# in Aristotelis de Anima libros commentaria ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΠΕΡΙ ΨΥΧΗΣ.1

Joannes Philoponus, in Aristotelis de Anima libros commentaria, ΕΞΗΓΗΣΙΣ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΠΕΡΙ ΨΥΧΗΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-de-anima-libros-commentaria/%CE%95%CE%9E%CE%97%CE%93%CE%97%CE%A3%CE%99%CE%A3%20%CE%A4%CE%9F%CE%A5%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%A5%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A8%CE%A5%CE%A7%CE%97%CE%A3.1

p. 412 a 3 Toe μὲν παρὰ τῶν προτέρων παραδεδομένα περὶ ψυχῆς εἰρήσθω. ᾿Εκθέμενος ἐν m πρὸ τούτου βιβλίῳ, ὥσπερ ὑπέσχετο, τὰς τῶν παλαιοτέρων δόξας καὶ διελέγξας, εἴ τι μὴ καλῶς εἴρηται, κατὰ τὰς ἐν προοιμίοις ὑποσχέσεις, ἐν τούτῳ λοιπὸν τὰ αὐτῷ δοκοῦντα περὶ ψυχῆς ἐκτίθεται. καὶ ἐν τῷ δευτέρῳ τούτῳ βιβλίῳ διαλέγεται περὶ τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων, ἐν δὲ τῷ τρίτῳ περὶ τῶν λογικῶν· ποιεῖται μέντοι κἀν τούτῳ μνήμην τῶν λογικῶν καὶ ἐν ἐκείνῳ τῶν ἀλόγων. ἐκτίθεται δὲ ἐν ἀρχῇ τὸν οἱονεὶ κοινὸν ὁρισμὸν τῆς ψυχῆς λέγων ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. τούτου δραξάμενοι τοῦ ὁρισμοῦ ὅσοι τὸν φιλόσοφον βούλονται ἀθάνατον λέγειν τὴν λογικὴν ψυχήν, φασὶν ὅτι οὐ πάσης ψυχῆς ἐστιν οὗτος ὁ ὁρισμός, ἀλλὰ τῆς φυτικῆς· ταύτῃ γὰρ μόνῃ ἐφαρμόζει. εἰ γάρ ἐστιν ἐντελέχεια ἡ τελειότης καὶ τὸ εἶδος, φησὶ δὲ τὴν ψυχὴν σώματος εἶναι ἐντελέχειαν, τὸ δὲ εἶδος τῶν σωμάτων ἀχώριστον αὐτῶν ἐστι, δῆλον ὅτι περὶ τῆς ἀχωρίστου τῶν σωμάτων τούτῳ νῦν ὁ λόγος· αὕτη δέ ἐστι μόνη ἡ φυτική. κακῶς δὲ οὗτοι ὑπειλήφασιν· ἔστι γὰρ αὐτῷ τῷ ὄντι κατὰ πάσης ψυχῆς ὁρισμὸς οὗτος ἀποδεδομένος. εἰπὼν γὰρ ἐντελέχειαν εἶναι τὴν ψυχὴν ἐπήγαγε τὴν πρώτην· τῆς γὰρ ἐντελεχείας ἡ μέν ἐστι πρώτη, ἡ δὲ δευτέρα, ἡ μὲν πρώτη, φησίν, ὡς ἡ ἐπιστήμη , ἡ δὲ ὡς τὸ θεωρεῖν. λέγει οὖν ἐντελέχειαν ὡς τὴν ἐπιστήμην, οὐχ ὡς τὸ θεωρεῖν. ἐν γὰρ τῷ ὑπάρχειν, φησί, τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστιν· ἀνάλογον δὲ ὁ μὲν ὕπνος τῇ ἐπιστήμῃ, ἡ δὲ ἐγρήγορσις τABBREV θεωρεῖν. ὥστε εἰ οὕτω βούλεται τὴν ψυχὴν ἐντελέχειαν, ὥσπερ ἔστι τῆς ἐπιστήμης ἡ ἕξις, διὰ τὸ τὴν ψυχὴν μὲν ἀεὶ ἔχειν, ἐν ὅσῳ ζῇ, τὸ ζῷον, μὴ ἀεὶ δὲ ἐνεργεῖν κατὰ αὐτήν, ὡς ἐν τοῖς ὕπνοις, δῆλον ἄρα ὅτι οὐ περὶ τῆς φυτικῆς ἐστιν αὐτῷ ὁ λόγος μόνης. ἡ γὰρ φυτικὴ οὐ κατὰ τὴν ἐπιστήμην θεωρεῖται, ἀλλὰ κατὰ τὴν θεωρίαν· ἀεὶ γὰρ ἐνεργεῖ ἡ φυτικὴ ψυχὴ κατὰ τὸ δεύτερον ἐνεργείᾳ, ὅπερ ἐστὶν ὡς τὸ θεωρεῖν, καὶ μᾶλλον ἐν τοῖς ὕπνοις, ἔνθα αἱ λοιπαὶ τῆς ψυχῆς δυνάμεις ἠρεμοῦσι· τότε γοῦν μάλιστα αἱ πέψεις καὶ αἱ περὶ τὰ ἀφροδίσια ἀβούλητοι πολλάκις ὁρμαί. ὥστε μᾶλλον ἀν’ εἴη περί τε τῆς λογικῆς καὶ τῆς ἀλόγου ὁ λόγος οὗτος ἢ περὶ τῆς φυτικῆς. ἐσμὲν γὰρ ἔμψυχοι κατὰ ταύτας τὰς ψυχὰς καὶ καθεύδοντες· ἔχομεν γὰρ κατὰ τὸ δεύτερον τὴν ψυχὴν δυνάμει, ὅπερ ἐστὶ πρῶτον ἐνεργείᾳ, τοῦτο δέ ἐστιν ὡς ἡ ἐπιστήμη· ἔχει γὰρ ὁ καθεύδων γεωμέτρης τὴν γεωμετρικὴν ἕξιν, τὴν μέντοι θεωρίαν οὐκέτι. ἄλλως τε αὐτὸς ὁρισάμενος καὶ εἰπὼν ὅτι ἔστιν ἡ ψυχὴ ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος, ἐπάγει ὅτι, ὅσον ἐκ τοῦ ὁρισμοῦ, ἀνάγκη τὴν ψυχὴν ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, ἀχώριστα εἶναι τοῦ σώματος, λέγων δηλονότι περὶ τῆς φυτικῆς· τί γὰρ ἄν καὶ θρέψει ἡ θρεπτικὴ χωρισθεῖσα τοῦ σώματος ἢ ἡ αὐξητικὴ αὐξήσει; ἐνίων γάρ, φησίν, ἡ ἐντελέχεια τῶν μερῶν ἐστιν αὐτῶν. εἶτα ἐπάγει “ οὐ μὴν ἀλλ’ ἔνιά γε οὐδὲν κωλύει διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας”. ὥστε καὶ τὸν νοῦν συμπεριέλαβε· τοῦτον γὰρ περὶ σῶμα μὴ ἔχοντα τὰς ἐνεργείας μηδὲ σώματι εἰς τὸ ἐνεργεῖν συγχρώμενον, τοὐναντίον δ’, ὡς εἶπον, καὶ ἐμποδιζόμενον ὑπὸ τούτου, οὐκ ἀνάγκη ἀχώριστον εἶναι. εἶτα πάλιν ἐπάγει “ ἔτι δ’ ἄδηλον εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ὡς πλωτὴρ πλοίου.” δῆλον δ’ ὅτι οὐκ ἄν τοῦτο εἶπεν, εἴ γε περὶ μόνης τῆς φυτικῆς