# in Aristotelis Analytica Priora commentaria ΑΡΧΗ ΤΟΥ ΤΡΙΤΟΥ ΤΜΗΜΑΤΟΣ ΠΕΡΙ ΑΝΝΛΥΣΕΩΣ ΕΥΛΛΟΓΙΣΜΩΝ..1

Joannes Philoponus, in Aristotelis Analytica Priora commentaria, ΑΡΧΗ ΤΟΥ ΤΡΙΤΟΥ ΤΜΗΜΑΤΟΣ ΠΕΡΙ ΑΝΝΛΥΣΕΩΣ ΕΥΛΛΟΓΙΣΜΩΝ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-analytica-priora-commentaria/%CE%91%CE%A1%CE%A7%CE%97%20%CE%A4%CE%9F%CE%A5%20%CE%A4%CE%A1%CE%99%CE%A4%CE%9F%CE%A5%20%CE%A4%CE%9C%CE%97%CE%9C%CE%91%CE%A4%CE%9F%CE%A3%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%91%CE%9D%CE%9D%CE%9B%CE%A5%CE%A3%CE%95%CE%A9%CE%A3%20%CE%95%CE%A5%CE%9B%CE%9B%CE%9F%CE%93%CE%99%CE%A3%CE%9C%CE%A9%CE%9D..1

p. 46M0 lluY; δ’ ἀνάξομεν τοὺς συλᾺο-ίισuιοὺ εἰς τὰ προει- LXXVIH’ ρημένα σχήματα, λεκτέον ἄν εἴη μετὰ ταῦτα· λοιπὸν γὰρ εντι ιοῦτο τἡς σκέψεως. Hέρας ἀπείληφε τὸ δεύτερον τοῦ βιβλίου τμῆμα τοῦτο δέ ἐστι τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων. ἐντεῦθεν λοιπὸν ἐπὶ τὸ τρίτον μετα· βέβηκε· τοῦτο δέ ἐστι πῶς ἄν ὸυνηθεί·́uι-αν τοὺς ἢ παρὰ τοῖς παλαιοτέροις -η συλλογισμοὺς ἢ ὅσους ἡμῖν οἱ προσδιαλεγόuι---νοι πλέκουσιν ἀνάγειν εἰς τὰ προειρημένα τρία σχήματα. τούιου γὰρ δειχθέντος, φησί, τέλος ἄν ἡμῖν ἔχοι ἡ προκειμένη πραγματεία· εἰ γὰρ τήν τε γένεσιν τῶν συλλογισμῶν μεμαθήκαμεν, ἔτι τε πῶς ἀναγαγεῖν δυνάμεθα εἰς τὰ προειρημένα σχήματα τοὺς προτιθεμένους συλλοί̀ισμού--̀, -α-λειο-ά-·́ιν ἂν ἔχοιμεν τὴν συλ- λογιστικὴν ἕξιν. δεῖ οὖν, φησίν, εἰς τὰς προσεχεῖς δύο προτάσεις ἀναγαγεῖν τὸν συλλογισμόν (αὗται γάρ εἰσιν αἱ προσεχῶς τοὐ συμπεράσματος συνακτι- ·-̓0- καί), ἔπειτα τοὺς ὅρους ἐπισκοπεῖν ἐξ ὧν αὗται συνεστήκασ-́. πολλάκις δέ, φησίν, οὔτε οἱ γράφοντες οὺ́τε οἱ τͅροσδιαλε·ίόuενοι τὰς δύο προτείνουσι προτάσεις, ἀλλ ἔστιν ὅτε τὴν μίαν παοͅαλιuπάνουσι, καὶ ἤτοι τὴν μείζονα ἡ τὴν ἐλάττονα. καὶ τὴν ἐλάττονα μέν, ὡς ὅταν εἴπω οὕτως· πᾶν οἰκεῖον ἀγαθόν, ἡ ὑγίεια ἄρα ἀγαθόν· ἢ πᾶν κατὰ φύσιν ἀγαθόν, ἡ ἡδονὴ ὰ́ρα ἀγαθόν· ἐνταῦθα γὰρ δῆλον ὅτι ἡ ἐλάττων πρὁτασις ἵαραλ--·λειπ-α. ἡ λέγουσα ἐν μὲν τῷ πρώτῳ συλλογισμῷ ὅτι ἡ ὑγίεια οἰκεῖον, ἐν δὲ τῷ δευτέρῳ ὅτι :l» ἡ ἡδονὴ κατὰ φύσιν. δῆλον δὲ ·ίίνεται ἐν τούτοις τὸ παραλαλαιuιu-ἁνον ἐκ τοῦ συμπεράσματος· ἐὰν γὰρ εὕρωμεν ὅρον ἐν τῷ συμπεράσματι ὃν ἐν LXXVII r ταῖς προτάσεσιν οὐκ εἴχομεν, ὥσπερ ἐν τούτοις τὴν ὑγίειαν ἢ τὴν ἡδονήν, δῆλον ὅτι ἀπό τινος παραλελειμμένης προτάσεώς ἐστιν οὗτος ὁ ὅρος ἐν τῷ συμπεράσματι. γινώσκομεν δὲ ποία ἐστὶν ἡ παραλελειμμένη, πότερον μείζων ἢ ἐλάττων, ἐκ τῆς τάξεως τοῦ ἐν τῷ συμπεράσματι καινοτέρου ὅρου· ἐὰν μὲν γὰρ ὁ ὑποκείμενος ᾖ, ἐλάττων, ἐὰν δὲ ὁ κατηγορούμενος ᾖ, μείζων, ὥσπερ ἐν τούτοις ἐστὶν ἡ ἡδονὴ καὶ ἡ ὑγίεια. ἔχει οὖν οὗτος τὴν τοῦ ὑποκειμένου τάξιν ἐν τῷ συμπεράσματι· ὁ δὲ ὑποκείμενος ἐν τῷ συμπεράσματι τῆς ἐλάττονός ἐστι προτάσεως, ὥσπερ ὁ κατηγορούμενος τῆς μείζονος· δῆλον οὖν ἄρα ὅτι ἡ ἐλάττων ἐστὶν ἡ παραλελειμμένη. ἐνίοτε δέ, ὡς εἶπον, τὴν μὲν μείζονα παραλιμπάνουσι, λέγουσι δὲ τὴν ἐλάττονα, οἷοί εἰσι πάντες οἱ ῥητορικοί· ὁ δεῖνα νύκτωρ πλανᾶται, κλέπτης ἄρα ἐστίν· ὁ δεῖνα καλλωπιστής, οὐκοῦν καὶ μοιχός. ἔχει γὰρ τὸ συμπέρασμα πῇ μὲν τὸν κλέπτην πῇ δὲ τὸν μοιχόν· κατηγοροῦνται δὲ οὗτοι ἐν τῷ συμπεράσματι. οὐκοῦν ἡ μείζων ἐστὶν ἡ παραλελειμμένη· ὁ δεῖνα νύκτωρ πλανᾶται, πᾶς νύκτωρ πλανώμενος κλέπτης ἐστίν, ὁ δεῖνα ἄρα κλέπτης ἐστίν· ὁ δεῖνα καλλωπιστής, πᾶς καλλωπιστὴς μοιχός, ὁ δεῖνα ἄρα μ)οιχός. ἐνίοτε δέ, φησίν, οὐ παραλιμπάνουσι πρότασιν, περιττὰ δὲ τιθέασιν, ἢ καὶ παραλιμπάνουσι μέν τινα, καὶ ἄλλα δὲ τιθέασι περιττά· καὶ δεῖ συνορᾶν τί μὲν παραλέλειπται, καὶ τοῦτο προστιθέναι, τί δὲ περιττὸν εἴρηται, καὶ τοῦτο ἀφαιρεῖσθαι, ἕως οὗ καταντήσομεν εἰς τὰς δύο προτάσεις. καὶ ὅπως μὲν παραλιμπάνουσιν ἐνίοτε μίαν τῶν προτάσεων, εἴπομεν ἤδη. προστιθέασι δὲ περιττά, ὡς ἐὰν εἴπω· ἡ ἡδονὴ κατὰ φύσιν, ἡ ἡδονὴ λεία ἐνέργεια, ἡ ἡδονὴ ἀνενόχλητος ζωή, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν· ἐν τούτοις γὰρ μόνον χρειῶδες πρὸς τὸ συμπέρασμα τὸ ῾ἡ ἡδονὴ κατὰ φύσιν᾿, τὰ δὲ ἄλλα περιττὰ καὶ μάτην παρείληπται, εἰ μὴ δι᾿ ἄλλην τινὰ αἰτίαν τῶν προειρημένων τι παραληφθείν, ἢ δι’ ἐπίκρυψιν ἢ δι’ ἄλλο τι. συμβαίνει οὖν ὅτε καὶ προστιθέασι περιττὰ καὶ τῶν ἀναγκαίων τι παραλιμπάνουσιν, οἷον, ὡς εἴπομεν ἤδη, ητοι τὴν μείζονα πρότασιν ἢ τὴν ἐλάττονα. τινὲς μὲν οὖν, φησί, τῶν προτεινομένων συλλογισμῶν ἐλλειπτικῶς εἰρημένοι ῥᾳδίαν ἔχουσι τὴν εἰς τὰ σχήματα ἀναλυσιν, τινὲς δὲ δυσχερεστέραν. ὅσοι μὲν γάρ, φησίν, ὅρον τινὰ ἔχουσιν ἐν τῷ συμπεράσματι ὃν ἐν ταῖς προτάσεσιν οὐ παρειλήφασιν, εὐχερέστερον ἀνάγονται ὑπὸ τὰ σχήματα· δυνατὸν γὰρ ἐκ τοῦ ὅρου τούτου ῥᾷστα ιοειν τὸ παραλελειμμένον, ὥσπερ ἐν | οἷς παρεθήκαμεν παραδείγμασιν. LXXVII ν ὅσοι δὲ τῶν συλλογισμῶν ἐλλειπτικῶς εἴρηνται, τοὺς δὲ αὐτοὺς ὅρους ἔχουσιν ἐν τῷ συμπεράσματι οὓς καὶ ἐν ταῖς προτάσεσι παρειλήφασι, τούτους, φησί, δυσχερὲς δυσχερὲς εἰς τὰ σχήματ· οὐ γὰρ εὐσύνοπτον τὸ παραλελειμμένον. οἷον αὐτὸς παρατίθεται συλλογισμόν· ἔχει δὲ δὲ οὕτως· ἀναιρουμένης τῆς μὴ οὐσίας οὐκ ἀνῄρηται ἡ οὐσί· τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον· τὰ μέρη ἄρα τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι· ἐν γὰρ τῷ συμπεράσματι τοῦ συλλογισμοῦ τούτου οὐδείς ἐστιν ὅρος μὴ ὢν ἐν ταῖς προτάσεσιν, ἀλλ’ ἔστιν ἡ μὲν μὴ οὐσία ἐν τῇ μιᾷ, τὰ δὲ μέρη ἐν τῇ ἑτέρᾳ. δυσχερὴς οὖν ἐν τοῖς τοιούτοις ἡ ἀνάλυσις, ἐπειδὴ οὐδὲ τὸ παραλειφθὲν ῥᾴδιον συιδεῖν· δύο γὰρ οὐσῶν ἐν τούτῳ προτάσεων ἀσυνάπτων ἀλλήλαις οἱ ἐν τῷ συμπεράσματι δύο ὅροι ἑκάτερος ἐν ἑκατέρᾳ ἐστὶ τῶν προτάσεων. ἔστιν οὖν τὸ παραλελειμμένον ἐν τούτῳ οὐχ ὅρος ἀλλὰ πρότασις. σκοπὸς δὲ δεῖξαι διὰ τούτων ὅτι τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσί. καὶ δείκνυσι τοῦτο οὗτος ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι λαμβάνων μέσον ὅρον τὴν οὐσίαν, μείζονα τὴν μὴ οὐσίαν καὶ ἐλαττονα τὰ μέρη τῆς οὐσίας, καὶ λέγει τρόπον τινὰ οὕτως· τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία, τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται <ἡ οὐσίν>, τὰ μέρη ἄρ τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι ἀλλ’ οὐσίαι δῆλον ὅτι· ὃ γὰρ μή ἐστιν οὐκ οὐσία, οὐσία ἐστὶν ἐξ ἀνάγκης. ἀλλ’ ἐν τῷ προκειμένῳ οὐκ ἐχρήσατο τῷ αὐτῷ μέσῳ ὅρῳ ἐν τῇ ἐλάττονι προτάσει, ἀλλ’ ἔλαβεν ἀντὶ τῆς οὐσίας τὸ ὅλον· εἰπὼν γὰρ ῾τῆς μὴ οὐσίας οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία᾿ καὶ δέον εἰπεῖν ῾τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται ἡ οὐσία᾿ οὕτω μὲν οὐκ εἶπεν, ἀλλ ὅτι τῶν μερῶν δὲ ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον. καὶ ἐχρήσατο ἀντὶ μέσου ὅρου τῆς οὐσίας τῷ ὅλῳ ὥστε ἐν τῷ αὐτῷ συλλογισμῷ δύο μέσους παραλαμβάνεσθαι, τὴν οὐσίαν καὶ τὸ ὅλον· ὅπερ τὴν πλάνην ἐποίησε. διὰ τί δὲ οὕτως ἐχρήσατο; λέγομεν ὅτι δύο συλλογισμῶν ὄντων, προσυλλογισμοῦ τε καὶ αὐτοῦ τοῦ συλλογισμοῦ, ἐξ ἑκατέρου μία πρότασις εἴληπται, παραλελειμμέναι δέ εἰσιν αἱ λοιπαὶ δύο. τοῦ γὰρ συλλογισμοῦ τὴν ἐλάττονα πρότασιν βουλόμενος κατασκευάσαι, πόθεν ὅτι τῶν μερῶν ἀναιρουμένων ἀνήρηται ἡ οὐσία, δείκνυσιν αὐτὴν διὰ προσυλλογισμοῦ κεχρημένος μέσῳ ὅρῳ τῷ ὅλῳ, ὥστε εἶναι τὸν προσυλλογισμὸν οὕτως· τῶν μερῶν τῆς οὐσίας ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον, τοῦ ὅλου ἀναιρουμένου ἀνῄρηται ἡ οὐσία, † τὰ μέρη ἄρα τῆς οὐσίας οὐσίαι εἰσίν· τὸ σχῆμα πρῶτον. ἐπικρύψεως οὗν ἕνεκεν ἡ συντομίας λαβὼν τοῦ προσυλλογισμοῦ τὴν ἐλάττονα πρόασιν τὴν λέγουσαν ῾τῶν μερῶν ἀναιρουμένων ἀνῄρηται τὸ ὅλον᾿ καὶ τοῦ συλλογισμοῦ τὴν μείζονα τὴν λέγουσαν ῾τῆς μὴ οὐσίας ἀναιρουμένης οὐκ ἀνῄρηται ἡ οὐσία᾿ οὕτως ἐπήγαγε τὸ συμπέρασμα, ὅτι τὰ μέρη οὐκ εἰσὶν οὐκ LXXVII v οὐσίαι. ἐχρήσατο οὖν ἐν τῷ συλλογισμῷ ὅρῳ μέσῳ οὐ τῷ αὐτῷ, ἀλλ’ ἐν τῇ μείζονι μὲν τῷ ὄντως μέσῳ, λέγω δὴ τῇ οὐσίᾳ, ἐν δὲ τῇ ἐλάττονι ἀντὶ τῆς οὐσίας τῷ ὅλῳ. ὥστε δυσχερὴς τοῦ τοιούτου τῶν συλλογισμῶν εἴδους ἡ ἀνάλυσις μὴ δυναμένων ἡμῶν ἐκ τοῦ συμπεράσματος στοχάσασθαι τὸ παραλελειμμένον τῶν αὐτῶν ὅρων ὑπαρχόντων ἐν τῷ συμπεράσματι οἵπερ ἦσαν καὶ ἐν ταῖς προτάσεσιν. τίθησι μὲν οὖν καὶ ἕτερα εἴδη τῆς τῶν συλλογισμῶν ἀσαφείας, ἀλλ’ ἵνα μὴ πάντα ἅμα λέγωμεν, ἕκαστον ἐν τῷ ἰδίῳ τόπῳ θεωρήσομεν. p. 47a5 Συμβήσεται δὲ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι, ὅτι οὕτως ἔχει, διὰ τῶν νῦν λεχθησομένων· δεῖ γὰρ πᾶν τὸ ἀληθὲς αὐτὸ ἑαυτῷ ὁμολογούμενον εἶναι πάντῃ. Ἐάν, φησί, δείξωμεν ὅτι οἱ ὁπωσοῦν προφερόμενοι συλλογισμοὶ πάντες εἰς τρία τρία ἀναλύονται σχήματα μόνον, πιστωσόμεθα μᾶλλον τὰ προειρημένα, ὅτι ἀνάγκη τρία μόνα εἶναι σχήματα. εἰ γὰρ τήν τε γένεσιν αὐτῶν παραδιδόντες δείκνυμεν μόνα εἶναι ταῦτα καὶ τὴν μέθοδον τῆς τῶν συλλογισμῶν εὐπορίας, ἔτι δὲ καὶ τοὺς γεγενημένους συλλογισμοὺς ἀναλύοντες εὕροιμεν εἰς μόνα μόνα ἀναλυομένους, αὐτὴν ἑαυτῇ σύμφωνον εὑρήσομεν τὴν ἀλήθειν. οὐ μόνον δὲ τὸν περὶ τῶν τριῶν σχημάτων λόγον εὑρήσομεν διὰ τούτων βεβαιούμενον ἀλλὰ καὶ τὸν περὶ τῶν συλλογιστικῶν συζυγιῶν καὶ τῶν ἀσυλλογίστων· δείξει γὰρ ἐν τούτοις ὅτι ὅσοι ἐξ ἀορίστων προτάσεων κατασκευάζουσί τι, κατὰ τὴν ἰδίαν φύσιν ἀσυλλόγιστοί εἰσιν, ἑτέρωθεν δὲ ἔχουσι τὸ ἀναγκαῖον. καὶ περὶ τῶν λοιπῶν δὲ καὶ ἐντεῦθεν σχήσομεν την πιστιν. p. 47a11 Ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς τὰ ἐλάττω· μείζω δὲ τὰ συγκείμενα ἢ τὰ ἐξ ὧν. Εὐχερέστερον γὰρ τὸ διελεῖν εἰς μεγάλα μόρια ἢ τὸ εἰς μικρότερα· διό, φησί, δεῖ ἡμᾶς εἰς τὰ δύο μεγάλα μόρια τοῦ συλλογισμοῦ, λέγω δὴ τὰς συνεκτικὰς αὐτοῦ δύο προτάσεις, τὴν διαίρεσιν ποιεῖσθαι. ἀντικειμένως δὲ ἔχει τῷ πλήθει τὸ μέγεθος· ὅταν γὰρ ἡ διαίρεσις εἰς μεγάλα τῷ μεγέθει γένηται, εἰς ἐλάττον γίνεται τῷ πλήθει, ὅταν δὲ εἰς πλείονα τῷ πλήθει, εἰς ἐλάττονα τῷ μεγέθει. ἐὰν γὰρ εἰς δύο διέλω τὸ πηχυαῖον ξύλον καὶ πάλιν ἄλλο πηχυαῖον εἰς τέσσαρα διέλω, δῆλον ὅτι ἐκείνου τὰ μόρια LXXVII ν μεγέθει μὲν μείζονά εἰσιν ἢ τὰ τούτου, πλήθει δὲ ὀλιγώτερα· ῥᾴων δὲ ἐκείνη ἡ διαίρεσις ταύτης· διὰ τοῦτό φησιν εἰς τὰς δύο προτάσεις τὰς συνεκτικωτατας διελεῖν χρῆναι πρότερον, ἅτινά ἐστι τὰ μεγάλα μόρια τοῦ συλλογισμοῦ, καὶ μὴ ἐξ ὧν αὗται σύγκεινται, λέγω δὲ εἰς τὰς τῶν προσυλλογισμῶν προτάσεις. καὶ γὰρ δυσχερέστερον τοῦτο καὶ οὐδὲν ἡμᾶς ὀνίνησιν εἰς τὸ προκείμενον, τουτέστιν εἰς τὸ ἀναγαγεῖν ὑπὸ τὰ σχήματα τοὺς συλλογισμούς· οὐδὲν γὰρ εἰς τοῦτο δεησόμεθα τῶν προσυλλογισμῶν. συγκείμενα οὖν φησιν αὐτὰς τὰς δύο προτάσεις· | σύγκεινται γὰρ ἐκ τῶν προσυλλογισμῶν LXXVII t γισμῶν· ἐξ ὧν δὲ αὐτοὺς τοὺς προσυλλογισμούς. μήποτε δὲ τὰ ἐξ ὧν ακουστεον τοὺς τρεις ὅρους ἐξ ὧν αἱ δύο προτάσεις, ὅτι πρότερον τὰς προτάσεις ζητητέον τοῦ συλλογισμοῦ καὶ μὴ τοὺς ὅρους· εὐχερέστερόν τε γὰρ τὰς προτάσεις εὑρήσομεν ἢ τοὺς ὅρους, καὶ τῇ εὑρέσει τῶν προτάσεων συναναφαίνονται καὶ οἱ τρεῖς ὅροι ἐξ ὧν αἱ προτάσεις σύγκεινται. p. 47a13 Εἶτα σκοπεῖν ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει. Οὐ λέγει ποία ἐστὶ καθόλου καὶ ποία μερική᾿, ἀλλὰ ‘ποία μείζων καὶ ποία ἐλάττων᾿. εἶπεν δὲ καθόλου μὲν τὴν μείζονα, ἐν μέρει δὲ τὴν ἐλάττονα, διότι ἀεὶ ἐπὶ πλέον ἐστὶν ἡ μείζων τῆς ἐλάττονος καὶ περιέχεται ἐν τῇ μείζονι ἡ ἐλάττων. ὅταν γὰρ εἴπω ῾πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐσία᾿, δῆλον ὅτι ἡ λέγουσα ῾πᾶν ζῷον οὐσία᾿ ἐπὶ πλέον ἐστὶ τῆς λεγούσης ῾πᾶς ἄνθρωπος ζῷον᾿· ὅ τε γὰρ ὑποκείμενος τῆς μείζονος ἐπὶ πλέον ἐστὶ <τοῦ> τῆς ἐλάττονος, λέγω δὴ τὸ ζῷον τοῦ ἀνθρώπου, καὶ ὁ κατηγορούμενος τοῦ κατηγορουμένου· ἐπὶ πλέον γὰρ ἡ οὐσία τοῦ ζῴου· ἀλλὰ καὶ ἐν τῷ εἰπεῖν πᾶν ζῷον οὐσία᾿ ἐμπεριείληπται τῷ ζῴῳ καὶ ὁ ἄνθρωπος. καὶ ἐπὶ τῶν ἀποφατικῶν ὁμοίως ἔχει· οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον· ἐπὶ πλέον γὰρ τὸ μὲν ἄψυχον τοῦ ζῴου· τοῦ γὰρ ἀψύχου καὶ τοῦ ἐμψύχου προσεχῶς διαιρουμένου ἐκ τοῦ σώματος, ἐκ τοῦ ἐμψύχου ἔχει τὴν ὑποδιαίρεσιν τὸ ζῷον, ὥστε οὐ τῆς αὐτῆς συστοιχίας τὸ ζῷον καὶ τὸ ἄψυχον, ἀλλὰ ἀνωτέρω τὸ ἄψυχον. ἐπὶ πλέον οὖν τὸ μὲν ἄψυχον τοῦ ζῴου, τὸ δὲ ζῶον τοῦ ἀνθρώπου. ὁμοίως δὲ καὶ ἐν τῷ ‘οὐδὲν ζῶον ἄψυχον᾿ περιέ- χεται καὶ ὁ ἄνθρωπος. p. 47a14 Ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν αὐτῇ οὐ λαμβάνουσιν. Ἐν αὐτῇ λέγει τὴν ἐλάττον, διότι, ὡς εἶπον, περιέχεται ἡ ἐλάττων ὑπὸ τῆς μείζονος ὁμοίως καὶ ἐπὶ τῶν καταφατικῶν καὶ τῶν ἀποφατικῶν. LXXVII r περιέχει γὰρ ἡ λέγουσα ῾πᾶν ζῷον οὐσία᾿ τὴν λέγουσαν ῾πᾶς ἄνθρωπος ζῷον᾿· καὶ γὰρ ἡ οὐσία τοῦ ζῴου περιεκτικὴ καὶ τὸ ζῷον τοῦ ἀνθρώπου. ὁμοίως καὶ ἐπὶ τῆς ἀποφάσεως· περιέχει γὰρ ἡ λέγουσα ‘οὐδὲν ζῷον ἄψυχον᾿ τὴν λέγουσαν ῾πᾶς ἄνθρωπος ζῷον᾿· εἰ γὰρ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι. p. 47a16 Ἢ ταύτας μὲν προτείνουσι. Τὰς μερικὰς δηλονότι, ταὐτὸν δὲ εἰπεῖν τὰς ἐλάττους· περὶ τούτων γὰρ προσεχῶς εἶπε. Δι’ ὧν δὲ αὗται, τουτέστι τὰς καθόλου, ταὐτὸν δὲ εἰπεῖν τὰς μείζους· περαίνονται γὰρ αἱ ἐλάττους διὰ τῶν μειζόνων· ἐπεὶ γὰρ πᾶν ζῷον οὐσία, διὰ τοῦτο καὶ πᾶς ἄνθρωπος οὐσία· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἀποφατικῶν, ἐπεὶ οὐδὲν ζῷον ἄψυχον, οὐδὲ ἄνθρωπος δῆλον ὅτι. p. 47a22 Ἔνιοι δὲ λανθάνουσι καὶ δοκοῦσι συλλογίζεσθαι διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων. Ζητήσειε δ’ ἄν τις καί, εἰ ἐκ τῶν κειμένων ἀναγκαῖόν τι συμβαίνει, πῶς φησιν ὅτι δοκοῦσι συλλογίζεσθαι καὶ λανθάνουσιν ὡς συλλογιζόμενοι, οὐ συλλογίζονται δέ· καὶ μιν αὐτὸς ὁριζόμενος τὸν συλλογισμὸν ἔλεγεν ὅτι “συλλογισμός ἐστι λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”. εἰ οὖν ὁ συλλογισμὸς διὰ τὸ τὰ κείμενα εἶναι ἀναγκαῖόν τι συνάγει, πῶς ἐνταῦθά φησιν ὅτι ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν κειμένων, οὐ μὴν συλλογιστικῶς; λανθάνουσι γάρ, φησί, καὶ δοκοῦσι συλλογίζεσθαι, δηλονότι μὴ συλλογιζόμενοι. λέγω οὖν ὅτι διὰ τοῦτο οὐκ ἠρκέσθη ἐν τῷ ὁρισμῷ τῷ εἰπεῖν “ἕτερόν τι τῶν κειμένων ἐξ ἀνάγκης συμβαίνει τῷ ταῦτα εἶναι”, ἀλλ’ ἑρμηνεύεται αὐτῷ τί σημαίνει τὸ “τῷ ταῦτα εἶναι”· ἐπήγαγε γὰρ “λέγω δὲ τῷ ταῦτα εἶναι τὸ διὰ ταῦτα συμβαίνειν, τὸ δὲ διὰ ταῦτα συμβαίνειν τὸ μηδενὸς ἔξωθεν ὅρου προσδεῖν πρὸς τὸ γενέσθαι τὸ ἀναγκαῖον”. ἐνταῦθα οὗν ἐνδεῖ ὅπου μὲν ὅρος ὅπου δὲ πρότασις. διὰ τοῦτο δὲ ὅλως, φησίν, ἐν τούτοις συμβαίνει τὸ ἀναγκαῖον, ὅτι ἐπὶ πλέον ἐστὶ τὸ ἀναγκαῖον τοῦ συλλογισμοῦ· εἴ τι μὲν γὰρ συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, τοῦτο καὶ συλλογισμός. ἀμέλει ἐν ταῖς ἀσυλλογίστοις LXXIXr συζυγίαις ἐδείκνυμεν πολλάκις ἀναγκαῖόν τι συμβαῖνον, ὅπερ συνέβαινεν οὐ διὰ τὸ συλλογιστικῶς συμπλακῆναι τὰς προτάσεις ἀλλὰ διὰ τὸ τὴν ὕλην τὴν παραληφθεῖσαν τὸ ἀναγκαῖον ἔχειν, λέγω δὴ διὰ τὸ τὴν καθόλου πρότασιν ἀληθῆ εἶναι τὴν λέγουσαν ὅτι παντὸς οὑτινοσοῦν πάντα τὰ μόρια ἄν ἀναιρεθῇ, συναναιρεῖται τούτοις καὶ ἡ οὐσία. καὶ ὅπως τοῦτο συμβαίνει, ἔφθημεν εἰπόντες. ὅτι γὰρ διά τινα καθόλου πρότασιν παραλελειμμένην ἕπεται τὸ ἀναγκαῖον ἐν τοῖς τοιούτοις, ὡς καὶ τῷ Ἀλεξάνδρῳ δοκεῖ καὶ οὐ διὰ τὸ συλλογιστικὴν εἶναι τὴν ἀγωγήν, δῆλον ἐκ τῶν ὑποδειγμάτων· τίθησι γοῦν πλείονας τοὺς τοιούτους λόγους. οἷον εἰ τῷ Α τὸ Β ἴσον, καὶ τῷ Γ τὸ Β ἴσον, καὶ τὸ Α ἄρα τῷ Γ ἴσον· ἐνταῦθα γὰρ ἀληθὲς μὲν τὸ συμπέρασμα καὶ τοῖς κειμένοις ἠκολούθησεν, ἀλλ’ οὐ συλλογιστικῶς. ὅτι γὰρ οὐ συλλογιστικῶς, δῆλον ἐξ ὧν ἀμφότεραί τε αἱ προτάσεις εἰσὶ μερικαὶ <καὶ> ἐν δευτέρῳ σχήματι καταφατικαί· οὕτω δὲ ἐχουσῶν τῶν προτάσεων συλλογισμὸς οὐκ ἐγίνετο. πόθεν οὖν τὸ ἀναγκαῖον συνῆκται; φημὶ ὅτι ἀπό τινος καθόλου προτάσεως παραλελειμμένης τῆς λεγούσης ῾πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα᾿, ὥστε γίνεσθαι ἐκ συλλογισμοῦ τὸ ἀναγκαῖον τοῦτον τὸν τρόπον· τὸ Α καὶ τὸ Γ τῷ Β ἐστὶν ἴσα· πάντα τὰ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα· τὸ Α ἄρα καὶ τὸ Γ ἀλλήλοις ἐστὶν ἴσα. ὅτι δὲ ἡ καθόλου πρότασις ἡ παραλελειμμένη αἰτία ἐστὶν ἐν | τοῖς οὔτω προφερομένοις λόγοις τοῦ συνάγειν τι ἀναγκαῖον, δῆλον ἐφ᾿ LXXVII ν ὧν μὴ οὕτως ἔχει. φημὶ γὰρ οὕτω· τὸ Α τοῦ Β ἐστὶν ἀδελφός· ἀλλὰ καὶ τὸ Γ τοῦ αὐτοῦ Β ἐστὶν ἀδελφός· καὶ οὐκέτι ἐξ ἀνάγκης ἕπεται ῾καὶ τὸ Α ἄρα τοῦ Γ ἐστὶν ἀδελφός᾿. τοῦτο δὲ διὰ τὸ τὴν καθόλου πρότασιν ψευδῆ εἶναι τὴν λέγουσαν ‘πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί᾿. ἐπεὶ οὗν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο οὐδὲ τὸ ἀναγκαῖον συνῆκται. ὅτι δὲ ψευδής, δῆλον ἐξ ὑποδείγματος. ὑποκείσθω γὰρ γυναῖκά τινα ἐξ ἀνδρὸς παῖδα ἔχειν καὶ ἄνδρα τινὰ ἐκ γυναικός τινος παῖδα ἔχειν, καὶ στερείσθω ἡ μὲν γυνὴ τὸν ἄνδρα ὁ δὲ ἀνὴρ τὴν γυναῖκα, καὶ συνερχέσθωσαν οἱ καταλειφθέντες εἰς γάμον καὶ τικτέτωσαν υἱόν. δῆλον οὗν ὅτι τῷ ἐξ ἀμφοῖν τεχθέντι ἑκάτερος τῶν προγεγεννημένων ἀδελφός ἐστιν, ὁ μὲν ἐκ μητρός, ὁ δὲ ἐκ πατρός, καὶ ὅμως ἀλλήλων οὐκ εἰσὶν ἀδελφοί· οὕτε γὰρ κατὰ μητέρα κοινωνοῦσιν ἄλλη γὰρ ἑκατέρου μήτηρ, τοῦ μὲν ἡ ζῶσα γυνή, τοῦ δὲ ἡ τελευτήσασα) οὔτε κατὰ πατέρα· καὶ γὰρ οἱ πατέρες διάφοροι· τοῦ μὲν γὰρ ὁ ζῶν δεύτερος τῆς γυναικὸς ἀνήρ, τοῦ δὲ ὁ τελευτήσας πρότερος τῆς αὐτῆς ἀνήρ. γίνεται οὖν ὁ πᾶς συλλογισμὸς ψευδῆ ἔχων τὴν μείζονα πρότασιν τοῦτον τὸν τρόπον· τὸ A καὶ τὸ Γ LXXVII ν τοῦ αὐτοῦ Β ἀδελφοί εἰσι· πάντες οἱ τοῦ αὐτοῦ ἀδελφοὶ καὶ ἀλλήλων εἰσὶν ἀδελφοί· τὸ ἄρα Α καὶ Γ ἀλλήλων εἰσὶν ἀδελφοί. ψευδοῦς οὖν οὔσης τῆς καθόλου ψευδὲς καὶ τὸ συμπέρασμα καίτοι τοῦ σχήματος συλλογιστικοῦ ὄντος. ἐν οἷς ἄρα συνάγεταί τι ἀναγκαῖον μὴ συλλογιστικῶς πεπλεγμένων τῶν προτάσεων, δι’ αὐτὴν τὴν τῶν κειμένων φύσιν συνάγεται, οὐ μὴν ἐκ συλλογισμοῦ, διότι, ὡς εἶπεν, ἐπὶ πλέον ἐστὶν τοῦ συλλογισμοῦ τὸ ἀναγκαῖον, καὶ εἴ τι μὲν συλλογισμός, τοῦτο καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον, εὐθὺς ἤδη τοῦτο καὶ συλλογισμός. πλείοσι δὲ καὶ ἄλλοις ὑποδείγμασι κέχρηται. οἷον Δίων λέγει ἡμέραν εἶναι· ἀλλὰ καὶ ἡμέρα ἐστί· Δίων ἄρα ἀληθεύει· κἀνταῦθα γὰρ ἀληθὲς μέν τι συνῆκται ἐξ ἀνάγκης διὰ τὰ κείμενα, οὐ μὴν ἐκ συλλογισμοῦ. τὸ γὰρ ῾ἀληθεύει᾿ μείζων ὑπάρχων ὅρος οὐκ εἴληπται ἐν οὐδενὶ τῶν προκειμένων· ἔδει δὲ πάντως, ὡς μεμαθήκαμεν, τὸν μείζονα ὅρον ἐν τῇ μείζονι εἶναι τῶν προτάσεων. κἀνταῦθα οὖν ἀναγκαῖον μὲν τὸ συναχθέν, οὐ μὴν συλλογισμός. ἡ δὲ ἀνάγκη διὰ τὴν καθόλου πρότασιν τὴν παραλελειμμένην· ἔστι δὲ αὕτη ῾πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει᾿· ὡς εἶναι τὸν πάντα συλλογισμὸν τοιοῦτον· Δίων λέγει ἡμέραν εἶναι ἡμέρας οὔσης· πᾶς ὁ τὸ ὂν εἶναι λέγων ἀληθεύει· Δίων ἄρα ἀληθεύει. p. 47a25 Ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι. Αντὶ τοῦ εἰπεῖν ῾τῶν μερῶν δὲ ἀναιρουμένων᾿, ὡς ἡμεῖς εἴπομεν, εἶπεν ἐξ ὧν δέ ἐστιν ἡ οὐσία ἀναιρουμένων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον· ἡ δὲ ὁλότης ἑκάστου οὐσία ἐστὶν ἑκάστου. πάλιν ἀντὶ τοῦ εἰπεῖν ῾ἀναιρεῖται τὸ ὅλον εἶπε τὸ ἐκ τούτων· ἐκ γὰρ τῶν μερῶν τὸ ὅλον, ὡς εἴπομεν. p. 47a26 Τούτων γὰρ τεθέντων ἀναγκαῖον μὲν τὸ οὐσίας μέρος ειναι ουσιαν. Τὸ συμπέρασμα, ὅπερ ἡμεῖς ἐλέγομεν ‘τὰ ἄρα μέρη τῆς οὐσίας οὐκ εἰσὶν οὐκ οὐσίαι᾿, αὐτός φησιν ἀνάγκη ἄρα τὸ μέρος τῆς οὐσίας οὐσίαν εἶναι· τὸ γὰρ μὴ ὂν οὐκ οὐσία οὐσία δήπου ἐστίν· ἐπὶ παντὸς γὰρ ἡ κατάφασις ἢ ἡ ἀπόφασις. p. 47a28 Πάλιν εἰ ἀνθρώπου ὄντος ἀνάγκη ζῷον εἶναι. Καὶ ἕτερον ὑπόδειγμα τίθησι δι’ οὗ δείκνυσιν ὅτι οὐ πάντως, εἰ “τεθέντων τινῶν” ἕπεταί τι ἐξ ἀνάγκης, ἤδη τοῦτο συλλογισμός· δέδειται LXXΙΧ ν γὰρ ἐν τοῖς περὶ τῶν τριῶν σχημάτων ὅτι ἀδύνατον ἐκ δύο μερικῶν συλλογισμὸν γενέσθαι· δέδεικται δὲ ὅτι αἱ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικῖς. ἐν οὖν ταῖς ἐκκειμέναις προτάσεσιν ἀπροσδιόριστοις οὔσαις τὸ ἀναγκαῖον οὐ συλλογιστικῶς συνῆκται ἀλλὰ διὰ τὴν ὕλην αὐτήν· ἀληθὴς γάρ ἐστιν ἡ καθόλου πρότασις ἐκείνη ἡ λέγουσα ῾ἐάν τινι ἕπηταί τι ἐξ ἀνάγκης, καὶ ὅσα τῷ ἑπομένῳ ἕπεται, ταῦτα κἀκείνῳ ἐξ ἀνάγκης ἕπεται ᾧ τὸ ἑπόμενον εἵπετο· τοῦτο γὰρ ἐκεῖνό ἐστι τὸ ἐν ταῖς Κατηγορίαις εἰρημένον, ὅτι “ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται ὡς καθ᾿ ὑποκειμένου, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου τούτῳ ῥηθήσεται”. ἐλλείπει οὗν καὶ τούτῳ τῷ λόγῳ ἡ καθόλου πρότασις, καὶ ἔστιν ὁ ὑγιὴς συλλογισμὸς τοιοῦτος· εἰ τῷ ἀνθρώπῳ ἕπεται τὸ ζῷον καὶ τῷ ζῴῳ ἡ οὐσία, πᾶν δὲ τὸ ἐξ ἀνάγκης ἑπόμενόν τινι κἀκείνῳ πάντως ἕπεται ᾧ τὸ μέσον εἵπετο, ἀνθρώπου ἄρα ὄντος ἀνάγκη οὐσίαν εἶναι. p. 47a31 Ἀπατώμεθα δὲ ἐν τοῖς τοιούτοις διὰ τὸ ἀναγκαῖόν τι συμβαίνειν ἐκ τῶν κειμένων, ὅτι καὶ ὁ συλλογισμὸς ἀναγκαῖός ἐστιν. ἐπὶ πλέον δὲ τὸ ἀναγκαῖον ἢ ὁ συλλογισμός. Τὴν αἰτίαν λέγει δι’ ἣν ἐν τοῖς οὕτω προφερομένοις λόγοις ἀπατώμεθα καὶ οἰόμεθα συλλογίζεσθαι μὴ | συλλογιζόμενοι, ὅτι, ὡς εἴπομεν, LXXΧ(??) ἀναγκαῖον μέν τι συμβαίνει ἐκ τῶν τεθέντων ὅρων, καὶ ὁ συλλογισμὸς δὲ ἀναγκαῖος. οἰόμεθα οὖν ὅτι, εἴ τι ἀναγκαῖόν ἐστιν, ἤδη καὶ συλλογισμός ἐστι. