουν τοῦ Γ, οὐδ᾿ ἀπόδειξις γενήσεται τοῦ A πρὸς τὸ Γ. ἄμ|φω γοῦν ταῦτα, τὸ A καὶ B, ἀφείλουσαιν ἔχειν τὸ τί ἐστι καὶ ὁρισμούς, ἤγουν ἄμφω αἱ προτάσεις, εἰ γοῦν καὶ ἄμφω σἰσὶ τὸ τί ἐστιν, ἤγουν τὸ τί ἦν εἶναι καὶ ὅρισμοί, τὸ ἐν ἀρχῇ αἰτήσεται ὁ δεικνύων τὸ A ὀρισμὸν τοῦ Γ, ὅπερ ἄτοπον. ζητῶν γὰρ ἀποδεῖξαι τὸ A ὁρισμὸν τοῦ Γ ἐπὶ τοῦ μέσου ὅρου ἔλαβεν ὡς ὁμολογούμενον πρὸ τῆς ἀποδείξεως τὸ τή ἧν εἶναι, ἤγουν ὁισμὸν τοῦ Γ. καὶ λοιπὸν περιττὸν τὸ δεῖξαι τὸ A ὁρισμὸν τοῦ Γ· παντὸς γὰρ ὁριστοῦ εἶς ἐστιν ὁρισμός, ὅν ἔλαβεν ἐν τῇ ἐλάττονι προτάσει. οὐκ ἄρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ. Ὀλως τε, εἰ ἔστι δεῖξαι τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ ἀνδρώπου. ’Eπὶ τούτου δέ, τοῦ B, ἔσται ἄλλος ὁρισμὸς μέσος, τὸ ζῷον λογικόν. ὥστε ὃ ἔσει δεῖξαι, ἤγουν ὅ ἐζήτει, ἔλαβε πρὸ τῆς ἀποδείξεως εἰπὼν τὸ B ὀρισμὸν τοῦ Γ. p. 91a33 Δεὶ δ᾿ ἐν ταῖς δυσὶ προτάσεσι. Πειρώμενοί τινες ἀποδεικνύειν τὸ A ῥισμὸν τοῦ Γ ἐν τῷ λαβεῖν καὶ τὸν μέσον ὁρισμόν, ἵνα λάθωσι τὸ ἐν ἀρχῇ ἀπτούμενοι, παρεμίγνυον καὶ ἐν τῇ μείζονι προτάσει καὶ ἐν τῇ ἐλάττοιν τὰ ἔδια τοῦ ἀνθρώπου, τὸ γελαστικὸν καὶ τὸ ὀρθοπεριπατητικόν. δεῖ γοῦν μὴ λαμβάνειν ταῦτα τὰ ἔδια μεταξὺ τῶν προτάσεων ἀλλ᾿ ἀμέσως λαμβάνειν αὐτάς, τὸ A κατὰ τοῦ Β καὶ τὸ B κατὰ τοῦ Γ, ἵνα φανερὸν γένηται τὸ λεγόμενον, ἤγουν τὸ ἐν ἀρχὴ αἰτεῖσθαι. p. 91a35 Οἱ μὲν δὴ διὰ τοῦ ἀντιστρέφειν δεικνύντες. Δείξας ὡς οὐκ ἔστι δυνατὸν ἀπόδειξιν τοῦ ὁρισμοῦ γενέσθαι, κἂν ἐν τῷ μείξονι ὅρῳ καὶ τῷ μέσῳ ὁρισμοὶ κεῖνται, νῦν δείκνυσιν ὅτι, κἂν λόγους λαβῃς ἀντιστρέφοντας, οὐδὲ οὕτως ἀποδείξεις τόνδε ὁρισμὸν εἰναι τοῦδε· τὸ γὰρ ἐν ἀρχῇ καὶ οὕτως αἰτῇ. ὡς ὁ Ξενοκράτης βουλόμενος δεῖξαι τὸ ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν ὅρισμὸν εἶναι τῆς ψυχῆς ἐλάμβανε μέσον ὅρον τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν. οἱ δ᾿ ὅροι οὗτοι ἀντιστρέφουσιν· εἴ τι γὰρ ψυχή, τοῦτο αὐτὸ ἑαυτῷ αἴτιον τοῦ ζῆν, καὶ εἴ τι αὐτὸ ἑαυτῷ αἴτιιον τοῦ ζῆν, τοῦτο καὶ ψυχή· ταυτίζονται γάp. ὡσαύτως καὶ εἴ τι ψυχή, ἀριθμός ἐστιν αὐτὸς ἕαυτὸν κινῶν, καὶ εἴ τι ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν, ψυχή. καὶ εἴ τι αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, ἀριθμός, ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, καὶ τὸ ἀνάπαλιν. ὡς γὰρ τὸ ἐν ἀρχῇ αἰτεῖται ὁ συνάγων, ὅτι ἡ λύπη οὐδεμιᾷ ἡδονῇ ἡδονῇἐστιν, οὕτως, ὅτι ἡ λύπη οὐδεμιᾷ ἠδονῇ, ἡ δὲ ἡδονὴ πάσῃ χαρᾷ, ἡ λύπη ἄρα οὐδεμιᾷ χαρᾷ, διότι ἡ ἡδονὴ καὶ ἡ χαρὰ ταὐτά, ὥσιε αὐτὸ ἑαυτοῦ λαμβάνει εἰς ἀπόδειξιν, οὕτως τὸ αἴτιον αὐτὸ ἐαυτῷ τοῦ ζῆν ταὐτόν ἔστι τῇ ψυχῇ. ὥστε ὁ λέγων, ὅτι τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὐπάρχιν παντὶ τῷ αἰτίῳ ὄντι αὐτῷ ἑαυτῷ τοῦ ζῆν, οὐδὲν ἄλλο λέγει ἀλλ᾿ ἢ τὸ ‘ἀιθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὑπάρχει τῇ ψυχῇ ὡς τὸ αὐτὸ ὄν, διότι τὸ αἰτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν ταὐτόν ἐστι τῇ ψυχῇ. p. 91b3 Ἀλλ᾿ ἀληθὲς ἦν εἰπεῖν. Ἤγουν ἀληθές ἐστιν εἰπεῖν ὡς τὸ ‘ἀιθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ἕπεται τῇ ψυχῇ καὶ ὑπάρχει αὐτῇ, οὑ μέντιοι γε δὲ καὶ ὁρισμός ἐστιν αὐτῆς. p. 91b3 Οὐδ᾿ εἰ ἔστι τὸ A ὅπερ τι. Λαμβάνει εἰς κατασκευὴν τοῦ λεγομένου τὰς οὐσίας, διότι καὶ περὶ ὁιρσμῶν 6 λόγος ἐστίν, οὗτοι δὲ οὐσιῶν εἰσιν, οὐ συμβεβηκότων. φησὶ γοῦν· εἰ λάβοις τὸ A ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου, τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, τὶ) δὲ B ἄνθρωπον ἢ τὸν ὁρισμὸν τοῦ ἀνθρώπου. τὸ δὲ ὅπερ τι ἔλαβεν ἀντὶ τοῦ ‘οὐσιωδῶς’. φησὶ γοῦν· ὥσπερ τὸ ζῷον ἢ ὁ ὁισμὸς τούτου κατηγορεῖται ὅπερ τι, ἤγουν οὐσιωδῶς κατὰ παντὸς τοῦ ἀνθρώπου ἢ τοῦ ὁρισμοῦ τοῦ ἀνθρώπου, ἀλλ᾿ οὐχ οὕτως κατηγοροῦνται ὥστε ἓν εἶναι, ἤγουν ὥσετ εἶναι τὸ ζῷον ἢ τὸν ὁρισμὸν τοῦ ζῴου ὁρισμὸν τοῦ ἀνθρώπου. Εἰ μὲν οὖν μὴ οὕτω λάβ· ης ὅρους ἀντιστρέφοντας, τὸ ἐν ἀρχῇ αἰτῇ· ζητῶν γὰρ εἰ τὸ ‘ἀριθμὸς αὐτὸς ἑαυτὸν κινῶν’ ὁρισμός ἔστι τῆς ψυχῆς, ἔλαβες πρὸ τῆς ἀποδείξεως τοῦτο ὡς ὁμολογούμενον, ὅτι τὸ Β, τὸ αἴτιον αὐτὸ ἑαυτῷ τοῦ ζῆν, τὸ τί ἦν εἶναι, ἤγουν ὁρισμός ἐστι τοῦ Γ. p. 91b12 Ἀλλὰ μὴν οὐδ᾿ ἡ διὰ τῶν διαιρέσεων ὁδὸς συλλογίζεται. Οἱ περὶ τὸν Πλάτωνα ἐπειρῶντο διὰ τῆς διαιρετικῆς μεθόδου συλλογίζεσθαι καὶ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε λέγοντες· ὡς εἰ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, εἰ δεί|ξομεν διὰ τῆς διαιρέσεως καὶ τὸ ζῷον ὑπάρχειν τῷ ἀνθρώπῳ καὶ ἑκάστην διαφοράν, ἤγουν τὸ πεζὸν καὶ τὸ δίπουν, λοιπὸν ἐσόμεθα ἀποδεδειχότες καὶ τὸ ῾ζῷον πεζὸν δίπουν᾿ ὁρισμὸν εἶναι τοῦ ἀνθρώπου. ἐπεχείρουν γὰρ οὕτως· ὁ ἄνθρωπος ἢ ζῷον ἢ ἄψυχόν ἐστιν· ἀλλὰ μὴν ζῷόν ἐστιν· οὐκ ἄρα ἄψυχον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν ζῷον ἢ πεζὸν ἢ πτηνὸν ἢ ἔνυδρον· ὁ ἄνθρωπος ἄρα πεζόν, οὐ μὴν δὲ πτηνὸν ἢ ἔνυδρον. καὶ πάλιν ὁ ἄνθρωπος ζῷον· πᾶν δὲ ζῷον ἢ πολύπουν ἢ τετράπουν ἢ δίπουν· ὁ ἄνθρωπος ἄρα δίπουν. οὕτως γοῦν δείξαντες ἕκαστον τούτων ὑπάρχειν τῷ ἀνθρώπῳ ἔλεγον καὶ τὸ ὅλον, ἤγουν τὸ ῾ζῷον πεζὸν δίπουν᾿, ἀποδεῖξαι ὀρισμὸν εἶναι τοῦ ἀνθρώπου. ὁ δὲ Ἀριστοτέλης ἐλέγχει καὶ αὐτοὺς μὴ συλλογιζομένους καὶ ἀποδεικνύοντας λαβὼν τὸ ἴδιον τοῦ συλλογισμοῦ καὶ συλλογιζόμενος ἐν δευτέρῳ σχήματι, λαβὼν ὡς ἴδιον τοῦ συλλογισμοῦ ἐστι τὸ γίνεσθαι τὸ πρᾶγμα, ἤγουν τὸ συνάγεσθαι τὸ συμπέρασμα, ἐξ ἀνάγκης ἀπὸ τῶν κειμένων καὶ ληφθεισῶν προσάσεων, οἱ δὲ διὰ τῆς διαιρετικῆς μεθόδου ἀποδεικνύοντες τὸ ζῷον ἢ τὸ πεζὸν ἢ τὸν ὅλον ὁρισμὸν ὑπάρχειν τῷ ἀνθρώπῳ οὐκ ἐξ ἀνάγκης συνάγουσι ταῦτα ἀπὸ τῶν κειμένων, ὡς καὶ ἔχειν χώραν τὸν βουλόμενον ζητεῖν διὰ τί ὁ ἄνθρωπος ζῷον ἢ πεζόν. p. 91b15 Ἀλλ᾿ ὥσπερ οὐδ᾿ ὁ ἐπάγων. Ὥσπερ διὰ τῆς ἐπαγωγῆς τῶν μερικῶν ὁ δεικνύων τὸ καθόλου οὐκ ἀποδείκνυσιν (οὐ γάρ, εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος τὴν κάτω γένυν κινοῦσιν, ἀνάγκη καὶ πᾶν ζῷον τὴν κάτω γένυν κινεῖν), οὕτως οὐδὲ διὰ τῆς διαιρέσεως δυνατόν ἐστι συλλογίσασθαι τὸν ὁρισμόν. p. 91b15 Οὐ γὰρ δεῖ τὸ συμπέρασμα ἐρωτᾶν. Ἤγουν οὐ γὰρ ἐφ᾿ ὅσων συνάγεταί τι συμπέρασμα διὰ συλλογισμοῦ καὶ ἀποδείξεως, ἐπὶ τούτων ἔχει ἄδειαν ὁ βουλόμενος ἐρωτᾶν διὰ τί συνήχθη τὸ συμπέρασμα, οὔτε μὴν ἔχει ἄδειαν δοῦναι καὶ συγχωρῆσαι τὸ συναχθὲν συμπέρασμα ἢ μὴ δέξασθαι· ἐπεὶ γὰρ ἐξ ἀνάγκης συνήχθη, καὶ ἄκων πᾶς τοῦτο δέξεται. ἐπὶ δὲ τῆς διαιρετικῆς τοῦτο οὐκ ἔστιν, ἀλλ᾿ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν διὰ τί ὁ ἄνθρωπος ζῷον, διὰ τί πεζόν, καὶ εἰ μὲν βούλεται, δέξεται ταὐτα, εἰ δὲ μή γε, οὐ συγχωρήσει. εἶτα λέγει καὶ πῶς διὰ τῆς διαιρέσεως ἐδείκνυον ταῦτα. p. 91b21 Διαφέρει δ᾿ οὐδὲν ἐπὶ πολλῶν ἢ ὀλίγων. Ἐπειδὴ ὃν ἔλαβεν ὁρισμὸν τοῦ ἀνθρώπου, συνέβαινεν ἔχειν δύο διαφοράς, τὸ πεζὸν καὶ το δίπουν, φησὶ κἂν λάβῃς ὁρισμὸν πλείονας διαφορὰς ἔχοντα, ὥσπερ τὰς πρώτας ταύτας ἀσυλλογίστους ἔλαβες διαφοράς, οὕτω καὶ τὰς πολλάς. τοῖς οὖν οὕτω μετιοῦσι καὶ διὰ τῆς διαιρετικῆς μεθόδου πειρωμένοις ἀποδεικνύειν τοὺς ὁρισμοὺς καὶ συλλογίζεσθαι ἡ χρῆσις τῆς διαιρέσεως ἀσυλλόγιστός ἐστιν, ἤγουν οὐ δύναται συλλογίσασθαι. καὶ οὐ μόνον οὐ συλλογίσεται τὰς ἀμέσους προτάσεις τὰς μὴ πεφυκυίας δείκνυσθαι, ἀλλ᾿ οὐδὲ τὰς ἐνδεχομένας καὶ δυνατάς διὰ συλλογισμοῦ δεικνύεσθαι συλλογίσεται. ὅτι γὰρ ὁ ἄνθρωπος πεζὸν συλλογισθήσεται διὰ μέσου τοῦ †γελαστικοῦ, καὶ ὅτι δίπουν δειχθήσεται διὰ μέσου τοῦ φύσει ὀρθίου· ἡ δὲ διαίρεσις οὐδὲ ταῦτα δύναται συλλογίσασθαι. p. 91b24 Τί γὰρ κωλύει τοῦτο ἀληθὲς μὲν εἶναι; Τὸ ῾γὰρ᾿ ἀντὶ τοῦ ῾δὲ᾿ ληπτέον· οὐ γὰρ τοῦ προλαβόντος ἐστὶ κατασκευαστικὸν ἀλλ᾿ ἕτερον ἐπιχείρημα. φησὶν οὖν, ὡς κἂν δοίημεν ἕκαστον μέρος τοῦ ὁρισμοῦ τοῦ ῾ζῷον πεζὸν δίπουν᾿ κατηγορεῖσθαι τοῦ ἀνθρώπου ἀληθῶς ὡσαύτως δὲ καὶ τὸν ὅλον ὁρισμόν, ἀλλ᾿ οὐδεμία ἀνάγκη <καὶ> ὡς ὁρισμὸν κατ᾿ αὐτοῦ λέγεσθαι· οὐ γὰρ πᾶς λόγος κατά τινος ἀληθῶς λεγόμενος ἤδη καὶ ὁρισμός ἐστιν αὐτοῦ. ἔστι γὰρ ἐκ συμβεβηκότων θεῖναι λόγον, ὡς το ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον, καὶ κατηγορῆσαι τοῦ ἀνθρώπου ἀληθῶς, ἀλλ᾿ ὁρισμὸς αὐτοῦ οὐκ ἔστιν. ἔτι οὐκ εἰ ἰδίᾳ λαβὼν τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν ἀληθῶς ταῦτα τοῦ ἀνθρώπου κατηγόρησας, καὶ ὁμοῦ δύνανται ἀληθῶς τοῦ ἀνθρώπου κατηγορηθῆναι. οὐ γὰρ πάντα τὰ ἰδίᾳ κατηγορούμενα ἀληθῶς δύνανται καὶ ὁμοῦ ἀληθῶς κατηγορεῖσθαι· κατὰ γὰρ τοῦ Σίμωνος ἰδίᾳ μὲν καὶ ἰδίᾳ ἀληθῶς τὸ σκυτεὺς καὶ τὸ ἀγαθὸν κατηγορηθήσεται, ὁμοῦ δὲ ἀδύνατον. p, 91b26 Ἔτι τί κωλύει ἢ προσθεῖναί τι ἢ ἀφελεῖν; Ταῦτα εἰ μὲν λαβοις πρὸς τὰ προσεχῶς ἄνω ῥηθέντα περὶ ὁρισμοῦ, ὡς κατασκευαστικὰ ἐκείνων ληφθήσεται· ἐπεὶ γὰρ εἶπεν ἀληθῶς μὲν λέγεσθαι τὸv συντεθέντα λόγον κατὰ τοῦ ὁριστοῦ, μὴ μέντοι γε δὲ εἶναι ὁρισμὸν αὐτοῦ, τρόπους τινὰς τίθησι καθ’ οὕς ἐγχωρεῖ τὸ κατηγορούμενον ἀληθῶς κατά τιονος μὴ ὁρισμὸν εἶναι αὐτοῦ, ἐν γὰρ τῷ ‘ζῷπμ λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν’ τί κωλύει, φησί, προσθεῖναί τι τῇ οὐσίᾳ, ἤγουν τι συμβεβηκὸς ἐπέχεινα τῶν οὐσιωδῶς ὑπαρχόντων ἐν τῷ ὁρισμῲ, οἷον τὸ γραμματικὸν ἢ τὸ γελαστικόν· ὁ γὰρ ῥηθεὶς ὁρισμὸς προσλαβὼν θάτρον τούτων ἀπώλεσε τὸ εἴναι ὁρισμός, ὡσαύτως καὶ ἂν ἀφέλῃς τινὰ τὼν οὐσιωδῶς ἐν τῷ ὁρισμῷ ὑπαρχόντων ἰαὶ ἐρεῖς ‘ζῷον λογικόν’, τοῦτο ὁρισμὸς οὐκ ἔστι διὰ τὸ μὴ μόνον τὸν ἄνθρωπον δηλοῦν ἀλλὰ καὶ ἄλλα. Ι ὡσαύτως καὶ εἰ ὑπερβῇς τὰ μεταξὺ καὶ ἐρεῖς ‘ζῲον νοῦ καὶ ἐπιστήμης δεκτικόν’, οὐδὲ τοῦτό ἐστιν ὁρισμός· δεῖ γὰρ τὸν ὁρισμὸν ἐκ πλειόνων εἶναι διαφορῶν. p. 91b28 Ταῦτα μὲν οὖν παρίεται. Ἤγουν παρεῖαι, καὶ συμβαίνει γίνεσθαι ταῦτα, ἤγουν τὴν πρόσθεσιν, τὴν ἀφαίρεσιν καὶ τὴν ὑπέρβσαιν, ἐν τοῖς ὁρισμοῖς, ἃ κακίαι γίνονται τοῦ ὁρισμοῦ. p. 91b28 Ἐνδέχεται δὲ λῦσαι. Ἤγουν παραδοῦναι τρόπους καθ᾿ οὓς λυθήσεται ἡ κακία αὔτη τοῦ ὁρισμοῦ, καὶ οὔτε πρόσεθεσις γενήσεται ἐν αὐτῷ οὔτε ὑπέρβασις οὔτε ἀφαίρεσις. πρόσθεσις μὲν οὖν οὐ μὴ γένηται, εἰ λαμβάνεις πάντα τὰ οὐσιώδη μόνα καὶ τὰ ἐφεξῆς καὶ προσεχῶς ἐν τῇ διαιρέσει κείμενα. πρῶτον μὲν γὰρ κεῖται τὸ ζῷον· τοῦτο προσεχῶς διαιρήσεις εἰς τὸ λογικὸν καὶ τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ καθεξῆς. ταῦτα γοῦν εἰ ἐφεηῆς λαμβάνεις ἐν τῷ ὁρισμῷ, ὡς κῖνται ἐν τῇ διαιρέσει, ἐκφύγοις καὶ τῆν ὑπέρβασιν. ὑσαύτως οὐδὲ παραλείψεις τι, εἴ γε λάβοις τὸ πρὼτον, ἤγουν τὸ ζῷον, εἶτα μηδέν τι παραλείψεις τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ ὅριστῷ. Τοῦτο δ᾿ ἀναγκαὶον, ἤγουν εἰ ἅπαντα τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ λάγῃς εἰς τὴν διαίρεσιν, εὑρήσεις ταῦτα καὶ λήψῃ ἐν τῷ ὁρισμῷ. τοῦτο δέ, τὸ μηδέν τι παραλιπεῖν ἐν τῷ ὁρισμῷ ὦν εἴπομεν, ἀναγκαῖον εσται. Τοῦτο δ᾿ ἀναγκαῖον, τὸ ἐκφυγεῖν καὶ τὰ τρία ταῦτα ἐν τῇ διαιρέσει, εἴγε ἅπαντα τὰ ὄντα ἀφείλουσιν ἐμπίπτειν εἰς τὴν διαίρεσιν. τοῦτο δ᾿ ἀναγκαῖον, τὸ πάντα ἐμπίπτειν εἰς τὴν διαίρεσιν. p. 91b31 Ἄτομον γὰρ δεῖ εἴναι. Ἤγουν εἰ πάντα τὸ συνιστῶντα τὸν ὁρισμὸν λάγῳς ἐν τῷ ὁρισμῷ. ἄτομον ποιήσεις τὸν ὁρισμόν, ἤγουν ἐαρμόζοντα μόνῳ τῷ ὁριστῷ καὶ οὐδενὶ ἑτέρῳ. πλὴν κἄν τὸ ἄπταιστον καὶ ἀνεπίληπτον ἕξει 6 ὁρισμὸς εκφυγὼν τὰς κακίας οὐτοῦ, ἀλλ᾿ οὒν συλλογισμὸς οὐκ ἔστι. καὶ ταῦτα μὲν συνεβιβάσθησαν πρὸς τὸν ὁρισμόν. εἰ δὲ λάβοις τὸ ‘ἔτι τί κωλύει ἢ προσθεῖναί τι;’ ὡς ἕτερον ἐπιχείρημα, οὕτω συμβιβάεις τὰ ῥητά. επεὶ περὶ διαιρέσεως ἦν ὁ λόγος, ὅτι ἀποδείκνυται 6 ὁρισμὸς διὰ τῆς διαιρέσεως, φησὶ νῦν ὅτι, κἂν ἡ διαίρεσις συμβάλληται εἰς τὴν εὕρεσιν τοῦ ὁρισμοῦ, οὐ μέτοι Τε δὲ εἰς τὸ συλλογίσασθαι αὐτόν, ἀλλ᾿ ἔστιν εἰκός τινα ἀπατηθῆναι καὶ μὴ μεταχειρίσασθαι καλῶς τὴν διαίρεσιν. καὶ εἰ μὴ καλῶς καὶ ἀμέμπτως προβῇ ἡ διαίρεσις, οὐδ᾿ εἰς εὔρεσιν τοῦ συλλογι. σμοῦ συντελέσει. πρόσθεσις μὲν οὖν γίνεται ἐν τῇ διαιρέσει, ὅταν διαιρῶν οὐ λαμβάηῃς μόνον τὰς οὐσιώδεις καὶ εἰδικὰς διαφορὰς ἀλλὰ καὶ τὰς ὑλικὰς καὶ κατὰ συμβεβηκός. εἰ γὰρ διαιρήσεις τὸ ζῷον εἰς τὸ γαμψώνυχον καὶ πλατυώνυχον, ἔλαβες τὰς ὑλικάς, εἰς ἃς οὐδ᾿ ἐμπίπτει πᾶν ζῷον· οἱ γὰρ ἰχθύες καὶ οἱ ἄφεις οὐδὲν τούτων. καὶ πάλιν διαιρῶν τὸ ζῷον εἰς ἄρρεν καὶ θῆλυ, οὐ πάντα περιέλαβες τὰ ζῷα· καὶ γὰρ ταῖς ἐγχέλυσι τὸ ἄρρεν καὶ θῆλυ οὐκ ἔστι. παράλειψις δὲ λέγεται, ὅταν οὐ λάγῃς ἐν τῇ διαιρέσει πάντα τὰ ἀντικδιῃρημένα, αλλὰ διαιρήσῃς τὸ ζῷον ἐις τὸ πεχὸν καὶ πτηνόν, ἐάσῃς δὲ τὸ ἔνυδρον. ὑπέρβασις δὲ γίνεται, εἰ διαιρήσεις τὸ ζῷον εἰς τὸ ὑπόπουν καὶ ἄπουν· ὑπερέβης γὰρ τὸ πεζόν· ἔσιει γὰρ προδιαιρῆσαι τὸ ζῷον εἰς τὸ πεζόν, πτηνὸν καὶ ἔνυδρον καὶ οὑτω τὸ πεχὸν εἰς τὸ ὑπόπουν καὶ ἄπουν. Ἄτομον γὰρ δεῖ εἶναι. τοῦτο εἴρηκεν ὡς πρός τινα οἷον ἐπαπορήσαντα, ἄχρι πόσου δεὶ προβαίνειν τὴν διαίρεσιν καὶ οὕτως ἵστασθαι. καὶ φησίν· εἰ διαιρῶν καταντήσεις εἰς ἄτομόν τι, οἷον ει ἔστι τὸ νοῦ καὶ ἐπιστήμης κδεκτικόν, ὅ οὐ δύναται διαιρεθῆναι εἰς ἕτερα εἴδη, τότε δεῖ στῆναι τὴν διαίρεσιν. πλὴν κἂν προβῇ ἡ διαίρεσις ἀνεπίληπτος καὶ ἐκ ταύτης προβῇ ὁρισμός, ἀλλ᾿ ὅμως συλλογισμὸς αὕτη οὐκ ἔσται, ἤγουν οὐ διὰ συλλογισμοῦ τὸν ὅρον εὕρεν. p. 91b32 Ἀλλ᾿ εἴπερ, ἄλλον τρόπον γνωρίζειν ποιεῖ. Οὕτω τοῦτο συντακτέον· ἀλλ᾿ εἴπερ ἡ διαίρεσις ποιεῖ γνωρίζειν καὶ συνιστᾶν τὸν ὅρον καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τῶν ἐν αὐτῷ μορίων, ποιεῖ γνωρίζειν αὐτὸν οὐ διὰ συλλογισμοῦ ἀλλὰ κατ᾿ ἄλλον τρόπον γνώσεως· οὐ γὰρ ἀεὶ τὰ ἀγνοούμένα διὰ συλλογισμῶν γινώσκομεν, ἀλλ᾿ ἢ δι᾿ ὁρισμοῦ ἢ δι᾿ ἀναλύσεως ἢ διὰ διαιρέσεως. Καὶ τοῦτο μὲν οὐδὲν ἄτοπον, τὸ μὴ ἀεὶ διὰ συλλογισμοῦ γινώσκειν, ἐπεὶ καὶ ὁ ἐπαγωγῇ χρώ|μενος ἀποδείκνυσι καὶ γνῶσιν ἡμῖν ἐμποιεῖ τοῦ καθόλου διὰ τῶν μερικῶν. Ἀλλ᾿ ὅμως δηλοῖ τι, ἤγουν τὸ καθόλου, συλλογισμὸν δὲ οὐ λέγει, ἤγουν οὐ διὰ συλλογισμοῦ παριστᾷ τὸν ὁρισμὸν ὁ λέγων καὶ ἐπισυνάγων αὐτὸν ἐκ διαιρέσεως. Ὥσπερ γὰρ ἐπὶ τῶν συμπερασμάτων τῶν ***συναχθέντων οὐκ αἰτίων, ἐάν τις εἴπῃ ὅτι τούτων ὄντων, ἤγουν τῶν προτάσεων οὐσῶν, ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, οἷον εἰ συνάξει τις τὴς σελήνην ἐκλείπειν διὰ μέσου τοῦ μὴ φωτίζειν ἢ γεγονέναι βροντὴν διὰ μέσου τοῦ ψόφου (οὔτε γὰρ ὁ ψόφος αἴτιός ἐστι τῆς βροντῆς, οὔτε τὸ μὴ φωτίζειν αἴτιον τῆς ἐκλείψεως, ἀλλὰ ταύτης μὲν ἡ ἀντίφραξις, τῆς δὲ βροντῆς ἡ ἀπόσβεσις τοῦ πυρός), ἔχει χώραν ὁ ἀκροατὴς ἐρωτᾶν διὰ τί ἐκλείπει ἢ βροντᾷ, οὕτω καὶ ἐπὶ τῶν διαιρετικῶν ὅρων, ἤγουν τῶν ὁρισμῶν τῶν ἀπὸ διαιρέσεως εὑρεθέντων. οἷον εἰ ἔστιν ὁρισμὸς τοῦ ἀνθρώπου τὸ ζῷον θνητὸν ὑπόπουν δίπουν ἄπτερον, ἔξεστι τῷ ἀκροατῇ ἐρωτᾶν παρ᾿ ἑκάστην πρόσθεσιν, ἤγουν μέρος ἕκαστον τοῦ ὁρισμοῦ, οἷον διὰ τί θνητὸν ἢ ὑπόπουν; ἐρεῖ γὰρ ὁ διαιρετικὸς καὶ δείξει ὡς οἴεται ὅτι πᾶν ζῷον ἢ θνητὸν ἢ ἀθάνατον, ὁ δὲ ἄνθρωπος θνητός, οὐκ ἄρα ἀθάνατος. ἀλλ᾿ ἐπεὶ ἀσυλλογίστως ταῦτα ἔλαβεν, ἐρωτήσει αὐτὸν διὰ τί θνητὸν ὁ ἄνθρωπος καὶ οὐκ ἀθάνατον; ὁ δὲ τοιοῦτος ἅπας λόγος ὁ ἐπισυναχθεὶς ἀπὸ τῆς διαιρέσεως ὁρισμὸς οὐκ ἔστιν· εἰ γὰρ καὶ ἀπεδείκνυτο ἀπὸ τῆς διαιρέσεως, ἀλλ᾿ οὖν ὁ ὁρισμὸς συλλογισμὸς οὐ γίνεται, τουτέστιν οὐ διὰ συλλογισμοῦ ἐφευρέθη. p. 92a6 Ἀλλ᾿ ἆρα ἔστι καὶ ἀποδεῖξαι τὸ τί ἐστιν; Τὸ τί ἐστι κατ᾿ οὐσίαν δηλοῖ τὸν εἰδικὸν ὁρισμόν· οὗτος γὰρ μόνος παριστᾷ τὸ εἶδος καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ ὡς ἔχων τὰς οὐσιώδεις διαφοράς, ὡς τὸ ζῷον λογικὸν θνητόν. ἔστι γὰρ τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν ἀποδοῦναι, ἀλλ᾿ οὐχὶ καὶ κατ’ οὐσίαν, ἤγουν ἀλλ᾿ οὐ δηλοῦντα τὴν φύσιν καὶ τὴν οὐσίαν τοῦ ὁριστοῦ διὰ τὸ ἀπὸ συμβεβηκότων συνίστασθαι, ὡς εἴ τις εἴποι τὸν ἄνθρωπον ζῷον ὀρθποπεριπατητικὸν πλατυώνυχον γραμματικον. p. 92a7 Ἐξ ὐποθέσεσως δὲ λαβόνα. Τὸ ἐξ ὑποθέσεως μὴ νόει ‘διὰ ὑποθετικοῦ συλλογισμοῦ’, ἀλλὰ τὸ ‘ὠς ὑπόθεσίν τινα λαβόντα’ ὑπόθεσίς ἐστιν, ἣν ἀνάγκη τὸν μανθάνοντα μὴ ἔχειν οἴκοθεν ἀλλὰ τῷ λαβεῖν παρὰ τοῦ διδασκόλου· οἷόν ἐστιν ἐπὶ τῆς γεωμετρίας τὸ ‘ἀπὸ παντὸς σημείου ἐισ πᾶν γημεῖνο ἔστιν εὐθεῖαν γραμμὴν ἀγαγεῖν’ καὶ τὸ ‘ἐπὶ παντὶ κέντρῳ καὶ διαστήνματι ἐστι κύκλον περιγράψαι.’ ληπτέον οὖν ὡς ὑπόθεσιν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, ἔχειν ὁρισμὸν τοῦτο ὅ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν. ὁ γὰρ ὁρισμὸς ται ἐξ ἰδίων τῶν οὐδιωσῶς ὑπαρχόντων τῷ ὁριστῷ, ὡς τὸ ζῷον λογικὸν θνητόν· ἔχομεν μὲν γὰρ καὶ ἔσιά τινα ἀλλ᾿ οὐ συμβαλλόμενα εἰς τὴν οὐσίαν τοῦ ὁριστοῦ, ὡς τὸ γελαστικὸν καὶ ἀρθοπεριπατητικόν. ὥστε ὁρισμός ἐστι τοῦ ὁρισμοῦ ‘λόγος ὁ ἐκ τῶν ἰδόων τῶν ἐν τῷ τί ἐστι συγκείμενος’. ταδὲ δέ, ἤγουν τὸ ζῷον πεζὸν ζίπουν, ἐν τῷ τί ἐστι μόνα, ἤγουν ἐκ τῶν ἰδίων ἐστὶ τῶν ἐν τῷ τί ἐστι. τοῦτο ἡ ἐλάττων πρότασις. καὶ τὸ πᾶν, ἤγουν τὸ ζῷον πεζὸν δίπουν, ἐστὶν ὁρισμός. τοῦτο τὸ συμπέρασμα. καὶ γὰρ τοῦτο, ἤγουν ὁ λόγος ὁ ἔκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστι, τὸ εἶναί ἐστιν, ἤγουν ὁρισμὸς ἐκείνου, τοῦ ὁρσιμοῦ. εἰ γοῦν τις πειρώμενος δεῖξαι διὰ συλλογισμοῦ τὼ ὁρισμὸν λάβῃ μέσον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ καὶ συλλογιεῖται οὔτω ‘τὸ ζῷον πεζὸν δίπουν λὀγος ἐστὶν ἐκ τῶν ἐδίων τῷ ἐν τῷ τί ἐστιν, ὁ δὲ λόγος, ὁ ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν ὁρισμὸς ἐστι’, τὸ ἐν ἀρχῇ πάλιν ἔλαβεν· γὰρ ἐζήτει, ἔλαβεν ὡς ὁμολογούμενον· τὸ γὰρ λέγειν, ὅτι ‘ζῷον πεζὸν δίπουν δίπουν’ ἐστῖν λόγος ἐκ τῶν ἰδίων τῶν ἐν τῷ τί ἐστιν, οὐδὲν ἄλλο λέγει ἀλλ᾿ ἢ ‘ὁρισμός ἐστιν’. p. 92a10 Ἀνάγκη γὰρ διὰ τοῦ μέσου δεῖξαι. Ἤγουν ἀνάγκη λαβεῖν μέσον ὄρον οὐ τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἀλλ᾿ ἄλλο τι. p. α11 Ἔτι ὥσπερ οὐδ᾿ ἐν συλλογισμῷ λαμβάνεται. Κοινῶς ἐκάκιζε πάντας τοὺς τρόπους δι᾿ ὦν ἐπειρῶντό τινες ἀποδεικνύειν τὸν ὁρισμόν, ὅτι τὸ ἐν ἀρχῇ ῄτοῦντο, τοῦτο δὲ τὸ ἐπιχείρημα αἰτίαν παριστᾷ, δι᾿ ἣν οὐ καλῶς ἐπεχείρουν δεικνύνειν τὸν ὁρισμὸν λαμβάνοντες μένον ὅρον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ. φησὶ γοῦν ὡς πολλοὶ τρόποι εἰσὶ καθ’ οὕς τὰ ἀγνοούμενα δῆλα ἡμῖν γίνεται. ἢ γὰρ διὰ τῆς διαιρετικῆς μεθόδου τὸ ἀγνοούμενον γινώσκομεν ἣ δι᾿ ὁρισμοῦ ἢ δι᾿ ἀποδείξεως ἢ δι᾿ ἀναλύσεως ἢ διὰ συλλογισμοῦ. ἐν οὐδεμιᾷ γοῦν τῶν μεθόδων τούτων λαμβάνεται ὁ ὁρισμὸς τῆς μεθόδου ἐκείνης δι᾿ ἧς τὸ ἀγνοούμενον ἔγνωμεν. ἐάσας γοῦν τὸ δεῖξαι τοῦτο ἐπὶ πασῶν τῶν μεθόδων λαμβάνει μόνην τὴν συλλογιστικὴν μέθοδον, καὶ φησίν· ὥσπερ συλλογιζόμενοι ὡς ὁ ἄνθρωπος οὐσία λαμβάνομεν μέσον ὅρον τὸ ζῷον καὶ φαμὲν ‘ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐσία᾿ ,ἐν οὐδεμιᾷ δὲ τῶν δύο προτάσεων κεῖται ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ, οὕτως οὐδὲ τὸν ἀποδεικνύοντα, ὅτι τόδε ἐστὶν ὁρισμὸς τοῦδε, δεῖ λαμβάνειν μέσον τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ. p. 92a12 Ἀεὶ γὰρ ὅλη. Ἀπὸ τοῦ εἰπεῖν ὅλη ἐσήλωσε τὴν μείζονα πρότασιν ὡς περιεκτικὴν τῇς ἐλάττονος· ἀπὸ δὲ τοῦ εἰπεῖν μέρος ἐδήλωσε τὴν ἐλάττονα περιεχομένην ὑπὸ τῆς τῆς μείζονος. δύο γοῦν εἰσιν αἱ προτάεις ἐξ ὦς ὁ συλλογισμὸς περαίνεται. ἐν οὐδεμιᾷ γοῦν τῶν δύο ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ κεῖται, ὅστις ἐστὶ “λόγος ἐν ᾡ τεθέντων ινῶν” p. 29a13 Οὕτως οὐδὲ δεῖ τὸ τί ἦν εἶναι. |Ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἐνεῖναι καὶ λαμβάνεσθαι ἐν τῷ συλλογισμῷ τῷ δικνύοντι τόδε ὁρισμὸν εἶναι τοῦδε. Ἀλλὰ χωρὶς εἶναι τοῦτο, ἤγουν τὸν ὁρισμὸν τοῦ ὁρισμοῦ ἢ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ δεῖ εἶναι ἐκτὸς τῶν μειμένων καὶ ληθθεισῶν προτασεων. πρὸς δὲ τὸν ἀμφισβητοῦντα καὶ ἐνιστάμενον, ὡς οὐ καλῶς προέβη ὁ συλλογισμὸς ἤ ὅτι οὐ τόδε ἀπέδειξας ὁρισμός ἐστι τοῦδε, απανταν τε καὶ προβάλλεσθαι τοῦτο, ὅτι καλῶς συλλελόγισμαι· τοῦτο γάρ ἐστιν ὁ συλλογισμός, “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συνάγεται ἐξ ἀνάγκης”, ἢ ὅτι καλῶς ἀπέδειξα τόδε ὁρισμὸν εἶναι ἀπὸ τῶν οὐδιωδῶς ὑπαρχόντων αὐτῷ. Ὠστε ἀνάγκη συλλογίζεσθαι καὶ ἄνευ τοῦ λαβεῖν τὸ τί ἐστι καὶ τὸν ὁρισμὸν τοῦ συλλογισμοῦ καὶ ἀποδεικνύειν, ὡς τόδε ἐστὶν ὁρισμὸς τοῦδε, ἄνευ τοῦ λαβεῖν τὸν ὁρισμὸν τοὺ ὁρισμοῦ. p. 92a20 Κἂν ἐξ ὑποθέσως δὲ δεικνύῃ. Ἐπεὶ ἦσάν τινες περιρώμενοι δι᾿ ὑποθετικοῦ συλλογισμοῦ ἀποδεικνύειν τόδε ὁρισμὸν εἶναι τοῦδε, ἐλέγχει καὶ αὐτοὺς ὡς τὸ ἐν ἀρχῇ αἰτοῦντας. τίθησι δὲ παράδειγμα τοῦ πῶς δι᾿ ὑποθετικοῦ συλλογισμοῦ ἐπειρῶντο δεικνύειν ταὶ ὁριμόν. ἐπειδὴν τὸ ἀγαθὸν καὶ τὸ κακόν εἰσιν ἐναντία, τῶν δὲ έναντίων οἱ ὁρισμοὶ ἐνατίοι, ὡς τοῦ μὲν χευκοῦ τὸ ‘χρῶμα διακριτικὸν ὄψεως’, τοῦ δὲ μέλανος τὸ ‘χρῶμα συγκριτικὸν ὄψεως’, ἐδείκνυον τοῦτ ἀγαθοῦ ὁρισμὸν εἶναι τὸ ἀδιαίρετον οὕτως· εἰ τὸ κακὸν ἐναντίον τῷ ἀγαθῷ, τοῦ δὲ κακοῦ ὁρισμὸς τὸ διαιρετόν, τοῦ ἀγαθοῦ ἄρα ἔσται ὁρισμὸς κὸ ἀδιαίρετον. καὶ τὸ μὲν κακὸν λέγεται διαιρετὸν ὡς ἐν ὑπερβολῇ καὶ ἐκλείψει θεωρούμενον· κακὸν γὰρ καὶ ἡ θρασύτης καὶ ἡ δειλία· τὸ δὲ ἀγαθὸν ἀδιαίρετον, διότι ἐν μεσότητι θεωρεῖται, ἡ δὲ μεσότης μία, τὸ δὲ ἕν ἀδιαίρετον. Τῷ δ᾿ ἐναντίῳ, ἤγουν τῷ ἀγαθῷ, ἐστὶ τὸ εἶναι καὶ ὁ ὁρισμὸς τὸ εἶναι ἐναντίον, ἤγουν ἄδιαίρετον· ἐν ὅσοις γὰρ πράμασιν ἐμφαίνεται ἐναντίον τι, ἤγουν ἐναντιότης τις, τούτων καὶ οἱ ὁρισμοὶ ἐναντίοι. p. 92 a 24 Καὶ γὰρ ἐνταῦθα λαβών. Τοῦτό ἐστι κακία τοῦ ὑποθετικοῦ συλλογισμοῦ, ὅτι καὶ αὐτὸς τὸ ἐν ἀρχῇ αἰτεῖται· καὶ γὰρ ἐνταῦθα, ἤγουν ἐπὶ τοῦ ὐποθετικοῦ συλλογισμοῦ, δείκνυσι τὸ ἀδιαίρετον ὁρισμὸν εἶναι τοῦ ἀγαθοῦ λαβὼν τὸ τί ἦν εἶναι, ἤγουν τὸν ὁρισμόν, τοῦ κακοῦ, ὅπερ καὶ τοῦτο ἄδηλόν ἐστι καὶ ἄγνωστον. πόθεν γὰρ δῆλον ὅτι τὸ διαιρετὸν ὅρισμός ἔστι τοῦ κακοῦ; ὁ γοῦν τὸ ἄδηλον διὰ τοῦ ἀδήλου δεικνύων τὸ ἐν ἀρχῇ αἰτεῖται· κατὰ πολλοὺς γὰρ τρόπους τὸ ἐν ἀρχῇ αἰτεῖσθαι γίνεται. p. 92a25 Λαμβάνει δ᾿, εἶς τὸ δεῖξαι τὸ τί ἦν εἶναι. Τοῦτο λύσις ἐστὶν ἐνστάσεως. ἕσως γὰρ τις ἐνέστη λέγων ‘τί κακίζεις τὸν δείξαντα τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ ἐκ τοῦ λαβεῖν τὸ διαρετὸν ὁρισμὸν τοῦ κακοῦ; ἆρά γε οὐ χρὴ λαμβάνειν ἐν ταῖς ἀποδείξαεί τινα δι᾿ ὦν ἀποδείξομεν τὸ ζητούμενον;’ . λύων οὖν τὴν ἔνστασιν ταύτην φησί· λαμβάνειν χρὴ εἰς τὸ ἀποδεῖξαι τὸ τί ἦν εἶναι, ἤγουν τὸ ἀδιαίρετον ὀρισμὸν τοῦ ἀγαθοῦ, τινά, πλὴν οὐκ αὐτὸ τὸ προκείμενον καὶ ζητούμενον Μαλ’ ἔτερόν τι. νῦν δὲ ἀυτὸς ᾑτήσατο τὸ ἐν ἀρχῇ, διότι ἐπιχερῶν δεῖξαι τὸ ἀδιαίρετον ὁρισμὸν τοῦ ἀγαθοῦ οὐχ ἔτερόν τι ἔλαβεν εἰς ἀπόδειξιν τούτου ἀλλ᾿ ἢ τὸν ὁρισμὸν τοῦ κακοῦ. ὡς γοῦν ὁ ὁρισμὸς τοῦ ἀγαθοῦ ἐζητεῖτο εἰ τὸ ἀδιαέρετόν ἐστιν, οὕτων ζητεῖται καὶ ἀγνοεῖται εἰ τοῦ κακοῦ ὀρισμός ἐστι τὸ διαιρετόν· τὸν αὐτὸν γὰρ γόγον ἔχουσιν ἄμφω καὶ ἀναλογίαν, καθὸ καὶ ἄμφω ἀγνοοῦνται. Καὶ γὰρ ἐν ταῖς ἀποδείξεσιν, ἐν αἳς ἀποδεκνόμεν ὡς τόδε τὸ πάθος ὑπάρχει τῷδε, λαμβάνομέν τι, πλὴν οὐκ αὐτὸ τὸ ζητούμενον. p. 92 a 27 Μηδὲ οὗ 6 αὐτὸς λόγος. Ηγουν οὐδὲ τὴν αὐτὴν ἀναλογίαν ἔχει πρὸς τὸ ζητούμενον οὐδ᾿ ἀντιστρέφει πρὸς αὐτό. τὸ δὲ ἀγαθὸν καὶ κακὸν καὶ τὴν αὐτὴν ἀναλογίαν ἔχει, ὡς ἐδείξαμεν, καὶ ἀντιστρέφουσιν, ἤγουν δι᾿ ἀλλήλων δείκνυται· ὡς γὰρ ἔδειξας τὸν ὁρισμὸν τοῦ ἀγαθοῦ διὰ τοῦ ὁρισμοῦ τοῦ κακοῦ, οὕτω καὶ τὸν ὁρισμὸν τοῦ κακοῦ δείξεις διὰ τοῦ ὁρισμοῦ τοῦ ἀγαθοῦ. Πρὸς ἀμφοτέρους δέ, τόν τε δεικνύοντα τὸν ὁρισμὸν διὰ τῆς διαιρετικῆς τικῆς μεθόδου καὶ τὸν δεικνύοντα τὸν ὁρισμὸν διὰ τοῦ ὐποθετικοῦ συλλογισμοῦ, τὸ αὐτὸ ἀπόρημά ἐστιν, ἤγουν τὰ αὐτὰ ἀποροῦμεν καὶ ζητοῦμεν. ὠς γὰρ ἐπὶ τοῦ διαιρετικοῦ τοῦ ἰδίᾳ μἐν καὶ ἰδίᾳ λαμβάνοντος ὡς ὁ ἅνθρωπός ἐστι ζῷον καὶ ἰδίᾳ τὸ πεζὸν καὶ ἰδίᾳ τὸ δίπουν, εἶτα ταῦτα καὶ ὁμοῦ κα|τηγοροῦτος τοῦ ἀνθρώπου ζητοῦμεν, διὰ τί κατὰ τοῦ ἀνθρώπου τὸ ζῷον πεχὸν δίπουν ὁμοῦ κατηγόρησας καὶ οὐκ ἰδίως ἓν ἕκαστον (oὐ γὰρ πάντα τὰ ἰδίως κατηγορούμενα καὶ ὁμοῦ δύναται κατηγορεῖσθαι), οὔτως καὶ ἐπὶ τοῦ ὑποθετικοῦ συλλογισμοῦ τοῦ συνάγοντος ἰσίᾳ μὲν καὶ ιδίᾳ τὰ ὐπάρχονται τῷ ὁριστῷ, τἶτα λαμβάνονοτς ταῦτα καὶ οὑμοῦ ζητοῦμεν τὸ διὰ τί ταῦτα ὁμοῦ κατηγόρησας. οὗον εἰ τῷ κακῷ, φασίν, ὑπάρχει τὸ διάφορον πρὸς ἑαυτό, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιάφορον, καὶ εἰ τῷ κακῷ εστι τὸ διαιρετόν, τῷ ἀγαθῷ ὑπάρχει τὸ ἀδιαίρετον, καὶ εἰ τῷ κακῷ τὸ παρὰ φύσιν, τῷ ἀγαθῷ τὸ κατὰ φύσιν· εἶτα καὶ ὁμοῦ ἐλάμβανον ὅτι τῷ ἀγαθῷ ἐστι τὸ κατὰ φύσιν τὸ ἀδιάφορον καὶ αδιαίρετον. ἐκ γὰρ τῶν λαμβανομένων ἰδίᾳ καὶ ἰδίᾳ οὐδεμὶα ἀνάγκη ἐμφαίνεται, δι᾿ ἣν ὡς ἓν καὶ ὁμοῦ ταῦτα πάντα κατηγορηθήσονται. p. 92a32 Ἀλλ᾿ ὥσπερ ἂν ἂνθρωπος 6 αὐτὸς εἴη, Ἤγουν ὁ Σωκράτης ἰδίᾳ μὲν λέγεται μουσικὸς καὶ ἰσίᾳ γραμματικός, ὁμοῦ δὲ ληγθέντα κατὰ τοῦ Σωκράτους ἄληθῶς μὲν κατηγορηθήσεται, ὁρισμὸς δὲ αὐτοῦ οὐκ ἔστεαι (οὐδὲ γὰρ οὐσιώδη εἰσὶ ταῦτα), καὶ ἰδίᾳ μὲν ὁπάρχει τῷ ἀγαθῷ τὸ κατὰ φύσιν καὶ τὸ ἀδιάφορον καὶ τὸ ἀδιαίρετον, ὁμοῦ δὲ ληγθῆναι ὡς ὁρισμὸν αὐτοῦ ἀδύνατον, κἂν ἀληθῶς κατηγορῶνται κατ’ αὐτοῦ. καὶ ἐπεὶ οὔτε δι᾿ ὁποθετικοῦ συλλογισμοῦ οὔτε δι᾿ ἀποδείξεως οὔτε διὰ τῆς διαιρέσεως οὔτε διὰ συλλογισμοῦ ἔστιν ἀποδεῖξαι τὸν ὁρισμόν, πῶς ὁ ὁριζόμενονς καὶ ἀποδιδοὺς τοὺ ὁρσἲσμὸν δείξει ὡς τόδε ἐστὶν οὐδία, ἤγουν ὅρισμὸς τοῦδε; οὐδίαν δὲ ἐκάλεσε τὸ τί ἐστιν ὠς δηλωτικὸν οὐσίας. p. 92a35 Οὔτε γὰρ ὡς ὁ ἀποδεικνύς. Ἐνταῦθα τὴν ἀπόδειξιν κοινοτέρως ἐπὶ συλλογισμοῦ λαμβάνει. οὐ γάρ, φησί, δυνατόν ἐστιν ἀποδεῖξαι, ἤγουν συλλογίσασθαι, ἐξ ὁμολογουμένων προτάσεων ὡς τόδε ἐστὶν ὁρισμὸς τοὺσὲ· οὐδὲ γὰρ ἐξ ἀνάγκης ἐκείνων, ὦν λαμβάνουσιν εἰς ἀπόδειξιν τοῦ ὁρισμοῦ, ἕτερόν τι συμάγουσιν ἐξ αὐτῶν ἀλλὰ τὸ ἐν ἀρχῇ αὐτοῦνται. τοῦτο γὰρ ἐστιν ἀπόδειξις, ἤγουν συλλογισμός, τὸ ἐκ τῶν ληφθέντων ἕτερόν τι συνάξαι. p. 92 a 37 Οὔθ᾿ ὡς 6 ἐπάγων. Ἠγουν ἀλλ᾿ οὐδὲ δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τοῦδε δι᾿ ἐπαγωηῆς. ἡ γὰρ ἐπαγωγὴ τὸ καθόλου δείκνυσιν ἐν τῷ ἐπαγαγεῖν πάντα τὰ μερικὰ καὶ μηδὲν τι ἐᾶσαι· ὡς τὸ ‘πᾶν ζῷον τὴν κάτω γένυν κινεῖ’ δι᾿ ἀπαγωγῆς διχθήσεται ἐν τῷ λαβεῖν πάντα τὰ εἴδη, ἤγουν τὸν ἄνθρωπον καὶ τὸν ἵππον καὶ τὰ λοιπά. ἀλλὰ μὴν ἀδύνατον τὰ καθ’ ἕκαστα ἐπεξελθεῖν διὰ τὸ ἄπειρα εἲναι· καὶ διὰ τοῦτο οὐδὲ αὕτη ἔχηι τὸ ἐξ ἀνάγκης ἀποδεικνύειν τὸ καθόλου. καὶ λοιπόν, ἐν μέλλει τις δεῖξαι δι᾿ ἐπαγωγῆς τὸν ὁρισμὸν τοῦ ἀνθρώπου, ἀνάγκη λαβεῖν τοὺς ὁρισμοὺς ἐνὸς ἑκάστου εἴδους οὕτως· τοῦ βοός ἔστι τόδε, καὶ τοῦ ἕππου τόδε, καὶ ἁπλῶς πάντων τῶν εἰδῶν· λοιπὸν λείπεται τοῦ ἀνθρώπου ὅρισμὸν εἶναι τὸ ζῷον λογικὸν θνητόν’. εἰ δὲ βούλει, ποίησον ἀπαγωγὴν τῶν μερικὼν ἀνθρώπων, καὶ οὕτων συνάζεις τὸ ‘ζῷον λογικὸν θνητόν’ εἶναι ὁρισμὸν παντὸς ἀνθρώπου. ἐπεὶ δὲ ἀδύνατον τὰ καθ᾿ ἕκαστα πάντα ἐπεξελθεῖν, ἵνα παραστήσωμεν δι᾿ αὐτῶν τὸ καθόλου ἢ ἵνα παραστήσωμεν τοὺς ὁρισμοὺς πάντων τῶν ὁριστῶν, λοιπὸν ἀδύνατον δι᾿ ἐπαγωηῆς τὸν ὁρισμὸν δειχθῆναι. ἄλλως τε ἡ ἐπαγωγὴ οὐ κείκνυσι τί ἐστιν, ἤγουν ἓν πρᾶγμα, ἀλλ᾿ ὅτι τόδε ἐστὶ τῷδε ἢ οὐκ ἔστι. καὶ λοιπόν, ἐν κατάφασιν ἢ ἀπόφασιν δείκνυσιν ἡ ἐπαγωγή, ὁ δὲ ὁρισμὸς οὔτε κατάφασις οὔτε ἀπόφασις, οὐκ ἔστι δι᾿ ἐπαγωηῆς δεῖξαι τὸν ὁρισμὸν. ἀλλ᾿ οὐδὲ διὰ τῆς αἰδθήσεώς ἐστι δυνατὸν δεῖξαι τόδε ὁρισμὸν τουδε, διότι