ἐποιεῖτο τὸν λόγον. ἀπορήσειε δ’ ἄν τις ἐκ τῶν εἰρημένων τὴν ἐναντίαν ἀπορίαν, μήποτε οὐδὲ ἐμπεριέχεται τῷ ὁρισμῷ τούτῳ ἡ φυτικὴ ψυχή. εἰ γὰρ λέγει τὴν ψυχὴν ἐντελέχειαν εἶναι οὐχ ὡς τὴν θεωρίαν, ἀλλ’ ὡς τὴν ἐπιστήμην , ἡ δὲ φυτικὴ ψυχὴ ἐντελέχειά ἐστιν οὐχ ὡς ἡ ἐπιστήμη, ἀλλ’ ὡς ἡ θεωρία ἀεὶ γὰρ ἐνεργείᾳ ἐστὶ κατὰ τὸ δεύτερον σὴ μαινόμενον τῆς ἐνεργείας) δῆλον ὅτι οὐκ ἐφαρμόζει τῇ τοιαύτῃ ψυχῇ οὗτος ὁ ὁρισμός. λέγομεν οὖν καὶ πρὸς τοῦτο ὅτι οὐδὲν ἧττον καὶ ἡ φυτικὴ ἐν τῷ ὁρισμῷ περιείληπται. εἰπὼν γὰρ ἐντελέχειαν τὴν ὡς ἐπιστήμην, πᾶσαν ψυχὴν περιείληφεν · τὸ γὰρ πάσῃ καὶ ἀεὶ παρακολουθοῦν εἶπεν. καὶ γὰρ ὅταν ἐνεργῇ ἡ λογικὴ ψυχὴ καὶ ἡ ἄλογος, λέγοιτο ἂν ἐντελέχεια εἶναι ὡς ἐπιστήμη τοῦτο δέ ἐστιν ὡς ἡ ἕξις, ἥτις ἐστὶ τὸ δεύτερον μὲν δυνάμει, πρῶτον δὲ ἐνεργείᾳ) διότι πᾶσα ἐνέργεια ἀπὸ δυνάμεως τῆς κατὰ τὴν ἕξιν προέρχεται. ἔχει γὰρ δηλονότι ὁ ἐνεργῶν γεωμέτρης καὶ ἐν αὐτῷ τῷ γεωμετρεῖν τὴν γεωμετρικὴν ἕξιν. εἰ γὰρ μὴ εἶχε, πῶς ἐνεργεῖ κατὰ ταύτην ἣν μὴ εἶχεν; ὥστε ἔνθα μὲν ἡ ἐνέργεια ἐκείνη, πάντως καὶ ἡ ὀξὶς, οὐκέτι μέντοι ὅπου ἡ ἕξις, ἐκεῖ καὶ I ἡ ἐνέργεια. ὁ γὰρ καθεύδων γεωμέτρης, ὡς πολλάκις εἶπον, ἕξιν μὲν ἔχει γεωμετρικήν , ἐνέργειαν δὲ οὐκ ἔχει. εἰ τοίνυν ἐπὶ πλέον τῆς ἐνεργείας ἡ ὀξὶς, διότι ἀεὶ καὶ πᾶσι τοῖς ἔχουσι παρακολουθεῖ, εἰκότως πάσης ψυχῆς καὶ ὁπωσοῦν ἐχούσης, ἐνεργούσης λέγω καὶ μὴ ἐνεργούσης, τὴν ἔξιν δὲ μὴ ἀφῃρημένης, βουλόμενος ἀποδοῦναι τὸν ὁρισμὸν τῷ πᾶσι καὶ ἀεὶ παρακολουθοῦντι ἐχρήσατο, λέγω δὴ τῇ ἐντελεχείᾳ τῇ ὡς ἐπιστήμῃ. ὥσπερ οὖν τὴν ἐνεργοῦσαν ψυχήν , τὴν λογικὴν λέγω καὶ τὴν ἄλογον, περιλαμβάνει, οὕτω καὶ τὴν φυτικήν· ὃ γὰρ ὑπάρχει τῇ φυτικῇ ἀεί, λέγω δὴ τὸ ἐνεργεῖν, τοῦτο ταῖς ἄλλαις ποτέ· ἡ μέντοι δύναμις ἡ δευτέρα, ἥτις ἐστὶν ἡ κατὰ τὴν ἕξιν, πᾶσι πάρεστι καὶ ἀεί. ἄλλως τε αὐτὸς ἐπὶ λέξεως πάσης ψυχῆς εἶναι βούλεται τὸν ἀποδεδομένον λόγον· φησὶν ὅτι ‘εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν, εἴη ἂν ἡ πρώτη ”, καὶ ἐπὶ πάσης ἐκτείνων τὸν λόγον καὶ ἐνδεικνύμενος ὡς οὐχ ὁρισμός ἐστιν· διὰ τοῦτο λέγει ἱεῖ δή τῖ’. τοῦτο μὲν οὖν οὕτω διῃτήσθω. Ζητῆσαι δ’ ἄξιον ἐπὶ τούτοις, πῶς εἰπὼν αὐτὸς ἐν τῷ προτέρῳ λόγῳ “εὐλαβητέον δὲ ὅπως μὴ λανθάνῃ, πότερον εἷς λόγος αὐτῆς ἐστι, καθάπερ ζῴου, ἢ καθ’ ἕκαστον ἕτερος, οἷον ἵππου, κυνός, ἀνθρώπου”, ἐνταῦθα αὐτὸς ἕνα ὁρισμὸν πάσης ἀποδίδωσι ψυχῆς. φαμὲν οὖν πρὸς τοῦτο ὅτι μάλιστα μὲν οὐδὲ ὁρισμός ἐστιν ὁ ἀποδεδομένος. εἰ γὰρ μὴ ἔστι κοινὸν γένος ψυχῆς ὡς ψυχῆς ὡς γὰρ οὐσίας δῆλον ὅτι ἐστὶ κοινόν τι γένος αὐτὸ τοῦτο ἡ οὐσία), ὥσπερ οὐδὲ τῶν ἀτόμων καθὸ ἄτομά εἰσιν, εἰ οὖν μὴ ἔστι κοινόν τι γένος ψυχῆς τῶν κατὰ μέρος ψυχῶν ἢ κατ’ εἶδος, μηδὲ μὴν πασῶν ἐστί τι καὶ κοινὸν εἶδος ὡς μόνῳ τῷ ἀριθμῷ διαφερουσῶν, ὥσπερ τῶν κατ’ εἶδος ζῴων ἐστὶ κοινόν τι γένος τὸ ἁπλῶς ζῷον, καὶ ἀνθρώπων ἕν τι εἶδος ὁ ἁπλῶς ἄνθρωπος, πᾶς δὲ ὁρισμὸς γένος ἔχει, οὐδὲ ὁρισμὸν ἄρα πάσης ἔστιν ἁπλῶς ἀποδοῦναι ψυχῆς, ἀλλ’ ὑπογραφήν. ὥστε ὁ λόγος ὁ ἀποδεδομένος ἐνταῦθα περὶ πάσης ψυχῆς ὑπογραφή ἐστι καὶ οὐχ ὁρισμός. ἔπειτα οὐδὲ κυρίως μία ἐστὶν ἡ ὑπογραφὴ αὕτη. ὁμωνύμων γὰρ πραγμάτων τῶν ψυχῶν δι’ ὁμωνύμων φωνῶν τὴν ὑπογραφὴν ἀποδέδωκε· τὰ δὲ ὁμώνυμα τῇ μὲν φωνῇ ἕν τί εἰσι, τῷ δὲ σημαινομένῳ πλείονα. καὶ αὐτὸς δέ φησιν ἐν τοῖς τόποις ὅτι δυνατὸν τῶν ὁμωνύμων ἕνα ὁρισμὸν ἤτοι ὑπογραφὴν δι’ ὁμωνύμων φωνῶν ἀποδοῦναι. λέγομεν γὰρ ὑγιεινὸν σιτίον καὶ φάρμακον ὑγιεινόν, ὁμοίως καὶ φλεβοτομίαν, λέγομεν δὲ καὶ γυμνάσιον ὑγιεινὸν καὶ οὖρα ὑγιεινὰ καὶ σφυγμόν. τούτων οὖν ὁμωνύμων ὄντων δυνάμεθα, φησίν, ἕνα ὁρισμὸν αὐτῶν δι’ ὁμωνύμων φωνῶν ἀποδοῦναι λέγοντες ὑγιεινὸν εἶναι τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν. τοῦτο δὲ τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν ὁμώνυμόν ἐστιν· ἡ γὰρ ὡς ποιητικὸν ἡ ὡς σημαντικὸν ἢ ὡς φυλακτικόν· καὶ εἰ προσθῶμεν τῷ κοινῷ τὸ ἰδίᾳ ὑπάρχον ἑκάστῳ, τότε γίνεται ἰδίᾳ ἑκάστου ὁρισμός, οἷον τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, ὥστε