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλέον γὰρ τὸ ἀναγκαῖον, ὡς δέδεικται, καὶ εἴ τι μὲν συλλογισμός, πάντως καὶ ἀναγκαῖον, οὐκ εἴ τι δὲ ἀναγκαῖον τοῦτο ἤδη καὶ συλλογισμός. εἰ δὲ τοῦτο οὕτως ἔχει, φησίν. οὐκ ἐὰν τεθέντων τινῶν ἐξ ἀνάγκης ἕπηταί τι, εὐθὺς πειρατέον καὶ ὑπὸ συλλογιστικὸν σχῆμα τὸ τοιοῦτον ἀνάγειν· οὐ γὰρ πάντως συλλελόγισται· ἀλλὰ ποιητέον ταῦτα πρότερον ἅπερ αὐτὸς σαφῶς ἐκτίθεται. p. 47b6 Ὁμοίως δὲ καὶ ἐὰν μὴ καθόλου ὦσιν αἱ προτάσεις. Ἐπειδὴ ὡς ἐξ ἀμφοτέρων καθολικῶν προτάσεων ὄντων τῶν συλλογισμῶν ἐποιεῖτο τὸν λόγον, ὁ αὐτός, φησί, λόγος καὶ εἰ μερικαὶ εἶεν αἱ προτάσεις, δῆλον δήπου ὅτι οὐκ ἀμφότεραι ἀλλὰ καθ’ ἑκάτερα, εἴτε ἡ κατα- φατικὴ εἴτε ἡ ἀποφατική, εἴτε ἡ μείζων εἴτε ἡ ἐλάττων, ὡς ἐπὶ τοῦ LXXΧ r δευτέρου σχήματος καὶ τοῦ τρίτου· τῇ γὰρ αὐτῇ μεθόδῳ τὸν μέσον εὑρήσομεν. p. 47b9 Ἐπεὶ δ’ ἔχομεν ὁποῖον ἐν ἑκάστῳ σχήματι περαίνεται τῶν προβλημάτων, καὶ ἐν τίνι τὸ καθόλου καὶ ἐν ποίῳ τὸ ἐν μέρει, φανερὸν ὡς οὐκ εἰς ἅπαντα τὰ σχήματα βλεπτέον. Ῥᾳδίαν τὴν εἰς τὰ σχήματα ἀνάλυσιν ποιήσασθαι βουλόμενος ταῦτα προστίθησιν, ἵνα ἀναγαγεῖν ἐπὶ τὰ σχήματα τοὺς συλλογισμοὺς βουλόμενοι εἰς ὡρισμένα βλέπωμεν. ἐπεὶ οὖν δέδεικται, φησίν, ἕκαστον πρόβλημα ἐν ποίοις σχήμασι περαίνεται, ὅτι τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν τῷ πρώτω τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτω καὶ ἐν δευτέρῳ, τὸ δὲ μερικὸν <καταφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν τρίτῳ, τὸ δὲ μερικὸν〉 ἀποφατικὸν ἐν πρώτῳ καὶ δευτέρῳ καὶ τρίτῳ, ἐπεὶ οὖν δῆλον ἐν ποίῳ σχήματι ἕκαστον τῶν προβλημάτων περαίνεται.‘ ὅταν βουλώμεθα τὸν προτεθένται λόγον εἰς σχῆμα συλλογιστικὸν ἀναγαγεῖν, σκοπητέον ποῖόν ἐστι τῶν προβλημάτων τὸ δι᾿ αὐτοῦ δεικνύμενον, καὶ οὕτως εἰς τὸ οἰκεῖον ἀνακτέον σχῆμα. ἐπεὶ δὲ ἔστιν ἃ διὰ πλειόνων δείκνυται σχημάτων, τῇ τοῦ μέσου θέσει κριτέον τὸ σχῆμα. p. 47b13 Πολλάκις μὲν οὗν ἀπατᾶσθαι συμβαίνει περὶ τοὺς συλλογισμοὺς διὰ τὸ ἀναγκαῖον, ὥσπερ εἴρηται εἴρηται ἐνίοτε δὲ παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως. Εἰπὼν πῶς δεῖ τοὺς συλλογισμοὺς ἀναγαγεῖν εἰς τὰ σχήματα, ὅτι πρότερον εἰς τὰς προτάσεις ἐπιβλέποντα, εἶτα εἰς τοὺς ὅρους καὶ ἐκ τῆς τοῦ μέσου σχέσεως τὸ σχῆμα εὑρίσκοντα, οὐ μόνον δὲ ἀλλὰ καὶ ἐκ τοῦ προβλήματος ἐνίοτε εἰ γὰρ ᾖ καθόλου καταφατικόν, καὶ πρὸ τῆς εὑρέσεως τοῦ μέσου πρόδηλον ὡς ἐπὶ τὸ πρῶτον ἀνάγεται σχῆμα, καὶ ἐπὶ τῶν λοιπῶν ὡς εἴπομεν), νῦν διδάξαι ἡμᾶς βούλεται καὶ εἰς ποῖα ἄλλα ἀποβλέπειν <δεῖ> μέλλοντας ἀναλύειν τοὺς συλλογισμούς. πολλὰ γάρ ἐστι δι’ ὧν συμβαίνει ἀπατᾶσθαι ἡμᾶς καὶ νομίζειν συλλογίζεσθαι ἀληθοῦς ὄντος τοῦ συναχθέντος, οὐ μὴν κατὰ συλλογισμὸν συναχθέντος. λέγει οὖν τοὺς τρόπους τῆς ἀπάτης, ἵνα, ὅταν ἐν λόγῳ τινὶ εὕρωμέν τινα τούτων τῶν τρόπων, ἐπιστήσαντες ὡς οὐ συλλογιστικὸς ὁ λόγος μὴ ἐπιχειρῶμεν ἀνάγειν αὐτὸν ἐπὶ τὰ σχήματα ἀλλ’ ἐλέγχωμεν ὡς ἀσυλλόγιστον. ὅτι μὲν οὖν συμβαίνει ἀπατᾶσθαι καὶ LXXXr δοκεῖν συλλογισμὸν εἶναι μὴ ὄντα παρὰ τὸ ἀναγκαῖον, ἔφθημεν εἰπόντες καὶ τὴν αἰτίαν προσθέντες, διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ ἀναγκαῖον ἢ τὸν συλλογισμόν. νυν δὲ καὶ ἄλλο τι διδάσκει, ὅτι γίνεται ἀπάτη παρὰ τὴν ὁμοιότητα τῆς τῶν ὅρων θέσεως· πολλάκις γὰρ τῶν ὅρων συλλογιστικῶς κειμένων ἀρκεῖν οἰόμεθα τοῦτο εἰς συλλογισμοῦ γένεσιν. πρότερον γὰρ ἐπὶ τοῦ ἀναγκαίου καὶ τῶν ὅρων μὴ συλλογιστικῶς κειμένων ἐδόκει συλλογισμὸς γίνεσθαι διὰ τὸ ἀναγκαῖον, ὡς ἐφ’ ὧν παρέθετο ὑποδειγμάτων. πολλάκις δὲ οἱ ὅροι συλλογιστικῶς κεῖνται, παραλέλειπται δέ τι τῶν παραπεφυλαγμένων εἰς τὴν τῶν συλλογισμῶν γένεσιν· εἶτα ἀληθοῦς ὄντος τοῦ συμπεράσματος, εἰ οὕτω τύχοι, οἰόμεθα καὶ συλλογιστικῶς αὐτὸ συνῆχθαι διὰ τὸ ὡς εἶπον συλλογιστικῶς κεἱσθαι τοὺς ὅρους. οἷον οἰόμεθα, εἰ τὸ Α ἕπεται τῷ Β, καὶ τὸ Β τῳ Γ, ἤδη καὶ τὸ Α τῷ Γ ἕπεσθαι διὰ τὴν τῶν ὅρων θέσιν. τὸ δὲ οὐχ οὕτως ἔχει· ἐπὶ πλείστων γὰρ ἐλέγχεται ψευδὴς ὁ λόγος. λέγω δὲ οὕτως, φησίν· ὁ Ἀριστομένης διανοητός ἐστιν Ἀριστομένης· ἔστι γὰρ τ,ου Ἀριστομένους διάνοια· ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν. ἀεὶ γάρ ἐστιν ἡ τοῦ Ἀριστομένους διάνοια, εἰ καὶ ἄλλοτε ἐν ἄλλῳ· καὶ συνάγεται ψεῦδος ῾ὁ ἄρα Ἀριστομένης ἀεί ἐστι᾿· καίτοι οἱ ὅροι συλλογιστικῶς κεῖνται καὶ αἰ προτάσεις ἀληθεῖς εἰσιν. ἡ μὲν οὖν δόκησις τοῦ εἶναι συλλογισμὸν παρὰ τὴν θέσιν τῶν ὅρων. ἀλλ’ οὐκ ἤρκει τοῦτο μόνον, ἀλλὰ καὶ τὸ δεῖν πάντως καθολικὴν εἶναι πρότασιν· ἐνταῦθα δὲ ἄμφμ μερικαί εἰσιν. ἀπροσδιόριστοι γὰρ. ἐπεὶ οὖν ψευδὴς ἡ καθόλου πρότασις, διὰ τοῦτο ψευδὲς καὶ τὸ συμπέρασμα. ἐὰν γὰρ οὕτως εἴπω ῾ὁ | Ἀριστομένης διανοητός LXXX v ἐστιν Ἀριστομένης, πᾶς διανοητὸς Ἀριστομένης ἀεί ἐστι᾿, ψευδῆ ἔλαβον τὴν καθόλου πρότασιν καίτοι τῆς λεγούσης ῾ὁ διανοητὸς Ἀριστομένης ἀεί ἐστιν᾿ ἀληθοῦς οὔσης· οὐ γὰρ ταὐτὸν δύναται ἐν ταῖς προτάσεσι τό τε ἄρθρον καὶ ὁ καθόλου π,ροσδιορισμός. ὅταν μὲν γὰρ εἴπω ῾Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον᾿, τὸ ῾ὁ ἄνθρωπος᾿ τὸ ἑνοειδὲς τοῦ ἀνθρώπου εἶδος σημαίνει, καθ’ ὃ πάντες οἱ κατὰ μέρος ἄνθρωποι λέγονται. ὅταν δὲ εἴπω ῾πᾶς ἄνθρωπος ζῷον᾿, οὐκέτι τὸ εἶδος λαμβάνω τὸ ἑνοειδὲς ἀλλὰ τοὺς καθ᾿ ἕκ,α·στα πάντας οἷς ὑπάρχει τὸ εἶδος. καὶ ὅτι τοῦτο ἀληθές ἐστι, δῆλον ἐξ ὧν δυνατὸν εἰ‘πεῖν ῾ὁ ἄνθρωπος εἶδός ἐστιν᾿, οὐ μέντοι ῾πᾶς ἄνθρωπος᾿· ἔνθεν καὶ οἱ παραλογισμοὶ ἐκεῖνοι· ὁ κύκνος λευκός, τὸ λευκὸν χρῶμ’ ὁ κύκνος ἄρα χρῶμα. οὐκέτι γὰρ ἀληθὲς εἰπεῖν πᾶν λευκὸν χρῶμα. τὸ γὰρ ῾πᾶν᾿ τὰ καθ’ ἕκαστα σημαίνει τὰ τοῦ λευκοῦ μετέχοντα· οὐκ ἔστι LXXX v δὲ ἀληθὲς εἰπεῖν περὶ τούτων ὅτι χρῶμά εἰσιν. ὅταν δὲ τὸ λευκὸν εἴπω, ἐπειδὴ τὸ εἶδος τοῦ λευκοῦ λαμβάνω, ἀληθὲς εἰπεῖν ὅτι χρῶμά ἐστιν. ὥστε ἐπειδὴ ἡ καθόλου πρότασις ψευδής, καὶ τὸ συμπέρασμα ψευδές. ὥσπερ οὗν ἐπὶ τούτων ἔχει, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· ὅταν μὲν γὰρ εἴπω ῾ὁ διανοητὸς Ἀριστομένης᾿, αὐτὸ τὸ διανοητὸν εἶδος τοῦ Ἀριστομένους δηλῶ· ἐὰν δὲ εἴπω ῾πᾶς διανοητὸς Ἀριστομένης᾿, οὐδὲν ἕτερον λέγω ἢ ῾πάντες οἱ καθ’ ἕκαστα Ἀριστομένεις εἷς συμβέβηκε τὸ διανοητοῖς εἶναι. διὸ οὐκ ἀληθὲς ἐπὶ τούτων εἰπεῖν ὅτι ἀεί εἰσιν· ἔνθεν οὖν καὶ ψευδὲς τὸ συμπέρασμα. ὥστε ὁσάκις ἂν οὕτω κειμένους εὕρωμεν λόγους, οὐδὲ ἀναγαγεῖν πειρασόμεθα, ἀλλ’ ἐλέγξομεν αὐτῶν τὸ ἀσυλλόγιστον ὡς μὴ ἐχόντων καθολικὴν πρότασιν, ἧς ἄνευ συλλογισμὸς οὐκ ἐγίνετο. τὰ δὲ τῆς λέξεως δῆλα. p. 47b29 Πάλιν ἔστω τὸ μὲν ἐφ’ ᾧ Γ Μίκκαλος, τὸ δ’ ἐφ’ ᾧ B μουσικὸς Μίκκαλος, ἐφ’ ᾧ δὲ τὸ Α τὸ φθείρεσθαι αὔριον. Ἄλλο ὑπόδειγμα τοῦ αὐτοῦ τίθησιν. ἐν ὑποθέσει δὲ ὁ λόγος· ὑπόκειται γὰρ ὁ μὲν Μίκκαλος μουσικὸς ὢν αὔριον μὲν ἀποβάλλειν τὴν μουσικὴν μὴ φθείρεσθαι δὲ αὐτός. τούτων ὑποκειμένων γίνεται συλλογισμὸς τοιοῦτος. ὁ Μίκκαλος μουσικός ἐστι Μίκκαλος, ὁ μουσικὸς Μίκκαλος φθείρεται αὔριον, καὶ δόξει συνάγεσθαι ῾ὁ ἄρα Μίκκαλος φθείρεται αὔριον᾿, ὅπερ ἐστὶ ψεῦδος· ὑπόκειται γὰρ μὴ φθείρεσθαι. τὸ αὐτὸ οὖν πάλιν αἴτιον <τοῦ> καίτοι τῶν προτάσεων ἀληθῶν οὐσῶν ψευδὲς συναχθῆναι συμπέρασμα, τὸ τὴν καθόλου μήτε ληφθῆναι μήτε ἀληθεύειν, λέγω δὴ τὴν λέγουσαν ῾πᾶς μουσικὸς Μίκκαλος φθείρεται αὔριον᾿. ψεῦδος γὰρ τοῦτο ὑποκειμένου τοῦ μὴ φθείρεσθαι τὸν Μίκκαλον αὔριον· τὸ ῾<ὁ> μουσικὸς Μίκκαλος φθείρεται αὔριον᾿ ἐπ’ αὐτὸ τὸ εἶδος τοῦ μουσικοῦ Μικκάλου φερόμενον ὡς μουσικοῦ ἀληθεύει· τὸ δὲ ῾πᾶς μουσικὸς Μίκκαλος᾿ πάντα φησὶ τὸν καθ’ ἕκαστα ᾧ συμβέβηκε μουσικῷ εἶναι. ψεῦδος οὖν τὸ τοῦτον φθείρεσθαι αὔριον. ὅμοιον γάρ ἐστι τῷ ῾ἡ ἔβενος μέλαινα, τὸ μέλαν χρῶμά ἐστιν. ἡ ἔβενος ἄρα χρῶμά ἐστ᾿· ψευδὴς γὰρ ἡ καθόλου ῾πᾶν μέλαν χρῶμά ἐστιν· οὐδὲ γὰρ ἀληθὲς τὸ πάντα οἷς συμβέβηκε μέλασιν εἶναι, τοῦτα χρώματα εἶναι. p. 47b38 Αὕτη μὲν οὖν ἡ ἀπάτη γίνεται ἐν τῷ παρὰ μικρόν. LXXX v Ἡ ἐν τοῖς εἰρημένοις λόγοις ἀπάτη, δι’ ἧς οἰόμεθα συλλογισμὸν εἶναι μὴ ὄντα, γέγονε διὰ τὸ δοκεῖν, εἰ ὀλίγον τι παροραθῇ, μηδὲν τοῦτο παραβλάψειν· δόξει γὰρ μηδὲν διαφέρειν ἀπροσδιορίστῳ προτάσει ἀντὶ καθολικῆς χρήσασθαι, λέγω δὴ ἀντὶ τοῦ εἰπεῖν πᾶς ἄνθρωπος ζῷον ὅτι ὁ ἄνθρωπος ζῷον. τοῦτο δὲ οὐκ ἔστι τὸ τυχὸν οὐδὲ μικρόν τι τὸ παρεωραμένον· πολλὴ γὰρ ἡ διαφορὰ τούτων, ὡς ἐδείξαμεν. p. 47b40 Πολλάκις δὲ διαψεύδεσθαι συμπεσεῖται παρὰ τὸ μὴ καλῶς ἐκτίθεσθαι τοὺς κτὰ τὴν πρότασιν ὅρους. Ἐπ᾿ ἄλλο μεταβαίνει ἁμάρτημα· πολλάκις γὰρ καὶ συλλογιστικῶς ἔκκεινται οἱ ὅροι κατὰ τὴν θέσιν καὶ ἀληθεῖς εἰσιν αἱ προτάσεις καὶ μείζων πρότασις πρώτη ἢ δευτέρα παρείληπται, παρὰ δὲ τὴν λέξιν ἡ ἁμαρτία γίνεται. πολλάκις γάρ, φησί, τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραλαμβάνομεν, καὶ ἐντεῦθεν ψεῦδος γίνεται. οἷον ὑγίεια νόσῳ οὐδεμιᾷ ὑπάρχει ἐξ ἀνάγκης, νόσος παντὶ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται κατὰ τὸν Ἀριστοτέλην ὑγίεια οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ παντὶ ὑπάρχειν, καὶ ἐνδεχομένως οὐχ ὑπάρχει. τοῦτο δὲ γέγονε παρὰ τὴν λέξιν· ἐπεί, φησίν, ἐὰν ἀντὶ τῶν ἕξεων τὰ μετέχοντα τῶν ἕξεων λάβωμεν, ψευδὴς ἡ μείζων γίνεται πρότασις, <οῐον> ἐὰν οὕτως εἴπω· τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι | ἐνδέχεται ὑπάρχειν, τουτέστιν ἐξ ἀνάγκης LXXXI οὐχ ὑπάρχει τοῦτο δέ ἐστι ψεῦδος), τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει· ὥστε ψευδοῦς οὔσης τῆς μείζονος ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· συνάγεται γὰρ τὸ ὑγιαῖνον οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. τὸ αὐτό, φησί, καὶ ἐπὶ τοῦ δευτέρου σχήματος. λέγω γὰρ οὕτως· ὑγίεια οὐδεμιᾷ νόσῳ ἐξ ἀνάγκης, παντὶ δὲ ἀνθρώπῳ ἐνδεχομένως, καὶ συνάγεται νόσος οὐδενὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὅπερ ἐστὶ ψεῦδος· ἐνδέχεται γὰρ ὑπάρχειν παντί. πάλιν δὲ εἰ ἀντὶ τῶν ἕξεων μεταλάβοις τὰ μετειληφότα, ψευδοῦς οὔσης τῆς ἀποφατικῆς ψευδὲς εἰκότως καὶ τὸ συμπέρασμα· τὸ γὰρ ὑγιαῖνον οὐκ ἀληθὲς εἰπεῖν [ἢ] οὐδενὶ νοσοῦντι ἐξ ἀνάγκης· ἐνδέχεται <γὰρ> ὑπάρχειν ἢ] παντί. ὥστε τὸ ψευδὲς συμπέρασμα διὰ ταύτης συνέβη. ἡ δὲ ἀπάτη γίνεται τοῦ εἷναι συλλογισμὸν διὰ τὸ τὰς ἕξεις ἐν τοῖς ὅροις θεῖναι ἀντὶ τῶν μετειληφότων. ἐν μὲν οὖν τῷ πρώτῳ καὶ τῷ δευτέρῳ σχήματι τῶν ἕξεων ἐν τοῖς ὅροις LXXXI r κειμένων κατὰ Áristot;elhn συνήγετο τὸ ψεῦδος· αὐτῷ γὰρ δοκεῖ τῇ μείζονι ἀναγκαίᾳ οὔσῆ ἕπεσθαι τὸ συμπέρασμα, τῶν περὶ Θεόφραστον οὐχ οὕτως οἰομένων ἀλλὰ τῇ ἐνδεχομένῃ, ὡς εἴρηται. ἐν μέντοι τῷ τρίτῳ σχήματι κατὰ τὰ πᾶσι δοκοῦντα παρὰ τὴν εἰρημένην αἰτίαν τὸ ψεῦδος συνάγεται, λέγω δὴ τὸ τὰς ἕξεις εἶναι ἐν τοῖς ὅροις. πᾶσι γὰρ δοκεῖ καὶ ἔστιν ἀναγκαῖον τῶν δύο προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον εἶναι καὶ τὸ συμπέρασμα καὶ ἀναγκαίων ἀναγκαῖον καὶ ὑπαρχουσῶν ὑπάρχον εἶναι καὶ τὸ συμπέρασμα· ἀνάγκη γὰρ πάντῃ τε καὶ πάντως μιᾷ τῶν προτάσεως ἀκολουθεῖν· οὐ γὰρ ἔξωθεν δεῖ αὐτὸ εἶναι καὶ ἕτερον παντελῶς τῶν προτάσεων μηδεμίαν πρὸς αὐτὰς κοινωνίαν ἔχον. τούτου οὖν ὄντος ἀληθοῦς ὅρα πῶς ἐν τῷ τρίτῳ σχήματι τῶν μὲν ἕξεων ἐν τοῖς ὅροις κει- μένων καὶ ἀμφοτέρων τῶν προτάσεων ἐνδεχομένων οὐσῶν συμπέρασμα οὐκ ἐνδεχόμενον ἀλλ᾿ ἀναγκαῖον συνάγεται, εἰ μέντοι ἀντὶ τῶν ἕξεων ματαληφθῇ τὰ μετέχοντα, καὶ τὸ συμπέρασμα γίνεται ἐνδεχόμενον, ὡς δῆλον εἶναι τῆς ἀπάτης τὸ αἴτιον ὅτι παρὰ τὴν λέξιν γέγονε, λέγω δὴ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετεχόντων ἐν τοῖς ὅροις κεῖσθαι. λέγω γὰρ οὕτως· ὑγίειαν παντὶ ἀνθρώπῳ ἐνδέχεται μὴ ὑπάρχειν, νόσον παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσι συνάγεται ὅτι ὑγίειαν οὐδεμιᾷ νόσῳ ἐνδέχεται ὑπάρχειν. τοῦτο δέ ἐστι ψεῦδος· ἐξ ἀνάγκης γὰρ οὐχ ὑπάρχει. τὰ μὲν οὗν ἐν τούτοις λεγόμενα ταῦτά ἐστιν. Ἀπορήσειε δ’ ἄν τις μήποτε καὶ τῶν κατὰ τὰς ἕξεις μετειλημμένων καὶ οὕτω γίνεταί τις ἀπάτη· ὅταν γὰρ εἴπω ῾τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ὑπάρχει ἐνδεχομένως᾿, πῶς λαμβάνω τὸ νοσοῦν; εἰ γὰρ τὸ συγκείμενον ἐκ τοῦ νοσοῦντος καὶ τῆς νόσου, οὐκ ἀληθὴς ὁ λόγος· οὐδέποτε γὰρ τῷ νοσοῦντι ὡς νοσοῦντι ὑπάρξει τὸ ὑγιαῖνον· ἀσυνύπαρκτα γὰρ τὰ ἐναντία. οὐκ ἄρα ὡς νοσοῦντι ἀλλ ὡς ζῴῳ ἢ ὅ τι ἄν εἴη τὸ δεκτικὸν νόσου καὶ ὑγιείας. πάλιν ὅταν εἴπω τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, πότερον ᾗ σύνθετόν ἐστι τὸ νοσοῦν λέγω αὐτὸ ὑπάρχειν τῷ ἀνθρώπῳ ἢ καθὸ ἁπλοῦν, λέγω δὴ ᾗ νοσεῖ; πρόδηλον ὅτι ᾗ νοσεῖ· τὸ γὰρ νοσοῦν τῶν καθ’ ἕκαστά ἐστιν, οὐδὲν δὲ τῶν καθ’ ἕκαστα ὑπάρχειν τινὶ δύναται. δῆλον δὲ ἔσται, εἰ καθ᾿ ἕκαστα ληφθῶσιν. οἷον ὁ Μίκκαλος διανοητός ἐστι Μίκκαλος· δῆλον γὰρ ὅτι τὸν διανοητὸν Μίκκαλον, ᾗ διανοητός ἐστι, κατηγορῶ τοῦ ὑποκειμένου, οὐχ ᾗ διανοητός ἐστι Μίκκαλος· αὐτὸς γὰρ ἑαυτοῦ κατηγοροῖτο ἄν. ὁμοίως ἐὰν εἴπω ῾ὁ Σωκράτης νοσῶν ἐστι Σωκράτης᾿, οὐχ ᾗ νοσῶν ἐστι Σωκράτης LXXXI r ὁ κατηγορούμενος ὅρος ὅλος ὡς ὅλος κατηγορεῖται Σωκράτους, ἀλλ’ ᾗ νοσεῖ. ταὐτὸν γάρ ἐστι τῷ εἰπεῖν ῾ὁ Σωκράτης νοσεῖ᾿ ἢ ῾νοσῶν ἐστιν᾿. εἰ τοίνυν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι ὁ μέσος κατ’ ἄλλο μὲν ἑαυτοῦ μόριον ὑπό. κειται τῷ μείζονι, κατ’ ἄλλο δὲ κατηγορεῖται τοῦ ἐλάττονος. ὅταν γὰρ εἴπω τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι ἐνδέχεται ὑπάρχειν᾿, οὐχ ᾗ νοσεῖ τοῦτό φημι οὕτω γὰρ ἄν ἐξ ἀνάγκης οὐχ ὑπῆρχεν· οὐδέποτε γὰρ τὸ νοσοῦν ᾗ νοσεῖ ὑγιαίνει), ἀλλ’ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ἄλλο τι ζῷον· ὅταν δὲ λέγω πάλιν ῾τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, δῆλον ὅτι ᾗ νοσεῖ, οὐχ ᾗ ἕτερόν τί ἐστι τῇ νόσῳ ὑποκείμενον. ὥστε ὁ μέσος οὐχ ὁ αὐτὸς εἴληπται. εἰ δὲ μὴ μόνον ὁ μέσος εἰς τὸ σύνθετον λαμβάνοιτο ἀλλὰ καὶ ὁ μείζων, ἔτι πλεῖον ἐπιτείνεται ἡ ἀπορία. ἔοικεν οὖν, κἂν ἐκ τῶν ἕξεων τὰ μετέχοντα μεταληφθῇ, καὶ τοῦτο ἀπάτης αἴτιον γίνεσθαι, εἴγε ἄλλους ἐξ ἄλλων ὅρους μεταλαμβάνειν ἀνάγκη καὶ μὴ ὁ αὐτὸς φυλάττεται μέσος, ὥστε οὐδὲ συμπλοκὴ γίνεται. Πρὸς ταῦτα ἀπολογούμενος ὁ φιλόσοφος ἔλεγεν, ὡς δεδειγμένον εἴη ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὅτι αἱ μετοχαὶ ἰσοδυναμοῦσι τοῖς ῥήμασι· τὸ γὰρ εἰπεῖν ῾Σωκράτης περιτατεῖ᾿ ἴσον ἐστὶ τῷ εἰπεῖν ῾Σωκράτης περιπατῶν ἐστι, καὶ ἐπὶ πάντων τὸ αὐτό. εἰ οὖν τοῦτο οὕτως ἔχει, δῆλον ὅτι, κἀν λαμβάνω ἐν τῷ μέσῳ τὸ νοσοῦν μετοχὴν ὄν, ἰσοδυναμήσει τοῦτο τῷ νοσεῖν ῥήματι. ὥστε ἐὰν ἀντιμεταληφθῇ ἀντὶ μετοχῆς τὸ ῥῆμα, οὐδὲν ἀδύνατον συμβαίνει διὰ τὸ ἰσοδυναμεῖν ταῦτα ἀλλήλοις, ὡς εἴρηται. ὅταν οὖν εἴπω τὸ ὑγιαῖνον οὐδενὶ νοσοῦντι᾿, ἐὰν ἀντιμεταλάβω τὸ νοσοῦν εἰς τὸ νοσεῖν καὶ εἴπω ῾τὸ νοσεῖν παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν᾿, οὐχ ἕτερον ἀνθ’ ἑτέρου ἔλαβον, εἴγε ἰσοδουναμεῖ ἡ μετοχὴ τῷ ῥήματι. πρὸς δὲ τοῦτο ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὐ παντὶ ῥήματι ἰσοδυναμεῖ ἡ μετοχὴ ἀλλὰ μόνοις τοῖς ὁριστικοῖς, ἐξ ὧν καὶ τὴν γένεσιν ἔχει, ἥκιστα δὲ τοῖς ἀπαρεμφάτοις, εἴγε τὰ μὲν ἄλλα ῥήματα σημαντικά ἐστιν ἐνεργείας ἢ πάθους μετὰ τοῦ ἐνεργοῦντος ἢ πάσχοντος, ὡς τὸ γράφω, τὸ περιπατῶ, τὰ αὐτὰ δὲ ταῦτα καὶ αἱ μετοχαὶ σημαίνουσι, τὰ μέντοι ἀπαρέμφατα μόνης ἐστὶ τῆς ἐνεργείας ἢ τοῦ πάθους σημαντικά, οὐ μὴν τοῦ μετειληφότος τούτων. | ὥστε οὐδὲ LXXXI v ἰσοδυναμοῦσι ταῖς μετοχαῖς· οὐ γὰρ ταὐτὸν δύναται τὸ τύπτειν τῷ ῾τύπτων ἐστίν. ὥστε οὐ δυνατὸν ἀντὶ τῶν μετοχῶν παραλαμβάνειν τὰ ἀπαρέμφατα, εἰ μὴ ἄρα ὅτε δυνατὸν αὐτοῖς τὸ ῾δεῖ᾿ ῥῆμα συνάπτειν, οἷον Σωκράτην περι- πατεῖν δεῖ, Σωκράτην περιπατοῦντα δεῖ εἶναι· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ LXXXI v λεγόμενον ἡ ῾Σωκράτει λείπει τὸ περιπατεῖν᾿ καὶ Σωκράτει λείπει τὸ εἶναι αὐτὸν περιπατοῦντα᾿· ἐπὶ οὐδεμιᾶς δὲ ἄλλης συντάξεως διὰ τὴν εἰρημένην αἰτίαν. ἔλεγε δὲ εἰς τὸ προκείμενον κἀκεῖνο, ὅτι ὅταν εἴπω ὅτι τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρξαι ἐνδέχεται ἢ ἐνδεχομένως οὐχ ὑπάρχει, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν ἢ ὁτιοῦν ἄλλο, ταύτῃ φημὶ αὐτῷ ἐνδέχεσθαι τὴν ὑγίειαν ὑπάρξαι ἢ μὴ ὑπάρξαι, ἀλλ’ ᾗ νοσεῖ· καθὸ γὰρ νοσεῖ, ταύτῃ ἐνδέχεται αὐτῷ ὑγιαίνειν καὶ ταύτῃ ἐνδεχομένως οὐχ ὑπάρχει αὐτῷ ἡ ὑγίεια. εἰ γὰρ μὴ ᾗ νοσεῖ ἀλλ’ ᾗ ἄνθρωπος τυχόν ἐστιν ἢ ἄλλο ὁτιοῦν τῶν τῆς νόσου δεκτικῶν, οὐκέτι ἄν ἀληθὲς ἦν τὸ λέγειν ἐνδέχεσθαι αὐτὸ ὑγιασθῆναι ἢ μὴ ὑγιασθῆναι, ἀλλ’ ὑπαρχόντως ὑγιαῖνον ἦν, καὶ τότε ἄν τὸ ἐναντίον, τὴν νόσον, ἐνδέχεσθαι αὐτῷ ὑπάρχειν ἡ μὴ ὑπάρχειν ἐλέγομεν. ᾧ γὰρ ἑκάτερον τῶν ἀντικειμένων ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, εἰ θάτερον κατ’ ἐνέργειαν ὑπάρχοι, ᾗ τοῦτο ὑπάρχει, ταύτῃ καὶ τὸ λοιπὸν ἐνδέχεται ὑπάρχειν ἢ μὴ ὑπάρχειν, ἐφ’ ὧν ἄμεσος ἡ ἐναντιότης. ἐν δὲ τοῖς ἐμμέσοις τῶν ἐναντίων, εἰ ἐν τῷ μεταξὺ εἴη πρὸς ἑκάτερον τῶν ἄκρων, ὁμοίως ἔχει καὶ τοῦτο πάλιν, ᾗ τοῦ μεταξὺ μετέχει· οἷον τῷ φαιῷ ἐνδέχεται τὸ λευκὸν ὑπάρχειν, ἐνδέχεται δὲ καὶ τὸ μέλαν, καὶ δῆλον ὅτι οὐχ ᾗ ἱμάτιόν ἐστι τὸ φαιόν· εἰ γὰρ ᾗ ἱμάτιόν ἐστι, ταύτῃ καὶ ὑπάρχειν ἤδη τὸ λευκὸν ἢ τὸ μέλαν ἐδύνατο, οὐ μὴν ἐνδέχεσθαι ὑπάρχειν, ᾗ μέντοι τοῦ φαιοῦ μετέχει, ἐπεὶ τῶν ἄκρων οὐ μετέχει μὲν δύναται δὲ μετέχειν, ταύτῃ λέγεται ἐνδέχεσθαι αὐτῷ ὑπάρξαι τὸ λευκὸν ἢ τὸ μέλαν ἢ μὴ ἐνδέχεσθαι. εἰ γὰρ μὴ καθὸ τοῦ φαιοῦ μετέχει, ὑποκείσθω μὴ ὂν φαιόν, καὶ οὐκέτι ἀληθὲς εἰπεῖν ἐνδέχεσθαι αὐτὸ λευκὸν εἶναι ἢ μέλαν· ἀνάγκη γὰρ πάντως τὸ πεφυκὸς τῶν ἐναντίων μετέχειν 〈μετέχειν〉 θατέρου κατ’ ἐνέργειαν ἢ τῶν μεταξύ τινος εἰ ἔμμεσα εἴη, ὥστε ὑπαρχόντως ἢ μέλαν ἦν ἢ λευκόν. ὥστε καὶ ὅταν λέγῃ ὁ Ἀριστοτέλης τὸ ὑγιαίνειν τῷ νοσοῦντι ὑπάρχειν, οὐχ ᾗ ἄνθρωπός ἐστι τὸ νοσοῦν, ἀλλ’ ᾗ νοσοῦν ἦν, ἐνδέχεσθαι αὐτῷ φαμεν ὑπάρξαι τὸ ὑγιαίνειν ἢ ἐνδεχομένως μὴ ὑπάρχειν. ὥστε ἐπεὶ τὸ νοσοῦν ᾗ νοσεῖ εἴληπται, ἐὰν ἀντὶ τοῦ νοσοῦντος μεταλάβω τὸ νοσεῖν, οὐχ ἕτερόν τι λαμβάνω· κατὰ γὰρ τὸ νοσεῖν ὑπέκειτο τῶ μείζονι. κατ᾿ αὐτὸ οὖν τοῦτο καὶ τοῦ ἐλάττονος κατηγορηθήσεται. ὥστε εἰ καὶ σύνθετον τὸν ὑποκείμενον ἐν τῇ μείζονι ἔλαβον, ἐπειδὴ κατὰ τὸ ἁπλοῦν τὸ νοσοῦν ἐχαρακτηρίζετο καὶ ταύτῃ αὐτοῦ ὁ μείζων κατηγορεῖτο, εὔλογον κτὰ τοῦτο αὐτὸν τοῦ ἐλάττονος κατηγορεῖσθαι. LXXX (??) ὥστε κἄντε οὕτως εἴπω ὅτι τὸ νοσοῦν παντὶ ἀνθρώπῳ ὑπάρχει, οὐ κατὰ τὸ σύνθετον κατηγορῶ αὐτὸν τοῦ ἐλάττονος ἀλλὰ κατὰ τὸ νοσεῖν, καθ’ ὃ καὶ ὑπέκειτο τῷ μείζονι, κἄντε αὐτὸ τὸ ἁπλοῦν μεταλάβω, οὐχ ἕτερόν τινα λαμβάνω ὅρον ἀλλὰ τὸν αὐτόν. μήποτε δὲ οὐκ ἀληθές ἐστι τὸ λέγε..ν ὅτι, ὅταν εἴπω τὸ ὑγιαίνειν ἐνδέχεσθαι τῷ νοσοῦντι ὑπάρξαι ἢ μὴ ὑπάρξαι, καθὸ νοσεῖ κατηγορῶ αὐτοῦ τὸ ὑγιαίνειν· ὥσπερ γὰρ δέδεικται, οὐχ ᾗ ἄνθρωπος ἁπλῶς ἐστι κατηγορεῖτο, ἀλλ’ οὐδὲ ᾗ νοσεῖ ἁπλῶς, οὐδὲ τοῦ συνθέτου κατὰ τὸ νοσεῖν, ἀλλὰ τοῦ συνθέτου ὡς συνθέτου. τὸ γὰρ νοσοῦν ᾗ νοσοῦν ἐστι τὸ ὅλον τοῦτο πέφυκέ ποτε ὑγιαίνειν· οὐδὲν γὰρ ἄλλο ἐστὶ τοῦτο ἢ ὅτι ἐνδέχεται μετὰ τὸ τὴν νόσον ἀποβαλεῖν ὑγίειαν δέξασθαι. εἰ γὰρ μὴ κατὰ ἄμφω, δῆλον ὅτι κατὰ τὸ ἁπλοῦν· ἀλλὰ ἀδύνατον τὸ νοσεῖν ὑγίειαν δέξασθαι. ὥστε εἰ τοῦ συνθέτου ὡς συνθέτου κατηγορεῖται, αὐτὸν δεῖ κατὰ τοῦτο καὶ τοῦ ἐλάττονος ὅρου κατηγορεῖσθαι· τοῦτο δὲ ἀδύνατον. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον. ἐπισκεψόμεθα δὲ περὶ τούτου καὶ αὖθις. p. 48a13 Τούτου δὲ μὴ ληφθέντος οὐ γίνεται συλλογισμός, εἰ μὴ τοῦ ἐνδέχεσθαι. Αμφοτέρων γὰρ τῶν προτάσεων ἐνδεχομένων οὐσῶν ἐνδεχόμενον γίνεται τὸ συμπέρασμα καὶ ἀληθὲς καὶ οὐκ ἀναγκαῖον καὶ ψευδὲς ὥσπερ πρότερον. p. 48a18 Ἐν δὲ τῷ τρίτῳ σχήματι κατὰ τὸ ἐνδέχεσθαι συμβαίνει τὸ ψεῦδος. Εὰν τὰς ἕξεις λαβὼν συμπλέξω ἐν τρίτῳ σχήματι τὸν συλλογισμόν, συνάγεται ψευδὲς συμπέρασμα, οὐ † καθόλου αὐτὸ ἀλλὰ κατὰ τὸ ἐνδεχόμενον· οἷον ὑγίειαν ἐνδέχεται μηδενὶ ἀνθρώπῳ ὑπάρχειν, νόσος παντὶ ἀνθρώπῳ ἐνδέχεται ὑπάρχειν, καὶ ὅσον ἐπὶ ταῖς προτάσεσιν ὑγίειαν ἐνδέχεται μηδεμιᾷ νόσῳ ὑπάρχειν· ἀλλ’ οὐκ ἐνδέχεται, ἀλλ’ ἀνάγκη μὴ ὑπάρχειν. κατὰ τὸ ἐνδεχόμενον οὗν τὸ δεῦδος. p. 48a21 Τοῦτο δὲ ἀνομολογούμενον τοῖς προειρημένοις. Τὸ τὴν ὑγίειαν ἀδύνατον ὑπάρξαι τῇ νόσῳ ἀληθὲς μὲν ἐναντίον δὲ τοῖς ἤδη διατεταγμένοις· εἴρηται | γὰρ ὅτι, εἰ ἄμφω ἐνδεχόμεναι ὧσι, LXXXII1 πάντως ἐνδεχόμενον τὸ συμπέρασμα, ὥσπερ καὶ εἰ ἀναγκαῖαι, ἀναγκαῖον. νῦν οὖν ἐνδεχομένων οὐσῶν ἀμφοτέρων ἀναγκαῖον συνῆκται ἡ ἀδύνατον· τοῦτο δὲ συνέβη διὰ τὸ τὰς ἕξεις ἀντὶ τῶν μετειληφότων παραληφθῆναι. p. 48a29 Οὐ δεῖ δὲ τοὺς ὅρους ἀεὶ ζητεῖν ὀνόματι ἐκτίθεσθαι· πολλάκις γὰρ ἔσονται λόγοι οἷς οὐ κεῖται ὄνομα. Ἐπ᾿ ἄλλο τι μεταβαίνει, ὃ καὶ αὐτὸ δεῖ παρατηρεῖν ἐν τῷ ἀνάγειν τοὺς συλλογισμοὺς ἐπὶ τὰ σχήματα. τῶν γὰρ πραγμάτων τὰ μὲν ὀνόματι δηλοῦται, ὡς ἄνθρωπος, ἵππος, περιπατῶ, γράφω καὶ τὰ ἄλλα πάντα ὅσα διὰ μιᾶς λέξεως σημαίνεται, τὰ δὲ οὐ δι᾿ ὀνόματος σημαίνεται ἀλλὰ διὰ λόγου· τινὰς γὰρ τῶν φυσικῶν ἰδιοτήτων ἢ οὐκ ἐδυνήθησαν ἢ οὐκ ἐσπούδασαν οἱ ὀνοματοθετήσαντες δι’ ὀνόματος σημᾶναι, ἀλλὰ λόγῳ τὴν τούτων ἐρμηνεύομεν φύσιν. οὐ δεῖ οὖν, φησί, νομίζειν ὅτι πάντῃ τε καὶ πάντως ὀνόματι δεῖ τοὺς τρεῖς ὅρους τοῦ συλλογισμοῦ σημαίνεσθαι· ἔστι γὰρ ὅτε ὀνόματος μὴ εὐποροῦντες λόγῳ σημαίνομεν τινὰ ἢ τινὰς τῶν ὅρων, οἷον εἰ βουληθείημεν δεῖξαι ὅτι τοῦ ἰσοσκελοῦς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί. πρῶτον μὲν οὗν αὐτὸ τοῦτο τὸ κατηγορούμενον ὅρα, πῶς οὐχ ἓν ὄνομά ἐστιν ἀλλὰ λόγος. ζητοῦντες δὲ τὸν μέσον, δι’ οὗ δεῖ συμπερᾶναι τὸ πρόβλημα, ἐνταῦθα μὲν εὐποροῦμεν ὀνόματι αὐτὸν ἐκθέσθαι λέγοντες οὕτως· τὸ ἰσοσκελὲς τρίγωνον τρίγωνόν ἐστι, παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσί, τοῦ ἰσοσκελοῦς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν δὲ τὴν μείζονα θελήσωμεν κατασκευάσαι πρότασιν, πόθεν ὅτι παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, οὐκέτι δυνάμεθα ὀνόματι τὸν μέσον ἐκθέσθαι δι’ οὗ συνάγεται τὸ συμπέρασμα, ἀλλὰ δεῖ λόγῳ αὐτὸν ἑρμηνεύειν, οἷον ὅτι παντὸς τριγώνου αἰ τρεῖς γωνίαι δύο ταῖς ἐφεξῆς ἴσαι εἰσίν, δύο δὲ αἱ ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, παντὸς ἄρα τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. ἐὰν οὖν, φησί, πειρῶμαι πάντῃ τε καὶ πάντως ὀνόματι ἐκτίθεσθαι τοὺς :;:;:; ὄρουσ’’ ἀ-πάτη,ς ᾑμῖν τὸ τοιοῦτον ἴτιον γίνεται. οἰησόμεθα γὰρ ὅτι ἐνδει- Lxxxjjr χεταιτω-ν ὰιμεσωνε-ἶναι τὸν συλλογισμόν, ὅπερ δέὸεικτι ἐν τοῖς Ἀπο- δει- αὐυντον· πασα γὰρ ἀπόδειξις διά τινος μέσου ὅρου γίνεται. ὅτι γὰρ το,υ τρἱγωνοὸ αἰ τρε-ις γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν, ἀποδεικτὸν μέν ἐστιν ὡς αυτῃ η περι αυτου δεικνυσιν ἀπόδειξις· ἐὰν οὖν τις οἴοιτο ὅτι δεῖ πάν̓τωι ὀνόματί ἐκκεῖσθαι τ̀οὺς ὅρους, μὴ εὑρίσκων ὀνόματι σημἄναι τὸν μεισον̓ ορον-̓ δι ὸυ η αποὸειξιͅς αὐτοῦ γίνεται, οἰήσεται ἀμέσως ὑπάρχειν τῷ ὑπο- κ·ι-μς-νῳ τὸν ·κατŕγορὸυμ--̓̀,νον καὶ ἀμέσου ὄντος τοῦ προβλήματος ἀ πόδειξιν α,ὐιου ειναι, -οπερ εστιν ἀδύνατον. ὥστε, φησίν, οὐ π́ντως οἰ έον ὡς δεῖ ὀνόματί ἐκκεῖσθαι τοὺς ὅρους, ἀλλ’ ἔστιν ὅτε καὶ διὰ λόγου αὐτοὺς σηααιινεtν διο’ φ̀ησὶ τους τοιούτους συλλογισμοὺς χαλεπὸν ἀνάγειν ὑπὸ τὰ σχ͂ήuατα: ἐπ‘ειͅοη γὰρ οὐ κεῖτι ἐν τῇ συνηθείᾳ τῷ μέσῳ ὄνομα, οὐ πντὸς δει·ἐστι̣ν εὔρις λόγον έρ̀μην̀-αυ-ικ̀ὸν τῆς φύσεως τῶν πραγμάτων, δυσχερὴς ἡ ἀνά- ἀνάλυσίς γίνεταί. τα μὲν οὖν λεγόμενα ἐν τούτοις ταῦτά ἐστ--. ’ τὰ δὲ ™ λέξεως λοιπ̔̀ιὸν δῆλα· τὸ δ-ὲ ὡς τόδε τι ἀντὶ ιοῦ ἴως ὄνομα’, οἰον ἄνθρωπος́ ιππο, βαοιζει, φιλοσοφει. p.48a40 To δὲ ὑπάρχειν τὸ πρῶτον τῷ μέσῳ καὶ ιοῦτο x5 ακρῳ οὐ δεῖ λαμβάνειν ὡς ἀεὶ ·κατηγορηθησομένων ἀλλήλων.́ ‘́Eτἓρ-ον πά,λιν, θ-εώρημα παραδίδωσιν. οὐ δεῖ, φησί, νομίζειν ὅτι πά-ντως οει -κατ ε,ͅυθειαν‘ π,ιτῶσιν τοὺς ὅρους ἐκτίθεσθαι. οἷον ζ̔́ῳον’ τὸ, ζ,ῳο-ν ουσια, ο ανθρωπος ἄρα οὐσία· πάντες γὰρ ἐν τούτω οἱ ὅροι κιτ ευθειαν πτῶσιν κεῖνται. ἐπειδὴ γὰρ οὐ τῆς φύσεως μόνηςτῶν ‘ φροντίζομεν ἀλλὰ καὶ τῆς περὶ τὴν λέξιν εὐκοσμίας ὥστε Lιλληνικῶς τ-ὰς σ̀υντ-άξεις τοῦ λόγου ἀποδιδόναι καὶ μὴ σολοικισμοῖς ὑπο- φερεσθͅαι’ δεῖ και της̀ κατὰ τὰς προτάσεις τῶν δνομάτων ὀρθῆς χρήσεως φ-ρὸντιδ-α ποιεῖσθαί και μὴ ἀρκεῖσθαι μόνον τῷ δηλοῦν ὅτι τόδε τι νοοῦντες τῃ-ὐε τῃ λέξει ἐχρ̀ησάμ̀εθα-· ἐπεὶ οὖν σημαίνονται τὰ πράγματα οὐ μόνον τ‘αις εὐθείαις αλλα κα-ι ταῖς πλαγίαις πτώσεσιν (ἄλλης γὰρ σχέσεως τοῦ ὑποκειμένου αλλη πτῶσίς εστι σημαντική), διὰ τοῦτο πᾶσα ἀνάγκη iii μόνον κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ καὶ κατὰ τὰς πλαγίας τοὺς ὅρους ε,κτιιθ́εη σθ̔͂αι· πολλάκις μὲν οὖν πάντες οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ενκκεινται. οιον ο Σωκράτης φιλόσοφός ἐστι, πᾶς φιλόσοφος ἀγαθός ἐστιν, ὁ Σωκράτης ἄρ ἀγαθός ἐστι· πάντες γὰρ οἱ ὅροι κατ’ εὐθεῖαν πτῶσιν ἔκκεινται. LXXXII r ἐνίοτε δέ, φησί, καὶ ἀμφότεραι αἱ προτάσεις κατὰ πλαγίαν ἔκκεινται πτῶσιν, ἢ ἡ μὲν κατὰ πλαγίαν ἡ δὲ κατ᾿ εὐθεῖαν. καὶ τὸ συμπέρασμα δὲ ὁμοίως πολλάκις μὲν κατ’ εὐθεῖαν πτῶσιν συνάγεται, πολλάκις δὲ κατὰ πλαγίαν. ἰστέον δὲ ὅτι, ὅταν λέγῃ ἢ κατ’ εὐθεῖαν ἢ κατά τινα τῶν πλαγίων τοὺς ὅρους ἐκτίθεσθαι, περὶ τῶν ἐν ταῖς προτάσεσιν ὑποκειμένων λέγει· οἱ γὰρ κατηγορούμενοι ἀεὶ κατ’ εὐθεῖαν τίθενται πτῶσιν, κἄν ποτε πλαγία πτῶσις εὑρεθῇ ἐν κατηγορουμένῳ, πάντως καὶ εὐθεῖα νοεῖται ἔξωθεν ἡ πάντως διὰ τοῦ ῥήματος, εἴγε πᾶν ῥῆμα εὐθείας ἐστὶ πτώσεως πλὴν τοῦ μέλει καὶ μεταμέλει. οἷον Σωκράτους | φιλοσοφοῦντος ἡμᾶς ἀκροᾶσθαι δεῖ· ἔνεστι LXXXII v γὰρ ἐν τῷ ῾δεῖ᾿ ἡ εὐθεῖα· οὐδὲν γὰρ ἕτερον ἢ ῾ἡμᾶς δέον ἐστίν᾿, ὅπερ ἐστὶν εὐθείας πτώσεως καὶ ῥήματος. ἐν ᾧ δ’ εὐθεῖα μὴ ἐνθεωρεῖται, οὐκ ἀπαρτίζεται λόγος. αἱ μὲν οὖν ἐξ ὑποκειμένου καὶ κατηγορουμένου πάντως κατ’ εὐθεῖαν προφέρονται πτῶσιν· αἱ δὲ ἐκ τρίτου προσκατηγορουμένου καὶ αἱ μετὰ τρόπου ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κτὰ πλαγίαν, κατ’ εὐθεῖαν μὲν Σωκράτης ἀγαθός ἐστι, κατὰ δὲ τὰς πλαγίας Σωκράτους ἠκροάσατο Πλάτων ἡ μαθητής ἐστι Πλάτων, Σωκράτει ἐπεβούλευσεν Ἄνυτος ἡ ἐπίβουλός ἐστι, Σωκράτην ἀπέκτειναν Ἀθηναῖοι, Σωκράτης δύναται βαδί- ζειν, Σωκράτους ἐνδέχεται ἀκροᾶσθαι, Σωκράτει ἐνδέχεται διαλέγεσθαι, Σωκράτην τύπτειν ἐνδέχεται. ἡ μὲν οὖν διάνοια τῶν ἐνταῦθα παραδιδομένων ἐστὶ τοιαύτη. ὅπως δὲ τοῖς ὑποδείγμασι καθ’ ἕκαστον χρῆται, τὴν λέξιν ἐξετάζοντες εἰσόμεθα. Πρῶτον μέν φησι τὸν μείζονα ὅρον, ἄκρον δὲ τὸν ἐλάττονα. κατη- γορηθησομένων δέ φησιν ἀντὶ τοῦ ‘κατ’ εὐθεῖαν πτῶσιν᾿· ἐν ταύταις γάρ εἰσιν αἱ κυρίως κατηγορίαι, λέγω δὴ τὸ ὑπάρχειν τόδε τῷδε, οἷον ὁ ἄνθρωπος ζῷόν ἐστι. καὶ οὕτω μὲν ὁ διδάσκαλος. οἶμαι δὲ ἁπλούστερον πᾶσαν κατηγορίαν λέγειν αὐτόν· εἰπὼν γὰρ ὡς ἀεὶ κατηγορηθη σομένων ἀλλήλων ἐπήγαγεν ὁμοίως τό <τε> πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου. εἰ δὲ τὸ κατηγορηθησομένων τὸ κατ’ εὐθεῖαν ἐκκεῖσθαι αὐτῷ ἐσήμαινε, παρέλκον ἦν τὸ ἐπάγειν ὁμοίως τό τε πρῶτον τοῦ μέσου καὶ τοῦτο τοῦ ἐσχάτου. p. 48b2 Καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν δὲ ὡσαύτως. Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων· καὶ γὰρ ταύτας ποτὲ μὲν κατ᾿ εὐθεῖαν πτῶσιν προφερόμεθα, ποτὲ δὲ κατά τινα τῶν πλαγίων. LXWII οἷον ὁ ἄνθρωπος οὐκ ἔστιν ἄψυχον, τῶν ἀτόμων οὐκ ἔστι γένος τὸ εἶδος, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν ἄνδρα οὐδὲν βλάψαι δύναται. p. 48b2 Ἀλλ᾿ ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν αὐτὸ τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ σημαίνειν καὶ τὸ ὑπάρχειν. Ὁσαχῶς, φησίν, ἕκαστον τῶν ὄντων εἷναι λέγεται, τοσαυταχῶς κατηγορεῖν ἄλλο ἄλλο ἐνδέχεται. λέγει δὲ ἕκαστον εἶναι κατὰ τὰς τῶν ὀνομάτων πτώσεις· λέγεται γὰρ Σωκράτης ἐστί, Σωκράτους ὄντος, Σωκράτει εἶναι, Σωκράτην εἶναι. ὁσάκις οὖν ἕκαστον εἶναι λέγεσθαι δύναται καὶ ἀληθῶς εἶναι, τοσαυταχῶς καὶ τὰς προτάσεις συμπλέξαι δυνατόν, ἢ ἀμφο- τέρας ὡσαύτως ἢ τὴν μὲν οὕτως τὴν δὲ οὕτως. p. 48b4 Οἰον ὅτι τῶν ἐναντίων ἐστὶ μία ἐπιστήμη. Λοιπὸν ἐπὶ ὑποδειγμάτων τὰ εἰρημένα παραδίδωσι, καὶ τέως ὅτι ἐνδέχεται κατὰ γενικὴν πτῶσιν συμπλέκεσθαι τὰς προτάσεις, ὡς ὅταν εἴπω τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. p. 48b6 Το δὴ Α τῷ Β ὑπάρχει οὐχ ὡς τὰ ἐναντία τὸ μίαν ειναι αυτων επιστημην. Τουτέστιν οὐ κατ’ εὐθεῖαν ὑπάρχει τῷ Β τὸ Α τοῦτο γὰρ σημαίνει αὐτῷ τὸ οὐχ ὡς τὰ ἐναντία, ὡς εἴ τις ἔλεγε τὰ ἐναντία πολέμιά ἐστιν), ἀλλὰ κατὰ γενικήν, τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. εἰπὼν δὲ οὐχ ὡς τὰ ἐναντία προσέθηκε τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην. τί οὗν βούλεται; ἤτοι οὗν τοῦτό φησιν, ὅτι τὸ λέγειν μίαν εἶναι αὐτῶν ἐπιστήμην οὐκ ἔστιν ὡς τὰ ἐναντία, τουτέστι κατ’ εὐθεῖαν, ἀλλ’ ὅτι ἀληθὲς εἰπεῖν κατ’ αὐτῶν τὸ μίαν εἶναι αὐτῶν ἐπιστήμην, τουτέστι κατὰ γενικήν, ἢ ὅτι οὐκ ἔστι τοῖς ἐναντίοις ἐν τούτῳ τὸ εἶναι, ἐν τῷ μίαν αὐτῶν αὐτῶν ἐπιστήμην· διὸ οὐδὲ κατ’ εὐθεῖαν δυνατὸν κεῖσθαι, ὥσπερ Σωκράτει τὸ εἶναί ἐστιν ἐν τῷ ἄνθρωπον εἶναι, διό φαμεν ῾Σωκράτης ἄνθρωπός ἐστιν᾿. οὐχ οὕτω δὲ καὶ τὸ μίαν εἶναι τῶν ἐναντίων ἐπιστήμην. διὸ οὔ φαμεν ῾τὰ ἐναντία ἐστὶν ἐπιστήμη᾿ ἀλλὰ ῾τῶν ἐναντίων᾿. p. 48b10 Συμβαίνει δ’ ὁτὲ μὲν ἐπὶ τοῦ μέσου τὸ πρῶιον LXXXII v λέγεσθαι, τὸ δὲ μέσον ἐπὶ τοῦ τοὺ τρίτου μὴ λέγεσθαι. Ἐπειδὴ ὡς ἐπὶ μιᾶς προτάσεως ἐξέθετο ὑπόδειγμα οὐ κατ’ εὐθεῖαν πτῶσιν ἀλλὰ κατὰ γενικὴν συμπεπλεγμένης, διὰ τοῦτο νῦν ἐπ’ ἀμφοτέρων τὰ ὑποδείγματα τίθησι. τὸ δὲ λέγεσθαί φησιν ἀντὶ τοῦ κατ’ εὐθεῖαν πτῶσιν° αὕτη γάρ ἐστιν ἡ ὀνομαστικὴ πτῶσις καθ᾿ ἣν ἕκαστον εἶναι λέγεται. συμβαίνει οὗν, φησί, ποτὲ μὲν τὴν μείζονα πρότασιν κατ’ εὐθεῖαν τίθεσθαι τὴν δ’ ἐλάττονα κατά τινα τῶν πλαγίων. ἔστι δὲ τὸ ὑπόδειγμα τοιοῦτον· τοῦ ἀγαθοῦ σοφία ἐστίν, ἡ σοφία ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν· ἐν τούτῳ γὰρ ἡ μὲν ἐλάττων κατὰ γενικὴν προενήνεκται πτῶσιν, ἡ δὲ μείζων κατ’ εὐθεῖαν, καὶ τὸ συμπέρασμα ὅμοιον τῇ ἐλάττονι. p. 48b12 Τοῦ δ’ ἀγαθοῦ ἐστιν ἡ σοφία ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστί. Τὴν ἐλάττονα πρότασιν θέσθαι βουλόμενος ἤδη γὰρ ἐξέθετο τὴν μείζονα εἰπὼν ἡ σοφία ἐστὶν ἐπιστήμη) συνέπλεξε τοὺς τρεῖς ὅρους εἰπὼν τοῦ ἀγαθοῦ ἡ σοφία ἐπιστήμη ἐστίν. ἐπειδὴ γὰρ τὸ λέγειν ῾τοῦ ἀγαθοῦ σοφία ἐστίν᾿ ἀσαφές πως ἐδόκει εἶναι, τί σημαίνει τὸ σοφίαν εἶναι τοῦ ἀγαθοῦ βουλόμενος δεῖξαι εἶπεν ὅτι | ἡ τοῦ ἀγαθοῦ ἐπιστήμη LXXXIII r ἡ σοφία ἐστίν, ὥστε ἐπὶ πλέον εἶναι τὴν ἐπιστήμην τῆς σοφίας, ὡς εἴ τις ἔλεγε ῾τῶν ἐπιπέδων ἐπιστήμη ἡ γεωμετρία ἐστίν᾿, ἵνα οὕτω τις εἴπῃ· τῶν ἐπιπέδων γεωμετρία ἐστὶν ἢ τὰ ἐπίπεδα γεωμετρεῖν ἔστι, γεωμετρία ἐπιστήμη ἐστί, τῶν ἐπιπέων ἄρα ἐπιστήμη ἐστί. p. 48b13 Τὸ μὲν δὴ ἀγαθὸν οὐκ ἔστιν ἐπιστήμη, ἡ δὲ σοφία ἐστὶν ἐπιστήμη. Ὃ βούλεται λέγειν τοῦτό ἐστιν, ὅτι τὸ μὲν συμπέρασμα κατὰ γενικὴν προενήνεκται, οὐ κατ’ εὐθεῖαν, ὥσπερ καὶ ἡ ἐλάττων πρότασις· οὐ γὰρ συνῆκται ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη· ἡ μέντοι μείζων πρότασις κατ’ εὐθεῖαν προενήνεκται· ἡ σοφία γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν. p. 48b18 Ὁτὲ δὲ τὸ μὲν μέσον ἐπὶ τοῦ τρίτου λέγεται, τὸ δὲ LXXXIII r πρῶτον ἐπὶ τοῦ μέσου οὐ λέγεται· οἷον εἰ τοῦ ποιοῦ παντός ἐστιν ἐπιστήμη ἢ ἐναντίου, τὸ δ’ ἀγαθὸν καὶ ἐναντίον καὶ ποιόν, συμπερασμα μὲν ὅτι τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη. Ἀντιστρέφει τὰς προτάσεις, καὶ τὴν μὲν ἐλάττονα κατ’ εὐθεῖαν συαμπλέκει, τὴν δὲ μείζονα κατὰ γενικήν καὶ τὸ συμπέρασμα πα(??)ιν κατὰ γενικὴν συνάγει· οἷον τὸ ἀγαθὸν ποιόν ἐστι, τοῦ ποιοῦ ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρ ἐπιστήμη ἐστίν· ἢ οὕτως· τὸ ἀγαθὸν ἐναντίον ἐστί τῷ κακῳ γὰρ ἐναντίον δῆλον ὅτι), τοῦ ἐναντίου ἐπιστήμη ἐστί, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστίν. p. 48b18 Οὐκ ἔστι δὲ τὸ ἀγαθὸν ἐπιστήμη οὐδὲ τὸ ποιὸν οὐδὲ τὸ ἐναντίον, ἀλλὰ τὸ ἀγαθὸν ταῦτα. Τουτέστιν οὐδὲ τὸ συμπέρασμα κατ’ εὐθεῖαν προενήνεκται· οὐ γὰρ εἴπομεν ὅτι τὸ ἀγαθὸν ἄρα ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ἀγαθοῦ. ἀλλ’ οὐδὲ ἡ μείζων· οὐ γὰρ εἴπομεν ὅτι τὸ ποιὸν ἐπιστήμη ἐστὶν ἢ τὰ ἐναντία ἐπιστήμη ἐστίν, ἀλλὰ τοῦ ποιοῦ καὶ τῶν ἐναντίων ἐπιστήμη ἐστίν. ἡ μέντοι ἐλάττων κατ’ εὐθεῖαν προενήνεκται· τοῦτο γὰρ ἐσήμανεν εἰπὼν ἀλλὰ τὸ ἀγαθὸν ταῦτα· οὕτω γὰρ ἐλέγομεν ῾τὸ ἀγαθὸν ποιόν ἐστιν ἢ ἐναντίον᾿. p. 48b20 Ἐστι δὲ ὅτε μήτε τὸ πρῶτον κατὰ τοῦ μέσου μήτε τουτο κατὰ τοῦ τρίτου, τοῦ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου· οἷον εἰ οὗ ἐπιστήμη ἐστίν, ἔστι τούτου γένος, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τοῦ ἀγαθοῦ ἐστι γένος. Ἐπειδὴ ἐν τοῖς προλαβοῦσι μίαν μὲν πρότασιν ἐλάμβανε κατὰ γενικὴν πτῶσιν μίαν δὲ κατ’ εὐθεῖαν καὶ συνῆγε κατὰ γενικὴν τὸ συμπέρασμα, νυν ἀμφοτέρας κατὰ γενικὴν συμπλέκει, καὶ συνάγει συμπέρασμα ποτὲ μὲν κατ’ εὐθεῖαν ποτὲ δὲ κατὰ γενικήν. τὸ γὰρ τοὺ πρώτου κατὰ τοῦ τρίτου ὁτὲ μὲν λεγομένου ὁτὲ δὲ μὴ λεγομένου τοῦτο σημαίνει, τουτέστιν τοῦ μείζονος κατὰ τοῦ ἐλάττονος· εἴπομεν γὰρ ὅτι τὸ λεγομένου σημαίνει αὐτῷ τὸ κατ’ εὐθεῖαν πτῶσιν ὑπάρχοντος τοῦ ἐλάττονος κατηγορεῖσθαι αὐτοῦ τὸν μείζονα. τότε γὰρ λέγεται ὅτι τόδε ἐστὶν ὅπερ τόδε, οἷον ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστιν· λέγεται γὰρ ζῷον εἶναι. οὐ μὴν ὅταν εἴπω ῾τῶν ἐναντίων ἐπιστήμη ἐστίν᾿· οὐ γὰρ λέγεται κατὰ τοῦ ὑποκει- μένου ὁ κατηγορούμενος· οὐ γὰρ λέγεται ὅτι ἐπιστήμη ἐστὶ τὰ ἐναντία, M ἀλλ᾿ ὅτι ὑπάρχει περὶ αὐτῶν ἐπιστήμη. τὸ δὲ ὑπόδειγμα τοιοῦτόν LXXXIII1 ἐστι· τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος· συμπέρασμα τοῦ ἀγαθοῦ ἄρα ἐστὶ γένος. καὶ ἄλλως· Σωκράτους πατήρ ἐστιν, οὗ πατήρ ἐστι, τούτου αἴτιόν ἐστι, Σωκράτους ἄρα αἴτιόν ἐστιν. καὶ αἱ προτάσεις οὖν καὶ τὸ συμπέρασμα κατὰ γενικὴν συμπεπλεγμέναι εἰσίν. p. 48b24 Κατηγορεῖται δὲ οὐδὲν κατ’ οὐδενός. Τουτέστιν οὐδὲν κατ᾿ εὐθεῖαν πτῶσιν προενήνεκται. καὶ ὅρα πῶς τὸ κατηγορεῖσθαι τὸ κατ᾿ εὐθεῖαν πτῶσιν κατηγορεῖσθαί φησι· διὸ καὶ ἀνωτέρω ἔλεγε τὸ “ὡς ἀεὶ κατηγορηθγσομένω” ἀντὶ τοῦ ῾κατ᾿ εὐθεῖαν πτῶσιν προενεχθησομένων᾿. p. 48b24 Εἰ δὲ οὗ ἐστιν ἐπιστήμη, γένος ἐστὶ τοῦτο, τοῦ δ’ ἀγαθοῦ ἐστιν ἐπιστήμη, συμπέρασμα ὅτι τὸ ἀγαθόν ἐστι γένος. Εἰπὼν ὅτι ἀμφοτέρων τῶν προτάσεων κατὰ γενικὴν συμπλεκομένων τὸ συμπέρασμα ποτὲ μὲν κατὰ γενικὴν ποτὲ δὲ κατ’ εὐθεῖαν συνάγεται, δείξας πῶς κατὰ γενικήν, δείκνυσι νῦν ὅτι καὶ κατ’ εὐθεῖαν οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τοῦτό ἐστι γένος, τὸ ἄρα ἀγαθὸν γένος ἐστίν. γένος δὲ εἰλήφθω ἀπλῶς τὸ καθολικώτερον καὶ πλειόνων περιεκτικόν· τῶν γὰρ καθόλου ἡ ἐπιστήμη, κἄντε γένη εἴη κἄντε εἴδη κἄν ἄλλως συμβεβηκότα. οἷόν ἐστι καὶ τὸ ἀγαθόν· ἐν πᾶσι γὰρ ἐνθεωρεῖται τοῖς οὖσιν, οὐχ ὡς γένος αὐτῶν ἀλλ’ ὥσπερ καὶ τὸ ὂν ὁμωνύμως αὐτοῖς ἐνυπάρχον κατὰ τὸ ἀφ᾿ ἑνὸς καὶ πρὸς ἕν. ἐπιστῆσαι δὲ ἄξιον τοῖς ὑπο- δείγμασι, μήποτε, ὥσπερ κἀπὶ τῶν προτέρων ἐλέγομεν, οὐ τοὺς αὐτοὺς φυλάσσουσι μέσους. ἔχει δὲ οὕτως· τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, οὗ ἐπιστήμη ἐστί, τούτου ἐστὶ γένος. ἐν μὲν γὰρ τῇ ἐλάττονι προτάσει τὴν ἐπιστήμην ἐλάβομεν τὸν κατηγορούμενον ὅρον· ἐν δὲ τῇ μείζονι οὐκέτι τὸν αὐτὸν ἐφυλάξαμεν, λέγω τὴν ἐπιστήμην, ἀλλά φαμεν οὗ ἐπιστήμη ἐστίν. εἰ δὲ ἄλλο μέν τί ἐστι τὸ ἐπιστητόν, ἄλλο δὲ ἡ περὶ αὐτοῦ ἐπιστήμη, οὐκ ἄρα τὸν αὐτὸν ἐφυλάξαμεν μέσον· τοῦ μὲν γὰρ ἐλάττονος ὅρου τὴν ἐπιστήμην κατηγορήσαμεν, τῷ δὲ μείζονι οὐ τὴν ἐπιστήμην ἀλλὰ τὸ οὗ ἐστιν ἐπιστήμη ὑπετάξαμεν, τοῦτο δέ ἐστι τὸ ἐπιστητόν. ὁμοίως καὶ ἐπὶ πάντων τῶν παραπλησίων. καὶ εἰ τὸ ἐπιστητόν ἐστι τὸ ἀγαθόν, του· τέστιν ὁ ἐλάττων ὅρος, τὸ ἐπιστητὸν δὲ παρείληπται ὑποκείμενον τῷ μείζονι ὅρῳ, ὁ ἄρα ἐλάττων ὅρος ἐν τῇ μείζονι προτάσει ὑπόκειται τῷ μείζονι, ὅπερ ἐστὶν ἀδύνατον. φαμὲν οὖν πρὸς τὴν | ἀπορίαν ἐκεῖνο, LXXXIII v ὅτι εἰ οἱ κατηγορούμενοι ὅροι ἐπὶ πλέον εἶναι θέλουσι τῶν ὑποκειμένων χωρὶς τῶν ἀντιστρεφόντων, οἱ δὲ καθολικώτεροι περιέχουσιν ἐν LXXXIII v ἑαυτοῖς τοὺς μερικωτέρους, ἀνάγκη δήπου πᾶσα ἐν τῷ πρώτῳ σχήματι ἐν τῷ μέσῳ μὲν ὅρῳ περιέχεσθαι τὸν ἐλάττονα, ἐν τῷ μείζονι δὲ ἀμφοτέρους· οἷον ὅταν εἴπω ῾ὁ ἄνθρωπος ζῷον᾿, ἐν τῷ ζῴῳ δῆλον ὅτι καὶ ὁ ἄνθρωπος ἐμπεριέχεται· καὶ ὅταν εἴπω ῾πᾶν ζῷον ἔμψυχον᾿, ἐν τῷ εἰπεῖν πᾶν ζῷον καὶ τὸν ἄνθρωπον δῆλον ὅτι ἐμπεριείληφα καὶ ἐν τῷ ἐμψύχῳ πᾶν ζῷον, ὥστε καὶ πάντα ἄνθρωπον. καὶ τοῦτό ἐστιν αἴτιον τοῦ συνάγεσθαι τὰ ἄκρα· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐδέποτε ἂν συνάγειν ἐδυνάμεθα τὰ ἄκρα. ἐπεὶ οὖν τοῦτο οὕτως ἔχει, εἴπω εἴπω τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν, εἶτα λάβω ῾πάντων ὧν ἐπιστήμη ἐστί᾿, δῆλον ὅτι ἐμπεριλαμβάνω καὶ τὸ ἀγαθόν· οὐ γὰρ αὐτὸ μόνον ἁπλῶς τὸ ἀγαθὸν ὅπερ τὸ ἐπιστητὸν ἦν, ἀλλὰ μετὰ τῶν ἄλλων πάντων ἅπερ ἐστὶν ἐπιστητά, ταὐτὸν δέ ἐστιν ὧν ἐστιν ἐπιστήμη. ὥστε εἰ μὲν αὐτὸν καθ’ αὑτὸν τὸν ἐλάττονα ὅρον ὑπετίθεμεν τῇ μείζονι ἐν τῷ λέγειν οὗ ἐπιστήμη ἐστί, τῷ ὄντι ἄτοπος ἦν ὁ λόγος. εἰ δὲ καθολικὸν λαβόντες τὸν ὑποκείμενον ὅρον τῇ μείζονι προτάσει συμπεριλαμβάνομεν καὶ τὸν ἐλάττονα ὡς περιεχόμενον ἐν αὐτῷ, οὐ μόνον οὐκ ἄτοπον ἀλλὰ καὶ ἀναγκαῖον τὸ γινόμενον. τὸ γὰρ ὑποκείμενον ἐμπεριέχεσθαι δεῖ τῷ κατηγορουμένῳ ἐν καταφάσει ἢ ἐν ἀποφάσει· ὅταν γὰρ εἴπω ῾οὐδεὶς ἄνθρωπος ἀθάνατος᾿, ἐν τοῖς μὴ ἀθανάτοις ἐμπεριέχεται καὶ ὁ ἄνθρωπος. ὅτι μὲν οὖν οὐ τὸν ἐλάττονα μέσον ποιοῦμεν, δῆλον γέγονεν. ὅτι δὲ οὐδὲ ἄλλον ἐξ ἄλλου λαμβάνομεν μέσον, φανερὸν ἐντεῦθεν· οὐδὲ γὰρ ἁπλῶς ἡ ἐπιστήμη μόνον μέσος ἐστὶν ὅρος, ὡς ἂν εἰ ἐλέγομεν ῾ἡ γεωμετρία ἐπιστήμη ἐστίν᾿, ἀλλὰ τὸ εἶναί τινος ἐπιστήμην· τοῦ ἀγαθοῦ γάρ, ἔφαμεν, ἐπιστήμη ἐστίν, τουτέστιν ἔστι περὶ τοῦ ἀγαθοῦ ἐπιστήμη. τὸ οὖν εἶναί τινος ἐπιστήμην τοῦτό ἐστιν ὁ κατηγορούμενος· τοῦτο δὲ οὐδὲν ἕτερόν ἐστιν εἰπεῖν ἢ ῾τὸ ἀγαθὸν ἐπιστητόν ἐστ᾿· τί γὰρ διαφέρει εἰπεῖν ‘τοὐ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿ ἢ ὅτι τὸ ἀγαθὸν ἐπιστητόν ἐστι; διδάξει γοῦν μετ’ ὀλίγον ὅτι, ὅταν ἰσοδυναμῶσιν οἱ ὅροι, δεῖ τῶν ἰσοδυναμούντων τὸν σαφέστερον λεγόμενον ἀντιμεταλαμβάνειν. ὥστε εἰ <τῷ> ῾τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστίν᾿ ἴσον ἐστὶ τὸ λέγειν ῾τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν᾿, ἐπὰν λέγωμεν ῾οὗ ἐπιστήμη ἐστίν᾿, οὐχ ἕτερον ἐξ ἑτέρου μέσον μεταλαμβάνομεν ἀλλὰ τὸν αὐτόν· τὸ γὰρ οὗ ἐπιστήμη ἐστί τὸ ἐπιστητόν ἐστιν· εἷς ἄρα καὶ ὁ αὐτὸς μέσος ἐν ἀμφοτέραις παρείληπται ταῖς προτάσεσιν. p. 48b26 Κατὰ μὲν δὴ τοῦ ἄκρου κατηγορεῖται τὸ πρῶτον, κατ’ ἀλλήλων δὲ οὐ λέγεται. Τουτέστι τὸ μὲν συμπέρασμα κατ’ εὐθεῖαν προάγεται, αἱ δὲ προτάσεις οὐ κατ’ εὐθεῖαν. ὁ μὲν οὖν Ἀριστοτέλης εὐθείας μόνης καὶ γενικῆς LXXXIII v παραδείγματα παρέθετο. δυνατὸν δὲ τῇ αὐτῇ μεθόδῳ καὶ ἐπὶ τῶν λοιπῶν πτώσεων γυμνάσαι τὸν λόγον. οἷον τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, πᾶς δίκαιος ἐπιστήμων ἐστὶ τῶν δικαίων, ὁ ἄρα ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ἡ οὕτως· ὁ ἀγαθὸς δίκαιος, πάντα δίκαιον ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων, τὸν ἄρα ἀγαθὸν ἀνάγκη ἐπιστήμονα εἶναι τῶν δικαίων. τῶν γὰρ προτάσεων ἡ μὲν κατ’ εὐθεῖαν ἔκκειται, ἡ δὲ κατ’ αἰτιατικήν· καὶ τὰ συμπεράσματα δὲ οὕτως ἔχει, τὸ μὲν οὕτως, τὸ δὲ οὕτως. ἀλλὰ καὶ ἀμφότεραι κατ’ αἰτιατικήν· τὸν ἀγαθὸν ἀνάγκη εἶναι δίκαιον, τὸν δίκαιον ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, τὸν ἄρ ἀγαθὸν ἐπιστήμονα δεῖ εἶναι τῶν δικαίων, ἢ ὁ ἀγαθὸς ἐπιστήμων ἐστὶ τῶν δικαίων. ὁμοίως καὶ ἐπὶ δοτικῆς· ταῖς ποιότησιν ὑπάρχει ἐναντιότης, ταῖς ἐναντιότησιν ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ταῖς ποιότησιν ἄρα ὑπάρχει τὸ φθείρειν ἀλλήλας, ἢ αἱ ποιότητες ἄρα φθαρτικαὶ ἀλλήλων. δῆλον δὲ ὅτι μερικὴ ἡ ἐλάττων· οὐ γὰρ ἐν πάσαις ταῖς ποιότησιν ἡ ἐναντιότης. πάλιν ἡ δικαιοσύνη συμβεβηκός ἐστιν ἀγαθόν, τῷ συμβεβηκότι ἀγαθῷ ἐναντίον τί ἐστιν, τῇ ἄρα δικαιοσύνῃ ἐστί τι ἐναντίον. οὐ μόνον δὲ τῇ εὐθείᾳ συμπλέκειν τινὰ τῶν πλαγίων δυνατὸν ἀλλὰ καὶ πλαγίαν ἄλλῃ πλαγίᾳ· οἷον τῷ σπουδαίῳ τὸ εὐδαιμονεῖν ἕπεται, τὸν εὐδαίμονα οὐδεὶς βλάψαι δύναται, τὸν σπουδαῖον ἄρα οὐδεὶς βλάψαι δύναται. ἀλλὰ καὶ τὴν γενικὴν ἑκατέρᾳ τούτων δυνατὸν συμπλέκειν. p. 48b27 Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τοῦ μὴ ὑπάρχειν ληπτέον. Γουτέστιν ἐπὶ τῶν ἀποφατικῶν συλλογισμῶν· καὶ γὰρ ἐπὶ τούτων ἀνάγκη τὸν εἰρημένον τρόπον ποικίλλεσθαι τὰς προτάσεις. p. 48b28 Οὐ γὰρ ἀεὶ σημαίνει τὸ μὴ ὑπάρχειν τόδε τῷδε μὴ εἶναι τόδε τόδε, ἀλλ’ ἐνίοτε τὸ μὴ εἶναι τόδε τοῦδε ἢ τόδε τῷδε. Τουτέστιν οὐκ ἀεὶ ἐπὶ τῶν ἀποφατικῶν προτάσεων, ὥσπερ οὐδὲ ἐπὶ τῶν καταφατικῶν, κατ’ εὐθεῖαν συμπλέκονται οἱ ὅροι τοῦτο γὰρ δηλοῖ εἰπὼν μὴ εἶναι τόδε τόδε, τουτέστιν μὴ εἶναι τὸν ἄνθρωπον ἀθάνατον), ἀλλ’ ἐνίοτε καὶ κατὰ ἄλλην πτῶσιν, ἢ γενικὴν ἢ δοτικὴν ἢ αἰτιατικήν· οἷον τῶν ὁρισμῶν οὐκ ἔστιν ἀπόδειξις, τῆς ἀντιφάσεως οὐδέν ἐστι LXXXIII μεταξύ, τῇ οὐσίᾳ οὐδέν ἐστιν ἐναντίον, τὸν ἀγαθὸν οὐδεὶς ἀδικῆσαι δύναται, καὶ ἐπὶ πάντων ὁμοίως. p. 48Β30 Οἷον ὅτι οὐκ ἔστι κινήσεως κίνησις ἢ γενέσεως γένεσις, ἡδονῆς δὲ ἔστιν· οὐκ ἄρ ἡ ἡδονὴ γένεσις. Πάλιν τοῖς ὑποδείγμασι σαφῆ ποιεῖ τὸν λόγον. ἔστιν οὖν ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι τοιοῦτος· κινήσεως οὐκ ἔστι κίνησις, ἡδονῆς δὲ ἔστι κίνησις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι κίνησις· ὁμοίως γενέσεως οὐκ ἔστι γένεσις, ἡδονῆς δὲ | ἔστι γένεσις, ἡ ἄρα ἡδονὴ οὐκ ἔστι γένεσις. LXXXIV (??) ἐν τούτοις γὰρ αἱ μὲν προτάσεις κατὰ γενικὴν πτῶσιν προῆλθον, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν. p. 48b32 Ἢ πάλιν ὅτι γέλωτος μὲν ἔστι σημεῖον, σημείου δὲ οὐκ ἔστι σημεῖον, ὥστε οὐ σημεῖον ὁ γέλως. Ὑποδείγματος ἕνεκεν ἐκτίθεται τοὺς ὅρους, οὐ μὴν τὰ πράγματα ἐξετάζων· διὸ οὐκ ἀκριβολογητέον περὶ τὰ πράγματα. ἔστι γὰρ ὁ γέλως σημεῖον ποιᾶς διαθέσεως τῆς ψυχῆς, οἷον ἡδονῆς καὶ διαχύσεως. ἔστιν δὲ καὶ σημειου σημεῖον, ὡς τοῦ πυρσοῦ ὁ καπνός· ὁ μὲν γὰρ πυρσὸς σημεῖον τοῦ πολέμου, ὁ δὲ καπνὸς τοῦ πυρσοῦ· καὶ ἡ ἐν τῷ τοίχῳ δὲ ἢ τῷ τέγει γινομένη αἰθάλη προσεχῶς τοῦ καπνοῦ ἐστι σημεῖον. ἀλλ’ οὐδὲ σημεῖον εἴη ἄν τι γέλωτος· εἰ γὰρ λέγοι τις ὅτι τὸ σεσηρέναι τὰ χείλη ἢ ποιὸν ἀποτελεῖν ψόφον, οὐ σημεῖά ἐστι γέλωτος ταῦτα ἀλλ’ ὕλη γέλωτος· ἐκ τούτων γὰρ συνέστηκεν. ὥστε οὐκ ἐξεταστέον ἐν τούτοις τὰ πράγματα. p. 48b33 Ὁμοίως δὲ κἀν τοῖς ἄλλοις, ἐν ὅσοις ἀναιρεῖται τὸ LXXXIV1 πρόβλημα τῷ λέγεσθαί πως πρὸς αὐτὸ τὸ γένος. Τουτέστι καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἐν οἷς ἀποφατικὰ συνάγεται συμπεράσματα. γένος δὲ τὸν ἐν δευτέρῳ σχήματι μέσον ὅρον ἐκάλεσε, διότι καθολικώτερός ἐστιν ἀμφοτέρων τῶν ἄκρων· οἷον γένεσις οὐδεμιᾷ γενέσει, γένεσις πάσῃ ἡδονῇ, οὐδεμία ἄρα ἡδονὴ γένεσίς ἐστιν. p. 48b35 Πάλιν ὅτι ὁ καιρὸς οὐκ ἔστι χρόνος δέων. Τινὲς γὰρ οὕτως ὁρίζονται τὸν καιρόν, ὅτι ἔστι χρόνος δέων. ἀναιρεῖται δὲ τὸν τρόπον τοῦτον ἐν τρίτῳ σχήματι· θεῷ καιρός ἐστι· πάντα γὰρ κατὰ καιρὸν ποιεῖ· θεῷ χρόνος δέων οὐκ ἔστιν· ὁ μὲν γὰρ δέων χρόνος ἐστὶ καθ’ ὃν ὠφελεῖται ὁ τούτου μετέχων, οὐδὲν δὲ θεῷ ὠφέλιμον· ὁ ἄρα καιρὸς οὐκ ἔστι χρόνος δέων. τὸ σχῆμα τρίτον, καὶ αἱ μὲν προτάσεις κατὰ δοτικήν, τὸ δὲ συμπέρασμα κατ’ εὐθεῖαν. δῆλον δὲ καὶ ἐντεῦθεν ὅτι οὐ τῆς ἀκριβείας τῶν πραγμάτων καταγίνεται ἀλλὰ τοὐ ὑπόδειγμά τι θεῖναι· δῆλον γὰρ <ὡς> ὥσπερ ἐστὶ θεῷ καιρὸς οὐ πρὸς αὐτὸν ἀλλὰ πρὸς τὰ ὑπ’ αὐτοῦ γινόμενα, οὕτω καὶ δέων χρόνος ἐστὶ πρὸς ἐκεῖνα. p. 48b39 Ἁπλῶς γὰρ τοῦτο λέγομεν κατὰ πάντων, ὅτι τοὺς μὲν ὅρους ἀεὶ θετέον κατὰ τὰς κλήσεις τῶν ὀνομάτων, οἷον .αβυρω- πος ἢ ἀγαθὸς ἢ τἀναντία. Ὃ βούλεται ἐν τούτοις εἰπεῖν, τοῦτό ἐστιν, ὅτι ἐν μὲν τῇ ἐκθέσει τῶν ὅρων, ἐν οἷς ζητοῦμεν τὰ ὑπάρχοντα καὶ τὰ ἑπόμενα, κατ’ εὐθεῖαν δεῖ πτῶσιν ἐκτίθεσθαι τοὺς ὅρους, ἐπειδὰν μέντοι συμπλέκωμεν αὐτοὺς ἀλλήλοις, ἵνα τὰς τοῦ συλλογισμοῦ προτάσεις ποιήσωμεν, κατά τινα τῶν τοῦ ὀνόματος πτώσεων καὶ οὐ μόνον κατὰ τὴν εὐθεῖαν. τὸ γὰρ κατὰ τὰς κλήσεις τῶν ὀνομάτων ἀντὶ τοῦ ῾κατὰ τὰς εὐθείας᾿· αὗται γάρ εἰσι καθ’ ἃς ἕκαστος κέκληται. p. 49a2 Ἢ γὰρ ὅτι τούτῳ, οἷον τὸ ἴσον. Ὑπέδειγμα τῶν πτώσεων, γενικῆς μὲν τὸ διπλάσιον ἡμίσεός ἐστι διπλάσιον᾿, δοτικῆς δὲ τὸ ἴσον ἴσῳ ἴσον᾿, αἰτιατικῆς δὲ ῾τὸ τύπτον LXXXIV r τυπτόμενον τύπτει, τὸ ὁρῶν ὁρώμενον ὁρᾷ᾿. ἀλλὰ καὶ κατ’ εὐθεῖαν, φησίν, ὁ ἄνθρωπος ζῷον. p. 49a4 Ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα. Καίτοι τὰς πέντε ἐξέθετο πτώσεις χωρὶς τῆς κλητικῆς· οὐ γὰρ πρόσφ φορος τῷ ἀποφαντικῷ λόγῳ. πῶς οὗν φησιν ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα; μήποτε οὖν, ἐπειδὴ πολλάκις καὶ ῥήμασι χρώμεθα ἐν τοῖς ὑπο- κειμένοις ὅροις, οῖον τὸ φιλοσοφεῖν ἀγαθόν ἐστιν, διὰ τοῦτο εἶπε τὸ ἢ εἴ πως ἄλλως πίπτει τοὔνομα· καὶ γὰρ ταῦτα ὀνόματά εἰσι τῶν ῥημάτων, διὸ καὶ μετὰ ἄρθων λέγεται. p. 49a6 Τὸ δὲ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον ὁσαχῶς αἱ κατηγορίαι διῄ- ρηνται· Εἰπὼν περὶ τῆς κατὰ τὰς πτώσεις τῶν ὅρων συμπλοκῆς λέγει νῦν περὶ τῆς ἰδέας αὐτῶν, ὅτι οὐκ ἀεὶ ἐκ τῆς οὐσίας λαμβάνονται ἀλλὰ καὶ ἐκ τῶν ἄλλων κατηγοριῶν, ἐκ μὲν τῆς οὐσίας ῾ὁ ἄνθρωπος ζῷον᾿, ἐκ δὲ τοῦ ποιοῦ ῾ὁ Αἰθίοψ μέλας ἐστίν᾿ ἢ τὸ λευκὸν χρῶμά ἐστι δυνατὸν γὰρ καὶ θάτερον τῶν ὅρων καὶ ἀμφοτέρους ἐκ· τῆς αὐτῆς λαμβάνειν κατηγορίας), ἐκ δὲ τοῦ ποσοῦ ῾ὁ ἀριθμὸς διωρισμένον ποσόν ἐστιν᾿ ἢ ῾ὁ ἄνθρωπος τρίπηχύς ἐστι᾿, καὶ ἐκ τοῦ πρός τι ῾Σωκράτης πατήρ ἐστιν᾿ ἢ ῾ὁ πατὴρ αἴτιόν ἐστιν᾿, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. p. 49a8 Καὶ ταύτας ἢ πῇ ἢ ἀπλῶς, ἔτι ἢ ἁπλᾶς ἢ συμπεπλεγμένας. Τουτέστιν ἢ κατά τι τῶν εἰδῶν, οἷον Σωκράτης λευκός, ἢ κατὰ γένη, οἷον Σωκράτης κέχρωσται ἡ πεποίωται, πᾶσα οὐσία μετὰ ποιότητος, καὶ ἀποφατικῶς οὐδεμία οὐσία ποιότητός ἐστι. καὶ αὗται μὲν ἁπλαῖ ἐκ τῶν συμβεβηκότων κατηγορίαι ἢ πῇ ἢ ἁπλῶς. συμπεπλεγμέναι δέ, ὡς ὅταν εἴπω ῾Σωκράτης βαδίζων μανθάνει᾿· συνέπλεξα γὰρ τῷ ποσῷ τὸ ποιόν. ἢ οὗν τοῦτό φησι τὸ συμπεπλεγμένας, ὅτι ἐν | ἑνὶ ὅρῳ τῷ κατηγορουμένῳ LXXXIV v δύο κατηγορίας συμπλέκειν, ἢ καὶ ἐν τῇ ὅλῃ προτάσει συμπλέκειν, ἵνα τὸν μὲν τῶν ὅρων ἐξ ἄλλης κατηγορίας λάβωμεν τὸν δὲ ἐξ ἄλλης, οἷον ὁ βαδίζων ὑγιαίνει. οὐκ ἀεὶ δὲ δύνανται συμπλέκεσθαι· αἱ γὰρ κατηγορίαι πολλάκις ἑκάστη μὲν ἰδίᾳ κατηγορεῖσθαί τινος LXXXIV v δύναται, συμπεπλεγμέναι δὲ οὐκέτι. φημ·ὶ γὰρ οὕτω· Σωκράτης ἀγαθός ἐστι, Σωκράτης ἰατρός ἐστιν· οὐ πάντως δὲ καὶ συμπλέξαντι ἀληθὲς εἰπεῖν ῾ἰατρὸς ἀγαθός ἐστιν᾿· ἐνδέχεται γὰρ ὡς μὲν ἄνθρωπον ἀγαθόν, ὡς δὲ ἰατρὸν κακὸν εἶναι. ἀλλ᾿ οὐδὲ τὰ συμπεπλεγμένως κατηγορούμενα πάντως καὶ ἰδίᾳ· ἐνδέχεται γὰρ εἰπεῖν τινα ὅτι ἀγαθὸς ἰατρός, οὐ μὴν ὅτι καὶ ἀπλῶς ἀγαθός. p. 49a9 Ὁμοίως δὲ καὶ τὸ μὴ ὑπάρχειν. Τουτέστιν ἐπὶ τῶν ἀποφατικῶν προτάσεων. p. 4919 Ἐπισκεπτέον δὲ ταῦτα καὶ διοριστέον βέλτιον. Ἢ ὡς μέλλων περὶ τούτων διορίζεσθαι ταῦτά φησι, ποῖαι μὲν τῶν κατηγοριῶν ἰδίᾳ κατηγορεῖσθαι δύνανται, οὐ μὴν συμπεπλεγμένως, ποῖαι δὲ καὶ συμπλέκεσθαι δύνανται, ἢ ἡμῖν τοῦτο ποιεῖν παρακελεύεται, ἵν’ ὦμεν προπαρεσκευασμένοι καὶ τούτῳ. p. 49a11 Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς τῷ μέσῳ. Ἄλλο τι πάλιν παραδίδωσι θεώρημα· ἐπειδὴ γὰρ εὑρίσκομεν πολλάκις ἐν τοῖς παρὰ τοῖς ἀρχαιοτέροις κειμένοις λόγοις ὅρους τινὰς δὶς παραλαμβανομένους ἐν τῇ αὐτῇ προτάσει καὶ ἐν τῷ συμπεράσματι τὸν μέσον ὅρον κείμενον, διδάσκει ἡμᾶς ἐν τούτοις πῶς δεῖ καὶ τοὺς τοιούτους ἀναλύειν συλλογισμούς, καὶ ποίᾳ τῶν προτάσεων συντακτέον τὸν ἐπαναδιπλούμενον ὅρον. ἐπαναδίπλωσις δέ ἐστιν, ὅπερ εἶπον, ἡ τοῦ αὐτοῦ ὅρου δὶς ἐν τῇ αὐτῇ προτάσει παράληψις, ὃς καὶ ἐν τῷ συμπεράσματι πάντως εὑρίσκεται. οἷον τί λέγω; ἔστω δεδειγμένον ὅτι τῆς δικαιοσύνης ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν· ἔστι μὲν γὰρ ἁπλῶς δικαιοσύνης ἐπιστήμην εἶναι ὅτι ἐστὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ ἀπονεμητική· ἔστι δὲ καὶ ἐπιστήμην περὶ αὐτῆς ἔχειν ὅτι ὠφέλιμος ἡ αἱρετὴ ἤ τι τοιοῦτον ἄλλο, ὡς ἔχει καὶ ὁ νῦν λόγος. τὸ οὖν ῾ὅτι ἀγαθόν᾿ οὐ τῇ ἐλάττονι, φησί, προτάσει συντακτέον ἀλλὰ τῇ μείζονι κατὰ τὸν κατηγορούμενον ὅρον, τουτέστι τὸν μείζονα. καὶ τοῦτο εἰκότως, ὅτι καὶ ἐν τῷ συμπεράσματι πρὸς τῷ κατηγορουμένῳ ὅρῳ κεῖται· οἷον ἡ δικαιοσύνη ἀγαθόν ἐστι, τοῦ ἀγαθοῦ ἐπιστήμη ἐστὶν ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐπιστήμη ἐστί, τουτέστι καθὸ ἀγαθόν. εἰ γὰρ LXXXIV μὴ οὕτω τεθείη, φησίν, ὁ ἐπαναδιπλούμενος ὅρος ἀλλὰ πρὸς τῇ ἐλάττονι οιον η δικαιοοσύνη ἀγαθὸν 〈ὅτι ἀγαθόν>, καὶ ἀσύνετον ἔσται τὸ λεγόμενον καὶ ψεῦδος. ὅταν γὰρ εἴπωμεν ῾ἡ δικαιοσύνη ἀγαθὸν ὅτι ἀγαθόν᾿, εἰ μὲν οὖν τοῦτο λέγομεν, ὅτι ἀγαθόν ἐστι διότι ἀγαθόν ἐστι, γελοῖον καὶ ἀσύνετον τὸ λεγόμενον, ὡς ὅν εἰ ἐλέγομεν ‘Σωκράτης ἄνθρωπός ἐστιν ὅτα ἄνθρωπός ἐστιν᾿· εἰ δὲ μὴ οὕτω φαμὲν τὸ ῾ὅτι ἀγαθόν᾿ ἀλλ’ ἀντὶ ῾ὅπερ τ,ὸ ἀγαθόν᾿, ὅτι ἀγαθόν εστιν ἡ δικαιοσύνη οὐ τὸ τυχὸν ἀλλὰ ὅπερ τὸ ἀγαθόν, ψευδὴς ὁ λόγος· οὐ γάρ ἐστι τὸ γενικὸν ἀγαθὸν ἡ δικαιοσύνη. ἔστι γὰρ καὶ ἄλλα ἀγαθά, σωφροσύνη, ὑγίεια, φρόνησις. μόνως οὖν ἐν τῷ μείζονι ὅρῳ θετέον τὸν ἐπαναδιπλούμενον ὅρον. p. 49a22 Ὁμοίως δὲ καὶ εἰ τὸ ὑγιεινὸν δειχθείη ὅτι ἐπιστητόν εστιν ᾗ ἀγαθόν. Ἕτερον ὑπόδειγμα· τὸ ὑγιαίνειν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν, τὸ ὑγιαίνειν ἄρα ἐπιστητόν ἐστιν ὅτι ἀγαθόν. p. 49a23 Ἢ τραγέλαφος ᾗ μὴ ὄν. Τρίτον υπόδειγμα· ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν δοξαστὸν ᾗ μὴ ὄν, ὁ τραγέλαφος ἄρα δοξαστόν ἐστιν ᾗ μὴ ὄν. παραλέλειπται τὸ δοξαστόν. p. 49a24 Ἢ ὁ ἄνθρωπος φθαρτὸν ᾓ αἰσθητόν. Ὁ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτὸν ᾗ αἰσθητόν, ὁ ἄνθρωπος ἄρα φθαρτὸς ᾗ αἰσθητός. καὶ ἐπὶ πάντων ὁ αὐτὸς τρόπος. p. 49a27 Οὐχ ἡ αὐτὴ δὲ θέσις τῶν ὅρων, ὅταν ἁπλῶς τι συλλογισθῇ καὶ ὅταν τόδε τι ἢ πῇ ἢ πῶς. Πάλιν ἐπὶ ἕτερον μεταβαίνει θεώρημα. πολλάκις, φησί, βουλόμεθα δεῖξαι ὅτι τόδε τῷδε ὑπάρχει, οἷον ὅτι ὁ ἄνθρωπος ἐπιστητός ἐστιν· πολλάκις δὲ οὐχ ἁπλῶς ὅτι τὸ ἐπιστητὸν αὐτῷ ὑπάρχει δεῖξαι βουλόμεθα, ἀλλὰ καθὸ λευκός ἐστιν ἢ καθὸ φιλόσοφος. οὐ τὸν αὐτὸν <οὖν>, φησί, δεῖ τιθέναι μέσον ὅρον, ὅταν ἁπλῶς τε ὑ|πάρχειν ἢ] τινί τι δεῖξαι βουλώμεθα, LXXXV r καὶ ὅταν πῇ ὑπάρχειν, ἀλλ’ εἰ μὲν ἁπλῶς ὑπάρχει τὸ κατηγορού- μενον, καθολικὸν δεῖ τιθέναι καὶ τὸν μέσον ὅρον, εἰ δὲ πῇ, καὶ ὁ μέσος ὅρος μερικώτερος ἔσται. οἷον, φησίν, εἰ τὸ ἀγαθὸν ἐπιστητὸν ἁπλῶς δεῖξαι θελήσομεν, καὶ πάλιν εἰ μὴ ἁπλῶς ὅτι ἐπιστητόν, ἀλλ’ ὅτι ἀγαθὸν ἐπιστητόν· ἔστω γὰρ μέσος ὅρος δι’ οὗ δείκνυται τὸ πρόβλημα τὸ ὄν· δῆλον οὖν ὅτι ἐπὶ μὲν τοῦ προτέρου συλλογισμοῦ τὸ ἁπλῶς ὂν μέσον τεθήσεται, ἐπὶ δὲ τοῦ δευτέρου τὸ τὶ ὄν. οἷον τὸ ἀγαθὸν ὄν ἐστι, τὸ ὂν ἐπιστητόν ἐστιν ὅτι ὄν, τὸ ἀγαθὸν ἄρα ἐπιστητόν ἐστιν ὅτι ὄν. ἐπὶ δὲ τοῦ δευτέρου ἔστω μέσον τὸ τὶ ὄν, οἷον τὸ ὠφέλιμον ἡ αἱρετὸν ἡ ἐφετὸν ἤ τι τοιοῦτον ἕτερον· τὸ ἀγαθὸν ὠφέλιμον, τὸ ὠφέλιμον ἐπιστητὸν ὅτι ἀγαθόν, τὸ ἀγαθὸν ἄρα ἐπιστητὸν ὅτι ἀγαθόν· τὸ γὰρ αἱρετὸν καὶ ὠφέλιμον οὐχ ἁπλῶς ὄντα ἀλλὰ τινὰ ὄντα. ἴδωμεν δὲ καὶ τὴν λέξιν. p. 49a31 Ἐστω γὰρ τὸ μὲν Α ἐπιστήμη ὅτι τὶ ὄν, ἐφ’ ᾧ δὲ Β ὄν τι, τὸ δὲ ἐφ᾿ ᾧ Γ ἀγαθόν. Πρῶτον τοῦ πῇ, οὐ τοῦ ἁπλῶς ὑπόδειγμα τίθησιν· οἷον τὸ ἀγαθὸν τὶ ὅν, τοῦ τινὸς ὄντος ἐπιστήμη ἐστὶν ὅτι τι ὄν, τοῦ ἀγαθοῦ ἄρα ἐπιστήμη ἐστὶν ὅτι τι ὄν. ἐθήκαμεν δὲ ἤδη ἐπὶ ὅρων τὰς προτάσεις. p. 49a36 Ἢν γὰρ τὸ τὶ ὂν τῆς ἰδίας σημεῖον οὐσίας. Οἷον τὸ ὠφέλιμον ἡ τὸ αἱρετὸν τῆς ἰδιαζούσης τοῦ ἀγαθοῦ οὐσίας δηλωτικά ἐστι· τὸ δὲ ὂν ἁπλῶς οὐ τῆς ἰδίας οὐσίας κατηγορεῖται ἀλλὰ τῆς κοινῆς. p. 49a36 Εὶ δὲ τὸ ὂν μέσον ἐτέθη καὶ πρὸς τῷ ἄκρῳ τὸ ὂν ἀπλῶς καὶ μὴ τὸ τὶ ὂν ἐλέχθη, οὐκ ἂν ἦν συλλογισμὸς ὅτι ἐστὶν ἐπιστήμη τοῦ ἀγαθοῦ ὅτι ἀγαθὸν ἀλλ’ ὅτι ὄν. Εἰ ἐν τῷ μέσῳ ὅρῳ, φησί, μὴ τὸ τὶ ὂν τεθῇ ἀλλ’ ἁπλῶς τὸ ὂν καὶ πρὸς τῷ μείζονι ὅρω μὴ τὸ κατὰ τι ἐπιστητὸν ἀλλὰ τὸ ἀπλῶς ἐπιστητὸν ᾗ ὄν ἐστι, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται, ἀπλῶς καὶ οὐ πῇ, οἷον ὅτι τὸ ἀγαθὸν ἐπιστητὸν οὐχ ᾗ ἀγαθὸν ἀλλ’ ἀπλῶς ᾗ ὄν. p. 49b3 Δεῖ δὲ καὶ μεταλμβάνειν ἃ τὸ αὐτὸ δύναται, LXXXV r ματαἀντ’ ὀνομάτων καὶ λόγους ἀντὶ λόγων καὶ ὄνομα καὶ λόγον. Ἐπι ἄλλο τι παράγγελμα μεταβαίνει. ἐπειδὴ γὰρ πρὸς τοῖς ἄλλοις καὶ τῆς τῶν λεγομένων σαφηνείας ἀντιποιούμεθα, ἐν ὅσοις εὑρίσκονται πλείονες ὅροι τὸ αὐτὸ δηλοῦντες, δεῖ ἀντιμεταλαμβάνειν ἐκ τῶν ἀσαφεστέρων τοὺς σαφεστέρους. καὶ ἀντὶ ὀνόματος δέ, ἔνθα ἄν δέῃ, ἀντιμεταληπτέον λόγον καὶ ἀντὶ λόγου λόγον καὶ ἀντὶ λόγου ὄνομα· πολλάκις γὰρ ἡ μετά- ληψις σαφέστερον ὃ βουλόμεθα δεῖξαι παρίστησιν. οἷον εἰ τὴν ἀρετὴν αὐτοπραγίαν τις εἴποι εἶναι τῶν μορίων τῆς ψυχῆς, δυνατὸν σαφέστερόν τινα λόγον μεταλαβόντας εἰπεῖν προσήκουσαν ἐνέργειαν ἑκάστου τῶν τῆς ψυχῆς μορίων· λόγος γὰρ ἀντὶ λόγου μετείληπται. πάλιν ἀντὶ τοῦ εἰπεῖν ὅτι ὁ ἄνθρωπος οὐκ ἔστιν ὅπερ ζῷον ἀντὶ τοῦ ῾ὅπερ ζῷον᾿ λόγου ὄντος μεταληπτέον εἰς] ὄνομα σαφέστερον, ὅτι ὁ ἄνθρωπος οὐκ ἔστι γένος· τὸ γὰρ ῾ὅπτε ζῷον᾿ τὸ γενικὸν ζῷον σημαίνει. ἢ ἀντὶ τοῦ εἰπεῖν ῾Σωκράτης ζῷον πεζὸν δίπουν ὀρθοπεριπατητικὸν πλατυώνυχον᾿ λεκτέον ὄνομα, ῾Σωκράτης ἄνθρωπός ἐστιν᾿. ἢ ἔμπαλιν ἀντὶ τοῦ ὀνόματος τὸν λόγον, εἰ σαφέστερόν ἐστι πρὸς τὸ προκείμενον πρόβλημα. ἀλλὰ καὶ ἀντὶ ὀνόματος ὄνομα, οἷον ἀντὶ τοῦ εἰπεῖν ῾ἡ δικαιοσύνη λυσιτελές᾿ λέγειν ὅτι ἡ δικαιοσύνη συμφέρον ἢ ἀγαθὸν ἢ ὠφέλιμον. p. 49b5 Καὶ ἀεὶ ἀντὶ τοῦ λόγου τοὔνομα λαμβάνειν· ῥᾴων γὰρ ἡ τῶν ὅρων ἔκθεσις. οἷον εἰ μηδὲν διαφέρει εἰπεῖν τὸ ὑποληπτὸν τοῦ δοξαστοῦ μὴ εἶναι γένος ἢ μὴ εἶναι ὅπερ ὑποληπτόν τι τὸ δοξαστόν ταὐτὸν γὰρ τὸ σημαινόμενον), ἀντὶ τοῦ λόγου τοῦ λεχθέντος τὸ ὑποληπτὸν καὶ τὸ δοξαστὸν ὅρους θετέον. Πειρᾶσθαι, φησί, χρὴ μάλιστα ὀνόματα ἀντὶ λόγων λαμβάνειν· ῥᾳδία γὰρ ἡμῖν ἔσται, φησίν, ἡ τῶν ὅρων ἔκθεσις μάλιστα εἰς τὸ περὶ τῆς εὐπορίας τῶν προτάσεων πρόβλημα, ῥᾷον <ὂν> εὑρίσκειν τὰ τοῖς ὅροις παρακολουθοῦντα ἢ τὰ ὅλοις λόγοις. καὶ ὅλως, εἰ ταὐτὸν δύναται τὸ ὄνομα τῷ λόγῳ, ἐν μὲν τῇ ἐκθέσει τοῖς ὅροις χρησόμεθα, ἐν δὲ τῇ συμπλοκῇ τῶν προτάσεων τοῖς λόγοις· εἰς τοῦτο γὰρ ἡμῖν συνοίσει. ὥσπερ ἐφ’ οὗ ἐξέθετο παραδείγματος, οἷον ὅτι τὸ δοξαστὸν ὅπερ ὑποληπτόν οὐκ ἔστιν ἢ τοῦ δοξαστοῦ τὸ ὑποληπτὸν οὐκ ἔστι γένος· ἀμφότεροι μὲν γὰρ οἱ λόγοι τὸ αὐτὸ δύνανται· ἐν δὲ τῇ ἐκθέσει οὐ δεῖ τοὺς λόγους ἐκτίθεσθαι ἀλλὰ τοὺς ὅρους μόνους, τὸ δοξαστόν φημι καὶ τὸ ὑποληπτόν. p 49b10 Ἐπεὶ δὲ οὐ ταὐτόν ἐστι τὸ εἶναι τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸ εἶναι τὴν ἡδονὴν τὸ ἀγαθόν, οὐχ ὁμοίως θετέον τους ορους. Ἄλλο πάλιν θεώρημα παραδίδωσιν, ὅτι οὐ δεῖ μηδὲν οἴεσθαι τὸ παρὰ μικρὸν ἐκκεῖσθαι τοὺς ὅρους, ὅπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν, οἷον μετὰ ἄρθρου καὶ ἐκτὸς ἄρθρου· ὅλῳ γὰρ καὶ παντὶ διαλλάττειν ποιεῖ τοὺς ὅρους προσκείμενον τὸ ἄρθρον ἢ μὴ προσκείμενον. οἷον εἴ τις εἴποι ὅτι ἡ ἡδονὴ τὸ ἀγαθόν ἐστι· τὸ μὲν γὰρ λέγειν ὅτι ἡ ἡδονὴ ἀγαθόν ἐστι τοῦτο σημαίνει, ὅτι <τι> ἀγαθόν ἐστιν ἡ ἡδονή· τὸ δὲ λέγειν ὅτι ἡ ἡδονὴ τἀ|γα LXXXV v θὸν τοῦτ’ ἔστιν, ὅτι πᾶν ἀγαθόν ἐστιν ἡ ἡδονὴ ἢ ὅτι γένος τῶν ἀγαθῶν. ὥστε, φησίν, ἐπισκοπεῖν δεῖ τί βουλόμεθα συμπερᾶναι. εἰ μὲν γὰρ ὅτι ἡ ἡδονή τι ἀγαθόν ἐστιν, ἐν τῷ μείζονι ἄκρῳ τὸ] ἀγαθὸν θετέον· οἷον ἡ ἡδονὴ φυσική ἐστιν ἐνέργεια, πᾶσα φυσικὴ ἐνέργεια ἀγαθόν, ἡ ἡδονὴ ἄρα ἀγαθόν· εἰ δὲ ὅτι ἁπλῶς ἀγαθόν ἐστιν ἡ ἡδονή, τουτέστιν ὅπερ τὰ ἀγαθόν, μετὰ τοῦ ἄρθρου θετέον τὸν μείζονα. παρατίθεται δὲ ὁ Ἀλέξανδρος χαριέστατόν τι παράδειγμα δεικνὺς ὅτι ὅλῳ καὶ παντὶ ἐξαλλαγὴν ποιεῖ ἡ παρὰ μικρὸν τῶν ὅρων θέσις. λέγει γὰρ οὕτως· “εἰ οὐδέν ἐστιν, οὐδὲ νύξ ἐστιν· εἰ μὴ νύξ ἐστιν, ἡμέρα ἐστίν· εἰ ἄρα οὐδέν ἐστιν, ἡμέρα ἐστί”,' καὶ ὅρα πῶς βραχεῖα ἐναλλαγὴ τοσαύτην ἐναλλαγὴν ἐποίησε· τὸ γὰρ ῾οὐδὲ νύξ ἐστιν᾿ δέον οὕτω λαβεῖν καὶ ἐν τῇ μείζονι προτάσει. οὕτω γὰρ ἂν ψευδὴς ἐγίνετο ἡ μείζων πρότασις ῾εἰ οὐδὲ νύξ ἐστιν, ἡμέρα ἐστίν᾿· τοῦτο γὰρ ψεῦδος· ἀληθὲς δὲ τὸ ῾εἰ οὐδὲ νύξ ἐστιν, οὐδὲ ἡμέρα ἐστίν·· καὶ συνήγετο ῾εἰ οὐδέν ἐστιν, οὐδὲ ἡμέρα ἐστίν᾿. ἀντὶ οὖν τοῦ εἰπεῖν εἰ οὐδὲ νύξ ἐστιν᾿ εἶπεν ‘εἰ μὴ νύξ ἐστιν᾿, καὶ οὕτω λοιπὸν ἔσχε χώραν τὸ ἐπάγειν ἡμέρα ἐστίν᾿. p. 49b14 Οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ’ εἰπεῖν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, καὶ τὸ εἰπεῖν ᾧ παντὶ τὸ Β ὑπάρχει, καὶ τὸ Α παντὶ ὑπάρχει. Ἐπειδὴ πολλάκις τῶν ἀρχαιοτέρων τινὲς ἢ καὶ οἱ προσδιαλεγόμενοι οὐ τὰς δύο προτάσεις τοῦ συλλογισμοῦ λέγουσιν, ὡς καὶ ἔμπροσθεν εἴρηται, ἀλλ’ ἔστιν ὅτε τὴν ἐλάττονα μόνην εἰπόντες εὐθὺς ἐπάγουσι τὸ συμπέρασμα, διδάσκει ἡμᾶς πῶς καὶ τούτους ἀναλύσομεν τοὺς συλλογισμούς, καὶ πῶς μὲν ἔχοντες ὀρθῶς ἔχουσι, πῶς δὲ οὐκ ὀρθῶς. ἔστωσαν δὲ οἱ τρεῖς ὅροι τοῦ συλλογισμοῦ οἱ Α Β Γ, μείζων μὲν ὁ Α, ἐλάττων δὲ ὁ Γ, μέσος LXXXV v δὲ ὁ Β. ἐὰν οὖν, φησίν, οὕτω τις εἴπῃ, ὅτι ᾧ τὸ Β ὑπάρχει παντί, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί, οἷον τῷ Γ, συλλογιστικὸς οὗτος ὁ λόγος. ἔστι δὲ ἐλάττων μὲν πρότασις ἡ Β Γ, συμπέρασμα δὲ ἡ Α Γ, ἡ δὲ μείζων, ἥτις καὶ παραλέλειπται, ἡ Α Β, ἐὰν δὲ οὕτω τις εἴπῃ, φησίν, ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, παραλογίζεται· καὶ τὸ Β γὰρ εἰ ὑπάρχει τῷ Γ, ἐνδέχεται τὸ Α οὐ μόνον παντὶ τῷ Γ ὑπάρχειν ἀλλ’ ἔστιν ὅτε καὶ οὐδενι. τοῦτο δὲ συμβαίνει διὰ τὸ ἀπροσδιόριστον εἰλῆφθαι τὴν ΒΓ πρότασιν, λέγω δὴ τὴν ἐλάττονα, τὰς δὲ ἀπροσδιορίστους ταῖς μερικαῖς ἰσοδυναμεῖν. ἔστω γὰρ τὸ μὲν Α λευκόν, τὸ δὲ B πτηνόν, τὸ δὲ Γ ζῷον. ἀληθὲς δὴ εἰπεῖν ὅτι τὸ πτηνὸν ὑπάρχει τῷ ζῴῳ· τινὶ γὰρ ζῴῳ ὑπάρχει· αἱ γὰρ ἀπροσδιόριστοι ἰσοδυναμοῦσι ταῖς μερικαῖς. οὐκέτι δὲ ἀληθὲς εἰπεῖν ὅτι τὸ λευκὸν παντὶ ζῴῳ ὑπάρχει· τινὶ γὰρ ὑπάρχει, οἷον τῷ κύκνῳ. εἰ δὲ ληφθείη μέρος τοῦ ζῴου ᾧ μὴ ὑπάρχει τὸ λευκόν, οἷον τῷ κόρακι, τούτῳ τὸ πτηνὸν μὲν ὑπάρξει, τὸ λευκὸν δὲ οὐχ ὑπάρξει. τὰ μὲν οὖν λεγόμενα ταῦτά ἐστιν. οὐ μόνον δὲ ὅτε οὕτω φαμέν, ὅτι ᾧ τὸ B ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἐνδέχεται τὸ Α ποτὲ μὲν παντὶ τῷ Γ ποτὲ δὲ μηδενί, ἀλλὰ κἂν οὕτως εἴπωμεν, ὅτι ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί. οὐδὲ γὰρ οὕτως ἀεὶ ἀληθὲς τὸ ᾧ τὸ Β παντί, τούτῳ καὶ τὸ Α παντί· ἐνδέχεται γὰρ καὶ μηδενί. εἰ γὰρ ἡ Α Β ἀποφατικὴ ληφθείη, τὸ μὲν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί. ἔστω γὰρ τὸ μὲν Α ἄψυχον, τὸ δὲ Β ζῷον, τὸ δὲ Γ πτηνόν· τὸ μὲν οὖν Β παντὶ τῷ Γ ὑπάρξει, τὸ δὲ Α οὐδενί. εἰ δὲ ποτὲ ἐνδέχεται, οἷον εἰ ἀντὶ τοῦ ἀψύχου τὸ ἔμψυχον λάβω, καὶ ἐπὶ τῆς ἑτέρας συμπλοκῆς τὸ αὐτὸ ἐνδέχεται, εἰ λάβω λευκόν, ἄλογον, κύκνον· ᾧ γὰρ ὑπάρχει τὸ ἄλογον, οἷον κύκνῳ, τούτῳ παντὶ ὑπάρχει τὸ λευκόν. ἀλλ’ αἱ συλλογιστικαὶ συζυγίαι οὐκ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεῖς ἦσαν ἐπὶ τινὸς δὲ οὔ, ἀλλ’ ἐπὶ πάσης τοῦτο γὰρ ταῖς ἀσυλλογίστοις ὑπῆρχε τὸ ἐπὶ τινὸς μὲν ὕλης ἀληθεύειν ἐπὶ τινὸς δὲ ψεύδεσθαι), ὡς εἶναι δῆλον ὅτι, καὶ ὅτε ἠλήθευον, οὐ διὰ τὴν συμπλοκὴν τῶν προτάσεων ἀλλὰ διὰ τὴν ὕλην ἠλήθευον, ἐπεὶ καὶ ἐκ ψευδῶν προτάσεων δυνατὸν ἦν ἀληθές τι συναγαγεῖν διὰ τὴν παραλαμβανομένην ὕλην. ἐπὶ τούτοις ἔλεγεν ὁ φιλόσοφος ὅτι μήποτε ὁ Ἀριστοτέλης οὐδὲν ἕτερον διὰ τῶν νῦν παραδιδομένων θέλει διδάξαι ἢ ὅπερ φθάσας ἐδίδαξεν, LXXXVV ὅτι ἀδύνατόν ἐστιν ἐν πρώτῳ σχήματι καθολικόν τι συναχθῆναι συμπέρασμα καταφατικόν, εἰ μὴ πάντως καθολικὴ εἴη ἡ ἐλάττων· τὴν γὰρ μείζονα πρό- δηλον ὡς ἀνάγκη ἀεὶ καθολικὴν εἶναι. τούτου οὖν ὑrοκ̀ο͂ιμένου, λέγω δὴ τοῦ καθολικὴν εἶναι τὴν μείζονα, εἰ μὲν καὶ ἡ ἐλάττων καθολικὴ ληφθῇ, πάντως καθολικὸν ἔσται καὶ τὸ συμπέρασμα, εἰ δὲ ἀπροσδιόριστος, οὐ πάν- τώς. ἀλλ’ εἰ τοῦτο ἔλεγε, πρῶτον μὲν περιττὸν περὶ τούτου νῦν λέγειν, περὶ οὗ ἱκανῶς ἐν τῷ περὶ γενέσεως τῶν συλλογισμῶν ἐδίδαξε· νῦν γὰρ περὶ ἀναλύσεως, οὐ περὶ γενέσεως συλλογισμῶν διδάξαι βούλεται. ἔπειτα εἰ δεῖ τὴν μείζονα ὡς ὁαι)̔λο-ίουμένrν καθόλου καταφατικὴν λαμβάνειν, οὐκέτι ἀληθεύει ἐπὶ τῆς ἀ̣-ιοοσδιορίστου λέγων ὅτι ἐνδέχεται ᾧ τὸ Β ὑπάρχει, τούτῳ μηδέν.