ἡ αἴσθησις ἀντιληπτική ἐστι τῶν μερικῶν, ἐν οἶς καὶ πολλὰ δακτλοδεικτοῦμεν, ὅτι περὶ τοῦ δεῖνος λέγω, ὁ δὲ ὁρισμὸς καθόλου. p. 92b4 Ἔτι πῶς δεῖξει τὸ τί ἐστιν ἄνθρωπος; Δείξας, ὡς ἀδύνατόν ἐστι δι᾿ ἀποδεικτικοῦ συλλογισμοῦ ἢ ἁπλῶς συλλογισμοῦ ἢ δι᾿ ὑποθετικοῦ ἢ δι᾿ ἐπαγωγῆς ἢ δι᾿ αἰσθήσεως, δεῖξαι ὡς τόδε ὁρισμός ἐστι τοῦδε, ἐπαπορητικῶς νῦν ἐνταῦθα προφέρε τὸν λόγον. πῶς οὗν, φησί, δείξει τις τὸ τί ἐστιν, ἤγουν τοὺ ὁρισμόν; ἆρα μόνον δείξει τὸ τί ἐστιν, ἤγουν τὸν ὁρισμόν; καὶ εἰ τοῦτο, ἔσται ὁρισμὸς τῶν μὴ ὄντων. εἰ Τὰρ δείξει ὅτι τὸ ‘ζῷον πεζὸν δίπουν’ ὁρισμός ἐστι τοῦ ἀνθρώπου ἢ ἄλλου τινὸς πράματο ὁρισμόν, εἰ ἀγνοῶ καθ᾿ ὑπόθεσιν ὅτι ἔστιν ἄνθρωπος, ἤγουν εὶ ἀγνοῶ ὅτι ὅλως ἐν τοῖς οὖσι συγκατηρίθμηται ὁ ἄνθρωπος, λοιπὸν μὴ ὄν ἔστιν. ἔσειξα οὖν τοῦ μὴ ὄντος τὸν ὁρισμόν· τοῦ δὲ μὴ ὄντος ὁρισμὸς ὀὐκ ἔστιν. εἰ δὲ συναπέσειξε τοῦτο, ἤγουν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου καὶ τὸ ὅτι ἔστιν ἄνθρωπος, συμαίνει καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστι δι᾿ ἀποδείξως γινωσκειν. p. 92b 5 Τὸ γὰρ μὴ ὂv οὐδεὶς οἶδεν ὅ τι ἐστίν. Ηγουν τί ἐστι, τουτέστιν ὁρισμὸς τοῦ μὴ ὄντος οὐκ ἔστιν. ἔσως δὲ πρὸς τὸ λεγόμενενον ἐνέστη τις λέγων· πῶς φὴς τοῦ μὴ ὅντος μὴ εἶναι ὁρισμόν; ὁ τραγέλαφος μὴ ὅν ἐστιν, ἀλλ᾿ ἔστιν ὁρισμὸν ἀποδοῦναι αὐτοῦ τὸ ‘ζῷον ἐν τράγου καὶ ἐλάφου συγεκείμενον’. λύων οὖν τὴν ἔνστασιν ἐπάγει Ι ἀλλὰ τί μὲν σημαίνει ὁ λόγος ἢ τὸ ὄνομα, ἔστιν εἰδέναι, τουτέστιν ἐπεὶ καὶ τοῖς μὴ οὖσι κεῖναται ὀνὸματα καὶ λόγοι ἐφερμηνευτικοὶ τῶν ἀνομάτων, ἔστι τῷ μὲν τῷ] μὴ ὄντι ὄνομα τὸ τραγέλαφος, λόγος δὲ αὐτοῦ τὸ ‘ζῷον ἐκ τράγου καὶ ἐλάφου συγκείμενον’· ἄλλῳ δὲ μὴ ὄντι ἐστὶν ὄνομα τὸ ἱπποκένταυρος, λόγος δὲ αὐτοῦ τὸ ‘ζῷον ἐξ ἵππου καὶ κενταύρου συγκίμενον’ ὁ τοιοῦτος οὖν λόγος, τὸ ‘ζῷον ἐκ τράγου καὶ ἐλάγου συγκείμενον’, ἔστιν ὅρισμὸς ὀνοματώδης· οὐ γὰρ φύσιν καὶ οὐσίαν καὶ ὑπόστασιν παριστῷ τραγελάφου, ἀλλ᾿ ἐφερμηνευτικός ἐστι τοῦ τί σημαίνει τὸ τραγέλαφος ὄνομα. ἔστι μὲν οὖν γινώσκειν τί σημαίνει τὸ τραγέλαφος ὄνομα ἢ ὁ λόγος ὁ λέγων ‘ζῷον ἐκ τράγου καὶ ἐλάγου συγκείμενον’· τὸ δὲ τί ἐστιν ἡ φύσις καὶ ἡ ἀτία τοῦ τραγελάφου ἀδύνατον εἰδέναι· ἀνυπόστατον γὰρ οὗτος καὶ ψιλὸν διανοίας ἀνάπλασμα. ’A λλὰ μὴν ἐν δείξει τις τὸ τί ἐστι, ἤγουν κὸν ὁρισμόν, ἀδύνατον συναποδεικνύεσθαι τούτῳ καὶ τὸ ὅτι ἔστι. τοῦτο δὲ φέρει πρὸς τὸν ἐνιδτάμενον, ὅτι συναποδεικνύεται τῷ τί ἐστι τὸ ὅτι ἔστι· πῶς γὰρ δυνατὸν τῷ αὐτῷ λόγῳ καὶ τρόπῳ τῆς ἀποδείξεως· δεικνύεσθαι καὶ τὸ τί ἔστι καὶ τὸ ὅτι ἔστιν ἕτερα ὄντα ἀλλήλων; τῶν γὰρ ἑτέρων καὶ οἱ τρόποι τῆς ἄποδείξεως ἕτεροι. ὡς γὰρ ἔσειξεν ὅπισθεν, τὸ μὲν τί ἐστι παρίσταται δι᾿ ὁρισμοῦ, τὸ δὲ ὄτι ἐστι καὶ τὸ εἰ ἔστι δι᾿ ἀποδείξεως. p. 92b9 Ὅ τε γὰρ ὁρισμὸς ἕν τι δηλοῖ, Ἤγουν ἕτερόν τι παριστᾷ, φύσιν δηλονότι πράγματος, καὶ ἠ ἀπόδειξις ἄλλο παριστᾷ, ἤγουν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστι· ταὐτὰ γάρ· ζητοῦτσι γὰρ εἰ ὁ ἄνθρωπος ἐν τοῖς οὖσι συνηρίθμηται ἢ ὁ τραγέλαφος, καὶ εἰ ἕτερα ὁ ὁρισμὸς καὶ ἡ ἀπόδειξις, ὡσαύτως δὲ καὶ τὰ παρ᾿ αὐτῶν δεικνύμενα, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ τί ἔστι, πῶς ἐστι δυνατὸν ἢ δι᾿ ὁρισμοῦ γινώσκειν καὶ τὸ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἢ δι᾿ ἀποδείξεως; p. 92b0 Τὸ δὲ τί ἐστιν ἄνθρωπος καὶ τὸ εἶναι ἄνθρωπον. Ἤγουν τὸ τί ἐστιν ἄνθρωπος ἢ εἰ ἔστι ἕτερα ἀλλήλων. p. 92b12 Εἶτα καὶ δι᾿ ἀποδείξεώς φαμεν ἀναγκαῖον. Δέδεικται ὄπισθεν ὡς ἀναγκαῖόν ἔστιν ὅπαν πρᾶγμα δείκνυσθαι ὅτι ἔστι δι᾿ ἀποδείξεως. Εἰ μὴ οὐσία εἴη. ἀντὶ τοῦ εἰπεῖν ὁρισμὸν εἶπεν οὐσίαν, τουτέστι μόνον ὁ ὁρισμὸς οὐκ ἀποδεικνύεται δι᾿ ἀποδείξεως. p. 92b13 Τὸ δὲ εἶναι. Ἠγουν τὸ εἰ ἔστιν οὐκ ἔστιν οὐσία οὐδενός, ἤγουν ὁρισμός τινος οὐκ ἔστιν. εἰ γὰρ γένος οὐκ ἔστι τὸ ὄν, ἵνα κἂν μέρος ὁρισμοῦ γένηται (ἐν γὰρ τῷ ὁρισμῷ τὸ γένος μέρος ἐστὶν αὐτοῦ), πολλῷ μᾶλλον ὁρισμός· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν ἐστι· τὸ δὲ ὂν μὶα λέξις ἐστίν. ὅτι δὲ τὸ ὂν γένος οὐκ ἔστι, δῆλον· ἔμαθες γὰρ ὅτι τὸ ἂν ὁμωνύμως κατηγορεῖται κατὰ τῶν δέκα γενικωτάτων γενῶν· τὰ γὰρ γένη συνωνύμως κατηγοροῦνται καθ᾿ ὧν κατηγοροῦνται. ἀπόδειξις ἄρα ἐστὶν ἡ γωνρίζουσα καὶ παριστῶσα τὸ ὅτι εστιν, ὅρισμὸς δὲ οὐκ ἐστιν. p. 92b15 Ὅπερ καὶ νῦν ποιοῦσιν αἱ ἐπιστῆμαι. Μέχρι γὰρ τοῦ νῦν ὁρῶμεν τὰς ἐπιστήμας, τὴν μοσυικὴν καὶ τὴν γεωμετρίαν καὶ τὰς λοιπάς, δι᾿ ἀποδείξεως γινωσκούσας τὸ ὅτι ἔστιν ὁ μὲν γὰρ γεωμέτρης τί μὲν σημαίνει τὸ τρίγνον ἔλαβε καὶ ἄνευ ἀποδείξεως διὰ τοῦ ὀνοματώδους ὁρισμοῦ, φάσκων τρίγωνον εἶναι σχῆμα ἐπίπεδον τρεῖς γωνίας ἔχον· ὅτι δ᾿ ἔστι τρίγωνον τὸ συσταθὲν καὶ καταγραφὲν ἐπὶ τῆς δοθείσης εὐθείας, δι᾿ ἀποδείξεως παριστῷ ζητεῖ γὰρ ὁ γεωμέτρης εἰ επὶ τῆς δοθείσης εὐθείας ἔσται δυνατὸν γρίγωνον συστήσασθαι, καὶ εἰ ἐπὶ παντὶ κέντρῳ καὶ διαστήματι ἔστι κύκλον περιγράψαι. γοῦν ὁριζόμενος καὶ τὸν ορισμον αποοισοους τι αρα οειξει; η παντως παριστησι τι σετι τριγωνον καθὸ τρίγωνον, ἤγονυ τί ἐστιν ἡ τοῦ τριγώνου φύσις· ὁ γὰρ κυρίως ὁρισμὸς τοῦ τριγώνου ἐστὶ ‘σχῆμα ἐπίπεδον ἔχον τὰς τρεῖς γωνίας δυσὶν ἀρθαῖς ἔσας’. Εἰδὼς ἄρα τὸ τί ἐστιν, ἤγουν τὴν φύσιν τοῦ πράγματος, δι᾿ ὁρισμοῦ τὸ εἰ ἐστι τρίγωνον οὐκ εἴσεται δι᾿ ὁρισμοῦ ἀλλὰ δι᾿ ἀποδείξεως. ἀλλὰ τοῦτο αδύνατον δέεικται, τὸ εἰδέναι τί ἐστι τρίγωνον ἐν τῷ ἀγνοεῖν εἰ ἔστιν ὅλως τρίγωνον. p. 92b 19 Θσνρτὸν δὲ καὶ κατὰ τοὺς νῦν τρόπους τῶν ὅ|ρων. Ἤγουν δηλοῦσι δὲ καὶ οἱ μέχρι τοῦ νῦν ἀποδιδόμενοι ὁρισμοὶ τῶν πραγματων παρὰ τῶν σοφῶν, ὅτι οἱ ὁριζόμενοι τὸ ὅτι ἔστιν οὐκ ἀποδεικνύσοσιν ἀλλὰ μόνον τὸ τί ἐστιν, ἤγουν τὴν φύσιν τοῦ πράγματος. p. 92b20 Εἰ γὰρ καὶ ἔστιν ἐκ τοῦ μέσου τι ἴσον. Τοῦτο ὁρισμὸς τοῦ κύκλου ἐστί· κύκλος γὰρ ἐστι σχῆμα ἐπίπεδον οὗ ἡ ἐπι|φάνεια πανταχόθεν ἐπ᾿ ισης τοῦ κέντρου ἀφίστατι· τὸ δὲ κέντρον ἐστὶ μέσον τοῦ κύκλου. φησὶ γοῦν, εἰ καὶ ἔστι τι ἔχον τὸ ἴδον ἀπὸ τοῦ μέσου ἀφίστασθαι, ἤγουν τὸ ἐπ᾿ ἴσης ἀπὸ τοῦ κέντρου ἀφίστασθαι, ἀλλ᾿ οὗτος ὁ ὁρισμὸς οὔτε δείκνυσι διὰ τί τὸ ὁρισθέν ἐστιν ἐπ᾿ ἴσης ἀπὸ τοῦ κέντρου ἀφιστάμεον, οὔτε δείκνυσι διὰ τί τοῦτο, ἤγουν ὀ ὁρισμὸς τὸν κύκλον παριστᾷ οὗτος. ὅσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ οὐ δεικνύεται ὅτι τοῦ κύκλου ἐστὶν οὖτου ὁ ὁρισμός· εἴη γὰρ ἄν ἴσως οὐ τοῦ κύκλου ἀλλὰ τοῦ ὁρειχάλκου. τὸ δὲ ἀρείχαλκόν ἐστιν εἶδος ὕλης μὴ νῦν εὑρισκομένης. ἢ ὁρείχαλκός ἐστιν ὁ λευκὸς χαλκός, ὡς ὁ ησίοσδος ἐν τῇ Ἀσπίσι φησὶν Ὡς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ δύσατο. Οἱ γὰρ ὅροι οὐ προσδηλοῦσι καὶ παρεμφαίνουσιν ὅτι δυνατὸν εἶναι τὸ λεγόμενον, ἤγουν τὸ ὁριζόμενον, τοιοῦτον, ὄσον γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ ‘ζῷον πεζὸν δίπουν’ οὐκ ἐμφαίνεται τὸ ἐξ ἀνάγκης εἲναι τὸν ἄνθρωπον τοιοῦτον, οὔτε μὴν ὅτι ἐξ ἀνάγκης τὸν ἄνθρωπον δηλοῖ, οὗ λέγεται εἶναι ὁρισμὸς οὗτος, ἀλλ᾿ ἀεὶ ἔξεστι τῷ βουλομένῳ ἐρωτᾶν τὸ διὰ τί, ἤγουν πόθεν δῆλον ὅτι τὸν ἄνθρωπον δηλοῖ ἢ ὅτι ὁ ἄνθρωπος τοιοῦτόν ἐστιν. p. 92b26 Εἰ ἄρα 6 ὁριζόμενονς. Ἤγουν 6 τὸν ὁρισμὸν ἀποδιδοὺς ἢ τὸ τί ἐστι παριστᾷ, ἤγουν τὴν φύσιν τοῦ πράγματος, ἢ τὸ τί σημαίνει τὸ ὄνομα· διττὸς γὰρ 6 ὁρισμός, ἢ ὁ τὴν οὐδίαν παριστῶν ἢ ὁ ἐφερμηνευτικὸς τοῦ ὀνόματος. εἰ γοῦν ὁ ὁρισμὸς οὐκ ἔστι δηλωτικὸς τοῦ τί εστιν, ἤγουν τῆς φύσεως τοῦ πράγματος (ἔξωθεν δὲ ηλπτέον τὸ δηλωτικόν, ἵνα σαφὲς τὸ λεγόμενον εἴη ἂν λοιπὸν ὁ ὁρισμὸς γόγος ἀνόματι τὸ αὐτὸ σημαίνων, ἤγουν ἀνοματώδης. ἀλλ᾿ ἄτοπόν ἐστι τὸ δοῦναι τὸν ὁρισμὸν ὀνοματώδη εἷναι· οὕτως γὰρ ἔσται καὶ τῶν μὴ ὄντων ὅρισμός, εἴγε καὶ τὰ μὴ ὄντα ὀνόματα ἔχουσι καὶ ὁρισμοὺς ὀνοματώδεις, ἤγουν παριστῶντας τί σημαίνει τὸ ὄνομα. p. 92b28 Πρῶτον μὲν γὰρ καὶ μὴ οὐδιῶν ἄν εἴη καὶ τῶν μὴ οντων. Τὸ μὴ οὐσιῶν καὶ μὴ ὄντων τὸ αὐτὸ σημαίνουσιν. p. 92b29 Σημαίνειν γὰρ ἔστι καὶ τὰ μὴ ὄντα. Ἤγουν εἰσὶ καὶ τῶν μὴ ὄντων ὀνόματα σημαντικά. οἶον τὸ τραγέλαφος σημαντικὸν ὄνομα λέγεται, οὐχ ὅτι σημαίνει φύσιν τινά, ἀλλ᾿ ὅτι δοκεῖ μὲν σημαίνειν, καθὸ καὶ αἱ λέξεις ἐξ ὧν σύγκειται, ἤγουν τὸ τράγος καὶ ἔλαφος, φωναί ἐσι σημαντικαί· οὐδαμοῦ δὲ τὶ σημαίνει τὸ ἐκ τούτων. p. 92b30 Ἔτι πάντες οἱ λόγοι ὁρισμοὶ ἄν εἶεν. Ἐτι ἕτερον ἄτοπον συμβαίνει, τὸ πάντας λόγους εἶναι ὁρισμούς, ἐκ τοῦ λέγειν τὸν ὁρισμὸν καὶ τὸ ὄνομα ταὐτὰ σημαίειν. ἑκάστῳ γὰρ γόλῳ ἐστὶ καὶ ὄνομα, οἷον τῇ ποιήσει τοῦ Ὁμήρου τῇ λαμβανούσῃ τὰ ἐν Ἰλίῳ ἐστὶν ὄνομα Ἰλιάς, ὥσπερ τῇ λαμβανούσῃ τὰ τοῦ Ὀδυσσέως ἐστὶν ὄνομα Ὀδύσσεια, καὶ τῷ ‘αἲ γάρ, Ζεῦ τε πάτερ” ὄνομα εὐχή, τῷ δὲ “βάσκ’ ἴθι, Ἶρι ταχεῖα” τὸ προστακτικόν· τὰ δὲ ὀνόματα συνεχωρήθη ταὐτὰ σημαίνειν νειν τῷ ὁρισμῷ καὶ ἔσονται τὰ ἀνόματα ὁρισμοὶ καὶ οἱ λόγοι, οἶς τὰ ἀνόματα κεῖνται, ὁρισμοὶ καὶ οὐτοί, εἴΤε προσφυῶς αὐτοῖς τὰ ὀνόματα τέθεινται. προσφυπῶς γάρ ἐστι τῷ ἀνθρώπῳ τοῦτο τὸ ὄνομα διὰ τὸ ἄνω ἀθρεῖν· ὡσαύτως καὶ μέροψ λέγεται παρὰ τὸ μεμερισμένην καὶ ἔναρθρον ἔχειν τὴν ὄπα. καὶ ἁπλῶς, εἴ τι λέγομεν, πᾶν ἔσται ὁρσιμός. p. 92b33 Ἔτι οὐδεμία ἀποδείξειεν ἄν. Ἔτι ὥσπερ τὸ ὄνομα, οἶον τὸ ἄνθρωπος ἢ τὸ ἵππος λεγόμενον, ἐν οὐδεμιᾷ ἀποδείξει ἀποδείκνυσιν ὅτι δηλοῖ τὸν ἄνθρωπον ἢ τὸν ἵππον, οὕτως οὐδ᾿ οἱ ὁρισμοὶ προσδηλοῦσι και ἐμφαίνουσιν εἰ τῶνδέ εἰδιν ὁρισμοὶ ὧν λέγονται καὶ οὐκ ἄλλων. p. 92b35 Ἐκ μὲν τοίνυν τούτων. Ἐπανακεφαλαιούμενος πάντα ὅσα εἶπε φησίν· ἐκ τούτων ὦν εἴπομεν δῆλον ὅτι οὐκ εἰδὲ ταὐτὰ ὁ ὁρισμὸς καὶ ὁ συλλογισμός (ὦν γὰρ οἱ ἕτεροι, καὶ αὐτὰ ἕτερα), οὔτε μὴν τὸ αὐτὸ δείκνυται καὶ διὰ συλλογισμοῦ καὶ <δι'> ὁρισμοῦ, οὔτε ὁ ὁρισμὸς ἀποδείκνυσί τι δκὰ ἀποδείκνυσιν ἐδήλωσε τὸν ἀποδεικτικὸν συλλογισμόν, διὰ δὲ τοῦ δείκνυσι τὸν ἁπλῶς συλλογισμόν. p. 92b38 Οὔτε τὸ τί ἐστιν οὔθ᾿ ὁρισμῷ. Ἤγουν οὔτε, ὅτι ὁρισμός ἐστι τούτου τὸ ἀποδοθέν, δι᾿ ὁρισμοῦ. p. 93a1 Πάλιν δὲ σκεπτέον τί τούτων λέγεται καλῶς. Ἃ ἔλεγε, ταῦτα ἦσαν, ὅτι ἀπόδειξις τοῦ ὁρισμοῦ οὐ δύναται γενέσθαι, καθώς τινες ἐπεχείρουν ἀποδεικνύειν, καὶ ὅτι οὐ δυνατὸν τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ καὶ <δι᾿> ἀποδείξεως εἰδέναι, καὶ ὡς ὁ ὁρισμὸς οὔτε δείκνυσιν οὔτε ἀποδείκνυσιν. δεῖ οὖν, φησίν, ἐπισκέψασθαι εἰ καλῶς ταῦτα προειρήκαμεν εἴτε καὶ μή· μέλλει γὰρ δεῖξαι ὡς οὐ πάντῃ ἀληθές ἐστιν ἢ ψευδὲς τὸ λέγειν ἀπόδειξιν ὁρισμοῦ εἶναι, ἀλλὰ κατὰ τὶ μὲν ἀληθεύει, κατὰ τὶ δὲ ψεύδεται· πῶς δέ, |δείξομεν. μέλλει δὲ εἰπεῖν καὶ τί ἐστιν ὁρισμός (ἐπεὶ γὰρ ἡ ζήτησις περὶ αὐτοῦ ἐστιν, εἰ ἀπόδειξις αὐτοῦ ἔστι, καὶ ὅτι πολλαχῶς ὁ ὁρισμὸς ἀνάγκη εἰδέναι καὶ τί ἐστιν οὗτος) καὶ ἆρα ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ μῶς, ἤγουν κατὰ τί, ἢ οὐδαμῶς, καὶ ἆρά γε ὁ ὁρισμὸς συμβάλλεταί τι εἰς τὴν ἀπόδειξιν ἢ οὐδαμῶς. p. 93a3 Ἐπεὶ δ᾿ ἐστὶ ταὐτόν, ὡς ἔφαμεν. Ἄρχεται ἐντεῦθεν θεωρεῖν πῶς ἐστι δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ. ἵνα δὲ σαφέστερος ὁ ἐφερμηνευτικὸς λόγος τοῦ κειμένου γένηται, θεωρητέον ποσαχῶς ὁ ὁρισμός. ὁ γοῦν ὁρισμὸς ἢ ὑλικός ἐστιν ὡς λαμβανόμενος ἐκ τῶν προσόντων τῇ ὕλῃ ἢ εἰδικὸς ὡς λαμβανόμενος ἐκ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ ὁ ὑλικὸς ἢ ἀντιστρέφει ἢ οὐκ ἀντιστρέφει, καὶ ἢ ὁ αὐτός ἐστι τῷ ὁριστῷ ἢ ἕτερος. ὑλικὸς μὲν οὖν φ ὁρισμὸς ἀντιστρέφων καὶ ταυτὸς ὢν τῷ ὁριστῷ ἐστι τὸ ῾ἄνθρωπός ἐστι ζῷον ὀρθοπεριπατητικὸν πλατυώνυχον γελαστικόν᾿. μὴ ἀντιστρέφων δὲ καὶ μὴ ταυτὸς τῷ ὁριστῷ τὸ ῾θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος᾿. οὐ ταυτὸς δὲ ἐστι τῷ ὁριστῷ, ἐπεὶ οὐκ ἀντιστρέφει· εἰ γὰρ ἀντέστρεφεν, ἦν ἂν ὁ αὐτός. πᾶς μὲν γὰρ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος· οὐ πᾶσα δὲ ζέσις τοῦ περικαρδίου αἵματος θυμός ἐστι· οἱ γὰρ πυρέττοντες ἔχουσι μὲν τὸ περικάρδιον αἷμα ζέον, οὐ μὴν δὲ καὶ θυμοῦνται. καὶ ὁ εἰδικὸς αὖθις ἢ ἀντιστρέφει καὶ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ ῾ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητόν᾿ (οὗτος γὰρ ἢ πάσας τὰς διαφορὰς ἔχει οὐσιώδεις καὶ εἰδοποιοὺς ἢ μίαν αὐτῶν ἔχει τῆς ὕλης, οἷον τὸ θνητόν), ἢ οὐκ ἀντιστρέφει καὶ διὰ τοῦτο οὐδὲ ταυτός ἐστι τῷ ὁριστῷ, ὡς τὸ ῾θυμὸς ἐστιν ὄρεξις ἀντιλυπήσεως᾿. πᾶς γὰρ θυμούμενος δι᾿ ὄρεξιν ἀντιλυπήσεως θυμοῦται· οὐ πᾶς δὲ ὀρεγόμενος ἀντιλυπήσεως θυμοῦται· εἰσὶ γάρ τινες ὀρεγόμενοι κατὰ διάνοιαν ἀντιλυπῆσαι τὸν ἐχθρόν, οὐ μέντοι γε δὲ θυμοῦνται ἀλλ᾿ ἡσυχάζουσι καὶ ἠρεμοῦσι καὶ φιλιαν ὑποκρίνονται. οὗτοι μὲν οἱ ὁρισμοί, ὅ τε ὑλικὸς καὶ ὁ εἰδικός, οὐ κυρίως εἰσὶ ὁρισμοὶ ἀλλὰ δοκοῦντες εἶναι, οὐκ εἰσὶ δὲ ὅθεν οὐδὲ τὸ ἴδιον τοῦ ὁρισμοῦ ἔχουσιν, ἤγουν τὸ ἀντιστρέφειν καὶ τὸ ταυτοὶ εἶναι τῷ ὁριστῷ· ὁ γὰρ κυρίως ὁρισμὸς παντὸς πράγματος εἷς ἐστιν, οὐ πολλοί. ἐπεὶ δὲ πρότερός ἐστιν ὁ εἰδικὸς τοῦ ὑλικοῦ, καθὸ πρῶτον ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, εἶθ᾿ οὕτω ζέει τὸ περικάρδιον αἷμα, ἔτι δὲ καὶ πᾶσα ἀπόδειξις ἐκ προτέρων γίνεται, ἀνάγκη τοῦ ὑλικοῦ ἀπόδειξιν γενέσθαι διὰ μέσου τοῦ εἰδικοῦ οὕτως· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι· ὁ δὲ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα· θυμούμενος ἄρα ζέει τὸ περικάρδιον αἷμα. κυρίως δὲ ὁρισμός ἐστιν ὁ ἐξ ἀμφοτέρων, ἤγουν τῆς ὕλης καὶ τοῦ εἴδους, συγκείμενος, οἷον θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι᾿ ὄρεξιν ἀντιλυπήσεως, οὗ καὶ ἀποδειξιν γενέσθαι ἀδύνατον. Ἀλλὰ σαφηνιστέον καὶ τὸ κείμενος. ἐπεὶ δὲ τὸ εἰδέναι τὸ τί ἐστι καὶ τὸ εἰδέναι τὸ αἴτιον τοῦ εἰ ἔστι τὸ πρᾶγμα ταὐτά εἰσι (τὸ γὰρ τί ἐστιν ὁρισμός ἐστιν, ὁ δὲ ὁρισμὸς εἶδος, τὸ δὲ εἶδος αἴτιον), τὸ τί ἐστιν ἄρα αἴτιόν ἐστιν· ὁ γὰρ ὁρισμὸς δηλοῖ τὴν αἰτίαν τοῦ εἴτε ἐστὶ τὸ ζητούμενον πρᾶγμα ὑφεστὼς εἴτε καὶ μὴ. προσθετέον δὲ τούτῳ τὸ ‘ἐγχωρεῖ γενέσθαι ἀπόδειξιν τοῦ ὁρισμοῦ᾿. ἔστι δὲ τὸ ὅλον τοιοῦτον· εἰ τὸ τί ἐστιν αἴτιόν ἐστιν, ἐγχωρεῖ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ. λόγος δὲ καὶ αἰτία τούτου, τοῦ εἶναι ἀπόδειξιν τοῦ ὁρισμοῦ, διότι ἔστι τι, ἤγουν ἔστι τις, ὁ εἰδικός, ὁρισμὸς ὡς αἴτιον ἐν τῷ μέσῳ λαμβανόμενος. καὶ τοῦτο τὸ αἴτιον ἢ τὸ αὐτό ἐστιν ἢ ἄλλο, ἤγουν ἢ ταὐτόν ἐστι τῷ ὁριστῷ ἢ ἕτερον, καὶ εἰ ἕτερον, <ἤ> ἀποδεικτόν ἐστιν, ὡς ὁ ὁρισμός, ἢ ἀναπόδεικτον, ὡς ὁ εἰδικός. ὁ γὰρ ὑλικὸς ὁρισμὸς διὰ μέσου τοῦ εἰδικοῦ ὑπάρχει τῷ θυμῷ, ὅθεν καὶ ἀποδείκνυται· ὁ δὲ εἰδικὸς ἀμέσως ὑπάρχει τῷ θυμῷ. ὡς γὰρ εἴπομεν, ὁ θυμούμενος πρῶτον ὀρέγεται ἀντιλυπῆσαι, εἶθ᾿ οὕτω ζέει τὸ περικάρδιον αἷμα αὐτοῦ· ἐκ δὲ τῶν προτέρων ἡ ἀπόδειξις. εἰ τοίνυν τὸ αἴτιον, ἤγουν ὁ ὑλικὸς ὁρισμὸς ἕτερός ἐστι παρὰ τὸ ὁριστὸν καὶ ἐνδέχεται ἀποδεῖξαι αὐτόν, ἀνάγκη μέσον λαβεῖν ἐν συλλογισμῷ τὸ αἴτιον, ἤγουν τὸν εἰδικὸν ὁρισμόν, καὶ ἐν πρώτῳ σχήματι συλλογισθῆναι διὰ τὸ εἶναι τὸ ἀποδεικνύμενον καὶ καθόλου καὶ κατηγορικόν· ἀποδεικνύμενον δὲ ἐστι τὸ ῾πᾶς θυμὸς ζέσις ἐστὶ τοῦ περικαρδίου αἵματος᾿. εἷς μὲν δὴ τρόπος οὗτος ὁ ἐξητασμένος καὶ ἀποδοθείς, καθ᾿ ὃν ἐνδέχεται τὸ τί ἐστιν, ἤγουν τὸν ὑλικὸν ὁρισμόν, ἀποδεῖξαι δι᾿ ἄλλου ὁρισμοῦ, τοῦ εἰδικοῦ. p. 93a 11 Τῶν γὰρ τί ἐστιν ἀνάγκη καὶ τὸ μέσον. Ἤγουν ἐπὶ τῶν συλλογισμῶν τῶν ἀποδεικνυόντων τὸ τί ἐστιν, ἤγουν τὸν ὁρσμόν, ἀνάγκη εἶναι τὸν μέσον ὁρισμόν, ὥσπερ καὶ ἐπὶ τῶν ἰδίων ἴδιον, ἤγουν ὥσπερ καὶ εἰ δείκνυσί τις ὅτι τὸ γελαστικόν ἐστι τῷ ἀνθρώπῳ, ἀνάγκη λαβεῖν μέσον ἴδοιον, ἤγουν τὸ ὀρθοπεριπατητικὸν ἢ τὸ λόγῳ χρᾶσθαι. p. 93a12 Ὥστε τὸ μὲν δείξει. Ἤγουν ἐπειδὴ πολλοὶ ὁρισμοί εἰσι τοῦ αὐτοῦ πράγματος, ὁ μὲν ὑλικὸς ὁ δὲ εἰδικός, τὸ μὲν τῶν τί ἦν εἶναι, ἤγουν ἄλλον μὲν τῶν ὁρισμῶν τοῦ πράγματος, τὸν ὑλικόν, ἀποδείξει, τὸ δέ, τὸν εἰδικόν, οὐκ ἀποδείξει διὰ τὸ εἶναι ἄμεσον. |p. 93a14 Οὗτος μὲν οὖν ὁ τρόπος, Kαθ᾿ ὃν ὀρισμοῦ γίνεσθαι ἀπόδειξιν ὑλικοῦ ἐδείξαμεν διὰ μέσου τοῦ εἰδικοῦ, ὅτι οὐκ ἔστι κυρίως ἀπόδειξις, δέδεικται πρότερον· αἰτεῖται γὰρ τὸ ἐν ἀρχῇ. ζητῶν γάρ, εἰ τὸ ‘ζέσις τοῦ περικαρδίου αἵματος’ ὁρισμός ἐστιv τοῦ θυμοῦ, λαμβάνει εἰς ἀπόδειξιν αὐτοῦ ἕτερον ὁρισμόν, τὸν εἰδικόν, ζητούμενον καὶ αὐτὸν εἰ ὁρισμός ἐστι τοῦ θυμοῦ· τὸ δὲ δι᾿ ἀδήλων ἄδηλον δεικνύειν ἐν ἀρχῇ αἰτεῖσθαί ἐστι. λεγέσθω γοῦν ὁ συλλογισμὸς οὗτος λογικὸς ἀλλὰ μὴ ἀποδεικτικός· πολλὰ γὰρ ἔχει τὰ αἰτιάματα, ἓν μὲν τὸ ἐξ ἐνδόξων συλλογίζεσθαι, ἕτερον δὲ τὸ μὴ ἐξ ἀναγκαίων. οὐ γὰρ ἐξ ἀνάγκης ὁ ὀρεγόμενος ἀντιλυπῆσαι ζέει τὸ περικάρδιον αἷμα· ἡ δ᾿ ἀπόδειξις ἐξ ἀναγκαίων καὶ ἀληθῶν καὶ οὐκ ἐξ ἐνδόξων. ἄλλως τε οὐδὲ κυρίως ὁρισμὸν ἀπέδειξεν ἀλλὰ δοκοῦντα. ζητήσωμεν δέ, πῶς δυνατὸν ἀπόδειξιν γενέσθαι τοῦ ὁρισμοῦ ἐστιν, ἐπιόντες καὶ λαβόντες πάλιν ἃ ἐξ ἀρχῆς ἐζητήσαμεν, ἤγουν τὸ ὅτι ἔστι καὶ τὸ διότι καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι. φησὶ γοῦν ὅτι, ὥσπερ πρῶτον ἔχοντες καὶ μαθόντες ὅτι ἡ σελήνη ἐκλείπει, ὕστερον ζητοῦμεν διὰ τί ἐκλείπει, ἤγουν τίς ἡ αἰτία τούτου (ἀδύνατον γὰρ τὸ διότι ζητεῖν πρότερον τοῦ ὅτι), πολλάκις δὲ καὶ ἅμα ταῦτα δῆλα γίνονται (ἐν οἷς γὰρ ἀποδεικνύω τὸ διότι ἐκλείπει αὕτη διὰ μέσου τοῦ ἀντιφράττεσθαι ὑπὸ τῆς γῆς, συναναφαίνεται καὶ ὅτι ἐκλείπει), οὕτως ἀδύνατόν ἐστιν εἰδέναι τί ἐστιν ἀγνοοῦντας τὸ εἰ ἔστιν· ἀδύνατον γὰρ εἰδέναι τί ἐστιν ἄνθρωπος μὴ γινώσκοντας εἰ ἔστιν ὅλως καὶ συνη- ρίθμηται τοῖς οὗσι. προέταξε δὲ τὸ ὅτι καὶ τὸ διότι τῶν λοιπῶν διὰ τὸ εἶναι ἡμὶν γνωριμώτερα ὡς σύνθετα. p. 93a21 Τὸ δὲ εἰ ἔστιν ὁτὲ μὲν κατὰ συμβεβηκός. Τοῦτό ἐστιν ὃ λέγει· ἐπεὶ πρῶτον τὸ εἰ ἔστι γινώσκομεν, εἶθ᾿ οὔτως τὸ τί ἐστιν, ὡς ἔχομεν γνώσεως τοῦ εἰ ἔστιν, οὕτως ἔχομεν γνώσεως καὶ τοῦ τί ἐστιν· εἰ μὲν καθαρὰν γνῶσιν ἔχομεν τοῦ εἰ ἔστι, ῥᾷον <ἂν> ἐντεῦθεν ποδηγηθῶμεν εἰς τὴν τοῦ τί ἐστι γνῶσιν· εἰ δὲ ἀμυδράν, ἀσυντελὴς ἡμῖν ἡ τοῦ εἰ ἔστι γνῶσις γίνεται πρὸς τὴν τοῦ τί ἐστιν. οὐ γὰρ τὰ λαμβανόμενα νόμενα πάντα εἰς δήλωσιν τοῦ εἰ ἔστιν ὁμοτίμως παριστῶσι τὴν ὕπαρξιν τοῦ πράγματος, ἀλλὰ τὰ μὲν καθαρῶς παριστῶσι τὰ δὲ ἀμυδρῶς, ἤγουν τοῦ εἰ ἔστι γνῶσις ἢ ἀπό τινων συμβεβηκότων γίνεται ἢ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῷ πράγματι. καὶ τὰ μὲν τῶν συμβεβηκότων γνωρίζουσι τὸ πρᾶγμα, ὅτι ἔστιν, ἀμυδρῶς ὡς αὐτοῦ ὄντα καὶ μὴ ἄλλου τινός, κἂν οὐσιώδη οὐκ εἰσίν, ὡς τὸ ὀρθοπεριπατητικόν, τὸ ἥμερον φύσει καὶ τὸ γελαστικόν. τὰ δὲ τῶν συμβεβηκότων οὐδ᾿ ὅλως παριστῶσι τὸ πρᾶγμα ὡς μὴ ἐν αὐτῷ μόνῳ μόνῳ θεωρούμενα ἀλλὰ καὶ ἐν ἄλλοις πολλοῖς, ὡς τὸ λευκόν, τὸ μέλαν, τὸ βαδίζειν. ὁ γὰρ ἀπὸ συμβεβηκότων ἐπιχειρῶν γνῶναι τὸ εἰ ἔστιν ἢ οὐδ᾿ ὅλως τοῦτο γινώσκει, καὶ λοιπὸν οὐδὲ τὸ τί ἐστι γινώσκει, ἢ ἀμυδρὰν τὴν τοῦ εἰ ἔστιν ἔχει γνῶσιν· καὶ εἰ τοῦτο, καὶ τὴν τοῦ τί ἐστι γνῶσιν ἀμυδρὰν ἕξει. εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων γνωρίζομεν τὸ εἰ ἔστιν, ἐπειδὴ τὰ μὲν αὐτῶν ἐν πλείοσι θεωρεῖται καὶ πορρωτέρω ἐστίν, ὡς τὸ οὐσία, τὸ ἔμψυχον, τὰ δὲ ἐν ἐλάτοσι θεωροῦνται καὶ ἐγγυτέρω εἰσίν, ὡς τὸ ζῷον, τὸ λογικόν, τὰ δὲ ἐν μόνοις ἀυτοῖς θεωροῦνται, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, εἰ μὲν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων καὶ πόρρω ὄντων ὡς κοινοτέρων γνωρίζομεν τὸ εἰ ἔστιν, ἀμυδρὰν καὶ τὴν γνῶσιν ἐκ τούτων ἕξομεν, ὅθεν οὐδὲ ῥᾳδίαν τὴν τοῦ τί ἐστι γνῶσιν ἕξομεν· εἰ δὲ ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων τῶν ἐγγυτέρω καὶ αὐτῷ μόνῳ ὐπαρχόντων τὴν τοῦ εἶναι γνῶσιν ἕξομεν, ῥᾳδίως ἂν ὁδηγηθῶμεν καὶ εἰς καθαρὰν γνῶσιν τοῦ τί ἐστι. p. 93a21 Ὁτὲ δ᾿ ἔχοντές τι αὐτοῦ τοῦ πράγματος. Ἤγουν ποτὲ δὲ ἔχομεν γνῶσιν τοῦ πράγματος ἀπό τινος τῶν οὐσιωδῶς ὐπαρχόντων αὐτῷ. καὶ πρῶτον μὲν τίθησι παραδείγματα, πῶς ἐπιγίνεται ἡμῖν γνῶσις τοῦ εἰ ἔστιν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ εἰ γὰρ γνῶσιν ἕξομεν τοῦ εἰ ἔστι βροντὴ ἐκ τοῦ γίνεσθαι ψόφον νεφῶν, καὶ πάλιν εἰ γινώσκομεν εἰ ἔστιν ἔκλειψις ἀπὸ τοῦ στέρησιν γίνεσθαι φωτὸς καὶ τὸν ἄνθρωπον γινώσκομεν εἰ ἔστιν ἀπὸ τοῦ εἶναι ζῷον καὶ τὴν ψυχὴν ἀπὸ τοῦ αὐτὴν εἶναι κινοῦσαν ἑαυτήν, ῥᾶον ἀπὸ τούτων ἕξομεν ὁδηγίαν εἰς τὸ γνῶναι καὶ τί ἐστιν ἕκαστον αὐτῶν. τοῦ δὲ γινώσκειν τὸ εἰ ἔστιν ἀπὸ συμβεβηκότων παραδείγματα ταῦτα. οἷον γνωρίζομεν βροντὴν εἶναι ἀπὸ τοῦ γίνεσθαι καὶ εἶναί τινας ἐμβροντήτους ὑπὸ τοῦ ψόφου· ἐμβρόντητοι δέ εἰσιν οἱ τὸν νοῦν ἀπολέσαντες ἐκ τοῦ ψόφου. καὶ ὅτι ἕστιν ἔκλειψις γινώσκομεν, ὅτι ἀφανὴς ἄφων γίνεται ἡ σελήνη πανσέληνος οὖσα καὶ μὴ ὑπὸ νέφους ἐπισκοτουμένη, καὶ ἄνθρωπός ἐστιν ἐκ τοῦ περιπατητικὸν εἶναι ἢ ὁμιλητικόν, καὶ ψυχὴν εἶναι γνωρίζομεν διὰ τὸ τὸ ἔμψυχον σῶμα με|ταμείβειν ἐκ τόπου εἰς τόπον μὴ τινος ἔξωθεν κινοῦντος αὐτό. ἐπεὶ οὖν ἐκ τῶν τοιούτων ἔχομεν τὴν γνῶσιν τοῦ εἰ ἕστιν οὐδ᾿ ὅλως ἡμῖν παριστῶσαν αὐτό, διὰ τοῦτο οὐδὲ τὴν τοῦ τί ἔστι γνῶσιν ἔξομεν. p. 93a29 Ὧν δ᾿ ἔχομέν τι τοῦ τί ἐστιν. Εἰπὼν ὄτι ὡς ἔχομεν γνώσεως περὶ τὸ εἰ ἔστιν καὶ τὸ ὅτι ἔστιν, οὕτως ἔχομεν καὶ τὴν τοῦ τί ἐστιν ἢ τοῦ διότι γνῶσιν, καὶ ὅτι, εἰ μὲν ἀπὸ συμβεβηκότων γινώσκομεν τὸ εἰ ἔστιν ἢ τὸ ὅτι ἔστιν, ἀμυδρὰν καὶ τὴν περὶ τούτων γνῶσιν ἔχομεν, ὅτι ἀγνοοῦντες τὸ τί ἐστι καὶ τί ζητοῦμεν, εἰ δὲ ἀπὸ οὐσιωδῶν αἰτίων γινώσκεις ταῦτα, ἄμα τούτοις συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι καὶ ἡ διὰ τί γνῶσις, καὶ τούτων τίθησι, πρῶτον μέν, ὅταν τὸ αἴτιον ἦ οὐσιῶδες, εἶθ᾿ οὕτω καὶ ὅτε συμβεβηκός. καὶ φησίν, ἐφ᾿ ὧν πραγμάτων αἰτιατῶν λαμβάνομεν τὸ προσεχὲς τούτων αἴτιον καὶ οὐσιῶδες, ὅτε καθαρὰν τὴν τοῦ εἰ ἔστι γνῶσιν ἔχομεν ἢ τοῦ ὅτι ἔστιν, ἔχομέν τι καὶ τοῦ τί ἐστιν, ἤγουν ἔχομεν συναναφαινομένην καὶ τὴν γνῶσιν τοῦ τί ἐστι τῇ τοῦ εἰ ἔστι γνώσει. τὸ μὲν οὖν ζητεῖν, ἆρα ἐκλείπει ἡ σελήνη ἢ οὔ, οὐκ ἄλλο τί ἐστιν ἀλλ᾿ ἢ εἰ τὸ Β, ἤγουν ὁ μέσος ὅρος, αἴτιός ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἤγουν ἡ ἀντίφραξις. τὸ δὲ ζητεῖν, εἰ τὸ Β ἐστὴν αἴτιον τῆς ἐκλείψεως, οὐδὲν διαφέρει τοῦ ζητεῖν εἰ τὸ Β ἐστὶ λόγος καὶ ὁρισμὸς αὐτοῦ, τοῦ μείζονος ὅρου, ἤγουν τῆς ἐκλείψεως. καὶ ἐὰν τοῦτο, ἤγουν ἡ ἀντίφραξίς ἐστιν ὁρισμὸς τοῦ A, κἀκεῖνό φαμεν εἶναι, ἤγουν ἔγνωμεν διὰ τούτου τοῦ Β ὅτι ἔστιν ἔκλειψις. ὁρᾷς ὅπως ἅμα ἔγνως καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστι, πλὴν εἰ καὶ τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τῶν οὐσιῶν θεωρεῖται, οἷον εἰ ἔστι νοῦς, καὶ τί ἐστι νοῦς, τὸ δὲ ὅτι καὶ διὰ τί ἐπὶ παθῶν τῶν ἐν ἐτέροις θεωρουμένων ζητεῖται, ὠς εἰ ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ. ἀλλ᾿ ἐπεὶ σκοπός ἐστι τῷ Ἀριστρτέλει πῶς ἔστιν ἀπόδειξις τοῦ τί ἐστι v. ἡ δ᾿ ἀπόδειξις ἐπὶ παθῶν θεωρεῖται τῶν ἐν ἄλλοις θεωρουμένων καὶ ὑφεστώτων, οὐ μέντοι ἐπὶ τῶν οὐσιῶν, ἀδιάφορον ἠγεῖται τὸ εἰ ἔστι λαβάνειν ἐπὶ τοῦ ὅτι ἔστι καὶ τὸ τί ἐστιν ἐπὶ τοῦ διὰ τί διὰ τὸ ἐπὶ τῶν αὐτῶν καὶ τὰ τέσσαρα θεωρεῖσθαι. παραδειγματίζονται γὰρ ἐπὶ τῆς ἐκλείψεως. ἥτις ἐν μὲν τῇ σελήνῃ θεωρουμένη ζητεῖται ἐπ᾿ αὐτῆς τὸ ὅτι ἕστι καὶ τὸ διὰ τί εἰ δὲ χωρίσαις ταύτην τῆς σελήνης, θεωρήσεις ἐπ᾿ αὐτῆς τὸ εἰ ἔστι καὶ τὸ τί ἐστιν. p, 93a33 Ἤ ποτέρας τῆς ἀντιφάσεως. Αντίφασιν εἰπὼν ἐδήλωσεν ἢ κατάφασιν ἢ ἀπόφασιν· μέρη γὰρ ταῦτα τῆς ἀντιφάσεως. καὶ πάλιν εἰ ζητοῦμεν εἰ ἔστι τις αἰτία τῆς ἀντιφάσεως τοῦτο ζητοῦμεν, ἆρα ἔστιν αἰτία τοῦ τὸ τρίγωνον ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἢ τοῦ μὴ ἔχειν ταύτας οὕτως. πάντως δὲ τῆς καταφάσεως ἔσται ἡ αἰτία, οὐ τῆς ἀποφάσεως· τοῦ γὰρ μὴ ὄντος αἰτία οὐκ ἔστιν. αἰτία δὲ ἐστι τῆς καταφάσεως τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας. ἐὰν δὲ εὕρωμεν τὴν αἰτίαν, ἅμα ἔγνωμεν καὶ τὸ ὅτι καὶ τὸ διότι. γίνεται δὲ τούτων ἡ γνῶσις ἅμα, ἐὰν ἦ ἀποδεδομένον, ὅτι τῇ σελήνῃ ὑπάρχει τὸ ἐκλείπειν καὶ τῷ τριγώνῳ αἱ δύο ὁρθαί, διὰ μέσων αἰτίων ὄντων οὐ μόνον τοῦ συμπεράσματος ἀλλὰ καὶ τοῦ πράγματος. ἤγουν οὐσιωδῶν αἰτίων. p. 93a36 Εἰ δὲ μὴ. Εἰ δὲ τὸ μέσον οὐκ ἴστω αἴτιον οὐσιῶδες καὶ διὰ τοῦτο τοῦ μὲν συμπεράσματός ἐστιν αἴτιον, τοῦ δὲ πράγματος οὔ, τὸ ὅτι μόνον γινώσκομεν, τὸ δὲ διότι ἀγνοοῦμεν. p. 93b5 Πότερον ἀντίφραξις ἢ στροφὴ τῆς σελήνης. Ταῦτα παραδείγματά εἰσι τῆς ἐκλείψεως. ἡ δ᾿ ἀπόσβεσις τοῦ πυρὸς ἡ βροντή. ἔτι γὰρ ἐξερχόμενος τοῦ βεβαιῶσαι <ὅτι> εἰ ὁ μέσος ὅρος αιτιον ἔστιν οὺσιωοες, ἅμα γινώσκομεν καὶ τὸ ὅτι ἔστι καὶ τὸ διότι, οἷς συναναφαίνεται καὶ ἡ τοῦ τί ἐστι γνῶσις, ἔλαβε ταῦτα τὰ παραδείγματα. εἰ δὲ καὶ πλείω αἴτια ἔλαβε τῆς ἐκλείψεως, μὴ θαυμάσῃς· οὔπω γὰρ φανεροῦ ὄντος ὅπως ἡ ἔκλειψις γίνεται, λαμβάνει πολλὰ τὰ αἴτια, ἵν᾿ ἐκ τῶν πολλῶν τὸ κρεῖττον ἐκλέξηται. εἰώθασι γὰρ οἱ ζητοῦντες περί τινος αἰτιατοῦ τιατοῦ λαμ|βάνειν ὅσα εἰκός ἐστιν ὑποπτεῦσαι εἶναι αἴτια τούτου, εἶτα ἐκλέγεσθαι λέγεσθαι τὸ κρεῖττον αὐτῶν. ἔλεγόν τινες τὴν ἔκλειψιν κατὰ στροφὴν γίνεσθαι τῆς σελήνης· τὸ γὰρ μέρος αὐτῆς τὸ πρὸς, τὸ δὲ μέρος αὐτῆς τὸ πρὸς ὑπὸ τῶν ἀκτίνων τοῦ ἡλίου ὑπὸ γῆν ὄντος, τὸ δὲ μέρος αὐτῆς τὸ πρὸς οὐρανὸν εἶναι ἀφώτιστον, ὅπερ στρεφόμενον πρὸς ἡμᾶς ποιεῖ τὴν ἔκλειψιν. πρότερον δὲ ἐκτίθεται τὸν ὁρισμὸν τῆς βροντῆς καὶ τῆς ἐκλείψεως. εἶτα ποιεῖται τὴν ἀπόδειξιν, ὅτι ἡ σελήνη ἐκλείπει ἢ ὅτι ἐν νέφει ἐστὶν ἡ βροντή, ἤγουν ὁ ψόφος, ἵν᾿ ἔχων τοὺς ὁρισμοὺς ἑκατέρους ῥᾷον νοήσῃς, πῶς τὸ τί ἐστι θηρᾶται καὶ εὑρίσκεται διὰ τῆς ἀποδείξεως. ἑτέρου ἄκρου τοῦ μείζονος, τοῦ Α. p. 93b12 Ἂν δὲ πάλιν τούτου ἄλλο μέσον ᾖ. Τοῦτο λέγει ὅτι, εἰ πολλάκις ὁ μέσος ὅρος ἐν τῇ ἀποδείξει οὐ ληφθῇ ὁρισμός, πῶς εὑρεθήσεται ὁ ὁρισμὸς τοῦ μείζονος· οἷον εἴ τις ἀποδεικνύων ὅτι ὁ ἄνθρωπος οὐσία διὰ μέσου τοῦ ζῴου ὁρισμὸν οὐκ ἔλαβε. καὶ παραδίδωσι κανόνα, πῶς ἐν τῇ τοιαύτῃ ἀποδείξει εὑρήσεις τοὺς ὁρισμούς, καὶ φησίν· ἐπειδὴ καὶ αἱ δύο προτάσεις ἔμμεσοί εἰσι, πρὸς ἀπόδειξιν μὲν τῆς ἐλάττονος λάβε τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, ὅ ἐστιν ὁρισμὸς τοῦ ζῴου· ἐν δὲ τῇ ἀποδείξει τῆς μείζονος λάβε μέσον ὅρον τὸ ἀνὰ μέρος δεκτικὸν εἶναι τῶν ἐναντίων, ὃ ἴδιόν ἐστι τῆς οὐσίας. p. 93b15 Ὡς μὲν τοίνυν λαμβάνεται τὸ τί ἐστι. Ἤγουν πῶς τὸ τί ἐστι καὶ ὀ ὁρισμὸς δι᾿ ἀποδείξεως γινώσκεται, εἴρηται· δεικνύων γάρ, ὅτι ἡ ἔκλειψις ὑπάρχει τῇ σελήνῃ, ἐν τῇ ἀποδείξει ταύτῃ ὁ μέσος εὑρίσκεται ὁρισμὸς τῆς ἐκλείψεως. συλλογισμὸς καὶ ἀπόδειξις οὐ γίνεται τοῦ τί ἐστιν, ἤγουν συμπέρασμα δὲ ἀποδείξεως ὁ ὁρισμὸς οὐ γίνεται. ὥστε καὶ ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ οὐκ ἔστιν· ἀπόδειξις μὲν ἔστιν αὐτοῦ ὡς εὑρισκμένου δι᾿ ἀποδείξεως· ὁ γὰρ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονός ἐστιν· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ, διότι συμπέρασμα πέρασμα οὐ γίνεται δι᾿ ἀποδείξεως. p. 93b21 Ἔστι δὲ τῶν μὲν ἕτερόν τι αἴτιον. Ἐπί τινων πραγμάτων αἰτιατῶν τὸ αἴτιον ἕτερόν ἐστι τοῦ αἰτιατοῦ εἰσὶ γάρ τινα αἴτια, ἃ ὕστερον ἕπονται ἡγουμένων προτέρων αἰτίων τινῶν προσεχῶς ὑπαρχόντων τῷ αἰτιατῷ. οἷον τὸ ἀφώτιστον γίνεσθαι τὴν σελήνην λήνην αἴτιόν ἐστι τῆς ἐκλείψεως τῆς σελήνης, ἀλλ᾿ ὕστερον ἐπακολουθοῦν· προηγεῖται γὰρ τούτου ἡ ἀντίδραξις· πρῶτον γὰρ ἡ σελήνη ἀντιφράττεται ὑπὸ τῆς γῆς καὶ ἐκλείπει, εἶθ᾿ οὕτως ἐπακολοθεῖ τὸ ἀφώτιστον εἶναι ταύτην. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς βροντῆς ὕστερον ἐπακολουθεῖ ὁ ψόφος πρότερον ἀποσβέσεως πυρὸς γενομένης ἐν νέφει. ἡ γοῦν ἀντίφραξις, ἥτις ἐστὶν αἰτία, ἑτέρα ἐστὶ παρὰ τὸ αἰτιατόν, τὴν ἔκλειψιν τῆς σελήνης, καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς ἑτέρα ἐστὶ παρὰ τὴν βροντήν, καὶ ἡ ζέσις τοῦ περικαρδίου αἵματος ἑτέρα τοῦ θυμοῦ. τινὰ δὲ αἴτια οὐκ εἰσὶν ἕτερα τοῦ αἰτιατοῦ ἀλλὰ ταὐτά, ὡς τὸ ζῷον λογικὸν θνητὸν καὶ ὁ ἄνθρωπος. ὥστε ἑτέρων μὲν αἰτιατῶν ἐστι τὸ αἴτιον ἕτερον παρ᾿ αὐτά, ἐπὶ τινῶν δὲ αἰτιατῶν τὸ αἴτιον οὐκ ἔστιν ἕτερον ἀλλὰ ταὐτὸν ἐκείνοις. ταῦτα δὲ λέγει, ἵνα δείξῃ ὡς οὐ πᾶς ὁρισμός, ἤγουν οὐ πᾶν αἴτιον, δι᾿ ἀποδείξεως εὑρίσκεται οὐδὲ πᾶς ὁρισμὸς γίνεται συμπέρασμα. ἀλλ᾿ ὅσοι μὲν τῶνὀρισμῶν ἀμέσως ὐπάρχουσι τοῖς ὁριστοῖς καὶ αἰτιατοῖς, ὡς ἡ ἀντίφραξις τῆς γῆς ἀμέσως ὑπάρχει τῇ ἐκλείψει καὶ ἡ ἀπόσβεσις τοῦ πυρὸς τῇ βροντῇ καὶ ἡ ὄρεξις ἀντιλυπήσεως τῷ θυμῷ, οὗτοι ἀρχαί εἰσιν, αἵτινες ἀναπόδεικτοι, καὶ ὑποτιθέμεθα καὶ ὡς ὁμολογουμένας λαμβάνομεν ταύτας, καὶ <οὐ> ζητοῦμεν ἐπ᾿ αὐτῶν τὸ εἰ ἔστιν ἢ τί ἐστιν. οἱ τοιοῦτοι ὁρισμοὶ ἀναπόδεικτοί εἰσι· συμπεράσματα γὰρ οὐ γίνονται ἀποδείξεως. γινώσκονται δὲ κατὰ ἄλλον τρόπον, ἤγουν ἢ δι᾿ ἐπαγωγῆς ἢ δι᾿ ἀποδείξεως· ἐν γὰρ ταῖς ἀποδείξεσιν εὑρίσκεται ὁ μέσος ὅρος ὁρισμὸς τοῦ μείζονος. p. 93b24 Ὅπερ ὁ ἀριθμητικὸς ποιεῖ. Ἐπεὶ γὰρ ἀρχὴν ἔχει τὴν μονάδα, ὡς ὁμολογούμενον ταύτην λαμβάνει καὶ ὅτι ἔστι καὶ τί ἐστιν. ἔστι δὲ μονὰς καθ᾿ ἣν ἕκαστον τῶν ὄντων ἓν λέγεται. ἐπὶ δὲ τῶν ὁριστῶν καὶ αἰτιατῶν τῶν ἐχόντων τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἕτερον τῆς οὐσίας καὶ ἐμμέσως θεωρούμενον ἐν τῷ ὑποκειμένῳ ἔστι δηλῶσαι καὶ δεῖξαι τὸ τί ἐστι δι᾿ ἀποδείξεως, μὴ ἀποδεικνύντας δὲ τὸ τί ἐστι, ἤγουν μὴ μὴ ὡς συμπέρασμα τὸν ὁρισμὸν ποιοῦντας. οἷον ἡ στέρησις τοῦ φωτὸς αἰτία μέν ἐστι τῆς ἐκλείψεως, ἀλλ᾿ ἔμμεσος· καὶ διὰ τοῦτο λήψῃ μέσον ὅρον τῆς σελήνης καὶ τῆς στερήσεως τοῦ φωτὸς τὴν ἀντίφραξιν τῆς γῆς, καὶ λοιπὸν εὑρίσκεται ἡ ἀντίφραξις ὁρισμὸς εἶναι τῆς στερήσεως τοῦ φωτός, ἤγουν τῆς ἐκλείψεως. p. 93b29 Ὁρισμὸς δ᾿ ἐπειδὴ λέγεται εἶναι λόγος. |Ὁρίζεται τὸν ὁρισμὸν ἐνταῦθα, καὶ φησὶν ὡς ὁρισμός ἐστι λόγος τοῦ τί ἐστιν. ἐν τούτῳ πάντα τὰ εἴδη τοῦ ὁρισμοῦ ἐμπεριείληπται καὶ αὐτὸς ὁ ὀνοματώδης ὁρισμός· καὶ οὗτος γάρ ἐστι λόγος τοῦ τί ἐστιν. ἀλλ᾿ ὅρα καὶ τὴν διαφοράν· τὰ μὲν ἄλλα εἴδη τοῦ ὁρισμοῦ λόγοι εἰσὶ τοῦ τί ἐστιν, ἤγουν δηλωτικοὶ τῆς φύσεως τοῦ πράγματος· ὁ δὲ ὀνοματώδης ὁρισμὸς λόγος ἐστὶ τοῦ τί <σημαίνει τί> ἐστιν, ἤγουν ἐφερμηνευτικὸς τοῦ ὀνόματος. μετὰ δὲ τὸ ὁρίσασθαι τὸν ὁρισμὸν λέγει καὶ τὰ σημαινόμενα τοῦ ὁρισμοῦ, καὶ φησίν· ἄλλος μὲν ὁρισμὸς λέγεται ὀνοματώδης, ὃς καὶ ἔστι λόγος τοῦ τί σημαίνει τὸ ὄνομα, ἢ εἰ βούλει, εἰπὲ τοῦτον λόγον ὀνοματώδη· ταὐτὰ γάρ εἰσιν. οἷον παριστᾷ τί σημαίνει τὸ ὄνομα τοῦ τριγώνου καθὸ τρίγωνον· ὁ γὰρ εἰπὼν ‘τρίγωνόν ἐστι σχῆμα ὐπὸ τριῶν γωνιῶν συνιστάμενον’ λόγον εἶπεν ὀνοματώδη. p. 93b32 Ὅπερ ἔχοντες ὅτι ἔστι. Ἤγουν δι᾿ οὗ ὀνοματώδους ὀρισμοὐ μαθόντες ὡς ἔστι τρίγωνον, ζητοῦμεν καὶ διὰ ποίαι αἰτίαν τὸ τρίγωνον ἔχει τὰς τρεῖς γωνίας. χαλεπὸν δέ ἐστιν, ἃ μὴ γινώσκομεν ὅτι εἰσί, λαβεῖν καὶ μαθεῖν οὕτως, ἤγουν ἀπὸ τοῦ ὀνοματώδους. ἡ δ᾿ αἰτία δήλη καὶ προειρημένη· εἶπε γάρ, ὡς ὅταν τις γινώσκῃ ἀπὸ συμβεβηκότων τι ὅτι ἔστιν, οὐδὲ γινώσκει αὐτό· ὁ δὲ ὀνοματώδης ὁρισμὸς συμβεβηκότος ἐστὶν ὁρισμός. καὶ τοῦτο οὔτε εἰ ἔστι τρίγωνον γινώσκομεν οὔτε εἰ μὴ ἔστιν ἀπὸ τούτου. p. 93b35 Ἀλλ᾿ ἢ κατὰ συμβεβηκός. Τουτέστιν οὐκ ἔχομεν γνῶσιν τῆς φύσεως τοῦ τριγώνου ὡς τριγώνου, ἤγουν ἀπὸ τῶν οὐσιωδῶς ὑπαρχόντων αὐτῷ, ἀλλ᾿ ἢ κατὰ συμβεβηκὸς τοῦτο γινώσκομεν, ἤγουν ἀπὸ συμβεβηκότος, δηλονότι τοῦ ὀνόματος· τὰ γὰρ ὀνόματα θέσει, τουτέστιν ἐξ ἐπινοίας ἀνθρώπων ἐτέθησαν, οὐ παρὰ τῆς φύσεως δεδημιούργηται, καὶ διὰ τοῦτο παρὰ μὲν τῶν Ἑλλήνων ὁ ἄνθρωπος λέγεται, παρὰ δὲ τῶν Λατίνων ἄλλως καὶ παρὰ τῶν Περσῶν ἄλλως· τὰ δὲ θέσει συμβεβηκότα. p. 93b35 Λόγος δὲ εἶς λέγεται διχῶς. Ἤγουν κατὰ δύο τρόπους λέγεται εἷς ὁ λόγος· ἢ γὰρ τῷ συνδέσμῳ εἷς λέγεται, κἂν πολλοὶ ὦσι καὶ πολλὰ πράγματα σημαίνωσιν, οἷον ‘Σωκράτης περιπατεῖ καὶ Πλάτων διαλέγεται καὶ Ἀριστοτέλης φησί’. κατὰ τοῦτον τὸν τρόπον καὶ τὴν Ἰλιάδα, ἤγουν τὴν συγγραφὴν πᾶσαν τοῦ Ὁμήρου, εἴποι τις λότον ἔνα τῷ συνδέσμῳ· ἐξέχονται γὰρ τῆς ἐννοίας ἀλλήλων καὶ εἷς λόγος τῷ συνδέσμῳ δοκοῦσι· διὰ γὰρ τοῦ εἰπεῖν ‘Ἰλιάς’ τὸ ὅλον βιβλίον ἐδήλωσεν ὡς διαλαμβάνον περὶ τῶν ἐν Ἰλίῳ γενομένων. p. 93b36 Ὁ δὲ τῷ ἓν καθ᾿ ἑνὸς δηλοῦν. Ἤγουν λέγεται εἷς λόγος καὶ ὁ εἰδικὸς ὁρισμὸς ὁ ἕν καθ᾿ ἑνὸς δηλῶν μὴ κατὰ συμβεβηκός, ὡς τὸ ‘θυμός ἐστιν ὄρεξις ἀντιλυπήσεως’. οὗτος γὰρ καὶ τὸν κατηγορούμενον ἕνα ἔχει (εἰ γὰρ καὶ δύο εἰσὶτὰ ὀνόματα, τὸ ‘ὄρεξις ἀντιλυπήσεως’, ἐξ ὧν ὁ κατηγορούμενος, ἀλλ᾿ ἕν εἰσιν ὡς συμπληρωτικὰ ἑνὸς πράγματος) καὶ καθ᾿ ἑνὸς κατηγορεῖται, ἤγουν τοῦ θυμοῦ, καὶ οὐδὲ κατὰ συμβεβηκὸς κατηγορεῖται ἀλλὰ καθ᾿ αὑτό. εἷς γοῦν ἐστιν ὁ τοιοῦτος λόγος καθ᾿ αὑτὸ ὡς καὶ τὸν κατηγορούμενον ἔχων ἕνα καὶ τὸν ὑποκείμενον. ἡ δὲ πρότασις ἡ λέγουσα ‘Σωκράτης φιλόσοφός ἐστιν᾿ εἷς μὲν λόγος λέγεται καὶ αὕτη, ἀλλὰ κατὰ συμβεβηκός, διότι τὰ ἐξ ὧν σύγκειται ὁ κατηγορούμενος ἕτερά εἰσιν ὡς σημαντικὰ ἄλλων καὶ ἄλλων· τὸ μὲν γὰρ ‘ἐστίν’ ὕπαρξιν δηλοῖ, τὸ δὲ ‘φιλόσοφος’ συμβεβηκός. κατὰ συμβεβηκὸς δὲ λέγεται εἷς, καθὸ συνέβη ἐν τῷ Σωκράτει τὸ φιλόσοφον θεωρεῖσθαι. Eἷς μὲν δὴ ὁρισμός ἐστι τοῦ ὅρου κυρίως τὸ λόγος ἓν καθ᾿ ἑνὸς κατηγορῶν μὴ κατὰ συμβεβηκός. ἄλλος δὲ ὁρισμὸς τοῦ ὅρου ἀστὶ λόγος ὁ δηλῶν διὰ τί ἐστιν, ἤγουν ὁ ἔχων τὴν αἰτίαν τοῦ πράγματος ἅμα καὶ τὸ αἰτιατόν. οἷός ἐστιν ὁ σύνθετος ὁρισμός, ὃς καὶ κυρίως ὁρισμός ἐστι καὶ τέλειος ὡς καὶ ἀντιστρέφων πρὸς τὸ ὁριστὸν καὶ ταυτὸς ὢν ἐκείνῳ. οἷό ἐστι τὸ ‘θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος δι᾿ ὄρεξιν ἀντιλυπήσεως᾿· ἐν τούτῳ γὰρ ἔνεστι καὶ τὸ αἰτιατόν, ἤγουν ἡ ζέσις τοῦ περὶ καρδίαν αἵματος, καὶ τὸ αἴτιον τῆς ζέσεως, οἷον τὸ ῾ὄρεξις ἀντιλυπήσεως᾿. Ὥστε ὁ μὲν πρότερος ὁ εἰδικὸς σημαίνει μὲν φύσιν πράγματος, δείκνυσι δ᾿ οὔ, ἤγουν ἀπόδειξις δ᾿ οὐκ ἔστιν, ἤγουν οὐχ ὡμοίωται τῇ ἀποδείξει· ἐν γὰρ τῇ ἀποδείξει καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν λαμβάνεται· ὁ δὲ ῥηθεὶς ὁρισμὸς τὸ αἴτιον μόνον ἔχει. ὁ δ᾿ ὕστερος ὁρισμὸς ὁ λέγων λόγος δηλῶν διὰ τί ἐστιν ἔστιν οἷον ἀπόδειξις τοῦ τί ἐστιν, ἤγουν ἐοικὼς τῇ ἀποδείξει καὶ οἷον τὸν ὁρισμὸν ἀποδεικνύων. διαφέρει δὲ τῆς ἀποδείξεως κατὰ τὴν θέσιν. ἐν μὲν γὰρ τῇ ἀποδείξει πρόκειται τὸ αἴτιον, εἶθ᾿ οὕτως ἐπάγεται ὡς συμπέρασμα τὸ αἰτιατόν· οἷον ὁ θυμούμενος ὁρέγεται ἀντιλυπήσεως, ὁ ὁρεγόμενος ἀντιλυπήσεως ζέει τὸ περὶ καρδίαν αἷμα, ὁ θυμούμενος ἄρα ζέει τὸ περὶ καρδίαν αἷμα· καὶ πάλιν ἐν νέφει πῦρ ἀποσβέννυται, ἀποσβεννυμένου τοῦ πυρὸς ψόφος γίνεται, ἐν τῷ νέφει ἄρα ψόφος γίνεται, ἤγουν βροντή. ἐν δὲ τῷ ὁρισμῷ τῷ συνθέ|τῳ ἀνάπαλιν κεῖνται, τὸ μὲν αἰτιατὸν πρῶτον, τὸ δ᾿ αἴτιον ὕστερον· οἷον τὸ ῾θυμός ἔστι ζέσις τοῦ περὶ καρδίαν αἷματος δι᾿ ὄρεξιν ἀντιλυπήσεως καὶ ῾βροντή ἐστι ψόφος ἀποσβεννυμένου πυρὸς ἐν νέφει᾿. ὥστε ὁ αὐτὸς τρόπος κατὰ ἄλλον μὲν τρόπον λέγεται ὁρισμός, ἤγουν εἰ ἔχει τὸ αἰτιατὸν πρῶτον τὸ δ᾿ αἴτιον ὕστερον, ὡδὶ δέ, ἤγουν κατὰ ἄλλον δὲ τρόπον, λέγεται ἀπόδειξις συνεχής, εἴπερ τὸ μὲν αἴτιον κεῖται πρῶτον τὸ δ᾿ αἰτιατὸν ὕστερον. εἶπε δὲ τὸ συνεχής, διότι ἡ ἀπόδειξις τὸ παντὶ δείκνυσι, τοῦτο δὲ ἐν μόνῳ τῷ πρώτῳ σχήματι δείκνυται, ἐν δὲ τῷ πρώτῳ σχήματι συνεχῶς καὶ κατ᾿ εὐθεῖαν κεῖνται οἰ ὅροι καὶ οὐχ ὠς ἐν τῷ δευτέρῳ σχήματι ἢ ἐν τῷ τρίτῳ ὁ μέσος ἔξω κεῖται τῶν ἄκρων. p. 94a3 Διαφέρει γὰρ εἰπεῖν διὰ τί βροντᾷ καὶ τί ἔστι βροντή. Διὰ μὲν τοῦ διὰ τί ἐδήλωσε τὴν ἀπόδειξιν, διὰ δὲ τοῦ τί ἐστι τὸν ὁρισμόν, λέγων διαφέρειν ταύτην τοῦ ὁρισμοῦ διὰ τὴν θέσιν τοῦ αἰτίου καὶ αἰτιατοῦ. Ἔτι ἐστὶ καὶ ὁρισμὸς τῆς βροντῆς ὐλικὸς ὁ λέγων ψόφος ἐν νέφεσι· τοῦτο δὲ γίνεται συμπέρασμα ἀποδείξεως, καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς ἀποδεικτὸς διὰ μέσου τοῦ εἰδικοῦ ὀρισμοῦ. ὁ δὲ ὁρισμὸς ὁ εἰδικός, ὃς καὶ ἀμέσως ὑπάρχει τῷ ὁριστῷ, θέσις ἐστὶ δηλωτκὴ τοῦ τί ἐστὶ τὸ πρᾶγμα, ἤγουν τῆς οὐσίας τοῦ πράγματος, ἀναπόδεικτος. ἡ γὰρ ἄμεσος πρότασις διαιρεῖται εἰς τὰ ἀξιώματα καὶ εἰς τὴν θέσιν· ἡ δὲ θέσις, ὡς φθάσαντες εἴπομεν, διαιρεῖται εἰς τὴν ὑπόθεσιν καὶ θέσιν. p. 94a11 Ἔστιν ἄρα ὁρισμός. Νῦν ἀπαριθμεῖται τὰ σημαινόμενα τοῦ ὁρισμοῦ. καὶ φησίν εἷς μὲν ἐστιν ὀρισμὸς λόγος δηλωτικὸς τοῦ τί ἐστι τὸ πρᾶγμα ἀναποδεικτος, οἷός ἐστιν ὁ εἰδικός. εἷς δέ ἐστιν, ἥγουν ἕτερος, συλλογισμὸς τοῦ τί ἐστι, διαφέρων τῆς ἀποδείξεως τῇ πτώσει, ἤγουν τῇ θέσει, οἷός ἐστιν ὁ σύνθετος. τρίτος δέ ἐστιν ὁρισμὸς ὁ ὑλικός, ὃς καὶ ἀποδείκνυται καὶ συμπέρασμα τῆς ἀποδείξεως γίνεται τοῦ τί ἐστιν, ἥγουν ὅστις ἐστὶ καὶ ἀποδεικτός· ἀποδείκυνται γὰρ διὰ μέσου τοῦ εἰδικοῦ. p. 94a14 Φανερὸν οὖν ἐκ τῶν εἰρημένων. Νῦν ἀνακεφαλαίωσιν ποιεῖται ὧν εἴρηκε. φανερὸν οὗν ἐστι πῶς ἔστιν ἀπόδειξις τοῦ ὁρισμοῦ καὶ πῶς οὐχ ἔστιν, ἤγουν ἀποδεικτὸς μέν ἐστιν ὁ εἰδικὸς ὁρισμὸς ὡς διὰ τῆς ἀποδείξεως ἐμφαινόμενος· μέσος γὰρ κεῖται ὁρισμὸς ὢν τοῦ μείζονος ὅρου· ἀπόδειξις δὲ οὐκ ἔστιν αὐτοῦ. καθὸ συμπέρασμα οὐ γίνεται. καὶ πῶς τὸ τί ἐστι δείκνυσιν, ἤγουν ὁ μὲν] ὁρισμὸς δείκνυσι μὲν φύσιν πράγματος, καὶ Πῶς δείκνυσιν, οὐ ἤγουν οὐ δεικνυσι δὲ πάθος ὑπάρχον τινὶ ὑποκειμένῳ. καὶ τίνων ἐστὶν ὁρισμός, τῶν ἀπλῶν, νοῦ καὶ ψυχῆς, τίνων δὲ οὔ, τῶν συνθέτων. ἔτι δὲ πῶς ὁ σύνθετος ὁρισμὸς ἔχει πρὸς τὴν ἀπόδειξιν. ἤγουν κατὰ τί διαφέρει αὐτοῦ. καὶ πῶς τοῦ αὐτοῦ καὶ ἑνὸς ἐνδέχεται εἶναι ὁρισμόν, καὶ πῶς οὐκ ἐνδέχεται εἲναι ὁρισμὸν ἀλλ᾿ ἀπόδειξιν. οἷον τῆς ἐκλείψεως ἔστι καὶ ὁρισμὸς καὶ ἀπόδειξις ἄλλως καὶ ἄλλως· εἰ μὲν γὰρ χωρίσεις τὴν ἔκλειψιν τῆς σελήνης τῇ ἐπινοίᾳ, δηλώσεις ταύτην δι᾿ ὁρισμοῦ᾿ εἰ δὲ ἐν τῇ σελήνῃ θεωρεῖς ταύτην, δι᾿ ἀποδείξεως δηλώσεις ὅτι ἔστιν ἐν αὐτῇ. p. 94a20 Ἐπεὶ δὲ ἐπίστασθαι οἰόμεθα. Αἴτιά εἰσι τέσσαρα, εἰδικόν, ὑλικόν, ποιητικὸν καὶ τελικόν. τότε γοῦν λεγόμεθα ἐπίστασθαι τὸ πρᾶγμ, ὅταν γινώσκωμεν τὴν αἰτίαν δι᾿ ἣν ἔστιν, εἴτε τὴν ὑλικὴν αὐτοῦ αἰτίαν εἴτε τὴν εἰδικὴν εἴτε τινὰ τῶν ἄλλων. ἀντὶ δὲ τοῦ εἰπεῖν εἰδικὸν αἴτιον᾿ εἶπε τὸ τί ἦν εἶναι᾿ τὸ γὰρ τί ἦν εἶναι ὁρισμός ἐστιν οὐσιώδης῾ ὁ δὲ ὁρισμὸς ὁ οὐσιώδης εἰδικὸν αἴτιόν ἐστιν ὡς τὸ εἶδος καὶ τὴν οὐσίαν παριστῶν τοῦ πράγματος᾿ τὸ τί ἦν ἄρα εἶναι εἰδικὸν αἴτιόν ἐστιν. ἀντὶ δὲ τοῦ εἰπεῖν ὑλικόν᾿ εἶπε τὸ τίνων ὄντων ἀνάγκη τοῦτο εἶναι, ἤγουν τὸ εἶδος᾿ τὸ γὰρ τίνων ὄντων παριστᾷ τὴν ὕλην. ἐν χρείᾳ γοῦν γινόμεθα τῆς ὕλης διὰ τὴν ὑπόστασιν τοῦ εἴδους· αὐτὴ γὰρ κάθ᾿ αὑτὴν ἡ ὕλη τὸ ἀναγκαῖον οὐκ ἔχει, ἀλλὰ διὰ τὸ εἶδος. ἐν χρείᾳ γοῦν γινόμεθά τινων ὑλικῶν, ἤγουν λίθων καὶ ξύλων, ὡς ἂν ὑποστῇ τὸ τῆς οἰκίας εἶδος· καὶ πάλιν ἐν χρείᾳ γινόμεθα τῆς συμμετρίας τῶς θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν ξηρῶν, ὠς ἂν τὸ τῆς ὑγείας εἶδος ὑποστῇ ἐν ἡμῖν. ἕτερον δὲ αἴτιόν ἐστιν ὃ πρῶτον ἐκίνησεν, ἤγουν τὸ ποιητικὸν αἴτιον, ὡς ὁ πατὴρ ποιητικὸν αἴτιόν ἐστι τοῦ παιδὸς ὡς πρῶτος τὸ σπέρμα καταβα|λὼν ἐν τῇ μήτρᾳ. ἀντὶ δὲ τοῦ εἰπεῖν ῾τελικὸν αἴτιον᾿ εἶπε τὸ τίνος ἕνεκα, ὃ ὕστερον ἐπιγίνεται· ὁ γὰρ θεμέλιος καὶ οἱ τοῖχοι χάριν τῆς οἰκίας γεγόνασι· τελικὸν γὰρ τούτων αἴτιον τὸ εἶδος τῆς οὐκίας. πᾶσαι γοῦν αἱ τέσσαρες αὗται αἰτίαι διὰ τοῦ μέσου δείκνυνται, ἤγουν ὡς μέσοι ὅροι λαμβάνονται ἐν ταῖς ἀποδείξεσι καὶ εὑρίσκονται καὶ συνθηρῶνται διὰ τῆς ἀποδείξεως. p. 94a24 Τό τε γὰρ οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι. Ἀπαριθμησάμενος τὰ τέσσαρα αἴτια καὶ εἰπὼν ἕκαστον τούτων μέσον ὅρον ἐν τῇ ἀποδείξει λαμβάνεσθαι καὶ δείξας τοῦτο ἐπὶ τοῦ εἰδικοῦ, νῦν δείκνυσι καὶ τὰ λοιπὰ μέσα λίνεσθαι ἐν ταῖς ἀποδείξεσι διὰ παραδειγμάτων. καὶ προτίθεται τὸ ὑλικὸν αἴτιον, ὃ ἐδήλωσεν ἀπὸ τοῦ εἰπεῖν οὗ ὄντος τοδὶ ἀνάγκη εἶναι· εἴπομεν γὰρ ὅτι ἡ ὕλη τὸ ἀναγκαῖον ἔχει διὰ τὴν τοῦ εἴδους ὕπαξιν· ἀναγκαῖοι γὰρ οἱ λίθοι καὶ τὰ ξύλα διὰ τὸ εἶδος τῆς οἰκίας. ἐφερμηνεύων δὲ οἷον ἐαυτόν φησιν ῾ὅταν μου ἀκούσῃς λέγοντος ὅτι οὗ ὄντος ἀνάγκη τοδὶ εἶναι, ἤγουν τὸ συμπέρασμα, μὴ νόει τὸ οὗ ὄντος μίαν πρότασιν· ἀδύνατον γὰρ ἐκ μιᾶς προτάσεως συμπέρασμα γενέσθαι, ἀλλ᾿ ἐκ δύο τοὐλάχιστον᾿. καὶ λοιπὸν τὸ οὗ ὄντος δηλοῖ τὸ μέσον· ἑνὸς γὰρ μέσου ληφθέντος ἀνάγκη συμπέρασμα γίνεσθαι· τὸ γὰρ μέσον ἐστὶ τὸ συνδέον τὰς προτάσεις καὶ αἴτιον τοῦ συμπεράσματος. πᾶς γὰρ γέσος καὶ ὑλικὸν αἴτιον ὡς ἐν συλλογισμῷ λέγεται· εἰ γὰρ αἱ προτάσεις ὕλης λόγον ἐπέχουσιν ἐν τῷ συλλογισμῷ, ὥσπερ καὶ τὸ συμπέρασμα εἴδους, ὁ δὲ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν προτάσεων, λοιπὸν· καὶ αὐτὸς ὕλης λόγον ἐπέχει, ἀλλ᾿ ἐν συλλογισμῷ. τοῦ δὲ πράγματος ἢ εἰδικὸν αἴτιον ἔσται τὸ μέσον ἢ ὑλικὸν ἢ ἕτερόν τι. τέως γοῦν ἐνταῦθα λαμβάνει τὸν μέσον ὑλικὸν αἴτιον τοῦ πράγματος, ὅ ἐστιν ἡμίσεια τῶν δύο ὀρθῶν· αἱ γὰρ δύο ὀρθαὶ γωνίαι ὡς ὅλον τί ἔστι διαιρούμενον εἰς δύο μέρη, ἤγουν ἡμισεύματα, ὧν ἕκαστόν ἐστιν ὀρθὴ γωνία· τὰ δὲ μέρη ὡς ὕλη εἰσὶ τοῦ ὅλου. Με ὥστε τὸ ἡμίσεια δύο ὀρθῶν μέρος ὂν ὡς ὑλι- κὸν αἴτιον λαμβάνεται. καὶ ὁ μὲν Εὐκλείδης ἐν τῷ τρίτῳ τῆς γεωμετρίας δείκνυσι, πῶς ἡ ἐν ἡμικυκλίῳ γωνία ὁρθή ἐστι. καὶ ἐπεὶ δυσχερές ἐστι παραστῆσαι τοῦτο τοῖς ἀγεωμετρήτοις ἐξ ὧν ἐκεῖνος εἴρηκε, φέρε ἡμεῖς ἐκλαβώμεθα τοῦτο ὄσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ. καταράφει κύκον τὸ ΓΔΕ, καὶ μέσον ἄγει διάμετρον εἰς δύο ἡμικύκλια τὸν κύκλον διαιροῦσαν τὴν ΒΔ. ἄγει δὲ κατὰ κάθετον εὐθεῖαν τὴν ΓΑ ἐπὶ τῆς ΒΔ. ἐπεὶ δὲ εὐθεῖα ἐπ᾿ εὐθείας σταθεῖσα δύο ὀρθὰς γωνίας ποιεῖ, λοιπὸν ἡ ἐν ἡμικυκλίῳ γωνία, ἢ ἡ ΒΑΓ ἢ ἡ ΓΑΔ, ἡμίσειά ἐστι τῶν δύο ὀρθῶν· τὸ γὰρ ἓν τῶν δύο ἥμισυ. δέδεικται γοῦν ὡς ἡ ἐν ἡμικυκλίῳ γωνία ὀρθή ἐστι διὰ μέσου τοῦ ἡμίσεια δύο ὁρθῶν. Τίνος ὄντος αἰτίου ἡ ἐν ἡμικυκλίῳ γωνία ἔστ)ι ὀρθή; τοῦ Β δηλονότι· τὸ γὰρ Β, ἤγουν ἡ ἡμίσεια τῶι δύο ὀρθῶν, αἴτιόν ἔστι ἐστι τοῦ τό Α, ἤγουν τὴν ὀρθήν, τῷ Γ εἶναι, ἤγουν τῇ ἐν ἡμικυκλίῳ γωνίᾳ. p. 94a33 Τοῦτο δ᾿ ἦν. Ἤγουν ἡ ἐν ἡμικυκλίῳ ἀρθή, τοῦτο ἦν ἡ ἡμίσεια τῶν δύο ὀρθῶν. τοῦτο δέ, ἤγουν ἡ ὀρθή, ταὐτόν ἐστι τῷ τί ἦν εἶναι, ἤγουν τῷ ὁρισμῷ αὐτῆς· ὁ γὰρ λόγος καὶ ὁ ὁρισμὸς αὐτῆς τοῦτο σημαίνει, τὴν ὁρθήν. ταῦτὸν γάρ ἐστιν ὁ ὁρισμὸς ὁ κυρίως καὶ τὸ ὁριστόν· τὸ γὰρ ὄνομα ὁρισμός ἐστι συνεπτυγμένος, ὁ δὲ ὁρισμὸς ὄνομα ἐξηπλωμένον. p. 94a35 Ἀλλὰ μὴν καὶ τὸ τί ἦν εἶναι αἴτιον. Ἠγουν ἀλλὰ μὴν καὶ ὁ ὑλικὸς ὁρισμὸς δέδεικται μέσος λαμβανόμενος ἐν τῇ ἀπόδείξει. Τὸ μέσον. ἐνταῦθα τὸ ῾τό᾿ ὠς παρέλκον ληπτέον. Τὸ διὰ τί οἱ Μῆδοι τοῖς Ἀθηναίοις ἐπολέμησαν, τοῦτο ζητεῖ τίς ἐστιν ἡ ποιητικὴ αἰτία τοῦ πολεμεῖσθαι τοὺς Ἀθηναίους παρὰ τῶν Μήδων. καὶ ἐνταῦθα μέλλει δεῖξαι ὅτι τὸ ποιητικὸν αἴτιον μέσον ἐν τῇ ἀποδείξει λαμβάνεται· ποιητικὸν δὲ αἴτιον τοῦ πολέμου ἐστὶ τὸ τοὺς Ἀθηναίους μετ᾿ Ἐρετριέων πρώτους εἰσβαλεῖν εἰς Σάρδεις. ἔστι δὲ ἡ ἱστορία τοιαύτη· αἱ Σάρδεις ἡ πόλις ὑποτελὴς ἦν τοῖς Μήδοις· οἱ δ᾿ Ἀθηναῖοι μετὰ τῶν ἘΡετριέων ταύτην ἐπολιόρκησαν, καὶ διὰ τοῦτο οἱ Μῆδοι κατὰ τῶν Ἀθηναίων πόλεμον ἐκίνησαν. p. 94b8 Ὅσων δὲ αἴτιον τὸ ἕνεκά τινος. |Ὅσων δὲ πραγμάτων ἐστὶ τὸ ἕνεκά τινος αἴτιον, ἤγουν τὸ τελικὸν αἴτιον. τοιαῦτά εἴσιν οἷα μέλλει εἰπεῖν· δεῖ γὰρ προσθεῖναι τὸ ῾τοιαῦτά εἰσι᾿ πρὸς ἀπόδοσιν τοῦ λόγου. οἷον διὰ τί περιπατεῖ ἀπὸ δείπνου ὁ Σωκράτης; ἵνα ὑγιαίνῃ· τοῦτό ἔστι τὸ τελικὸν αἴτιον. καὶ διὰ τί οἰκία ἐστίν; ὅπως συντηρῶνται τὰ σκεύη, καὶ αὐτὸ τελικὸν αἴτιον. τὸ γὰρ ἐρωτᾶν διὰ τί δεῖ περιπατεῖν ταὐτόν ἔστι τῷ λέγειν τίνος ἕνεκα δεῖ περιπατεῖν, ἤγουν ζήτησίς ἐστιν ἐνταῦθα τοῦ τελικοῦ αἰτίου· καθόλου γὰρ ὁ ἐρωτῶν τὸ διὰ τί ζητεῖ αἰτίαν ἢ ποιητικὴν ἢ ὑλικὴν ἢ ἄλλην τινά. ἐνταῦθα δὲ ζητεῖ τελικήν. τὰ βρώματα πρῶτον ἐν τῷ στόματι κεῦνται τῆς γαστρός, ἤγουν ἐν τῷ στομάχῳ, καὶ διὰ τοῦτο ἀναγκαῖον περιπατεῖν μετὰ δεῖπνον, ἵνα ὑπὸ τὴν γαστέρα ὑποχαλασθῶσιν· ἐν ταύτῃ γὰρ ἀξιολογώτερον πέττονται καὶ οὕτως τρόφιμα γίνονται τοῦ ὅλου σώματος. εἰ δ᾿ ἐν τῷ στόματι τῆς γαστρὸς ἐμβραδύνουσιν, ἄπεπτα μένουσι καὶ συσσήπεται· ὅθεν καὶ αἱ δυσωδίαι γίνονται ἐν τοῖς στόμασι τῶν ἀνθρώπων καὶ ἐρυγαὶ ὀξώδεις καὶ κνισσώδεις, καὶ νοσεῖν ἐντεῦθεν συμβαίνει τὸν ἄνθρωπον. ἀλλ᾿ ἐπειδὴ συγκεχυμένως πως ὁ συλλογισμὸς παρὰ τῷ Ἀριστοτέλει ἐξετέθη, φέρε ἡμεῖς τοῦτον προσσαφηνίσωμεν, ἵνα μὴ δυσχερές τι καὶ πρόσαντες ἐν τῇ τοῦ κειμένου ἐξηγήσει ἐφεύρωμεν. τοῖς σκεύεσι δεῖ σωτηρίας· οἰς δὲ δεῖ σωτηρίας. χρεία σκέπης· τοῖς σκεύεσιν ἄρα δεῖ σκέπης, ἤγουν οἰκίας, ἐλάττων ὅρος τὰ σκεύη, μείζων τὸ χρεία σκέπης. καὶ πάλιν τῷ Σωκράτει δεῖ τοῦ ὑγιαίνειν· ᾧ δὲ δεῖ τοῦ ὑγιαίνειν, τὸ ἀπὸ δείπνου περιπατεῖν· τῷ Σωκράτει ἄρα ὑπάρχει τὸ ἀπὸ δείπνου περιπατεῖν. ὅρα πῶς καὶ ἐπὶ τούτου τοῦ συλλογισμοῦ ὁ μέσος ὅρος ἐστὶ τὸ τελικὸν αἴτιον, ἤγουν ἡ ὑγεία, καὶ ἐπὶ τοῦ προτέρου μέσος ὅρος ἡ σωτηρία. εἶτα προσσυλλογίζεται τὴν μείζονα πρότασιν μεταλλάξας τοὺς ὅρους τῆς μείζονος προτάσεως καὶ λαβὼν μείζονα ὅρον τὸ ὑγιαίνειν, τὸ δὲ ἀπὸ δείπνου περιπατεῖν ἐλάττονα, τὸ Γ. μετήλλαξε δὲ τοὺς ὅρους διὰ τὸ ταυτίζεσθαι· ταὐτὸν γάρ ἔστι τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν, ὤσπερ καὶ ἐπὶ τοῦ γελαστικοῦ καὶ τοῦ ἀνθρώπου· ἐπεὶ δὲ ταυτιζονται, ἀδιάφορόν ἐστι τὸ θάτερον αὐτῶν λαβεῖν ἢ ὑποκείμενος ἢ κατηγορούμενον. μέσον δὲ ὅρον λαμβάνει τὸ Β ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία πρὸς τῷ στόματι τῆς γαστρός. καὶ συλλογίζεται οὕτως· τῷ ἀπὸ δείπνου περιπατοῦντι χρεία τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρός· ᾧ δὲ χρεία τούτου, τούτῳ ὑπάρχει τὸ ὑγιαίνειν. ἔστι δὲ τὸ μὴ ἐπιπολάζειν τὰ σιτία ἐν τῷ στόματι τῆς γαστρὸς οὐχὶ τελικὸς ὁρισμὸς τῆς ὑγείας ἀλλὰ εἰδικός. ὑγείας δὲ λέγει οὐχὶ τῆς καθόλου ἀλλὰ τῆς ἐκ τροφῆς γινομένης. τῆς δὲ καθόλου ὑγείας ὁρισμός ἐστι συμμετρία τῶν τεσσαρων χυμων. Τὸ ὑγιαίνειν Α, ἤγουν μείζονα ὅρον, ἴσως τις ἀπορήσει, εἰ τὸ ὑγιαίνειν τελικὸν αἴτιόν ἐστι τοῦ ἀπὸ δείπνου περιπατεῖν, προέκειτο δὲ αὐτῷ δεῖξαι ὡς καὶ τὸ τελικὸν αἴτιον λαμβάνεται μέσος ὅρος ἐν τῇ ἀποδείξει, πῶς ἐνταῦθα μείζονα ὅρον ἔλαβε τὸ ὑγιαίνειν. καὶ φαμὲν ὡς τοῦτο προσσυλλογισμός ἐστι τῆς μείζονος προτάσεως τοῦ συλλογισμοῦ· ἐν γὰρ τῷ συλλογισμῷ μέσος ὅρος κεῖται τὸ ὑγιαίνειν. τὸ δὲ ἔστω δὴ ἀντὶ τοῦ ῾κατηγορείσθω᾿ ληπτέον. Καὶ τοῦτο, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει ὑγιεινόν. δοκεῖ γάρ, ἤγουν παρὰ πάντων ὁμολογεῖται, ὁρισμὸς εἶναι τῆς ὑγείας τὸ μὴ ἐπιπολαζειν τὰ σιτία. Τί οὖν τὸ αἴτιον τοῦ τὸ Α, ἤγουν τὸ οὗ ἕνεκα, τουτέστι τὸ ὑγιεινόν, ὃ ὡς τελικὸν αἴτιον ἔκειτο ἐν τῷ συλλογισμῷ, ὑπάρχειν τῷ Γ, ἤγουν τῷ περιπατεῖν; καὶ φησὶν ὡς τὸ Β, ἤγουν τὸ μὴ ἐπιπολάζειν τὰ σιτία. τοῦτο δέ, ἤγουν τὸ μὴ ἐπιπολάζειν, ἐστὶν ὥσπερ ὁρισμὸς ἐκείνου, ἤγουν τῆς ὑγείας· καὶ γὰρ οὕτως ἀποδοθήσεται τὸ A, ἤγουν εἴ τις μέλλει ἀποδοῦναι ὁρισμὸν τοῦ Α, ἤγουν τοῦ ὑγιεινοῦ, τοῦτο ἀποδώσει τὸ μὴ ἐπιπολάζειν. p. 94b20 Διὰ τί δὲ τὸ Β τῷ Γ ἐστίν; Ωσπερ ἔδειξε τὸ ὑγιεινὸν ὑπάρχειν τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ B, τοῦ μὴ ἐπιπολάζειν τὰ σιτία, οὕτως πειρᾶται δεῖξαι ὠς τὸι B, τι μὴ ἐπιπολάζειν τὰ σιτία, ὑπάρχει τῷ Γ, ἤγουν τῷ ἀπὸ δείπνου περιπατεῖν, διὰ μέσου τοῦ A, ἤγουν τοῦ ὑγιεινοῦ. τὰ γὰρ ταυτιζόμενα δι᾿ ἀλλήλων δείκνυται· ταυτίζονται δέ, ὠς εἴπομεν, τὸ ἀπὸ δείπνου περιπατεῖν καὶ τὸ ὑγιαίνειν. ὥσπερ καὶ τὸ ἐκλείπειν τὴν σελήνην δείξει τις διὰ τῆς ἀντιφράξεως, καὶ ὅτι ἡ σελήνη ἀντιφράττεται, διὰ τῆς ἐκλείψεως. πλὴν ὅταν ἡ ἀπόδειξις γένηται διὰ τοῦ πρώτου αἰτίου, ἔστιν ἡ κυρίως ἀπόδειξις· ὅταν δὲ διὰ τοῦ αἰτιατοῦ δειχθῇ τὸ αἴτιον, ἀπόδειξις μὲν γίνεται, οὐ χυρίως δὲ δεύτερον γὰρ μέτρον καὶ ἔκπτωσιν ἔχει ἀποδείξεως. p. 94a21 Δεῖ δὲ μεταλαμβάνειν τοὺς λόγους. Ἤγουν τοὺς συλλογισμούς. ἐπεὶ γὰρ συγκεχυμένως ἐξέθετο τοὺς συλλογισμοὺς καὶ οὐκ ἰδίᾳ ἔθετο τὸν συλλογισμὸν ἰδίᾳ δὲ τὸν προσσυλλογισμὸν τῆς μείζονος προτάσεως, φησὶ ‘λάβε τούτους ἰδίᾳ, καὶ οὕτως ἕκαστα σαφῆ σοι γενήσεται’. p. 94b23 Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα. |Φέρε πρὸ τῆς τοῦ κειμένου ἐξηγήσεως περὶ αὐτομάτου καὶ τύχης μικρόν τι φιλοσοφήσωμεν, ἵνα μὴ ἡ ἀκολουθία τῆς τοῦ κειμένου ἐξηγήσεως ἐκκρούηται. τὸ αὐτόματον θεωρεῖται ἐν τοῖς ὑπὸ τῆς φύσεως γινομένοις οὕτως. ὃ γὰρ κατὰ τὸν σκοπὸν τῆς φύσεως ἀποβαίη, καθ᾿ ὃν τοῦτο κεκίνηκε, τοῦτο λέγεται φυσικὸν καὶ κατὰ φύσιν. τὸ δὲ παρὰ τὸν σκοπὸν της φυσεως γενομενον λεγεται αυτοματον ὡς αὐτομάτην καὶ παρὰ τὸν σκοπὸν τῆς φύσεως γενόμενον. οἷον λίθος ἀπὸ τοῦ ὄρους ἀποκοπεὶς ὑπὸ τῆς ἐνούσης αὐτῷ φυσικῆς δυνάμεως τοῦ κινεῖσθαι, ἣν ἔσχηκεν ἐκ τῆς ὕλης, ἤγουν τῆς ἐν αὐτῇ βαρύτητος, κεκίνηται κατὰ φύσιν καταλαβεῖν τὸν οἰκεῖον τόπον· οἰκεῖος δὲ τόπος ἐστὶ τῶν βαρέων ὁ κάτω, ὥσπερ καὶ τῶν κούφων 6 ἄνω. καταλαβὼν οὖν τὸν κάτω τόπον ἔστη τῆς κινήσεως· τὸ γὰρ σκοπιμώτατον τέλος τῆς ἐν τῷ λίθῳ φύσεως, οὗ χάριν αὕτη τοῦτον ἐκίνησεν, ἐστὶ τὸ τὸν οἰκεῖον τόπον καταλαβεῖν, καὶ λέγεται τοῦτο φυσικόν. εἰ δέ που ὁ λίθος καταλαβὼν τὸν κάτω χῶρον ἐπιτήδειος εἰς καθέδραν γέγονεν ἐν τῷ περιαιρεθῆναι τῷ κατέρχεσθαι ἃς εἶχεν ἐξοχὰς καὶ τετραγωνισθῆναι, τοῦτο αὐτὸ τὸ εἰς καθέδραν ἐπιτήδειον γεγονέναι λέγεται αὐτόματον ὡς αὐτομάτην γενόμενον καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς φύσεως. ἡ δὲ τύχη θεωρεῖται ἐν τοῖς κατὰ προαίρεσιν γινομένοις καὶ ἐν τοῖς κατὰ διάνοιαν, ἤγουν τοῖς κατὰ τέχνην γινομένοις· τὰ γὰρ τεχνητὰ πάντα, οἷον ὅλη οἰκία, ἐκ τέχνης ἔσχον τὴν γένεσιν· αἱ δὲ τέχναι ἐξ ἐπινοίας τῶν ἀνθρώπων ἐφεύρηνται. κατὰ προαίρεσιν δὲ λέγεται γίνεσθαι τὸ λούσασθαι, τὸ εἰς ἀγορὰν κατελθεῖν καὶ ἀπλῶς ὅσα ἐκ τῆς προαιρέσεως τὴν γένεσιν ἔσχηκεν. εἰ γοῦν τις ᾑρετίσατο λούσασθαι καὶ τούτου χάριν ἐβάδιζε, τοῦτό ἔστι τέλος προαιρετόν· ὃ γὰρ προῄρηται, καὶ εἰς τέλος ἐκβέβηκεν. εἰ δὲ κατερχόμενος εἰς τὸ βαλανεῖον ἐνέτυχε χρεωφειλέτῃ τινὶ καὶ ἔλαβεν ὃ δέδωκεν αὐτῷ χάριν δάνους, τοῦτο τὸ λαβεῖν τὸ δάνειον λέγεται τυχηρὸν καὶ τύχη ὡς παρὰ τὸν σκοπὸν τῆς προαιρέσεως γενόμενον· ἄλλο γὰρ προθεμένης τῆς προαιρέσεως, ἤγουν τὸ λούσασθαι, τοῦτο ἀπέβη. ὁμοίως δὲ καὶ ἐν τοῖς ἀπὸ τέχνης γινομένοις ἡ τύχη θεωρεῖται. οἷον ἡ ὑγεία ἀπὸ τῆς ἰατρικῆς τέχνης γίνεται καὶ τέλος αὐτῆς ἐστιν· ὡσαύτως καὶ ἡ σωτηρία τῆς γηὸς τέλος τῆς κυβερνητικῆς. εἰ μὲν οὖν ἡ ὐγεία ἐπιγένηται τῷ νοσοῦντι ἐκ τῶν προσφερομένων φαρμάκων παρὰ τοῦ ἰατροῦ, τέλος λέγεται τεχνητόν· τῆς γὰρ ὑγείας ἡ τέχνη ἐστοχάζετο. εἰ δὲ πυρέττων τις καὶ διψήσας ὑπερβολικῶς προσήγαγεν ἑαυτῷ ὕδωρ ψυχρὸν διὰ τὴν τῆς δίψης ἴασιν, ἐντεῦθεν δὲ συνέβη αὐτῷ ἀπαλλαγῆναι τῆς νόσου καὶ ὑγείαν λαβεῖν, οὐ τεχνητὸν λέγεται τότε ἡ ἡγεία ἀλλὰ τυχηρὸν καὶ τύχη. ὡσαύτως καὶ ὁ κυβερνήτης εἰ μὲν ἀπὸ τῆς κυβερνητικῆς τέχνης σωτηρίαν ἐπάξει τῇ κλυδωνιζομένῃ νηΐ, τότε ἡ σωτηρία τῆς νηὸς ὡς κατὰ τὸν σκοπὸν τῆς τέχνης προβᾶσα λέγεται τεχνητὸν τέλος. εἰ δὲ πολλάκις ὁ κυβερνήτης ἀπέκαμε πρὸς τὰ ἐγειρόμενα κύματα καὶ τὸ μὲν ἱστίον ἐσχίσθη παρὰ τῆς σφοδρότητος τοῦ ἀνέμου καὶ τὸ πηδάλιον διερράγη, τὸ δὲ πλοῖον φερόμενον ἄτερ κυβερνήσεως παρὰ τῶν κυμάτων εἰς λιμένα κατήντησε καὶ διεσώθη, τότε ἡ τῆς νεὼς σωτηρία τυχηρὰ λέγεται καὶ οὐκ ἀπὸ τέχνης. λέγεται δὲ καὶ ἡ τύχη αὐτόματον ὡς καὶ αὐτὴ μάτην τὴν σύστασιν ἔχουσα καὶ οὐ κατὰ τὸν σκοπὸν τῆς προαιρέσεως ἢ τῆς τέχνης. ὥστε πᾶν μὲν τυχηρόν ἐστι καὶ αὐτόματον, οὐ πᾶν δὲ αὐτόματόν ἔστι καὶ τυχηρόν. καθολικώτερον ἄρα το αὐτόματον τῆς τύχης. ἀλλ᾿ ἀρκτέον τῆς ἐξηγήσεως τοῦ κειμένου. Αἱ δὲ γενέσεις ἀνάπαλιν ἐνταῦθα. διὰ μὲν τοῦ ἐνταῦθα ἐδήλωσε τὰ τελικὰ αἴτια, διὰ δὲ τοῦ ἐπὶ τῶν κατὰ κίνησιν αἰτίων ἐδήλωσε τὰ ποιητικά. γένεσιν δὲ λέγειλ τὴν τάξιν τὴν κατὰ τὸν χρόνον τοῦ αἰτίου τε καὶ τοῦ αἰτιατοῦ· ὠνόμασε δὲ τὴν τάξιν ταύτην γένεσιν, διότι περὶ τάξεως γινομένων πραγμάτων θεωρεῖ. καὶ διὰ τοῦτο τὴν τάξιν γένεσιν εἴρηκεν. εἰπὼν γάρ, πόσα τὰ αἴτια καὶ τίνα εἰσί, νῦν λέγει καὶ κατὰ τί ἀλλήλων διαφέρουσι. φησὶ γοῦν ὡς αἱ γενέσεις, ἤγουν τὰ αἴτια τὰ τελικὰ καὶ ποιητικά, ἀνάπαλιν ἔχουσιν ἐν τῇ ἀκολουθήσει. ἐκεὶ μὲν γάρ, ἐπὶ τῶν ποιητικῶν, δεῖ προγενέσθαι τὸ μέσον, ἤγουν τὸ ποιητικὸν αἴτιον. ὃ μέσος ὅρος κεῖται ἐν τῇ ἀποδειξει, εἶθ᾿ οὕτως γενέσθαι τὸ Γ, ἤγουν τὸ ἔσχατον ἐν τῷ Γ κείμενον. ἐν γὰρ τῷ Γ κεῖται Ἀθηναῖοι, μέσον δὲ τὸ προτέρους εἰς Σάρδεις μετ᾿ Ἐρετριέων εἰσβαλεῖν, μείζων δὲ ὅρος ὁ Μηδικὸς πόλεμος. πρῶτον οὖν γέγονε τὸ μέσον, εἶθ᾿ οὕτως ἐπηκολούθησε τὸ Γ, ἤγουν τὸ τοὺς Ἀθηναίους πολεμεῖσθαι ὑπὸ τῶν Μήδων. ἐνταῦθα δέ, ἤγουν ἐπὶ τῶν τελικῶν αἰτίων, πρῶτον γέγονε τὸ κείμενον ἐν τῷ ἐσχάτῳ ὅρῳ, ἤγουν τὸ Γ· κεῖται δὲ τὸ ἀπὸ δείπνου περιπατῆσαι τὸν Σωκράτην· εἶθ᾿ ὕστερον γέγονε καὶ τὸ οὗ ἕνεκα, ἤγουν τὸ τελικὸν αἴτιον, ἡ ὑγεία· αὕτη γὰρ κεῖται μέσος ὅρος ἐν τῇ αποοειςει. p. 94b27 Ἐνδέχεται δὲ τὸ αὐτὸ καὶ ἔνεκά τινος εἶναι καὶ ἐξ ἀνάγκης. Ἐνταῦθα ὁ Ἀριστοτέλης ἄλλο τι θεώρημα λέγει. μὴ ἀκριβολογούμενος δὲ ἀντὶ τοῦ εἰπεῖν ῾οὗ ἕνεκα᾿ εἶπεν ἕνεκά τινος· ἕτερα γὰρ ἀλλήλων εἰσὶ τὸ οὗ ἔνεκα καὶ τὸ ἕνεκά τινος. ἕνεκα γάρ τινος λέγεται πάντα τὰ πρὸ τοῦ τέλους γινόμενα ἀφορῶντα δὲ πρὸς ἀπάρτισιν τοῦ τέλους, ὡς ὁ θεμέλιος, οἱ τοῖχοι καὶ ὁ ὄροφος ἕνεκα τοῦ τέλους εἰσὶ τῆς οἰκίας· οὗ δὲ ἕνεκα λέγεται τὸ τελικὸν αἴτιον, ἤγουν ἡ οἰκία· χάριν γὰρ τῆς οἰκίας προεγένοντο τοῖχοι καὶ θεμέλιοι. ἐξ ἀνάγκης δὲ νόει τὸ ὑλικὸν αἴτιον διὰ τὸ |τὴν ὕλην ἀναγκαίαν λέγεσθαι· ἀναγκαῖα γὰρ οἱ λίθοι καὶ τὰ ξύλα καὶ οἱ πλίνθοι, ἃ ὕλη εἰσὶ τῆς οἰκίας, διὰ τὸ ἐν χρείᾳ τούτων γίνεσθαι τὸν οἰκοδομήσοντα οἰκίαν. φησὶ γοῦν ὡς ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν πρᾶγμα δείκνυσθαι καὶ διὰ τοῦ ἕνεκά τινος, ἤγουν τοῦ τελικοῦ αἰτίου, καὶ ἐξ ἀνάγκης, ἤγουν διὰ τοῦ ὑλικοῦ αἰτίου. p. 94b28 Οἷον διὰ τί δίεισι διὰ τοῦ λαμπτῆρος τὸ φῶς; Λαμπτῆρας νόει ἢ τὰ ὑέλια, ἃ διὰ τῆς γυψεμπλαστικῆς τέχνης ἐπιτίθενται ταῖς οἰκίαις χάριν τοῦ φωτίζεσθαι ταύτας, ἢ τὸ ἐκ δορᾶς λεπτῆς κατασκευασθὲν ἐξ ἐπινοίας τῶν ἀνθρώπων χάριν τοῦ μὴ τοῖς λίθοις προσκρούειν τοὺς νύκτωρ βαδίζοντας. ἡ γοῦν δορὰ καὶ τὰ ὑέλια φυσικά εἰσιν, ὧν τοὺς πόρους ἡ φύσις μεγάλους πεποίηκε· τεχνικὰ δέ εἰσι τὰ γυψεμπλαστικὰ οἷς ἐντίθενται τὰ ὑέλια· ὠσαύτως καὶ τὸ κατασκευασθὲν ἐκ τῆς δορᾶς. τὸ δὲ πῦρ λίαν ἐστὶ λεπτομερέστατον. εἴ τις γοῦν ἔροιτο διὰ τί διὰ τῶν λαμπτήρων τὸ φῶς διέρχεται, ἐροῦμεν ἐξ ἀνάγκης, ἤγουν ὑλικὴν αἰτίαν, τὸ τὸ πῦρ μικρομερέστερον ὂν διέρχεσθαι διὰ τῶν ἐν αὐτοῖς ἀδήλων πόρων μειζόνων ὄντων. εἶπε δὲ τὸ εἴπερ φῶς γίνεται τῷ διιέναι, διότι οὐ πρόκειται αὐτῷ διδάξαι πῶς διὰ τῶν λαμπτήρων τὸ φωτίζον πῦρ διέρχεται. καὶ διὰ τοῦτο οὐδ᾿ ἀκριβολογεῖται τίς ἐστιν ἡ αἰτία. ἔνεκά τινος δέ, ἤγουν τελικήν