φυλάττειν αὐτήν, ὡς τὸ γυμνάσιον, ἢ ὥστε σημαίνειν, ὡς τὰ οὖρα ἢ ὡς ὁ σφυγμός, ἢ ὥστε ποιεῖν ὡς τὸ σιτίον. ὥστε φωνῇ μὲν εἷς ὁ ὁρισμὸς οὗτος ὁ λέγων τὸ συμμέτρως ἔχον πρὸς ὑγίειαν, τABBREV σημαινομένῳ δὲ πολλοί. οὕτως οὖν οὐδὲ ἡ ἀποδοθεῖσα τῶν ψυχῶν ὑπογραφὴ ὁμώνυμος οὖσα οὐ μία ἔσται, ἀλλὰ πλείους. ἡ γὰρ ἐντελέχεια λέγεται καὶ ἐπὶ τοῦ εἴδους τοῦ ἀχωρίστου τοὐ σώματος καὶ ἐπὶ τοῦ χωριστοῦ. ἔστι γὰρ τελειότης καὶ ὁ κυβερνήτης τοῦ πλοίου καὶ τὸ τῆς σαρκὸς εἶδος τοῦ τῆς σαρκὸς σώματος· ἀλλ’ ὁ μὲν χωριστὸς ὢν τοῦ πλοίου μόνην τὴν ἑαυτοῦ ἐνέργειαν τελειωτικὴν ἔχει τοῦ πλοίου, τὸ δὲ τῆς σαρκὸς εἶδος καὶ καθόλου τὰ ἔνυλα εἴδη αὐτῇ τῇ οὐσίᾳ ἑαυτῶν τελειωτικά ἐστι τῶν ὑποκειμένων. οὕτως οὖν καὶ ἐπὶ τῶν ψυχῶν ἡ μὲν ἄλογος ψυχὴ καὶ ἡ φυτικὴ ἀχώριστον ἔχουσα τὴν οὐσίαν τοῦ ὑποκειμένου καὶ μηδὲ ἐνεργῆσαι χωρὶς τοῦ ὑποκειμένου δυναμένη, αὐτὴν τὴν οὐσίαν ἔχει τελειωτικὴν αὐτοῦ· ἡ μέντοι λογικὴ ψυχὴ οὐ τῇ οὐσίᾳ , ἀλλὰ τῇ ἐνεργείᾳ μόνῃ τελειοῖ τὸ ζῷον· τῇ βουλήσει γὰρ ἑαυτῆς κινεῖ αὐτὸ τοιώσδε ἢ τοιώσδε ὡς ὀργάνῳ τῇ ἀλόγῳ ψυχῇ χρωμένη. καὶ ἄλλως ἔστιν ἐν ταῖς ψυχαῖς τὸ πρότερον καὶ τὸ ὕστερον· ἔνθα μὲν γὰρ ἡ λογική, ἐκεῖ πάντως καὶ αἱ λοιπαί, οὐκέτι μέντοι καὶ ἔμπαλιν. ἐν οἷς δὲ τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος· οὐκ ἄρα οὐκ ἔστι κοινόν τι τῶν ψυχῶν γένος, ἀλλ’ εἰσὶν ὁμώνυμοι ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. εἶπον δὲ μὴ εἶναι τὴν λογικὴν ἄνευ τῶν ἄλλων πρὸς τὸ ζῷον δῆλον τοῦτο ἀπιδὼν τὸ θνητόν, ἐπεὶ ὅσον ἐπὶ τῇ ἰδίᾳ οὐσίᾳ ἑαυτῆς ἡ ψυχὴ καὶ πρὸ τῶν ἀλόγων ζωῶν καὶ μετ’ αὐτὰς καθ’ αὑτὴν εἶναι δύναται· ἀλλ’ ὁ λόγος περὶ ψυχῶν τῶν ἐν τοῖς θνητοῖς ζῴοις τούτοις. ὥστε εἰ ὁμώνυμοι αἱ ψυχαί, ὁμώνυμος καὶ ὁ ἀποδοθεὶς αὐτῶν ὁρισμός, καὶ διὰ τοῦτο οὐχ εἷς. ὅθεν καὶ αὐτὸς εἰδὼς ὅτι ἀδύνατον κυρίως ἕνα ὁρισμὸν ἀποδοῦναι τῆς ψυχῆς, ἀποδιδοὺς αὐτὸν τοῦτον x003E; ὁρισμόν φησιν “εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν”. ζητήσει