̓̀ ὑπάρχειν τὸ . εἰ γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β ὑπάρχει τῷ Γ, τουτέστι τινί, πάντως καὶ τὁ Α τινὶ τῷ Γ ὑπάρξει, οὐδέποτε δὲ οὐδενί· ἀδύνατον γὰρ ἐκ δύο καταφατικῶν ἀποφατικὸν συνα- χθῆνι συμπέρασμα. ὅσον οὖν ἐμὲ εἰδέναι οὐ φαίνεται ὑγιῶς ἔχειν τὸ προκείμενον χωρίον. τὴν λέξιν δὲ ὅμως ἐγͅισκ̀εψώ1aς͂θα. Oὐκ ἔστι δὲ ταὐτὸν οὔτε εἶναι οὄτε εἰπεῖν, ὅτι ro τὸ B ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει, τουτέστιν οὔτε κατὰ τὴν τῶν πραγμάτων ὑπόστασιν οὕτε κατὰ τὴν τῶν λόγων προφορὰν ταὐτόν ἐστι τὸ ὑπάρχειν τε ἁπλῶς καὶ ἀrροσδιορίστως καὶ παντὶ ὑπάρχειν· κἂν γὰρ μὴ παντὶ υπάρχῃ, λέγοιiτο ἂν ἁπλῶς ὑπάρχειν, ὥς φαμεν τὸ φιλοσοφεῖν LXXXVI1 ἀνθρώπῳ ὑπάρχειν, καίτοι οὐ πᾶς ἄνθρωπος φιλοσοφεῖ, ἀλλ ὅτι τινὶ ὑπάρχει. p. 49b20 Ei μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δὲ καθ οὗ τὸ Β. Tουτέστ‘ν ἐὰν ἡ μείζων πρότασις ἡ Λ Β μερικὴ εἴη, κἄν τε καθόλου εἴη ἡ ἐλάττων ή Β Γ κὰ́ν τε μερική, ἐνδέχεται τὸ Α μηδενὶ ὑπάρχειν τῷ Γ, ὡς ἐφ’ ὧν ἐθήκαμεν παραδ---ιγαιάτων. ὅσον οὖν ἀπὸ τούτων δόξει, ὅπερ ἤδη εἰρήκαμεν, τὴν μείζονα πρότασιν ὁμολογουuένω-̀ καθόλου καιαφατικῂν λαμβάνειν. ἀλλὰ προἰὼν ἐπὶ τῆς ἀσυλλογίστου συζυγίας οὐκέτι τοῦτο λαμ- βάνει, ὡς ἤδη εἰρήκαμεν. p. 49^22 Ei δὲ καθ’ οὗ ἄν τὸ B λέγηται ἀληθῶς, τούτῳ παντὶ τὸ Α ὑπάρχει, συμβήσεται τὸ , καθ’ οὗ παντὸς τὸ Β λέγεται, io κατὰ τούτου παντὸς λέγεσθαι. Tὴν συλλογιστικὴν ἐκτίθεται συζυγίαν, ὅτι εἰ τὸ Β παντὶ τῷ Γ ὑπάρχει, προυποκειμένου τοῦ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχειν, συνάγεται ὅτι τὸ LXXXVI r Α παντὶ τῷ Γ ὑπάρξει. τὸ οὗν καθ’ οὗ ἂν τὸ Β λέγηται ἀληθῶς ἀντὶ τοῦ κατὰ παντὸς ἀκουστέον· ἑξῆς γοῦν φησι συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ B λέγεται. p. 49b25 Εἰ μέντοι τὸ Α λέγεται καθ’ οὗ ἂν τὸ Β λέγηται κατὰ παντός, οὐδὲν κωλύει τῷ Γ ὑπάρχειν τὸ B, μὴ παντὶ δὲ τὸ Α ἢ ὅλως μὴ ὑπάρχειν. Τὴν ἀσυλλόγιστον ἀναλαμβάνει συζυγίαν. ὑπερβατῶς δέ ἐστιν ἡ λέξις εἰ μέντοι τὸ Α λέγεται κατὰ παντὸς καθ’ οὗ τὸ Β λέγεται. εἰ οὗν οὕτως ἔχοιεν, φησίν, ὥστε τὴν ἐλάττονα ἀπροσδιόριστον εἶναι, ἐνδέχεται, φησί, τὸ Α ποτὲ μὲν οὐ παντὶ τῷ Γ, ποτὲ δὲ οὐδενὶ ὅλως ὑπάρχειν. καὶ σκόπει ἐκ τούτων ὅτι, εἰ ὁμολογουμένως τὴν μείζονα καθολικὴν καταφατικὴν ἐλάμβανεν, οὐκ εἶχε χώραν λέγειν ὅτι ἐνδέχεται τὸ Α μηδενὶ τῷ Γ ὑπάρχειν· τῆς γὰρ μείζονος καθόλου καταφατικῆς οὔσης τῆς δὲ ἐλάττονος ἀπροσδιορίστου καταφατικῆς ἀνάγκη πᾶσα καὶ τὸ συμπέρασμα μερικὸν καταφατικὸν εἶναι. πῶς οὖν φησιν ὅτι ἐνδέχεται τὸ Α τῷ Γ ὅλως μὴ ὑπάρχειν; p. 49b27 Ἐν δὴ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ’ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α. Τὸ λέγειν, φησί, καθ’ οὗ 〈τὸ Β> παντὸς τὸ Α λέγεται τοῦτο σημαίνει, ὅτι καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων τούτων καὶ τὸ Α λέγεται. τοῦτο δὲ οὐκ ἄλλως συμβαίνει, εἰ μὴ καὶ τὸ Α παντὶ τῷ Β ὑπάρχει. p. 49b30 Καὶ εἰ μὲν κατὰ παντὸς τὸ B, καὶ τὸ Α οὕτως. Τουτέστιν εἰ ἡ ἐλάττων καθόλου καταφατικὴ εἴη, καὶ τὸ συμπέρασμα τοιοῦτον· οἷον εἰ τὸ Β παντὶ τῷ Γ, καὶ τὸ Α παντὶ τῶ Γ. εἰ δὲ τὸ Β μὴ κατὰ παντὸς ὑπάρχει τοῦ Γ, οὐκ ἀνάγκη τὸ Α παντὶ τῷ Γ ὑπάρχειν, ἀλλ’ ἐνδέχεται καὶ μὴ ὑπάρχειν. p. 49b33 Οὐ δεῖ δὲ οἵεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι ἐκτίθεσθαί τι συμβαίνειν LXXXVIr ἄτοπον· οὐδὲν γὰρ προσχρώμεθα τῷ τόδε τι εἶναι. Ἐπειδὴ διὰ παντὸς τοῦ βιβλίου διὰ τῆς τῶν στοιχείων ἐκθέσεως τὴν διδασκαλίαν ἐποιήσατο, ἵνα μή τις ὑπονοήσῃ ὅτι ἡ τῶν στοιχείων ἔκθεσις αἰτία ἐστὶ τοῦ ἢ συλλογιστικὰς εἶναί τινας τῶν συμπλοκῶν ἢ ἀσυλλογίστους, αὐτὸ τοῦτο διδάσκει, ὅτι οὐ παρὰ τὴν ἔκθεσιν τῶν στοιχείων τὰ συμβάντα συμβέβηκε. καὶ τί λέγω τῶν στοιχείων, ὅπου γε οὐδὲ παρὰ τὴν τῶν παραληφθέντων ὅρων φύσιν οὐδὲν τῶν συμβάντων συμβέβηκεν; ἀλλ᾿ ὥσπερ ὁ γεωμέτρης σαφηνείας ἕνεκεν τοῦ μανθάνοντος ἐκτίθεται εὐθεῖάν τινα καὶ ταύτην ἀξιοῖ ἀπλατῆ εἶναι οὐκ οὖσαν ἀπλατῆ ἢ ἄπειρον εἶναι οὐκ οὖσαν ἄπειρον, ὁμοίως καὶ κύκλον γράφει οὐκ ὄντα κύκλον καὶ διάμετρον ὁμοίως καὶ κέντρον καὶ τὰ λοιπὰ ἃ λαμβάνει, καὶ οὐ παρὰ τὰ ἐκτεθέντα συμβαίνει τὰ ἀποδεικνύμενα ἀλλὰ παρὰ τὰ νοούμενα, οἷον τὸ ἀπλατῆ εἶναι τὴν εὐθεῖαν, κἂν ἡ ἐκκειμένη μή ἐστιν ἀπλατής, καὶ παρὰ τὸ τοῦ κύκλου κέντρον ἢ τὴν διάμετρον, κἂν τὰ ἐκκείμενα μὴ οὕτως ἔχῃ, τῆς δὲ διδασκαλίζας ἕνεκεν μόνης ἐκτίθεται τὰ τοιαῦτα, διότι οἱ εἰσαγόμενοι δέονται τῆς δι’ αἰσθήσεως ὁδηγίας μήπω τοῖς νοητοῖς αὐτοῖς καθ’ αὑτὰ ἐπιβάλλειν δυνάμενοι, οὕτω, φησί, καὶ ἡμεῖς τοῖς στοιχείοις ἐχρησάμεθα καὶ τοῖς ὅροις εἰς σαφήνειαν τῆς διδασκαλίας, οὐ παρὰ ταῦτα ἀποδείξαντες τὰ ἀποδεδειγμένα ἀλλὰ παρὰ τὴν συμπλοκὴν τοῦ καθολικοῦ τε καὶ μερικοῦ καταφατικοῦ τε καὶ ἀποφατικοῦ· ἄνευ γὰρ τῆς τούτων τοίας ἡ τοίας συνθέσεως οὐδὲν ἐδείκνυτο. οὕτω γοῦν ἐλέγομεν ὅτι, εἰ τὸ Α παντὶ τῷ Β ὑπάρχει, πᾶσι τοῖς μέρεσιν αὐτοῦ ὑπάρχει, καὶ εἰ τὸ Β τῷ Γ ὑπάρχει ἢ παντὶ ἢ τινί, μέρος ἂν εἴη τὸ Γ τοῦ Β, ὥστε καὶ τὸ Α παντὶ ἢ τινὶ τῷ Γ ὑπάρξει. καὶ οὕτως ἐπὶ πάντων ἐκ τούτων ἐγίνετο ἡ ἀπόδειξις, οὐκ ἐκ τῶν ἐκκειμένων. p. 49b36 Ἀλλ᾿ οὐχ οὕτω χρῆται ὡς ἐκ τούτων συλλογιζόμενος. Οὐχ οὕτως χρῆται, φησί, τοῖς ἐκκειμένοις ὡς ἔχει φύσεως· οὐδὲ γὰρ ἀπλατὴς ἡ ἐκτεθεῖσα οὐδὲ ποδιαία. οὕτως οὖν οὐδὲ ἡμεῖς ἐκ τῆς φύσεως τῶν ἐκτεθέντων στοιχείων ἢ τῶν ὅρων ἀπεδείξαμεν. ἀλλὰ πόθεν ἐπήγαγεν. | ὅλως γάρ, φησίν, ὃ μή ἐστιν ὡς ὅλον πρὸς LXXXVI v μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς μέρος πρὸς ὅλον, ἐξ οὐδενὸς τῶν τοιούτων δείκνυσιν ὁ δεικνύων, τουτέστιν εἰ μὴ οὕτως ἔχοιεν οἱ ὅροι ὥστε τὸν μὲν μείζονα περιέχειν τὸν μέσον τὸν δὲ μέσον τὸν ἐλάττονα, ἐξ οὐδενὸς τῶν ἐκκειμένων εἴτε ὅρων εἴτε στοιχείων ἡ ἀπόδειξις ἐγίνετο. p. 50a1 Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπ·ερ καὶ τῷ αἰσθάνεσθαι, τὸν μανθάνοντα λέγοντες. Τουτέστιν ὥσπερ ἐπὶ τῶν μαθημάτων τῇ αἰσθήσει τοῦ μανθάνοντος χρώμεθα, καταγράφοντες ποδιαίαν τὴν μὴ οὖσαν ποδιαίαν καὶ ἀπλατῆ ὁμοίως, διὰ τὸ μὴ δύνασθαι μόνῃ τῇ φαντασίᾳ τοῖς ἐξ ὧν ἡ ἀπόδειξις ἐπιβάλλειν, οὕτω κ,αὶ ἡμεῖς τοῦ σαφοῦς ἕνεκεν τῆς διδασκαλίας τοῖς ὅροις καὶ τοῖς στοιχείοις ἐχρησάμεθα. οὐ γὰρ οὕτω, φησίν, αὐτοῖς ἐχρησάμεθα ὡς χωρὶς αὐτῶν μὴ δυνάμενοι ἀποδεῖξαι, ὥσπερ ἀδύνατον ἀποδεῖξαι χωρὶς τῶν ἐξ ὧν ὁ συλλογισμός, λέγω δὴ τοῦ καθόλου, τοῦ μερικοῦ, τοῦ καταφατικου, του ἀποφατικοῦ· ἄνευ γὰρ τούτων ἀδύνατον ἀποδεῖξαι. p. 50a5 Μὴ λανθανέτω δὲ ἡμᾶς ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑν|ὸς σχήματός εἰσιν. Ὃ βούλεται διὰ τούτων δεῖξαι, ἐκεῖνό ἐστιν, ὅτι ἐπειδὴ τῶν συλλογισμῶν οἱ μὲν ἁπλοῖ εἰσιν, οἱ δὲ σύνθετοι, καὶ καθόλου οἱ μὲν ἐκ προσυλλογισμῶν δείκνυνται, ὧν αἱ προτάσεις οὐκ ἄμεσοι οὐδὲ αὐτόπιστοι, οἱ δὲ οὐδὲν δέονται προσυλλογισμῶν διὰ τὸ ἀμέσους τε εἶναι καὶ αὐτοπίστους τὰς προτάσεις, οὐ δεῖ, φησίν, ἀγνοεῖν ὅτι, ὅταν ἐκ προσυλλογισμῶν περαίηταί τις συλλογισμός, οὐ πάντως καθ’ ἓν καὶ τὸ αὐτὸ σχῆμα πάντα συνάγεται τὰ συμπεράσματα, ἀλλ’ ἔστιν ὅτε ἐν τοῖς] δύο ἢ καὶ τοῖς τρισίν. ἐὰν μὲν γὰρ θελήσας δεῖξαι, ὅτι Σωκράτης οὐσία ἐστί, χρήσωμαι μεταξὺ τῷ ζῴῳ, ὅτι Σωκράτης ζῷον, ἐπεὶ μὴ ἄμεσοι αἱ προτάσεις καὶ δεῖ τῆς ἑκατέρας κατασκευῆς, τίθημι μεταξὺ μὲν Σωκράτους καὶ τοῦ ζώου τὸν ἄνθρωπον, μεταξὺ δὲ τοῦ ζῴου καὶ τῆς οὐσίας τὸ ἔμψυχον, καὶ πάλιν μεταξὺ τοῦ ἐμψύχου καὶ τῆς οὐσίας τὸ σῶμα. καὶ δῆλον ὅτι πάντα LXXXVI v τὰ συμπεράσματα ἐν τούτῳ κατὰ πρῶτον γίνεται σχῆμα οὕτως· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, Σωκράτης ἄρα ζῷον· καὶ πάλιν Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, Σωκράτης ἄρα ἔμψυχον· καὶ οὕτως μέχρι τῆς οὐσίας. καὶ συντιθέμεναι πᾶσαι αἱ προτάσεις ἕνα σύνθετον ἐν πρώτῳ σχήματι ποιοῦσι συλλογισμόν· Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία ἐστίν. ὁμοίως καὶ ἐν δευτέρῳ μόνῳ δυνατὸν πάντα τὰ συμπεράσματα συναγαγεῖν. οἷον εἰ θελήσω δεῖξαι ὅτι τὰ φυτὰ οὐκ ἔστι ζῷα, δείκνυμι τοῦτο ἐν δευτέρῳ σχήματι μέσον ὅρον θεὶς τὴν αἴσθησιν· πᾶν ζῷον αἴσθησιν ἔχει, οὐδὲν φυτὸν αἴσθησιν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. εἰ μὲν οὖν ἡ κατηγορικὴ πρότασις δέοιτο κατασκευῆς, λέγω δὴ ἡ ὅτι πᾶν ζῷον αἴσθησιν ἔχει, πάντως διὰ τοῦ πρώτου δείκνυται σχήματος καθολικὴ οὖσα. εἰ δὲ μερικὴ εἴη, καὶ διὰ τοῦ πρώτου καὶ διὰ τοῦ τρίτου. εἰ δὲ ἡ ἀποφατικὴ δέοιτο κατασκευῆς καθολικὴ οὖσα, ἔστι μὲν ὅτε καὶ αὐτὴ διὰ τοῦ πρώτου δειχθήσεται, ἔστι δὲ ὅτε καὶ διὰ τοῦ δευτέρου· οἷον οὐδὲν φυστὸν δύναμιν ἔχει γνωστικήν τε καὶ διακριτικὴν τῶν προσπιπτόντων ἢ θιγγανόντων· πᾶσα δὲ αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτικὴ τῶν θιγγανόντων ἢ προσπιπτόντων· οὐδὲν ἄρα φυτὸν αἴσθησιν ἔχει. καὶ ἔστι συνθεῖναι τὸν συλλογισμὸν οὕτω· πᾶν ζῷον αἴσθησιν ἔχει, πᾶσα αἴσθησις δύναμίς ἐστι γνωστική τε καὶ διακριτική τινων, οὐδὲν φυτὸν δύναμιν γνωστικὴν ἢ διακριτικὴν ἔχει, οὐδὲν ἄρα φυτὸν ζῷον. τὴν γὰρ ἀποφατικὴν πρότασιν τὴν ἐν τῷ πρώτῳ συλλογισμῷ συμπέρασμα οὗσαν τοῦ προσυλλογισμοῦ οὐ παραληψόμεθα ἐν τῷ συνθέτῳ συλλογισμῷ· συντιθέντες γὰρ τοὺς συλλογισμοὺς τῶν προσυλλογισμῶν τὰ συμπεράσματα παραλιμπάνομεν, ὡς ἐπὶ τοῦ ῾Σωκράτης ζῷον, τὸ ζῷον ἔμψυχον, τὸ ἔμψυχον σῶμα, τὸ σῶμα οὐσία, Σωκράτης ἄρα οὐσία᾿. δυνατὸν δὲ καὶ διὰ τοῦ δευτέρου καὶ τοῦ τρίτου, εἰ μερικὸν εἴη τὸ ὀφεῖλον διὰ τοῦ προσυλλογισμοῦ ἀποδείκνυσθαι. ἔστω γὰρ πάλιν προκείμενον δεῖξαι ὅτι | οὐ πὰν ἔμψυχον αἰσθητικόν ἐστι, LXXXVII r καὶ εἰλήφθω μέσον τὸ ζῶον· τὸ οὖν ζῶον αἰσθητικῶ μὲν παντὶ ἐμψύχω δὲ οὐ παντί· οὐ πᾶς ἄρα ἔμψυχον αἰσθητικόν, ἢ τὸ αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. εἰ οὖν τις ζητοίη πόθεν ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ, δείξομεν τοῦτο ἐν τρίτῳ σχήματι μέσον λαβόντες τὸ φυτὸν οὕτως· ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυσχον παντὶ φυτῷ τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. καὶ πάλιν συνθεὶς τὸν συλλογισμόν φημι· ζῷον παντὶ αἰσθητικῷ, ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον παντὶ φυτῷ, καὶ συνάγεται αἰσθητικὸν οὐ παντὶ ἐμψύχῳ. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ τρίτου σχήματος ἐνδέχεται ποτὲ μὲν LXXXNIIr πάντα τὰ συμπεράσματα δι’ αὐτοῦ περαίνεσθαι, ἐνδέχεται δὲ καὶ διὰ τοῦ δευτέρου καὶ διὰ τοῦ <πρώτου. καὶ διὰ τοῦ> τρίτου ὅτι τὸ ζῷον οὐ παντὶ ἐμψύχῳ δέδεικται διὰ μέσου τοῦ φυτοῦ· τὸ ζῷον οὐδενὶ φυτῷ, τὸ ἔμψυχον παντὶ φυτῷ, τὸ ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ. πόθεν ὅτι τὸ ζῷον οὐδενὶ φυτῷ., δείξομεν διὰ τοῦ μέσου σχήματος μέσον λαβόντες τὸ αἰσθητικόν· τὸ γὰρ αἰσθη- τικὸν ζῴῳ μὲν παντὶ φυτῷ δὲ οὐδενί· τὸ ἄρα ζῷον οὐδενὶ φυτῷ. συνθεὶς συνθεὶς οὖν τὸν σύλλογισμόν φημι· τὸ αἰσθητικὸν παντὶ ζῴῳ φυτῷ δὲ οὐδενί, τὸ ἔμψοχον παντὶ φυτῷ, τὸ ἄρα ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπεὶ γὰρ τὸ αἰσθη τικὸν οὐδενὶ φυτῷ, οὐδὲ τὸ φυτὸν οὐδενὶ αἰσθητικῷ· αἰσθητικὸν δὲ παντὶ ζῴῳ· φυτὸν ἄρα οὐδενὶ ζῴῳ· ὥστε καὶ ζῷον οὐδενὶ φυτῷ, ἔμψυχον δὲ παντὶ φυτῷ· ζῷον ἄρα οὐ παντὶ ἐμψύχῳ. εἰ δὲ τὴν καταφατικὴν θελήσομεν διὰ προσυλλογισμοῦ κατασκευάσαι, κατασκευάσομεν ἐν πρώτῳ μέσον λαβόντες τὸ τρεφόμενον· πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον. καὶ συνθείς· τὸ ζῷον οὐδενὶ φυτῷ, πᾶν φυτὸν τρέφεται, πᾶν τρεφόμενον ἔμψυχον, καὶ συνάγεται ζῷον οὐ παντὶ ἐμψύχῳ. ἐπειδὴ γὰρ πᾶν φυτὸν τρέφεται, πᾶν δὲ τρεφόμενον ἔμψυχον, πᾶν ἄρα φυτὸν ἔμψυχον· οὐδὲν δὲ φυτὸν ζῶόν ἐστιν· οὐ πᾶν ἄρα ἔμψυχον ζῷόν ἐστιν· οὕτω μὲν οὖν ἐν πρώτῳ καὶ δευτέρῳ οἱ προσυλλογισμοί. δυνατὸν δὲ καὶ διὰ τοῦ αὐτοῦ, λέγω δὴ τοῦ τρίτου, πάντα τὰ συμπερά- σματα συνάγεσθαι· κείσθω γὰρ ὥστε δεῖξαι ὅτι τὶ τρεφόμενον αἴσθησιν ἔχει, καὶ δεικνύσθω ἐν τρίτῳ σχήματι μέσον λαμβανόντων τὸ ἔμψυχον· τ,ὸ μὲν γὰρ τρεφόμενον παντὶ ἐμψύχῳ, αἴσθησις δὲ τινὶ ἐμψύχῳ, αἴσθησις αρα τινὶ τρεφομένῳ. εἰ οὗν δέοι δεὶξαι πόθεν ὅτι αἴσθησις τινὶ ἐμψύχῳ, δείξομεν πάλιν ἐν τρίτῳ διὰ μέσου τοῦ ζῴου· αἴσθησις παντὶ ζῴῳ. ἀλλὰ καὶ ἔμψυχον παντὶ ζῴῳ· καὶ συνάξεις ‘αἴσθησις τινὶ ἐμψύχῳ. καὶ συνθείς· τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ ἔμψυχον παντὶ ζῴῳ· καὶ τὸ αἰσθη- τικὸν δὲ παντὶ ζῴῳ· τὸ ἄρα αἰσθητικὸν τινὶ τρεφομένῳ. ἐπεὶ γὰρ τὸ τρεφόμενον παντὶ ἐμψύχῳ, τὸ δὲ ἔμψυχον παντὶ ζῴῳ, καὶ τὸ τρεφόμενον παντὶ ζῴῳ· πᾶν γὰρ ζῷον τρέφεται· ὰλλὰ καὶ τὸ αἰσθητικὸν παντὶ ζῴῳ. τὶ ἄρα τρεφόμενον αἰσθητικόν ἐστιν. ἐν τούτοις δὲ πᾶσιν ἐκεῖνο δεῖ εἰδέναι, ὅτι ὅταν μὲν ἐν διαφόροις σχήμασι τὰ συμπεράσματα συνάγηται, αυντιθέμεναι αἱ προτάσεις φυλάττουσι τῶν σχημάτων τὴν ἰδιότητα. ὅταν δὲ ἐν τῷ αὐτῷ πάντα περαίνηται, ἐν τῇ συνθέσει τῶν προτάσεων οὐ διὰ LXXXNIIr πασῶν τὸ αὐτὸ ἐμφαίνεται σχῆμα, ἀλλὰ δύο μὲν συμπλοκαὶ φυλάττουσι τὴν τοῦ σχήματος ἰδιότητα, αἱ δὲ ἄλλαι οὐκέτι. παραλιμπάνεται γάρ, ὡς εἴπομεν, ἡ κατασκευαζομένη πρότασις διὰ τὸ συμπέρασμα γίνεσθαι τοῦ προσυλλο- γισμοῦ, τὰ δὲ τῶν προσυλλογισμῶν συμπεράσματα μὴ παραλαμβάνεσθαι ἐν τῇ συνθέσει τῶν προτάσεων· τούτου δὲ γινομένου λύεται τὸ σχῆμα καὶ εἰς τὸ πρῶτον ἀνάγεται. ἔστω γὰρ δεῖξαι ἐν τῷ δευτέρῳ σχήματι ὅτι οὐδενὶ τῷ Γ τὸ Β διὰ μέσου τοῦ Α. τὸ οὖν Α οὐδενὶ μὲν τῶν Β παντὶ δὲ τῷ Γ. δεικνυμένης οὖν πάλιν τῆς AB προτάσεως τῆς ἀποφατικῆς διὰ μέσου τοῦ Δ (τὸ γὰρ Δ οὐδ·ενὶ μὲν τῶν Α παντὶ δὲ τῷ Β) οὐκέτι ἡ ΑΒ LXXXNIIv παραλαμβάνεται πρότασις ἀλλ’ αἱ ΔΒ, ΔΑ, ΑΓ, ὧν αἱ μὲν ΔΑ, ΑΓ τὸ πρῶτον ποιοῦσι σχῆμα, αἱ δὲ AB, ΔΑ τὸ δεύτερον· τὸ γὰρ Δ παντὶ μὲν τῷ Β, οὐδενὶ δὲ τῶν Α, τὸ δὲ Α παντὶ τῷ Γ, ὥστε αἱ μὲν ΔΒ, ΔΑ τὸ δεύτερον ἐποίησαν σχῆμα., αἱ δὲ ΔΑ, ΑΓ τὸ πρῶτον. τὸ αὐτὸ καὶ ἐπὶ πάντων. ἐπειδὴ δὲ τῶν προσυλλογισμῶν τὸ συμπέρασμα λαμβάνοντες καὶ ἐπισυνά- πτοντες ἑτέραν πρότασιν οὕτω τὸν συλλογισμὸν πλέκομεν, ἐκεῖνο ἐπιστῆσαι χρή, ὡς καὶ ὁ Ἀλέξανδρός φησιν, ὅτι εἰ μὲν ἐν τῷ τρίτῳ σχήματι εἴη ὁ προσυλλογισμός, ἐξ αὐτοῦ δὲ ἐπὶ τὸ πρῶτον ἢ τὸ δευτερον μεταβαίνομεν, ἄνωθεν δεῖ τὴν πρότασιν προστιθέναι· μερικῶν γὰρ ὄντων τῶν συμπερασμάτων ἐν τῷ τρίτῳ σχήματι, εἰ μὴ ἄνωθεν προστεθείη ἡ πρότασις, ἀσυλλόγιστον γίνεται τὸ σχῆμα, ἐν πρώτῳ ἤ δευτέρῳ τῆς μείζονος μερικῆς οὔσης. καὶ δῆλον ὅτι, εἰ ἀποφατικὸν εἴη τὸ ἐν τῷ τρίτῳ συνηγμένον, οὐδ’ ἐνδέχεται ἐπὶ τὸ πρῶτον μεταβῆναι σχπγνα· ὅθεν γὰρ ἄν ἡ προσθήκη γένηται, ἀσυλλόγιστος ἡ συμ- πλοκὴ γίνεται. ὁμοίως κἂν ἐκ δευτέρου εἰς πρῶτον ἡ μετάβασις γίνηται, κάτωθεν δεῖ τὴν προσθήκην ποιεῖσθαι, ἐπειδὴ ἡ ἐλάττων ἀποφατικὴ γίνεται, ὅπερ ἀσυλλόγιστον• ἀποφατικὰ γὰρ τοῦ δευτέρου τὰ συμπεράσματα. ὁμοίως κἂν ἐκ πρώτου εἰς πρῶτον ἠ μετάβασις γίνηται, καταφατικοῦ μὲν ὄντος καθόλου τοῦ συμπεράσματος ἀδιάφορον ὅθεν δήποτε τὴν προσθήκην ποιήσασθαι, εἰ ἡ προστιθεμένη πρότασις καθόλου εἴη καταφατική · εἰ δὲ μερική, πάντως κάτωθεν. εἰ δὲ ἀποφατικὸν εἴη τὸ συμπέρασμα καθόλου, κάτωθεν. εἰ δὲ μερικόν, LXXXVIIv οὐκέτι ἐνδέχεται πρότασιν προσθέντας πάλιν τὸ πρῶτον ποιῆσαι· εἴτε γὰρ ἄνωθεν προστεθείη, ἀποφατικὴν ποιήσει τὴν ἐλάττονα, εἴτε κάτωθεν, μερικὴν τὴν μείζονα. τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐν δευτέρῳ καὶ τρίτῳ μερικῶν ἀπο- φατικῶν, ὡς ἤδη εἶπον· ἀδύνατον γὰρ ἐκ τούτων εἰς τὸ πρῶτον μεταβῆναι. εἰ δὲ ἀπὸ δευτέρου εἰς δεύτερον ἡ μετάβασις γίνεται, καθόλου μὲν ὄντος τοῦ συμπεράσματος, εἰ μὲν ἡ προστιθεμένη καὶ αὐτὴ καθόλου εἴη, ἀδιά- φορον· εἰ δὲ μερική, πάντως κάτωθεν, τουτέστι πρὸς τῇ ἐλάττονι, ἵνα μὴ τὴν μείζονα μερικὴν ποιήσωμεν. καὶ καθόλου εἰπεῖν ἐπιβλέπειν δεῖ, μή τι παραφθείρηται διὰ τῆς προσθήκης τῶν ἐν ἑκάστῳ σχήματι παραπεφυλαγμενων, καὶ εἰ μεν διὰ της προσθήκης σώζεται τὰ τοῦ σχήματος ἴδια, προσθετέον, εἰ δὲ μή, δι’ ἄλλου δεικτέον σχήματος. p. 50a 11 Τοὐς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι τῶν ἐν τῷ ὅρῳ, πρὸς ὃ διείλεκται, θετέον ὅρον. Ἀλλο πάλιν ἡμᾶς διὰ τούτων διδάσκει. πολλάκις, φησί, συλλογιζό- μενοι δεῖξαι βουλόμεθα ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ πάντως ὅλον τὸν ὁρισμὸν ἀνασκευάσαι βουλόμενοι ἀλλὰ μόριόν τι τῶν ἐν τῷ ὁρισμῶ. ἐν οὖν τῷ ἀνασκευάζειν, ὅτι ὅδε τοῦδε οὐκ ἔστιν ὁρισμός, οὐ θετέον, φησίν, ὅλον τὸν ὁρισμὸν ὅρον (δυσχερῶς γὰρ οὕτως οὕτως εὑρίσκομεν μέσον δι’ οὗ δείξομεν τὸν ὁρισμὸν ὅλον τῷ ὁριστῷ μὴ ὑπάρχοντα), ἀλλ’ ὅτιπερ ἂν εἴη τῷ ὁρισμῷ κακῶς εἰλημμένον, τοῦτο θετέον ὅρον· δειχθέντος γὰρ ὅτι τοῦτο οὐχ ὑπάρχει τῷ ὑποκειμένῳ, διὰ τούτου καὶ ὁ ὁρισμὸς συνελήλεγκται, εἴγε παρείληφέ τι τῶν μὴ ὑπαρχόντων. οἷον τί φησιν τί τις ὁρί- σαιτο τὸ ὕδωρ ὑγρὸν ποτὸν εἶναι, οὐ θετέον τὸ ὑγρὸν ποτὸν ὅρον (ὑπάρχει γὰρ ὁμολογουμένως τῷ ὕδατι τὸ ὑγρόν) ἀλλὰ τὸ ποτὸν θετέον, μέσον δὲ τὴν θάλασσαν. ἐπεὶ οὖν πᾶσα θάλασσα ὕδωρ οὐδεμία δὲ θάλασσα ποτόν, οὐ πᾶν ἄρα ὕδωρ ποτόν. κακῶς ἄρα ἐν τῶ ὁρισμῶ παρείληπται τὸ ὑγρὸν] ποτόν, ὃ μὴ παντὶ ὕδατι ὑπάρχει. p. 50a 16 Ἔτι δὲ καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατεον αναγειν· οὐ γαρ εστιν εκ των κειμένων αναγειν. Οὐ δεῖ, φησίν, ἅπαντας τοὺς ὑποθετικοὺς συλλογισμοὺς πειρᾶσθαι ἀναλύειν εἰς τὰ σχήματα ἀλλὰ μόνην αὐτῶν τὴν πρόσληψιν, τὸ δὲ LXXXNIIv συνημμένον οὐκέτι διὰ τὸ μὴ διὰ συλλογισμοῦ δείκνυσθαι ἀλλ’ ἐξ ὁμολογίας λαμβάνεσθαι. ὑποθετικοὺς δέ φησιν ἐν τούτοις οὐ πάντας ἀλλὰ τοὺς ἐξ ὁμολογίας καλουμένους, λέγω δὴ τοὺς λαμβάνοντας κατὰ συνθήκην τὸ συν- ημμένον, ὥσπερ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ ΙΙερὶ οὐρανοῦ πραγματείᾳ περὶ τῶν σχημάτων τῶν ἄστρων κατεσκεύασεν. αἰτήσας γὰρ ὅτι ὅπερ ἐπὶ ἑνὸς τῶν ἄστρων, τοῦτο καὶ ἐπὶ τῶν λοιπῶν, καὶ τοῦτο λαβὼν ἐξ ὁμολογίας, ὅτι εἰ ἓν ὁποιονοῦν σφαιρικόν, καὶ τὰ λοιπὰ τοιαῦτ’ ἂν εἴη, εἶτα τὴν πρόσληψιν κατασκευάσας, τὸ ἀλλὰ μὴν ἓν τῶν ἄστρων, ἡ σελήνη, σφαιρική᾿, συνήγαγε τὸ καὶ τὰ λοιπὰ σφαιρικὰ εἶναι. τοὺς τοιούτους οὖν, φησί, τῶν συλλογισμῶν οὐ πάντας ἀνακτέον ἀλλὰ μόνην τὴν πρόσληψιν· αὕτη γὰρ ἡ συλλελογισμένη· τὸ δὲ συνημμένον ἐξ ὁμολογίας εἴληπται. ὅτι δὲ ἐπὶ τῶν ἐξ ὁμολογίας εἰλημμένων πολλάκις καὶ τὸ συνημμένον διὰ συλλογισμοῦ δείκνυται, δῆλον. ὁ γοῦν Πλάτων λαβὼν ὅτι, εἰ τὸ ζῶν καὶ τὸ τεθνηκὸς ἐξ ἀλλήλων εἰσίν, ἡμῶν αί ψυχαὶ ἐν Ἄιδου, ἀλλὰ μὴν τὸ πρότερον, καὶ τὸ δεύτερον ἄρα, οὐ | μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ LXXXNIIIi συνημμένον κατεσκεύσε. καὶ ἐν τοῖς δι’ ἀδυνάτου δέ, ὡς ἑξῆς φησι, τὸ συνημμένον δεῖται κατασκευῆς, ὡς μαθησόμεθα. νῦν οὖν περὶ τῶν ἐξ ὁμολογίας ύποθετικῶν ὁ λόγος. κέχρηται δὲ παραδείγματι τοιούτῳ. ἐάν τις, φησίν, αἰτήσῃ ἐξ ὁμολογίας ὅτι, εἰ μὴ εἴη τῶν ἐναντίων μία δύναμις, οὐδὲ ἐπιστήμη μία ἔσται, τοῦτο μὲν ὅλον τὸ 'εἰ τόδε, καὶ τόδε οὐκ ἀναλυτέον· οὐ γὰρ συλλελόγισται ἀλλ’ ἐξ όμολογίας εἴληπται. τὸ μέντοι 'ἀλλὰ μὴν οὐκ ἔστι τῶν ἀαντίων μία δύνα ἀναλυτέον· τοῦτο γὰρ δέδεικται διὰ συλλογισμοῦ. ὅτι μὲν οὖν οὐκ ἔστι τῶν ἐναντίων μία δύναμις, δειχθήσεται διὰ μέσου τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· τὸ γὰρ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία ἐστίν, τοὐ ὑγιεινοῦ καὶ τοῦ νοσώδους οὐκ ἔστι μία δύναμις, τῶν ἄρα ἐναντίων οὐκ ἔστι μία δύναμις. ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, δείξεις διὰ μέσου τοῦ μὴ τῶν αὐτῶν εἶναι αὐτὰ ποιητικά· τὸ γὰρ ὑγιεινὸν καὶ νοσῶδες οὐκ εἰσὶ τῶν αὐτῶν ποιητικά, πάντα ὅσων ἐστὶ μία δύναμις, ταῦτα τῶν αὐτῶν ἐστι ποιητικά, τοὐ ἄρα ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις. p. 50 a 29 Ὀμοίως δὲ καὶ ἐπὶ τῶν διὰ τοῦ ἀδυνάτου περαινομένων· οὐδὲ γὰρ τούτους ἔστιν ἀναλύειν. Ὄτι οὐ περὶ πάντων τῶν ὑποθετικῶν ὁ λόγος, δῆλον ἐξ ὧν τὸ μὲν πρότερον σαφῶς ἐξ ἐξ ὁμολογίας ἐκάλεσεν, ἐκεῖθεν δὲ μετέβη ἐπὶ τοὺς LXXXNIIIr δι’ ἀδυνάτου. ὁμοίως <δὲ> ἐπὶ τῶν δι’ ἀδυνάτου οὐ πάντα τὸν ὑπο- θετικὸν ἀναλυτέον. ὑπεναντίως δὲ οὗτοι ἔχουσι τοῖς ἐξ ὁμολογίας· τὸ μὲν γὰρ συνημμένον αὐτῶν ὡς ἀμφίβολον ὂν κατασκευάζεται διὰ συλλογισμοῦ, ἡ δὲ πρόσληψις ὡς ὡμολογημένη κατασκευῆς οὐ δεῖται· οἱ γὰρ εἰς ἄτοπον ἄγοντες οὐκ εἰς ἀμφίβολον ἀλλ’ εἰς ὁμολογουμένως ἄτοπον τὴν ἀπαγωγὴν ποιοῦνται. ὥσπερ καὶ ὁ γεωμέτρης βουλόμενος δεῖξαι, ὅτι ἡ διάμετρος τῇ πλευρᾷ ἀσύμμετρός ἐστι, κέχρηται τῇ εἰς ἀδύνατον ἀπαγωγῇ διὰ ὑποθετικοῦ συλλογισμοῦ τὸν τρόπον τοῦτον· εἰ γὰρ μὴ εἴη, φησίν, ἀσύμμετρος, σύμμετρος ἔσται· ἀλλ’ εἰ σύμμετρος εἴη, τὰ περισσὰ τοῖς ἀρτίοις ἴσα ἔσται· ἀλλὰ μὴν ἀδύνατον τὰ περισσὰ τοὸς ἀρτίοις ἴσα εἶναι· οὐκ ἄρα σύμμετρος. τὸ μὲν οὗν συνημμένον ἐν τούτοις διὰ συλλογισμοῦ δείκνυται, ἡ δὲ πρόσληψις οὐκέτι. διαφέρουσι δέ, φησίν, οἱ εἰς τὸ ἀδύνατον ἀπάγοντες τῶν ἐξ ὁμολογίας, ὅτι οἱ μὲν εἰς ἀδύνατον ἀπάγοντες ὅπερ οὐκ ἀποδεικνύουσιν οὐκ ἐκ συνθήκης λαμβάνουσιν ὁμολογούμενον ἀλλ’ ἐξ αὐτῆς τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης· ὡς εἰ μὴ συγχωρήσοι ὁ προσδιαλε- γόμενος, οὐ μόνον τὴν πρόσληψιν ἀλλὰ καὶ τὸ συνημμένον κατασκευάσαι ἀνάγκη. διττὴ οὖν ἡ διάκρισις τῶν εἰς ἀδύνατον ἀπαγόντων πρὸς τοὺς ἐξ ὁμολογίας, ὅτι οὗτοι μέν, λέγω δὴ οἱ εἰς ἀδύνατον, τὸ συνημμένον κατα- σκευάζουσιν, ὁμολογοῦσι δὲ τὴν πρόσληψιν, ἐκεῖνοι δὲ τοὐναντίον, καὶ ὅτι οὗτοι μὲν ὃ λαμβάνουσιν οὐ κατὰ συγχώρησιν καὶ ὁμολογίαν λαμβάνουσιν ἀλλ’ ὡς ἐκ τῆς ἐναργείας μαρτυρούμενον, ἐκεῖνοι δὲ ἐκ συνθήκης. p. 50a 30 Ἀλλὰ τὴν μὲν εἰς τὸ ἀδύνατον ἀπαγωγὴν ἔστι. Γουτέστι τὸ συνημμένον ‘εἰ ἡ διάμετρος σύμμετρος, τὰ ἄρτια τοῖς περιτ- τοῖς ἴσα ἔσται᾿· τοῦτο γὰρ διὰ συλλογισμοῦ δείκνυται. θάτερον δέ, φησίν, οὐκ ἔστι, τουτέστι τὴν πρόσληψιν, λέγω δὴ τὸ ἀλλὰ μὴν ἀδύνατον τὰ ἄρτια τοῖς περιττοῖς ἴσα εἶναι'· τοῦτο γὰρ ὁμολογεῖται καὶ συλλογισμοῦ οὐ δεῖται. p. 50a 39 Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς επισκέψασθαι δεὶ 1 καὶ ἐπισημήνασθαι καθαρῶς. Ἐπαγγέλλεται μὲν ἐν τούτοις περὶ τῶν ὑποθετικῶν συλλογισμῶν διαγαβεῖν, τίνες τέ εἰσι καὶ πόσα τούτων τὰ εἴδη· οὐ φαίνεται δὲ οὐδαμοῦ περὶ αὐτῶν πραγματευσάμενος, ὡς οἱ ἐξηγηταί φασιν. p. 50b 5 Ὄσα δὲ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλβη- LXXXVIIIr μ·άτων, ἐὰν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀναγαγεῖν τὸν συλλο- γισμὸν εἰς θάτερον. Διδάσκει διὰ τούτων ὅτι οὐ πάντως ἀνάγκη τὴν ἀνάλυσιν τῶν συλλο- γισμῶν εἰς τοῦτο ποιεῖσθαι τὸ σχῆμα ἐν ᾧ καὶ ὁ συλλογισάμενος τὸν συλλογισμὸν ἔπλεξεν, ἀλλ᾿ ὅσα τῶν προβλημάτων ἐν πλείοσι περαίνεται σχήμασιν, ἀδιάφορον ταῦτα εἰς ὁποιονοῦν ἀναγαγεῖν. οἷον τὸ μὲν καθόλου καταφατικὸν μόνως ἐν πρώτῳ δείκνυται· οὐκοῦν ὅταν τις καθόλου κατα- φατικὸν συλλογίσηται πρόβλημα, ἀνάγκη εἰς τὸ πρῶτον μόνον τὴν ἀνάλυσιν ποιεῖσθαι. τὸ δὲ καθόλου ἀποφατικὸν καὶ διὰ τοῦ πρώτου περαίνεται καὶ διὰ τοῦ δευτέρου· εἴτε οὖν διὰ τοῦ πρώτου συλλελόγισται, δυνατὸν καὶ εἰς τὸ δεύτερον ἀνάγειν διὰ τοῦ ἀντιστρέφειν τὴν ἀποφατικὴν πρότασιν, εἴτε ἐν τῷ δευτέρω, τὸν αὐτὸν τρόπον <εἰς τὸ πρῶτον> εἰ καὶ ἔστιν ὅτε καὶ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς δεόμεθα, ὡς ὅταν ἐν δευτέρῳ σχήματι ἡ ἐλάττων ἀποφατικὴ ὑπάρχῃ. εἰς τὸ τρίτον δὲ | οὐδαμῶς ἔστιν ἀνάγειν οὐδὲν LXXXNIIIv τῶν καθόλου, διότι πάντα μερικὰ ἐν τρίτῳ συνάγεται. τὸ δὲ μερικὸν καταφατικὸν ἔν τε τῷ πρώτῳ καὶ τῷ τρίτῳ ἐνδέχεται ἀναλύειν. εἴτε γὰρ ἐν τῷ πρώτῳ συλλελόγισται, τῆς ἐλάττονος ἀντιστραφείσης γίνεται τ·ὸ τρίτον σχῆμα· οἷον εἰ τὸ Α πὰντὶ τῷ Β, τὸ δὲ B τινὶ τῷ Γ· τῆς γὰρ ΒΓ ἀντιστρα- φείσης, λέγω ὅτι τὸ Γ τινὶ τῷ Β, τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως δὲ καὶ εἰ ἐν τῷ τρίτῳ συλλελόγισται, πάλιν διὰ τῆς ἀντιστροφῆς τὸ πρῶτον γενήσεται. τὸ δὲ μερικὸν ἀποφατικὸν ἐν πᾶσι δείκνυται τοῖς σχήμασιν, ὥστε καὶ εἰς πάντα τὰ σχήματα αὐτὸ ἀναλύειν ἐνδέχεται χωρὶς τοῦ τετάρτου τρόπου τοῦ ;δευτέρου σχήματος καὶ τοῦ πέμπτου τοῦ τρίτου δι’ ἣν εἰρήκαμεν πολλάκις αἰτίαν· τοὺς γὰρ οὕτω συλλελογισμένους οὐκ ἐνδέχεται εἰς τὸ πρῶτον ἀναγαγεῖν σχῆμα. καὶ καθόλου φημὶ ὅτι τοὺς μὲν ἐν τῷ πρώτῳ ἀποφατικοὺς καὶ εἰς τὸ δεύτερον ἔστιν ἀναλύειν σχῆμα καὶ τοὺς μερικοὺς καὶ εἰς τὸ τρίτον, τοὺς δὲ ἐν τῷ δευτέρῳ ἀποφατικοὺς ὄντας πάντας εἰς τὸ πρῶτον χωρὶς τοῦ τετάρτου τρόπου. εἰς δὲ τὸ τρίτον ὅτι τοὺς μὲν καθόλου οὐκ ἐνδέχεται, πρόδηλον· οὐδὲν γὰρ καθόλου ἐν τῷ τρίτῳ δείκνυται. τῶν δὲ μερικῶν τὸν ἕτερον μόνον τὸν τρίτον τὸν ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς καταφατικῆς· ἀμφοτέρων γὰρ ἀντιστραφεισῶν τῶν προτάσεων ίγίνεται τὸ τρίτον σχῆμα. οἷον εἰ τὸ Α τῷ· μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί· δῆλον γὰρ ὅτι ἑκατέρας ἀντιστρεφομένης τό τε Β οὐδενὶ τῷ Α καὶ τὸ Γ τινί. ὁ δὲ λοιπὸς οὐκέτι ὁ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς· οὔτε LXXXNIIIv ν γὰρ ἡ μερικὴ ἀποφατικὴ ἀντιστρέφει, ἥ τε καθόλου καταφατική, εἰ ἀντιστραφείη, μερικὴ γίνεται. πάλιν τοὺς ἐν τῷ τρίτῳ τοὺς μὲν καταφατικοὺς πάντας εἰς τὸ πρῶτον ἀναλύσεις· τοὺς δὲ ἀποφατικοὺς χωρὶς τοῦ πέμπτου τρόπου τοὺς λοιποὺς δύο εἰς ἀμφότερα ἀνάξεις τὰ σχήματα, τὸ πρῶτόν φημι καὶ τὸ δεύτερον, ἀλλ’ εἰς μὲν τὸ πρῶτον θατέραν τῶν προτάσεων ἀντιστρέφων, εἰς δὲ τὸ δεύτερον ἀμφοτέρας. οἷον ἔστω ἡ μὲν μείζων ἀποφατική, ἡ δὲ ἐλάττων καταφατική, ἄμφω καθόλου· τῷ γὰρ Β οὐδενὶ τὸ Α, τὸ δὲ Γ παντί, ὥστε καὶ τὸ Β τινὶ τῶν Γ, καὶ γίνεται τὸ πρῶτον σχῆμα· ἐὰν δὲ καὶ τὴν BA ἀντιστρέψω λέγων ὅτι τῷ Α οὐδενὶ τὸ B, ἔσται τὸ δεύτερον. ὁμοίως καὶ ἐπὶ τοῦ ἑτέρου τρόπου τοὐ τὴν ἐλάττονα μερικὴν ἔχοντος καταφατικὴν πάλιν τῆς μὲν καταφατικῆς ἀντιστραφείσης γίνεται τὸ πρῶτον σχῆμα, ἀμφοτέρων δὲ τὸ δεύτερον. p. 50 b 9 Ἔσται δὲ φανερὸν ἐν τοῖς ἑπομένοις. Ὄτι οὐ πάντας ἐνδέχεται ἀνάγειν εἰς πάντα τὰ σχήματα, φανερὸν ἔσται, φησί, διεξιόντων ἡμῶν πάντας τοὺς ἐν τοῖς σχήμασι τρόπους· ἐπεξέρχεται γὰρ ἑκάστῳ, καὶ δείξει ὅτι τὸν ἐν τῷ δευτέρῳ τέταρτον τρόπον καὶ ἐν τῷ τρίτῳ πέμπτον ἀδύνατον εἰς ἕτερον ἀναλῦσαι σχῆμα. σαφῶς οὖν πᾶσιν ἐπεξέρχεται. καὶ δῆλά ἐστι τὰ τῆς λέξε ως. p. 50 b 18 Τῶν δ’ ἐν μέρει θάτερος μόνος. Εἴπομεν ποῖυς, ὅτι ὁ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς καὶ τῆς ἐλάττονος μερικῆς καταφατικῆς· ὁ μέντοι τέταρτος ὁ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος μερικῆς ἀποφατικῆς οὔ. p. 50 b 21 Ἐὰν δὲ τὸ μὲν κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερη- τικὸν πρὸς τῷ Γ, πρῶτον ὅρον θετέον τὸ Γ. Τουτέστιν ἐὰν ἡ μείζων ᾖ καταφατική, ἡ δὲ ἐλάττων ἀποφατική, ἄμφω δὲ καθόλου δηλονότι (πεὶ τούτων γὰρ ὁ λόγος), οὐκ ἄλλως αναχθήσεται εἰς τὸ πρῶτον σχῆμα ἡ τὴν δύναμιν τῶν ἄκρων τῶν ὄρων ἀμει ψάντων ἡμῶν, τουτέστι τὸν μὲν μείζονα ἐλάττονα ποιησάντων, οἷον LXXXNIIIv τὸ Β, τὸν δὲ ἐλάττονα, λέγω δὴ τὸ Γ, μείζονα. ἀντιστραφείσης γὰρ τῆς ἀπο- φατικῆς καὶ τοῦ πρώτου γενομένου σχήματος συνάγεται μὲν ὅτι τὸ Γ οὐδενὶ τῶν Β. διὰ δὲ τὸ ἀντιστρέφειν τὸ στερητικὸν καθόλου ἀντιστραφέντος τοῦ συμπεράσματος γίνεται τὸ ἐξ ἀρχῆς, ὅτι οὐδὲ τὸ Β οὐδενὶ τῶν Γ· τοῦτο γὰρ ἐν τῷ δευτέρῳ συνηγμένον ἦν. p. 50 b 31 Οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ AB, οὔτε γενομένης ἔσται συλλογισμός. | Ἠ καθόλου, φησί, καταφατιή (αὕτη γάρ ἐστιν ἡ AB, ἥτις LXXXIXr μείζων ἦν) πρῶτον μὲν πρὸς οὐδεμίαν ἀντιστρέφει. εἰ δὲ ὅλως, καθὸ δύναται ἀντιστρέφεσθαι, ἀντιστρέφει, λέγω δὴ πρὸς τὴν μερικὴν κατα- φατικήν, ὥστε τὸ B τινὶ τῷ Α ὑπάρχειν, μερικὴ γενήσεται ἡ μείζων καὶ ἀσυλλόγιστος ὁ τρόπος. p. 51 a 8 Ἐὰν δὲ τὸ μὲν B παντὶ τῷ Γ, τὸ δὲ A τινὶ τῷ Γ, πρῶτον ὄρον δετέον τὸ B. Τουτέστιν ἐὰν ἀμφοτέρων οὐσῶν καταφατικῶν ἡ ἐλάττων εἴη καθόλου, δεῖ πάλιν ὥσπερ καὶ πρότερον τὴν δύναμιν τῶν ὅρων ὰντιμεταλαβόντα [καὶ] τὸν μὲν ἐλάττονα μείζονα θεῖναι τὸν δὲ μείζονα ἐλάττονα καὶ συμπερᾶναι μὲν ὅτι τὸ B τινὶ τῶν Α, ἀντιστρέψαντα δὲ τὸ συμπέρασμα, ὅτι καὶ τὸ A τινὶ τῶν B, τὸ προκείμενον ἐξ ἀρχῆς συναγαγεῖν. p. 51a22 Φανερὸν δὲ ὅτι καὶ πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντιστρεπτέα ἐν ἀμφοτέροις τοῖς σχήμασι. Τουτέστιν τὸ πρῶτον καὶ τρίτον σχῆμα· περὶ τούτων γὰρ νῦν τὸν λόγον ποιεῖται. εἴτε οὖν, φησίν, ἐκ τοῦ πρώτου εἰς τὸ τρίτον μεταλαβεῖν βουλόμεθα τὰς προτάσεις εἴτε ἀνάπαλιν, πάντως τὴν ἐλάττονα ἀνάγκη LXXXIX ἀντιστρέφειν. ἐπὶ μὲν γὰρ τοῦ πρώτου ἀδύνατον ἦν τὴν μείζονα α' στραφηναι· ουτω γὰρ τὸ δεύτερον γίνεται σχῆμα. ὁ γὰρ μέσος τοῦ ἐλάτ- τονος κατηγορεῖτο· ἀντιστραφείσης οὖν τῆς μείζονος προτάσεως συμβήσεται καὶ του μείζονος αὐτὸν κατηγορεῖσθαι· τοῦτο δὲ ἦν τὸ δεύτερον σχῆμα. εἰ δὲ ἀμφότεραι ἦσαν κατηγορικαί, δεύτερόν τε σχῆμα πάλιν ἐγίνετο καὶ κατὰ ἀμφότερα ἀσυλλόγιστον· ἤ τε γὰρ μείζων μερική, καὶ ἔτι ἀμφότεραι κατηγορικαί. μόνως οὖν ἡ ἐλάττων ἀντιστρεπτέα. ὁμοίως καὶ εἰ ἐκ τοῦ τρίτου εἰς τὸ πρῶτον μεταλαβεῖν θελήσομεν. εἰ γὰρ ἡ μείζων ἀντιστρα- φείη, αποφατικὴ μὲν οὖσα ἀσυλλόγιστον ποιήσει τὸ πρῶτον σχῆμα. εἰς ἐλάττονα γὰρ μετατεθήσεται ἐκ μείζονος, καὶ ἔσται ἐν πρώτῳ σχήματι ἡ ἐλάττων ἀποφατική. οἷον εἰ τὸ Α οὐδενὶ τῷ Γ, τὸ δὲ Β παντί. εἰ οὖν ἀντιστραφείη ἡ AT, ἔσται τὸ μὲν B παντὶ τῷ Γ, τὸ δὲ Γ οὐδενὶ τῷ A· ἀποφατικὴ οὖν ἡ ἐλάττων. εἰ δὲ εἴη ἡ ΒΓ μερικὴ καταφατική, ἔσται καὶ πρὸς τῳ πρώτῳ ἕτερόν τι ἄτοπον, τὸ καὶ τὴν μείζονα μερικὴν εἶναι. εἰ δὲ καταφατικὴ εἴη καθόλου ἡ ΑΓ, δυνατὸν μὲν συναγαγεῖν ὅτι τὸ B τινὶ τῷ Α καὶ ἀντιστρέψαι ὥστε καὶ τὸ Α τινὶ τῷ Β, ἀλλὰ περιττὸν δύο δεηθῆναι ἀντιστροφῶν ἐξὸν τὴν ἐλάττονα ὰντιστρέψαντα ἀρκεσθῆναι. εἰ δὲ μερ,ικὴ εἴη ἡ ΒΓ καὶ ἀντιστρραφείη ἡ AT, ἀμφότεραι ἔσονται μερικαί, ὅπερ εστὶν ἀδύνατον. μόνως ἄρα ἐν τῇ μεταβάσει τοῦ πρώτου εἰς τὸ τρίτον καὶ τοῦ τρίτου εἰς τὸ πρῶιον τὴν ἐλάττονα ἀντιστρεπτέον. εἰ δὲ ἐκ τοῦ πρώτου εἰς τὸ δεύτερον γίνεται ἡ μετάβασις, πάντως ἡ μείζων ἀντιστρέφεται· αὕτη γάρ ἐστιν ἡ ἀποφατική. τὴν δὲ ἐλάττονα ἀδύνατον, ἐπεὶ τὸ τρίτον γίνεται σχῆμα. ὁμοίως καὶ εἰ ἐκ τοῦ δευτέρου εἰς τὸ πρῶτον γίνοιτο ἡ μετάβασις, ἡ μείζων ἀντιστραφήσεται πλὴν ἑνὸς τρόπου, τοῦ ἐκ τῆς μείζονος καθόλου καταφατικῆς τῆς δὲ ἐλάττονος καθόλου ἀποφατικὴς· ἀντιστραφείσης γὰρ τῆς μείζονος μερικὴ γίνεται ἐν πρώτῳ σχήματι, ὅπερ ἐστὶν ἀδύνατον. ἀντιστρέφεται οὖν ἡ ἐλάττων μετὰ τῆς τῶν ορων ουναμεως· εἶτα τοῦ συμπεράσματος ἀντιστραφέντος γίνεται τὸ ἐξ ἀρχῆς. εἰ δὲ ἐκ τοῦ δευτέρου εἰς τὸ τρίτον ἢ ἐκ τοῦ τρίτου εἰς τὸ δεύτερον μετάβασις γίνοιτο, ἀμφοτέρας δεῖ ἀντιστρέψαι τὰς | προτάσεις. LXXXIXv καὶ ἡ αἰτία δήλη· ἀντιπεπονθότως γὰρ ἔχει ἐν τούτοις ὁ μέσος. ἐν μὲν γ,ὰρ τῷ δευτέρῳ ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖται, ἐν δὲ τῷ τρίτῳ ἀμφοτέροις ὑπόκειται· τὸν οὖν ἀμφοτέροις ὑποκείμενον ἀδύνατον ὰμφοτέρων κατηγορηθῆναι μὴ ἀμφοτέρων ἀντιστραφεισῶν τῶν προτάσεων· ὁμοίως LXXXIXv καὶ εἰ τὸν ἀμφοτέρων κατηγορούμενον δεήσει ἀμφοτέροις ὑποκεῖσθαι. p. 51 a 40 Φανερὸν οὖν ὅτι οἱ αὐτοὶ συλλογισμοὶ οὐκ ἀναλύονται ἐν τούτοις τοῖς σχήμασιν οἵπερ οὐδ’ εἰς τὸ πρῶτον ἀνελύοντο. Ἐv τούτοις, τῷ τε τρίτῳ καὶ τῷ δευτέρῳ. συλλογισμοὶ δὲ ὁ τέ αρτος τρόπος τοῦ δευτέρου καὶ ὁ πέμπτος τοῦ τρίτου· οὐδέτερος γὰρ τούτων εἰς οὐδὲν τῶν λοιπῶν σχ·ημάτων ὰναλυθῆναι ἐδύνατο. διόπερ καὶ μόνοι δι’ ἀδυνάτου ἐδείκνυντο συλλογιστικοὶ ὄντες, τῷ μὴ δύνασθαι ἀναλύεσθαι εἰς τὸ πρῶτον, τῶν ἄλλων πάντων τρόπων τῇ εἰς τὸ πρῶτον ἀναγωγῇ περαινόντων τὸ ἀναγκαῖον. p. 51 b 5 Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἡ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο. Διὰ τῶν νῦν παραδιδομένων τεχνῶσαι τὴν ἡμετέραν διάνοιαν ὁ φιλό- σοφος βούλεται, ἵνα μὴ ἀπατώμεθα οἰόμενοι τὰς ἐκ μεταθέσεως καταφάσεις ἀποφάσεις εἶναι. πολλάκις γάρ τινος κατασκευάζοντος, ὅτι τόδε οὐ λευκόν ἐστιν, οἰηθείη ἄν τις ὰποφατικὸν εἶναι τὸ τοιοῦτον πρόβλημα· εἶτα ἀναλύειν πειρώμενος αὐτὸς ἑαυτῷ ἀπάτης ἔσται αἴτιος καὶ πλάνης ζητῶν τὴν ἀποφατικὴν πρότασιν δι’ ἧς τὸ τοιοῦτον συνῆκται πρόβλημα. οὐ δεῖ οὖν, φησίν, οἴεσθαι ὅτι ταὐτόν ἐστι τὸ εἰπεῖν ὅτι οὐκ ἔστι λευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν· τῆς γὰρ καταφάσεως τῆς λεγούσ·ης ὅτι λευκόν ἐστιν οὐκ ἔστιν ἀπόφασις ἡ λέγουσα ὅτι οὐ λευκόν ἐστι· καὶ γὰρ αὕτη κατάφασίς ἐστιν ἐκ μεταθέσεως. καὶ ὅτι τοῦτο ἀληθές, δείκνυσιν ἐξ ἀναλογίας τῆς πρὸς τὰς προτάσεις τὰς μετὰ τρόπου. ὡς γὰρ ἔχει, φησί, τὸ ἔστι λευ- κόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ δύναται βαδίζειν πρὸς τὸ δύναται οὐ βαδίζειν· ὁ γὰρ τρόπος τῷ ἔστι τρίτῳ προσκατηγορουμένω ἰσοδυναμεῖ καὶ ὁμοίως τάττεται. πάλιν ὡς ἔχει τὸ ἔστι λευκόν πρὸς τὸ ἔστιν οὐ λευκόν, οὕτως ἔχει τὸ ἐπίσταται τὸ ἀγαθόν πρὸς τὸ ἐπίστα τὸ οὐκ ἀγαθόν. ἔστω οὖν τὸ μὲν ἔστι λευκὸν Α, τὸ δὲ ἔστιν οὐ λευκὸν Β, τὸ δύναται βαδίζειν Γ, τὸ δύναται οὐ βαδίζειν Δ, τὸ ἐπίσταται τὸ ἀγαθὸν E, τὸ ἐπίσταται τὸ οὐκ ἀγαδὸν Z. εἰ οὐν οὕτως ἔχει τὸ Α πρὸς τὸ B, ὡς ἔχει τὸ I πρὸς τὸ Δ καὶ τὸ E πρὸς τὸ Z, εἰ μὴ εἴη τὸ Δ τοῦ Γ ἀπόφασις μηδὲ τὸ Z LXXXIXv τοῦ E, οὐδ’ ἄρα τοῦ Α τὸ Β ἀπόφασις ἔσται. [Α ἔστι λευκόν, Β ἐστὶν οὐ λευκόν· τοῦ Α τὸ Β ἀπόφασις οὐκ ἔστι. Γ δύναται βαδίζειν, Δ δύντι οὐ βαδίζειν· τοῦ δύναται βαδίζειν τὸ δύναται βαδίζειν οὐκ ἔστιν ἀπόφασις. E ἐπίσταται τὸ ἀγαθόν, Z ἐπίσταται τὸ οὐκ ἀγαθόν.] τοῦ οὖν δύναται βαδίζειν οὐκ ἀπόφασις τὸ δύναται οὐ βαδίζειν· ἀμφότερα γὰρ συναληθεύει ἐπὶ τοῦ αὐτοῦ κατὰ τὸν αὐτὸν χρόνον· ὁ γὰρ αὐτὸς κατὰ τὸν αὐτὸν χρόνον δύναμιν ἔχει τοῦ βαδίζειν καὶ μὴ βαδίζειν. βαδίζειν μὲν γὰρ καὶ μὴ βαδίζειν τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἀδύνατον· ὑπάρχειν γὰρ καὶ μὴ ὑπάρχειν τὸ αὐτὸ κατὰ τὸν αὐτὸν χρόνον τῷ αὐτῷ ἀδύνατον. δύνασθαι μέντοι τὰ ἀντικείμενα τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον ἐνδέχεται ἐπὶ τῆς ἐνδεχομένης ὕλης· τοιοῦτον γάρ ἐστι τὸ ἐνδεχόμενον, “οὖ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ οὐδὲν ἀδύνατον ἀκολουθεῖ”. εἰ τοίνυν τὸ μὲν Γ καὶ Δ ἅμα τῷ αὐτῷ ἐνδέχεται παρεῖναι, κατάφασιν δὲ καὶ ἀπόφασιν ἅμα τῷ αὐτῷ κατὰ τὸ αὐτὸ παρεῖναι τῶν ἀδυνάτων ἐστίν, οὐκ ἄρα ἐστὶ τοῦ Γ τὸ Δ ἀπόφασις. οὕτως δὲ εἶχε τὸ Α πρὸς τὸ Β, ὡς ἔχει καὶ τὸ Γ πρὸς τὸ Δ· οὐδὲ τὸ Β ἄρα τοῦ Α ἀπό- φασίς ἐστι, λέγω δὴ τοῦ ἔστι λευκόν τὸ ἔστι οὐ λευκόν. ὡσαύτως καὶ ἐπὶ τοῦ ἐπίσταται τὸ ἀγαθόν, ἐπίσταται τὸ οὐκ ἀγαθόν· οὐ γάρ ἐστι τοῦ ἐπίσταται τὸ ἀγαθόν ἀπόφασις τὸ ἐπίσταται τὸ οὐκ ἀγαθόν· ἅμα γὰρ τῷ αὐτῷ παρεῖναι ἀμφότερα ἐνδέχεται· ὁ αὐτὸς γὰρ καὶ τὸ ἀγαθὸν ἐπίστασθαι δύναται καὶ τὸ οὐκ ἀγαθόν, ἐπειδὴ καὶ τῶν ἐναντίων μία ἐστὶν ἐπιστήμη. ὥστε εἰ μή ἐστι τοῦ E τὸ Z ἀπόφασις, οὐδὲ τοῦ Α τὸ Β ἄν εἴη ἀπόφασις· οὐκ ἄρα τοῦ ἔστι λευκόν ἀπόφασίς ἐστι τὸ ἔστιν οὐ λευκόν, ὅπερ ἔδει δεῖξαι. δέδεικται γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι οὐκ ἄλλως ἀπόφασις γίνεται ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου προτάσεων, εἰ μὴ τῷ ἔστι τὸ ἀρνητικὸν συνταχθῇ μόριον. τοῦτο γάρ ἐστι τὸ τὴν κατάφασιν ἐργαζόμενον· ὅπερ εἰ μὴ ἡ ἄρνησις ἀνέλῃ, οὐ γενήσεται ἀπόφασις, ὥσπερ καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων τὸν τρόπον· ἰσο- δυναμεῖ γὰρ τῷ ἔστιν ὁ τρόπος. εἰ οὖν τοῦ ἔστι λευκόν μή ἐστιν ἀπό. φασις τὸ ἔστιν οὐ λευκόν, κατάφασις ἂν εἴη καὶ αὐτὸ ἐκ μεταθέσεως. ἔσαν οὖν τῆς μὲν 'ἔστι λευκόν᾿ ἀπόφασις ἡ ῾ οὐκ ἔστι λευκόν᾿ , τῆς δὲ ‘ἔστιν οὐ λευκόν᾿ ἡ ῾ οὐκ ἔστιν οὐ λευκόν᾿. p. 51 b 10 Λόγος δὲ· τούτου ὅδε. Τουτέστιν ἀπόδειξις καὶ αἰτία. εἶτα ἐπάγει τὴν εἰρημένην ἡμῖν ἀνα- λογίαν· ἐπειδὴ γὰρ ἐπὶ τῆς ‘ἔστι λευκόν᾿ καὶ ῾ ἔστιν οὐ λευκόν᾿ ἀσαφὴς ἦν ὁ λόγος, λαμβάνει μετὰ τρόπου ὁμοίως ἐχούσας καταφάσεις ἁ|πλᾶς τε XCr καὶ ἐκ μεταθέσεως, ἃς ἤδη ἔφθημεν προεκθέμενοι, καὶ δείξας ὅτι ἐπ’ ἐκείνων οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, οὕτως τὸ ἀνάλογον καὶ ἐπὶ τῶν προκειμένων δείκνυσιν. p. 51 b 13 ΤῸ γὰρ ἐπίσταται τὸ ἀγαθόν ἢ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν οὐδὲν διαφέρει. Ἐπειδὴ τὸ μὲν ἔστι λευκόν καὶ ἔστιν οὐ λευκόν, περὶ ὧν ἡ σκέψις, τὸ ἔστιν ῥῆμα, τὸ δὲ ῾ δύναται βαδίζειν῾ καὶ δύναται μὴ βαδίζειν῾ καὶ ῾ ἐπίσταται τὸ ἀγαθόν῾ καὶ ῾ ἐπίσταται τὸ μὴ ἀγαθόν῾ οὐκ εἶχον τὸ ἔστιν, ἐκ δὲ τῆς πρὸς ταῦτα ἀναλογίας δεῖξαι βούλεται ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως τῆς ῾ ἔστι λευκόν᾿ ἀπόφασις ἡ ἐκ μεταθέσεως κατά- φασις ἡ ῾ ἔστιν οὐ λευκόν· , ἵνα μή τις νομίσῃ ὅτι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ῾ ἔστι῾ , τούτου ἕνεκεν παραλογίζεται, τούτου χάριν βούλεται δεῖξαι ὅτι ἰσοδυναμεῖ τῷ τρόπῳ τὸ ᾿ ἔστι῾ . τὸ γὰρ λέγειν, φησίν, ἐπίσταται τὸ ἀγαθόν ταὐτόν ἐστι τῷ λέγειν ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν· ὁμοίως καὶ τὸ δύναται βαδίζειν τῷ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ῥῆμα εἰς μετοχὴν καὶ τὸ · ἔστιν῾ ἀναλύεται, ὥσπερ καὶ τὸ ῾ Σωκράτης περιπατεῖ῾ ταὐτόν ἐστι τῷ ῾ Σωκράτης περιπατῶν ἐστιν᾿ . ὥστε, φησί, καὶ τὰ ἀντικείμενα τὰ αὐτὰ ἔσται , τουτέστιν αἱ ἀποφάσεις αὐτῶν, λέγω δὴ τὸ οὐ δύναται βαδίζειν τῷ οὐκ ἔστι δυνάμενος βαδίζειν· τὸ γὰρ ᾿ δύναται᾿ ῥῆμα ἀνελύθη εἰς τὸ ᾿ ἔστι῾ καὶ τὴν μετοχὴν τὴν ῾ δυνάμενος῾ . ὡσαύτως καὶ τὸ ῾ οὐκ ἐπίσταται τὸ ἀγαθόν῾ ταὐτὸν ἔσται τῷ ῾ οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν῾. p. 51 b 16 Εἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν, ταῦτά γε ἅμα ὑπάρξει τῷ αὐτῷ· ὁ γὰρ αὐτὸς δύναται καὶ βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ἐπῖ- στήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστἱ· φάσις δὲ καὶ XCr ἀπóφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ. Δείξς ὅτι οὐδὲν διαφέρει τὸ λέγειν ‘δύναται βαδίζειν’ καὶ ιἔστι δυνά- μενος βαδίζειν’, καὶ ἐπὶ τῶν ἀποφάσεων ὁμοίως, τουτέστιν ἢ μετὰ τρόπου μόνου προφέρεσθαι τὰς προτάσεις ἢ ἀναλύειν τοὺς τρόπους εἰς μετοχὴν καὶ τὸ ιἔστι’ ῥῆμα, δείκνυσι πάλιν ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπό- φασις ἡ ἐκ . μ---ταθ--́-σ---ω,- κατάφασις. δείκνυσι δὲ τῇ εἰς ἀδύνατον ἀπαγωγῇ ’ τίθησι γὰρ εἶναι ταὐτὸν τὴν ἐκ μεταθέσεως κατάφασιν τῇ ἀπλῇ ἀπο-̔̔ιάσει, καὶ συλλογίζεται τὸ ἑπόμενον ἄτοπον. εἰ γὰρ τῆς λεγούσης ἔστι δυνάμενος βαδίζειν ἀπόφασίς ἐστιν ἡ λέγουσα ἔστι δυνάμενος μ ὴ βαδίζειν, ἐπειδὴ ὁμολογουυͅά-νὧ τῆς ἔστι δυνάμενος βαδίζειν’ ἀπόφασίς ἐστιν ἡ λέγουσα ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’ ἁπλῆ οὖσα καὶ αὐτή, ἔστι δὲ κατὰ τὴν ὑπό- θεσιν καὶ ἡ ιἔστι δυνάμενος μὴ βαδίζειν’ τῆς αὐτῆς ἀπόφασις, ταὐτὸν ἄρα σημαίνουσιν ἄμφω, ἥ τε λέγουσα ι οὐκ ἔστι δυνάμενος βαδίζειν’ καὶ ἡ ι ἔστι δυνάμενος μὴ βαδίζειν’ • ἄμφω γὰρ μιᾶς καὶ τῆς αὐτῆς καταφάσεως εἰσιν so ἀποφάσεις, τῆς ι ἔστι δυνάμενος βαδίζειν’. εἰ οὖν τὸ αὐτὸ σημαίνουσιν, ἐφ’ ὧν δήπου ή μία ἀληθής, ἐπὶ τούτων καὶ τὴν λοιπὴν ἀληθεύειν ἀνάγκη. ἀλλ’ ἐπειδὴ ἐνδέχεται ἕνα κα τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ δύνασθαι μὴ βαδίζειν, μἄλλον δὲ καὶ ἀναγκαῖον (ὃς γὰρ ἂν μὴ βαδίζων δύνηται βαδίζειν, δῆλον δήπου ὅτι καὶ μὴ βαδίζειν δύναται· οὐδὲ γὰρ βαδίζει τότε, ὅτε λέγεται δύνασθαι βαδίζειν), εἰ οὖν ἀ̣μφότεραι αἱ προτάσεις ἐπὶ τοῦ αὐτοῦ συναλrιθ-αύουσιν, ἥ τε ἀπλῆ ἡ { δύναται βαδίζειν’ ·ι̣αὶ ἡ ἐκ μεταθέσεως ἡ ιδύναται μὴ βαδίζειν’, ἀλλὰ δὴ ἡ ζδύναται μὴ βαδίζειν’ ταὐτὸν ἐσήμαινε κατὰ τὴν ὑπόθεσιν τῇ ιοὐ δύναται βαδίζειν’ (ἄμφω γὰρ ἀπ‘ιὑͅάσ---ι-- τῆςιδύνα- ται βαδίζειν’, ἡ μὲν κατὰ ἀλήθειαν ἡ δὲ κατὰ τὴν ὑπόθεσιν), καὶ ἡ ἄοͅἁ δύνα- ται βαδίζειν’ ταὐτὸν σημαίνει τῇ ‘οὐ δύναται βαδίζειν’· ἐπὶ τοῦ αὐτοῦ ἄρα ἡ ἀντίφασις συναλrιθ---ύ---ι, ὅπερ ἐστὶν ἀδύνατον. τὸ ἀδύνατον γ̓ͅκ̀ολούdιrισćν, ὅτι ὑπεθέμεθα τὴν ιἔστι δυνάμενος μὴ βαδίζειν’ ἀπόφασιν εἶναι τῆς ·̀ἔστ-́ δυνάμενος βαδίζειν . ἀναγκαίως μὲν γὰρ εἰς ταὐιὸν συνήγετο τῇ ιοὐκ εν στι ω δυνάμενος βαδίζειν’ ἡ ιἔστι δυνάμενος μὴ βαδίζειν’· ἀλλὰ ἡ ιἔστι δυνάμενος βαδίζειν’ συνηλήθευε τῇ ςἔστι δυνάμενος μὴ βαδίζειν’· καὶ ἡ ἄρα ιοὐκ ενστι δυνάμενος βαδίζειν῾ συναληθεύσει τῇ ἔστι δυνάμενος βαδίζειν῾ ἡ ἀντίφασις, XCr ὅπερ ἐστὶν ἀδύνατον. Eἰ οὖν τὸ οὐκ ἔστι δυνάμενος βαδίζειν ταὐτὸ σημαίνει καὶ ἔστι δυνάμενος μὴ βαδίζειν. οὐχ ὡς αὐτῷ δοκοῦν ἀλλὰ κατὰ τὴν ὑπόθεσιν. εἰ(??)