αἰτίαν, ἐροῦμεν τὸ μὴ προσπταίειν νύκτωρ τοῖς λίθοις. καὶ ἐπὶ τούτων μὲν ἡ μὲν ὑλικὴ αἰτία ἀπεδόθη φυσική, ἡ δὲ τελικὴ τεχνητή. ἐπί τινων δὲ ἑτέρων καὶ τὰ δύο αἴτια ἀποδίδονται φυσικά. οἷον διὰ τί οἱ ἐμπρόσθιοι ὀδόντες ὀξεῖς εἰσι; καὶ ἐροῦμεν μὲν ὑλικὴν αἰτίαν φυσικὴν τὸ ἐκ λεπτομερεστέρας ὕλης γενέσθαι τὴν αὐτῶν σύστασιν ἢ διὰ τὸ ἐν τῇ φατνώσει καὶ τῇ ἄνω καὶ τῇ κάτω τῇ ἐμπροσθίᾳ λεπτομερὲς εἶναι τὸ ὀστοῦν, ἐξ οὗ οἱ ἐμπρόσθιοι ὀδόντες φύονται. τελικὴν 81 δὲ αἰτίαν ἐροῦμεν φυσικὴν τὸ διαιρεῖν τὰ σιτία. p. 94b31 Ἆρα οὖν εἰ εἶναι ἐνδέχεται, καὶ γίνεσθιαι ἐνδέχεται; Tὰ πράγματα ἢ ὄντα εἰσὶν ἢ γινόμενα. ὄντα δὲ λέγεται τὰ καθ᾿ ὁλοκληρίαν συνεστῶτα, ἤγουν ὧν τὰ μόρια ὑφεστήκασιν ἅμα, οἷον ἄνθρωπος, λίθος, ξύλον. γινόμενα δὲ λέγεται τὰ μὴ καθ᾿ ὁλοκληρίαν συνεστῶτα ἀλλὰ κατὰ μέρος, ὧν ὅσον μὲν μέρος [αὐτοῦ] παρελήλυθε, διέφθαρται, ὅσον δὲ οὔπω γέγονεν, οὔπω ἔστι, μόνον δὲ ἔχει τὸ εἶναι κατὰ τὸ ἐνεστὼς καὶ τὸ νῦν. οἷόν ἐστιν ἡ ἡμέρα καὶ ὁ ἀγών· οὔτε γὰρ τὰ μόρια τῆς ἡμέρας πάντα ἅμα συνεστήκασιν, ἀλλ᾿ ὅσα γίνονται ὑπορρέουσιν, καἰ ἅμα τῇ συμπληρώσει τῆς ὅλης ἡμέρας οὐδὲν μέρος αὐτῆς ἀπομένει· ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ ἀγῶνος γίνεται. ζητεῖ γοῦν, ἆρα ὥσπερ ἐπὶ τῶν ὄντων [τῶν] καὶ καθ᾿ ὁλοκληρίαν συνεστώτων πραγμάτων ἀποδίδοται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια, οὕτως ἐνδέχεται καὶ ἐπὶ τῶν γινομένων καὶ μὴ καθ᾿ ὁλοκληρίαν ὑφεστώτων πραγμάτων ἀποδίδοσθαι καὶ ὑλικὰ αἴτια καὶ τελικά. γινόμενον δὲ πρᾶγμά ἐστι καὶ ἡ βροντὴ διὰ τὸ κατὰ μέρος συνίστασθαι. καὶ δείκνυσιν ὡς ἀπὸ τοῦ παραδείγματος ὅτι καὶ ἐπ᾿ αὐτῶν ἀποδίδονται καὶ ὐλικὰ αἴτια καὶ τελικά. οἷον πρὸς τὸν ζητοῦντα εἰ βροντᾷ, ἤγουν διὰ τί βροντᾷ, ἐρεῖς ὑλικὸν αἴτιον τὸ ἀποσβέννυσθαι τὸ πῦρ καὶ οὕτως ἐξ ἀνάγκης σίζειν ἐν τῇ ἀποσβέσει, ἤγουν ψόφον γίνεσθαι. οἱ δὲ Πυθαγόρειοι τελικὸν αἴτιον ἀπεδίδουν τῆς βροντῆς τὸ διὰ τοῦ ψόφου τὸν Δία ἐπαπειλεῖν καὶ ἐκφοβεῖν τοὺς ἐν τῷ ταρτάρῳ Τιτᾶνας. πλεῖστα δὲ τοιαῦτα εὑρήσεις ἐν τοῖς φυσικοῖς πράγμασιν, ἐφ᾿ ὧν ἀποδίδονται καὶ ὑλικὰ καὶ τελικὰ αἴτια. εἶπε δὲ φυσικὰ διὰ τὰ τεχνητά, ἐξ ὧν καὶ παραδείγματα προέθετο τοὺς λαμπτῆρας. p. 94b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δὲ ἐξ ἀνάγκης. Τὴν αἰτίαν ἐνταῦθα ἀποδίδωσι δι᾿ ἣν ἐν τοῖς φυσικοῖς πράγμασι δύο αἰτίας ἀποδιδόαμεν φυσικάς, ὑλικὴν καὶ τελικήν. καὶ φησίν· ἐπειδὴν ἕκαστον τῶν φυσικῶν πραγμάτων ἐκ ὕλης καὶ εἴδους σύγκειται (λέγεται γὰρ καὶ τὸ ἕνεκά του, ἤγουν τὸ οὗ ἕνεκα, φύσις, λέγεται καὶ τὸ ἐξ ἀνάγκης, ἤγουν ἡ ὕλη, φύσις), ἐπὶ δὲ τῶν φυσικῶν πραγμάτων τὸ εἶδος καὶ τὸ τέλος ταὐτά· ὀ γὰρ ἄνθρωπος εἶδος μὲν λέγεται, καθ᾿ ὅσον τὸ εἶδος αὐτοῦ, ἤγουν ὁ ὁρισμός, ἐπιτεθὲν παρὰ τῆς φύσεως τῇ ὕλῃ, ἤγουν τοῖς καταμηνίοις μὴ ἔχουσι μηδέν τι εἶδος εἴτε ἀνθρώπου εἴτε ἵππου εἴτ᾿ ἀλλου τινὸς ἀλλ᾿ ἀμόρφοις οὖσι, διεμόρφωσε ταύτην καὶ ἄνθρωπον εἰργάσατο· τὸ αὐτὸ δὲ τοῦτο, ἤγουν τὸ εἶδος τοῦ ἀνθρώπου, λέγεται καὶ τέλος· οὐ γὰρ μάτην ἡ φύσις ἐκίνει τὰ καταμήνια καὶ ἐνεργὰ ταῦτα ἐποίει, ἀλλ᾿ ἵνα γίνοιντο ἐπιτήδεια εἰς ὑποδοχὴν τοῦ ἀνθρωπείου εἴδους. ἀλλ᾿ ἐπανιτέον εἰς τὴν τοῦ λόγου συνέχειαν. ἐπεὶ πᾶν πρᾶγμα φυσικὸν καὶ εἶδος ἔχει, ὃ καὶ τέλος ἐστὶ καὶ λέγεται, συνίσταται δὲ καὶ ἐξ ὕλης, τούτου χάριν ἀποδιδόαμεν ἐν τῷ εἰς ζήτησιν προκεῖσθαί τι τῶν φυσικῶν πραγμάτων καὶ ὑλικὸν αἴτιον καὶ τελικόν, ἵνα δι᾿ ἀμφοτέρων τῶν αἰτίων παραστήσωμεν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἤγουν τὴν |ὕλην καὶ τὸ εἶδος. ἐπεὶ δὲ ἐκάλεσε τὴν ὕλην ἀνάγκην, διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὴν κατὰ φύσιν καὶ ὁρμὴν κίνησιν καὶ εἰς τὴν βία τὴν παρὰ τὴν ὁρμὴν καὶ εἰς τὴν παρὰ] φύσιν κίνησιν. ἐν δὲ ἑτέραις πραγματείαις αὐτοῦ διαιρεῖ τὸ ἀναγκαῖον εἰς τὸ ἀπλῶς καὶ κυρίως ἀναγκαῖον καὶ εἰς τὸ καθ᾿ ὑποθεσιν ἀναγκαῖον, ἂ ἐνταῦθα παρέλειψε. καὶ καρίως μὲν ἀναγκαῖον λέγεται τὸ ἀπολύτως λεγόμενον καὶ ἄνευ προσδιορισμοῦ· οἷόν ἐστι τὸ ῾ἀνάγκη τὸν ἥλιον κινεῖσθαι᾿ καὶ τὸ ῾ἀνάγκη ἡμέραν γίνεσθαι ὑπὲρ γῆν ὄντος τοῦ ἡλίου᾿ · καὶ ἀπλῶς τὸ κυρίως ἀναγκαῖον ἐπὶ τῶν ἀιδίων λέγεται. ἐπὶ δὲ τῶν ἐν γενέσει καὶ φθορᾷ πραγμάτων λέγεται τὸ ἀναγκαῖον ἐξ ὑποθέσεως καὶ μετὰ προσδιορισμοῦ καὶ προσθήκης τινός, ὡς τὸ ῾ἀνάγκη τὸν ἄνθρωπον ἀναπνεῖν, ἔστ᾿ ἂν ζῇ᾿· ἀπολύτως γὰρ οὐ δύνασαι τοῦτο εἰπεῖν διὰ τὸ μὴ ἀεὶ εἶναι τὸν ἄνθρωπον. Ὠς ὁ λίθος ἐξ ἀνάγκης κινεῖται καὶ ἄων καὶ κάτω, ἀλλ οὐ διὰ τὴν αὐτὴν αἰτίαν, ἤγουν ἀλλ' οὐχὶ καθ᾿ ἓν σημαινόμενον τοῦ ἀναγκαίου. οὐ γὰρ ἄνω καὶ κάτω κινεῖται κατὰ φύσιν ἢ παρὰ φύσιν, ἀλλὰ κάτω μὲν κινεῖται κατὰ φύσιν, ἤγουν κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην φυσικήν, τουτέστι τὴν βαρύτητα· κατὰ φύσιν γὰρ λέγεται, ὅταν ἐξ ἐαυτοῦ τι κινῆται κατὰ τὴν προσοῦσαν αὐτῷ ὕλην· ἡ γὰρ βαρύτης ἐστὶν αἰτία τῆς εἰς τὸ κάτω αὐτοῦ κινήσεως, ὥσπερ καὶ τοῦ πυρὸς ἡ κουφότης αἰτία ἐστὶ τῆς εἰς τὸ ἄνω αὐτοῦ κινήσεως. παρὰ φύσιν δὲ καὶ βιαία κίνησίς ἐστιν ἡ μὴ ἀπὸ τῆς ἐνούσης φυσικῆς δυνάμεως καὶ ὕλης ἐνδιδομένη ἀλλ᾿ ἐκ τῶν ἔξωθεν· ὅταν γὰρ ὁ λίθος ἄνω φέρηται, παρά τινος ἐτέρου κεκίνηται καὶ οὐκ ἐκ τῆς ἰδίας φύσεως. Ἐν δὲ τοῖς ἀπὸ διανοίας, ἤγουν τοῖ( τεχνητοῖς πράγμασι καὶ προαιρετοῖς, οὐδέποτε τὸ αὐτόματον θεωρεῖται· οὐ γάρ ἐστι δυνατὸν τὸν ἀνδριαντοποιὸν καταμαλάττοντα τὸν χαλκὸν καὶ σπουδάζοντα ἀνδριάντα ποιῆσαι ἀποτυχεῖν τοῦ σκοποῦ καὶ ποιῆσαι ἄλλο τι. ὠσαύτως οὐδὲ ὁ οἰκοδόμος σκοπὸν θέμενος οἰκίαν ποιῆσαι ἀποτύχοι ποτὲ τοῦ σκοποῦ. p. 95a4 Οὐδ᾿ ἐξ ἀνάγκης. Ἀνάγκην, ὡς εἴπομεν, λέγει τὴν ὕλην, ὕλη δὲ τοῦ ἀνδριαντοποιοῦ ὁ χαλκός, τῆς δὲ οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα. φησὶ γοῦν ὅτι οἱ λίθοι καὶ τὰ ξύλα οὐ κατὰ τὴν φυσικὴν αὐτῶν δύναμιν δύνανται κινηθῆναι καὶ ἀποτελέσαι οἰκίαν, εἰ μὴ παρὰ τοῦ οἰκοδόμου κινηθεῖεν καὶ εὐάρμοστον σύνθεσιν σχοῖεν. p. 95a5 Ἀλλ᾿ ἕνεκά του. Ἤγουν ἀλλὰ κινοῦνται ταῦτα παρὰ τοῦ τεχνίτου ἕνεκα τοῦ γενέσθαι οἰκίαν ἢ ἀνδριάντα ἢ ἕτερόν τι, ὃ σκοπιμώτατον τέλος ἔθετο. ἐπὶ μὲν οὖν τῶν τεχνητῶν καὶ τῶν προαιρετῶν τὸ αὐτόματον χώραν οὐκ ἔχει, ἀλλ᾿ ἐπὶ τῶν φυσικῶν μόνων. τὰ δὲ τῶν ἀπὸ διανοίας, ἤγουν ἐπί τινων δὲ καὶ τεχνητῶν καὶ προαιρετῶν πραγμάτων ἔχει χώραν τὸ ἀπὸ τύχης, ἤγουν ἡ τύχη· εἰσὶ γάρ τινες τέχναι στοχαστικαί, ὡς ἡ ἰατρικὴ καὶ ἡ κυβερνητική. ἐκ γὰρ τῶν οὔρων καὶ τῶν διαχωρημάτων καὶ τῆς σφυγμικῆς κινήσεως καὶ τῆς τοῦ προσώπου χρόας καὶ τῆς εὐπνοίας καὶ τῆς δυσπνοίας στοχάζεται τὸν νοσοῦντα, εἴτε ὑγείαν ἕξει εἴτε καὶ μὴ. καὶ διὰ τοῦτο πολλάκις ἐπιτυγχάνει τοῦ σκοποῦ ποιῶν τὰ ἐκ τῆς τέχνης πάντα διαταττόμενα· πολλάκις δὲ καὶ ἀποτυγχάνει διὰ τὸ εὐανάτρεπτον τῶν σωμάτων καὶ τὴν ποικίλην μεταβολὴν καὶ ἀλλοίωσιν αὐτῶν. αὐτὴ γοῦν ἡ ὑγεία οὐ μόνον γενήσεται ἐκ τέχνης ἰατρικῆς ἀλλὰ καὶ ἐκ τύχης. ὡσαύτως δὲ καὶ ἡ κυβερνητικὴ στοχαστικὴ λέγεται, διότι ἐκ τῆς καταστοχάσεως τῆς ἀνατολῆς τῶν ἄστρων καὶ τῶν ἀνέμων σωτηρίαν ἐμποιεῖ τῇ νηί· διὸ καὶ ἀποτυγχάνει. ἐν ὅσοις γοῦν τῶν τεχνῶν ἢ καὶ τῶν τεχνητῶν πραγμάτων ἐνδέχεται καὶ ὧδε εἶναι, ἤγουν ἐπιτυχίαν τοῦ τέλους γίνεσθαι, καὶ ἄλλως, ἤγουν ἀποτυχίαν, ὅταν ἡ γένεσις ᾖ μὴ ἀπὸ τύχης, ἤγουν ὅταν τὸ τέλος μὴ ἀπὸ τύχης γένηται ἀλλ᾿ ἀπὸ τέχνης, τότε ἐστὶ τὸ τέλος ἀγαθὸν καὶ ἕνεκά του γινόμενον, ἤγουν τελικὸν αἴτιον ἡ γὰρ ἀπὸ τύχης γινομένη ὑγεία ἢ σωτηρία τελικὸν αἴτιον οὐ λέγεται. καὶ ἢ ὑπὸ τῆς φύσεως γίνεται τὸ τέλος τὸ ἀγαθόν, ὡς ἐπὶ τῶν φυσικῶν πραγμάτων, ἢ ἐκ τῆς τέχνης, ὡς ἐπὶ τῶν τεχναστῶν. ἀπὸ τύχης δὲ οὐδὲν γίνεται ἕνακά του· οἷον ἡ ὑγεία ἡ ἀπὸ τύχης γινομένη ἢ ἡ σωτηρία τῆς νηὸς τελικὸν αἴτιον οὐ λέγεται. p. 95a10 Τὸ αὐτὸ δ᾿ αἴτιόν ἐστι τοῖς γινομένοις. Δείξας, ὡς ἔστι τὸ αὐτὸ πρᾶγμα δεῖξαι διὰ διαφόρων αἰτίων, νῦν μεταβαίνει εἰς ἕτερόν τι θεώρημα, ὅτι τὸ αἴτιον ἀνάγκη συνεξαλλάττεσθαι τῷ προκειμένῳ ζητήματι καὶ ποικίλλεσθαι μὲν κατὰ τὸν χρόνον, μὴ μέντοι γε δὲ καὶ κατὰ τὸ εἶδος, ἀλλὰ μένειν μὲν τῷ εἴδει ἀμετάβλητον ὥσπερ καὶ τὸ προκείμενον ζήτημα, τοῦ δὲ ζητήματος συνεξαλλαττομένου κατὰ τὸν χρόνον συνεξαλλάττεται καὶ τὸ αἴτιον. οἷον αἰτία ἐστὶ τοῦ κρυστάλλου ἡ τοῦ ὕδατος πῆξις διὰ παντελῆ στέρησιν τοῦ θερμοῦ. εἰ μὲν οὖν προτεθῇ τὸ ζήτημα κατὰ τὸν ἐνεστῶτα χρόνον, ἀποδοθήσεται καὶ τὸ αἴτιον αὐτοῦ κατὰ τὸν ἐνεστῶτα· εἰ δὲ γινόμενόν ἐστι τὸ πρᾶγμα, καὶ τὸ αἴτιον γινόμενον ἀποδοθήσεται· καὶ εἰ γεγενημένον τὸ προκείμενον ἢ ἐσόμενον, καὶ τὸ αἴτιον τοιοῦτον ἀποδοθήσεται. οἷον διὰ τί κρύσταλλός ἐστι; διότι πήγυνται τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. διὰ τί ἐγένετο; διότι ἐπήχθη τὸ ὕδωρ διὰ παντελῆ ἔκλειψιν τοῦ θερμοῦ. καὶ ἐπὶ τῶν ἄλλων ωσαυτως. p. 95a11 Τὸ γὰρ μέσον αἴτιον. |Καὶ γὰρ τὸ μέσον, ἤγουν τὸ αἴτιον, καὶ τῶν ὄντων καὶ τῶν γεγονότων καὶ τῶν λοιπῶν τὸ αὐτό ἐστι κατὰ τὸ εἶδος, εἰ καὶ τῷ χρόνῳ διαλλάττεται. p. 95a22 Τὸ μὲν οὖν οὕτως αἴτιον. Περὶ αἰτίου λέγει ἐνταῦθα εἰδικοῦ, ὅπερ ἅμα ἐστὶ τῷ αἰτιατῷ. καὶ ἐξ ἀνάγκης γίνεται ἡ ἀκολούθησις τοῦ τε αἰτίου καὶ τοῦ αἰτιατοῦ, ὅθεν ἄν τις ἄρξηται, ἤγουν εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ· ἀντιστρέφουσι γὰρ πρὸς ἄλληλα. εἰ γὰρ τὸ ὕδωρ πέπηγε δι᾿ ἔκλειψιν τοῦ θερμοῦ, ἀνάγκη καὶ κρύσταλλον γενέσθαι, καὶ εἰ κρύσταλλος γέγονεν, ἀνάγκη καὶ ἔκλειψιν θερμοῦ γενέσθαι πηχθέντος τοῦ ὕδατος. πλήν εἰ καὶ ἐξ ἀνάγκης ἡ ἀκολούθησις τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ γίνεται, ὕθεν ἄν τις ἄρξηται, εἴτε ἀπὸ τοῦ αἰτίου εἴτε ἀπὸ τοῦ αἰτιατοῦ, ἀλλ᾿ οὖν διαφορά ἐστιν ἐν αὐτοῖς αὕτη· εἰ μὲν γὰρ τοῦ αἰτίου τεθέντος ἕψεται τὸ αἰτιατόν, ἔστι κυρίως ἀπόδειξις, διότι καὶ ἡ ἀπόδειξις ἐκ προτέρων καὶ αἰτίων γίνεται· έͅ δὲ τοῦ αἰτιατοῦ τεθέντος ἕψεται τὸ αἴτιον, γίνεται τεκμηρώδης ἀπόδειξις. ἐκ γὰρ τῶν ὑστέρων ὁ συλλογισμὸς προέβη· ἡ δὲ τοιαύτη ἀπόδειξις ἡ ἐκ τῶν ὑστέρων δεύτερα μέτρα φέρει ἀποδείξεως ὡς ταύτης ἐκπίπτουσα. ἐδίδαξε δὲ πρότερον περὶ τοῦ εἰδικοῦ αἰτίου, διότι καὶ ἀρχὴ ἐρρέθη εἶναι αμεσος, ηγουν προτασις, ἢ διότι ἐν τῷ παρόντι βιβλίῳ περὶ τοῦ εἰδικοῦ αἰτίου ζητοῦμεν, εἴτε δυνατόν ἐστιν ἀπόδειξιν αὐτοῦ γενέσθαι εἴτε καὶ μὴ. p. 95a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα. Αἴτια λέγει μὴ ἅμα ὄντα τοῖς αἰτιατοῖς ἀλλὰ προηγούμενα αὐτῶν κατὰ τὸν χρόνον τὸ ὑλικὸν καὶ ποιητικόν· καὶ γὰρ καὶ οἱ λίθοι καὶ τὰ ξύλα ὑλικὰ αἴτιά εἰσι προϋπάρχοντα τῆς οἰκίας καὶ τὰ τέσσαρα στοιχεῖα τῶν σωμάτων· ὁ δὲ Σωφρονίσκος ποιητικὸν αἴτιον προϋπάρχον τοῦ Σωκράτους, καὶ ἡ τῆς Ἑλένης ἀρπαγὴ ποιητικὸν αἴτιόν ἐστι προηγούμενον τοῦ αἰτιατοῦ, τῆς τοῦ Ἰλίου δηλονότι κατασκαφῆς. ἐπὶ γοῦν τῶν τοιούτων αἰτίων τῶν μὴ ἅμα ὑπαρχόντων τοῖς αἰτιατοῖς οὐ γίνεται ἀναγκαία ἡ ἀκολούθησις, ὅθεν ἄν τις ἄρξηται. εἰ μὲν γὰρ ἀπὸ τοῦ προτέρου, τοῦ αἰτίου, ἄρξεταί τις, οὐκ ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ αἰτιατόν, ὅ ἐστιν ὕστερον· οὐ γὰρ εἰ λίθοι καὶ ξύλα εἰσίν, ἀνάγκη καὶ οἰκίαν εἶναι, οὐδὲ εἰ Σωφρονίσκος ἐστίν, ἀνάγκη καὶ τὸν Σωκράτην εἶναι. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. ἐπὶ δὲ τῶν αἰτίων τῶν μὴ ἅμα θεωρουμένων τοῖς αἰτιατοῖς, ἤγουν τοῦ ποιητικοῦ καὶ τοῦ ὑλικοῦ. p. 95a25 Ὥσπερ δοκεῖ ἡμῖν. Ἤγουν ὥσπερ καὶ ἡμεῖς δοξάζομεν ταῦτα μὴ ἅμα τοῖς αἰτιατοῖς θεωρεῖσθαι, ζητοῦμεν ἆρα ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ τοῦ τόδε γενέσθαι, ἤγουν οἰκίαν, ἕτερον ἀποδοῦναι αἴτιον γενόμενον, ἤγουν τὸ εἶναι λίθους καὶ ξύλα, καὶ τῆς ἐσομένης οἰκίας ἕτερον ἐσόμενον αἴτιον, ἤγουν ἐσόμενα ξύλα καὶ λίοθους, ἰαὶ τοῦ γίνεσθαι οἰκίαν αἴτιον, εἴ τι ἔμπροσθεν ἐγένετο, ἤγουν [ἢ] τὰ προγεγονότα, εἴτε τοῖχον εἴτε θεμέλια εἴτε εἴτε ξύλα εἴποι τις. πᾶσα δὲ γένεσις καὶ κίνησις ἐν χρόνῳ ἐστίν. ὁ δὲ χρόνος ἐστὶ συνεχὴς οὕτως, διότι μέτρον ἐστὶ κινήσεως οὗτος, ἤγουν μετρούμενος ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου, ἥτις κύκλῳ γίνεται· ἡ δὲ κύκλῳ κίνησις συνεχής ἐστι καὶ ἀδιάκοπος. ἡ δὲ κατ’ εὐθεῖαν κίνησις διακόπτεται· τὸ γὰρ κινούμενον κατ’ εὐθεῖαν κινεῖται, ἴστ’ ἔστ᾿ καταλάβῃ τὸν οἰκεῖον τόπον, εἶθ᾿ οὕτως ἠρεμεῖ. κατ᾿ εὐθεῖαν δὲ κινήσεις εἰσὶν ἥ τε ἄνω καὶ κάτω· κινεῖται γὰρ τὸ πῦp. ἔστ᾿ ἂν καταλάβῃ τὸν αἰθέρα, εἶτα ἠρεμεῖ· καὶ ὁ λίθος κινεῖται κάτω, ἔστ᾿ ἂν καταντήσῳ εἰς τὴν γῆν. p. 95a27 Ἔστι δὴ ἀπὸ τοῦ ὕστερον γεγονότος 6 συλλογισμός. Ταῦτα ἐπαπορήσας φησίν, εἰ καὶ τὸ προγενέστερον ἀνάγκη πρῶτον ὑπάρχειν τοῦ αἰτιατοῦ ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως (πρῶτον γὰρ δεῖ εἲναι τὸν Σωφρονίσκον, εἶτ᾿ ἐξ αὐτοῦ τὸν Σωκράτην γενέσθαι, καὶ πρῶτον λίθους καὶ ξύλα, εἶθ᾿ οὕτως οἰκίαν), εἰ γοῦν καὶ ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀνάγκη προϋπάρχειν τὰ αἴτια τῶν αἰτιατῶν, ἀλλ᾿ οὖν ἐν τῷ συλλογισμῷ δεῖ προλαμβάνειν τὰ ὕστερα, ἵν᾿ οὕτως ἐξ ἀνάγκης ἐπακολουθήσῃ τὸ πρότερον· εἰ γὰρ ἄρξεταί τις ἀπὸ τοῦ προτέρου, ἡ τοῦ ὑστέρου ἀκολούθησις ἐξ ἀνάγκης οὐ γίνεται. ἔστι δὴ ὁ συλλογισμὸν ἀρχόμενος ἀπὸ τοῦ ὕστερον γεγονότος, ἵν᾿ οὕτως ἐξ ἀνάγκης ἕψηται τὸ πρότερον. πλὴν κἂν ἐν συλλογισμῷ ἀπὸ τοῦ ὕστερον ἀρχώμεθα, Μ’ ἀλλ᾿ οὐ δεῖ οἴεσθαι διὰ τοῦτο τὸ ὕστερον αἴτιον εἶναι τοῦ προτέρου· καὶ γὰρ ἰαὶ τούτων τῶν αἰτιατῶν ἐπὶ τῆς τῶν πραγμάτων γενέσεως ἀρχαί εἰσι καὶ αἴτια τὰ προγεγονότα, τὰ προγενέστερα δηλαδή. p. 95a29 Διὸ καὶ ἐπὶ τῶν γινομένων ὡαύτως. Ἤγουν ὥσπερ ἐπὶ τῶν γεγονότων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ἀρχόμεθα, οὕτω καὶ ἐπὶ τῶν γινομένων καὶ ἐσομένων συλλογιζόμενοι ἀπὸ τοῦ ὑστέρου ὀφείλομεν ἄρχεσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἴ τις ἄρξεται, οὐκ ἐξ ἀνάγκης ἕψεται καὶ τὸ ὕστερον· οἷον ἐπεὶ τόδε γέγονεν, ἤγουν ὁ Σωφρονίσκος, ἀνάγ|κη καὶ τόδε γενέσθαι, ἤγουν τὸν Σωκράτην. p. 95a31 Καὶ ἐπὶ τοῦ ἔσεσθαι ὡσαύτως. Ἤγουν ἀπὸ τοῦ ὑστέρου ἄρχου τοῦ συλλογίζεσθαι· οἷον εἰ Σωκράτης ἔσται, ἐξ ἀνάγκης ἔσται καὶ Σωφρονίσκος. p. 95a31 Οὔτε γὰρ ἀορίστου οὔθ᾿ ὁρισθέντος. Γυμνάζει τὸν λόγον ἐπὶ τῶν γεγονότων, καὶ ὑποτίθησι γεγονότα καὶ τὸν Σωκράτην καὶ τὸν Σωφρονίσκον. καὶ φησίν, εἰ ἐφ᾿ ὧρ καὶ τὸ αἴτιον καὶ αἰτιατὸν ἔφθασαν γενέσθαι, ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι τὸν πολλῷ μᾶλλον ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι· εἰ γὰρ ὁ Σωκράτης ἐγένετο, ἀνάγκη καὶ τὸν Σωφρονίσκον γενέσθαι. ἀπὸ δὲ τοῦ προτέρου εἰ ἄρχεταί τις, δόξει μὲν ἀληθεύειν ὁ τοῦτο λέγων διὰ τὸ [μὴ] ἐπακολουθεῖν τὸ ὕστερον τοῦ προτέρου τεθέντος, ἀλλ᾿ οὐ καθ᾿ αὑτὸ ἀληθεύει ἀλλὰ κατὰ συμβεβηκός· καθὸ γὰρ ἀπέβη τὸ πρᾶγμα καὶ ἐγένετο, δοκεῖ ἀληθεύειν ὁ ἀπὸ τοῦ προτέρου ἀρχόμενος. εἰ γὰρ μὴ διὰ τὴν ἀπόβασιν ἀληθὴς ἦν ὁ λόγος οὗτος, ἔδει ἀεὶ ἀληθεύειν, εἴτε ὡρισμένος κεῖται ὁ χρόνος εἴτε ἀόριστος, καθ᾿ ὃν μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁ Σωκράτης ἐγένετο. μετὰ γὰρ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὑπόθες ἢ μετὰ δέκα ἢ εἴκοσι χρόνους γενέσθαι τὸν Σωκράτην, ἢ εἰ βούλει, ἀορίστως εἰπὲ ὅτι μετὰ παραδρομὴν χρόνων ὁ Σωκράτης ἐγένετο. εἰ γοῦν καθ᾿ αὑτὸ ἠλήθευεν ὁ λέγων μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου γενέσθαι τὸν Σωκράτην, ἠλήθευεν ἂν τοῦτο λέγων καὶ ἐν τῷ μεταξὺ χρόνῳ τοῦ ὡρισμένου χρόνου. ἀλλὰ μὴν οὐκ ἀληθεύει· εἴτε γὰρ ὁ χρόνος ὁρισθείη εἴτε ἀόριστος ληφθείη, καθ᾿ ὃν ὁ Σωκράτης ἐγένετο μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου, οὐκ ἔστιν ἀληθὲς εἰπεῖν, ὡς ἐπεὶ Σωφρονίσκος ἐγένετο, ἀληθὲς γεγονέναι καὶ τὸ ὕστερον, ἤγουν τὸν Σωκράτην· ἐν γὰρ τῷ μεταξὺ χρόνῳ τοῦ ὁρισθέντος χρόνου ψεῦδός ἐστι τὸ λέγειν γενέσθαι τοῦτον, ἤγουν τὸν Σωκράτην, θατέρου γεγονότος, ἤγουν διὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον. p. 95a35 Ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἐσομένων. Καὶ γὰρ ἐπὶ τούτων οὐ δεῖ ἀπὸ τῶν πρώτων, τῶν γεγονότων, ἄρχεσθαι· οὐ γὰρ ἐπειδὴ γέγονε Σωφρονίσκος, ἐξ ἀνάγκης ἔσται Σωκράτης· ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ὑστέρου, ἤγουν τοῦ ἐσομένου, ἀρκτέον· οὕτω γὰρ ἀκολουθήσει ἐξ ἀνάγκης τὸ προγεγονός· οἷον εἰ κατεσκάφη τὸ Ἴλιον, ἐξ ἀνάγκης ἡ Ἑλένη ἡρπάγη. Τὸ γὰρ μέσον, ἤγουν τὸ αἴτιον, ὁμόγονον δεῖ εἶναι τῷ αἰτιατῷ, ἤγουν ὁμόχρονον· τῶν γὰρ γενομένων πραγμάτων καὶ τὸ αἴτιον ἔσται γενόμενον καὶ καθεξῆς. ἐπὶ δὲ τοῦ γεγονέναι καὶ τοῦ ἔσται οὐκ ἐνδέχεται εἶναί τι ὁμόγονον· τὸ γὰρ γεγονὸς πῶς ἔσται τῷ ἐσομένῳ ὁμόγονον, εἴγε τὸ μὲν παρεληλυθότος ἐστὶ χρόνου τὸ δὲ μέλλοντος; p. 95a39 Ἔτι οὔτε ἀόριστον ἐνδέχεται εἶναι. Μετὰ τὸ γενέσθαι γὰρ τὸν Σωφρονίσκον, εἴτε ὡρισμένον τινὰ χρόνον λάβῃς, ὡς μετὰ δέκα ἔσται χρόνους Σωκράτης γενησόμενος, εἴτε καὶ ἀόριστον λάβῃς τὼ χρόνον, ὠς μετὰ παραδρομὴν χρόνων ἔσται ὁ Σωκράτης, ψεύδεται 6 λέγων ἐν τῷ μεταξὺ χρόνων τῶν εἴκοσιν ἔσται ὁ Σωκράτης᾿. p. 95b1 Ἐπισκεπτέον δὲ τί τὸ συνέχον. Τὸ προκείμενον ζήτημα τοῖς περὶ κινήσεως λόγοις ἐστὶν οἰκειότερον, ἔνθα καὶ πλατύτερον περὶ τῆς γενέσεως διαλαμβάνει, ἐν τῷ τετάρτῷ τῆς Φυσικῆς ἀκροάσεως. ἐνταῦθα δὲ μικρόν τι παρεκβὰς ἀφ᾿ ὧν ἔλαβε παραδίδωσι τὴν τῶν αἰτίων καὶ αἰτιατῶν ἀκολούθησιν. καὶ ἐπειδὴ διαφέρειν ἔλεγε τὰ αἴτια κατὰ τὸν χρόνον (ἢ γὰρ ὡς ὄντα ἀποδίδονται τὰ αἴτια ἢ ὡς γεγονότα καὶ τὰ ἑξῆς), ἐπειδὴ μετὰ τὴν τῶν τοιούτων αἰτίων γένεσιν τὰ αἰτιατὰ ὁρῶμεν γινόμενα, οἷον μετὰ τὴν γένεσιν τοῦ Σωφρονίσκου ὁρῶμεν ὕστερον ἐπακολουθοῦσαν καὶ τὴν τοῦ Σωκράτους γένεσιν ἢ μετὰ τὴν γένεσιν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐπακολουθοῦσαν τὴν γένεσιν τῆς κατασκαφῆς τοῦ Ἰλίου, ζητεῖ πότερον αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν συνεχεῖς εἰσιν, ὥστε μετὰ τὸ γενέσθαι τὸν Σωφρονίσκον ἐπακολουθεῖν τὸ γίνεσθαι τὸν Σωκράτην, ἐν τοῖς πράγμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ οὖσι καὶ ἔστι δή τι συνέχον αὐτάς, ἤγουν ἔστι τις ὅρος καθ᾿ ὃν συνεχίζονται αἱ δύο αὗται γενέσεις, τοῦ αἰτίου φημὶ καὶ τοῦ αἰτιατοῦ. ἐν ἐρωτήσει γοῦν τὸν λόγον προαγαγὼν μετὰ σφοδρότητος τὴν ἀπορίαν οὐ παραδέχεται λέγων ‘ἢ ὁ δῆλον ὅτι οὐκ ἔστι τις ὅρος συνεχίζων ταύτας τὰς γενέσεις᾿. καὶ κατασκευάζει τοῦτο οὔτως· τὰ πέρατα οὐ συνεχίζοντα· πέρας δὲ τ· ᾷ γραμμῆς ἡ στιγμή· στιγμὴ γοῦν στιγμῇ οὐ συνεχίζεται οὐδὲ ἐξέχεται. συνεχῆ γὰρ φαμεν ὦν τὰ πέρατα ἅμα· εἰ γοῦν αἱ στιγμαὶ ὠς πέρατα ἀμερεῖς εἰσι καὶ ἀδιαίρετοι, εἰ δώσομεν ταύτας ἔχεσθαι ἀλλήλων καὶ συνεχίζεσθαι, συνεχῆ δὲ εἰσιν ὧν τὰ πέρατα ἅμα, λοιπὸν διδόαμεν ταύτας καὶ πέρατα ἔχειν. καὶ εἰ ἡ στιγμὴ πέρας ἔχει, τὸ δὲ πέρας ἔτερον τοῦ οὗ ἐστι πέρας, ἔσται ἄρα ἡ στιγμὴ μεμερισμένη καὶ |διαιρετὴ εἴς τε τὸ πέρας καὶ εἰς τὸ περατούμενον δι᾿ αὐτοῦ, ὅπερ ἄτοπον. τούτῳ τῷ ἐπιχειρήματι χρώμενος δείκνυσιν ἀδύνατον εἶναι γινόμενον πρᾶγμα καὶ μήπω τελειωθὲν καὶ ἀπαρτισθὲν καὶ τὸ οἰκεῖον εἶδος λαβὸν ἐχόμενον εἶναι καὶ συνεχὲς τῷ γεγονότι. πῶς γὰρ ἡ τοῦ Σωκράτους γένεσις ἔσται συνεχὴς τῇ τοῦ Σωφρονίσκου γενέσει; 6 μὲν γὰρ Σωφρονίσακος γέγονεν, ὁ δὲ Σωκράτης ὡς γινόμενον ἔτι κυοφορεῖται ἐν τῇ μήτρᾳ τῆς μητρός. τὸ οὖν γεγονὸς πέρας ἐστὶ καὶ ἀμερές. πῶς οὖν τὸ πέρας συνεχισθήσεται τῷ γινομένῳ; εἰ γὰρ δώσομεν συνεχίζεσθαι τούτῳ, ἔξει τὸ γεγονός, ὅ ἐστι πέρας, ἕτερον πέρας περατούμενον ὑπ᾿ αὐτοῦ, καὶ ἔσται διαιρετὸν καὶ μεμερισμένον τὸ πέρας, ὡς καὶ ἐπὶ τῆς στιγμῆς δέδεικται. εἰ γοῦν δύο γεγονότα ἀδύνατον συνεχίζεσθαι ἀλλήλοις (πέρατα γάρ εἰσιν, ὡς εἰ γοῦν τὰ ὁμόγονα καὶ ὁμόχρονα οὐ συνεχίζονται, πῶς συνεχισθήσεται τὸ γινόμενον τῷ γεγονότι, καὶ ταῦτο μὴ ὁμόγονον ὂν αὐτῷ ; ἀλλὰ ῥητέον πῶς τὸ γεγονός ἐστι πέρας καὶ τὸ κίνημα. ὡς γὰρ τῆς κινήσεως γινομένης ἡ ἀκαριαία καὶ βραχυτάτη παῦλα τῆς κινήσεως λέγεται κίνημα πέρας ὂν τῆς κινήσεως ἀμερές, οὕτω καὶ ἡ παῦλα τῆς γινομένης οἰκίας (ἔστι ἡ ἀθρόα ἀπάρτισις τῆς ὅλης οἰκίας) λέγεται γεγονὸς καὶ ἔστι πέρας τῆς γενέσεως. p. 95b5 Ὥσπερ οὖν οὐδὲ στιγμαί εἰσιν. Διὰ τούτου κατασκευάζει πῶς γεγονὸς γεγονότι οὐ συνεχίζεται. καὶ φησίν. ἡ στιγμὴ καὶ τὸ γεγονὸς ταὐτὰ εἰσι κατὰ ἀναλογίαν· ὡς γὰρ ἡ στιγμὴ πέρας τῆς γραμμῆς καὶ ἔστιν ἀμερὴς καὶ ἀδιαίρετος, οὕτω καὶ τὸ γεγονὸς πέρας ἐστὶ τῆς γενέσεως καὶ ἔστιν ἀμερὲς καὶ ἀδιαίρετον. ὡς γοῦν αἰ στιγμαὶ ἀλλήλαις οὐ συνεχίζονται, οὕτως οὐδὲ δύο γεγονότα συνεχισθήσονται· ἄμφω γάρ, ἡ στιγμὴ καὶ τὸ γεγονός, ὡς πέρατὰ εἰσιν ἀδιαίρετα. οὕτως οὐδὲ τὸ γινόμενον συνεχισθήσεται τῷ γενομένῳ διὰ τὴν αὐτὴν αἰτίαν· πέρας γὰρ καὶ ἀδιαίρετον τὸ γεγονός. p. 95b9 Ἐνυπάρχει γὰρ ἄπειρα γεγονότα τῇ γινομένῳ. Γινόμένην νόει τὴν οἰκοδομουμένην οἰκίαν, ἧς γινομένης ἄπειρά ἐστι προγεγονότα· ὀρυγὴ γὰρ γέγονε πρῶτον καὶ θεμέλιον καὶ τοῖχος. p. 95b10 Μᾶλλον δὲ φανερῶς ἐν τοῖς καθόλου. Περὶ γενέσεως καὶ γεγονότων ἐνταῦθα μὲν ἀμυδρῶς εἰρήκαμεν καὶ ὅσον ἤρκει ἡμῖν περὶ τὴν παροῦσαν πραγματείαν. καθόλου δὲ καὶ πλατύρετον εἴπομεν περὶ αὐτῶν ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν ᾗ διδάσκει καθόλου περὶ πάσης κινήσεως· εἶδος γὰρ κινήσεως ἡ γένεσις. p. 95b13 Περὶ μὲν οὖν τοῦ πῶς ἂν ἐφεξῆς γινομένης τῆς γενεσεως. Οὐ μάτην ἔδειξεν ὁ Ἀριστοτέλης τὰ αἴτια καὶ τὰ αἰτιατὰ τὰ μὴ ἅμα ὑπάρχοντα καὶ τὰς γενέσεις αὐτῶν, ἤγουν τὴν τοῦ Σωφρονίσκου καὶ τοῦ Σωκράτους, μὴ συνεχεῖς εἶναι, Μ’ ἵνα δείξῃ ταύτας ἐφεξῆς οὔσας. εἰ γὰρ συνεχεῖς ἦσαν, τὰ αἴτια τοῖς αἰτιατοῖς οὐκ ἀμέσως ἠκολούθησαν, οὔτε μὴν ἡ γένεσις τῇ γενέσει, ἀλλ᾿ ἔΠ’ ἄπειρον μεταξὺ τούτων ἦν λαβεῖν μέσα, καὶ οὐδέποτε ἔστη ἠ τομὴ τῶν προτάσεων· ἀπὸ δὲ ἐμμέσων ἀπόδειξις οὐ γίνεται. ἐπεὶ δὲ αἱ γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν ἐφεξῆς εἰσι, τὰ δ᾿ ἐφεξῆς ἄμεσα, αἱ δ᾿ ἀποδείξεις ἐξ ἀμέσων, λοιπὸν ἄρα τοῖς αἰτιατοῖς τεθεῖσιν ἐξ ἀνάγκης ἀμέσως ἕπεται τὰ αἴτια. κἂν γὰρ ἐπὶ τῶν πραγμάτων προηγοῦνται αἱ γενέσεις τῶν αἰτίων τῶν γενέσεων τῶν αἰτιατῶν (πρῶτον γὰρ ὃ Σωφρονίσκος γέγονεν, εἶθ᾿ οὕτως ὀ Σωκράτης, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ἡ οἰκία), ἀλλ᾿ ἐν συλλογισμῷ πρῶτον ὀφείλεις λαμβάνειν τὴν τοῦ αἰτιατοῦ γένεσιν, ἵν᾿ οὔτως ἐξ ἀνάγκης ἕψοιτο ἡ τοῦ αἰτίου γένεσις· εἰ γὰρ Σωκράτης γέγονεν, ἐξ ἀνάγκης καὶ Σωφρονίσκος. ἐφεξῆς δέ φαμεν ὧν μεταξὺ οὐδέν ἐστιν ὁμογενές· οἷον ὁ Σωκράτης ἐφεξῆς ἵστασθαι τῷ Πλάτωνι ῥηθήσεται, εἰ μὴ μεταξὺ αὐτῶν μήτ᾿ ἄνθρωπος εἱστήκει μήτε ἵππος μήτε ἄλλο τι ὁμογενὲς αὐτοῖς. εἰ δέ τις ἐρεῖ ‘καὶ μὴν μεταξὺ αὐτῶν ἀήρ ἐστιν᾿, οὐ τὸν ῥηθέντα λόγον τῶν ἐφεξῆς ἀνατρέψει· οὐ γὰρ ὁ ἀὴρ ὁμογενής ἐστιν αὐτοῖς· ὁ γὰρ ἀὴρ οὐκ ἀνάγεται ὑπὸ γένος τὸ ζῷον ἀλλ᾿ ὑπὸ τὴν οὐσίαν τὴν ἄψυχον. περὶ μὲν οὖν τοῦ πῶς τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἔχει ἐπὶ τῶν γενέσεων ἐφεξῆς οὐσῶν καὶ οὐ συνεχῶν ἐπὶ τοσοῦτον εἰρήσθω, ἤγουν ὅσον ἀνήκει τῇ προκειμένῃ πραγματείᾳ, εἴπομεν· ἀρκεῖ γὰρ ἐκ τούτων γνῶναι ὡς ἀμέσως τὰ αἴτια τοῖς αἰτιατοῖς ἕπεται. ἐν δὲ τῇ Φυσικῇ πλατύτερον περὶ αὐτῶν διδάξει. p. 95b14 Ἀνάγκη γὰρ καὶ ἐν τούτοις, Ἤγουν τοῖς αἰτίοις καὶ αἰτιατοῖς τοῖς μὴ ἅμα οὖσι, τὸ μέσον, ἤγουν τὸ αἰτιατόν, καὶ τὸ πρῶτον, ἤγουν τὸ αἴτιον, ἄμεσα εἶναι. λάβε γὰρ τὸ Α αἴτιον, ἤγουν θεμέλιον, τὸ δὲ Γ τὸ μέσον αἰτιατόν, ἤγουν τοῖχον, τὸ δὲ Δ τὸν ἐλάττονα ὅρον οἰκίαν· ἀμέσως γοῦν ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ἡ τοῦ θεμελίου γένεσις καὶ τῇ τῆς οἰκίας ἡ τοῦ τοίχου· οἷον ἐπεὶ τὸ Γ γέγονεν, ἐξ ἀνάγκης καὶ τὸ Α ἐγένετο. ὡς ἐν συλλογισμῷ δὲ ἐλήφθη πρῶτον τὸ Γ, εἶτα τὸ Α· ἐπὶ δὲ τῆς γενέσεως τῶν πραγμά|των πρῶτον ἐγένετο τὸ Α· εἶτα τὸ Γ. p. 95b17 Ἀρχὴ δὲ τὸ Γ διὰ τὸ ἐγγύτερον τοῦ εἶναι. Ὥσπερ ἡ γραμμὴ διαιρεῖται τῇ στιγμῇ, ἥτις ἡ στιγμή, καθ᾿ ἣν ἡ διαίρεσις τῆς γραμμῆς γέγονε, τοῦδε μὲν τοῦ τμήματος γέγονε τέλος, ἀρχὴ δὲ τοῦ ἑτέρου τμήματος, οὕτω καὶ ὁ χρόνος συνεχὴς ὢν διαιρεῖται κατὰ τὸ νῦν. χρόνον δὲ |νόει καὶ τὴν ἡμέραν αὐτήν· τῆς γοῦν ἡμέρας γενομένης κατὰ συνέχειαν, ὅπου ἂν καὶ ἐν οἵῳ μέρει τῆς ἡμέρας ἐννοήσῃς τὸ νῦν, εὐθὺς διαιρεῖς ταύτην εἰς δύο τμήματα, καὶ ἔστι τὸ νῦν τοῦ μὲν παρελθόντος μέρους τῆς ἡμέρας τέλος, ἀρχὴ δὲ τῶν μήπω γεγονότων μερῶν αὐτῆς. εἰ γοῦν καὶ αἱ γενέσεις τῶν πραγμάτων ἐν χρόνῳ εἰσίν, ἀλλ᾿ ὁ μὲν χρόνος ἔχει τὸ συνεχὲς διὰ τὸ ἀεικίνητον τοῦ ἡλίου· μετρεῖται γάρ, ὡς πολλάκις εἴπομεν, ὁ χρόνος ὐπὸ τῆς τοῦ ἡλίου κινήσεως. αἱ δὲ γενέσεις τῶν πραγμάτων ὡς ἐν χρόνῳ θεωρούμεναι δοκοῦσι μὲν καὶ αὗται συνεχεῖς διὰ τὸ εἶναι τὸν χρόνον συνεχῆ, οὐκ εἰσὶ δέ· διήρηνται γὰρ ἀπ᾿ ἀλλήλων. καὶ δῆλον ὅτι ἡ τοῦ Σωφρονίσκου γένεσις πρώτη γέγονεν, εἷθ᾿ οὕτως ἐπηκολούθησε καὶ ἡ τοῦ Σωκράτους, καὶ πρῶτος ὁ θεμέλιος, εἶτα ὁ τοῖχος· ἐφεξῆς γάρ εἰσι· τὰ δὲ ἐφεξῆς διῃρημένα. καὶ ἐπὶ τῶν γενέσεων γοῦν, οἷον ὡς ἐπὶ τῆς οἰκοδομήσεως, τὸ ὕστετρον γεγονὸς ἐγγίζει τῷ νῦν, οἷον ὁ τοῖχος· πόρρω δὲ τοῦ νῦν τούτου, καθ᾿ ὃ ὁ τοῖχος ἀπήρτισται, ἡ τοῦ θεμελίου γένεσίς ἐστι. καὶ διὰ τοῦτο δεῖ πρῶτον ἐν συλλογισμῷ τὸ Γ λαμβάνειν, εἶθ᾿ ἕψεται τούτῳ τὸ Α. ὡς γὰρ τὸ νῦν τέλος ὂν τοῦ παρελθόντος χρόνου εἰσάγει ἐξ ἀνάγκης καὶ τὰ γεγονότα μόρια τοῦ παρελθόντος χρόνου, οὕτω καὶ ὁ τοῖχος ὁ κατὰ τὸ νῦν ἀπηρτισμένος τέλος ἐστὶ τῶν προγεγονυιῶν γενέσεων· τοῦ δὲ τέλους τεθέντος ἐξ ἀνάγκης συνεισάγεται καὶ τὰ πρὸ τοῦ τέλους. ἀρχὴν δὲ ληπτέον ἐν συλλογισμῷ τὸ Γ διὰ τὸ ἐγγίζειν τῷ νῦν, ὅπερ νῦν ἀρχὴ μέν ἐστι τοῦ μέλλοντος χρόνου τέλος δὲ τοῦ παρελθόντος. p. 95b22 Οὕτω δὲ λαμβάνοντι τὸ μέσον. Ἤγουν εἰ λαμβάνεις ἐν συλλογισμῷ πρῶτον τὸ ὔστερον, ἐξ ἀνάγκης τὸ πρῶτον ἕψεται ἀμέσως· ἀμέσως γὰρ ἐπακολουθεῖ τῇ γενέσει τοῦ τοίχου ὁ θεμέλιος καὶ τῇ γενέσει τῆς οἰκίας ἡ τοῦ τοίχου. εἰ δέ που οὐκ ἀμέσως τοῖς αἰτιατοῖς ἐπακολουθῦσι τὰ αἴτια, δεῖ λαμβάνειν τὰ μέσα τούτων, καὶ οὕτω σταίης εἰς ἀμέσους προτάσεις. οἷον εἰ λάβοι τις τὸ Α- ἀπότμησιν λίθου, τὸ δὲ Γ θεμέλιον, τὸ δὲ Δ οἰκίαν, ἀμέσως τοῖς αἰτιατοῖς οὐκ ἐπακολουθοῦσι τὰ αἴτια. εἰ δὲ λάβοις μεταξὺ τῆς μείζονος προτάσεως τὴν ὀρυγήν, τῆς δὲ ἐλάττονος μέσον τὸν τοῖχον, εὗρες τὰς ἀμέσους προτάσεις. p. 95b23 Ἤ ἀεὶ παρεμπεσεῖται διὰ τὸ ἄπειρον. Εἰπών, ὅτι εἰς ἀμέσους προτάεις καταντῶμεν τῇ λήψει τῶν μέσων· τῆς τε μείζονος καὶ ἐλάττονος προτάσεως, προσέθετο τὸ ἢ ἀεὶ παρεμπεσεῖται ἀναιρῶν ὑπόνοιάν τινα· ἴσως γάρ τις ὐπέλαβε μὴ εἰς ἀμέσους ποτὲ καταντῆσαι προτάσεις τὰ αἴτια καὶ τὰ αἰτιατὰ διὰ τὸ ἐν χρόνῳ εἷναι ταὺτα, τὸν δὲ χρόνον συνεχῆ, τὸ δὲ συνεχὲς ἐπ᾿ ἄπειρον διαιρετόν, καὶ τοῦ ληφθέντος ἀεὶ χρόνου ἔστιν ἐπινοεῖν ἕτερον χρόνον. διὰ τοῦτό φησιν ἢ δόξει διὰ τὴν ἀπειρίαν τοῦ χρόνου, ἣν ἔχει διὰ τὸ συνεχὴς εἶναι συνεχῆ εἶναι καὶ τὰ αἴτια καὶ τὰ αἰτιατὰ καὶ τὰς τούτων γενέσεις καὶ ἀεὶ δυνατὸν εἶναι ἐπ᾿ ἄπειρον λαμβάνειν τούτων μέσα. ἀναιρῶν γοῦν τὴν ὑπόνοιαν ταύτην φησίν· εἰ καὶ ὁ χρόνος συνεχὴς καὶ διὰ τοῦτο ἔπ’ ἄπειρον διαιρετός, ἀλλὰ τὰ ἐν αὐτῷ πράγματα συνεχῆ οὐκ εἰσὶν ἀλλὰ διῃρημένα· δέδεικται γὰρ ὅτι τὸ γεγονὸς οὐκ ἔχεται καὶ οὐ συνεχίζεται τῷ γεγονότι. ἐπεὶ δὲ ὁ συλλογισμὸς οὐ κατὰ τὸν χρόνον