δ’ ἄν τις ἐκ τῶν εἰρημένων καὶ τί δήποτε, εἰ μὴ δυνατὸν ἕνα ὁρισμὸν πάσης ψυχῆς ἀποδοῦναι, ἐμέμψατο τοῖς πρὸ ἑαυτοῦ μὴ περὶ πάσης ψυχῆς διαλεχθεῖσι. λέγω οὖν ὅτι πρῶτον μὲν ἠδύναντο ποιῆσαι, ὅπερ αὐτὸς ἐποίησεν, εἰ καὶ μὴ ὁρισμόν, ἀλλ’ οὖν κοινόν τινα καὶ ὑπογραφικὸν λόγον ἀποδοῦναι περὶ πάσης· ἔπειτα οὐ τοῦτο μέμφεται αὐτοῖς, διὰ τί μὴ ἕν ὁρισμὸν ἀποδεδώκασι πάσης ψυχῆς, ἀλλὰ τί μὴ περὶ πάσης διελέχθησαν ἰδίᾳ ἑκάστης, ὃ καὶ αὐτὸς ποιεῖ. μετὰ γὰρ τὸ ἀποδοῦναι τὸν κοινὸν τοῦτον λόγον ἰδίᾳ περὶ ἑκάστης ἐρεῖ καὶ διδάξει περὶ αὐτῶν ὅνπερ ἠπόρησε τρόπον. βουλόμενος γὰρ περὶ τῆς ἀλόγου διαλεχθῆναι, πρῶτον περὶ τῶν ἀντικειμένων διαλέγεται, οἷον περὶ αἰσθήσεως μέλλων διδάσκειν πρότερον τὸν περὶ τῶν αἰσθητῶν ποιεῖται λόγον, καὶ περὶ ὄψεως τὸν τῶν ὁρατῶν, καὶ περὶ θρέψεως τὸν περὶ τροφῶν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· | εἶτα οὕτως ἄνεισιν ἐπὶ τὰς ἐνεργείας, κἀκεῖθεν ἐπὶ τὰς δυνάμεις τὰς προακτικὰς τούτων. p. 412 a 3 Τὰ μὲν οὖν παρὰ τῶν προτέρων παραδεδομένα περὶ ἐντεῦθεν, ὡς ἤδη εἶπον, τὴν οἰκείαν περὶ ψυχῆς ἐκτίθεται δόξαν καὶ βούλεται πρῶτον κοινόν τινα λόγον ἀποδοῦναι περὶ πάσης ψυχῆς. πρότερον δὲ προεκτίθεται x003E; εἰς τὴν λῆψιν αὐτῶν τοῦ ὁρισμοῦ συμβαλλόμενα. βουλόμενος γὰρ λαβεῖν τὸ γένος τῆς ψυχῆς πρὸς τὴν τοῦ ὁρισμοῦ ἀπόδοσιν, μᾶλλόν δὲ τὸ ἀναλογοῦν γένει, ἐπειδὴ καὶ ὁ ὁρισμὸς ἀνάλογόν ἐστιν ὁρισμῷ διὰ τὰς εἰρημένας αἰτίας, πρῶτον εἰκότως ποιεῖται διαίρεσιν τῶν ὄντων εἰς τὰς δέκα κατηγορίας· ἀνάγκη γὰρ καὶ τὴν ψυχὴν τῶν ὄντων οὖσαν ὑπὸ μίαν τούτων τελεῖν. ὅτι μὲν οὖν οὐκ ἔστι συμβεβηκὸς ἡ ψυχή, δῆλον· οὔτε γὰρ ποσόν τοῦτο γὰρ ἔδειξεν ἔν τε τοῖς πρὸς τὸν Τίμαιον λόγοις, ἐν οἷς ἐδείκνυεν ὅτι ὅλως καὶ μέγεθος εἶναι τὴν ψυχὴν ἀδύνατον, καὶ ἐν τοῖς πρὸς Ξενοκράτην, ἐν οἷς ἐδείκνυ ὅτι οὐχ οἷόν τε αὐτὴν εἶναι ἀριθμόν· ὥστε οὔτε ὡς συνεχὲς ποσὸν ἔσται οὕτε ὡς διωρισμένον· ὅλως ἄρα ποσὸν οὐκ ἔστιν)· ὅτι δὲ οὐδὲ ποιόν ἐστιν, ἔδειξεν ἐν οἷς