γὰρ τὸ ῾ ἔστι δυνάμενος μὴ βασίζειν῾ ἀπόφασίς ἐστι τοῦ ῾ἔστι δυνάμενος βαδίζειν῾, τοῦ δὲ ῾ ἔστι δυνάμενος βαδίζειν῾ ἀπόφασίς ἐστιν ἡ ῾οὐκ ἔστι δυνάμενος βαδίζειν῾, ταὐτὸν ἄρα σημαίνει ἡ ῾ ἔστι δυνάμενος μὴ βαδίζειν῾ τῇ ‘ οὐκ ἔστι δυνάμενος βαδίζειν· τοῦ γὰρ αὐτοῦ ἄμφω ἀποφάσεις. ὥστε, φησί, καὶ τῷ αὐτῷ ἅμα ὑπάρξει· εἰ γὰρ τὰ αὐτά ἐστι, καὶ ἅμα ὑπάρξει τῷ αὐτῷ. δύναται δὲ τὸ ταῦτά γε ὑπάρξει ἅμα τῷ αὐτῷ πρὸς τὰ ἐφεξῆς λέγεσθαι· ἐπάγει οὖν ὁ γὰρ αὐτὸς δύναται βαδίζειν καὶ μὴ βαδίζειν· ὁ γὰρ αἰτιολογικὸς σύνδεσμος ὁ ‘ γὰρ’ τοῦτο βούλεται. Φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ, τουτέστιν ἀδύνατον τὴν ἀντίφασιν ἐπὶ τοῦ αὐτοῦ συναλη- θεύειν. ἐλλιπῶς δὲ εἴρηται ὁ συλλογισμός· ἔδει γὰρ πρὶν εἰπεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ συναγαγεῖν τὸ ἄτοπον, ὅτι ὁ αὐτὸς ἄρα δύναται βαδίζειν καὶ οὐ δύναται βαδίζειν, εἶτα ἐπαγαγεῖν φάσις δὲ καὶ ἀπόφασις αἱ ἀντικείμεναι οὐχ ὑπάρχουσιν ἅμα τῷ αὐτῷ. πῶς δὲ συνάγεται τὸ ἄτοπον, εἴπομεν. | p. 55 b 22 Ὤσπερ οὗν οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ XCV ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, οὐδὲ εἶναι μὴ ἀγαθὸν καὶ μὴ εἶναι ἀγαθὸν ταὐτόν. Διὰ μὲν γὰρ τὴν ὑπόθεσιν τὴν λέγουσαν τῆς ἁπλῆς καταφάσεως ἀπόφασιν εἶναι τὴν ἐκ μεταθέσεως κατάφασιν ἠκολούθησε συναληθεύειν τὴν ἁπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει· τοῦτο δὲ εἰς ἄτοπον ἐξέπεσε τὸ τὴν ἀντίφασιν συναληθεύειν ἅμα ἐπὶ τοῦ αὐτοῦ. ᾗ δὲ ὑποθέσει ἀδύνατον ἀκολουθεῖ, ψευδής ἐστιν αὕτη· ψευδὴς ἄρα ἡ λέγουσα ὑπόθεσις ταὐτὸν εἶναι τὴν άπλῆν ἀπόφασιν τῇ ἐκ μεταθέσεως καταφάσει. αὕτη δὲ ἡ ὑπόθεσις ἠκολούθησε τῇ λεγούσῃ ἀπόφασιν εἶναι τῆς άπλῆς καταφάσεως τὴν ἐκ μεταθέσεως κατάφασιν· ψευδὴς ἄρα αὕτη ἡ ὑπόθεσις, ὅπερ καὶ δεῖξαι προέκειτο. ἡ μὲν οὖν τελεία ἀγωγὴ τοῦ συλλογισμοῦ ἐστιν αὕτη. ἐπειδὴ δέ, ὅπερ ἔλεγον, ἐκ τῶν μετὰ τρόπου προτάσεων ἤλεγχεν ὁ Ἀρι- στοτέλης ὅτι οὐδὲ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου τῶν άπλῶν κατα- XCv φάσεων ἀποφάσεις εἰσὶν αἱ ἐκ μεταθέσεως καταφάσεις, εἶτα εἰκὸς ἦν τινα νομίσαι μὴ ὁμοίως ἔχειν ἐπί τε τῶν τὸ ‘ ἔστιν῾ ἐχουσῶν προτάσεων καὶ ἐπὶ τῶν μὴ ἐχουσῶν καὶ διὰ τοῦτο τὸν τρόπον ἀνέλυσεν εἴς τε τήν μετοχὴν καὶ τὸ ‘ἔστι’, διὰ τοῦτο αὐτὸ τοῦτο καὶ νῦν συμπεραίνεται, ὅτι εἰ ὡς ἔχει ἡ ‘ οὐκ ἐπίσταται τὸ ἀγαθόν’ πρὸς τὴν ‘ ἐπίσταται τὸ μὴ ἀγαθόν’, οὕτως ἔχει ἡ λέγουσα ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ ἡ ‘ἔστιν οὐκ ἀγαθόν’, δέδεικται δὲ ὅτι οὐκ ἔστι ταὐτὸν τὸ πρῶτον τῷ δευτέρῳ, οὐδ’ ἄρα τὸ τρίτον τῷ τετάρτῳ ταὐτὸν ἔσται. ἐν γὰρ τοῖς ἀνάλογον ώς ἔχει τὸ πρῶτον πρὸς τὸ δεύτερον, οὕτως καὶ τὸ τρίτον ἔχει πρὸς τὸ τέταρτον· ἐκείνων οὖν τῶν αὐτῶν οὐκ ὄντων οὐδὲ ταῦτα ἄν εἴη τὰ αὐτά. p. 51 b 25 Οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ μὴ εἶναι ἴσον. Ἐπὶ σαφέστερον ὑπόδειγμα μετάγει τὸν λόγον δεικνὺς ὅτι οὐκ ἔστι ταὐτὸν ἡ άπλῆ ἀπόφασις τῇ ἐκ μεταθέσεως καταφάσει. τὸ γὰρ οὐκ ἔστιν ἴσο῾ οὐκ ἂν εἴη ταὐτὸν ‘ τῷ ἔστιν οὐκ ἴσον῾ ὁ μὲν γὰρ λέγων ‘ ἔστιν οὐκ ἴσον’ καταφάσκει τινὶ ὑπάρχειν τὸ μὴ ἴσον, τουτέστι τὸ ἄνισον· ὁ δὲ λέγων ῾ οὐκ ἔστιν ἴσον῾ ἀποφάσκει μόνον τὸ ἴσον, καταφάσκει δὲ οὐδέν. διόπερ τὸ μὲν ἔστιν ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’ ἐπὶ πάντων, τῶν τε ὄντων καὶ μὴ ὄντων, διαιρεῖ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, τὸ δὲ ἴσον καὶ ἄνισον οὐκέτι· οὐ γὰρ πᾶν ἢ ἴσον ἐστὶν ἢ ἄνισον. ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὕτε ἄνισον· ταὐτὸν δέ ἐστι τὸ ‘ἔστιν οὐκ ἴσον’ τῶ ‘ἔστιν ἄνισον’. οὐκ ἐπίσταται τὸ ἀγαθόν. ἐπίσταται τὸ μὴ ἀγαθόν. οὐκ ἔστιν ἀγαθόν. ἔστιν οὐκ ἀγαθόν. οὐκ ἔστιν ἴσον. ἔστιν οὺκ ἴσον. οὐκ ἔστι λευκόν. ἔστι ξύλον οὐ λευκόν. p. 51 b 28 Ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει. Πάλιν ἐπὶ σαφέστερον μετῆλθεν ὑπόδειγμα. ἐν μὲν γὰρ τοῖς ἐπάνω ἄνευ τινὸς ὑποκειμένου λέγων τὸ μὴ εἶναι ἀγαθὸν ἢ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ ‘ἔστιν οὐκ ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’, μὴ προστιθεὶς δὲ τί ποτέ ἐστιν ὃ ταῦτα λέγεται ἢ εἶναι ἢ μὴ εἶναι, ἀσαφέστερον ὲποίει τὸν λόγον· νῦν δὲ λέγων ‘ οὐκ ἔστι ξύλον λευκόν’ καὶ ‘ ἔστι ξύλον οὐ λευκόν τῷ προσθεῖναι XCv καὶ τὸ ὑποκείμενον σαφὲς ἐποίησε τὸ ἀσυνύπταρκτον τῆς τε ἀποφάσεως τῆς ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως καταφάσεως. ὁ μὲν γὰρ λέγων ‘ ἔστι ξύλον οὐ λευκόν’ λέγει εἶναί τι ξύλον, τούτου δὲ κατηγορεῖ τὸ οὐ λευκόν· ὁ δὲ λέγων ‘οὐκ ἔστι ξύλον λευκόν’ δύναται μὴ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ ξύλον ἀποφάσκειν· ἀληθὲς γὰρ εἰπεῖν ὅτι ἡ ψυχὴ καὶ τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν. οὐκ ἄρα ταῦτά ἐστι τὰ αὐτά. p. 51 b 31 Ὤστε φανερὸν ὅτι οὐκ ἔστι τοῦ ἔστιν ἀγαθόν τὸ ἔστιν οὐκ ἀγαθόν ἀπόφασις. Τὸ συμπέρασμα ἐπήγαγε δι’ ὃ ταῦτα πάντα εἶπεν, ὅτι οὐκ ἔστι τῆς ἁπλῆς καταφάσεως ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις. πῶς δὲ τοῦτο συνῆκται, πολλάκις εἶπον. p. 51 b 32 Εἰ οὖν κατὰ παντὸς ἑνὸς ἢ ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθής, εἰ μή ἐστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν πως εἴη. Δείξας ὅτι ἡ ἐκ μεταθέσεως κατάφασις οὐκ ἔστιν ἀπόφασις, ἀναγκαίως συνάγει ὅτι κατάφασίς ἐστιν· πάντα γὰρ ἀποφαντικὸν λόγον ἀνάγκη ἢ κατάφασιν εἶναι ἢ ἀπόφασιν· εἰ οὖν μή ἐστιν ἀπόφασις, κατάφασις ἂν εἴη. καὶ καλῶς προσέθηκε τὸ ‘πως’, ὅτι οὐχ ἁπλῆ ἐστι κατάφασις ἀλλ’ ἐκ μεταθέσεως. πάσης δὲ καταφάσεως ἔστι τις ἀπόφασις· καὶ τῆς ἄρα λεγούσης ‘ἔστιν οὐκ ἀγαθόν’, ἥτις δέδεικται κατάφασις οὖσα, ἀπόφασις ἔσται ἡ οὐκ ἔστιν οὐκ ἀγαθόν’. p. 51 b 36 Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα καὶ τὰ ἑξῆς. | XCIr Προὔκειτο μὲν διδάξαι ὅτι τῆς ἁπλῆς καταφάσεως οὐ. ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις, ὡς χρησιμεύοντος ἡμῖν τούτου εἰς τὰς τῶν συλλογισμῶν ἀναλύσεις, ἵνα μὴ καταφατικὸν ἐκ μεταθέσεως πρόβλημα οἰηθέντες ἀποφατικὸν εἶναι εἰς ἀποφατικὸν ἀναλύειν συλλογισμὸν πειραθῶμεν. τοῦτο μὲν οὖν τὸ προκείμενον ἦν τῷ ’Αριστοτέλει. εἶτα πρὸς τὴν τούτου δεῖξιν ἔλεγε τὸν αὐτὸν δύνασθαι βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἐπιστήμονα τοῦ ἀγαθοῦ εἶναι καὶ τοῦ μὴ ἀγαθοῦ, ὧν αἱ μὲν ἦσαν ἁπλαῖ καταφάσεις αἱ δὲ ἐκ μεταθέσεως, καὶ ὅτι οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, ὧν ἡ μὲν άπλῆ ἐστιν ἀπόφασις ἡ δὲ κατά· XCIr φασις ἐκ μεταθέσεως. ἐπεὶ οὖν ὅλως ἐμνήσθη τίνες τε ταὐτὸν δύνανται τῶν ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως καὶ τίνες οὐ ταὐτόν, διὰ τοῦτο βούλεται μεταξὺ περὶ τῆς ἀκολουθίας τῶν τε ἁπλῶν προτάσεων καὶ τῶν ἐκ μετα- θέσεως ἡμᾶς διδάξαι. καὶ ἅπερ ἐν τῷ Περὶ ἑρμηνείας ᾐνίξατο περὶ τῆς ἀκολουθίας αὐτῶν, ταῦτα σαφῶς ἐνταῦθα διδάσκει, καὶ λέγει, ἵνα συντόμως εἴπω, ὅτι ἀντεστραμμένως ἔχουσι κατὰ τὴν ἀκολούθησιν αἱ ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως· τῇ μὲν γὰρ άπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, καὶ ἀνάπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καὶ ἁπλῶς ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐ μὴν καὶ ἀνάπαλιν ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐπὶ πλέον γάρ εἰσιν αἱ ἀποφάσεις τῶν καταφάσεων. ἵνα οὖν τοῦτο δείξῃ, ἐκτίθεται αὐτὰς ἐν διαγράμματι · τὴν μὲν ἁπλῆν κατάφασιν, ἐφ’ ἧς τὸ Α, οἷον τὴν λέγουσαν ‘ἔστι ξύλον λευκόν· ταύτης ἀπόφασις τὸ B, τὸ ‘οὐκ ἔστι ξύλον λευκόν’· εἶτα ὑπὸ μὲν τὸ B τὴν ἐκ μεταθέσεως κατάφασιν, ἐφ’ ἧς τὸ Γ, τὸ ‘ἔστι ξύλον οὐ λευκόν’ ὑπὸ δὲ τὸ Α τὴν ἐκ μεταθέσεως ἀπόφασιν, ἐφ’ ἧς τὸ Δ, τὸ οὐκ ἔστι ξύλον οὐ λευκόν’. τούτων οὕτως ἐχόντων, ἐπειδὴ ἐπὶ παντός, καὶ ὄντος καὶ μὴ ὄντος, ἢ ἡ κατάφασις ἀληθεύει ἢ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι, ἀντιφατικὼς δὲ ἀντίκεινται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ἐπὶ παντὸς ἄρα ἢ τὸ Α ἢ τὸ Β καὶ ἢ τὸ I ἢ τὸ Δ. ἐπεὶ οὖν τῷ Α ἀδύνατον ὑπάρξαι τὸ Γ ἀδύνατον γὰρ τὸ αὐτὸ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν), τὸ Δ ἄρα ὑπάρξει τῷ Α· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε ὃ ἂν ᾖ Α, τοῦτο πάντως ἔσται καὶ Δ. τῇ ἄρα ἁπλῇ καταφάσει, τῷ Α, ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται, ἥτις ἐστὶ τὸ Δ. οὐ μὴν ἀνάπαλιν τῷ Δ ἕπεται τὸ Α· ἐπὶ πλέον γάρ ἐστι τὸ Δ τοῦ A. τὸ γὰρ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’ ἀληθεύει, κἂν μὴ ὅλως ᾖ ξύλον· καὶ γὰρ ἡ ψυχὴ οὐκ ἔστι ξύλον οὐ λευκόν, καὶ τὸ μὴ ὄν οὐκ ἔστι ξύλον οὐ λευκόν· ὅπερ δ’ ἂν ἡ ξύλον λευκόν, πάντως καὶ ξύλον ἐστίν. οὐκ ἄρα τῇ ἐκ μεταθέσεως ἀποφάσει, ἥτις ἦν ἐφ’ ἧς τὸ Δ, ἕπεται ἡ ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, διὰ τὸ ἐπὶ πλέον εἶναι τὴν ἀπόφασιν τὴν ἐκ μεταθέσεως τῆς ἁπλῆς καταφάσεως. ὥσπερ δὲ τῇ ἁπλῇ καταφάσει ἠκολούθησεν ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὕτω κατὰ τὸ ἐναντίον τῇ ἐκ μεταθέσεως καταφάσει ἔπεται ἡ ἁπλῆ ἀπόφασις καὶ οὐκ ἀντι- στρέφει, τουτέστιν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, οὐ μὴν XCIr ἐφ’ οὗ τὸ Β, πάντως καὶ τὸ Γ διὰ τὸ ἐπὶ πλέον εἶναι τὸ B τοῦ Γ. ὅτι οὖν ἐφ’ οὗ τὸ Γ, πάντως ἐπὶ τούτου καὶ τὸ Β, τῷ αὐτῷ τρόπῳ δείκνυσιν. εἰ γὰρ μὴ τὸ Β, ἀνάγκη πάντως τὸ Α· ἐπὶ παντὸς γὰρ ἢ ἡ κατάφασις ἢ ἡ ἀπόφασις· ἀλλ’ ἀδύνατον· εἰ γάρ ἐστί τι ξύλον οὐ λευκόν, ἀδύνατον τοῦτο ξύλον εἶναι λευκόν. ὥστε τὸ ἀντικείμενον ἀνάγκη τὸ οὐκ ἔστι ξύλον λευκόν, ὅπερ καὶ ἔστιν ἀληθές· ὃ γὰρ ἂν εἴη ξύλον οὐ λευκόν, τοῦτο οὐκ ἔσται ξύλον λευκόν. οὐκέτι μέντοι εἴ τι οὐκ ἔστι ξύλον λευκόν, τοῦτο ἔσται ξύλον οὐ λευκόν· καὶ γὰρ τὰ μὴ ὄντα ξύλα, οἷον ψυχή, ἄγγελος, καὶ ἔτι τὸ μὴ ὄν ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν· οὐκέτι μέντοι ἀληθὲς τὸ εἰπεῖν ‘ ἔστι ξύλον οὐ λευκόν’. p. 52 a 4 Tip δὲ B τὸ Γ οὐκ ἀεί· ὃ γὰρ ὅλως μὴ ξύλον, οὐδὲ ξύλον ἔσται οὐ λευκόν. Εἴπομεν γὰρ ὅτι ἡ ἀπόφασις καὶ ἐπὶ τὰ μὴ ὄντα χωρεῖ· τὸ γὰρ ‘οὐκ ἔστι ξύλον λευκόν’ φέρεται καὶ ἐπὶ ψυχῆς καὶ ἐπὶ τοῦ μὴ ὄντος· εἰ οὖν οὐκ ἔστι ξύλον ἡ ψυχὴ ἢ τὸ μὴ ὄν, οὐδὲ ξύλον οὐ λευκὸν ἔσται. καλῶς δὲ τὸ οὐκ ἀεὶ πρόσκειται· ἐνδέχεται γὰρ ἐπὶ τινῶν ἐφ’ ὧν ὑπῆρχε τὸ Γ, λέγω δὴ τῶν οὐ λευκῶν ξύλων· ἐπὶ γὰρ τῆς ἐβένου ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἔστι ξύλον λευκόν, ὥστε ἀληθὲς εἰπεῖν <καὶ> ὅτι οὐκ ἔστι ξύλον λευκὸν καὶ ὅτι ἔστι ξύλον οὐ λευκόν. p. 52 a 6 Ἀνάπαλιν τοίνυν, ᾧ τὸ Α, τὸ Δ παντί. | Το ἀνάπαλιν, διότι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς XCIv ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἤ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀλλ’ ἀντιστρόφως τῇ μὲν ἁπληῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις, τῇ δὲ ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις. καθὸ μέντοι ἐπ’ ἀμφοτέρων ταῖς καταφάσεσιν αἱ ἀποφάσεις ἔπονται, τὴν αὐτὴν σώζοιεν ἂν συστοιχίαν. p. 52 a 11 Ὤστε τὸ Δ ἀληθές, τὸ δὲ Α οὐκ ἀληθές. Τουτέστι κατὰ τοῦ ὅλως μὴ ὄντος ξύλου τὸ μὲν Δ ἀληθές, ὅτι οὐκ ἔστι ξύλον οὐ λευκόν, τὸ δὲ Α οὐκ ἀληθές, ὅτι ἔστι ξύλον λευκόν. ὥστε οὐχ ἕπεται τῇ ἐκ μεταθέσεως ἀποφάσει ἡ ἁπλῆ κατάφασις. p. 52 a 12 Δῆλον δ’ ὅτι καὶ τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει καὶ XCI I τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι. Εἰπὼν ὅπως ἔχουσιν αἱ ὑπάλληλοι προτάσεις ἐν τῷ διαγράμματι, ζητεῖ νῦν ὅπως ἔχουσι καὶ αἱ διαγώνιοι. καὶ φησὶν ὅτι τὸ μὲν Α καὶ Γ οὐδέποτε τῷ αὐτῷ ὑπάρξει, τουτέστιν ἀμφότεραι αἱ καταφάσεις, ἥ τε ἁπλῆ καὶ ἡ ἐκ μεταθέσεως· ὃ γάρ ἐστι ξύλον λευκόν, τοῦτο ἀδύνατον εἷναι ξύλον οὐ λευκόν. τἀς μέντοι ἀποφάσεις, φησίν, ἐνδέχεταί ποτε συναληθεύειν, λέγω δὲ ἐπὶ του μὴ ὄντος· ἀληθὲς γὰρ τὸ λέγειν ὅτι τὸ μὴ ὂν οὐκ ἔστι ξύλον λευκόν, καὶ πάλιν οὐκ ἔστι ξύλον οὐ λευκόν. οὐ μόνον δὲ ἐπὶ τοῦ ἁπλῶς μὴ ὄντος ἀλλὰ καὶ ἐπὶ τοῦ μὴ ὄντος ξύλου· οἷον ἡ ψυχὴ οὐκ ἔστι ξύλον λευκόν, ἀλλὰ καὶ οὐκ ἔστι ξύλον οὐ λευκόν. ὥστε αἱ μὲν κατακαταφάσεις οὐδέποτε συναληθεύουσι, τἀς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν. ἐπειδὴ δὲ ἐν τῷ Περὶ ἑρμηνείας δύο διαγράμματα ἐκθέμενος ὁ Ἀριστοτέλης, ἓν μὲν τῶν ἀπροσθιορίστων προτάσεων ἕτερον δὲ τῶν προσδιωρισμένων, ἐπὶ μὲν τῶν ἀπροσδιορίστων εἶπε τὰς μὲν καταφάσεις μηδέποτε συναληθεύειν, τὰς δὲ ἀποφάσεις συναληθεύειν, καὶ ταῖς καταφάσεσιν ἀεὶ τὰς ἀποφάσεις ἕπεσθαι, ὡς ἔφθημεν εἰπόντες, ἐπὶ δὲ τῶν προσθιωρισμένων οὐχ οὕτως, ἀλλὰ μόνον τὰς μερικὰς ἀποφάσεις ἔπεσθαι, οἷον τῇ οὐ πᾶς ἐστι δίκαιος ἄνθρωπος τὴν ‘ οὐ πᾶς ἐστιν οὐ δίκαιος ἄνθρωπος’· αἱ γὰρ καθόλου οὐδέποτε συναληθεύουσιν, λέγω δὴ ἡ ‘οὐδείς ἐστι δίκαιος ἄνθρωπος τῇ ‘οὐδείς ἐστιν οὐ δίκαιος ἄνθρωπος’. εἰ οὖν μέλλοι συνᾴδειν τὰ ἐνταῦθα λεγόμενα τοῖς ἐν τῷ Περὶ ἑρμηνείας, ὡς ὁ Ἀλέξανδρός φησιν, ὅταν λέγῃ ὁ Ἀριστοτέλης ὅτι τὸ ΑΓ οὐδενὶ τῷ αὐτῷ ὑπάρξει, τουτέστιν αἰ καταφάσεις, ἢ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων καταφάσεων ἐξακουσόμεθα ἢ ὡς ἐπὶ τῶν μερικῶν καταφάσεων· καὶ γὰρ αἱ ἀπροσδιόριστιο ταῖς μερικαῖς ἰσοδυναμοῦσιν. ὅτι δὲ ὡς ἐπὶ τῶν ἀπροσδιορίστων ἐνταῦθα τὸν λόγον ποιεῖται, ἐδήλωσε καὶ ἐν τῷ Περὶ ἑρμηνείας· ἐκθεὶς γὰρ τῶν ἀπροσδιορίστων προτάσεων τὸ διάγραμμα καὶ εἰπὼν ποῖαι ἀκολουθοῦσιν ἀλλήλαις καὶ ποῖαι οὔ, “ταῦτα μὲν οὖν φησίν, ὥσπερ ἐν τοῖς Ἀναλυτκοῖς λέγεται, οὕτω τέτα- XCIv κται”, ὡς δὴ τούτου τοῦ συγγράμματος προτέρου γεγραμμένου. Ἀπορήσειε δ’ ἄν τις πῶς ἀνωτέρω μὲν ἀμφοτέρας τἀς καταφάσεις συναληθεύειν ἔλεγε, τήν τε άπλῆν καὶ τὴν ἐκ μεταθέσεως (“ό γὰρ αὐτός, φησί, δύναται βαδίζειν καὶ μὴ βαδίζειν καὶ ἔστιν ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ”), ἐνταῦθα δέ φησι τὸ ΑΓ μηδέποτε τῷ αὐτῷ ὑπάρχειν, λέγω δὴ τὴν ἁπλῆν κατάφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, τὴν ‘ἔστι ξύλον λευκόν’ καὶ τὴν ‘ἔστι ξύλον οὐ λευκόν’ (ἀδύνατον γὰρ τὸ αὐτὸ λευκὸν εἶναι καὶ οὐ λευκόν), καὶ πάλιν ἄνω μὲν ἔλεγε μὴ ταὐτὸν εἶναι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν, τουτέστι τὴν άπλῆν ἀπόφασιν καὶ τὴν ἐκ μεταθέσεως κατάφασιν, καὶ ἔμπαλιν, ἐνταῦθα δὲ ἔδειξεν ὅτι ταῖς καταφάσεσιν ἕπονται αἱ ἀποφάσεις. ἰστέον οὖν ὅτι πρῶιον μὲν οὐ ταὐτόν ἐστι τὸ λέγειν [μὴ] εἶναι ταὐτὸν τόδε τῷδε καὶ τὸ λέγειν ἕπεσθαι τόδε τῷδε, ἐπεὶ τῷ μὲν ἀνθρώπῳ ἕπεται τὸ ζῷον, οὐ ταὐτὸν δέ ἐστι ζῷον καὶ ἄνθρωπος, καὶ ἐπ’ ἄλλων μυρίων ὡσαύτως. ἄλλως τε καὶ ἡ ἀκολούθησις τῶν προτάσεων ἡ καὶ ἐνταῦθα καὶ ἐν τῷ Περὶ ἑρμηνείας παραδιδομένη, λέγω δὴ ὅτι ἐπὶ τῶν δύο ἀυτιφάσεων, τῆς τε ἁπλῆς καὶ τῆς ἐκ μεταθέσεως, ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις, καὶ τὸ τὰς μὲν καταφάσεις μηδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεσθαι συναληθεύειν ἐπὶ τοῦ αὐτοῦ, οὐκ ἐπὶ πασῶν τῶν προτάσεων λέγεται· οὐ γὰρ δὴ καὶ ἐπὶ τῶν μετὰ τρόπου· ἐπὶ τούτων γὰρ οὐκέτι ἀληθὴς ἡ τοιαύτη ἀκολούθησις. ἐπὶ γὰρ τῶν μετὰ τρόπου ἐπὶ μὲν τοῦ δυνατοῦ ἤ ἐνδεχομένου ἀνάγκη συναληθεύειν τὰς καταφάσεις, ὡς ἤδη εἴπομεν, τὸ δύνασθαι βαδίζειν τῷ δύνασθαι μὴ βαδίζειν· οὐδέποτε δὲ ταῖς καταφάσεσιν ἀκολουθοῦσιν αἱ ἀποφάσεις, οἷον τῇ ‘δύναται βαδίζειν’ ἡ ‘οὐ δύναται μὴ βαδίαζειν’ ἡ τῇ ‘δύναται μὴ βαδίζειν’ ἡ ‘οὐ δύναται βαδίζειν’· ἀσυνύπαρκτα γὰρ ταῦτα ἐπὶ τοῦ αὐτοῦ. ἀλλ’ οὐδὲ αἱ ἀποφάσεις συναληθεύουσί ποτε, ἡ οὐ δύναται βαδίζειν’ καὶ ἡ ‘οὐ δύναται μὴ βαδίζειν’, ἀλλὰ κἀνταῦθα κἀκεῖσε ἐπὶ τῶν ἐκ τρίτου προσ- κατηγορουμένου ἡ τοιαύτη λέγεται ἀκολούθησις. οὕτω γοῦν καὶ ἐν ἐκείνοις ἔλεγεν “ὄταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις”. ὥστε εἰ ἐκεῖ μὲν σαφῶς περὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου εἶπε ταύτην τὴν ἀκολούθησιν, ἀναπέμπει δὲ ἡμᾶς ἐν ἐκείνοις εἰς τὰ ἐνταῦθα λεγόμενα ἐν οἷς φησι “ταῦτα μὲν οὗν ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται”, δῆλον ὅτι κἀνταῦθα περὶ τῶν αὐτῶν διδάσκει, ὡς δηλοῖ καὶ τὰ παραδείγματα· προτάσεις γὰρ ἔθηκεν ἐκ τρίτου προσκατηγορουμένου. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ τῶν μετὰ τρόπου προτάσεων χωρὶς | τῆς XCIlr ἐνδεχομένης ὕλης, λέγω δὲ ἐπὶ τῆς ἀναγκαίας καὶ τῆς ἀδυνάτου, ἡ αὐτὴ σώζεται ἀκολουθία. ἐπισκεπτέον δὲ ἐκ τοῦ διαγράμματος. ἀνάγκη ζῶον εἶναι. οὐκ ἀνάγκη ζῷον εἶναι. οὐκ ἀνάγκη μὴ ζῷον εἶναι. ἀνάγκη μὴ ζῷον εἶναι. ἀδύνατον λίθον εἶναι. οὐκ ἀδύνατον λίθον εἶναι. οὐκ ἀδύνατον οὐ λίθον εἶναι. ἀδύνατον οὐ λίθον εἶναι. σκόπει οὖν καὶ ἐπὶ τούτων ὅτι ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπον- ται· ὃ γὰρ ἀνάγκη ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη μὴ ζῷον εἶναι, καὶ πάλιν ὃ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο οὐκ ἀνάγκη ζῷον εἶναι. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσι, λέγω δὴ ἡ ‘ἀνάγκη ζῷον εἶναι’ καὶ ἡ ’ἀνάγκη μὴ ζῷον εἶναι’. τὰς δὲ ἀποφάσεις ἐνδέχεται συναληθεύειν· τὸ γὰρ μὴ ὂν ἀληθὲς εἰπεῖν ὅτι τε οὐκ ἀνάγκη ζῷον εἶναι καὶ ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ οὐκ ἔστιν ὅλως, ἀληθὲς εἰπεῖν ὅτι οὐκ ἀνάγκη μὴ ζῷον εἶναι· ὃ γὰρ ἀνάγκη μὴ ζῷον εἶναι, τοῦτο καὶ εἶναι ἀνάγκη· εἰ οὗν ἡ κατάφασις ψευδὴς ἐπὶ τοῦ μὴ ὄντος, ἀληθὴς δήπου ἡ ἀπόφασις. ἀλλὰ δὴ κἂν ἄνευ τοῦ ἔστιν ἢ εἶναι ῥήματος ἐκθώμεθα τὴν ἀναγκαίαν ὕλην, τὸ αὐτὸ ἀπαραλλάκτως ἀκολουθεῖ. οἷον ἀνάγκη ἀνα- πνεῖν· οὐκ ἀνάγκη ἀναπνεῖν· ἀνάγκη μὴ ἀναπνεῖν· οὐκ ἀνάγκη μὴ ἀνα πνεῖν· ὃ γὰρ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, καὶ ὃ ἀνάγκη μὴ ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη ἀναπνεῖν. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἡ ‘ ἀνάγκη ἀναπνεῖν’ καὶ ἡ ‘ἀνάγκη μὴ ἀναπνεῖν· τὰς δὲ ἀποφάσεις ἐνδέχεται· τὸ γὰρ μὴ ὂν ὅλως ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἀνάγκη ἀναπνεῖν καὶ ὅτι οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, τουτέστιν οὐκ ἀνάγκη τῶν μὴ ἀναπνεόντων εἶναι. ἐπισκεπτέον δὲ μή ποτε οὐκ ἐνδέχεται ἐπὶ τούτων οὐδὲ τὰς ἀποφάσεις συναληθεύειν. ὅσα δ’ εἴρηται ἐπὶ τῆς ἀναγκαίας ὕλης, ταῦτα καὶ ἐπὶ τῆς ἀδυνάτου λεχθήσεται· ὃ γὰρ ἀδύνατον ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον μὴ ἵπτασθαι, καὶ ὃ ἀδύνατον μὴ ἵπτασθαι, τοῦτο οὐκ ἀδύνατον ἵπτασθαι. καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. δόξουσι δὲ αἱ προκείμεναι προτάσεις διαφέρειν τῶν ἐκ τρίτου προσκατηγορουμένου καὶ ταύτῃ, ὅτι ἐπὶ μὲν ἐκείνων ταῖς ἀποφάσεσιν οὐχ εἵποντο αἰ καταφάσεις· οὐ γὰρ ἀντέστρεφεν ἡ ἀκολούθησις· ἐπὶ δὲ τῶν μετὰ τρόπου XCIIr ἀντιστρέφει· οὐ μόνον γὰρ ὅ ἀνάγκη ἀναπνεῖν, τοῦτο οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, ὰλλὰ καὶ ὃ οὐκ ἀνάγκη μὴ ἀναπνεῖν, οἷον τὸν κύνα, τοῦτο ἀνάγκη ἀναπεεῖν· καὶ πάλιν ὃ οὐκ ἀνάγκη ἀναπνεῖν, τοῦτο ἀνάγκη μὴ ἀναπνεῖν. φημὶ δὲ ὅτι καὶ ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένο, εἰ μὴ ὁρισθείη τί ἐστιν ὃ λέγεται λευκὸν εἶναι ἢ βαδίζειν ἢ τοιοῦτόν τι, καὶ ἐπὶ ἐκείνων ἡ ἀντιστροφὴ σωθήσεται. σωθήσεται. μὲν γὰρ τοῦ ἔστι ξύλον λευκόν’ καὶ ‘οὐκ ἔστι ξύλον λευκόν’ καὶ τῶν λοιπῶν, ἐπειδὴ ὥρισται τί ἐστιν ὃ λέγεται εἶναι λευκὸν ἢ μὴ λευκόν, διὰ τοῦτο οὐκ ἔστι τῇ ἀντιστροφῇ κρήσασθαι. ἐπεὶ ἐὰν ἀφέλῃς τὸ ξύλον, εὑρήσεις κἀνταῦθα ἀντιστρέφοντα· οὐ μόνον γὰρ ὅπερ ἐστὶ λευκόν, τοῦτο οὐκ ἔστιν οὐ λευκόν, ἀλλὰ καὶ ὃ οὐκ ἔστιν οὐ λευκόν, οἷον τὸ ψιμύθιον, τοῦτο ἀνάγκη λευκὸν εἶναι. οὐ γὰρ ἔτι αἱ οὕτω λεγόμεναι ἀποφάσεις αἱ ἐκ μεταθέσεως, λέγω δὴ αἱ μὴ ὁρίζουσαι τί ἐστι τὸ ὑποκείμενον ᾧ ὑπάρχει τὸ κατηγορούμενον, δύνανται ἢ ἐπὶ τοῦ μὴ ὄντος λέγεσθαι ἢ ὅλως ἐπὶ τῶν μὴ δεκτικῶν τοῦ κατηγορουμένου· οὐ γάρ ἐστιν ἀληθὲς εἰπεῖν ὅτι ἡ ψυχὴ ἢ τὸ μὴ ὂν οὐκ ἔστιν οὐ λευκόν· τὸ γὰρ οὐ λευκὸν ἓν μὲν ἀναιρεῖ, τὸ λευκόν, πάντα δὲ εἰσάγει τὰ παρὰ τὰ λευκά, καὶ ὄντα καὶ μὴ ὄντα. ώς ἐπὶ μόνων ἄρα τῶν δεκτικῶν χρωμάτων ἀληθεύει ἡ ἀπόφασις, οἶον τὸ ψιμύθιον οὐκ ἔστιν οὐ λευκόν· ἐπὶ τούτων δὲ ἀλη- θεύσει καὶ ἡ ἁπλῆ κατάφασις ἡ λέγουσα ‘ ἔστι λευκόν’ ὁμοίως ἐφ’ ὧν ἀληθεύσει ἡ λέγουσα ὅτι οὐκ ἔστιν λευκόν, ἐπὶ τούτων ἀληθεύσει καὶ ἡ λέγουσα ‘ἔστιν οὐ λευκόν’, οἷον ἡ ψυχή· ἀληθὲς γὰρ εἰπεῖν καὶ ὅτι οὐκ ἔστι γευκὸν καὶ ὅτι ἔστιν οὐ λευκόν. πλὴν ἐνταῦθα ἐπὶ τοῦ μὴ ὄντος οὐκ ἀντιστρέψει· ἀληθὲς μὲν γὰρ εἰπεῖν ὅτι οὐκ ἔστι λευκόν, οὐ μὴν ὅτι ἔστιν οὐ λευκόν· ὃ γὰρ μὴ ἔστιν ὅλως, πῶς ἂν εἴη οὐ λευκόν; Ἐπὶ δὲ τῆς ἐνδεχομένης ὕλης μόναι αἱ καταφάσεις ἕπονται ἀλλήλαις, δύναται βαδίζειν, δύναται μὴ βαδίζειν, οὐδεμία δὲ ἑτέρα συμπλοκή· οὔτε γὰρ αἱ ἀποφάσεις, ἡ ‘οὐ δύναται βαδίζειν’ τῇ ‘οὐ δύναται μὴ βαδίζειν’, οὔτε αἱ ἀποφάσεις μετὰ τῶν καταφάσεων, λέγω δὴ ἡ δύναται βαδίζειν τῇ οὐ δύναται μὴ βαδίζειν’ ἢ πάλιν ἡ '‘δύνατι μὴ βαδίζειν’ τῇ ‘οὐ δύναται βαδίζειν . ἐπεὶ γὰρ συναληθεύουσιν αἱ καταφάσεις, ἀδύνατον δὲ ἐπὶ τοῦ αὐτοῦ τὴν ἀντί- XCII φασιν ἀληθεύειν, δῆλον ὡς οὐκ ἐνδέχεται οὔτε τῇ ἁπλῇ καταφάσει τὴν ἐκ μεταθέσεως ἀπόφασιν συναληθεύειν οὔτε τῇ ἐκ μεταθέσεως καταφασει τὴν ἁπλῆν ἀπόφασιν. ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. p. 52 a 15 Ὀμοίως δ’ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατη- γορίας ταύτῃ τῇ θέσει. ἴσον ἐφ’ οὗ τὸ A, οὐκ ἴσον ἐφ’ οὗ τὸ B, ἄνισον ἐφ’ οὗ τὸ Γ, οὐκ ἄνισον ἐφ’ οὗ τὸ Δ. Ὠς ἔχουσι, φησίν, ἀκολουθίας ἐπὶ τῶν ἐκ τρίτου προσκατηγορουμένου αἱ ἐκ μετασθέσεως πρὸς τὰς ἁπλᾶς, | οὕτως ἔχουσι καὶ αἱ στερη- XCIIv τικαὶ πρὸς τὰς άπλᾶς· ταύτας γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν πρὸς τἀς κατηγορίας. δῆλον δὲ ἐκ τοῦ διαγράμματος. Α ἔστιν ἴσον. Β οὐκ ἔστιν ἴσον. Δ οὐκ ἔστιν ἄνισον. Γ ἔστιν ἄνισον. ὅπερ γὰρ ἄν ᾖ ἴσον, τοῦτο οὐκ ἔστιν ἄνισον· οὐ μὴν ὅπερ οὐκ ἔστιν ἄνισον, ἤδη τοῦτο ἴσον ἐστίν· ἀληθὲς γὰρ ἐπὶ τοῦ μὴ ποσοῦ ἢ τοῦ μὴ ὄντος ὅλως τὸ εἰπεῖν ‘οὐκ ἔστιν ἄνισον’, οἷον ὅτι ἡ ψυχὴ οὐκ ἔστιν ἄνισον ἢ τὸ χρῶμα, οὐ μὴν ὅτι καὶ ἴσον ἐστίν· ὃ γὰρ μηδὲ ποσόν ἐστι, τοῦτο οὔτε ἴσον ἔσται οὔτε [οὐκ] ἄνισον. πάλιν εἴ τι μέν ἐστιν ἄνισον, τοῦτο οὐκ ἔστιν ἴσον· εἴ τι δὲ οὐκ ἴσον, οὐ πάντως καὶ ἄνισον, διότι ἴσον μὲν ἢ οὐκ ἴσον πᾶν, ἴσον δὲ ἢ ἄνισον οὐ πᾶν· ὃ γὰρ μή ἐστι ποσόν, οὔτε ἴσον ἐστὶν οὔτε ἄνισον. καὶ αἱ μὲν καταφάσεις οὐδέποτε συναληθεύουσιν, ἔστιν ἴσον, ἔστιν ἄνισον· τὰς δὲ ἀποφάσεις ἐνδέχεται ἐπὶ τοῦ μὴ ὄντος ὅλως ἢ τοῦ μὴ ποσοῦ· τὸ γὰρ μὴ ὂν ἢ τὸ χρῶμα ἀληθὲς εἰπεῖν καὶ ὅτι οὐκ ἔστιν ἴσον καὶ ὅτι οὐκ ἔστιν ἄνισον. μέσον δὲ τέταχε τῶν τε άπλῶν καὶ τῶν ἐκ μεταθέσεως τὰς στερητικάς, ὡς ὑποτέτακται. εστιν ισον (??)ντος οὐκ ἔστιν ἄνισον Δ οὐκ εστιν ουκ ανισον ουκ εστιν ισον Γ ἔστιν ἄνισον Z ἔστιν οὑκ ἴσον p. 52 a 18 Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ XCIIv ὑπάρχει τὸ αὐτό, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει, ὅτι οὐκ ἔστι λευκὰ πάντα ἡ ὅτι οὐκ ἔστι λευκὸν ἕκαστον· ὅτι δέ ἐστιν οὐ λευκὸν ἕκαστον ἢ ὅτι πάντα ἐστὶν οὐ λευκά, ψεῦδος. Πρὸς τὸ ἐξ ἀρχῆς ἀνέδραμε, λέγω δὴ ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις ἀλλ’ ἡ άπλῆ ἀπόφασις. τοῦτο δέ, φησί, μάλιστα δῆλον ἔσται ἐπὶ τῶν τοιούτων ὑλῶν αἵτινες τισὶ μὲν τοῖς αὐτοῖς ὑπάρχουσι, τισὶ δὲ οὐχ ὑπάρχουσιν· οἷον τὸ λευκὸν τισὶ μὲν ἀνθρώποις ὑπάρχει, τισὶ δὲ οὐχ ὑπάρχει. ἐπὶ τῶν τοιούτων οὖν τῆς καταφάσεως ψευδοῦς οὔσης, οἷον ὅτι πᾶς ἄνθρωπος λευκός, ἀνάγκη δήπου τὴν ἀπόφασιν ἀληθῆ εἶναι· τῆς γὰρ ἀντιφάσεως θάτερον μὲν μόριον ἀνάγκη ἀληθὲς εἶναι θάτερον δὲ ψευδές. ὅτι οὖν τῆς πᾶς ἄνθρωπος λευκός’ ἀπόφασίς ἐστιν ἡ ‘οὐ πᾶς ἄνθρωπος λευκός’, δῆλον ἐξ ὧν ἐκείνης ψευδομένης αὕτη ἀληθεύει, ἡ μέντοι ‘πᾶς ἄνθρωπος οὐ λευκός ἐστιν’ ἐκ μεταθέσεως οὖσα κατάφασις ψευδής ἐστιν. οὐκ ἄρα ἀπόφασίς ἐστι τῆς ‘ ἔστι πᾶς ἄνθρωπος λευκός’ ἡ ‘ἔστι πᾶς ἄνθρωπος οὐ λευκός’ (ἄψφω γὰρ ψευδεῖς) ἀλλ’ ἡ ‘οὐκ ἔστι πᾶς ἄνθρωπος λευκός’. καὶ ἐπὶ πάντων τῶν τοιούτων ὡσαύτως. σαφῶς ἄρα διὰ τῆς τοιαύτης ὕλης ἐλήλεκται ὅτι τῆς ἁπλῆς καταφάσεως οὐκ ἔστιν ἀπόφασις ἡ ἐκ μεταθέσεως κατάφασις (ἄμφω γὰρ ἐξ ἀνάγκης ψευδεῖς εἰσιν) ἀλλ’ ἡ άπλῆ ἀπόφασις. τὸ δὲ ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει τοῦτ’ ἔστιν ‘ἐπὶ πάσης τῆς τοιαύτης ὕλης ὁμοίως ἡ ἀπόφασις ἀληθής ἐστι τῆς καταφάσεως ψευδοῦς οὔσης’. ταὐτὸν δὲ σημαίνει τὸ οὐκ ἔστι λευκὰ πάντα καὶ τὸ οὐκ ἔστι λευκὸν ἕκαστον· ὡς ἐξηγητικὸν γὰρ τοῦ προτέρου τὸ δεύτερον ἐπήγαγεν. p. 52 a 22 ‘Ομοίως καὶ τοῦ ἔστι πᾶν ζῷον λευκόν οὐ τὸ ἔστιν οὐ λευκὸν πᾶν ζῷον ἀπόφασις (ἄμφω γὰρ ψευδεῖς) ἀλλὰ τὸ οὐκ ἔστι πᾶν ζῷον λευκόν. Διὰ ταῦτα καὶ τῆς ἀκολουθίας τῶν προτάσεων ἐμνήσθη· προθέμενος γὰρ δεῖξαι, ὅτι οὐκ εἰσὶ τῶν άπλῶν καταφάσεων ἀποφάσεις αἱ ἐκ μετα- θέσεως καταφάσεις, ἐξηνέχθη εἰς τὸν περὶ τῆς ἀκολουθίας τῶν προτάσεων λόγον· ὃν πληρώσας ἐπανῆλθεν ἐπὶ τὸ προκείμενον. ὤσπερ οὖν, φησίν, ἐπὶ τῶν ἀπροσδιορίστων τῶν άπλῶν καταφάσεων οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις, οὕτως οὐδὲ ἐπὶ τῶν προσδιωρισμένων. ὅτι οὖν οὐκ ἔστι τῆς ‘πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ ‘ ἔστι πᾶν ζῷον οὐ λευκόν’, συντόμως δείκνυσιν. ἡ μὲν γὰρ κατάφασις, φησί, καὶ ἡ ἀπόφασις αἱ ἀντιφατικῶς ἀντικείμεναι ἐπὶ πάντων, τῶν ὄντων καὶ μὴ ὄντων, διαιροῦσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ ἐπ’ οὐδενὸς οὔτε συναληθεύουσιν οὕτε συμψεύδονται· ἡ μέντοι λέγουσα ‘πᾶν ζῷον λευκόν’ καὶ ἡ ‘πᾶν ζῷον οὐ XCIIv λευκόν’ συμψεύδονται· οὐκ ἄρα ἀπόφασις τῆς ‘πᾶν ζῷον λευκόν’ ἡ ‘πᾶν ζῶον οὐ λευκόν’. εἰ δὲ αὗται οὐκ ἀντιφατικῶς ἀντίκεινται οὐδέ ἐστι τῆς ἁπλῆς καταφάσεως τῆς ‘ πᾶν ζῷον λευκόν’ ἀπόφασις ἡ πᾶν ζῷον οὐ λευκόν’ ἐκ μεταθέσεως οὖσα κατάφασις, οὐδὲ ἐπὶ τῶν ἄλλων πασῶν τοῦτο ἔσται, κἄν ἐπί τινων ἡ μὲν ἀληθεύσῃ ἡ δὲ ψεύσηται, ὡς ἐπὶ τῆς ἀναγ- καίας ὕλης πὰν ζῷον οὐσία, πᾶν ζῷον οὐκ οὐσία· οὐ γὰρ ἐπὶ τινῶν μὲν δεῖ οὕτως ἔχειν τὴν ἀντίφασιν, λέγω δὴ διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐπὶ τινῶν δὲ οὕ, ἀλλ’ ἀεὶ καὶ ἐπὶ πάντων. p. 52a 24 Ἐπεὶ δὲ δῆλον ὅτι ἔτερον σημαίνει τὸ ἔστιν οὐ λευκόν καὶ τὸ οὐκ ἔστι λευκόν, καὶ τὸ μὲν κατάφασις τὸ δὲ ἀπόφασις, φανερὸν ὡς οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον. Ἐπανῆλθεν εἰς τὸ ἐξ ἀρχῆς προκείμενον, δι’ ὃ πάντα ταῦτα εἶπε· προὔκειτο γὰρ περὶ ἀναλύσεως τῶν συλλογισμῶν | διδάξαι, καὶ διὰ XCIIIr τοῦτο ἐμνήσθη τῶν ἐκ μεταθέσεως καταφάσεων, ὅτι, εἴ ποτε τοιοῦτο πρό- βλημα εὕρωμεν, οὐ δεῖ οἴεσθαι ἀποφατικὸν αὐτὸ εἶναι καὶ διὰ τοῦτο εἰς ἀποφατικὸν συλλογισμὸν ἀναγαγεῖν. τοῦτο μὲν οὖν ἦν τὸ προκείμενον, καὶ διὰ τοῦτο ἔδειξεν ὅτι οὐκ εἰσὶν ἀποφάσεις αἱ ἐκ μεταθέσεως καταφάσεις· μεταξὺ δὲ καὶ περὶ τῆς ἀπολοθίας αὐτῶν διέλαβε. ταῦτα οὖν πληρώσας ἐπανῆλθεν εἰς τὸ προκείμενον. ἐπεὶ οὖν ἐδείξαμεν, φησίν, ὅτι οὐ ταὐτὸν σημαίνει τὸ ‘οὐκ ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ καὶ ὅτι τὸ μὲν ἀπόφασις τὸ δὲ κατάφασις ἐκ μεταθέσεως, δῆλον ἄν εἴη ὅτι οὐχ ἑνὶ τρόπῳ ἑκάτερον τῶν προβλημάτων δειχθήσεται, ἀλλὰ τὸ μὲν ‘οὐκ ἔστι λευκόν ἀπόφασις ὂν δι’ ἀποφατικοῦ συλλογισμοῦ συμπερανθήσεται, τὸ δὲ εστιν οὐ λευκόν’ κατάφασις ὄν διὰ καταφατικοῦ. ὥστε καὶ αἱ ἀναλύσεις τοιαῦται. p. 52 a 27 Οἶον ὅτι ὃ ἂν ᾖ ζῷον, οὐκ ἔστι λευκὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν. Τουτέστι καθόλου ἀπόφασις ἁπλῆ ὅτι οὐδὲν ξῷον λευκὸν ἢ ὅτι ἐνδέ- χεται μηδὲν ζῷον λευκὸν εἶναι. p. 52 a 28 Καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν. Τουτέστιν ἡ ἐκ μεταθέσεως κατάφασις καθόλου οὖσα κα αὐτή (κατὰ κοινοῦ γὰρ ἀκουστέον τὸ ὃ ἄν ᾖ ζῷον, τουτέστι πᾶν ζῷον) ἀληθὲς εἰπεῖν μὴ λευκόν. εἶτα ἐπὶ τὸ σαφέστερον μετάγων ἐπήγαγε τοῦτο XCIIII γάρ ἐστιν εἶναι μὴ λευκόν. τὸ γὰρ λέγειν, φησίν, ὅτι πᾶν ζῷον ἀληθὲς εἰπεῖν μὴ λευκὸν ταὐτόν ἐστι τῷ λέγειν ὅτι πᾶν ζῷον οὐ λευκόν ἐστι· τὸ γὰρ ἀληθές, φησί, τῷ ἔστιν ὁμοίω·ς τάττεται, τουτέστιν ἱσοδυναμοῦσι ταῦτα ἀλλήλοις ὥστε ἀντιλαμβάνεσθαι εἰς ἄλληλα καὶ τίθεσθαι ἀντὶ τοῦ ‘ἔστι’ τὸ ‘ἀληθές’· πᾶς ἄνθρωπος ζῷόν ἐστι, πᾶς ἄνθρωπος ἀληθὲς εἰπεῖν ὅτι ζῶον. καὶ ὄτι ἰσοδυναμεῖ τῷ ‘ἔστι’ τὸ‘ ἀληθές, δείκνυσιν ἐκ τοῦ καὶ τὴν ἄρνησιν αὐτῷ προσάπτεσθαι καὶ μὴ ἄλλως γίνεσθαι ἀπόφασιν, εἰ μὴ αὐτῷ συνταχθείη ἡ ἄρνησις, ὥσπερ καὶ τῷ ‘ἔστι’. τοῦ γοῦν ‘ ἀληθὲς εἰπεῖν λευκόν’ ἀπόφασίς ἐστιν ἡ ‘οὐκ ἀληθὲς εἰπεῖν λευκόν’, οὐ μιν ‘ἀληθὲς εἰπεῖν μὴ λευκόν’, ὥσπερ καὶ τῆς ‘ἔστι λευκόν’ ἡ ‘οὐκ ἔστι λευκόν’ ἀπόφασις, οὐχ ἡ ‘ἔστιν οὐ λευκόν’. p. 52 a 29 Ἀλλὰ τοῦ μὲν ὃ ἄν ᾖ λευκὸν ἀληθὲς εἰπεῖν ἔστι λευκὸν εἴτε μὴ λευκόν ὁ αὐτὸς τρόπος· κατασκευαστικῶς γὰρ ἄμφω διὰ τοῦ πρώτου σχήματος δείκνυται. Εἰ γὰρ δέδεικται ὅτι κατάφασίς ἐστιν, ἔτι δὲ καὶ καθόλου, τὸ δὲ καθόλου καταφατικὸν ἐν τῷ πρώτῳ μόνῳ δείκνυται σχήματι ἀμφοτέρων τῶν προτάσεων καταφατικῶν οὐσῶν, δῆλον ὅτι εἰς τοῦτο ἀναλυτέον τὸ τοιοῦτον πρόβλημα. p. 52 a 34 Εἰ δή ἐστιν ἀληθὲς εἰπεῖν ὃ ἂν ᾖ ἄνθρωπος μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἄν ᾖ ξῷον ληπτέον ἤ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν, καὶ δέδει·κται. Ὑπόδειγμα τίθησι πῶς ἂν συναχθείη τὸ τοιοῦτο πρόβλημα, λέγω δὴ τὸ καταφατικὸν καθόλου άπλοῦν τε καὶ ἐκ μεταθέσεως, ὅτι καὶ τοῦ μέσου οὕτω πατηγορητέον τὸν μείζονα ὥσπερ καὶ τοῦ ἐλάττονος. οἷον ὅτι πᾶς ἄνθρωπος μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄνθρωπος ἄρα μουσικός. πάλιν ὅτι πᾶς ἄνθρωπος οὐ μουσικός· πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον οὐ μουσικόν, πᾶς ἄρα ἄνθρωπος οὐ μουσικός. p. 52 a 37 τὸ δὲ μὴ εἶναι μουσικὸν ὃ ἂν ᾖ ἄνθρωπος ἀνασκευα- στικῶς δείκνυται κατὰ τοὺς εἰρημένους τρεις τροπους. Τὴν ἀπόφασιν οὐ τέθεικε τὴν ἐκ μεταθέσεως, λέγω δὴ τὴν ‘οὐδεὶς ἄνθρωπος οὐ μουσικός’. ταῦτα οὖν, ‘φησί, δεικτέον διὰ τῶν εἰρημένων XCIIII τριῶν τρόπων. οὗτοι δέ εἰσιν ὅ τε δεύτερος τοῦ πρώτου σχήματος καὶ οἱ πρῶτοι τοῦ δευτέρου δύο· διὰ τούτων γὰρ μόνων τὸ καθόλου ἀποφατικον εοεικνυτο. p. 52 a 39 Ἀπλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ B ὥστε ἄμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δὲ ἐξ ἀνάγκης θάτερον καὶ (??)α εξης. Ἀναλαμβάνει πάλιν τὰ περὶ τῆς ἐκολουθήσεως τῶν προτάσεων τῶν τε ἁπλῶν καὶ τῶν ἐκ μεταθέσεως· ἐπειδὴ γὰρ ἀνωτέρω ἐπὶ ὕλης τινὸς ἐγύμνασε τὸν λόγον ξύλον λευκὸν λαβὼν καὶ ξύλον οὐ λευκόν, ἐνταῦθα καθολικωτέραν ποιῶν τὴν δεῖξιν ἐπὶ τῶν στοιχείων προάγει τὴν ἀκολούθησιν. λαμβάνει οὗν πάλιν τἀς δύο ἀντιφάσεις, τήν τε ἁπλῆν καὶ τὴν ἐκ μεταθέσεως, μίαν μὲν ἀντίφασιν τὴν AB, ἑτέραν δὲ τὴν ΓΔ. ὅτι οὖν ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἕπονται καὶ οὐκ ἀντιστρέφουσι, καὶ ὅτι τὰς μὲν καταφάσεις αδύνατον συναληθεύειν, τὰς δὲ ἀποφάσεις ἐνδέχεται, βούλεται δεῖξαι. ὑποτίθεται οὖν τὸ μὲν Β καὶ τὸ Γ τὰς καταφάσεις, τὴν μὲν ἁπλῆν τὴν δὲ ἐκ μεταθέσεως, τὰ δὲ λοιπά, τὸ Α φημὶ καὶ τὸ Δ, τὰς τούτων ἀποφάσεις. | XCIIIv Tpiol δὲ ὑποθέσεσι Χρησάμενος τὰ λοιπὰ ἀποδείκνυσι, μιᾷ μὲν ὅτι ἀντιφατικῶς ἀντίκειται τὸ Α καὶ τὸ Β καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, δευτέρᾳ δὲ ὅτι ἀνάγκη παντὶ τὸ Α ὑπάρχειν ἢ τὸ B, καὶ πάλιν παντὶ ἐξ ἀνάγκης ἢ τὸ Γ ἢ τὸ Δ· τοιαύτη γὰρ ἡ ἀντίφασις· τρίτη ὑπόθεσις τῷ Γ ἕπεται τὸ Α καὶ οὐκ ἀντιστρέφει, λέγω δὴ ὅτι οὐχ ἕπεται τῷ Α τὸ Γ. τούτων ὑποτεθέντων δείκνυσιν ἕτερα τρία, ἓν μὲν ὅτι τῷ Β τὸ Δ ἕπεται καὶ οὐκ ἀντιστρέφει, καὶ ὅτι τὸ Γ καὶ τὸ B, ἅπερ ὑπόκεινται καταφάσεις, οὐδέποτε ἐπὶ τοῦ αὐτοῦ συναληθεύουσιν, καὶ ὅτι τὸ ΑΔ, τουτέστι τὰς XCIIIv ἀποφάσεις, ἐνδέχεται ἐπὶ τοῦ αὐτοῦ συναληθεύειν. τὰ μὲν οὖν προκείμενα ταῦτα. πρῶτον δὲ δείκνυσιν, ὅτι τῷ Β ἕπεται τὸ Δ, τὸν τρόπον τοῦτον. ἐπειδὴ γὰρ ὑπόκειται ὅτι τῶν ΓΔ θάτερον παντὶ ἐξ ἀνάγκης ὑπάρξει διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι, εἰ μὴ ὑπάρξει τῷ B τὸ Δ, ἀνάγκη δήπου τὸ Γ ὑπάρχειν. ἀλλ’ εἰ τὸ Γ ὑπάρξει τῷ B. ὑπόκειται δὲ ἕπεσθαι τῷ Γ τὸ A, τουτέστιν ᾧ [δ’] ἄν ὑπάρχῃ τὸ Γ, τούτῳ καὶ τὸ Α ὑπάρχειν, ὑπάρχει δὲ xcu Β τὸ Γ, καὶ τὸ A ἄρα τῷ B ὑπάρξει. ᾧ ἄρα τὸ Β, τούτῳ καὶ τὸ A, ὅπερ ἐστὶν ἀδύνατον διὰ τὸ ἀντιφατικῶς ἀντικεῖσθαι. τὸ δ’ ἀδύ- νατον ἠκολούθησε διὰ τὸ ὑποκεῖσθαι τῷ Β ὑπάρχειν τὸ Γ. εἰ οὖν τοῦτο ψεῦδος, ἀληθὲς σήπου τὸ τῷ B ὑπάρχειν τὸ Δ· ὑπόκειται γὰρ ἐξ ἀνάγκης παντὶ ἢ τὸ Γ ἤ τὸ Δ. οὕτω μὲν οὖν δείκνυσιν ὅτι τῷ Β ἕπεται τὸ Δ. ἀκόλουθον δὲ ἦν εὐθὺς δεῖξαι ὅτι οὐκ ἀντιστρέφει, τουτέστιν οὐχ ᾧ τὸ Δ ὑπάρχει, τούτῳ καὶ τὸ B. ἀλλ’ ἐπεὶ πρὸς τὴν δεῖξιν τούτου ἐδεῖτο τοῦ ὅτι τὰ AΔ ἐνδέχεται τῷ αὐτῷ, πρότερον τοῦτο δείκνυσιν, ὅτι τὸ Α καὶ τὸ Δ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. ἐπεὶ γὰρ ὑπόκειται ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ Α τὸ Γ, τουτέστιν οὐκ ἐφ’ ὧν τὸ Α, πάντως καὶ τὸ Γ, ἐὰν ληφθῇ θῇ τι τούτων ἐφ’ ὧν τὸ μὲν Α ὑπάρχει τὸ δὲ Γ οὐχ ὑπάρχει, ἐπειδὴ παντὶ ἤ τὸ Γ ἢ τὸ Δ, οὐχ ὑπάρχει δὲ τὸ Γ ᾧ τὸ Α ὑπάρχει, τὸ Δ ἄρα ὑπάρξει ᾦ τὸ Α. τὸ ἄρα ΑΔ ἐνδέχεται τῷ αὐτῷ παρεῖναι. εἶτα εὐθὺς ἐπισυνάπτει ὅτι τὸ Γ καὶ τὸ B οὐκ ἐνδέχεται τῷ αὐτῷ. εἰ γὰρ ᾧ τὸ B, τούτω καὶ τὸ ’, ἐπειδὴ ᾧ τὸ Γ, τούτω καὶ τὸ Α (ὑπόκειται γὰρ ἕπεσθαι τῷ Γ τὸ A), ᾧ ἄρα τὸ B, τούτῳ καὶ τὸ Α ἡ ἀντίφασις, ὄπερ ἐστὶν ἀδύνατον. οὐδενὶ ἄρα τῷ αὐτῷ τὸ Γ καὶ τὸ Β ὑπάρξει. τούτων δὲ δεδειγ- μένων δείκνυσιν ὅτι οὐκ ἀντιστρέφει τὸ B τῷ Δ (τοῦτο γὰρ λείπεται), λέγω δὴ ὅτι οὐκ ἐφ’ ὧν τὸ Δ, πάντως ἐπὶ τούτων καὶ τὸ B. ἐπειδὴ γὰρ δέδεικται ὅτι ἐφ’ ὧν τὸ Δ, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Α, εἰ ἐφ’ ὧν μὲν τὸ Α, ἐπὶ τούτων ἐνδέχεται καὶ τὸ Δ, ἐφ’ ὧν δὲ τὸ Δ, ἐπὶ τούτων πάντως καὶ τὸ B, ἐφ’ ὧν ἄρα τὸ Α, ἐπὶ τούτων καὶ τὸ B, ὅπερ ἐστὶν ἀσύνατον· ἀντιφατικῶς γὰρ ἀντίκεινται. οὐκ ἄρα ἕψεται τῷ Δ τὸ Β. ‘Απλῶς δὲ ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β ὥστε ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι παντὶ δὲ ἐξ ἀνάγκης θάτερον, καὶ πάλιν τὸ Γ καὶ τὸ Δ ὡσαύτως. αἱ πρῶται δύο ὑποθέσεις, ὅτι τε ἀντιφατικῶς ἀντίκεινται τὸ Α καὶ τὸ B καὶ ἔτι τὸ Γ καὶ τὸ Δ, καὶ ὅτι παντὶ ἐξ ἀνάγκης θάτερον ἑκατέρας ἀντιφάσεως. Ἐπηται δὲ τῷ Γ τὸ Α καὶ μὴ ἀντιστρέφῃ. ἡ τρίτη XCIIIv ὑπόθεσις. Καὶ τῷ Β τὸ Δ ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει· καὶ τὸ so μὲν Α καὶ Δ ἐνδέχεται τῷ αὐτῷ, τὸ δὲ Β καὶ Γ οὐκ ἐνδέχεται. τὰ λοιπὰ τρία προανεφώνησεν ἅπερ βούλεται ἀποδεῖξαι. εἰ δέ τις ἐνσταίη πρὸς τὴν τρίτην τῶν ὑποθέσεων, λέγω δὴ πόθεν ὅτι ἕπεται τῷ Γ τὸ Α καὶ οὐκ ἀντιστρέφει, ἴστω ὅτι, εἰ ληφθείη τις ὕλη, ἐξ αὐτῆς τῆς ἐναργείας ὁ ἔλεγχος, ὥσπερ ἐφ’ ὧν ἐθήκαμεν προτέρων ὑποδειγμάτων. σαφῆ δὲ τὰ εξης της λεξεως. p. 52 b 14 Συμβαίνει δὲ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν. | Ἐπειδὴ ἔσειξεν ὅτι ἡ ἀκολούθησις τῶν προτάσεων, τῶν τε ἁπλῶν XCINr καὶ τῶν ἐκ μεταθέσεως, ἀντιστρόφως ἔχει, λέγω δὴ ὅτι τῇ μὲν άπλῇ κατα- φάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις ἕπεται καὶ τὸ ἔμπαλιν τῇ ἐκ μεταθέσεως καταφάσει ἡ άπλῆ ἀπόφασις, καὶ ὅτι οὐ καθ’ ἕνα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς άπλαῖς αἱ ἐκ μεταθέσεως ἕπονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ, ἀπάτην τινὰ ἴσως γενησομένην τισί, δι’ ἧς δόξει ἐνδέχεσθαι κατὰ τὸν αὐτὸν στοῖχον μὴ μόνον τῷ Γ τὸ Α ἕπεσθαι ἀλλὰ καὶ τῷ Δ τὸ Β, τίθησι καὶ ἀπελέγχει, ὡς διὰ πάντων τὸν περὶ τῆς ἀκολουθήσεως λόγον ἀληθῆ δείκνυσθαι, καὶ δι’ ὧν αὐτόθεν δέδεικται καὶ δι’ ὧν οἱ τὸ ἐναντίον κατασκευάζοντες λόγοι ἐλέγχονται. συμβαίνει δέ, φησίν, ἡ τοιαύτη ἀπάτη, εἰ μὴ καλῶς ληφθείη τὰ ἀντικείμενα, οἷον εἴ τις νομίσοι ὅτι ἐνδέχεται τοῦ Α καὶ τοῦ Β μίαν ἀπόφασιν καὶ τὴν αὐτὴν εἶναι τὸ Z, καὶ κοινῶς άμφοτέρων καὶ ἰδί ᾳἑκατέρου. οἷον ἔστω τὸ μὲν Β ἔστιν ἀγαθόν’, τὸ δὲ Α οὐκ ἔστιν ἀγαθόν’· τούτων ἀμφοτέρων μία ὑποκείσθω ἀπόφασις τὸ Z τὸ οὔτε ἐστὶν ἀγαθὸν οὔτε οὐκ ἔστιν ἀγαθόν’. πάλιν τοῦ Γ καὶ Δ, λέγω δὴ τοῦ ἔστιν οὐκ ἀγαθόν’ ‘οὐκ οὐκ ἔστιν οὐκ ἀγαθόν’, ἀπόφασις τὸ Θ τὸ ‘οὔτε XCINr ἐστὶν οὐκ ἀγαθὸν οὔτε οὐκ ἔστιν οὐκ ἀγαθόν’. τούτων οὕτως εχόντων δειχθήσεται ὅτι ὥσπερ τῷ Γ τὸ Α ἕπεται, οὕτω καὶ τῷ Δ τὸ Β. ἐπειδὴ γὰρ τὸ Z ἀπόφασίς ἐστι τοῦ Α, ἐπὶ παντὸς δὲ ἢ τὸ Α ἢ τὸ Z, διὰ τὰ ααὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ (ἀπόφασις γὰρ τοῦ I τὸ Θ), ὑπόκειται δὲ ὅτι ᾦ τὸ Γ ὑπάρχει, τούτῳ παντὶ ἕπεται τὸ Α, ἀνάγκη πᾶσα καὶ ᾧ τὸ Z, τούτῳ παντὶ τὸ Θ ὑπάρχειν. ἐπειδὴ γὰρ ἐπὶ παντὸς ἢ τὸ Θ ἤ τὸ Γ, εἰ μὴ τὸ Θ ὑπάρχει τούτῳ ᾧ ὑπάρχει τὸ z, τὸ Γ ὑπάρξει· ὰλλ’ εἰ ᾧ τὸ Z, τούτῳ καὶ τὸ Γ, ᾧ δὲ τὸ Γ, τούτῳ ὑπόκειται τὸ Α, ᾦ ἄρα τὸ Z, τούτῳ καὶ τὸ Α ὑπάρξει, ὅπερ ἐστὶν ἀθύνατον· ἀντίφασις γὰρ τὸ Α Z. εἰ οὖν ᾧ τὸ Z, τούτῳ τὸ Γ οὐκ ἐνδέχεται, ἀνάγκη δ·ήπου τὸ Θ, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Θ. πάλιν ἐπειδὴ τὸ Z ἀπόφασίς ἐστι τοῦ B, παντὶ ἄρα ἢ τὸ B ἢ τὸ Z· διὰ τὰ αὐτὰ δὲ ἐπὶ παντὸς ἢ τὸ Δ ἢ τὸ Θ· δέδεικται δὲ ὅτι ᾦ τὸ Z, τούτῳ καὶ τὸ Θ· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Β. εἰ γὰρ ᾧ τὸ Δ, τούτῳ μὴ ὑπάρξει τὸ B, ἐπειδὴ ἐπὶ παντὸς ἢ τὸ Β ἢ τὸ Z, ᾧ ἄρα τὸ Δ, τούτῳ τὸ Z ὑπάρξει· ἀλλ’ ᾧ τὸ Ζ ὑπάρχει, τούτῳ δέδεικται καὶ τὸ Θ ὑπάρχον· ᾧ ἄρα τὸ Δ, τούτῳ καὶ τὸ Θ ὑπάρξει ἡ ἀντίφασις, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ᾧ τὸ Δ, τούτῳ τὸ Z· λείπεται ἄρα τὸ Β. εἰ οὖν ᾧ τὸ Δ, τούτῳ τὸ B, ὑπόκειται δὲ καὶ ᾧ τὸ Γ, τούτῳ καὶ τὸ Α, καθ’ ἕνα ἄρα καὶ τὸν αὐτὸν στοῖχον ἢ ταῖς ἁπλαῖς αἱ ἐκ μεταθέσεως ἔψονται ἢ ταῖς ἐκ μεταθέσεως αἱ ἁπλαῖ. τοὐναντίον δὲ ἐδείκνυτο πρότερον. ὁ μὲν οὗν τρόπος τῆς ἀπάτης τοιοῦτος. συνέβη δὲ διὰ τὸ κακῶς εἰλῆφθαι τὸ Z ἀπόφασιν εἶναι τοῦ τε Α καὶ τοῦ Β, ὁμοίως καὶ τὸ Θ τοῦ τε Γ καὶ τοῦ Δ· ψεῦδος γὰρ ὅτι ἐπὶ παντὸς ἢ τὸ Α ἥ τὸ Z καὶ πάλιν ἢ τὸ Β ἢ τὸ Z ὁμοίως καὶ ἐπὶ τῶν ΓΔΘ. τοῦ γὰρ ‘ ἔστιν ἀγαθόν’, ὅπερ ἦν τὸ Β, ἀπόφασίς ἐστι τὸ ‘ οὐκ ἔστιν ἀγαθόν’ οὐ μὴν τὸ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’· ἀδύνατον γάρ ἐστί τι ὃ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν, ἀλλὰ πάντως θάτερον ἀνάγκη. ὁμοίως δὲ ρὐδὲ τοὐ Α, ὅπερ ἦν τὸ ‘οὐκ ἔστιν ἀγαθόν’ απόφασίς ἐστι τὸ Z' τὸ ‘ οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν· συμπεριείληπται γὰρ ἐν τῷ Z τὸ Α· τὸ γὰρ ‘ οὐκ ἔστιν ἀγα- θόν’ ταὐτόν ἐστι τῷ ‘οὔτε ἀγαθόν ἐστιν’. ὁμοίως δὲ οὐδὲ τὸ Θ ἀπόφασις XCIVr δειχθήσεται ἢ τοῦ Γ ἢ τοῦ Δ. τούτου δὲ συγκεχωρημένου ἡ ἀπάτη προῄει· ὥστε διὰ τὸ μὴ καλῶς εἰλῆφθαι τὰ ἀντικείμενα, λέγω δὴ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν τὰς ἀντιφατικῶς ἀντικειμένας, ἡ πλάτη γέγονεν. Διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν, τουτέστι τὰ ἀντιφατικῶς ἀντικείμενα. ἐπὶ τούτων γὰρ μόνων τῶν ἀντικειμένων ἀνάγκη ἐπὶ πάντων, καὶ ὄντων καὶ μὴ ὄντων, θάτερον μὲν ψευδὲς εἶναι θάτερον δὲ ἀληθές. p. 52 b 16 Οἶον εἰ τὸ Α καὶ τὸ Β μὴ ἐνδέχεται ἅμα τῷ αὐτῷ. Ἀναλαμβάνει τὰς ἐξ ἀρχῆς ὑποθέσεις, τὰς τρεῖς φημι, ὧν ὑποκειμενων ἐδείκνυτο ἡ εἰρημένη ὑγιὴς τῶν προτάσεων ἀκολούθησις. εἶτα ταῖς ὑποθέσεσι ταύταις ἐπισυνάπτει ἑξῆς τὴν ψευδῆ ὑπόθεσιν ἐξ ἧς ἡ ἀπάτη ἐγίνετο. p. 52 b 24 Καὶ ᾧ τὸ Γ, παντὶ τὸ Α ὑπόκειται. Μία γὰρ ἦν αὕτη τῶν εἰλημμένων ἐξ ἀρχῆς τριῶν ὑποθέσεων. p. 52 b 25 Ὤστε ᾧ τὸ Z, παντὶ τὸ Θ. Καὶ εἴπομεν πῶς, ἐπειδὴ ἀνάγκη μὲν παντὶ ἢ τὸ Θ ἢ τὸ Γ, μὴ ἐνδέχεται δὲ τὸ Γ τῷ Z διὰ τὸ συνεπιφέρειν ἑαυτῶ τὸ A. p. 52 b 26 Ἀκολουθεῖ δὲ τῷ Z τὸ Θ, καὶ τῷ Δ ἀκολουθήσει τὸ B· τοῦτο γὰρ ἴσμεν. Εἰ γὰρ ἐπὶ παντὸς ἡ τὸ Β ἢ τὸ Z, οὐχ ἕπεται δὲ τῷ Δ τὸ Β, τὸ Z ἕψεται· ἀλλ’ ἀδύνατον· συνεπιφέρει γὰρ ἑαυτῷ τὸ Θ διὰ τὸ δεδεῖχθαι ὅτι ἕπεται τῷ Z τὸ Θ. ὥστε εἰ μὴ ἐνδέχεται τῷ Δ τὸ Ζ ἕπεσθαι, τὸ Β | ἕψεται ἐξ ἀνάγκης· ἀλλ’ ἐδείκνυτο πρότερον ψεῦδος εἶναι τὸ XCIVv τοιοῦτο· οὐ γὰρ εἵπετο τῷ Δ τὸ Β. τί οὖν τοῦ ψεύδους αἴτιον, ἐπήγαγεν. p. 52 b 29 Οὐ γὰρ ἴσως ἀνάγκη παντὶ ἢ τὸ Α ἢ τὸ Z, οὐδὲ τὸ Z ἢ τὸ Β. Τουτέστι κακῶς εἴληπται ὅτι τὸ Z ἀπόφασίς ἐστιν ἑκατέρου, τοῦ τε Α φημὶ καὶ τοῦ B. εἶτα ἐπὶ τῶν ὑλῶν τοῦτο δείκνυσιν. p. 52 b 31 Τοῦ γὰρ ἀγαθοῦ τὸ οὐκ ἀγαθὸν ἀπόφασις. XCIVv Τουτέστι τοῦ ἔστιν ἀγαθόν τὸ οὐκ ἔστιν ἀγαθόν. τὸ δὲ Z ἦν ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’. εἰ οὖν ἀπόφασις μέν ἐστι τοῦ εστιν αγαυον τὸ οὐκ εστιν αγαθον , οὐ ταὐτὸν δὲ τὸ οὐκ εστιν αγαθον τῷ ‘οὔτε ἀγαθόν ἐστιν οὔτε οὐκ ἔστιν ἀγαθόν’, οὐκ ἄρα ἀπόφασις τοῦ Α τὸ Z. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν λοιπῶν ἔφθημεν προειπόντες.

---

John Philoponus, in Aristotelis Analytica Priora commentaria, ed. Maxmillian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg002.local001/.