γίνεται ἀλλὰ κατὰ τὰ πράγματα, οὐδὲν παραλυμαίνεται τὸ λαμβάνειν ἀμέσους προτάσεις ἐν ταῖς ἀποδείξεσι, κἂν ὁ χρόνος ἐστὶ συνεχής. p. 95b24 Ἀλλ᾿ ἄρξασθαί γε ὅμως. Ἤγουν κἂν δέδεικται ἀμέσους εἶναι τὰς γενέσεις τῶν αἰτίων καὶ αἰτιατῶν, ἀλλ᾿ οὖν ἐν συλλογισμῷ δεῖ ἄρχεσθαι ἀπὸ τοῦ μέσου πρώτου τοῦ καὶ ἐγγίζοντος τῷ νῦν, καὶ οὕτως ἐξ ἀνάγκης ἀκολουθήσει καὶ τὸ προγεγονός. p. 95b25 Ὁμοίως δὲ καὶ ἐπὶ τοῦ ἔσται. Ὥσπερ ἐπὶ τῶν γεγονότων ἀπὸ τῶν ὑστέρων ἄρχῃ συλλογιζόμενος, οὕτω καὶ ἐπὶ τῶν ἐσομένων ἀπὸ τῶν ὑστέρων δεῖ ἄρχεσθαι, ἵν᾿ ἐπακολουθήσῃ τὸ πρῶτον· εἰ γὰρ ἔσται οἰκία, ἔσται τοῖχος, καὶ εἰ τοῖχος, ἔσται καὶ θεμέλιος. p. 95b29 Ὀμοίως δ᾿ ἄπειρος ἡ τομὴ. Τομὴ τῆς προτάσεώς ἐστιν 6 μέσος ὅρος. εἰ γὰρ ληφθῇ πρότασις, ὡς ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿, ἐπεὶ ἔμμεσός ἐστιν αὕτη, λαβὼν μέσον τὸ λογικὸν διαιρήσεις αὐτὸ εἰς 060. ὁμοίως γοῦν καὶ ἐν τοῖς ἐσομένοις αἰτίοις καὶ αἰτιατοῖς δόξειεν ἡ τομὴ τῶν προτάσεων ἐπ᾿ ἄπειρον γίνεσθαι διὰ τὴν τοῦ μέσου λῆψιν διὰ τὸ ἐν χρόνῳ εἶναι ταῦτα, τοῦτον δὲ συνεχῆ. ἀλλ᾿ οὐκ ἔστιν· εἰσὶ γὰρ καὶ ἐπ᾿ αὐτῶν αἱ προτάσεις ἄμεσοι. ὡς γὰρ τὰ γεγονότα οὐ συνεχίζονται. οὕτως οὐδὲ τὸι ἑσόμενον ἔχεται καὶ συνεχί|ζεται ἐσομένῳ, ἀλλὰ διῄρηνται. καὶ διὰ τοῦτό εἰσι καὶ τὰ ἐσόμενα αἴτια καὶ αἰτιατὰ ἄμεσα. δεῖ γοῦν καὶ ἐν τούτοις τοῖς ἐσομένοις ἀρχὴν καὶ πρότασιν εὑρεῖν ἄμεσον. p. 95b31 Ἔχει δὲ οὕτως ἐπὶ τῶν ἔργων. Παραδειγματίσας τὸ λεγόμενον ἐπὶ τῶν στοιχείων νῦν καὶ ἐπὶ τῶν ἔργων αὐτῶν ἤγουν τῶν πραγάμτων, παραδειγματίζει ταῦτα. καὶ πρῶτα μὲν τίθησι παράδειγμα τῶν γεγονότων, εἶτα τῶν ἐσομένων. p. 95b38 Ἐπεὶ δ' ὁρῶμεν ἐν τοῖς γινομένοις. Ἔδειξεν ἐπὶ τῶν μὴ ἅμα ὄτων αἰτίων καὶ αἰτιατῶν, ὅπως τοῦ ὑστέρου προληφθέντος ἐν συλλογισμῷ ἀμέσως τὸ αἴτιον ἕπεται. ἐπεὶ δὲ ἐν τοῖς φυσικοῖς πράγμασι τοῖς γινομένοις (γινόμενα δὲ λέγει τὰ ὄντα καὶ ὑφιστάμενα καθ’ ὁλοκληρίαν ἀλλὰ ἔχοντα τὸ εἶναι ἐν τῷ ἀεὶ πεφυκέναι γίνεσθαι κατὰ ἄλλους καὶ ἄλλους καιρούς) ὁρῶμεν κύκλῳ τινὰ γένεσιν, καὶ ἐπεὶ κύκλῳ γίνεται ἡ γένεσις, ἐνδέχεται τοὺς ἄκρους ὅρους καὶ τὸν μέσον τούτων ἀλλήλοις συνέπεσθαι· ἐν γὰρ τούτοις τοῖς ὅροις τοῖς ἐξισάζουσι καὶ ἀντιστρέφουσιν ἡ κύκλῳ δεῖξις γίνεται. καὶ λογικώτερον μὲν πρότερον ἐν τοῖς δευτέροις τῶν Προτέρων δέδεικται, ὅπως τὰ συμπεράσματα ἀντιστρέφουσιν εἰς τὰς προτασεις καὶ αἱ προτάσεις εἰς τὰ συμπεράσματα ἐν τῷ λαμβάνειν ὅρους ἴδια καὶ ἐξισάζοντα· ποτὲ γὰρ τὸ συμπέρασμα γίνεται αἰτιατόν, ποτὲ δὲ αἴτιον καὶ αἱ προτάσεις αἰτιαταί. ἐπὶ δὲ τῶν ἔργων τῶν φυσικῶν τῶν καθ’ ἑκάστην γινομένων τοῦτό ἐστι τὸ ποιοῦν τὴν κύκλῳ γένεσιν, τὸ λαμβάνειν τὰς γενέσεις ἐξισαζούσας καὶ ἀντιστρεφούσας ἀλλήλαις καὶ τὴν αὐτὴν καὶ μίαν οὖσαν καὶ αἰτίαν καὶ αἰτιατήν, αἵαν ἂν καὶ λήψῃ. οἷον βεβρεγμένης τῆς γῆς ὑπὸ ὑετοῦ (τοῦτο ὡς αἴτιον) ἀνάγκη ἀτμίδας ἐκ γῆς ἀναδίδοσθαι τοῦτο τούτου δὲ γενομένου, ἤγουν ὑψωθείσης τῆς ἀναδοθείσης ἀτμίδος ἐκ τῆς γῆς ἐπέκεινα τῶν τοῦ ἡλίου ἀντανακλάσεων, πάχυνσις γίνεται ταύτης· παχυνθείσης δὲ ταύτης νέφος γίνεται· νέφους δὲ γενομένου ὕδωρ συνίσταται· τὸ δὲ ὕδωρ συσταθὲν μὴ δυνάμένον μένειν ἄνω ὡς βαρὺ πάλιν κάτω φέρεται, καὶ συμβαίνει [3 βεβρέχθαι τὴν γῆν. τοῦτο αἴτιον ἐξ ἀρχῆς ληφθὲν αἰτιατὸν ὄη γέτγονε καὶ κύκλῳ περιῆλθεν· ὡς γὰρ ὁ κύκλος ἀφ᾿ οὕ σημείου ἄρχεται, εἰς τὸ αὐτὸ καταλήγει, οὕτω καὶ ἐπὶ τούτων ὧν εἴπομεν, ἀφ᾿ οὗ ἠρξάμεθα, εἰς τὸ αὐτὸ κατελήξαμεν. ἀλλὰ καὶ ἀπὸ ἄλλου τινὸς ὦν εἴπομεν ἀρξάμενος εἰς τὸ αὐτὸ καταλήξεις, ὡς κύκλῳ τῆς γενέσεως οὔσης· οἷον νέφους γενομένου ὕδωρ γίνεται· ὕδατος γενομένου ἡ γῆ βέβρεκται· ταύτης δὲ βραχείσης ἀτμὶς ἀναδίδοται· αὕτη δὲ εἰς νέφος συνίσταται. p. 96a8 Ἔστι δ᾿ ἔνια μὲν γινόμενα καθόλου. Πάλιν διαφορὰν παραδίδωσι τῶν ἐν ταῖς ἀποδείξεσι μέσων λαμβανομένων. καὶ φησίν, ὠς ἐπεὶ τὰ πράγματα ἢ ἀεί εἰσι καὶ ἀναγκαῖα ἢ γινόμενα ἢ ὡς ἐπὶ τὸ πολὺ εἰσιν ἢ γινόμενα, εἰ μὲν τὸ προκείμενον εἰς ἀπόδειξίν ἐστι τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης οὕτως ἐχόντων, δεῖ καὶ τὸν μέσον εἶναι τοιοῦτον, ἤγουν ἐξ ἀνάγκης καὶ ἀεὶ οὕτως ἔχοντα. οἷον εἰ ζητεῖ τις ἀπόδειξιν τοῦ τὸν οὐρανὸν κύκλῳ κινεῖσθαι, ληπτέον μέσον τὸ νοῦν μιμεῖσθαι. τοῦ 82 ἀεὶ γινομένου παράδειγμα ἔστω τοῦτο· οἷον εἰ ζητεῖται διὰ τί μετὰ τὸ θέρος μετόπωρον γίνεται, ληπτέον μέσον ὅρον τὸ τὸν ἥλιον τρέπεσθαι εἰς τὰ ἀντικείμενα τῆς καθ᾿ ἡμᾶς οἰκήσεως, ἤγουν περὶ τι). νοτιώτερα μέρη ἡμεῖς γὰρ περὶ τὸ βόρειον κλίμα οἰκοῦμεν) καὶ εἰπὲ ῾μετὰ τὸ θέρος ὁ ἥλιος τρέπεται περὶ τὰ ἀντικείμενα μέρη τῆς καθ᾿ ἡμᾶς οἰκήσεως, καὶ τρεπόμενον περὶ τοῦτο τὸ κλίμα μετόπωρον γίνεται᾿. δύο γοῦν εἴρηκεν 6 Ἀριστοτέλης, ἀεὶ οὕτως ἔχοντα καὶ ἀεὶ γινόμενα. καὶ τὴν μὲν κύκλῳ κίνησιν τοῦ οὐρανίου σώματος διὰ τὸ ἀδιάκοπον εἶναι καὶ συνεχῆ ἢ τὴν τοῦ ἡλίου ἢ ἄλλου τινὸς ἀστέρος ἀεὶ οὕτως ἔχειν λέγομεν. ὅσων δὲ ἡ γένεσις διακοπήν τινα ἔχει, ὡς μετὰ τὸ θέρος μετόπωρον |καὶ μετὰ τοῦτο χειμὼν καὶ μετὰ τὸν χειμῶνα ἔαρ, ἀεὶ δὲ οὕτω γίνεται, ταῦτα λέγομεν ἀεὶ γινόμενα. τῶν δὲ ὡς ἐπὶ τὸ πολὺ παράδειγμα τοῦτο· οἷον εἰ πρόκειται εἰς ἀπόδειξιν διὰ τί τὸ γένειον τοῦ ἄρρενος τριχοῦται τοῦτο γὰρ οὐκ ἀεὶ γίνεται ἀλλ᾿ ὡς ἐπὶ τὸ πολύ· ὁρῶμεν γάρ τινας ἄρρενας ἄχρι καὶ γήρως μηδεμίαν τρίχωσιν ἐν τῷ πώγωνι ἔχοντας), λάβε μέσον ὅρον τὸ ξηροτέρας ἡλικίας γενομένου τοῦ ἄρρενος λιγνυώδη καὶ καπνώδη ἀναθυμίασιν ἐκ τοῦ πώγωνος ἀναδίδοσθαι, ἥτις καὶ ἀπογεννᾷ τὴν τρίχωσιν. τὸ δὲ καθόλου ἐνταῦθα ἀντὶ τοῦ ῾ἐξ ἀνάγκης καὶ ἀεὶ καὶ κατὰ παντός᾿ ἐκληπτέον, ὡς καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ εἴρηται. p. 96a11 Τῶν δὴ τοιούτων. Τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ληπτέον καὶ τὸν μέσον ὅρον ὡς ἐπὶ τὸ πολύ. ὅτι δὲ δεῖ εἶναι τὸν μέσον ἐν τούτοις τοιοῦτον, δείκνυσι διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἔστω γὰρ συναχθὲν συμπέρασμα ὡς ἐπὶ τὸ πολὺ διὰ μέσου τοῦ Β τὸ ΑΓ. καὶ ἐγὼ μὲν λέγω ὄτι καὶ τὸι B ὁ; ἐπὶ τὸ πολὺ εἴληπται. εἰ δέ τις ἀντιπίπτει, ἔστω τὸ B, ὁ μέσος, τῶν ἀεὶ καὶ ἐξ ἀνάγκης ὄντων. ἐπεὶ δὲ ὁ μέσος αἴτιός ἐστι τῆς συμπλοκῆς τῶν δύο προτάσεων διὰ τὸ ἐπὶ μὲν τῆς μείζονος ὑποκεῖσθαι ἐπὶ δὲ τῆς ἐλάττονος κατηγορεῖσθαι, ἀνάγκη καὶ τὰς προτάσεις ἀναγκαίας, εἰ δὲ αὗται ἀναγκαῖαι, ἔσται καὶ τὸ Α Γ συμπέρασμα ἀναγκαῖον. ἀλλὰ μὴν ὡς ἐπὶ τὸ πολὺ ἔκειτο εἶναι τὸ συμπέρασμα. ἀδύνατον οὗν τὸ αὐτὸ συμπέρασμα καὶ ἀναγκαῖον εἶναι καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπεὶ δὲ τὸ ἀδύνατον συνήχθη διὰ τὸ ὑποθεῖναι τὸ B ἀναγκαῖον, λοιπὸν ἄρα ἀνάγκη ὡς ἐπὶ τὸ πολὺ εἶναι τὸ Β οὕτως μὲν οὖν ἐπὶ στοιχείων διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν ὄτι τῶν ὡς ἐπὶ τὸ πολὺ πραγμάτων ἀποδεικνυμένων ἐστὶ καὶ ὁ μέσος ὡς ἐπὶ τὸ πολύ. p. 96a20 Πῶς μὲν οὗν τὸ τί ἐστιν εἰς τοὺς ὅρους ἀποδίδοται. Ζητήσας ὄπισθεν πολλὰ περὶ ὁρισμοῦ, ἐπεὶ εὕρισκε τὸν ὁρισμὸν μὴ μόνον μέσον ὅρον ἐν ἀποδείξεσι λαμβανόμενον ἀλλὰ καὶ τὰ ἄλλα αἴτια, τὸ ποιητικόν, τὸ τελικὸν καὶ τὸ ὑλικόν, τούτου χάριν ἐδίδαξε καὶ περὶ τῶν ἄλλων αἰτίων, ὅπως μέσοι ὅρι λαμβάνονται, καὶ κατὰ τί ἀλλήλων διαφέρουσι, καὶ πῶς ἐν συλλογισμῷ ἡ ἀκολούθησις ἐν αὐτοῖς γίνεται. καὶ μετὰ τὴν συμπλήρωσιν τούτων πάλιν ἐπανατρέχει εἰς τὸν ὁρισμόν, καὶ ἀνακεφαλαιωσάμενος ἁ εἶπε περὶ αὐτοῦ ἔτι προστίθησι καὶ ἕτερα ἃ εἶπε περὶ ὁρισμοῦ. πῶς μὲν οὖν τὸ τί ἐστι καὶ 6 ὁρισμὸς εἰς τοὺς ὅρους ἀποδίδοται; τρεῖς ὅροι ἐν τῷ ἀποδεικτικῷ συλλογισμῷ λαμβάνονται· ἐν τίνι γοῦν τῶν τριῶν ὅρων τέτακται ὁ ὁρισμός; εἴρηται ὅτι ὡς μέσος ὅρος λαμβάνεται. καὶ τίνα τρόπον ἔστιν ἀπόδειξις αὐτοῦ; ἀπόδειξις μὲν γὰρ οὐκ ἴστω αὐτοῦ ὡς μὴ γινομένου συμπεράσματος ἀποδείξεως· ἔστι δέ καθόσον συνθηρᾶται ἐκ τῆς ἀποδείξεως. καὶ τίνα τρόπον ἔστιν ὁρισμὸς αὐτοῦ καὶ οὐκ ἔστι; τέσσαρσι τρόποις ὁρισμοὺς τοῦ ὁρισμοῦ ἀποδέδωκεν· εἷς μὲν ὁ λέγων ὁρισμός ἐστι λόγος ἐφερμηνευτικὸς τοῦ τί σημαίνει τὸ ὄνομα᾿ ὂς καὶ ἀνοματώδης λέγεται· ἕτερος ῾λόγος τοῦ τί ἐστιν ἀναπόδεικτος᾿· καὶ ἄλλος ῾συμπέρασμα τῆς τοῦ τί ἐστιν ἀποδείξεως᾿. πρὸς δὲ καὶ οὗτος ῾συλλογισμὸς τοῦ τί ἐστι πτώσει διαφέρων τῆς ἀποδείξεως᾿. τεσσάρων οὖν ὁρισμῶν τοῦ ὁρισμοῦ ἀποδοθέντων ὁ μὲν εἷς, ὁ ὀνοματώδης, οὐκ ἔστιν ὁρισμὸς τοῦ ὁρισμοῦ· 01 δὲ τρεῖς εἰσιν ὁρισμοὶ αὐτοῦ. ἀλλὰ ῥητέον πρῶτον περὶ ἀριθμοῦ, ἵν᾿ εὔοδος ἡμῖν ὁ λόγος ἐν τοῖς ἔμπροσθεν γένηται. τῶν ἀριθμῶν οἱ μέν εἰσι πρῶτοι καὶ ἀσύνθετοι, δέ εἰσι πρῶτοι καὶ σύνθετοι, οἱ δὲ δεύτεροι καὶ σύνθετοι. καὶ δεύτερος μὲν καὶ σύνθετός ἐστιν ὁ δεκαέξ· διαιρεῖται γὰρ εἰς μέγιστα μόρια κατὰ διχοτομίαν τὰ ὀκτὼ καὶ ὀκτώ· διαιρεῖται δὲ καὶ εἰς ἐλάττονα μόρια τὰ τέσσαρα τετράκις. ὁ γοῦν δεκαὲξ σύνθετος μὲν ἐστιν ὡς συγκείμενος ἐκι δύο ὀκτάδων· δεύτερος δὲ λέγεται τοῦ τέσσαρα τοῦ μετροῦντος αὐτὸν τετράκις· τὸ γὰρ μετροῦν πρῶτόν ἐστι τοῦ μετρουμένου. καὶ ὁ ἐννέα δεύτερος καὶ σύνθετός ἔστι· κατὰ γὰρ διχοτομίαν εἰς δύο μέγιστα μόρια διῃρέθη, ἤγουν τέσσαρα καὶ πέντε, ἐξ ὧν καὶ συνετέθη. διαιρήσεις δὲ αὐτὸν καὶ εἰς ἐλάττονα μόρια τὰς τρεῖς τριάδας· ὁ γοῦν ἐννέα δεύτερός ἐστι τοῦ τρία τοῦ μετροῦντος αὐτὸν τρισσάκις. 6 δὲ ἑπτὰ λέγεται πρῶτος καὶ σύνθετος, πρῶτος μὲν διὰ τὸ μὴ ἔχειν ἀριθμόν τινα μετροῦντα αὐτὸν κατὰ πολλαπλασιασμόν, σύνθετος δὲ ὡς διαιρούμενος εἰς δύο μέγιστα μόρια τὰ τρία καὶ τέσσαρα, ἐξ ὧν καὶ συνετέθη. τοιοῦτός ἐστι καὶ 6 ἕνδεκα. πρῶτος καὶ ἀσύνθετος τρία, πρῶτος μὲ ὡς μὴ ἔχων ἀριθμὸν μετροῦντα αὐτὸν εἰ μὴ μόνον τὶν μονάδα τρισσάκις λαμβανομένην, ἥτις οὐδ᾿ ἀριθμός ἐστιν· οὔτε μὴν σύγκειται ἐκ δύο ἀριθμῶν· ἐκ δυάδος γὰρ καὶ μονάδος σύγκειται. ἀλλὰ καὶ ἡ δυὰς πρώτη καὶ ἀσύνθετός ἐστι. p. 96a22 Πῶς δὲ δεῖ θηρεύειν τὰ ἐν τῷ τί ἐστιν. |Ἀντὶ τοῦ εἰπεῖν ῾ὁρισμούς᾿ εἶπε τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα· καὶ γὰρ καὶ 6 ὁρισμὸς ἐν τῷ τί ἔστι κατηγορεῖται τοῦ ὁριστοῦ. p. 96a24 <Τῶν δὴ ὑπαρχόντων ἀεὶ ἑκάστῳ ἔνια ἐπεκτείνει. >Τινὰ κατηγοροῦνται τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα καὶ ἐπὶ πλέον ὄντα τοῦ γένους ὑφ᾿ τὸ ὁριστὸν ἀνάγεται. οἷον ἔστω ὁριστὸν ἡ τριάς, καὶ κατηγορείσθω κατ’ αὐτῆς τὸ ὂν ἐν τῷ τί ἐστι. τὸ οὖν ὂν τοῦτο ὑπερβαίνει τὸν ἀριθμόν, τὸ γένος τῆς τριάδος· οὐ γὰρ μόνον τὸ ὂν κατηγορεῖται τῆς τριάδος καὶ τετράδος καὶ τῶνv ἄλλων ἀριθμῶν καὶ νοῦ καὶ ψυχῆς καὶ ἀνθρώπου, ἃ ἀριθμοὶ οὐκ εἰσί. κατηγορεῖται τῆς τριάδος ἐν τῷ τί ἔστι καὶ τὸ περιττόν, ὅπερ οὐκ ἐπὶ πλέον θεωρεῖται τοῦ ἀριθμοῦ ἀλλὰ κατηγορεῖται τῶν ἐντὸς ὄντων τοῦ ἀριθμοῦ, οἷον τριάδος, πεντάδος, ἑπτάδος. εἰ γοῦν πρόκειταί τι ὁριστὸν καὶ μέλλεις εὑρεῖν τὸν ὁρισμὸν αὐτοῦ, δεῖ σε λαμβάνειν τινά τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων τοῦ ὁριστοῦ ἀεί, ἤγουν ἐξ ἀνάγκης, μὴ μέντοι γε δὲ ἔξω τοῦ γένους καὶ ἐπὶ πλέον αὐτοῦ θεωρούμενα, ὑφ᾿ 6 ὃ τὸ ὁριστὸν ἀνάγεται. λέγω δὲ ἐπὶ πλέον τοῦ γένους εἶναι καὶ ὑπερβαίνειν τὴν τούτου περιοχὴν ὅσα ἑκάστῳ μὲν ὁριστῷ καθόλου ὑπάρχουσιν, ἤγουν ἐξ ἀνάγκης, οὐ μέντοι γε δὲ ἐκείνῳ μόνῳ εἰσὶν ἀλλὰ καὶ ἄλλοις. τὰ δὴ τοιαῦτα, τὰ ἐπὶ πλέον μὲν ὄντα τοῦ ὁριστοῦ μὴ ὑπερβαίνοντα δὲ τὸ γένος αὐτοῦ καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, ληπτέον τοσαῦτα πρῶτα, μέχρις οὗ ξισωθῇ τὸ σύνθημα τῶν μερῶν πάντων τῷ ὁριστῷ. ἕκαστον μὲν γὰρ μέρος τοῦ ὁρισμοῦ ἐπὶ πλέον ἐστὶ τοῦ ὁριστοῦ, ὁμοῦ δὲ πάντα ἑνωθέντα μόνον παριστῶσι τὸ ὀριστὸν καὶ οὐκ ἐπὶ πλέον αὐτοῦ θεωροῦνται. ταύτην μὲν γὰρ τὴν σύνθεσιν τῶν μερῶν τοῦ ὁρισμοῦ τὴν ἐν τῷ τί ἐστι κατηγορουμένηνξ τοῦ ὁριστοῦ ἀνάγκη οὐσίαν εἶναι καὶ ὁρισμὸν τοῦ ὁριστοῦ πράγματος ὡς ἐξισάζουσαν αὐτῷ καὶ ἀντιστρέφουσαν. p. 96a38 Καὶ ὡ δὶ πρῶτος. Ἤγουν κατὰ ἀμφότερα πρῶτος, ὡς μήτε ἐξ ἀριθμῶν συγκείμενος μήτε ἐξ ἀριθμοῦ μετρούμενος. Τὸ δὲ τελευταῖον τὸ κατ᾿ ἀμφότερα πρῶτον. p. 96b1 Ἐπεὶ δὲ δεδήλωται ἡμῖν. Ἔδειξεν, ὡς εἰ λάβοι τις πάντα τὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ ὁριστοῦ καὶ συνθήσει ταῦτα ὡς ἐξισασθῆναι τῷ ὁριστῷ, ἀπαρτίσει τὸν ὁρισμόν. ὅτι δὲ τὰ ἐν τῷ τί ἐστι ληφθέντα εἰς ἀπάρτισιν τοῦ ὁρισμοῦ ἐξ ἀνάγκης ὑπάρχουσι τῷ ὁριστῷ, οὕτως ἔδειξε. μέλλει δὲ δεῖξαι συλλογιζόμενος ἐν πρώτῳ σχήματι οὕτως· τὰ ἐν τῷ τί ἐστι πάντα καθόλου κατηγορεῖται οὗ κατηγορεῖται· τὰ δὲ καθόλου κατηγορούμενα ἀναγκαῖα· τὰ ἐν τῷ τί ἐστιν ἄρα πάντα ἀναγκαῖα. p. 96b3 Τὰ καθόλου 5 δὲ ἀναγκαῖα. Τὸ ῾δέ᾿ ἀντὶ τοῦ ῾γάρ᾿ · τὰ γὰρ καθόλου ἀναγκαῖα. Τῇ δὲ τριάδι, ἤγουν ἐν τῷ ἱρισμῷ δὲ τῆς τριάδος, ἢ ἐφ᾿ οὗ ἄλλου, ἤγουν καὶ ἐτέρου τινὸς ὁριστοῦ, ἀνθρώπου ἢ ἵππου, λαμβάνεται πάντα τὰ ἐν τῷ τί ἐστιν οὕτως ὡς οὐσιωδῶς καὶ ἐξ ἀνάγκης κατὰ τοῦ ὁριστοῦ κατηγορεῖσθαι, ἐξ ἀνάγκης ἂν εἴη τριὰς τοιαῦτα, τὰ ἀριθμὸς περιττὸς πρῶτος κατὰ ἀμφότερα. ὅτι δὲ ἃ εἴπομεν οὐσία καὶ ὁρισμός ἐστι τῆς τριάδος, ἐκ τῶνδε δῆλον. καὶ γὰρ τὸ εἶναι τῆς τριάδος, ἤγουν ὁ ὁρισμός οὗτος εἰ μὴ τοῦτο εἴη, ἤγουν εἰ μὴ ὁρισμός ἐστιν αὐτῆς τὸ ῾ἀριθμὸς περιττὸς καὶ τὰ λοιπά᾿, ἔσται γένος ἢ ὠνομασμένον ἢ ἀνώνυμον· μόνοι γὰρ οἱ ὀρισμοὶ καὶ τὰ γένη κατηγοροῦνται ἐν τῷ τί ἐστι καθ᾿ ὧν κατηγοροῦνται. εἰ γοῦν τὸ ῾ἀριθμὸς περιττὸς πρῶτος κατ᾿ ἄμφω᾿ ὁρισμὸς τῆς τριάδος οὐκ ἔστιν, εἴη ἂν γένος αὐτῆς ἀνώνυμον. ὠνο- μασμένον <μὲν γὰρ> γένος ἐστὶ τὸ δι᾿ ἀνόματος ἑνὸς δηλούμενον, οἷον ζῷον, ἀριθμός, χρῶμα· ἀνώνυμον δὲ γένος ἐστὶ τὸ διὰ δύο ἢ καὶ πλειόνων ὀνομάτων δηλούμενον, οἷον τὸ ζῷον λογικόν. εἰ γοῦν ὁ ἀποδοθεὶς ὀρισμὸς γένος ἐστίν, ἐπὶ πλέον ἂν εἴη τῆς τριάδος, ἤγουν οὐκ αὐτὴν μόνην παριστᾷ ἀλλὰ καὶ ετερον. Ὑποκείσθω γάρ, ἤγουν ληπτέον ὡς ὁμολογούμενον, ὡς τοιοῦτόν ἐστι τὸ γένος ἰατὰ δύναμιν, ἤγουν δυνάμει ἐπὶ πλέον κατηγορούμενον τοῦ 00 λέγεται γένος εἶναι· οἷον γένος λέγεται τοῦ ἀνθρώπου τὸ ζῷον, ἀλλὰ δυνάμει ἐμπεριέχει καὶ ἵππον καὶ βοῦν καὶ λοιπὰ ὡς ἐπὶ πλέον ὂν τοῦ ἀνθρώπου. εἰ τοίνυν 6 ῥηθεὶς λόγος οὐδενὶ ἄλλῳ ὑπάρχει ἀλλ᾿ ἢ μόνον ταῖς ἀτόμεοις τριάσι, ταῖς μερικαῖς, λοιπὸν τὸ εἶναι καὶ ὁ ὁρισμὸς τῆς τριάδος τοῦτό ἐστιν. ὑποκείσθω κε γὰρ καὶ ληπτέον ὡς ὁλογούμενον καὶ τοῦτο, ὅτι ἡ οὐσία καὶ ὁ ὁρισμὸς ἑκάστου ἐστὶν ἡ κατηγορία ἡ ἐσχάτη ἡ κατὰ τῶν ἀτόμων θεωρουμένη τῶν ὑπὸ τὸ εἶδος ὄντων οὗ 6 ὁρισμὸς ἀπεδόθη· οἷον τὸ ζῷον λογικὸν θνητὸν ὁρισμὸς ὂν τοῦ ἀνθρώπου ἐσχάτως κατηγορεῖται κατὰ μόνων τῶν μερικῶν ἀνθρώπων. |Καὶ οὐ μόνον ἐπὶ τῆς τριάδος εὑρήσεις οὕτω τὸν ὁρισμόν, ἀλλ᾿ ὁμοίως καὶ ἐπὶ ἄλλου ὁτουοῦν πράγματος ἔσται τὸ εἶναι καὶ ὁ ὁρισμὸς αὐτοῦ ἀπὸ τῶν οὕτω δειχθέντων, ἤγουν ἀπὸ τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων, θηρώμενος. ἐπί τινων δὲ ἀντιγράφων εὑρήσεις τῶν οὕτω ληφθέντων. εἰ δέ τις ἐρεῖ ῾πῶς φής, ὧ Ἀριστότελες, ὡς ὁ ὁρισμὸς σύγκειται ἐκ πάντων τῶν ἐν τῷ τί ἔστι; καὶ μὴν ἔφασκες ἐκ γένους καὶ συστατικῶν διαφορῶντὸν ὁρισμὸν συγκεῖσθαι· αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται᾿, λέγομεν οὖν πρὸς αὐτὸν ὡς αἱ διαφοραὶ ἐν τῷ ὁποῖον τί ἐστι κατηγοροῦνται, ἀλλὰ αὐταὶ καθ᾿ ἐαυτὰς λαμβανόμεναι χωρὶς τοῦ γένους· εἰ δὲ μετὰ τοῦ γένους ληφθῶσιν, οὐκέτι λέγονται διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα· τι). δὲ γένη ἐν τῷ τί ἐστι κατηγοροῦνται. οἷον τὸ λογικὸν και τὸ θνητὸν ὡς μὲν λογικότης καὶ θνητότης διαφοραί εἰσι καὶ ποιότητες ἐν τῷ ὁποῖόν τό ἐστι κατηγορούμεναι, μετὰ δὲ τοῦ ζῴου ληφθέντα εἰσὶ γένη ἀνώνυμα. p. 96b15 Χρὴ δέ, ὅταν ὅλοιν τι πραγματεύηταί τις. Ὅλον νόει τὸ γένος, ὡς ἐν ταῖς Πέντε φωναῖς εἴρηται, μέρη 61 αὐτοῦ τὰ εἴδη τὰ εἰδικώτατα. ἄτομα τῷ εἴδει λέγονται τὰ εἴδη καὶ εἰδικώτατα διὰ τὸ μὴ τέμνεσθαι ἢ εἰς διαφορὰς ἢ εἰς εἴδη. πρόσκειται δὲ τῷ εἴδει εἰκότως, ἵνα ἀντιδιαστείλῃ τὰ εἰδικώτατα εἴδη τῶν μερικῶν· ταῦτα γὰρ ἄτομα λέγονται τῷ ἀριθμῷ. ὁ Σωκράτης γὰρ ἄτομόν ἐστι καὶ ἓν τῷ ἀριθμῷ· ὁ δὲ καθόλου ἄνθρωπος ἀτομόν ἐστι κατὰ τὸ εἶδος· ἓν γὰρ τῷ εἴδει ἐστί, κἂν εἰς πολλὰ μερικὰ διαιρῆται. παραδοὺς οὖν μέθοδοςν δι᾿ ἧς εὑρήσεις τοὺς ὁρισμοὺς τῶν εἰδικωτάτων εἰδῶν, νῦν παραδίδωσιν ἑτέραν δι᾿ ἧς ἂν εὑρίσκῃ τις τοὺς ὁρισμοὺς τῶν γενῶν. ἔστι δὲ τοιαύτη ἡ μέθοδος. λάμβανε, βανε, φησί, καὶ διαίρει τὸ γένος εἰς τὰ εἴδη εἰδικώτατα· οἷον τὴν γραμμὴν ὠς γένος διαίρει εἰς τὴν εὐθεῖαν γραμμήν, εἰς τὴν περιφερῆ καὶ εἰς τὴν ἑλικοειδῆ τὴν καὶ καμπύλην λεγομένην. εἶτα λάβε τοὺς ὁρισμοὺς αὐτῶν, καὶ ὃ μέρος εὑρήσεις τοῦ ὁρισμοῦ κοινῶς θεωρούμενον ἐν πᾶσι τῆς εἴδεσι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους, ἤγουν τῆς γραμμῆς. οἷον γραμμὴ εὐθεῖά ἐστι ἀπλατὲς οὖ τὰ μέρη ἄκροις ἐπιπροσθεῖ· περιφερής δέ ἐστι μῆκος ἀπλατὲς οὗ αὶ ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις είσί· καμπύλη δέ ἐστι μῆκος ἀπλατὲς ἐξ εὐθείας γραμμῆς καὶ περιφερους συγκειμενον· ἐπεὶ γοῦν ἐν τούτοις πᾶσι κοινῶς θεωρεῖται τὸ μῆκος ἀπλατες, τοῦτό ἐστιν ὁρισμὸς τοῦ γένους καὶ πάλιν ὁ ἀριθμὸς γένος ἐστὶ δυάδος καὶ τριάδος· ἔστι γοῦν τριάδος ὁρισμὸς πλῆθος μονάδων κατὰ διχοτομίαν εἰς ἄνισα διαιρούμενον· δυὰς δέ ἐστι πλῆθος μονάδων εἰς ἴσα διαιρούμενον· ἐπεὶ γοῦν τὸ πλῆθος μονάδων ἐν ἀμφοτέροις ἐστὶ κοινόν, ἔστι λοιπὸν τοῦτο ὁρισμὸς τοῦ ἀριθμοῦ. Ὅταν δέ τις πραγματεύηται τὸ ὅλον, ἤγουν πειρᾶται λαβεῖν ὁρισμὸν τοῦ γένους, δεῖ διελεῖν τὸ γένος οὖ τὸν ὁρισμὸν ζητεῖ εὑρεῖν εἰς τὰ ἄτομα τῷ εἴδει, οἷον τὴν γωνίαν εἰς τὴν ὀρθὴν γωνίαν καὶ εἰς τὴν ὀξεῖαν καὶ εἰς τὴν ἀμβλεῖαν· ὀρθὴ γωνία ἐστὶ κλίσις εὐθείας γραμμῆς ἐπ᾿ εὐθείας κατὰ κάθετον· ἀμβλεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπ᾿ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν μείζονα τῆς ὀρθῆς· <ὀξεῖα δὲ κλίσις εὐθείας γραμμῆς ἐπ᾿ εὐθείας μὴ κατὰ κάθετον ποιοῦσα γωνίαν ἐλάττονα τῆς ὀρθῆς· >ἐπεὶ γοῦν κοινόν ἐστιν ἐν τούτοις τὸ ῾κλίσις εὐθείας γραμμῆς ἐπ᾿ εὐθείας᾿. τοῦτό ἐστιν ὁρισμὸς τῆς γωνίας. p. 96b19 Μετὰ δὲ τοῦτο λαβόντα τί τὸ γένος. Ἤγουν μετὰ δὲ τὸ διαιρῆσαι τὸ γένος εἰς εἴδη καὶ ἐν τῶν ὁρισμῶν αὐτῶν λαβεῖν τὸ κοινῶς ἐν αὐτοῖς θεωρούμενον, ὤσπερ τὸ μῆκος ἀπλατὲς ἐλάβομεν, δεῖ σε λαβεῖν καὶ τὸ γένος ὑφ᾿ ὃ ἀνάγεται ἡ γραμμή· ἔστι δὲ τὸ ποσόν. μῖξαι οὖν τὸ κοινὸν τῶν εἴδῶν τοῦτο μετὰ τοῦ ποσοῦ καὶ εἰπὲ ῾γραμμή ἐστι ποσὸν μῆκος ἀπλατές᾿. ἐπὶ τινων δὲ εὑρήσεις γένος τὴν ποιότητα ἢ ἄλλην τινὰ τῶν κατηγοριῶν. p. 96b20 Τὰ ἴδια πάθη θεωρεῖν. Τὰ κοινῶς θεωρούμενα πάθη έν τοῖς εἴδεσιν ἴδιά εἰσι τοῦ γένους, ἃ καὶ συνιστῶσι τὸν ὁρισμὸν αὐτοῦ. τὰ γοῦν ἴδια πάθη τοῦ γένους ἀπὸ τῶν κοινῶν εὑρίσκονται παθῶν τῶν ἐν τοῖς εἴδεσι θεωρουμένων. τὸ δὲ πρῶτον οὕτως νόει, ὡς ταῦτα τὰ κοινὰ πάθη πρῶτα θεωροῦνται ἐν τοῖς εἴδεσι, διὰ δὲ τὰ εἴδη ὕστερον ὑπάρχουσι καὶ τοῖς γένεσι. p. 96b21 Τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων, Ἤγουν τῶν εἰδικωτάτων εἰδῶν (εἵπομεν γὰρ τὸ γένος ὅλον εἶναι μερῶν τῶν εἰδῶν συγκείμενον) ἔσται δῆλα ἐκ τῶν ὁρισμῶν τῶν εἰδῶν τὰ συμβαίνοντα, ἤγουν τὰ ἴδια πάθη τῶν γενῶν, οἱ ὁρισμοὶ αὐτῶν. p. 96b22 Διὰ τὸ ἀρχὴν εἶναι πάντων τὸν ὀρισμὸν καὶ τὸ ἁπλοῦν. Ἁπλᾶ νόει τὰ εἴδη τὰ εἰδικώτατα· μέρη γάρ εἰσι τοῦ ὅλου, γένους ὄντος ὅλου, τὸ δὲ μέρος ἁπλούστερον τοῦ ὅλου. ὁ γοῦν ὁρισμὸς τῶν εἰδῶν καὶ αὐτὰ τὰ εἴδη τὰ εἰδικώτατα, ἃ καὶ ἀπλᾶ εἶπεν, ἀρχαὶ λαμβάνονται ἡμῖν ποδηγοῦσαι εἰς εὕρεσιν τῶν ὁρισμῶν τῶν γενῶν· ἀρχὴ γὰρ λέγεται πᾶν ἁπλοῦν τοῦ συνθέτου καὶ τὸ δι᾿ οὗ ὁδηγούμεθα εἰς εὕρεσίν τινος. τὰ γοῦν πάθη τὰ συμβαίνοντα τοῖς ἁπλοῖς, ἤγουν τοῖς εἰδικωτάτοις εἴδεσι, καθ’ ἐαυ|τὰ καὶ πρώτοις καὶ μόνοις ὑπάρχουσι, τοῖς <δ’> ἄλλοις, τοῖς γένεσι, δευτέρως κατ᾿ ἐκεῖνα, ἤγουν δι᾿ ἐκεῖνα τὰ εἴδη. p. 96b25 Αἱ δὲ διαιρέσεις αἱ κατὰ τὰς διαφοράς. Πρῶτον μὲν ἐν τοῖς Ἀναλυτικοῖς καὶ ἐν τούτῳ τῷ βιβλίῳ διέσυρε τὴν διαίρεσιν ὡς ἀσυντελῆ καὶ ἄχρηστον εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ᾖ πρὸς τούτους ἐχρῶντο οἱ περὶ τὸν Πλάτωνα. ἐνταῦθα δὲ δέχεται τὴν διαίρεσιν ὡς συμβαλλομένην εἰς τὴν εὕρεσιν τῶν ὁρισμῶν, ἀλλ᾿ εἴ τις ταύτην μεταχειρίσαιτο ὡς μέλλει εἰπεῖν οὗτος, οὐ μέντοι γε δὲ ὡς οἱ περὶ τὸν Πλάτωνα ταύτην μετεχειρίζοντο. Τὸ λέγειν διαιρέσεις κατὰ τὰς διαφορὰς ἢ διὰ τῶν διαφορῶν ταὐτόν ἐστι· τὰ γὰρ γένη διαιροῦνται εἰς τὸ εἴδη τὰ εἰδικώτατα διὰ μέσων τῶν διαφορῶν. χρήσιμοι οὖν εἰσιν αἱ διαιρέσεις εἰς τοὺς ὁρισμοὺς ἐν τῷ οὕτως μετιέναι ταύτας ὡς μέλλει εἰπεῖν. πῶς μέντοι δεικνύουσιν οἱ περὶ τὸν Πλάτωνα τοὺς ὁρισμοὺς ἐκ τῶν διαιρέσεων, εἴρηται πρότερον. χρήσιμοι δ᾿ ἂν εἷεν αἱ διαιρέσεις οὕτως πρὸς τὸ συλλογίσασθαι καὶ συνάξαι τὰ μέρη τὰ ἐν τῷ τί ἐστιν, ἤγουν ἐξ ὧν ὁρισμὸς σύγκειται· ὁ γὰρ ὁρισμὸς ἐκ γένους καὶ διαφορῶν· αὗται δὲ ἐκ τῆς διαιρέσεως εὑρίσκονται. p. 96b28 Καίτοι δόξειεν ἂν οὐδέν. Εἰπὼν τὸ χρήσιμον τῆς διαιρέσεως διασύρει πάλιν τὸν Πλάτωνα ὡς λέγοντα διὰ τῆς διαιρέσεως συλλογίζεσθαι καὶ ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ τὰ ἐν τοῖς ὁριστοῖς θεωρούμενα. καίτοι δόξειεν ἂν ἡ διαίρεσις οὐδὲν συλλογιστικῶς ἀποδεικνύειν τὰ μέρη τοῦ ὁρισμοῦ ὑπάρχειν τοῖς ὁριστοῖς, ἀλλ᾿ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ καὶ λαμβάνειν εὐθῦς ἁπάντα ὡς ὁμολογούμενα, ὥσπερ καὶ εἰ ἐξ ἀρχῆς ἐλάμβανέ τις αὐτὰ ἄνευ διαιρέσεως· ὡς γὰρ οὗτος οὐκ ἀποδεικνύει, οὐδ᾿ ἐκεῖνος. p. 96b30 Διαφέρει δέ τι τὸ πεῶτον καὶ ὕστερον. Ἐνταῦθα λέγει τὸ χρήσιμον τῆς διαιρέσεως. πρῶτον λέγει τὰς καθόλου διαφορὰς τὰς περιεχούσας, ὕστερον δὲ τὰς περιεχομένας, ὡς τὸ λογικὸν περιέχει τὸ θνητὸν καὶ τὸ πεζὸν τὸ δίπουν. συμβάλλεται οὗν ἡ διαίρεσις εἰς τὸ εἰδέναι ποῖαι τῶν διαφορῶν εἰσι καθολικώτεραι καὶ ποῖαι μερικώτεραι, ἵν᾿ εὐτάκτως ἐν τῷ ὁρισμῷ πρῶται λαμβάνωνται αἱ καθόλου καὶ μέτὰ ταῦτα αἱ μερικαί. οὐ μικρὰ γὰρ διαφορά ἐστι τὸ <οὐχ> ὡς λαμβάνειν ἄλλην μὲν τῶν κατηγορουμένων διαφορῶν πρώτην ἄλλην δ᾿ ὑστέραν. οἷον ὁ μὲν εἰπὼν τὸν ἄνθρωπον ζῷον ἥμερον δίπουν καλῶς εἴρηκεν· ὁ δὲ εἰπὼν δίπουν ζῷον ἥμερον ἀδιανόητα εἴρηκε· δίδωσι γὰρ ὑπόνοιαν νοεῖν, ὅτι εἰσί τινα δίποδα ἃ ζῷα οὐκ εἰσίν. ἀεὶ γὰρ αἱ δευτέρως κείμεναι διαφοραὶ μερικεύουσι τὰς πρώτας κειμένας· οἷον τῷ ζῴῳ λογικῷ προστεθεῖσα ἡ τοῦ θνητοῦ διαφορὰ ἐμερίκευσε τοῦτο. ἐπεὶ οὖν καὶ τὸ δίπουν πρόκειται τοῦ ζῴου, δοκεῖ καθολικώτερον εἶναι τούτου. p. 96b32 Εἰ γὰρ ἄπαν ἐκ δύο ἐστίν. Ἐπιχείρημα ἐκ τοῦ ἥττονος. καὶ φησίν· εἰ γὰρ ὁ ὁρισμὸς σύγκειται ἐκ δύο τινῶν μερῶν, ἤγουν γένους καὶ μιᾶς διαφορᾶς, <καὶ> οὐ δύναται ἡ διαίρεσις ἐξ ἀποδείξεως ταῦτα λαβεῖν, ἀλλ’ αἰτεῖται τὸ ἐν ἀρχῇ λαμβάνουσα ταῦτα ὡς ὁμολογούμενα, πολλῷ μᾶλλον, εἰ πολλὰ ἦσαν τὰ μέρη τοῦ ὁρισμοῦ, οὐκ ἂν ἠδυνήθη ἀποδεικτικῶς ταῦτα λαβεῖν καὶ διὰ συλλογισμοῦ. Εἰς τὸ αὐτό. εἰ γὰρ ἅπαν, ἤγουν εἰ γὰρ ἅπας ὁρισμὸς ἐκ δύο τινῶν μερῶν συνίσταται, οἷον τὸ ζῷον ἥμερον δίπουν. καὶ τὸ μὲν ζῷον ἥμερον ληπτέον ὡς ἕν τι, ἤγουν ὡς γένος ἀνώνυμον, τὸ δὲ δίπουν ὠς διαφοράν. καὶ πάλιν ἐκ τούτου, ἤγουν ἐκ τοῦ ὡς γένους ληφθέντος, τοῦ ζῴου ἡμέρου, καὶ μιᾶς διαφορᾶς, τοῦ δίποδος, συνίσταται ὁ ὁρισμὸς τοῦ ἀνθρώπου. p. 96b34 Ἤ ὁτιδήποτέ ἐστι τὸ ἓν γινόμενον. Ἤγουν εἴτε ἑτέρου τινὸς ὁριστοῦ ἀναγκαῖον αἰτεῖσθαι τὸ ἐν ἀρχῇ τὸν διαλεγόμενον, ἤγουν τὸν ἀπὸ τῆς διαιρέσεως ταῦτα λαμβάνοντα. p. 96b35 Ἔτι πρὸς τὸ μηδὲν παραλιπεῖν. Ἔτι χρησιμεύει ἡ διαίρεσις πρὸς τὸ μηδέν τι παραλεῖψαι ἀπὸ τῶν διαφορῶν τῶν ἐν τῷ τί ἐστιν, ἤγουν τῶν συντελουσῶν εἰς τὸν ὁρισμόν. Οὕτω μόνως, ἤγουν ἀπὸ τῆς διαιρέσεως. p. 96b36 Ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. Πρῶτον γένος λάβε τὸ ζῷον ἄνευ διαφορᾶς ἐκφερόμενον. τὸ δὲ μετὰ διαφορᾶς ἐκφερόμενον, ὡς τὸ ζῷον ἥμερον, πρῶτον γένος οὐκ ἔστι διὰ τὸ ἀνάγεσθαι αὐτὸ ὑπὸ τὸ ἁπλῶς ζῷον. οἷον τοῦ κόρακος οὐ πρῶτον γένος ἐστὶ τὸ ζῷον πτηνὸν ἀλλὰ τὸ ζῷον, οὐδὲ τοῦ ἀνθρώπου τὸ ζῷον λογικὸν ἀλλὰ τὸ ζῷον. ἐνταῦθα δὲ μέλλει παραδοῦναι, πῶς ἂν σχοίημεν γινώσκειν εἰ ὁ διαιρῶν κατέλειψε διαφοράν, καὶ φησίν· εἰ μὲν ληφθῇ τὸ πρῶτον γένος ἐν τῇ διαρέσει, ἤγουν τὸ ζῷον, καὶ διαιρεθῇ εἰς τὰς προσεχεῖς διαφοράς, τὸ πεζόν, τὸ πτηνὸν καὶ τὸ νηκτόν, ἀνάγκη πάντα τὰ εἴδη τοῦ ζῴου εἰς ἓν τούτων ἐμπίπτειν. εἰ δὲ οὐ λάβῃς ταύτας τὰς διαφορὰς ἐν τῷ διαιρεῖν τὰς καὶ προσεχεῖς οὔσας τοῦ ζῴου ἀλλ᾿ ἑτέρας τινὰς διαφοράς, αἳ τοῦ ζῴου οὐκ εἰσὶν ἀλλὰ τινος τῶν προσεχῶν διαφορῶν τοῦ ζῴου, οὐκ ἐμπεσοῦνται τὰ εἴδη πάντα τοῦ ζῴου εἰς ταύτας τὰς διαφοράς. εἰ γὰρ διαιρεθῇ τὸ ζῷον εἰς τὸ ὁλόπτερον |καὶ εἰς τὸ σχιζόπτερον, οὐ πᾶν εἶδος τοῦ ζῴου εἰς ταύτας ἐμπέσῃ· ὁ γὰρ ἄνθρωπος καὶ ὁ ἵππος οὔτε ὁλόπτερά εἰσιν οὔτε σχιζόπτερα. καὶ δῆλον ὅτι τὸ ὁλόπτερον καὶ σχιζόπτερον οὐκ εἰσὶ προσεχεῖς διαφοραὶ τοῦ ζῴου ἀλλὰ τοῦ πτηνοῦ. ὁλό- πτερα δὲ λέγεται ἢ τὰ ὑμενόπτερα, ὡς αἱ νοκτερίδες, ἢ τὰ κολεόπτερα, ὡς οἱ τέττιγες καὶ αἱ μυῖαι. Εἰς τὸ αὐτό. ὅταν γὰρ τὸ πρῶτον ληφθῇ γένος. ἐὰν μὲν ὁ διαιρῶν λαμβάνῃ οὐ τὰς προσεχεῖς διαφορὰς τοῦ ζῴου ἀλλά τινας τῶν διαιρέσεων τῶν κάτωθεν, ἤγουν τινὰς τῶν διαφορῶν τῶν ἐκ τῆς διαιρέσεως ἐφευρεθεισῶν καὶ κάτωθεν οὐσῶν τῶν προσεχῶς διαφορῶν τοῦ ζῴου οἷαί εἰσι τὸ ὁλόπτερον καὶ σχιζόπτερον, οὐχ ἅπαν εἶδος τοῦ ζῴου ἐμπεσεῖται εἰς ταῦτα, ἀλλὰ πάντα τὰ πτηνὰ ζῷα ἐμπίπτουσιν εἰς ταύτας τὰς διαφοράς· τοῦ γὰρ πτηνοῦ ζῴου εἰσὶ διαφοραὶ αὗται, οὐ τοῦ ζῴου. Πρώτη δὲ καὶ προσεχὴς διαφορά ἐστι τοῦ ζῴου εἰς ἣν ἐμπίπτει πάντα τὰ εἴδη τοῦ ζῴου. σημειωτέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν ῾διαφοράς᾿ εἶπε ῾διαφοράν᾿ · πᾶν γὰρ γένος εἰς δύο διαφορὰς τοὐλάχιστον διαιρεῖται. ὁ μοίως δὲ λαὶ ἐπὶ 1 ἑκάστου τῶ ἄλλων ἔλαβεν εἰς παράστασιν τῆς διαιρέσεως τοῦ γένους τὸ ζῷον, καὶ φησίν· εἰ δὲ βούλει, λάβε καὶ ἕτερόν τι γένος εἴτε ἐκτὸς τοῦ ζῴου θεωρούμενον εἴτε ἐντός. ἐκτὸς μὲν τοῦ ζῴου ἐστὶ γένος τὸ ἄψυχον ἢ τὸ φυτὸν τὸ ἀντιδιῃρημένον τῷ ζῴῳ· ἔμψυχα γὰρ τὰ φυτά, ἀναίσθητα δέ. γένος δὲ ὑπ᾿ αὐτὸ τὸ ζῷον ἀναγόμενον λάβε τὴν ὄρνιθα. οἷον οὖν λάβῃς γένος, εἰ μὲν διαιρήσεις αὐτὸ εἰς τὰς προσεχεῖς αὐτῷ διαφοράς, πάντα τὰ ὑπ᾿ αὐτὸ εἴδη ἐμπεσοῦνται εἰς αὐτάς· εἰ δὲ εἰς τὰς προσεχεῖς οὐ διαιρήσεις ἀλλ᾿ εἰς ἐτέρας διαφορὰς κάτωθεν οὔσας τῶν προσεχῶν, οὐκ ἐμπεσοῦνται τὰ ὑπ᾿ αὐτὸ εἴδη εἰς αὐτάς. Οὕτως μὲν οὖν βαδίζων, ἤγουν τούτῳ τῷ κανόνι χρώμενος ἐν τῷ διαιρεῖν, ἔχεις ἐξ αὐτοῦ γνῶναι εἰ παρέλειψάς τινας τῶν προσεχῶν διαφορῶν τοῦ γένους. ἄλλως δὲ διαιρῶν καὶ οὐ κατὰ τὸν κανόνα τοῦτον ἐξ ἀνάγκης παραλείψεις τὰς διαφοράς, καὶ οὐ συνήσεις ὅτι παρέλειψας. p. 97a6 Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον. Τοῦτο λέγει ἀναιρῶν τοὺς λόγους δι᾿ ὦν ἐπεχείρει ὁ Σπεύσιππος ἀναιρῆσαι καὶ τὴν διαίρεσιν καὶ τοὺς ὁρισμούς. ἐπεχείρει γὰρ οὗτος δεικνυειν, ὡς οὐκ ἔστιν ἀποδοῦναι ὁρισμόν τινος, λέγων ὡς ὁ θέλων δι᾿ ὁρισμοῦ παραστῆσαι τὴν φύσιν τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ὀφείλει γινώσκειν πάντα τὰ ὄντα καὶ τὰς διαφορὰς αὐτῶν καθ᾿ ἃς διαφέρουσιν ἀλλήλων· οὕτως γὰρ παρίσταται ἡ φύσις τοῦ ἀνθρώπου ἢ τοῦ ἵππου ἢ ἄλλου τινὸς ἐν τῷ χωρίζεσθαι τῶν ἄλλων πάντων. τὸ δὲ χωριζόμενον διὰ τινων διαφορῶν δεῖ χωρίζεσθαι. ἐπεὶ δὲ ἀδύνατον πάντα τὰ ὄντα γινώσκειν ἢ τὰς διαφορὰς αὐτῶν, λοιπὸν δι᾿ ὁρισμοῦ παραστῆσαί τι ἀδύνατον. p. 97a9 Ἄνευ δὲ τῶν διαφορῶν οὐκ εἶναι. Ἤγουν οὐκ ἔστι δὲ δυνατόν τινα εἰδέναι ἕκαστον ὁριστὸν μὴ εἰδότα τὰς διαφορὰς καθ᾿ ἃς διαφέρει τῶν ἄλλων πάντων. p. 97a10 Οὖ γὰρ μὴ διαφέρει. Ἤγουν εἰ μὴ ἔστι τις διαφορὰ δι᾿ ἧς διαφέρει ὁ Θεαίτητος τοῦ Δίωνος, ἔσονται ἄρα καὶ ἄμφω ταὐτὰ καὶ οἱ αὐτοί. ἢ εἴ βούλει, λάβε ἵππον καὶ βοῦν εἰς παράδειγμα. τῶν δὲ ἑτέρων πραγμάτων, ὡς λίθου καὶ ἀνθρώπου, εἰσὶ καὶ διαφοραὶ καθ᾿ ἃς ἀπ᾿ ἀλλήλων διακέκρινται. [Πρῶτα λέγονται τὰ εἴδη τὰ εἰδικώτατα, ὃ ἐπελαθόμεθα ἐξηγήσασθαι ἐν τῶ οἰκείῳ τόπῳ, διότι ὀ ἀπὸ τῶν καθ᾿ ἕκαστα ἀνιὼν ἐπὶ τὰ γένη κατὰ ἀνάλυσιν πρῶτον εἰς τὰ εἰδικώτατα εἴδη καταντᾷ, εἶθ᾿ οὕτως προβαίνει καὶ ἐπὶ τὰ ὐπεράνω τούτων.] p. 97a11 Πρῶτον μὲν οὗν τοῦτο ψεῦδος. Εἰπὼν τοὺς λόγους, δι᾿ ὧν ὁ Σπεύσιππος ἀνέτρεπε τοὺς ὁρισμοὺς καὶ τὰς διαιρέσεις, νῦν πρὸς ἀνατροπὴν χωρεῖ ἑνὸς ἑκάστου τῶν ἐπιχειρημάτων αὐτοῦ. ἔλεγε γάρ· πᾶς ὁ ὁριζόμενος ἢ διαιρῶν ἀνάγκην ἔχει γινώσκειν πάντα τὰ ὄντα καὶ κατὰ τί ἀλλήλων διαφέρουσιν· εἰ γὰρ ὁ ὁρισμὸς χωρίζει τὸ πρᾶγμα ἀπὸ πάντων τῶν ὄντων, ἀνάγκη γινώσκειν τὸν διοριζόμενον τὰς διαφορὰς καθ᾿ ἃς ἕκαστον τῶν ὄντων ἕτερον τοῦ ὁριστοῦ ἐστι· πᾶν γὰρ τὸ διαφέρον τινὸς ἕτερόν ἐστιν ἐκείνου. καὶ πρῶτον μὲν ἐλέγχει τοῦτον ψευδόμενον ὡς ἀγνοοῦντα τὰ τῆς διαφορᾶς σημαινόμενα· οὐ γὰρ κατὰ πᾶσαν διαφορὰν ἕτερα κρίνονται εἶναι τὰ πράγματα ἀλλὰ κατὰ μόνας τὰς οὐσιώδεις. οἷον ὁ ἀνθρωπος καὶ ὁ ἵππος εἰσὶν ἕτερα ὡς διαφέροντα ἀλλήλων οὐσιώδεσι διαφοραῖς· διαφέρουσι <δ᾿> ἀλλήλων ὁ Θεαίτητος καὶ ὁ Δίων, καθὸ ὁ μὲν λευκὸς ὁ δὲ μέλας, ἢ ὁ μὲν φαλακρὸς ὀ δὲ κομήτης, ἀλλὰ ἕτεροι οὐκ εἰσὶν ἀλλὰ οἱ αὐτοὶ τῷ εἴδει· συμβεβηκότα γάρ εἰσι καθ᾿ ἃ διαφέρουσιν ἀλλ᾿ οὐκ οὐσιώδη. p. 97a14 Εἷτα ὅταν λάβῃ τὰ ἀντικείμενα καὶ τὴν διαφοράν. |Toῦτο ἐπιχείρημά ἐστι ἀνατρεπτικὸν τοῦ λόγου τοῦ Σπευσίππου λέγοντος ὡς ἀνάγκη τὸν ὀριζόμενον εἰδέναι πάντα τὰ ὄντα καὶ τὰς τούτων διαφοράς καθ᾿ ἃν διαφέρουσι τοῦ ὀριστοῦ. ἀντικείμενα λέγει τὰς ἀντικειμένας διαφορὰς καθ᾿ ἃς διαιρεῖται τὸ ζῷον, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον. ὠνόμασε δὲ ταῦτα καὶ διαφορὰν ἑνικῶς ἀλλ᾿ οὐχὶ διαφοράς, διότι καὶ ἄμφω ὑπὸ τὴν διαφορὰν ἀνάγονται. καὶ ὥσπερ ἡ κατάφασις καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι. εἰ καὶ δύο εἰσίν, ἀλλ᾿ οὖν ἓν ὄνομα ἔχουσι τὸ καλεῖσθαι ἀντίφασις, οὕτως οἱ δύο ὅροι οἱ ἀντικείμενοι, ἤγουν τὸ λογικὸν καὶ τὸ ἄλογον, ἑνὶ ὀνόματι διαφορὰ λέγεται ὡς ὑπὸ ταύτην ἀναγόμενοι. εἶτα ὅταν λάβῃ τις τὸ γένος καὶ διαιῇ τοῦτο εἰς τὰ ἀντικείμενα, ἃ καὶ ἐκάλεσε διαφοράν, καὶ λάβῃ ὅτι πᾶν πρᾶγμα ἀνάγκη ἐμπίπτειν ἐνταῦθα ἢ ἐνταῦθα, ἤγουν ἢ ὑπὸ τὸ λογικὸν ἢ ὑπὸ τὸ ἄλογον, καὶ λάβῃ τὸ ζητούμενον, ἤγουν τὸ προκείμενον εἰς τὸ ὁρισθῆναι, ἐν θατέρῳ εἶναι, ἤγουν ὑπὸ τὸ λογικόν, καὶ τοῦτο, ἤγουν ὅτι ὁ ἀνθρωπός ἐστι λογικός, γινώσκῃ ἀκριβῶς συλλογιζόμενος οὕτως ῾ὁ ἄνθρωπος τέχνας καὶ ἐπιστήμας ἐπιτηδεύεται, πᾶς ὁ ἐπιτηδευόμενος τέχνας καὶ ἐπιστήμας λογικός, ὁ ἄνθρωπος ἄρα λογικός᾿, οὐδὲν διαφέρει, ἤγουν οὐ συμβάλλεται αὐτῷ, εἰδέναι εἴτε καὶ μή, ἐπὶ τίνων καὶ ἄλλων ὄντων αἱ διαφοραὶ αὗται, ἤγουν τὸ λογικὸν καὶ ἄλογον, θεωροῦνται. οἷον εἰ μέλλων ὁρίσασθαι τὸν ἄνθρωπον λάβῃς ὅτι ἐστὶ ζῷον, πᾶν δὲ ζῷον ἢ λογικὸν ἢ ἄλογον, λάβῃς δὲ τὸν ἄνθρωπον εἶναι λογικόν, περισσόν ἐστι τὸ γινώσκειν εἰ καὶ πάντα τὰ ὄντα ἢ ὑπὸ τὸ λογικὸν ἐμπίπτει ἢ ὑπὸ τὸ ἄλογον. p. 97a18 Φανερὸν γὰρ ὅτι ἐὰν οὕτω βαδίζων, Ἤγουν διὰ τῆς διαιρέσεως κατερχόμενος καὶ διαιρῶν αὖθις τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ ἀθάνατον καὶ τὸ θνητὸν εἰς τὸ νοῦ καὶ ἐπιστήμης <δεκτικὸν καὶ τὸ μὴ δεκτικὸν νοῦ καὶ ἐπιστήμης>, καταντήσῃς ὦν μηκέτι ἐστὶ διαφορά, ἤγουν ὅπερ οὐ δύναται διαιρεθῆναι εἰς ἑτέρας διαφοράς, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἕξεις ἐκ τῶν διαιρεθεισῶν διαφορῶν ἐπισυνάξαι τὸν λόγον καὶ τὸν ὁρισμὸν τῆς προκειμένης οὐσίας εἰς τὸ ὁρισθῆναι. p. 97a19 Τὸ δ᾿ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν. Ἀναιρήσας τὰ ἐπιχειρήματα τοῦ Σπευσίππου, δι᾿ ὧν οὗτος κατεσκεύαζε μὴ εἶναι ὁρισμὸν μήτε διαίρεσιν, ἐπειδὴ καὶ αὐτὸς ἐκ διαιρέσεως λέγει ἐπισυνάγεσθαι τοὺς ὁρισμούς, ἣν αὐτὸς διέσυρε λέγων μὴ ἐξ ἀνάγκης ἐκ διαιρέσεως συνάγεσθαι τὰ μέρη τοῦ ὁρισμοῦ ἀλλ᾿ αἰτεῖσθαι τὸ ἐν ἀρχῇ, ἵνα μή τις διασύρῃ αὐτὸν ὡς τοῖς αὐτοῖς περιπίπτοντα καὶ αἰτούμενον τὸ ἐν ἀρχῇ ἐν τῷ συνάγειν τὰ μέρη τοῦ ὁρισμοῦ ἐκ τῆς διαιρέσεως, ὡς εἴπομεν ἄνωθεν, τὴν ὑπόνοιαν ταύτην θεραπεύει. καὶ λέγει μὴ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι τὸν λέγοντα τὸν ἄνθρωπον ἢ ὑπὸ τὸ λογικὸν ἀνάγεσθαι ἢ ὑπὸ τὸ ἄλογον· ἀλλὰ μὴν λογικός ἐστιν· ἐξ ἀνάγκης γὰρ ὁ ἄνθρωπος ὑπὸ θάτερον τούτων ἐμπίπτει. ὅτι δὲ τὸ ἐξ ἀνάγκης ἐν τούτῳ θεωρεῖται, δῆλον· αἱ ἀντικείμεναι διαφοραί, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἰσοδυναμοῦσι ταῖς ἀντιφατικῶς ἀντικειμέναις· ταὐτὸν γάρ ἐστι τὸ λέγειν λογικὸν καὶ οὐ λογικόν. εἰ γοῦν ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων ἐξ ἀνάγκης θάτερον ἀληθεύει ἐπὶ ἑκάστου τῶν ὄντων, λοιπὸν ἄρα καὶ ἐπὶ τῶν ἀντικειμένων διαφορῶν ἕκαστον τῶν ὄντων ὑπὸ θάτερον τούτων πεσεῖται. τὸ δὲ αἴτημα ἐξ ἀνάγκης οὐκ ἔστιν. αἴτημα δὲ λέγεται ὃ οὐ γινώσκει ὁ μαθητευόμενος οἴκοθεν, ἀλλὰ ἀκούει νῦν πρώτως τοῦ διδασκάλου τοῦτο λέγοντος. οἷον τὸ ῾ἡ ψυχὴ αὐτοκίνητος᾿ · αἰτήσεται γὰρ τὸν διδάσκαλον δεῖξαι τοῦτο. καὶ λοιπὸν κεῖται παρὰ τῇ ἐξουσίᾳ τοῦ μαθητευομένου δέξασθαι τοῦτο εἴτε καὶ μή, καὶ οὐκ ἐξ ἀνάγκης ἔχει τὸ τοῦτο δέξασθαι. εἰκότως δὲ προσέθηκε τὸ ὧν μὴ ἔστι τι μεταξύ· εἰ γὰρ ἔμμεσά εἰσι τὰ ἀντικείμενα, οἷον τὸ λευκὸν καὶ τὸ μέλαν, οὐκ ἐξ ἀνάγκης πᾶν πρᾶγμα ἢ λευκὸν ἔσται ἢ μέλαν, ἀλλ᾿ ἐνδέχεται μηδέτερον τούτων εἶναι ἀλλ᾿ εἶναι ὠχρὸν ἢ φαιὸν ἢ ξανθόν. τὸ δὲ εἴπερ ἐκείνου διαφορὰ ἔσται πρόσκειται, ἵνα δείξῃ ὅτι, ἐὰν τὰ ἀντικείμενα προσεχεῖς διαφοραί εἰσι τοῦ ζῴου, ὡς τὸ πεζόν, πτηνὸν καὶ νηκτόν, ἐξ ἀνάγκης εἰς θάτερον αὐτῶν ἐμπίπτει ἕκαστον τῶν ὄντων. εἰ δὲ οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου ἀλλὰ τινος τῶν ὑπυκάτω αὐτοῦ, ὡς τὸ ὁλόπτερον καὶ τὸ σχιζόπτερόν εἰσι τοῦ πτηνοῦ, οὐκ ἐξ ἀνάγκης ἄπαν ζῷον ἢ ὁλόπτερόν ἐστιν ἢ σχιζόπτερον· συντάσσων δὲ οὕτω συμβιβάσεις τὸν λόγον εἰπὼν ῾ἀνάγκη γὰρ ἔσται᾿. τὸ δὲ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν ληπτέον ἀντὶ τοῦ ῾ἅπαν ἐμπίπτειν εἰς τὰς ἀντικειμένας διαφορὰς τὰς ἐκ τῆς διαιρέσεως εὑρισκομένας. p. 97a23 Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν θέσεων. Ἐπὶ τινῶν μὲν ἀντιγράφων κεῖται διὰ τῶν θέσεων, ἐπὶ τινῶν δὲ διὰ τῶν διαιρέσεων· λέγονται γὰρ καὶ αἱ ἀντικείμεναι διαφοραὶ θέσεις, καθὸ ἕκαστον τῶν ὄντων ὑφ᾿ ἓν αὐτῶν τίθεται ἀνάγεσθαι. Δείξας, πῶς θηρᾶται ὁ ὁρισμός, καὶ κατὰ τί χρησιμεύει ἡ διαίρεσις εἰς τοὺς ὁρισμούς, νῦν ζητεῖ πῶς ἐστι δυνατὸν κατασκευάζειν καὶ δεικνύειν τὸν ὁρισμὸν ἔχειν τὸ ἀνεπίληπτον, ἄτε τέλειον ὄντα καὶ μήτε πλέον τοῦ δέοντος ἔχοντά τι μήτε ἐλλεῖπον. εἶπε δὲ κατασκευάζειν καὶ οὐ ῾συλλογίζεσθαι᾿ ἢ ῾ἀποδεικνύειν᾿, εἰκότως· οὐ γὰρ πᾶς ὁ κατασκευάζων τι διὰ συλλογισμοῦ ἢ δι᾿ ἀποδείξεως τοῦτο κατα|σκευάζει, ἀλλὰ γίνεται ἡ κατασκευὴ καὶ ἀπὸ ἀναλύσεως ἢ ἀπὸ διαιρέσεως. ἐπεὶ δὲ οὗτος ἔδειξε τοὺς ὁρισμοὺς μήτε συλλογίζεσθαι μήτε ἀποδεικνύεσθαι, ἔθηκε τὸ κατασκευάζειν, ἐξ ἀναλύσως γὰρ ἔφησεν εὑρίσκεσθαι τὸν ὁρισμόν· ἀπὸ γὰρ τῶν ὁρισμῶν τῶν καθ’ ἕκαστα εὑρίσκονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων καὶ ἀπὸ τῶν ὁρισμῶν τῶν εἰδικωτάτων οἱ ὁρισμοὶ τῶν γενῶν. Τὸ τριῶν δεῖ στοχάζεσθαι ἀντὶ τοῦ ῾τρία δεῖ παρατηρεῖν῾. ἓν μὲν τὸ λαμβάνειν ἐν τῷ ὁρισμῷ τὰ κατηγορούμενα κατὰ τοῦ ὁριστοῦ ἐν τῷ τί ἐστιν, ἤγουν οὐσιωδῶς. εἰ δέ τις εἴπῃ ῾καὶ μὴν ὁ ὁρισμὸς ἐκ διαφορῶν συνίσταται, αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγοροῦνται· πῶς ἐνταῦθα λέγει τὰ μέρη τοῦ ὁρισμοῦ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι; ῾,ἐροῦμεν πρὸς αὐτὸν ὃ πολλάκις εἰρήκαμεν, ὃτι αἱ διαφοραὶ συνειλημμέναι τῷ γένει οὐκέτι εἰσὶ διαφοραὶ ἀλλὰ γένη ἀνώνυμα. δεύτερον δὲ τὸ τάττειν τὰ καθολικώτερα πρῶτα, τὰ δὲ μερικώτερα μετ’ αὐτά· οὕτω γὰρ εὐταξία ἔσται ἐν τοῖς μέρεσι τῶν ὁρισμῶν. καὶ τρίτον ὅτι ταῦτα πάντα τὰ ἐν τῷ ὁρισμῷ συλληφθέντα οὐσιώδη μόνῳ τῷ ὁριστῷ ἐφαρμόζουσιν. p. 97a26 Ἔστι δὲ τούτων ἓν πρῶτον διὰ τοῦ δύνασθαι. Ἰστέον ὡς τέσσαρά εἰσι τὰ διαλεκτικὰ προβλήματα· γενικά, οἷς συνυπάγονται καὶ αἱ διαφοραί (ἕμαθες γὰρ ὠς αὗται συλληφθεῖσαι τῷ οὐκέτι διαφοραί εἰσιν ἀλλὰ γένη ἀνώνυμα), ὁρικά, εἰδικὰ καὶ κατὰ συμβεβηκός. ἐν γὰρ ταῖς διαλέξεσιν ἢ περὶ γένους ἐστὶν ἡ ζήτησις, οἷον εἰ τόδε τοῦδε γένος ἐστίν, ἢ περὶ ὅρου ἢ περὶ εἴδους ἢ περὶ συμβεβηκότος. καὶ αὐτίκα καὶ τόπους καὶ ἀφορμὰς ἐπιχειρημάτων παρέδωκεν ἰδίᾳ καὶ ἰδίᾳ περὶ αὐτῶν δι᾿ ὧν τις κατασκευάσει ὅτι τόδε τῷδε συμβέβηκεν, εἰ περὶ συμβεβηκότος ἐστὶν ἡ ζήτησις, ἢ ὄτι τόδε γένος ἐστὶ τοῦδε ἢ ὀρισμὸς ἢ εἶδος. ἐπεὶ δὲ ἐν τοῖς ὁρισμοῖς πρῶτον κεῖται τὸ γένος, δεῖ σε προαποδεικνύειν ὅτι γένος ἐστὶ τὸ προηγούμενον τῶν ἄλλων μερῶν τοῦ ὁρισμοῦ καὶ οὐχὶ ὁμώνυμος φωνή. ἔστι δὴ τὸ ἓν παρατήρημα ἀπὸ τούτων τῶν τριῶν τὸ καὶ προταγὲν τῶν ἄλλων διὰ τοῦ δύνασθαι κατασκευάσαι τὸ πρῶτον κείμενον ἐν τῷ ὁρισμῷ, ἤγουν τὸ γένος, ὅτι ὑπάρχει γένος. δείξεις δὲ τοῦτο καὶ διὰ τοῦ γένους, ἤγουν τῶν ἐπιχειρημάτων δι᾿ ὧν κατασκευάζονται καὶ δεικνύονται ὅτι τάδε γένη εἰσίν, ὥσπερ ἔστι συλλογίζεσθαι καὶ ἀποδεικνύειν ὅτι τόδε συμβέβηκε τῷδε διὰ τῶν ἐπιχειρημάτων τῶν συμβαλλομένων πρὸς τὸ συμβεβηκός, ἤγουν πρὸς ἀπόδειξιν τοῦ συμβεβηκότος. μετὰ γοῦν τὸ δεῖξαι, ὅτι τὸ προηγούμενον ἐν τῷ ὁρισμῷ γένος ἐστί, δεῖ σε τάττειν τὰ ἄλλα μέρη αὐτοῦ εὐτάκτως. εὐτάκτως δὲ τάξεις αὐτά, ἐὰν μετὰ τὸ γένος θήσεις τὸ πρῶτον τῶν ἄλλων. πρῶτον δέ ἐστι τὸ ἐπόμενον πᾶσι τοῖς μετ’ ἐκεῖνο κειμένοις. οὐ μέντοι γε δὲ καὶ ἀνάπαλιν ἐκεῖνα τούτῳ ἕπονται· τὰ γὰρ καθόλου ἔπονται τοῖς μερικωτέροις, οὐ μὴν δὲ τὰ μερικώτερα τοῖς καθόλου. δεύτερον δὲ τάττε τὸ πάλιν πρῶτον ὂν καθολικώτερον τῶν μετ᾿ αὐτὸ καὶ ἑπόμενον αὐτοῖς, οὐ μὴν δὲ καὶ τοὐναντίον. καὶ κατὰ τὴν αὐτὴν μέθοδον ὁμοίως τάττε τὸ τρίτον καὶ τὸ τέταρτον. ὡς ἐπὶ τοῦ ζῴου λογικοῦ θνητοῦ νοῦ καὶ ἐπιστήμης δεκτικοῦ μετὰ τὸ γένος, ἤγουν τὸ ζῷον, πρῶτον κεῖται τὸ λογικὸν ὡς ἐπόμενον τῷ θνητῷ· οὐ μέντοι Τε δὲ καὶ τὸ θνητὸν ἕπεται αὐτῷ· ὠσαύτως καὶ τὸ θνητὸν ἀκολουθεῖ τῷ νοῦ καὶ ἐπιστήμης δεκτικῷ· οὐ μὴν δὲ καὶ τοὐναντίον συμβαίνει. p. 97a32 Καὶ τρίτον τὸ τῶν ἐχομένων. Ἤγουν τὸ πρῶτον τῶν ἐφεξῆς. p. 97a3. 5 Ὅτι δὲ πάντα ταῦτα. Τοῦτό ἐστι τὸ τρίτον παρατήρημα. δείξεις δέ, ὅτι ταῦτα πάντα τὰ μέρη τοῦ ὁρισμοῦ ἐφαρμόζουσι τῷ ὁριστῷ μόνῳ καὶ οὐχ ἐτέρῳ τινί, ἐκ τοῦ λαβεῖν τὸ πρῶτον, ἤγουν τὸ γένος, κατὰ διαίρεσιν καὶ διαιρῆσαι αὐτό (ἔστω δὲ τὸ ζῷον) εἰς τὰς ἀντικειμένας διαφοράς, εἰς τὸ λογικὸν εἰς τὸ ἄλογον. εἶθ᾿ οὕτως εἴπῃς ὅτι ἄπαν πρᾶγμα ἢ τόδε ἐστίν, ἤγουν ἢ ζῷον λογικόν, ἢ τόδε, ἤγουν ζῷον ἄλογον, ὑπάρχει δὲ ὁ ἄνθρωπος τόδε, ἤγουν ζῷον λογικόν. καὶ πάλιν τούτου ὅλου, τοῦ ζῴου λογικοῦ, λάβῃς τὴν διαφοράν, ἤγουν τὰς ἀντικειμένας διαφοράς, τὸ θνητόν φημι καὶ τὸ ἀθάνατον, καὶ εἴπῃς ῾πᾶν ἢ ζῷον λογικὸν θνητόν ἐστιν ἢ ζῷον λογικὸν ἀθάνατον· ὁ δὲ ἄνθρωπος ζῷον λογικὸν θνητόν ἐστιν᾿. οὐ καινὸν δὲ εἰ τὰς ἀντικειμένας διαφορὰς ἐνικῷ ὁνόματι διαφορὰν εἴρηκε· καὶ τοῦτο δέδεικται ἄνωθεν. εἶτα λάβε καὶ τοῦ θνητοῦ διαφοράν, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. ἔστη γοῦν ἡ διαίρεσις ἄχρι τούτου· τελευταίαν γάρ φημι διαφορὰν τὴν μηκέτι εἰς διαφορὰν ἑτέραν δυναμένην διαιρεθῆναι, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. οὕτως ἀπήρτισται ὁ τοῦ ἀνθρώπου ὁρισμὸς ὡς αὐτῷ μόνῳ ὑπάρχων καὶ μὴ ἑτέρῳ τινί. καὶ εἰ μὲν λάβῃς ὅτι εἰσί τινα ζῷα λογικὰ θνητὰ φύσεις τινὲς αὐτομαθεῖς, ἤγουν μὴ ἀπὸ διδασκάλου ἔχουσαι τὰς ἐπιστήμας καὶ τὰς τέχνας ἀλλ῾ αὐτοδίδακτοι οὖσαι ὑπὸ τῆς φύσεως, οἷος λέγεται εἶναι ὁ Ἱπποκένταυρος ἢ ὁ Σάτυρος ὴ Πᾶνές τινες λέγεται δὲ καὶ παρὰ τοῦ Πλάτωνος εὑρεθῆναι σῶμα Νηρηίδος νεκρὸν ἐρριμμένον), εἰ μὲν οὖν τοιαῦται φύσεις εἰσίν, ἀναγκαίως πρόσκειται τῷ |ὁρισμῷ τοῦ ἀνθρώπου τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἀντιδιαστέλλον τὸν ἄνθρωπον ἐκείνων· ὁ γὰρ ἄνθωπος ζῷον λογικὸν θνητόν ἐστιν, ἀλλ᾿ οὐχὶ αὐτοδίδακτον ἔχον τὴν τέχνην καὶ τὴν ἐπιστήμην ἀλλὰ παρὰ διδασκάλου ταύτην λαβόν. εἰ δὲ οὐκ εἰσὶ φύσεις τοιαῦται, περισσὸν κεῖται ἐν τῷ ὁρισμῷ· ἀρκεῖ γὰρ εἰπεῖν τὸν ἄνθρωπον εἶναι ζῷον λογικὸν θνητόν. καὶ οὕτω μὲν κατασκευάζονται οἱ ὁρισμοὶ τῶν εἰδικωτάτων εἰδῶν. ἐπεὶ δὲ ἔχομεν καὶ ἄλλα εἴδη ὑπάλληλα, παραδίδωσί σοι πῶς κατασκευάσεις καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ διὰ τοῦτο προσέθηκε τὸ ἢ καὶ εὐθὺς μετὰ τῆς τελευταίας διαφορᾶς. εἰ γὰρ πρόκειται κατασκευάσαι τὸν ὁρισμὸν τοῦ ζῴου, ὅπερ ἐστὶ τὸι ῾οὐσία ἔμψυχος αἰσθητική῾, δεῖ σε λαβεῖν τὸ γένος, ἤγουν τὴν οὐσίαν, καὶ διαιρῆσαι αὐτὴν εἰς ἔμψυχον καὶ ἄψυχον καὶ εἰπεῖν ῾πᾶν πρᾶγμα ἢ ἔμψυχόν ἐστιν ἢ ἄψυχον, τὸ δὲ ζῷον οὐσία ἔμψυχός ἐστι᾿ καὶ πάλιν διαιρῆσαι τὴν οὐσίαν τὴν ἔμψυχον εἰς τὸ αἰσθητικὸν καὶ εἰς τὸ ἀναίσθητον. πᾶν δὲ ἢ αἰσθητικόν ἐστιν ἢ ἀναίσθητον· τὸ δὲ ζῷον οὐσία ἔμψυχος αἰσθητική. εἰ γοῦν καὶ τὸ αἰσθητικὸν δύναται αὖθις διαιρεθῆναι εἰς τὸ ζῷον καὶ εἰς τὸ ζῳόφυτον, ἀλλὰ δεῖ στῆσαι τὴν διαίρεσιν ἄχρι τοῦ αἰσθητικοῦ ὠς δι᾿ αὐτοῦ ἀπαρτισθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου. ὅτι δὲ ἀπηρτίσθη ὁ ὁρισμὸς τοῦ ζῴου, ἤγουν τὸ ῾οὐσία ἔμψυχος αἰσθητική᾿, δῆλον ἐκ τοῦ μὴ διαφέρειν τοῦτο τὸ ὁριστόν, ἤγουν τὸ ζῷον, τοῦ συνόλου, ἤγουν τοῦ ῾οὐσία ἔμψυχος αἰσθητική᾿, ληφθέντος αὐτοῦ τοῦ ὅλου μετὰ τῆς τελευταίας διαφορᾶς, τουτέστι τοῦ αἰσθητικοῦ. μὴ διαφέρειν δὲ ἐν τῷ εἴδει, τοῦτ᾿ ἔστιν οὐχὶ ὅλος οὗτος ὁ ὁρισμὸς ὁ ῤηθεὶς ἐπὶ πλέον ἐστὶ τοῦ ζῴου ὡς δηλῶν καὶ ἕτερα εἴδη, ἀλλὰ μόνον τὸ ζῷον δηλοῖ καὶ οὐ διαφέρει αὐτοῦ, ἤγουν οὐκ ἐπὶ πλέον ἐστὶν αὐτοῦ. Δῆλον δὲ ὅτι οὐ πλεῖόν τι πρόσκειται τῷ ὁρισμῷ, ἤγουν οὐ περιττόν τι καὶ μὴ συμβαλλόμενον εἰς τὴν οὐσίαν τοῦ πράγματος (τοιοῦτον δέ ἔστι τὸ συμβεβηκός) ἐκ τοῦ πάντα λαβεῖν ἐν τῷ ὁρισμῷ τὰ ἐν τῷ τί ἐστιν, ἤγουν τὰ οὐσιωδῶς ὑπάρχοντα τῷ ὁριστῷ· καὶ πλεῖον τούτων καὶ κατ’ ἐπέκεινα οὐκ ἔλαβε συμβεβηκός τι. ἀλλ᾿ οὐδὲ ἀπολείπει τι, ἤγουν ἐλλιπής ἐστιν ὁ ὁρισμός. ὁ γὰρ ὀρισμὸς ἐκ γένους καὶ διαφορῶν· εἰ γοῦν κατελείφθη τι μέρος τοῦ ὁρισμοῦ, ἢ γένος ἐστὶν ἢ διαφορά· τὸ <δὲ> γένος οὐ κατελείφθη· πρῶτον γὰρ κεῖται ἐν τῷ ὀρισμῷ καὶ ταῖς διαφοραῖς συνείληπται· ἀλλ᾿ οὐδὲ διαφορά ἐστι τὸ καταλειφθέν· πᾶσαι γὰρ αἱ διαφοραὶ ἔχονται, ἤγουν ἐλήφθησαν. οὐ γὰρ ἔτι ἐστὶ καταλειφθεῖσα ἡ ὑστέρα διαφορά, οἷόν ἐστι τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· εἰ γὰρ τὸ τελευταῖον, ἤγουν ἡ τελευταία αὕτη διαφορά, κατελείφθη, διέφερεν ἂν τοῦ ὀριστοῦ τὸ ζῷον λογικὸν θνητὸν ἐν τῷ εἴδει, ἤγουν οὐκέτι ἐδήλου μόνον τὸν ἄνθρωπον ἀλλὰ καὶ ἃς εἴπομεν φύσεις αὐτομαθεῖς. p. 97b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέπονται ἐπὶ τὰ ὅμοια. Εἰπὼν ὡς δεῖ θηρᾶσθαι τοὺς ὀρισμοὺς τῶν τε εἰδικωτάτων εἰδῶν καὶ τῶν γενῶν ἐξ ἀναλύσεως (αἱ γὰρ κοινότητες τῶν μερικῶν ὀρισμοί εἰσι τῶν εἰδικωτάτων εἰδῶν, καὶ αἱ τῶν εἰδικωτάτων κοινότητες ὁρισμοὶ τῶν γενῶν), ἔτι πραγματευόμενος τὸ τοῦ ὁρισμοῦ ἀνεπίληπτον, ἐπεὶ ὁ ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, τὸ δὲ γένος κοινὸν ἅτε ἐν πολλοῖς θεωρούμενον, ἐπειδὴ καὶ αἱ ὁμώνυμοι φωναὶ δοκοῦσιν εἶναι κοιναὶ διὰ τὸ ἐπὶ πλειόνων λαμβάνεσθαι, ἵνα μή τις πλανηθεὶς λάβῃ τὴν ὁμώνυμον φωνὴν ὡς γένος ἐν τῷ ὀρισμῷ, παραδίδωσι μέθοδον δι᾿ ἧς ἂν ἔχοις γινώσκειν ποῖον κοινὸν ὡς γένος ἐστὶ καὶ ποῖον ὡς ὀμώνυμος φωνή. οἷον εἰ τὸ ζῷον μέλλεις δεῖξαι γένος ὄν, λάβε τοὺς μερικοὺς ἀνθρώπους, εἶτα τοὺς αὐτῶν ὁρισμούς, καὶ ποίησον μίαν συστοιχίαν Σωκράτην, Πλάτωνα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οἱ αὐτοὶ τῷ εἴδει. καὶ εὑρήσεις πάντως, καθὸ ζῷα λογικὰ θνητὰ καὶ τὰ ἑξῆς. λάβε πάλιν ἑτέραν συστοιχίαν μερικῶν ἵππων, οἷον κατάγραψαι ξανθὸν καὶ ἑτέρους μερικοὺς ἵππους, καὶ ἴδε καὶ ταῦτα κατὰ τί ταὐτὰ λέγονται, καθὸ δηλονότι ζῷα ἄλογα θνητὰ χρεμετιστικά. εἰ δὲ βούλει, κατάγραψαι καὶ ἑτέραν συστοιχίαν μερικῶν τινων, ἤγουν βοῶν, καὶ ἴδε εἰ κοινόν ἐστί τι ἐν τοῖς ὁρισμοῖς τούτων. καὶ εἰ εὑρήσεις κοινότητά τινα, ἔχεις τὸ ζητούμενον. εἰ δὲ οὐχ εὑρήσεις, ἀνάδραμε εἰς τὰ εἴδη τὰ εἰδικώτατα, καὶ λάβε ἄνθρωπον, ἵππον καὶ βοῦν, εἶτα καὶ τοὺς ὁρισμοὺς αὐτῶν. καὶ ἐπειδὴ κοινόν τι ἐν τοῖς ὀρισμοῖς τούτων εὑρίσκεται, τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’ (φαμὲν γὰρ τὸν ἄνθρωπον οὐσίαν ἔμψυχον αἰσθητικὴν νοῦ καὶ ἐιστήμης δεκτικήν, ὡς τὸν ἵππον οὐσίαν ἔμψυχον αἰσθητικὴν χρεμετιστικήν· ἐπὶ δὲ τοῦ βοὸς ἔχομεν τὸ μυκητικόν), τὸ δὲ κοινὸν τοῦτο οὐκ ὄνομά ἐστι μόνον ἀλλἀ πρᾶγμα σημαῖνον καὶ οὐσίαν, ἤγουν τὸ ζῷον, λοιπὸν ἄρα τὸ ζῷον οὐκ ἔστιν ὁμώνυμος φωνὴ ἀλλὰ γένος. ἐπεὶ δὲ καὶ ἡ μεγαλοψυχία κοινόν τι ἐστι καὶ ἐν πολλοῖς θεωρούμενον, εὑρήσεις αὐτὴν μὴ γένος οὖσαν ἀλλ᾿ ὁμώνομον φωνὴν διὰ τῆς δηλωθείσης |μεθόδου. λάβε γάρ τινας μερικοὺς ἐν οἷς ἡ μεγαλοψυχία ἐμφαίνεται, οἷον Ἀχιλλέα, Αἴαντα καὶ Ἀλκιβιάδην, καὶ ἴδε κατὰ τί λέγονται οὗτοι μεγαλόψυχοι, διὰ τὸ μὴ ἀνέχεσθαι ὑβριζόμενοι. εἶτα λάβε καὶ ἑτέραν συστοιχίαν μερικῶν μεγαλοψύχων, οἵτινες οἱ αὐτοὶ μὲν εἰσι πρὸς ἀλλήλους καθὸ μεγαλόψυχοι (κατὰ γὰρ τὸν αὐτὸν τρόπον τῆς μεγαλοψυχίας μεγαλόψυχοι οὖτοι), ἕτεροι δὲ Αἴαντος καὶ τῶν λοιπῶν. εἶτα ἴδε κατὰ τί λέγονται μεγαλόψυχοι, κατὰ τὸ ἀδιαφόρως ἔχειν καὶ ἀπαθῶς περὶ τὰς εὐπραγίας καὶ δυσπραγίας τὰς ἐκ τῆς τύχης· οὔτε γὰρ εὐτυχοῦντες ἠλάζονεύοντο οὔτ᾿ αὖθις ἐταπεινοῦντο δυσπραγοῦντες, ἀλλ᾿ οἱ αὐτοὶ ἔμενον, καὶ λάβε τοὺς δύο τούτους ὁρισμοὺς τῆς μεγαλοψυχίας. καὶ ἐπεὶ ἐν ἀμφοῖν τούτοιν τούτοιν οὐδεμία κοινότης ἐμφαίνεται, λοιπὸν ἄρα ἡ μεγαλοψυχία ἡ ἐν τούτοις κοινῶς θεωρουμένη ὁμώνυμος φωνή ἐστιν· εἰ γὰρ ἦν γένος, πάντως ἂν καὶ τὰ ὑπ’ αὐτὴν ἐκοινώνουν ἀλλήλοις κατά τινας κοινότητας. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. δεῖ δὲ ζητεῖν, εἰ τὸ ἐν τοῖς ὁρισμοῖς ὡς γένος λαμβανόμενον εἴτε ὁμώνυμος φωvή ἐστι εἴτε γένος, τὸν ὁριζόμενον λαβόντα πρῶτον μερικά τινα ὅμοια καὶ ἀδιάφορα κατ’ εἶδος καὶ ἐπιβλέπειν κατὰ τί ἅπανατα ταῦτα τὰ μερικὰ ταὐτά εἰσι καὶ κοινωνοῦντα ἀλλήλοις· οἱ γὰρ μερικοὶ ἄνθρωποι ὅμοσί εἰσι καὶ ἀδιάφοροι κατὰ τὸ εἶδος, ἤγουν καθὸ ἄνθρωποι. εἰτα πάλιν λάβε ἕτερα μερικά, ἤγουν μερικοὺς ἵππους, οἵ εἰσι καὶ αὐτοὶ ὑπὸ τὸ αὐτὸ γένος ὑφ’ ὃ κἀκεῖνοι οἱ μερικοὶ ἀνήγοντο ἄνθρωποι. εἰσὶ δὲ οἱ ἵπποι ταυτοὶ ἑαυτοῖς κατὰ τὸ εἶδος καθὸ ἵπποι, ἕτεροι δὲ κατὰ τὸ εἶδος ἐκείνων τῶν μερικῶν ἀνθρώπων. ὅταν δὲ ἐπὶ τούτων, ἤγουν τῆς συστοιχίας τῶν ἀνθρώπων τῶν μερικῶν καὶ τῶν ἵππων, κοινόν τι ληφθῇ καὶ εὑρεθῇ καθ’ ὃ τάντα ταῦτα ταὐτά εἰσιν, ἔχεις τὸ ζητούμενον, ὅτι τὸ ἐν τούτοις κοινόν ἐστι γένος. εἰ δ’ οὐκ ἐν τούτοις εὑρήσεις κοινόν τι, δεῖ σε βλέπειν ἐπὶ ἄλλα τινὰ εἰλημμένα, ἤγουν τὰ εἰδικώτατα εἴδη, ἤγουν ἄνθρωπον, ἵππον καὶ βοῦν, καὶ σκοπεῖν σε πάλιν εἰ ταὐτὸν καὶ κοινόν τί ἐστιν ἐν τούτοις. καὶ ἐὰν ἔλθῃς καὶ καταντήσῃς εἰς ἕνα λόγον, ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου, ἵππου καὶ βοòς κατηντήσαμεν εἰς τὸ ‘οὐσία ἔμψυχος αἰσθητική’, ἔστι τοῦτο ὁρισμὸς τοῦ πράγματος, ἤγουν τοῦ γένους. καὶ εὗρες λοιπὸν ἐκ τούτων ὡς γένος ἐστὶ τὸ ἐν τῷ ὁρισμῷ τοῦ ἀνθρώπου ληφθέν. p. 97 b 13 Ἐὰν δὲ μὴ βαδίζῃ εἰς ἕνα. Ἤγουν ἐὰν οὐ καταντήσωμεν εἰς ἕνα λόγον κοινόν, ὡς ἐφ’ ὧν θεωρεῖται ἡ μεγαλοψυχία, ἀλλ’ εἰς δύο λόγους ἑτέρους πάντῃ ἀλλήων ἢ εἰς πλείους, ἤγουν τρεῖς ἢ τέσσαρας, εἴ γε καὶ αἱ συστοιχίαι τῶν μερικῶν τρεῖς ἢ καὶ τέσσαρες ληφθεῖεν, δῆλον ὡς τὸ ζητούμενον εἰ γένος ἐστὶν οὐκ ἔστιν ἕν τι, ἤγουν γένος, ἀλλὰ πλείω, ἤγουν ὁμώνυμος φωνὴ διάφορα πράγματα σημαίνουσα· οἷον εἰ ζητοῦμεν τί ἐστι μεγαλοψυχία, ἤγουν ὡς γένος ἐστὶν εἴτε ὁμώνυμος φωνή. p. 97 b 26 Ἀεὶ δ’ ἐστὶ πᾶς ὅρος καθόλου. Ἐπειδὴ ἔλεγεν ἐκ τῶν καθ’ ἕκαστα εὑρίσκεσθαι τοὺς ὁριομοὺς τῶν εἰδικωτάτων καθόλου ὄντων (αἱ γὰρ κοινότητες τῶν μερικῶν ὁρισμοὶ τῶν καθόλου εἰσί) καὶ ἐκ τῶν εἰδικωτάτων εὑρίσκεσθαι τοὺς ὁρισμοὺς τῶν γενῶν, ἴσως ἄν τις ὑπενόησεν εἶναι τῶν μερικῶν κυρίως τοὺς ὁρισμούς, διὰ δὲ τά μερικὰ ἐφαρμόζειν καὶ τοῖς καθόλου. ἀναιρῶν οὖν τὴν ὑπόνοιαν ταύτην φησί· πᾶς ὁρισμὸς τῶν καθόλου ἐστὶ κυρίως. καὶ τοῦτο δῆλον ἐκ τῶν τεχνῶν· ὁ γὰρ ἰατρὸς ὁριζόμενος τὸ ἐν ὀφθαλμῷ ὑγιεινὸν οὐ τὸ ὂν ἐν τινὶ ὀφθαλμῷ ὑγιεινὸν ὁπίζεται ἀλλὰ παντὶ ὀφθαλμῷ †τὸ ζῷον ἢ εἴδει ἀφορίσας, ἤγουν ἢ τὸ ὑγιεινὸν τοῦ ἐν τῷ ἀνθρώπῳ ὀφθαλμοῦ. Ῥᾷον δὲ τὸ καθ’ ἕκαστον ὁρίσασθαι, ἤγουν τὸ τὸν ὁρισμὸν ἐκλέγεσθαι ἀπὸ τῶν καθ’ ἕκαστα (καθ’ ἕκαστα δὲ νόει ἢ τὰ μερικὰ ἢ εἴδη τὰ εἰδικώτατα) παρὸ τὸ ἐκλέγειν τούτους ἀπὸ τῶν καθόλου. διὸ δεῖ μεταβαίνειν καὶ μετάγειν τοὺς ὁρισμοὺς ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου· ῥᾳδιώτερον γὰρ τοῦτο. εἶτα λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἐκ τῶν καθ’ ἕκαστα ἐκλεγόμεθα τοὺς ὁρισμούς, καὶ φησίν· ὁ ὁρισμὸς σαφὴς ὀφείλει εἶναι· εἰ δὲ ὁμώνυμος λέξις κεῖται ἐν τῷ ὁρισμῷ, ἡ παροῦσα ὁμώνυμος ἀσαφῆ ποιεῖ τὸν ὁρισμόν. καὶ ἐπεὶ ἐν τοῖς καθ’ ἕκαστα ὁμωνυμία οὐ παρεμπίπτει, οὐδ’ ἔστι πλανηθῆναι ἐξ αὐτῶν· αἰσθητὰ γὰρ ὄντα καὶ ταῖς αἰσθήσεσιν ἡμῶν ἐμπίτονα ἐναργεῖς ποιοῦσι τὰς διαφορὰς τῶν ὁρωμένων φύσεων. ἐν δὲ τοῖς καθόλου παρενοχλεῖ ἀεὶ ἡ ὁμωνυμία καὶ ἀμφιβολίαν ἐν ἡμῖν εἰσάγει καὶ ἀσάφειαν, εἴτε τόδε τι σημαίνει ἥδε ἡ λέξις εἴτε καὶ μὴ. τὰ γὰρ καθόλου διανοητά· ἐν δὲ τοῖς διανοητοῖς οὐ κατ αἴσθησιν ἐνεργοῦμεν ἀλλὰ κατὰ διάνοιαν ἢ κατὰ δόξαν. καὶ διὰ τὸ μὴ |παρεμίπτειν ἐν τοῖς καθ’ ἕκαστα τὴν ὁμωνυμίαν, διὰ τοῦτο ἐπισυνάγεται ὁ ὁρισμὸς ἐκ τῶν καθ’ ἕκαστα, ἃ καὶ ἐκάλεσεν ἀδιάφορα ὡς μὴ διαφέροντα κατὰ τὸ εἶδος. p. 97b31 Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι δεὶ. Ἕτερον θεώρημα ἐξεχόμενον τοῦ πρώτου θεωρήματος. ὥσπερ γάρ, φησίν, ἐν ταῖς ἀποδείξεσι παρακολουθεῖ ὁ συλλογισμός (γένος γὰρ ὁ συλλογισμός· τὰ δὲ γένη ἕπονται τοῖς εἴδεσιν), ὥσπερ οὖν οὐ δυνατὸν ἀπόδειξιν γενέσθαι χωρὶς συλλογισμοῦ, οὕτως οὐδ' ὁρισμὸν δυνατὸν γενέσθαι ἄνευ τοῦ σαφοῦς· ἕπεται γὰρ ἡ σαφήνεια τοῖς ὁρισμοῖς. εἰ γοῦν ὁ σκοπὸς τοῦ ὁρισμοῦ ἐστι τὸ παραστῆσαι τὴν οὐσίαν τοῦ πράγματος, εἰ ἀσαφής ἐστι, πῶς δηλώσει τὴν οὐσίαν τοῦ πράγματος; p. 97b33 Τοῦτο δ' ἔσται. Ἤγουν τὸ εἶναι σαφῆ τὸν ὁρισμόν, εἰ ἐπισυνάγεις αὐτὸν οὐχὶ ἀπὸ τῶν καθόλου ἀλλ' ἀπὸ τῶν καθ' ἕκαστα. Διὰ τῶν καθ' ἕκαστα εἰρημένων, ἤγουν ἐκ τοῦ ὁρίσασθαι ἓν καθ' ἕκαστον τῶν μερικῶν, εἶτα λαβεῖν τὴν κοινωνίαν καθ' ἣν ταῦτα· αὕτη γὰρ ἡ κοινωνία ἐστὶν ὁρισμὸς τῶν καθόλου. οἷον εἰ πρόκειται ὁρίσασθαι τὸ ὅμοιον, ἐπεὶ τοῦ ὁμοίου γένος ἐστὶν ἡ ποιότης, μὴ σπούδαζε ἐκ τῶν καθόλου, ἤγουν τῆς ποιότητος, εὑρεῖν τὸν ὁρισμὸν τοῦ ὁμοίου, ἀλλὰ λάμβανε ἰδίᾳ καὶ ἰδίᾳ ἐν ἑκάστῳ γένει θεωρούμενα εἴδη. καὶ τοῦτο μὲν λέγει οὖτος καθόλου. ἐγὼ δὲ σαφὲς ποιῶν τὸ λεγόμενον ἔλαβον ἕν γένος τὸ ὅμοιον, καὶ ἐπ' αὐτοῦ γυμνάζω τὸν λόγον. εἶτα δεῖ σε ὁρίσασθαι ἕκαστον εἶδος ὑπὸ τὸ ὅμοιον ἀναγόμενον. καὶ εἰ μὲν εὕρῃς ἐν τοῖς ὁτρισμοῖς αὐτῶν κοινόν τι, τοῦτό ἐστιν ὁρισμὸς τοῦ ὁμοίου, ὅ ὡς γένος διαιρεῖται εἰς τὰ ἐν χρώμασιν ὅμοια καὶ εἰς τὰ ἐν σχήμασιν. ὅμοια γοῦν εἰσιν ἐν χρώμασι τὰ τοῦ αὐτοῦ κατ' εἶδος μετέχοντα χρώματος, ὡς ἄν τις εἴπῃ τὴν χιόνα καὶ τὸ ψιμμίθιον καὶ τὸ γάλα ὅμοια λευκά. ὅμοια δέ εἰσι ἐν σχήμασι τὰ τοῦ αὐτοῦ κατ' εἶδος μετέχοντα σχήματος, οἷον εἰ καταγράψεις τρία τρίγωνα· ταῦτα γὰρ ὅμοιά εἰσιν ὡς ὑπὸ τὸ καθόλου τρίγωνον ἀναγόμενα. ἐν γοῦν ἀμφοῖν τούτοιν τοῖν ὁρισμοῖν κοινὸν εὑρίσκεται τὸ τοῦ αὐτοῦ κατ' εἶδος μετέχειν, ὅ ἐστιν ὁρισμὸς τοῦ γένους, τοῦ ὁμοίου δηλονότι. p. 971535 Καὶ ὀξὺ τὸ ἐν φωνῇ. Τὸ ὀξὺ παράδειγμά ἐστι τῆς ὁμωνύμου φωνῆς. ἔστι γοῦν τὸ ὀξὺ κοινον τι οιαιρουμενον ως ὀμώμυμος φωνὴ εἰς τὸ ὀξὺ τὸ ἐν τῇ φων ῇ καὶ εἰς τὸ ὀξὺ τὸ ἐν τοῖς χυμοῖς. ορίσαιτο δ' ἄν τις τὸ μὲν ἐν τῇ φωνῇ ὀξὺ οὕτως ‘ᾧ τὸ ἐν τῇ φωνῇ βαρὺ ἀντίκειται’· τὸ δὲ ἐν τοῖς χυμοῖς ὀξὺ οὕτως ‘ᾧ ἀντίκειται ὁ ἀμβλὺς χυμός᾿. ὀξὺν χυμὸν λέγομεν τὸν θᾶττον ἀναδιδόμενον καὶ ἀλλοιούμενον καὶ πεττόμενον, ἀμβλὺν δὲ τὸν βραδέως ἀναδιδόμενον καὶ ἀλλοιούμενον. ἐπεὶ γοῦν ἐν τοῖς δυσὶ τούτοις ὁρισμοῖς τῶν εἰδῶν τοῦ ὀξέος κοινόν τι κὐχ εὕρηται, ὁμώνυμος φωνή ἐστι τὸ ὀξύ. οὕτω δεῖ εὑρίσκειν τοὺς ὁρισμοὺς ἐκ τῶν καθ᾿ ἕκαστα καὶ βαδίζειν καὶ ἀνάγειν αὐτὰ ἐπὶ τὸ κοινόν, ἤγουν τὸ καθόλου. p. 97 b 36 Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν. Οὕτω δὲ βαδιστέον τὸν ὁριζόμενον ἐπὸ τῶν καθ᾿ ἕκαστα ἐπὶ τὸ κοινὸν εὐλαβούμενον, μή πως ἐντύχῃ ὁμωνυμίᾳ ἐκ τῶν καθόλου πειρώμενος εὑρίσκειν τοὺς ὁρισμούς· ἐν τοῖς καθόλου γάρ, ὡς εἴπομεν, ἡ ὁμωνυμία λανθάνει παρεμπίπτουσα. p. 97 b 37 Εἰ δὲ μὴ διαλέγεσθαι δεῖ μεταφοραῖς. Μεταφορικαὶ λέξεις λέγονται αἱ τροπαί, αἳ κυρίως μὲν τόδε σημαίνουσι, μεταφέρονται δὲ παρ᾿ ἡμῶν ἐπὶ ἕτερόν τι σημαινόμενον, οἷον τὸ μένανδρος καὶ σκέπαρνον. εἰσὶ δὲ καί τινες λέξεις καθ᾿ ὁμοιότητα καὶ ἀναλογίαν λεγόμεναι· οἷον οἱ πόδες τῆς κλίνης ὁμοιότητα καὶ ἀναλογίαν ἔχουσι πρὸς τοὺς πόδας τῶν ζῴων· ὡς γὰρ ἐν τοῖς ζῴοις τὸ ἄνω μέρος τοῦ σώματος ὑπερείδεται καὶ ἀνέχεται ὑπὸ τῶν ποδῶν, οὕτω καὶ ἡ κλίνη ἀνέχεται ὑπὸ τῶν ποδῶν αὐτῆς. ἀντὶ δὲ τοῦ εἰπεῖν τὰς λέξεις τὰς καθ᾿ ὁμωνυμίαν καὶ ἀναλογίαν ἐκφερομένας εἶπεν ὅσα λέγεται μεταφοραῖς. ἐπεὶ γοῦν αἱ μεταφορικαὶ λέξεις, ἤγουν αἱ τροπαὶ καὶ αἱ καθ᾿ ὁμοιότητα, ἀσάφειαν ἐμποιοῦσιν, ἀνάγκην ἔχει ὁ ὁριζόμενος μὴ χρᾶσθαι τοιαύταις λέξεσιν. εἰ γὰρ ἐν ταῖς διαλέξεσιν ὁ προσδιαλεγόμενος οὐ χρᾶται τοιαύταις λέξεσι, πολλῷ μᾶλλον ὁ ὁριζόμενος ταύταις οὐ χρήσεται. ἔστι γὰρ ἀνάγκη ποτὲ καὶ τὸν προσδιαλεγόμενον μεταφοραῖς χρήσασθαι, ὅτε ἡττᾶται· τότε γὰρ εἰ τοιαύταις λέξεσι χρᾶται, οὐ κακίζεται. σπουδάζων γὰρ νικῆσαι διὰ τῶν τοιούτων λόγων σπεύδει συγχέαι τὴν διάλεξιν καὶ ἀσαφῆ ἐργάξεσθαι· ἔνθα γὰρ μάχη, ἐκεῖ καὶ ἧττα καὶ νίκη. ὁ δὲ ὁριζόμενος, ἐπεὶ οὐκ ἐρίζει οὐδὲ πρὸς νίκην ἀφορᾷ ἀλλὰ σπουδάζει γνώριμον ποιῆσαι τὸ ὁριστόν, οὐδὲ ἀνάγκην ἔχει τοιαύταις λέζεσι χρᾶσθαι, ἵνα μὴ ἀσάφειαν μᾶλλον ἐμποιήσῃ. p. 98a1 Πρὸς δὲ Τὸ ἔχειν τὰ προβλήματα λέγειν δεῖ. |Ἕτερον θεώρημα, ἐν ᾧ παραδίδωσι πόθεν μέλλεις εὑρίσκειν τὰ μέσα καὶ τὰ αἴτια τῶν προκειμένων προβλημάτων εἰς ἀπόδειξιν. τὸ δὲ λέγειν ἀντὶ τοῦ ἐκλέγειν καὶ συνάγειν ἐκληπτέον. πρὸς δὲ τὸ ἔχειν τὰ αἴτια, ἤγουν τοὺς μέσους δι' ὧν ἀποδεικνύονται τὰ προβλήματα, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν καὶ τῶν διαιρέσεων. ἐι μὲν γὰρ τὸ αἴτιόν ἐστι φανερόν, δεῖ ἐκλέγειν τοῦτο ἐκ τῶν διαιρέσεων· εἰ δὲ κεκρύφαται τὰ αἰτια, δεῖ ἐκλέγειν ταῦτα ἀπὸ τῶν ἀνατομῶν. καὶ γὰρ ἀνατομῆς γενομένης ἐν ἀνθρώποις εὑρίσκεις τὸ ἐν αὐτοῖς χολῶδες πάνυ ὀλίγον σογκινόμενον πρὸς τοὺς ἄλλους χυμούς, αἷμα δηλονότι, φλέγμα καὶ ξανθὴν χολήν. εἰ δὲ ἀνατέμῃς βοῦν, εὐρήσεις αὐτὸν τέσσαρας κοιλίας ἔχοντα, πρώτην μὲν τὸν λεγόμενον στόμαχον, εἰς ὅν πρώτως τὰ βρώματα φέρεται· μετ' αὐτήν ἐστιν ὁ ἐχῖνος, εἰς ὅν φερόμενα κατέχεται· τρίτη δὲ ἡ λεγομένη ἤνυστρον ὡς ἀνύουσα καὶ συμπέττουσα τὰ βρώματα· τετάρτη δέ ἐστι τὸ κύτοςαὐτῆς, καθ' ὅ καὶ κιλοποιοῦνται. τέτταρας δὲ κοιλίας ἄκούων τέτταρα κοιλώματα νόει καὶ ὑποδοχὰς τῶν βρωμάτων ἐν ὅλῳ τῷ σώματι τῆς κοιλίας θεωρούμενα. p. 92a2 Οὕτω δ' ἐκλέγειν ὑποθέμενον. Εἰ πρόκειται πρόβλημα διὰ τί ὁ ἄνθρωπος αἰσθάνεται ἤ κινεῖται ἤ ὁ ἵππος ἤ ὁ βοῦς ἤ ἄλλο τι εἶδος, δεῖ σε ὑποθεῖναι καὶ λαβεῖν τὸ κοινὸν γένος αὐτῶν, ἤγουν τὸ ζῷον, εἴ γε ἐπὶ τοῦ προβλήματος τὰ τεθεωρημένα καὶ ὑποκείμενα ἐν αὐτῷ ζῷά εἰσιν. εἶτα ἐκ τῆς διαιρέσεως εὑρὲ ποῖα ἕπεται τῷ ζῴῳ λέγων· τὸ ζῷον οὐσία, πᾶσα οὐσία ἤ ἔμψυχος ἤ ἄψυχος, τὸ δὲ ζῷον ἐμψυχον· καὶ πάλιν τὸ ἔνψυχον ἤ αἰσθητικὸν ἢ ἀναίσθητον, τὸ δὲ ζῷον αἰσθητικόν· καὶ πάλιν τὸ αἰσθητικὸν ἤ κινεῖται κατὰ τόπον ἤ ἀκίνητόν ἐστιν, ὡς τὰ ὄστρεα. ἐπεὶ γοῦν ταῦτα ἕπονται τῷ ζῴῳ, δείξεις ὅτι τὸ αἰσθάνεσθαι καὶ τὸ κινεῖσθαι ὑπάρχει τῷ ἀνθρώπῳ καὶ τοῖς λοιποῖς διὰ μέσου τοῦ ζῴου. ληφθέντων δὲ τούτων, τῶν ἑπομένων τῷ ξῴῳ, πάλιν ἐπὶ τῶν λοιπῶν τὸ αὐτὸ ποιητέον, καὶ ἐκλεκτέον ἐκ της διαιρέσεως τὰ ἑπόμενα τῷ πρώτῳ, ἤγουν τῷ προσεχῶς ὑποχειμένῳ τῷ ζῴῳ. οἶόν ἐστιν ὁ ὄρνις, ὅ εἶδος μέν ἐστι τοῦ πτηνοῦ ζῴου, γένος δὲ τῶν εἰδικωτάτων εἰδῶν αὐτοῦ, ἤγουν κόρακος, ἱέρακος καὶ τῶν λοιπῶν. εἰ γοῦν πρόκειται πρόβλημα διὰ τί ὁ ἀετὸς σχιζόπτερον ἢ ὁ κόραξ, λάβε τὸ γένος αὐτῶν, τὸν ὄρνιν· εἶτα ἴδε τὰ ἑπόμενα τῷ ὄρνιθι ἐκ τῆς διαιρέσεως καὶ εἰπέ· ὁ ὄρνις πτηνὸν ζῷόν ἐστι, τὸ δὲ πτηνὸν ζῷον ἢ ὁλόπτερον ἢ σχιζόπτεερον. εὗρες οὖν ἐκ τῆς διαιρέσεως τὸ σχιζόπτερον ἑπόμενον τῷ ὄρνιθι, καὶ συλλόγισαι οὕτως· ὁ ἀετὸς ὄρνις ἐστί· τῷ δὲ ὄρνιθι ὑπάρχει τὸ σχιζόπτερον· ὁ ἀετὸς ἄρα σχιζόπτερον. οὔτως οὖν ἀεὶ εὑρίσκοις τὰ αἴτια ἐν τῷ λαμβάνειν τὰ ἐγγύτατα, ἤγουν τὰ προσεχῆ εἴδη τῷ γένει, ὡς ἐπὶ τοῦ ὄρνιθος παραδεδειγμάτισται. οὔτω γοῦν ποιοῦντες ἕξομεν λέγειν καὶ ἐκλέγειν τὰ αἴτια καὶ τὰ μέσα, δι' ἅ τὰ ἑπόμενα τοῖς ὑπὸ τὸ κοινόν, ἤγουν τῷ ἀνθρώπῳ καὶ ἵππῳ τοῖς ἀναγομένοις ὑπὸ τὸ κοινόν, ἤγουν τὸ ζῷον, ἀποδείκνυνται. Τὸ A ληπτέον μέσον ὅρον, ὅ ἐστι ζῷον, τὸ δὲ B μείζονα, ἐν ᾧ καταγράφονται τὰ ἑπόμενα, ἤγουν τὸ αἰσθάνεσθαι ἢ τὸ κινεῖσθαι, τὸ δὲ Γ καὶ τὸ Δ καὶ τὸ Ε ἐλάττονας ὅρους, ἐν οἷς καταγράφονται τὰ εἴδη, ἤγουν ἄνθρωπος ἢ ἵππος ἢ βοῦς. p. 98a13 Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα. Ἐπειδὴ τῶν τὰ μὲν ὀνόματα ἔσχον ἀπὸ τῶν παλαιῶν φιλοσόφων, τὰ παρ' ἐκείνων οὐκ ὠνοματοθετήθησαν, δεῖ δεῖ ἡμᾶς ὀνοματοθετεῖν αὐτὰ χρᾶσθαι τῇ αὐτῇ μεθόδῳ εἰς εὕρεσιν τῶν ἑπομένων αὐτοῖς, τοῖς παρ' ἡμῶν ὁνοματοθετηθεῖσιν, ᾗ καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν χρώμεθα. ἤ καὶ οὕτως· ἐπειδὴ τὰ γέην ἢ ὠνομασμένα εἰσίν, ὡς τὰ δι' ἑνὸς ὀνόματος δηλούμενα, ἢ ἀνώνυμα, ὡς τὰ διὰ λόγου δηλούμενα καὶ οὐ δι' ὀνόματος, οἷον τὸ κέρατα ἔχειν γένος ἀνώνυμόν ἐστιν, δεὶ γοῦν, φησί, καὶ ἐπὶ τῶν τοιούτων γενῶν τὰ ἑπόμενα αὐτοῖς λαμβάνειν οὕτως ὡς καὶ ἐπὶ τῶν ὠνομασμένων γενῶν. p. 98a17 Τὸ ἔχειν ἐχῖνον. Εἰ προτεθῃ πρόβλημα διὰ τί ὁ βοῦς ἐχῖνον ἔχει ἢ ἀμφώδουν οὐκ ἐστι, δεῖ σε λαβεῖν τὸ γένος, οἰκειότερον δὲ εἰπεῖν πάθος τι, τὸ κέρατα ἔχειν. εἶτα σκόπει τίσιν ἕπεται τοῦτο, ἤγουν βοΐ, αἰξί, προβάτοις καξὶ ἑτέροις τοιούτοις. εἶτα σκόπει τὰ ἑπόμενα τοῖς κέρατα ἔχουσι, καὶ ἔστι τὸ μὴ ἀμφώδουν, τὸ ἔχειν ἐχῖνον· ταῦτα δὲ γνοίης ἐκ τῶν ἀνατομῶν. καὶ οὕτως λάβε μέσον ὅρον τὸ κέρατα ἔχειν καὶ συλλόγισαι· ὁ βοῦς κέρατα ἔχει, τὸ ἔχον κέρατα ἐχῖνον ἔχει, ὁ βοῦς ἄρα ἐχῖνον ἔχει. Ἔτε δ' ἄλλος τροπος ἔστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπό- μενα τοῖς εἴδεσιν. <οἰον> ὅταν ὦσι διάφορά τινα, ὡς τὸ σήπιον καὶ ἡ καὶ τὸ ὀστοῦν, τὴν αὐτὴν χρείαν ἀποπληροῦντα ἐν τοῖς ζῴοις, ἐπεὶ οὐκ ἔστι δυνατὸν δι' ἑνὸς ὀνόματος ταῦτα δηλῶσαι, ἀνάγομεν ταῦτα ὑπὸ τὸ ἀνάλογον· καὶ ἔστι τοῦτο ὡς κοινὸν ὄνομα δη|λωτικὸν τούτων ἁπάντων. καὶ εἰ προτεθῇ πρόβλημα διὰ τί ἡ σὴρξ τῆς σηπίας ἐρείδεται, τί τὸ αἴτιον τὸ τάύτην ὑποστηρίζον ὑγρὰν οὗσαν καὶ μαλακήν, λάβε μέσον τὸ ἀνάλογον τῷ σηπίῳ, καὶ εἰπέ· ὅν λόγον ἐχει τὸ ὀστοῦν πρὸς τὴν σάρκα τοῦ ἀνθρώπου (ὑπερειστικὸν γάρ ἐστιν αὐτῆς μαλακῆς οὔσης) καὶ ἡ πρὸς τὴν τῶν ἰχθύων (ὑπερείδει γὰρ ταύτην), οὔτω καὶ τὸ σήπιον τὴν σάρκα τῆς σηπίας κατὰ τὸν αὐτὸν λόγον. Ἔτι δ' ἄλλος τρόπος ἐστὶ κατὰ τὸ ἀνάλογον ἐκλέγειν τὰ ἑπόμενα μενα τοῖς λαβόντες γὰρ μέσον ὅρον τὸ ἀνάλογον ἀποδείξομεν τὰ ἑπόμενα τοῖς εἴδεσιν ἐν οἷς θεωρῖται τὸ ἀνάλογον, ἀνθρώπῶ, ἰχθύϊ καὶ σηπίᾳ· οὐ γὰρ ἔστιν εὑρεῖν ὄνομα ἕν δηλωτικὸν τῆς ἀκάνθης καὶ τῶν λοιπῶν, καὶ διὰ τοῦτο ὡς κοινὸν ὄνομα αὐτῶν τιθέαμεν τὸ ἀνάλογον. Ἔσται δ' ἑπόμενα καὶ τούτοις, ἤγουν ἔστι δὲ ἑπόμενα εὑρεῖν καὶ ἐν τοῖς τοιούτοις, ἤγουν τῷ σηπίῳ, τῇ ἀκάνθῃ καὶ τῷ ὀστῷ, ἐκ τῆς τοιαύτης φύσεως, ἤγουν τῆς ἀναλογίας, τοῦ ὑπερείδειν τὴν σάρκα, ὥσπερ φύσεώς τινος· γὰρ τοῖς κερατοφόροις ὡς φύσις τίς ἐστι κοινὴ τὸ κέρατα ἔχειν, οὕτω καὶ τὸ ἀνάλογον δοκεῖ οἷον φύσις τις εἶναι δηλωτικὴ τοῦ σηπίου καὶ τῶν λοιπῶν. p. 98a24 Τὰ δ' αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον εχειν. Ἐπειδὴ τῶν προβλημάτων τὰ μέν εἰσιν ἕτερα τὰ δὲ ταὐτά, τὰ μὲν ὄντα ἕτερα ὡς δῆλα παρῆκεν. ἕτερα γὰρ προβλήματά εἰσιν ὧν καὶ τὰ ὑποκείμενα καὶ τὰ κατηγορούμενα καὶ τὰ μέσα, ἤγουν τὰ αἴτια, εἰσὶν ἕτερα· οἷον τοῦ μὲν ‘διὰ τί ὁ ἄνθρωπος αἴσθάνεται;’ μέσον καὶ αἰτιόν ἐστι τὸ ζῷον· τοῦ ‘διὰ τί ὁ ἰχθὺς οὐκ ἀναπνεῖ;’ μέσον καὶ αἴτιόν ἐστι τὸ μὴ πνεύμονα ἔχειν. ταὐτὰ δὲ προβλήματα λέγεται ὧν τὸ τὸ μέσον ταὐτόν ἔστι, κἄν κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενά εἰσιν ὅτερα· οἷον διὰ τί ἐν χειμῶνι ῥᾷον πέττομεν; καὶ διὰ τί κοιμώμενοι πυκνὸν ἀναπνέομεν; καὶ διὰ τί τὰ φρέατα ἐν χειμῶιν θερμά εἰσιν, ἤγουν τὰ ὕδατα τὰ ἐν τοῖς φρέασι; ταῦτα γὰρ τρία προβλήματα κἄν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλ' οὖν τὸ αἴτιον αὐτῶν πάντων ἕν ἐστι κατ' εἶδος· ἔστι δὲ ἡ ἀντιπερίστασις καὶ συστολὴ τοῦ θερμοῦ. πέττομεν γὰτ ῥᾷον ἐν χειμῶνι διὰ τὸ πυκνοῦσθαι τοὺς ἐν τοῖς σώμασι πόρους ὑπὸ τῆς τοῦ περιέχοντος, ἤγουν τοῦ ἀέρος, ψυχρότητος· πυκνωθέντων δὲ τῶν πόρων συστέλλεται ἐντὸς τὸ ἐν ἡμῖν ἔμφυτον θερμὸν καὶ εἰς βάθος διεισδύνει τῶν τοῦ σώματος στερεῶν, καὶ ἐπεὶ ἐκτὸς οὐκ ἔστι διαχεόμενον διὰ τῶν του σώματος πόρων, πολλαπλασιάξεται ἐντὸς καὶ πλεῖστον γίνεται· πολὺ δὲ ὄν ῥᾷον δύναται καὶ τὰ βρώματα κατεργάζεσθαι καὶ πέττειν. ὡσαύτως καὶ τὰ ἐν τοῖς φρέασιν ὅδατα θερμά ἐστιν ἐν χειμῶνι διὰ τὸ ἀντιπεριίστασθαι καὶ συστέλλεσθαι καὶ εἰς τοὺς κευθμῶνας τῆς γῆς διεισδύνειν τὸ θερμὸν διὰ τὴν τοῦ ἀέρος ψυχρότητα. πυκνὸν δὲ ἀναπνέομεν κοιμώμενοι δια τό τὸ ζῷον χρῄζειν τῆς εἰσπνοῆς τῆς ἐκ τοῦ ἀέρος διὰ κατάψυξιν τοῦ ἐν τῇ καρδίᾳ ἐμφύτου θερμοῦ, ἵνα μὴ μένον ἄκρατον τὸ θερμὸν καταφλέξῃ τὸ ζῷον. ἐπεὶ γοῦν ὁ ὕπνος γίνεται διὰ τὸ ἐπιπωματίζεσθαι τὴν καρδίαν διὰ τῶν ἐκ τῆς κεφαλῆς κατερχομένων παχέων ἀτμῶν, ἡ δὲ ἐπιπωμάτισις τῆς καρδίας ἡ ἐξ αὐτῶν γινομένη συστέλλει ἐν αὐτῇ τὸ θερμὸν καὶ οὐκ ἐᾷ ἄνω φέρεσθαι, συστελλόμενον δὲ τὸ θερμὸν πολλαπλασιάζεται καὶ δραστικώτερον γίνεται, ἵνα μὴ ἐκφλογωθῇ τὰ τοῦ ζῴου ἐντὸς ὑπὸ τῆς τοῦ θερμοῦ καυστικῆς δυνάμεως, τούτου χάριν πυκνὰ τὸν ἐκτὸν ἀέρα εἰσπνέομεν ἐν τῷ τοῦ ὕπνου καιρῷ, ἵνα διὰ τῆς ψυχρότητος κολασθῇ τὸ καυστικὸν τοῦ ἐμφύτου θερμοῦ καὶ ἄμετρον καὶ πρὸς συμμετρίαν ἔλθῃ. ταὐτὰ γοῦν λέγεται ταῦτα τὰ ῥηθέντα προβλήματα ἐν τῷ ἐχειν τὸ αὐτὸ μέσον, ἤγουν αἴτιον, κατὰ τὸ εἶδος· αἴτιον γὰρ ταῦτα ἔχουσι τὴν τοῦ θερμοῦ ἀντιπερίστασιν καὶ συστολήν. Τινὰ δὲ τῶν προβλημάτων τούτων, κἄν ἕτερά εἰσι κατὰ τὰ ὑποκείμενα καὶ κατηγορούμενα, ἀλλ' οὖν ταὐτὰ λέγονται τῷ γένει, διὰ τὸ καὶ <τὰ> αὐτοῖς αἴτια καὶ μέσα ἕτερα μὲν εἶναι τῷ εἴδει ταὐτὰ δὲ τῷ γένει. ἐκεῖνα δὲ λέγεται αἴτια ταὐτὰ τῷ γένει, ὅσα ἔχουσι διαφοράς, ἤγουν ὅσα διαφέρουσι τῷ εἴδει, τῷδ ἄλλων ἤ ἄλλως εἶναι, ἤγουν ἐν τῷ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι καὶ κατὰ ἄλλους καὶ ἄλλους τρόπους γίνεσθαι. εἰσὶ δὲ τῷ γένει ταὐτὰ οἷον διὰ τί γίνεται ἡ ἠχώ; καὶ διὰ τί ἐμφαίνεται, ἤγουν διὰ τί ἐν τοῖς κατόπτροις ὁρῶμεν ἑαυτούς; καὶ διὰ τί ἡ ἶρις συνίσταται; πάντα γὰρ ταῦτα τὰ τρία προβλήματα τὸ αὐτό, ἤγουν ἕν τῷ γένει πρόβλημα λέγεται εἶναι· πάντα γὰρ ταῦτα αἴτια ἔχουσι τὴν ἀντανάκλασιν, ἥτις ὡς γένος θεωρῖται ἐν τούτοις πᾶσι. πλὴν εἰ καὶ τὰ τρία ἕν τῷ γένει εἰσὶ διὰ τὸ καὶ τὰ ἐν αὐτοῖς αἴτια ἕν τῷ γένει εἶναι, ἀλλ' οὖν ταῦτα τὰ αἴτια ἕτερα τῷ εἴδει εἰσὶ διὰ τὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖσθαι τὴν ἀντανάκλασιν· ἐπὶ μὲν γὰρ τῆς ἠχοῦς ἀντανάκλασις γίνεται τοῦ ἀέρος, ἐπὶ δὲ τῆς ἴριδος ἀντανάκλασις τῶν τοῦ ἡλίου ἀκτίνων, ἐπὶ δὲ τῆς ἐμφάσεως τῆς ἐν κατόπτροις ἀντανάκλασις γίνεται τῶν ἀκτίνων τῶν ὄψεων. ἀλλὰ ῥητέον ταῦτα λεπτομερέστερον. ἡ μὲν |ἠχὼ γίνεται οὕτως· ὁ ἐκφωνῶν πλήττει τὸν προσεχῆ ἀέρα διὰ τῆς ἐκφωνήσεως καὶ ἐγκαταγράφει ἐν αὐτῷ τὸ ἐκφωνούμενον· ὁ δὲ προσεχὴς οὗτος ἀὴρ πλήττει τὸν ἐφεξῆς αυτῷ ὄντα ἀέρα ἐγκαταγράφων ἐν αὐτῷ καὶ ἅ ἐν αὐτῷ κατεγράφησαν, καὶ οὗτος τὸν ἐφεξῆς. καὶ οὕτω κατὰ διαδοχὴν τῶν ἐφεξῆς ἀέρων πληττομένων καὶ τὰ ἐγγραφέντα δεχομένων κατὰ τὸ ἀκέραιον οἱ ἐφεξῆς ἀέρες πληττόμενοι, ὅταν προσπέσωσιν ἔν τισι κοιλώμασιν ἐκ στερεῶν λίθων τὴν κατασκευὴν ἔχουσιν, ἀντανακλῶνται καὶ ὑποστρέφονται αὖθις πρὸς τὰς ἡμετέρας ἀκοὰς ἐχοντες σῶα ἃ ἐν αὐτοῖς κατεγράφησαν. ἐν κατόπτροις ὁρῶμεν ἑαυτοὺς λείοις οὖσι καὶ στερεοῖς καὶ λαμπροῖς· αἱ γοῦν ἀκτῖνες τῶν ὄψεων αἱ ἐκ τῶν ὀφθαλμῶν ἡμῶν ἐξερχόμεναι τοῦ ὁρᾶν δύναμιν ἔχουσαι προσπίπτουσι τῷ κατόπτρῳ λείῳ ὄντι καὶ στερεῷ καὶ λαμπρῷ, καὶ ἀντανακλώμεναι ποιοῦσιν ἠμᾶς ὁρᾶν ἑαυτούς, ὥσπερ ἄν καὶ τὸ ἐν τῷ δόρατι ξίφος στερεῷ τινι ἐντυχὸν σώματι πάσχει τινὰ ἀντανάκλασιν μετὰ σφοδρότητος αὐτῷ ἐμπεσόν. ἐπὶ δὲ τῆς ἴριδος οὕτως· ὅταν μετρία τις πύκνωσις τῶν νεφῶν γένηται ὡς δύνασθαι δροσίζειν ἢ καὶ ὑετίζειν τοῦ ἡλίου λάμποντος, τότε αἱ τοῦ ἡλίου ἀκτῖνες προσπεσοῦσαι τοῖς δροσίζουσι νέφεσιν ἤ καὶ ψακάζουσι κλῶνται κατὰ κύκλον, ἐπεὶ καὶ ἐν σφαιροειδεῖ σώματι ἡ τοῦ ἡλίου κίνησις γίνεται, καὶ οὕτως ὁ τῆς ἴριδος κύκλος συνισταται. Γὰ δὲ τῶν προβλημάτων λέγονται ταὐτὰ διὰ τὸ τὸ αἴτιον καὶ μέσον τοῦ ἑτέρου ὑπὸ <τὸ> ἕτερον μέσον ἀναφέρεσθαι. μέλλων δὲ εἰπεῖν, ταὐτά τὰ τοιαῦτα προβλήματα, ταὐτὰ μὲν οὐκ εἶπεν, ἀλλ' ὅτι διαφέρουσι καὶ ἕτερά εἰσιν. ἔδει δὲ μὴ ἕτερα ταῦτα εἰπεῖν καὶ διαφέροντα ἀλλὰ μᾶλλον ταὐτά, διότι οὐδὲ ζητεῖ ἐνταῦθα τίνα εἰσὶ τὰ ἕτερα προβλήματα, ἀλλὰ τίνα ταὐτά. καὶ λέγομεν, ἐπειδὴ τῶν προβλημάτων τούτων ἐφ' ὧν] τὸ αἴτιον θατέρου ὑπὸ τὸ αἴτιον θατέρου ἀναφέρεται ὡς καὶ δοκεῖν ἐντεῦθεν τὸ ἀπαράλλακτον ἔχειν τὰ προβλήματα τὰ τοιαῦτα, διὰ τοῦτο ἠναγκάσθη τὴν διαφορὰν αὐτῶν εἰπεῖν. p. 98a31 Οἰον διὰ τί ὁ Νεῖλος φθίνοντος τοῦ μηνὸς μᾶλλον ῥεῖ; Μὴν λέγεται τὸ χρονικὸν διαίτημα δι' ὅσου ἥ τε γένεσις τῆς σελήνης καὶ αἱ ποικίλαι ταύτης αὐξήσεις καὶ μειώσεις γίνονται. Οἷον διὰ τί μᾶλλον ῥεῖ ὁ Νεῖλος τοῦ μηνὸς φθίνοντος, ἤγουν ἐλαττουμένου καὶ πρὸς τέλος ἀγομένου; καὶ ἀποδιδόαμεν αἰτίαν τὸ τὸν καιρὸν τότε χειμεριώτερόν γίνεσθαι λέγοντες· ὁ Νεῖλος μᾶλλον ῥεῖ, ὅτε δ καιρὸς χειμεριώτερος γίνεται· χειμεριώτερος ὀξ δὲ ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός· ὁ Νεῖλος ἄρα μᾶλλον ῥεῖ φθίνοντος τοῦ μηνός. καὶ πάλιν ἕτερον πρόβλημα· καὶ διὰ τί χειμεριώτερος ὁ καιρὸς γίνεται φθίνοντος τοῦ μηνός; καὶ ἀποδιδόαμεν αἰτίαν τὴν τῆς σελήνης ἔκλειψιν λέγοντες· χειμεριώτερος 6 κατρὸς γίνεται ἐκλειπούσης τῆς σελήνης· ἐκλείπει δὲ αὕτη φθίνοντος τοῦ μηνός· ὁ καιρὸς ἄρα χειμεριώτερος γίνεται φθίνοντος τοῦ μηνός. ὅρα ὅπως τὸ αἴτιον τοῦ πρώτου προβλήματος ἀπεδείχθη μᾶλλον διὰ τοῦ αἰτίου τοῦ δευτέρου προβλήματος. καὶ πάλιν ἕτερον πρόβλημα παρασιωπηθὲν μὲν παρὰ τοῦ Ἀριστοτέλους ἐμπῖπτον δὲ καὶ αὐτὸ ἐξ ἀνάγκης, οἷον διὰ τί ἐκλείπει ἡ σελήνη φθίνοντος τοῦ μηνός; καὶ φαμὲν αἴτιον τούτου τὸ συνοδεῦσαι τὴν σελήνην τῷ ἡλίῳ. ἡ γὰρ σελήνη ἐκλείπει τῷ συνοδεῦσαι τῷ ἡλίῳ· συνοδεύει δὲ τῷ ἡλίῳ φθίνοντος τοῦ μηνός· ἡ σελήνη ἄρα ἐκλείπει φθίνοντος τοῦ μηνός. ταῦτα γοῦν τὰ τρία προβλήματα ταὐτά εἰσι εἰσι διὰ τὸ τὸ αἴτιον τοῦ πρώτου κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ δευτέρου, τὸ δὲ τοῦ δευτερου αἴτιον κατασκευάζεσθαι ὑπὸ τοῦ αἰτίου τοῦ τρίτου. ἐπεὶ γὰρ ἡ σελήνη τὸ φῶς ἀπὸ τοῦ ἡλίου δέχεται, πανσέληνος οὖσα καὶ πολὺ τὸ φῶς ἐξ ἐκείνου δεχομένη ἔχει καὶ πλείονα θερμότητα· ὑφ' ἧς θερμότητος αἱ ἐν τῷ ἀέρι ἀτμιδώδεις ἀναθυμιάσεις διαλύονται, καὶ καθαρὸς 6 ἀήρ ἐστιν. ἐπὰν δὲ φθίνηται ἡ σελήνη, ὀλίγην λοιπὸν ἕχει καὶ τὴν θερμότητα· ὅσον γὰρ ἐλαττοῦται τὸ φῶς αὐτῆς, τοσοῦτον ἐλαττοῦται καὶ τὸ ἐν ταύτῃ θερμόν· καὶ ἐλαττωθὲν οὐ δύναται διαλύειν τὰς ἀτμιδώδεις ἀναθυμιάσεις, ἰαὶ συνίστανται λοιπὸν αὗται καὶ πυκνοῦνται καὶ ὑετοὺς ἀπεργάζονται· καὶ διὰ τοῦτο καὶ οἱ ποταμοὶ μᾶλλον ῥέουσι τότε. τακῦτα γὰρ τὰ αἴτια οὕτως ἔχει πρὸς <ἄλληλα, θάτερον πρὸς> θάτερον, ὡς θάτερον ὑπὸ θατέρου κατασκευάζεσθαι, τὸ πρῶτον ὑπὸ τοῦ δευτέρου καὶ τοῦτο ὑπὸ τοῦ τρίτου. p. 98a35 Περὶ δὲ αἰτίου καὶ οὗ αἴτιον. |Ἕτερον καὶ τοῦτο θεώρημα. ἐπειδὴ γὰρ ὄπισθεν περὶ πἀτίων τε καὶ αἰτιατῶν ἔλεγε, τῶν τε ἅμα ὄντων καὶ τῶν μὴ τοιούτων, καὶ πῶς ἡ ἀκολούθησις ἐπὶ τούτων ἐξ ἀνάγκης γίνεται, ἀπορίαν τινὰ κινεῖ περὶ τούτων νῦν, ἐὰν ἐπὶ τῶν ἅμα ὄντων αἰτίων καὶ αἰτιατῶν ὄντος τοῦ αἴτίου ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιατόν, καὶ ὄντος τοῦ αἰτιατοῦ ἐξ ἀνάγκης ἐστὶ τὸ αἰτιον. οἷον εἰ τοῦ ἐκλείπειν τὴν σελήνην αἴτιόν ἐστι τὸ ἐν μέσῳ εἶναι τὴν τῆν καὶ τοῦ φυλλορροεῖν τὸ πλατύφυλλον, εἰ οὖν ὄντος τοῦ πλατυφύλλου μέσου ἀποδείκνυται τὰ δένδρα φυλλορρεῖν καὶ διὰ τοῦ φυλλορροεῖν ἀποδείκνυται τὰ δένδρα πλατύφυλλα εἶναι, λοιπὸν ἀδύνατον ἀπόδειξιν διὰ τούτων γενέσθαι. εἰ γάρ τινά εἰσι δι᾿ ἀλλήλων δεικνύμενα, κύκλῳ δεῖξιν ποιοῦσιν, ἥτις ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ μὴ ἅμα εἰσὶν αἴτια καὶ αἰτιατά, συμβαίνει ὄντος μὲν τοῦ αἰτίου ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἰτιατόν, ὄντος δὲ τοῦ αἰτιατοῦ οὐκ ἐξ ἀνάγκης εἰσάγεσθαι τὸ αἴτιον τοῦτο τὸ ὑποτεθέν. οἷον τὸ πῦρ ἐστιν αἴτιον τῆς τέφρας καὶ τοῦ καπνοῦ· ἀλλ᾿ οὐχ ἅμα εἰσὶ τὸ αἰτιατὸν καὶ τὸ αἴτιον, ἀλλὰ πρῶτον μὲν γίνεται πῦρ, εἶτα ἐπακολουθεῖ ὕστερον ἡ τέφρα καὶ ὁ καπνός. καὶ πάλιν τοῦ τὴν ἄμπελον φυλλορροεῖν αἴτιόν ἐστι τὸ πήγνυσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν. τοῦτο γοῦν τὸ παράδειγμα κρεῖττόν ἐστι τοῦ τεθέντος παραδείγματος κατὰ λήθην ἐπὶ τοῦ πυρός. ὄντος μὲν οὖν τοῦ αἰτίου, ἤγουν τοῦ πήγνσθαι τὸ ἐν τῷ ὀχάνῳ ὑγρόν, ἐξ ἀνάγκης ἕπεται καὶ τὸ τὰ δένδρα φυλλορρεῖν, ὅ ἐστιν αἰτιατόν· ὄντος δὲ τοῦ τὰ δένδρα φυλλορροεῖν οὐκ ἐξ ἀνάγκης ἐστὶν ὃ ὑπετέθη αἴτιον, ἤγουν ἡ τοῦ ὑγροῦ πῆξις, ἀλλ᾿ ἔσται τι ἕτερον αἴτιον, τὸ πλατύφυλλον, ἔτι τὸ ῥυτιδοῦσθαι τὰ φύλλα. εἰ γοῦν τὸ τὰ δένδρα φυλλορροεῖν δείκνυται καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρὸν καὶ ῥυτιδοῦσθαι τὰ φύλλα, λοιπὸν ἄρα τοῦτο ἄπόδειξις οὐκ ἔστι· πᾶσα γὰρ ἀπόδειξις δι᾿ ἑνὸς αἰτίου μέσου γίνεται. ἐν γὰρ τῇ ἀποδείξει, ὡς ἐμάθομεν, ὁ μέσος ὅρος ὁρισμός ἐστι τοῦ μείζονος· ὁ δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἐστιν. οὕτως ἄρα ἑκατέρωθεν ἡ ἀπορία ἔχει τὸ ἰσχυρόν. p. 98 b 1 Εἰ γὰρ μ|ὴ ὑπάρχει, ἄλλο τι ἔσται. Εἰ γὰρ ὄντος τοῦ αἰτιατοῦ, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, οὐχ ὑπάρχει αἴτιον τὸ πρώτως ὐποτεθέν, ἤγουν τὸ πήγνυσθαι τὸν ὀπόν, ἕτερόν τι ἔσται τὸ αἴτιον αὐτοῦ, ἤγουν τὸ ῥυτιδοῦσθαι τὰ φύλλα, καὶ λοιπὸν διὰ δύο αἰτίων φαίνεται ἀποδείκνυσθαι τὸ τὰ δένδρα φυλλορροεῖν, ὃ ἀπόδειξις οὐκ ἔστιν. εἰ δὲ τὸ αἴτιον ἅμα καὶ τὸ αἰτιατὸν ὑπάρχει, λοιπὸν δι᾿ ἀλλήλων δείκνυνται· ἡ δὲ διάλληλος δεῖξις ἀπόδειξις οὐκ ἔστι. δειχθήσεται γὰρ καὶ τὸ αἰτιατόν, τὸ τὴν ἄμπελον φυλλορροεῖν, διὰ μέσου τοῦ πλατυφύλλου αἰτίου ὄντος, καὶ |αὖθις τὸ αἴτιον, ἤγουν ὅτι ἡ ἄμπελος πλατύφυλλος, διὰ μέσου τοῦ αἰτιατοῦ, ἤγουν τοῦ φυλλορροεῖν. 98 b 16 Εἰ δὲ μὴ ἐνδέχεται αἴτια ε|ἶναι ἀλλήλων. Δείξας ἑκατέρωθεν τὴν ἀπορίαν τὸ ἰσχυρὸν ἔχουσαν νῦν ἐπάγει τὴν λύσιν αὐτῆς λέγων ὡς οὐ δι' ἀλλήλων ἐνταῦθα ἡ ἀπόδειξις γίνεται. εἰ γὰρ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατὸν ὁμόχρονά εἰσι καὶ κατὰ τὸν χρόνον θάτερον θατέρου οὐ προηγεῖται ἅμα γὰρ ἐπινοεῖς τὸ αἴτιον, τὸ ἐν εἶναι τὴν γῆν, καὶ εὐθὺς συνεισάγεται καὶ τὸ αἰτιατόν, ἤγουν τὸ ἐκλείπειν τὴν σελήνην), ἀλλ’ οὖν τῇ φύσει καὶ τῇ ἐπινοίᾳ καὶ τῷ λόγῳ τὸ αἴτιον προηγεῖται τοῦ αἰτιατοῦ. · λαὶ γὰρ ἡμεῖς πρῶτον ἐπινοοῦμεν τὸ ἐν μέσῳ εἶναι τὴν γῆν, εἶθ’ ὕστερον τὸ ἐκλείπειν τὴν σελήνην· ἀλλὰ καὶ ἡ φύσις πρῶτον γινώσκει τὸ αἴτιον, εἶθ' οὕτω τὸ αἰτιατόν. καὶ ἐπεὶ προηγεῖται τὸ αἴτιον τοῦ αἰτιατοῦ, εἰ μὲν ὁ συλλογισμὸς γέγηται, ὅτι ἐκλείπει ἡ σελήνη ἤ ὅτι φυλλορροεῖ τὰ δένδρα, διὰ μέσου τοῦ αἰτίου, ἤγουν τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν ἢ τοῦ τὸ ὑγρὸν πήγνυσθαι, γίνεται κυρίως ἀπόδειξις· αὕτη γὰρ ἐξ αἰτίων καὶ προτέρων γίνεται. εἰ δὲ 6 συλλογισμὸς προβῇ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις οὐκ ἔστι τοῦτο ἀλλὰ τεκμηριώδης συλλογισμός· ἐκ τοῦ ὑστέρου γὰρ τὸ πρῶτον τεκμαιρόμεθα. Εὶ γὰρ οὐκ ἐνδέχεται αἴτια ἀλλήλων εἶναι τὸ αἴτιον καὶ τὸ αἰτιατόν· ἀεὶ γὰρ τὸ αἴτιον πρότερον τοῦ αἰτιατοῦ. εῑτα ἀναρτήσας τὴν ἀπόδειξιν τοῦ λόγου πάλιν ἐπάγει· εἰ μὲν ἡ ἀπόδειξις ἡ διὰ τοῦ αἰτίου τοῦ διότι ἐστίν, ἤγουν τὴν αἰτίαν τοῦ πράγματος ἄποδίδωσιν, ἡ δὲ διὰ τοῦ αἰτιατοῦ ἀπόδειξις οὐκ ἔστι τοῦ διότι συλλογισμός, ἤγουν οὐ δείκνυσι τὴν αἰτίαν τοῦ πράγματος, ἀλλὰ μόνον τὸ ὅτι συνάγει. εἶτα διὰ τὴν ἀπόδιεξιν τοῦ λόγου ἐλλειπτικῶς λάβε ἔξωθεν· οὐδὲν ἄτοπον τὸ δι’ ἀλλήλων δείκνυσθαι, ἀλλ’ ὅτε μὲν ὁ συλλογισμὸς διὰ τοῦ αἰτίου γίνεται, ἀπόδειξίς ἔστι κυρίως, ὅτε δὲ διὰ μέσου τοῦ αἰτιατοῦ, ἀπόδειξις κυρίως οὐκ ἔστιν ἀλλὰ τεκμηριώδης συλλογισμός. ὅτι δὲ οὐ τὸ ἐκλείπειν αἴτιόν ἐστι τοῦ ἐν μέσῳ τὴν γῆν εἶναι, ἀλλὰ τὸ ἐν μέσῳ εἶναι τὴν γῆν |αἴτιον τοῦ ἐκλείπειν, φανερὸν ἐκ τοῦδε· τὰ γὰρ αἴτια ἐν τῷ ὁρισμῷ λαμβάνονται τῶν αἰτιατῶν, καὶ τὸ ἐν μέσῳ λοιπὸν εἶναι τὴν γῆν ἐν τῷ ὁρισμῷ λαμβάνεται τῆς ἐκλείψεως· ἔκλειψις γάρ ἔστι σελήνης στέρησις φωτὸς δι' ἀντίφραξιν τῆς γῆς· οὐ μὴν δὲ ἐν τῷ ὁρισμῷ τοῦ ἐν μέσῳ εἶναι τὴν γῆν λαμβάνεται ἡ ἔκλειψις. p. 9815 25 Ἤ ἐνδέχεται τοῦ αὐτοῦ Πλείω αἴτια εἶναι,. Λύσας τὸ ἄπορον καὶ εἰπὼν μὴ δι’ ἀλλήλων δεῖξιν γίνεσθαι, ὅταν τὸ αἴτιον ἄμα καὶ τὸ αἰτιατὸν ὦσιν, ἀλλὰ τὸν μὲν συλλογισμὸν τὸν διὰ μέσου τοῦ αἰτίου κυρίως εἶναι ἀπόδειξιν καὶ τοῦ διότι, τὸν δὲ διὰ τοῦ αἰτιατοῦ τεκμηριώδη ειναι συλλογισμόν, νῦν ἐπάγει καὶ ἑτέραν λύσιν, ὅτι ὅταν μὲν διὰ τοῦ αἰτίου γίνηται 6 συλλογισμός, ἐξ ἀνάγκης ἕπεται τὸ αἰτιατὸν καὶ κυρίως ἀπόδειξις γίνεται, ὅταν δὲ τὸ αἰτιατὸν μέσον ληφθῇ, οὐκ ἐξ ἀνάγκης ἔπεται τὸ αἴτιον. οἷον ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον οὐκ ἐξ ἀνάγκης ἐστὶ λογικόν, ἀλλ᾿ ἐνδέχεται ἢ λογικὸν εἶναι ἢ ἄλογον, ἢγουν ἐνδέχεται πλείω αἴτια εἶναι τοῦ ἑνὸς πράγματος· καὶ γὰρ τὸ αὐτό, ἤγουν τὸ ζῷον, κατηγορεῖται γορεῖται κατὰ πλειόνων μέσων πρώτως, ἤγουν ἀμέσως. καὶ γὰρ τὸ Α, τὸ ζῷον, κατηγορεῖται τοῦ Β, τοῦ λογικοῦ, πρώτως καὶ ἀμέσως καὶ κατὰ τοῦ Γ ἀμέσως, καὶ ταῦτα, τὸ Β καὶ τὸ Γ, κατηγοροῦνται τοῦ ΔΕ ἀμέσως· ὑ πάρξει ἄρα τὸ Α τοῖς ΔΕ. αἴτιον δὲ τοῦ μὲν τὸ Α εἶναι τῷ Δ τὸ Β, τὸ δὲ Γ τοῦ τὸ Α ὑπάρχειν τῷ Ε. ὥστε τοῦ μὲν αἰτίου ὑπάρχοντος, ἢ τοῦ λογικοῦ ἢ τοῦ ἀλόγου, ἀνάγκη καὶ τὸ πρᾶγμα ὑπάρχειν, τὸ ζῷον, τοῦ δὲ πράγματος, τοῦ ζῴου, ληφθέντος μέσου οὐκ ἐξ ἀνάγκης κης εἰσάγεται πᾶν αἴτιον, ἤγουν καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀλλ᾿ αἴτιον μὲν ἓν εἰσάγεται, πᾶν δέ, ἤγουν τὰ δὲ δύο αἴτια, οὐδαμοῦ. ἐπαγαγὼν οὖν ταύτην τὴν λύσιν ἀπαρέσκεται πάλιν αὐτῇ ἐπικρίνων κρείττονα εἶναι τὴν προτέραν. ἐλέγχει δὲ ταύτην κακῶς ἄχουσαν οὕτως. οὐκ ἀποδεικτικῶς ἀποδέδεικται ἡ δευτέρα λύσις διὰ τὸ πᾶσαν ἀπόδειξιν καθόλου γίνεσθαι. ὁ γὰρ ἀποδεικνύων τὸ ζῷον ὑπάρχειν τοῖς ὑπ᾿ αὐτὸ εἴδεσι καθόλου κατὰ πάντων τῶν εἰδῶν τοῦτο δείκνυσιν. οἷον ὁ ἄνθρωπος, ὁ ἵππος καὶ τὰ λοιπὰ πάντα κινητικά εἰσι καὶ κατ᾿ ὄρεξιν καὶ κατὰ τόπον· πάντα δὲ τὰ κινητικὰ κατ᾿ ὄρεξιν καὶ κατὰ τόπον ζῷα· ὁ ἄνθρωπος ἄρα, ὁ ἵππος καὶ τὰ λοιπὰ ζῷα. ἐνταῦθα δὲ καθόλου ἡ ἀπόδειξις οὐ γέγονεν ἀλλὰ κατὰ μέρος, καὶ οὐδὲ διὰ τοῦ αὐτοῦ μέσου ἀλλὰ δι᾿ ἄλλων. ἀλλ᾿ ἐπισκεπτέον τὸ κείμενον. ἢ εἰ ἀεὶ πᾶν πρόβλημα ἀποδεικτικὸν καθόλυ ἐστίν, ἀνάγκη καὶ τὸ αἴτιον ὅλον τι εἶναι, ἤγουν καθόλου, καὶ τὸ αἰτιατὸν οὗ ἐστιν αἴτιον. οἷον τὰ φυλλορροεῖν ὅλῳ τινί, ἥγουν καθόλου, ἀφωρισμένον ἐστὶ καὶ κατηγορούμενον· κἄν γὰρ τὰ εἴδη αὐτοῦ, ἤγουν τὰ δένδρα ἢ τὰ φυτά, διάφορά εἰσιν, ἀλλ᾿ οὖν καὶ τοισδί, ἤγουν πᾶσι τοῖς φυτοῖς, καθόλου θεωρεῖται τὸ φυλλορροεῖν, ἢ τοῖς τοιοισδὶ φυτοῖς, ἤγουν τοῖς δένδροις τοῖς πλατυφύλλοις. ὥστε καὶ τὸ μέσον, ἤγουν τὸ αἴτιον, ἴσον δεῖ εἶναι ἐπὶ τούτων, τῶν δένδρων ἢ τῶν φυτῶν, ἤγουν καθόλου κατὰ τούτων πάντων κατηγορεῖται ἐπ᾿ ἴσης τῷ μειζονι ὅρῳ, τῷ φυλλορροεῖν, οὗ αἴτιόν ἐστιν· ἄντιστρέφειν γὰρ ὀφείλει καὶ ἐξισάζειν τὸ μέσον, ἤγουν τὸ αἴτιον, πρὸς τὸν μείζονα ὄρον, τὸ αἰτιατόν. εἰ γὰρ τοῦ φυλλορροεῖν αἴτιόν ἐστιν ἡ τοῦ ὑγροῦ πῆξις, ἀνάγκη, εἰ τὸ φυλλορροεῖν ἔστιν, εἶναι καὶ τὸ πήγνυσθαι τὸ ὑγρόν, καὶ εἰ πήγνυται τὸ ὑγρόν, ἀνάγκη εἶναι καὶ τὸ φυλλορροεῖν. πῆξιν δὲ λέγει ὑγροῦ οὐχ ὁτουοῦν, ἤγουν τοῦ τυχόντος· οὐ γάρ, εἰ πήξει τὸ ἐν τῷ ποταμῷ ὑγρόν, ἀνάγκη καὶ τὰ δένδρα φυλλορροῆσαι, ἀλλ’ ἡ πῆξις τοῦ ὐγροῦ τοῦ ἐν τοῖς δένδροις ἐπάγει καὶ τὸ φυλλορροεῖν. p. 99a1 Πότερον δ' ἐνδέχεται μὴ τὸ αὐτό. Μεταβαίνει εἰς ἕτερον θεώρημα, καὶ ζητεῖ εἰ ἐνδέχεται τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος, ἤγουν τοῦ τὰ δένδρα φυλλορροεῖν, εἶναι τὸ αὐτὸ καὶ ἕν αἴτιον ἤ ἕτερον καὶ ἕτερον, ἤγουν εἰ ἐνδέχεται ἕν αἴτιον εἶναι ἤ πολλὰ τοῦ αὐτοῦ πράγματος. και φησίν, ὡς εἰ μὲν καθ’ αὑτὸ τὸ αἴτιον ὑπάρχει τῷ αἰτιατῷ, ἀνάγκη εἶναι ἕν· δ οἷον αἴτιον τοῦ φυλλορροεῖν ἐστι καθ’ αὑτὸ τὸ πήγνυσθαι τὸν ὀπόν. εἶτα λέγει καὶ τὴν αἰτίαν, πῶς, εἰ καθ’ αὑτὸ ἀποδοθῇ τὸ αἴτιον, ἐνδέχεται εἶναι ἕν τι. ἰαὶ φησὶν ὡς τὸ καθ’ αὑτὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ, 6 δὲ ὁρισμὸς ἑκάστου πράγματος εἷς ἔστι. καὶ διὰ τοῦτο καὶ τῆς σεληνιακῆς ἐκλείψεως τὸ καθ’ αὑτὸ αἴτιον ἕν ἐστιν, ἡ ἀντίφραξις τῆς γῆς. εἰ δὲ τὸ ἀποδοθὲν αἴτιον κατὰ σημεῖόν ἐστιν ἤ συμβεβηκός, ἐνδέχεται πολλὰ αἴτια εἶναι τοῦ αὔτοῦ. οἷον τοῦ πυρὸς συμεῖά εἰσιν 6 καπνὸς καὶ ἡ τέφρα· καὶ δείξω ἐνταῦθα πῦρ εἶναι λαβὼν μέσον ὄρον |ἢ τὴν τέφραν ἢ τὸν καπνόν. τοῦ δὲ κατὰ συμβεβηκὸς παράδειγμα ἔστω τοῦτο· τὰ δένδρα φυλλορροεῖ, διότι ῥυτιδοῦται τὰ φύλλα αὐτῶν ἥ λευκαίνονται. ἢ ὅτι ὁ ἄνθρωπος λογικὸν ζῷόν ἐστι, διότι γελαστικὸν πλατυώνυχον. p. 99a4 Εἰ δὲ μὴ, οὕτως ἐνδέζεται. Ἤγουν εἰ δὲ μὴ ἔσται τὸ αἴτιον καθ’ αὑτὸ καὶ ἀντιστρέφον πρὸς τὸ αἰτιατόν, ἐνδέχεται οὕτως εἶναι πολλὰ τὰ αἴτια. p. 99a5 Ἔστι δὲ ἰαὶ οὗ αἴτιον καὶ ᾧ σκοπεῖν. Ἀντὶ τοῦ εἰπεῖν ‘αἰτιατόν’ εἶπεν οὗ αἴτιον. ἄντὶ δὲ τοῦ εἰπεῖν ‘ἐλάττονα ὅρον’ εἶπεν ᾧ, ἤγουν ᾧτινι, τῷ ἐλάττονι ὅρῳ, ὑπάρχει τὸ μεῖζον ἄκρον διὰ μέσου αἰτίου τινός. παραδίδωσι γοῦν ὅτι, εἰ τὰ ἄκρα εἰσὶ συμβεβηκότα καὶ κατηγορεῖται ὁ μείζων ὅρος τοῦ ἐλάττονος κατὰ συμβεβηκός, ἀνάγκη καὶ τὸ μέσον εἶναι συμβεβηκός. εἰ δὲ τὰ ἄκρα εἰσὶν οὐσίαι, καὶ τὸ μέσον ἐξ ἀνάγκης ἔσται οὐσία. καὶ εἰ τὸ μεῖζον ἄκρον γένος τοῦ ἐλάττονος, καὶ 6 μέσος γένος ἔσται τοῦ ἐλάττονος. καὶ εἰ τὸ μεῖζον ὁμωνύμως κατηγορεῖται τοῦ ἐλάττονος, καὶ τὸ μέσον οὕτω κατηγο- ρηθήσεται κατ’ αὐτοῦ. εστι γοῦν σκοπεῖν εἰ συμβεβηκός ἐστι τὸ οὗ αἴτιον, ἤγουν τὸ αἰτιατόν, καὶ εἰ κατὰ συμβεβηκός κατηγορεῖται τοῦ ἐλάττονος, ᾧτινι ἐνυπάρχει. οὐ μὴν δοκεῖ πρόβλημα εἷναι ἀποδεικτικόν, εἰ καὶ τὸ μεῖζον κατὰ συμβεβηκός ἐστι καὶ τὸ μέσον τοῦ ἐλάττονος κατηγορούμενον. εἰ δὲ μὴ οὐ δοκεῖ, ὅ ἐστι τῷ ‘εἰ δοκεῖ πρόβλημα εἶναι’, λοιπὸν καὶ τὸ μέσον ἔσται συμβεβηκὸς ὅμοιον τῷ μείζονι. καὶ εἰ τὸ μεῖζον ὡς ἐν γένει ἐστίν, ἤγουν γένος τοῦ ἐλάττονονς, καὶ τὸ μέσον γένος ἔσται τοῦ ἐλάττονος. p. 99a8 Οἷον διὰ τί καὶ ἐναλλὰξ ἀνάλογον; Τοῦτο παράδειγμά ἐστι τοῦ μείζονος ὡς γένους ληφθέντος. καὶ λαμβάνει ὡς γένος τὸ μεῖζον ἄκρον τὸ ‘ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσι’. τοῦτο γὰρ θεωρεῖται ἐπὶ πολλῶν, ἤγουν γραμμῶν, ἀριθμῶν καὶ ἄλλων μεγεθῶν. ἔστι δὲ τοιοῦτον· ληπτέον ιβ΄ καὶ ς΄ (καὶ τὸν μὲν μείζονα καλοῦσι πρόλογον, τὸν δὲ ἐλάττονα ὑπόλογον) καὶ η΄ καὶ δ΄. καὶ εἰπὲ ὡς ὁ πρόλογος πρὸς τὸν ὑπόλογον, ἤγουν ὁ ιβ΄ πρὸς τὸν ς΄, καὶ ὁ πρόλογος πρὸς τὸν ὐπόλογον, ὁ η΄ πρὸς τὸν ὁ · τὸν διπλασίονα γὰρ λόγον ἔχουσι. καὶ ἐναλλὰξ ἀνάλογον ἕξουσιν, ἤγουν ὡς ὁ πρόλογος πρὸς τὸν πρόλογον, ἤγουν ὁ ιβ΄ πρὸς τὸν Τι καὶ ὁ ὐπόλογος πρὸς τὸν ὐπόλογον· τὸν γὰρ ἡμιόλιον ἔχουσι. ἰαὶ λοιπὸν καὶ τὸ αἴτιον τὸ μέσον, γένος ὀφείλει εἶναι, ὅπερ ἐστὶ τὸ ἔσάκις ἴσον. ὅπερ ἄλλο μὲν καὶ ἄλλο ἐστί, καθὸ ἐν ἄλλοις καὶ ἄλλοις ὑποκειμένοις θεωρεῖται, ἤγουν ἐν γραμμαῖς καὶ ἀριθμοῖς· τὸ αὐτὸ δὲ καὶ ἕν ἐστι κατὰ τὸν ἑαυτοῦ λόγον· ἰσάκις γὰρ ἴσα λέγεται τὰ τὸν αὔτὸν λόγον ἔχοντα. τὸ γοῦν τοιοῦτον, τὸ ἰσάκις ἴσον ᾗ μὲν γραμμαί, ἠγουν καθὸ ἐν γραμμαῖς θεωρεῖται καὶ ἀριθμοῖς, ἐστὶν ἄλλο καὶ ἄλλο· τὸ αὐτὸ δὲ καὶ ἕν, καθὸ ἔχει τοιανδὶ αὔξησιν, ἤγουν καθὸ τηρεῖ τὸν αὐτὸν λόγον οὕτως ἐπὶ πάντων. καὶ οἱ μὲν ἀριθμητικοὶ ἰσάκις ἴσον λέγουσιν ἀριθμὸν τὸν ις΄ ὡς ἐξ ἀριθμοῦ τοῦ δ΄ πρὸς αὑτὸν πολλαπλασιαζομένου. ὡσαύτως καὶ ὁ κε΄ ἰσάκις ἴσος ἐστὶν ὡς γεννώμενος ἐκ τοῦ ε΄ πολλαπλασιαζομένου πρὸς ἑαυτόν. ἐνταῦθα δὲ ἰσάκις ἴσους λέγει ἀριθμοῦς τοὺς ἔχοντας τὸν αὐτὸν λόγον. εἰπὲ γοῦν· ὁ ιβ΄, ὁ ς΄, ὁ Τι καὶ ὁ δ΄ ἰσάκις ἴσοι εἰσὶν ἀριθμοί, ἤγουν τὸν αὔτὸν λόγον ἔχοντες, ἰσάκις ἴσοι ἀριθμοὶ καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν, ὁ ιβ΄ καὶ ς΄, ὁ η΄ καὶ δ΄ ἐναλλὰξ ἀνάλογον ἔχουσιν. p. 99a11 Τοῦ δ’ ὅμοιον εἶναι χρῶμα χρώματι. Τὸ ὅμοιον ὁμώνυμος φωνή ἐστι. καὶ λαμβάνει τοῦτο εἰς παράδειγμα τοῦ προβλήματος τοῦ ἔχοντος τὸ μεῖζον ἄκρον ὁμώνυμον. καὶ τὸ μὲν ‘ἐὰν τέσσαρά τινα ἀνάλογον ἔχωσι, καὶ ἐναλλὰξ ἀνάλογον ἔχουσιν’ ἐλήφθη ὡς γένος, διότι εἰ καὶ ἐν διαφόροις εἴδεσι θεωρεῖται, γραμμαῖς τε καὶ ἀριθμοῖς καὶ ἄλλοις τισίν, ἀλλ’ ὁ δρισμὸς αὐτοῦ εἷς ἔστι, τὸ ἰσάκις ἴσους εἶναι τοὑς ἀριθμούς. τὸ δὲ ὅμοιον οὐ τοιοῦτόν ἐστιν· εἰ γὰρ καὶ θεωεῖται τὸ ὅμοιον ἐν διαφόροις εἴδεσιν, ἤγουν χρώμασί τε καὶ σχήμασιν, ἀλλ’ 00 κατὰ τὸν αὐτὸν καὶ ἕνα λόγον ἀλλὰ κατὰ ἄλλον [λόγον] καὶ λόγον. σχήματα γὰρ ὅμοια λέγονται· οἷον εἶ καταγράψεις δύο τρίγωνα, ὅμοια ταῦτα ῥηθήσονται, εἴ γε τὰς πλευρὰς ἀναλόγους ἔχουσι καὶ τὰς γωνίας ἴσας. ζρώματα δὲ ὅμοια λέγονται κατὰ ἄλλον λόγον· οἷον τὸ ἐν τῇ χιόνι λευκὸν καὶ τὸ ἐν τῷ ψιμμιθίῳ ὅμοια λέγονται διὰ τὸ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρίνεσθαι καὶ ἀντιλαμβάνεσθαι. p. 99a12 Ἄλλο ἄλλῳ. Ἤγουν ἄλλο τρίγωνον ῥηθήσεται ὅμοιον ἄλλῳ τριγώνῳ καθ’ ὅν λόγον εἴπομεν· ὡσαύτως καὶ ἄλλο χρῶμα ῥηθήσεται ὅμοιον ἄλλῳ χρώματι. τὸ γοῦν ὅμοιον τὸ ἐπὶ τούτων θεωρούμενον, ἤγουν τῶν χρωμάτων καὶ τῶν σψημάτων, ὁμώνυμόν ἔστι διὰ τὸ κατὰ ἄλλον καὶ ἄλλο λόγον λέγεσθαι τὰ σχήματα καὶ τὰ χρώματα ὅμοια. ἕνθα μὲν γάρ, ἐπὶ τῶν σχημάτων, ὅμοια λέγονται τρίγωνα τὰ |ἔχοντα τὰς πλευρὰς ἀνὰ λόγον, ἤγουν ἀναλόγους· ὅμοια δὲ λέγονται λευκὰ ὲκὶ τῶν χρωμάτων τὰ ἔχοντα τὴν αὐτὴν αἴσθησιν ἀντιληπτικήν. p. 99a15 Τὰ δὲ κατὰ ἀναλογίαν τὰ αὐτά. Εἰ δὲ τὸ μεῖζον ἄκρον ὲστὶ τὸ τὰ αὐτα εἶναι κατὰ ἀναλογίαν, καὶ τὸ μέσον κατὰ ἄναλογίαν ἐστίν. οἷον καὶ 6 ἄνθρωπος καὶ 6 ἰχθὺς καὶ ἡ σηπία ταὐτὰ λέγονται κατὰ ἀναλογίαν, ἤγουν κατὰ τὸ μὴ λυγίζεσθαι· καθ’ ὅν γὰρ τρόπον ὁ ἄνθρωπος οὐ λυγίζεται ἄτε ὕπὸ τῶν ὀστῶν ἐρειδόμενος, τὸν αὐτὸν τρόπον καὶ ἡ σηπία καὶ καὶ ὁ ἰχθὺς οὐ λυγίζονται ἐν τῷ τὴν μὲν ὑπερείδεσθαι ὑπὸ τοῦ σηπίου τὸν δὲ ὑπὸ τῆς ἄκάνθης. καὶ τὸ μέσον δὲ ἀνάγκη εἶναι κατὰ ἀναλογίαν, ἤγουν τὸ ἐρείσματα ἔΜ. ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· ὁ ἄνθρωπος, 6 ἰχθὺς καὶ ἡ σηπία ἐρείσματα ἔχουσι· τὰ ἐρείσματα ἔχοντα οὐ λογίζονται· ὁ ἄνθρωπος ἄρα, ὁ ἰχθὺς καὶ ἡ σηπία οὐ λυγίζονται. p. 99a 16 Ἔχει δ’ οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις. Τὸ οὗ αἴτιον δηλοῖ τὸ μεῖζον ἄκρον, τὸ δὲ ᾧ αἴτιον τὸ ἔλαττον. ἕτερον τοῦτο θεώρημα. ἐπεὶ γὰρ ἀποδεικτικὸς συλλογισμὸς τρεῖς ὅρους ἕχει, παραδίδωσιν ἐνταῦθα πῶς οἱ τρεῖς ὅροι ἀλλήλοις ἀκολουθήσουσι. καὶ φησὶν ὅτι, εἰ μὲν ἐν τῷ ἐλάττονι ὅρῳ λάβῃς πάντα τὰ εἴδη τὰ ὑπὸ τὸ μεῖζον ἄκρον, ἔσονται καὶ 01 τρεῖς καθόλου ὅροι καὶ ἐξισάζοντες και ἀντιστρέφοντες, εἰ δὲ ἐν τῷ ἐλάττονι λάβῃς ἕι τι εἶδος τῶν ὑπὸ τὸ μεῖζον ἀναγομένων, ἀπόδειξις οὐ γίνεται· οὐ γὰρ ἐξισάζει ὁ ἐλάττων τῷ μέσῳ ἤ τῷ μείζονι. σκεπτέον δὲ καὶ τὸ κείμενον. τῷ μὲν οὖν λαμβάνοντι ἐν τῷ ἐλάττονι ὅρῳ καθ’ ἕκαστον, ἤγουν ἕν τι εἶδος, ἐστὶ τὸ οὗ αἴτιον, ἤγουν τὸ μεῖζον ἄκρον, ἐπὶ πλέον τοῦ ἐλάττονος. οἷον ἔστω μεῖζον ἄκρον τὸ ἔχειν τὰς [ρεῖς] γωνίας τὰς ἔξω ἴσας τέτρασιν ὀρθαῖς. γοῦν θεωρεῖται καὶ ἐπὶ τῶν τριγώνων καὶ τῶν τετραγώνων. εἰ μὲν οὗν λάβῃς ἐλάττονα ὅρον τρίγωνον μόνον ἤ τετράγωνον, ἐστὶν ὁ μείζων ὅρος ἐπὶ πλέον καὶ καθολικώτερος αὐτοῦ. εἰ δὲ λάβῃς καὶ τρίγωνον καὶ τετράγωνον ὁμοῦ, ἐν ἅπασι τοῖς δυσὶν ἐπ’ ἴσων θεωρεῖται καὶ ἐξισάζει ὁ μείζων· ὅσα γὰρ εἴδη σχημάτων ἔχουσι τὰς ἐκτὸς γωνίας ἴσας τέτρασιν ὀρθαῖς, ἐλήφθησαν ἐν τῷ ἐλάττονι, καὶ λοιπὸν ἐξισάζουσι τῷ μείζονι. καὶ τὸ μέσον ὁμοίως ἐξισάζει ἀμφοῖν τοῖν ἄκροιν· ἔστι δὲ τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχειν τὰς ἐντὸς τρεῖς γωνίας. ἔστι δὲ τὸ μέσον, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι, ὀρισμὸς τοῦ πρώτον ἄκρου, ἤγουν τοῦ τέτρασιν ὀρθαῖς ἴσας εἶναι. διὸ καὶ ἐπιστῆμαι πᾶσαι πᾶσαι γίνονται διὰ μέσου ὁρισμοῦ· ἑκάστη γὰρ ἔπιστήμη τὰς ἀποδείξεις ποιεὶ διὰ μέσου ὁρισμοῦ. κρεῖττον δὲ νοηθήσεται οὕτως· πᾶσαι ἄρα ἐπιστῆμαι καὶ γνώσεις ἀποδεικτικαὶ γίνονται διὰ μέσου ὁρισμοῦ. οἷον τὸ φυλλορροεῖν ἀκολουθεῖ μὲν ἰδίᾳ τῇ ἀμπέλῳ καὶ ἐπὶ πλέον ἐστὶ καὶ καθολικώτερον αὐτῆς· ἀκολουθεῖ δὲ καὶ τῇ συκῇ καὶ ὑπερέχει καὶ ἐπὶ πλέον ἐστὶν αὐτῆς. ἀλλ’ εἰ πάντα ληφθῶσιν δμοῦ τὰ ὐποπίπτοντα τῷ φυλλορροεῖν, ἐξισάχζουσιν αὐτῷ. p. 99 a 25 Εἰ δὴ λάβοις τὸ πρῶτον. Πρῶτον μὲν λέγει τὸ πήγνυσθαι τὸν ὀπόν, ὅπερ ἐστὶ λόγος τοῦ φυλλορροεῖν. ἔστι γοῦν τὸ πρῶτον μέσον ἐπὶ θάτερα τὰ ἄκρα. πρὸς μὲν τὸ μεῖζον ἄκρον, τὸ φυλλορροεῖν, πρῶτόν ἐστι τὸ πήγνυσθαι τὸν ὀπόν· πρὸς δὲ τὸ ἔλαττον ἄκρον, τὴν συκῆν καὶ τὴν ἄμπελον, πρῶτον μέσον ἐστὶ καὶ προσεχὲς τὸ ἐγγίζον αὐτῇ, ἠγουν τὸ πλατύφυλλον. πρὸς γοῦν τὸ ἔλαττον ἄκρον πρῶτον μέσον ἐστὶ καὶ ἐγγίζον τὸ τοιαδὶ ὅπαντα, ἤγουν τὸ πλατύφυλλον τούτου δὲ τοῦ πλατυφύλλου καὶ τοῦ μείζονος ἄκρου μέσον ἐστὶ τὸ ὁ ὀπὸς πηγυται. εἰπε δέ το η τοιουτον τι, διοτι ου προκειται αὐτῷ ἀκριβολογεῖσθαι νῦν τίς ἐστιν ὁ ὁρισμὸς τοῦ φυλλορροεῖν. p. 99a28 Τοῦ σπέρματος ὀπόν. Σπέρμα λέγεται τὸ ἄκρον τοῦ ὀχάνου, καθ’ συνάπτεται τῷ φύλλῳ. σπέρμα δὲ λέγεται τὸ διὰ τὸ ἐγκεῖσθαι ἐν αὐτῷ τὴν σπερματικὴν ἀρχὴν καὶ δύναμιν, ἐξ ἧς φύεται τὸ φύλλον. p. 99a30 Ἐπὶ τῶν σχημάτων ὧδε ἀποδώσει. Ἐπὶ μὲν τῶν πραγμάτων, φησίν, ἐδείξαμεν πῶς οἱ ὅροι ἐν ταῖς ἀποδείξεσιν ἀκολουθοῦσιν ἀλλήλοις. δείξομεν δὲ καὶ ἐπὶ τῶν σχημάτων <διὰ τῶν> στοιχείων. Ἐπὶ πλεῖον δέ, ἤγουν τὸ B καθολικώτερόν ἐστι τοῦ Δ· οὐ γὰρ μόνον τὸν ἐλέφαντα καὶ τὴν ἔλαφον περιέχει ἀλλὰ καὶ ἄνθρωπον καὶ ἵππον· καὶ ταῦτα γὰρ ἄχολά εἰσιν. p. 99a33 Τοῦτο γὰρ λέγω καθόλου. Τὸ καθόλου ἐστὶ διττόν, τὸ μὲν ἀντιστρέφον, τὸ δ’ οὐκ ἀντιστρέφον· καθόλου μὲν καὶ ***μὴ ἀντιστρέφον, ὡς τὸ ζῷον κατηγορεῖται κατὰ τοῦ ἀνθρώπου· καὶ τὸ μὲν ζῷον παντὶ ἀνθρώπῳ ἐστίν, ὁ δὲ ἄνθρωπος παντὶ ζῴῳ οὐκ ἔστι. p. 99a34 Πρῶτον δὲ καθόλου ἐστίν. |Ἤγουν κυρίως καὶ τῇ ἀποδείξει χρήσιμον, ᾧτινι ἕν μὲν ληφθὲν τῶν ὑπ6 αὐτὸ οὐκ ἀντιστρέφει πρὸς αὐτό· οἷον τὸ πήγνυσθαι ὄπὸν ὐπάρχει μὲν τῇ ἀμπέλῳ, οὐ μὴν καὶ ἀντιστρέφει· ἅπαντα δὲ ὁμοῦ συλληφθέντα τὰ πλατύφυλλα ἐξισάζουσι τῷ πήγνυσθαι τὸν ὀπὸν καὶ ἀντιστρέφουσι καὶ παρεκτείνουσιν, ἄγουν συνεξισάζουσι. διὰ μέσου γοῦν τοῦ B τὸ A ὑπάρχει πᾶσι τοῖς κειμένοις ἐν τῷ Δ. ἐπεὶ δὲ τὸ B αἴτιον ὄν οὐκ ὀφείλει ἐξισάζειν τῷ αἰτιατῷ, ἤγουν τῷ A, διὰ τὸ μὴ διάλληλον δεῖξιν γίνεσθαι, ὡς ὄπισθεν εἴπομεν, ἄνάγκη τὸ Α παρεκτείνειν καὶ ἐπὶ πλέον εἶναι τοῦ B. εἰ Τὰρ μὴ ἐστιν ἐπὶ πλέον αὔτοῦ, τί μᾶλλον, ἤγουν οὐδὲν μᾶλλον, τοῦτο, τὸ Β, ἔσται αἴτιον ἐκείνου, τοῦ Α· δύναται γὰρ τὸ A γενέσθαι αἴτιον τοῦ Β· τὰ γὰρ ἐξισάζοντα ἀλλήλων αἴτια γίνονται. εἰ γοῦν τὸ Α ἐπὶ πλέον ὑπάρχει τοῦ B, ὑπάρξει ἄρα πᾶσι τοῖς E καθ’ ὧν τὸ B οὐ λέγεται. ἔσται τι ἄρα ἕν, ἤγουν ἔσται τι αἴτιον ἄλλο τοῦ B καὶ ἕτερον, ἤγουν τὸ Γ. δι’ οὗ Γ ἅπαντα ἐκεῖνα τὰ ἐν τῷ E ἐπισυναφθήσεται τῷ A. εἰ γὰρ μὴ, ἤγουν εἰ μὴ ἔστι τι αἴτιον τὸ ἐπισυνάπτον τὰ ἐν τῷ Ε τῷ A ἀλλὰ διὰ μέσου τοῦ Β καὶ ταῦτα ἐπισυνάπτονται, πῶς ἔσται τὸ A ἐπὶ πλέον τοῦ E ὥστε καὶ μὴ ἀντιστρέφειν αὐτῷ; τὸ γὰρ A παντὶ μὲν ὑπάρχει ῳ τὸ Ε, ἤγουν παντὶ τῷ E · τὸ δὲ E οὐ παντί ἐστιν ᾧ τὸ A, ἤγουν παντὶ τῷ A. δὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον μεταξὺ τοῦ A καὶ E ἕτερον τοῦ B, οἷον τὸ A ἐστὶ πᾶσι τοῖς Δ, ἤγουν ὥσπερ τὸ B αἴτιόν ἐστι τοῦ τὸ A ὑπάρχειν τοῖς Δ, διὰ τί οὐκ ἕσται τι αἴτιον δι’ οὗ τὸ Α ὑπάρξει τοῖς Ε; ἀντὶ δὲ τοῦ εἰπεῖν τι αἴτιον6 εἶπε τι ἕν. ἐπισκεπτέον δὲ τί ἐστι τὸ αἴτιον τοῦ AE, καὶ ἴστω τὸ Γ. ἐνδέχεται οὖν τοῦ αὐτοῦ, τοῦ A, πλείω αἴτια εἶναι, τὸ B καὶ τὸ Γ. ἀλλ’ οὐ τοῖς αὐτοῖς τῷ εἴδει· τὰ γὰρ κείμενα ἐν τῷ Δ καὶ τὰ ἐν τῷ E ἕτερά εἰσιν ἀλλήλων κατὰ τὸ εἶδος· τὰ μὲν γὰρ Δ εἰσὶ πεζά, τὰ δὲ E πτηνά. p. 99b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθύς. Ἐν μὲν τοῖς προσεχῶς εἰρημένοις ἐλάμβανεν αἴτιον μέσον τὸ B καὶ τὸ Γ, ἤγουν τὸ ἄχολον καὶ τὸ ξηρόν, μὴ ἀντιστρέσοντα πρὸς τὸ μεῖζον ἄδρον μηδὲ αὐτῷ ἐξισάζοντα. νῦν δὲ λαμβάνει τὸ B αἴτιον ἄντιστρέφον πρὸς τὸ A καὶ φησίν· ἐὰν τὸ B, τὸ αἴτιον, καὶ τὸ A, τὸ αἰτιατόν, ἀντιστρέφωσιν, οὐκ εὐθὺς δὲ 6 μέσος ἔρχεται καὶ καταντᾷ εὶς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα, οὔτε μὴν δι’ αὐτοῦ τοῦ μέσου ὁ μείζων καταντᾷ εἰς τὰ ἄτομα, ἤγουν τὰ εἴδη τὰ εἰδικώτατα, ἐξ ἀνάγκης δεῖ καὶ ἑτέρου μέσου, ἵνα δι’ αὐτοῦ καὶ τὸ A καὶ τὸ B ὐπάρχῃ τοῖς Δ, ἤγουν εἰ τὸ A, τὸ φυλλορροεῖν, καὶ τὸ Β τὸ αἴτιον, ἤγουν τὸ πήγνυσθαι τὸv ὀπόν, οὐ καταντῶσια ἀμέσως πρὸς τὰ ἄτομα, ἀνάγκη εἶναι ἕτερον μέσον, τὸ Γ τὸ πλατύφυλλον, δι’ οὗ καὶ ἄμφω ἐπισυναφθήσεται τοῖς Δ. καὶ εἰ μὴ τὸ μέσον καὶ τὸ αἴτιον ἕν μόνον ἐΜ, ἤγουν τὸ B, ἀλλ’ ἔστι καὶ ἔτερον μέσον, τὸ Γ περιεχόμενον ὑπὸ τοῦ B, πότερον, ἤγουν ποῖον ἀπὸ τῶν δύο μέσων, ὑπάρχει αἴτιον τοῦ τὸ A ὐπάρχειν τοῖς καθ6 ἕκαστα, τὸ πρῶτον τὸ πρὸς τὸ καθόλου, ἤγουν τὸ Β τὸ προσεχὲς αἴτιον ὑπάρχον τῷ καθόλου, ἤ τὸ πρὸς τὸ καθ’ ἕκαστα, ἤγουν ἢ τὸ Γ τὸ προσεχὲς αἴτιον τοῖς καθ6 ἕκαστα; p. 99b10 Δῆλον δή. Τοῦτο ἡ λύσις τοῦ ζητήματος, φησὶ γὰρ ὅτι τὰ ἐγγύτατα ὄντα μέσα τοῖς καθ’ ἔκαστα ταῦτά εἰσιν αἴτια τοῦ τὸ A ὑπάρχειν ἑκάστῳ ᾧ αἴτιον, ἤγουν τοῖς καθ’ ἕκαστα, ὧν ἐστιν αἴτιον προσεχὲς τὸ Γ. p. 99b11 Τοῦ γὰρ τὸ πρῶτον ὑπὸ τὸ καθόλου ὐπάρχειν τοῦτο αιτιον. Πρῶτον ὐπὸ τὸ καθόλου νομτέον τὸ Β· τοῦτο γὰρ τὸ B εἰρηκὼς ὄπισθεν πρῶτον πρὸς τὸ καθόλου, ἤγουν τὸ A, νῦν λέγει αὐτὸ πρῶτον ὑπὸ τὸ καθόλου, ὡς ταὐτὸν εἶναι τὸ ὑπὸ τῷ ‘πρός’. ζητήσας οὖν, ποῖον ἀπὸ τῶν δύο μέσων ὑπάρχει αἴτιον τοῦ τὸ A τοῖς Δ ὑπάρχειν, ἐπάγει τὴν τοῦ ζητήματος λύσιν ἀπὸ τοῦ μᾶλλον ἐπιχειρῶν. φησὶ γάρ· εἰ τὸ B ὁρισμὸς ὤν τοῦ A ἐπισυνάπτεται τοῖς Δ διὰ μέσου τοῦ Γ, ἀνάγκη ἰαὶ τὸ δριστόν, ἤγουν τὸ A, διὰ μέσου τοῦ Γ ὑπάρχειν τοῖς Δ. τὰ μὲν οὖν Γ ἐστὶν αἴτιον τοῦ τὸ A ὐπάρχειν τοῖς Δ· τὸ δὲ B πάλιν αἴτιόν ἐστιν τοῦ τὸ A ὑπάρχειν τῷ Γ· αὐτὸ δέ, τὸ B, ἐστὶν αἴτιον τοῦ τὸ Α ὑπάρχειν τούτῳ, τῷ B, ἀμέσως καὶ οὐ δι’ ἄλλου τινὸς αἰτίου· τὸ γὰρ B ὁρισμός ἐστι τοῦ A, 6 δὲ εἰδικὸς ὁρισμὸς ἀρχή ἐστιν ἄμεσος ἰαὶ ἀναπόδεικτος. p. 99b15 Περὶ μὲν οὗν συλλογισμοῦ καὶ άποδείξεως. Ὅτι μὲν ἀπόδειξις λέγεται αὐτὴ ἡ ἐνέργεια καθ’ ἥν ἐνεργοῦμεν καὶ ἀποδεικνύομεν, ἀποδεικτικὴ δὲ ἐπιστήμη ἐστὶν ἡ τῇ ψυχῇ ἠμῶν ἐνοῦσα ἕξις αὐτῆς, ἐξ ἧς προβαίνει ἡ ἐνέργεια, εἴρηται καὶ πρότερον. ἐπεὶ γοῦν, φησί, καθ’ αὐτὸ προθέντες περὶ ἀποδείξεως διδάξαι, ἧς χάριν καὶ περὶ συλλογισμοῦ ἐφθάσαμεν διδάξαι, καὶ ἀπεδώκαμεν, τί τί ἐστιν ὁ ὁρισμὸς τοῦ συλλογισμοῦ καὶ ὁ τῆς ἀποδείξεως, καὶ πῶν γίνεται ἡ ἀπόδειξις, ὅτι ἐκ προτάσεων ἀμέσων καὶ καθ’ αὐτὸ καὶ πρώτων, πᾶσαν μὲν οὖν τὴν διδασκαλίαν τὴν περὶ ἀποδείξεως ἐπεράναμεν· λείπεται δὲ νῦν καὶ περὶ τῶν ἀρχῶν αὐτῆς διδάξαι, ἅς εἴπομεν εἶναι τὰς ἀμέσους προτάσεις καὶ καθ αὑτὸ καὶ πρώτας. δεῖ γοῦν εἰπεῖν, πῶς γίνονται γνώριμοι αἱ ἀρχαὶ τῆς ἀποδείξεως, καὶ τίς ἐστιν ἡ ἕξις καὶ ἡ ἐπιστήμη ἡ γνωρίζουσα καὶ παριστῶσα ταύτας. δεῖ δὲ μικρόν τι πρῶτον ἀπορὴσαι περὶ αὐτῶν. καὶ ὅτι μὲν ἀδύνατον γενέσθαι ἀπόδειξιν, εἰ μὴ γινώσκομεν τὰς πρώτας ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις ἐξ ὧν συνίστανται, εἴρηται πρότερον. νῦν δὲ ζητοῦμεν, πόθεν ἔχομεν τὴν γνῶσιν τῶν ἀμέσων τούτων προτάσεων, καὶ πότερον ἡ γνῶσις τῶν ἀμέσων προτάσεων ἡ αὐτή ἐστι τῇ γνώσει τῇ ἐπιγινομένῃ ἡμῖν δι᾿ ἀποδείξεως ἢ ἑτέρα, καὶ πότερον ἡ ἑκατέρας γνῶσις, ἡ δι᾿ ἀποδείξεως γινομένη καὶ ἡ τῶν ἀρχῶν γνῶσις, ὡς εἰς ἓν γένος ἀνάγονται τὴν ἐπιστήμην ἢ τοῦ μέν, ἤγουν τῆς ἀποδείξεως, γένος ἡ ἐπιστήμη ἐστί, τοῦ δέ, ἤγουν τῆς γνώσεως τῶν ἀρχῶν, γένος ἐστὶν οὐχ ἡ ἐπιστήμη ἀλλ᾿ ἕτερόν τι, καὶ πότερον αἱ ἕξεις, καθ᾿ ἃς γινώσκομεν τὰς ἀρχάς, οὐκ ἐνοῦσαι ἡμῖν ἐκ γενετῆς καὶ σύμφυτοι ὕστερον ἐγγίνονται ἡμῖν ἐκ μαθήσεώς τινος ἢ ἔνεισιν ἡμῖν ἐκ γενετῆς, λανθάνουσι δὲ ἡμᾶς, ὅτι εἰσὶν ἐν ἡμῖν, καὶ ἀγνοοῦντε διατελοῦμεν ὅτι ταύτας ἔχομεν. εἰ μὲν δὴ ἔχομεν αὐτὰς ἐν τῇ ψυχῇ καὶ ἀγνοοῦμεν ὅτι ταύτας ἔχομεν, ἄτοπον. πῶς γὰρ οὐκ ἄτοπον τὸ ἀγνοεῖν ὃ ἔχομεν; καὶ συμβαίνει λανθάνειν ἡμᾶς ὅτι ἔχομεν τὰς γνώσειςτῶν ἀρχῶν, αἳ ἀκριβέστεραι τῶν ἀποδείξεών εἰσιν. ἡ μὲν γὰρ ἀποδειξις ἐπιστήμη ἐστὶν ἐξ ἑτέρων τὸ πρᾶγμα ἀποδεικνύουσα· ἡ δὲ γνῶσις τῶν ἀρχῶν κρείττων ἐστὶν ἐστὶν ἢ κατὰ ἀπόδειξιν, ἤγουν οὐ δι᾿ ἀλοδείξεως γίνεται ἀλλὰ ἀκριβεστέρα ταύτης ἐστὶ καὶ τιμιωτέρα. εἰ δὲ μὴ ἔχοντες τὰς ἕξεις, καθ᾿ ἃς γινώσκομεν τὰς ἀρχάς, ἐκ φύσεως λαμβάνομεν αὐτὰς ὕστερον ἐκ μαθήσεως, ἐπειδὴ πᾶσα μάθησις ἐκ προϋπαρχούσης γίνεται γνώσεως, ἀδύνατόν ἐστιν εύρεῖν προτέραν τινὰ καὶ ἀρχοειδεστέραν τῶν ἀρχῶν, ἐξ ἧς ἔστιν ὁδηγηθῆναι πρὸς γνῶσιν τῶν ἀρχῶν· ἀδύνατον γάρ, ὥσπερ καὶ ἐλέγομεν ἐξ ἀρχῆς ἐν τῇ ἀποδείξει, μάθησιν γενέσθαι ἢ διδασκαλίαν ἄνευ προϋπαρχούσης τινὸς γνώσεως. ταῦτα προαπορήσας ἐπάγει· φανερὸν ὅτι οὐ δυνατὸν ἔχειν αὐτὰς ἐκ γενετῆς καὶ συμφύτους, οὔτε μήν ἀγνοοῦσιν ἡμῖν αὐτὰς καὶ μηδεμίαν ἕξιν καὶ γνῶσιν αὐτῶν ἔχουσίν ἐστι δυνατὸν ἐγγίνεσθαι τὴν μάθησιν αὐτῶν ὕστερον. καὶ λοιπόν, ἐπεὶ οὔτε ταύτας συμφύτους ἔχομεν οὔτε μὴ ἔχοντες δυνάμεθα ὕστερον ταύτας μαθεῖν, ἀνάγκη λοιπὸν ἔχειν τινὰ δύναμιν ψυχικὴν ἐπιχορηγοῦσαν ἡμῖν ἀφορμὰς πρὸς γνῶσιν αὐτῶν. ἠ δὲ δύναμις αὕτη οὐκ ἔστι τιμιώτερον καὶ ἀκριβέστερον τῆς γνώσεως τῶν ἀρχῶν, κἄν ἐξ αὐτῆς ἀφορμὰς λοβόντες ταύτας γινώσκωμεν. p,99b34 Φαίρεται δὲ τοῦτό 78 πᾶσιν. Εἰπών, ὅτι ἔχομέν τινα δύναμιν σύμφυτον, λέγει νῦν καὶ τίς ἐστιν αὔτη. καὶ φησὶν ὅτι ἡ αἴσθητικὴ δύναμίς ἐστιν, ἥτις ἐν πᾶσι τοῖς ζωοις θεωρεῖται καὶ οὐκ ἀνθρώποις μόνοις· καὶ γὰρ καὶ τὰ ζῷα ἔχουσι τὴν δύναμιν ταύτην τὴν αἰσθητικὴν σύμφυτον τὴν κριτικὴν οὖσαν καὶ ἀντιλπτικὴν τῶν αἰσθητῶν. πλὴν κἄν ἐν πᾶσι ζῴοις ἡ σύναμις αὕτη θεωρῆται, αλλ’ οὖν τινὰ μὲν τῶν ζῴων οὐ μόνον αἰσθάνεται, ἀλλ’ ἐκτυποῦται καὶ ἐγκαταγράφεται ἐν αὐτοῖς ὁ τύπος τοῦ αἰσθητοῦ, τινὰ δὲ αἰδθάνονται μέν, οὐ μὴν δὲ ἐκτύπωσις τοῦ αἰσθήματος ἐν αὐτοῖς ἐγγίνεται, Μ’ ἴστ’ ἔστ’ ἄν ὁρῶσι τὸ αἰσθητὸν ἢ ἀκούωσιν, ἐπιγινώσκουσιν οἷον αὐτό, ἐπὰν δὲ πόρρω τοῦ αἰσθήματος γένωνται, παντελῆ ἄγνοιαν εχουσι τούτου, οἷον οἱ σκώληκες καὶ αἱ μυῖαι καὶ αἱ εὐλαί· ἐν πούτοις γὰρ ἐπιμονὴ τοῦ αἰσθήματος καὶ ἐκτύπωσις οὐκ ἐπιμένει. ὅθεν καὶ τὰς μυίας ἴδῃ τις καὶ τοὺς σκώληκας ἐξελθόντας τοῦ τόπου, ἐν ᾧ ἐμφωλεύουσι, τῇδε κἀκεῖσε περιερχομένους καὶ πλανωμένους ὡς μὴ γινώσκοντας παλιννοστῆσαι ὅθεν ἐξῆλθον. ἐν τισὶ δὲ τῶν ζῴων ἔνεστιν ἐπιμονὴ τοῦ αἰσθήματος, ἀλλ’ ἀμυδρά τις ἰαὶ βραχεῖα διὰ τὸ καὶ τὸ φαναστικὸν ἔχειν ὀλίγον, ἐν ᾧ ἐγκαταγράφονται καὶ ἐντυποῦνται τὰ αἰσθήματα. οἷον αἱ κίσσαι καὶ οἱ ψιττακοὶ αἰσθάνονται μὲv τῶν φωνῶν τῶν λεγόντων, ἀμυδρὰ δέ τις ἐντύπωσις τούτων ἐν αὐτοῖς ἐγγίνεται· καὶ διὰ τοῦτο ἀπομιμοῦνται τὰς φωνὰς τῶν ἀνθρώπων ἢ καὶ ἄλλων ζῴων, πλὴν οὐ καθαρῶς. ἐν τισὶ δέ ἐστιν ἐπιμονὴ καθαρὰ τοῦ αἰσθήματος σιὰ τὸ Ι καὶ καθαρώτερον τὸ φανταστικὸν ἔχειν, οἷον οἱ ἄνθρωποι, ἀλλὰ καί τινα ζῷα, οἷον αἱ μέλισσαι καὶ αἱ περιστεραὶ καὶ οἱ ὄνοι]· πολλάκις γὰρ ταῦτα ἐκτοπίζονται τῶν φωλεῶν καὶ σίμβλων διάστημα τριῶν ἤ καὶ τεσσάρων ἡμερῶν καὶ παλιννοστοῦσιν ὅθεν ἐξῆλθον. ἀλλὰ καὶ 6 ὄνος περιπατῶν καὶ ἐντυχὼν βοθύνῳ καὶ ἐμπεσὼν ἅπαξ ἐν αὐτῷ, κἄν που συμβαιη μετὰ παρέλευσιν χρόνου οὐκ ὀλίγου διέρχεσθαι τὴν πρὸς βόθυνον ἅγουσαν, οὐδέποτ6 ἄν πεισθείη ταύτην περιπατῆσαι, κἄν πληττόμενος ᾖ. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. τισὶ μὲν τῶν ζῴων γίνεται μονὴ τοῦ αἰσθήματος, τοῖς δὲ οὐ γίνεται. καὶ ἐν ὅσοις ἢ μὴ ὅλως ἐγγίνεται μονὴ τοῦ αἰσθήματος ἢ περὶ ἅ μὴ ἐγγίνεται, x003E; ἤ ἐγγένεται μὲν μονὴ τῶν αἰσθημάτων, περὶ ἅ ἐνήργησεν αἰσθήματα, οὐ μὴν δὲ καθαρὰ Μ’ ἀμυδρά τις, τοῖς τοιούτοις ζῴοις ἔξω τοῦ αἰσθάνεσθαι γνῶσις οὐκ ἔστιν, ἤγουν τοῦ αἰσθήματος πόρρω τῆς αἰσθήσεως αὐτῶν γενομένου αὐκ ἔχουσι γνῶναι κἆὶ ἀναλαβέσθαι ὅτι εἶδόν ποτε ἢ ἤκουσάν τι. ἐν οἷς δέ ἐστιν αἰσθανομένοις [μονὴ τοῦ αἰσθήματος], ἤγουν ἐν τισὶ δὲ αἰσθανομένοις, σὺν τῷ εἶναι ἐν αὐτοῖς τὴν μονὴν ἔτι καὶ ἔχειν ἐν τῇ ψυχῇ ἕν τι, ἤγουν δύναμίν τινα ἐπισυνάπτουσαν τὰ ὅμοια τῶν αἰσθημάτων ὧν ἔσχον τὴν αἴσθησιν. οἷον ἐπὶ ἀνθρώπων εἶδόν ποτε ὡς ὁ Σωκράτης πιὼν ἐλλέβορον χολὴν ἐκένωσε· τοῦτο εἶδον καὶ ἐπὶ τοῦ Πλάτωνος. ταῦτα τὰ αἰσθήματα τῇ φαντασίᾳ ἐνετυπώθησαν. εἶτα μετὰ παραδρομήν τινος καιροῦ ἰδὼν ἐλλέβορον ἐδυνήθην ἐπισυνάψαι τοῦτο οἷς εἶδον διὰ τὴν ὁμοιότητα καὶ ἐντεῦθεν γνῶναι ὅτι καὶ οὖτος κενωτικὸς χολῆς ἐστιν. p. 100a 1 Πολλῶν δὲ τοιούτων γινομένων. Εἰπών, ὡς εἰσί τινα ζῷς ἔχοντα καθαρὰν τὴν ἐπιμονὴν τῶν αἰσθημάτων, μάτων, διαιρεῖ πάλιν τὰ τοιαῦτα ζῷα εἰς τὰ ἔχοντα δύναμιν ἐπισυνάγειν τὸν λόγον, ἤγουν τὸ καθόλου ἐκ τῆς ἐπιμονῆς τῶν τοιούτων αἰσθημάτων πολλῶν γενομένων, ὠς ἐπὶ τῶν ἀνθρώπων. τοῖς δὲ τῶν ζῴων οὐκ ἐπισυνάγεται τὸ καθόλου, αἂν πολλὰ αἰσθήματα ἐν αὐτοῖς ἐπισυναθροισθῶσιν, ὡς ἐπὶ τῆς μελίσσης καὶ τῶν ὄνων καὶ τῶν περιστερῶν. ὥστε ἐκ μὲν τῆς αἰσθήσεως ἐπισυνάγονται αἰσθήματα πολλὰ ἐν τῇ φαντασίᾳ, ἐξ ὧν γίνεται ἡ μνήμη. ἐκ δὲ μνήμης πολλάκις τοῦ αὐτοῦ γινομένης, ἤγουν πολλῶν δὲ μνημῶν συναθροισθεισῶν, γίνεται ἐμπειρία, ἤγουν γνῶσίς τις δυνάμεως πράγματός τινος. οἷον εἶδον μυριάκις τὸν ἐλλέβορον κενοῦντα χολήν, καὶ πολλὰ αἰσθήματα τοιαῦτα ἐν τῇ φαντασίᾳ μου ἐνετυπώθησαν, ἐξ ὧν ἐπισυνηθροίσθησαν μνῆμαι πολλαί· ἐκ δὲ τῶν πολλῶν μνημῶν γέγονέ μοι ἐμπειρία καὶ γνῶσις, ὡς ὁ ἐλλέβορος δύναμιν ἔχει κενωτικὴν χολῆς. ἡ δὲ γνῶσις αὕτη ἠρεμήσασα καὶ ἐμπαγεῖσα καὶ ἑδραιωθεῖσα ἐν τῇ ψυχῇ μου, ὡς οὕτως ἔχει ὁ ἐλλέβορος καὶ οὐκ ἄλλως, τὸ καθόλου συνῆξεν, ἤγουν τὸ ‘πᾶς ἐλλέβορος καθαίρει᾿, ὃ καθόλου ἐστὶν ἀρχὴ τῶν ἀποδείξεων. ἐπεὶ δὲ τὸ καθόλου τριττόν ἐστι, ἢ τὸ πρὸ τῶν πολλῶν, ὅπερ εἰσὶν αἱ ἰδέαι αἱ παρὰ τῷ Πλάτωνι, καὶ τὸ ἐπὶ τοῖς πολλοῖς καὶ τὸ ἐν τοῖς πολλοῖς, λοῖς, ἐφερμηνεύων ποῖον σημαινόμενον τοῦ καθόλου ἐκ τῆς ἐμπειρίας ἐνεπάγη τῇ ψυχῇ καὶ ἡδραίωται, ἐπάγει ὡς καθόλου φημὶ τὸ ἓν ὃ ἕτερον μέν ἐστι παρὰ τὰ πολλά, ἤγουν τὰ μερικά (λόγος γάρ ἐστι τοῦτο· τὰ δὲ μερικὰ σώματα), ἐν πᾶσι δὲ τούτοις τοῖς μερικοῖς ἐμφαίνεται καὶ θεωρεῖται· ὡς ὁ ἄνθρωπος ὁ καθόλου λόγος μέν ἐστιν ἕτερος τῶν μερικῶν ἀνθρώπων, ἐν τούτοις δὲ ἐμφαίνεται. ἀλλὰ θεωρητέον καὶ τὸ κείμενον. p. 100a6 Ἐκ δὲ τῆς ἐμπειρίας ἤ. Τὸ ‘ἢ᾿ ἀντὶ τοῦ ‘καὶ᾿ ληπτέον. ἔστι δὲ τοιοῦτον· ἐκ δὲ τῆς ἐμπειρίας καὶ ἐκ παντὸς αἰσθήματος τοῦ ἡρεμήσαντος ἐν τῇ ψυχῇ καὶ ἑδραιωθέντος γίνεται ἡ γνῶσις τοῦ καθόλου τοῦ ἑνὸς ὄντος παρὰ τὰ πολλά, ἤγουν τοῦ ἑτέρου ὄντος παρὰ τὰ μερικά. ὃ καθόλου <ἓν> ἐνῇ, ἤγουν ἐμφαίνεται ἓν καὶ τὸ αὐτὸ ἐν ἅπασιν ἐκείνοις τοῖς μερικοῖς. τὸ δὲ τοιοῦτον καθόλου τὸ ἕτερον μὲν ὂν παρὰ τὰ μερικὰ ἐν τούτοις δὲ θεωρούμενον γίνεται ἀρχὴ τέχνης καὶ ἐπιστήμης. εἰ μὲν οὖν ἐπισυνήχθη τὸ καθόλου τοῦτο ἀπὸ τῶν περὶ γένεσιν, ἤγουν τῶν ἐν γενέσει καὶ φθορᾷ ὄντων πραγμάτων, ἐστὶν ἀρχὴ τῆς τέχνης, ἐὰν δὲ περὶ τὸ ὄν, ἤγουν ἀὰν ἐπισυνήχθη ἐπὸ τῶν ἀεὶ καὶ ὡσαύτως ἐχόντων πραγμάτων, ἤγουν τῶν ἀιδίων, ἐστὶν ἀρχὴ τῆς ἐπιστήμης. p. 100a10 Οὔτε δὴ ἐνυπάρχουσιν ἀφωρισμέναι. Ἤγουν οὐτε εἰσὶν ἐν τῇ ψυχῇ ἡμῶν ἕξεις τινὲς γνωστικαὶ τῶν ἀρχῶν χῶν ἀφωρισμέναι, τουτέστιν ἐνεργείᾳ οὖσαι καὶ ἐφεστηκυῖαι, οὔτε ἐπιγίνεται ἡ γνῶσις τῶν ἀρχῶν ἐξ ἄλλων τινῶν γνώσεων καὶ ἕξεων γνωστικωτέρων, ἤγουν ἀκριβεστέρων τῆς γνώσεως τῶν ἀρχῶν (καὶ τί γὰρ ἄν εἴη τὸ γνωστικώτερον ἐκεῖνο καὶ ἀκριβέστερον ὂν τῆς γνώσεως τῶν ἀρχῶν;) ,ἀλλ᾿ ἀπὸ αἰσθήσεως, ὡς δέδεικται, ἐνδίδονται ἠμῖν ἀφορμαὶ ἐξὧν τὸ καθόλου συνάγομεν καὶ ἐπιγινώσκομεν. p. 100a12 Οἷον ἐν μάχῃ τροπῆς γενομένης. Διὰ τούτου τοῦ παραδείγματος παριστᾷ, πῶς ἐπισυνάγεται ἡμῖν τὸ καθόλου ἐκ τῆς αἰσθήσεως. καὶ φησίν· ἔστωσαν ὡς ἐν λόγῳ παραδείγματος ἑκατὸν ἄνδρες πόλεμον κατ᾿ ἐναντίων συγκροτήσαντες, οἳ τραπέντες διεσπάρησαν, καὶ ἐντεῦθεν διελύθη ὁ πόλεμος. εἶτα εἷς τις τῶν φυγάδῶν ἀλκὴν δυσάμενος παλιννοστήσας ἐκ τῆς φυγῆς κατὰ πρόσωπον ἔστη τῶν ἐναντίων. εἶτα ἕτερος τῶν φυγάδων τοῦτον ἰδὼν στάντα συνῆλθε τούτῳ εἰς βοήθειαν· καὶ τοῦτο ἕκαστος τῶν φυγόντων ποιήσας, ἔστησαν ἂὖθις καὶ οἱ ἑκατὸν εἰς μάχην τὴν πρώην διαφθαρεῖσαν. ὡς γοῦν ἐπὶ τῆς μάχης διαφθαρείσης συνέβη πάλιν συστῆναι ταύτην ἐκ τοῦ ἐπισυναχθῆναι τὸν καθ᾿ ἕνα τῶν φυγόντων, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς γέγονεν. τῶν γὰρ ἀλόγων δυνάμεων τῆς ψυχῆς, θυμοῦ λέγω καὶ ἐπιθυμίας, ἐπικρατησάντων τῆς λογικῆς ψυχῆς συνέβη φθαρῆναι τῆν τοῦ καθόλου γνῶσιν τὴν ἐν αὐτῇ οὖσαν. εἶτα ἐκ τῆς αἰσθήσεως ἑνὸς αἰσθήματος ἐντυπωθέντος ἐν τῇ φαντασίᾳ καὶ αὖθις ἑτέρου τοιούτου καὶ οὕτω πολλῶν αἰσθημάτων ἐπι- συναχθέντων μεῆμαι πολλαὶ γίνονται· ἐκ δὲ τῶν μνημῶν ἐμπειρία μία· ἐκ δὲ τῆς ἐμπειρίας ἐπεγένετο αὖθις τῇ ψυχῇ ἡ τοῦ καθόλου γνώσις. p. 100a13 Ἡ δὲ μυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθια πάσχειν τοῦτο. Ἤγουν ἡ δὲ λογικὴ ψυχὴ πάσχει τοῦτο, τὸ ἐκ τῶν πολλῶν μνημῶν ἐπισυνάγειν τὸ καθόλου. p. 100a14 δὲ ἐλέχθη μὲν πάλαι, οὐ συφῶς. Εἰπών, ὅτι τὸ καθόλου ἐκ τῶν αἰσθημάτων ἐπισυνάγεται, ἀσαφὠς τοῦτο ῥηθὲν ἔτι πάλιν διασαφεῖ. p. 100a15 Στάντος γὰρ τῶν ἀδιαφόρων ἑνός. Ἀδιάφορα λέγει ἰαὶ τὰ κατ’ εἶδος ὄντα ἀδιάφορα καὶ ὄμοια, ὡς ὁ Σωκράτης καὶ ὁ Πλάτων κατ’ εἶδός εἰσιν ἀδιάφοροι καὶ ὄμοιοι· ὡσαύτως καὶ ὁ ἄνθοωπος καὶ ὁ ἵππος ἀδιάφοροι λέγονται τῷ εἴδει· ζῷα γὰρ ἄμφω. καὶ ὡς ἐπισυνάγεται τὸ εἶδος τὸ εἰδικώτατον ἐκ τῶν μερικῶν, οὕτως αὖθις τὸ γένος ἐκ τῶν εἰδῶν. καὶ διασαφεῖ πῶς τοῦτο γίνεται. ἡ αἴσθησις ἐνεργήσασα περί τινα μερικὰ ἀδιάφορα κατ’ εἶδος ἅπαξ τὸ ἕν τοῦτο αἴσθημα ἔστησεν ἐν τῇ φαντασίᾳ καὶ ἐνετύπωσεν οὐ μόνον ἔχον ἀπόμορξιν ἰδιοτήτων καὶ συμβεβηκότων τινῶν, ἐξ ὧν τὰ μερικὰ συνίστανται καὶ γνωρίζονται, ἀλλὰ καὶ ἀπομάσσεταί τι τοῦ καθόλου. καθόλου δέ ἐστιν ἡ κοινότης καθ’ ἥν κοινωνοῦσι πάντα τὰ μερικά· οἱ γοῦν μερικοὶ ἄνθρωποι τὸ ζῷον, τὸ λογικόν, τὸ θνητὸν κοινὰ ἔχουσιν. ἡ γοῦν αἴσθησις ἰδοῦσα τὸν Σωκράτην καὶ Ἀλκιβιάδην καὶ ἀπομόρξασα μετὰ τῶν μεριχῶν ἰδιωμάτων τῶν ἐν αὐτοῖς (μερικὰ δὲ ἰδιώματά εἰσι τὸ τὸν μὲν εἶναι κομήτην καὶ λευκόν, τὸν δὲ μὴ τοιοῦτον) καί τι τῶν ἐν αὐτοῖς θεωρουμένων κοινῶν, ἤγουν ἤ ὅτι ζῷά εἰσιν ἢ ὅτι λογικὰ ἤ τι τοιοῦτον, παρέπεμψε τοῦτο πρώτως τῇ φαντασίᾶ· πρῶτον αἴσθημα ἐντυπωθὲν ἐν αὐτῇ ἐνεποίησε τῇ ψυχῇ καὶ γνῶσίν τινα ἀμυδρὰν τοῦ καθόλου. ὑσαύτως καὶ τὸ δεύτερον αἴσθημα καὶ τὸ τρίτον καὶ τέταρτον ὅμοια ὄντα καὶ μετὰ τῶν ἰδιωμάτων καὶ συμβεβηκότων τῶν ἐν τοῖς μερικοῖς ἔχοντά τι καὶ τῶν ἐν αὐτοῖς κοινῶν ἐντυπωθέντα καὶ ταῦτα τῇ φαντασίᾳ ἐνεποίησαν τῇ ψυχῇ καὶ γνῶσιν τοῦ καθόλου· ἡ αἴσθησις γὰρ οὐ μόνον ἀντιλαμβάνεται τῶν καθ’ ἕκαστα, ἤγουν τῶν συμβεβηκότων καὶ ἰδιοτήτων, ἐξ ὧν τὰ μερικὰ συνεστήκασιν, ἀλλὰ καὶ τοῦ καθόλου ἀνθρώπου, ἤγουν ἀλλὰ καὶ τινῶν ἐξ ὧν ὁ καθόλου ἄνθρωπος συνίσταται. p. 100b1 Ἀλλ’ οὐ Καλλίου ἀνθρώπου. Ἤγουν ἀλλ’ οὐκ ἀντιλαμβάνεται μόνων τῶν συνιστώντων τοὺς μερικοὺς ἀνθρώπους ἀλλὰ καὶ τινῶν τῶν τοῦ καθόλου, οἷον ὅτι λογικά εἰσι τὰ ὁρώμενα ἢ ὅτι θνητὰ ἢ ὅτι ζῷα. p. 100b1 Πάλιν ἐν τούτοις ἵσταται. Ἑνὸς οὖν αἰσθήματος ἐντυπωθέντος ἐν τῇ ψυχῇ, εἶτα καὶ δύο καὶ τριῶν καὶ τεσσάρων καὶ ἄλλων πολλῶν ἐχόντων καί τινα ἀπόμορξιν τοῦ καθόλου, ὡς εἴπομεν, πάλιν ἐν τούτοις ἵσταται ἕτερα αἴσθήματα, ἔω; ἄν καταντήσωσιν εἰς τὸ ἐπισυνάξαι τὰ ἀμερῆ, ἤγουν τὰ καθόλου. οἷον ἡ αἴσθησις ὁρῶσα τὸν Καλλίαν πρῶτον κρίνει τοῦτον ὡς ζῷον τοιονδί, ἤγουν λελευκωμένον καὶ τετριχωμένον· εἶτα κατὰ μικρὸν κρίνει τοῦτον καὶ ζῷον εἶναι, καὶ μετὰ ταῦτα ζῷον τοιόνδε, ἤγουν λογικόν. p. 100b3 Καὶ ἐν τούτῳ ὡσαύτως. Ἤγουν καὶ κρίνασα τοῦτον ζῷον λογικὸν ὕστερον ἐπιγινώσκει τοῦτο καὶ ὡς θνητόν, καὶ οὕτω κατὰ προκοπὴν προβαίνουσα ἐπισυνάγει τελείως τὸν κοινὸν καὶ καθόλου ἄνθρωπον ἐν τῇ ψυχῇ. p. 100b3 Δῆλον δὴ ὅτι ἡμῖν τὰ πρῶτα. Πρῶτα λέγει τὰς ἀρχάς, ἤγουν τὰς ἀμέσους προτάσεις, αἵτινες γνωρίζονται καὶ ἐπισυνάγονται τῇ ψυχῇ ἐξ ἐπαγωγῆς· ὡς γὰρ ἐν τῇ ἐπαγωγῇ συνάγομεν τὸ καθόλου διὰ τῶν μερικῶν, οὕτω ἰαὶ ὁ νοῦς ἐπισυνάγει τὸ καθόλου, ἤγουν τὰς ἀμέσους προτάσεις ἢ καὶ τοὺς ὁρισμούς. p. 100b5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων. Αἱ δυνάμεις τῆς ψυχῆς αἱ μέν εἰσιν ἄλογοι πάντῃ, ὡς ἡ θρεπτικὴ καὶ αὐξητική, αἱ |δέ εἰσι λόγῳ ἐπιπειθεῖς, ὡς θυμὸς καὶ ἐπιθυμία, αἱ δέ εἰσι λογικαί. καὶ τῶν λογικῶν αἱ μέν εἰσιν ἀεὶ ἀληθεῖς, ὡς νοῦς καὶ ἐπιστήμη, αἱ δέ εἰσι ποτὲ μὲν ἀληθεῖς ποτὲ δὲ μευσεῖς, ὡς ἡ δόξα καὶ ὁ λογισμός· αἱ αἱ δέ εἰσι λογικαὶ ἐν αἷς οὔτε τὸ ψεῦδος θεωρεῖται οὔτε τὸ ἀληθές, ὡς ἡ αἴσθησις καὶ ἡ θαντασία. λογισμὸν δὲ λέγει τὸν νοῦν τὸν πρακτικὸν τὸν δυνάμει νοῦν λεγόμενον, ὅς λογίσει καὶ κρίσει καὶ ἐξετάσει καθυποβάλλει τὰ πράγματα. ὁ γὰρ νοῦς κυρίως νοῦς λέγεται, ὄταν περὶ τὰ ἀεὶ καὶ ὡσαύτως ἔχοντα ἐνεργῇ, ἅ καὶ κυρίως αὐτῷ πρὸς νόησιν ὑπόκεινται. ὅταν δὲ ὁ νοῦς ἐκστῇ μὲν τοῦ θεωρεῖν τὰ ὄντως ὄντα, ἐξώρροπος δὲ γένηται καὶ νεύσῃ περὶ τὰ ἐν γενέσει καὶ φθορᾷ πράγματα τὰ ἐν ῥοῇ ἀπορροῇ καὶ μυρίαις μεταβολαῖς τυγχάνοντα καὶ περὶ τὰ πρακτὰ ταῦτα καὶ πολιτικὰ πράγματα, ἅ ἐνδέχεται γενέσθαι καὶ μὴ γενέσθαι, τότε λέγεται λογισμὸς καὶ νοῦς πρακτικός. λογίζεται γὰρ καὶ κρίνει, ὡς εἰ μὲν τόδε ποιήσω, ἤγουν κένωφσιν τῶν ἐνοχλούντων χυμῶν, οὐκ ἄν νόσῳ περιπέσοιμι, εἰ δ’ οὔ, εἰς νόσον βαρεῖαν ἐμπεσεῖν μοι γένηται. ἕξεις γὰρ περὶ τὴν διάνοιάν φησι τὰς δυνάμεις τῆς λογικῆς ψυχῆς, ὧν τινὲς μὲν ποτὲ με) ἀληθεύουσι ποτὲ δὲ ψεύδονται, ὡς ἡ δόξα καὶ ὁ λογισμός, αἱ δὲ <ἀεί> εἰσιν ἀληθεῖς, ὡς ὁ νοῦς καὶ ἡ ἐπιστήμη. δὲ γένος ἄλλο, ἤγουν εἶδος, ἀκριβέστερον καὶ τιμιώτερόν ἐστι τῆς ἐπιστήμης, ἤγουν τῆς δι’ ἀποδείξεως εἰδυίας τὰ πράγματα, παρὸ νοῦς. αἱ δ’ ἀρχαὶ τῶν ἀποδείξεων, αἱ ἄμεσοι προτάσεις, γνωριμώτεραί εἰσι παρὸ τὸ ἀποδειχθὲν διὰ τῆς ἐπιστήμης, ἤγουν τῆς ἀποδείξεως· τὸ Τὰρ ἀποδεικτὸν ἀποδέδεικται καὶ γνώριμον γέγονε διὰ τῶν ἀρχῶν. p. 100b10 Ἐπιστήμη δ’ ἅπασα μετὰ λόγου. Ἀπασα μὲν ἐπιστήμη ἰαὶ ἀπόδειξις διὰ λόγου γίνεται, ἤγουν συλλογισμοῦ· ἐπιστήμη δὲ καὶ γνῶσις τῶν ἀρχῶν οὐκ ἄν εἴη διὰ συλλογισμοῦ. ἐπεὶ δὲ ἐν ταῖς λογικαῖς δυνάμεσι τῆς ψυχῆς ἀληθέστερα τῶν ἄλλων εἰσὶν ἡ ἐπιστήμη καὶ ὁ νοῦς, ἐὰν οὖν ἡ ἐπιστήμη ἡ δι’ ἀποδείξεως γινομένη οὐ δύναται ἀποδεῖξαι τὰς προτάσεις, ἤγουν τὰς ἀρχάς, διὰ τὸ μηδὲ εἶναι δυνατὸν λαβεῖν ἀρχοειδέστρα τούτως ἐξ ὧν ὁ συλλογισμὸς προβαίη, νοῦς ἄρα εἴη 6 τὰς ἀρχὰς γινώσκων. ἡ γὰρ δόξα καὶ ὁ συλλογισμὸς περὶ τὰ ἐνδεχόμενα καταγινόμενα καὶ ποτὲ μὲν ἀληθεύοντα ποτὲ δὲ ψευδόμενα πῶς ἄν δύναιντο γνωρίζειν καὶ γινώσκειν τὰς ἀμέσους προτάσεις ἀεὶ ἀλη- θεῖς οὔσας; τοῖς γοῦν γνωσθεῖσιν ἐκ τούτων ὦν εἴπομεν ἔστιν ἐδεῖν ὅτι ὥσπερ τῆς ἀποδείξεως οὐκ ἀπόδειξίς ἐστιν <ἄλλη ἀρχὴ> ἄμεσος πρότασις, οὕτως οὐδ6 ἡ ἐπιστήμη καὶ ἡ ἀπόδειξίς ἐστιν ἀρχὴ ἀποδείξεως καὶ τῆς γνώσεως τῶν ἀρχῶν ἀλλ’ 6 νοῦς. εἰ γοῦν μηδὲν ἄλλο γένος, ἤνουν εἶδος γνώσεως, τῆς ἐπιστήμης καὶ τῆς ἄποδείξεώς ἐστιν ἀληθέστερον ἀλλ’ ἢ 6 νοῦς μόνος, τουτέστιν εἰ μηδεμία δύναμις τῆς λογικῆς ψυχῆς, καθ6 ἅς ἄληθεύομεν, ἐστὶν ἀληθέστερρον ἀλλ’ ἢ 6 νοῦς μόνος, νοῦς ἄρα εἴη ἀρχὴ τῆς ἐπιστήμης καὶ τῆς γνώσεως τῶν ἀρχῶν. καὶ ἡ ἀρχὴ τῆς γνώσεως τῆς ἀρχῆς, ἤγουν τῶν ἀμέσων προτάσεων, εἴη ἄν ὁ νοῦς. ἡ δὲ πᾶσα ἐπιστήμη ἡ δι’ ἀποδείξεως ἐπιγινώσκει τὰ πράγματα τὰ ἐπιστητά, ἤγουν ὡς ὁ νοῦς γινώσκει τὰς ἀρχὰς τῆς ἀποδείξεως, οὕτως ἡ ἀπόδειξις γινώσκει τὰ ἐπιστητὰ πράγματα καὶ ἀποδεικτά.