ἐδείκνυ ὅτι οὐκ ἔστιν ἁρμονία· τοῖς γὰρ αὐτοῖς ἐπιχειρήμασι δείξεις ὅτι οὐδ’ ὅλως ἐστὶ ποιόν. εἰ δὲ μήτε ποσόν ἐστι μήτε ποιόν, σχολῇ γε τῶν ἄλλων τι εἴη συμβεβηκότων · ἐκ τούτων γὰρ αἱ λοιπαὶ συνεστήκασιν. οὐσία ἄρα ἡ ψυχή. ἐπεὶ οὖν οὐσία ἡ ψυχή, πάλιν ὑποδιαιρεῖ τὴν οὐσίαν εἴς τε τὴν σύνθετον καὶ τὴν ἁπλῆν, καὶ τὴν ἁπλῆν εἴς τε τὴν ὕλην καὶ τὸ εἶδος. τριττῆς οὖν οὔσης τῆς οὐσίας, μάλιστα οὐσία εἶναι δοκοῦσι τὰ σώματα, μᾶλλον δὲ ὡς πρὸς τοὺς πολλοὺς ἀνθρώπους τούτων γὰρ μάλιστα ἔχουσι τὴν γνῶσιν), καὶ τῶν σωμάτων μάλιστα οὐσίαι τὰ φυσικὰ σώματα, ἀντιδιαστέλλων πρὸς τὰ τεχνητὰ ἢ καὶ τὰ μαθηματικὰ ἴσως. τεχνητὰ δέ φησι σώματα, οἷς εἴδη τινὰ ἀπὸ τέχνης παραγίνεται , οἷον ὁ θρόνος, τὸ ἀβάκιον· οὐ γάρ ἐστί τι σῶμα ᾗ σῶμα τεχνητόν. τῶν δὲ φυσικῶν σωμάτων συνθέτων ὄντων συγκειμένων τὸ] ἐξ ὕλης καὶ εἴδους, ἐν τούτοις μᾶλλον οὐσία τὸ εἶδος· κατ’ αὐτὸ τὸ εἶδος τὸ] γὰρ καὶ ἔστι καὶ λέγεται <τὰ> σύνθετα. κοινῆς γὰρ οὔσης καὶ μιᾶς τῆς ὕλης ἡ διάκρισις καὶ καθ’ ἕκαστον οὐσίωσις ἐκ τῶν εἰδῶν. ἐκ μὲν οὖν τῆς διαιρέσεως ταύτης ηὕρομεν ὅτι τε μᾶλλον οὐσία τὰ φυσικὰ σώματα καὶ ὅτι ἐν τούτοις τὸ εἶδος μᾶλλον τῆς ὕλης. ἐντεῦθεν οὖν ζητητέον, ἐν τίνι τούτων θετέον τὴν ψυχὴν ὡς γένει, πότερον σύνθετός τίς ἐστιν οὐσία. ταὐτὸν δ’ εἰπεῖν σῶμα φυσικόν, ἢ ἁπλὴ, καὶ εἰ ἁπλὴ, πότερον ὕλη ἢ εἶδος. ἵνα οὖν τοῦτο εὕρῃ, ἐκ τῶν σαφεστέρων καὶ ὑστέρων ποιεῖται τὴν ἀρχὴν τῆς ζητήσεως. σαφέστερον δὲ τῆς ψυχῆς τὸ ἔμψυχον , τὸ δ’ ἔμψυχον τῷ ζῆν λέγεται ἔμψυχον. τῶν οὖν φυσικῶν σωμάτων, φησί, τὰ μὲν ἔχει ζωήν, καὶ ἔμψυχα καλοῦμεν, τὰ δὲ οὐκ ἔχει. ὥστε ἡ ψυχὴ ἐν τοῖς ἔχουσι ζωὴν τῶν φυσικῶν σωμάτων θεωρεῖται. ταύτην δὲ τὴν ζωὴν ψυχὴν καλοῦμεν. οὐ γὰρ δὴ τὸ σῶμα ψυχὴν καλοῦμεν· τῆς γὰρ ζωῆς ἀπελθούσης τὸ μὲν σῶμα οὐδὲν ἧττόν ἐστι σῶμα, οὔτε δὲ ζῇ ἔτι οὔτε ἔμψυχον λέγεται· ὥστε ἐν τοῖς ζωὴν ἔχουσιν ἡ ψυχὴ οὐκ ἔστι τὸ σῶμα ἀλλ’ ἡ ἐν αὐτῷ ζωή. τὰ ἄρα ζῶντα τῶν σωμάτων σύνθετά ἐστι ἔκ τε τοῦ σώματος καὶ τῆς ζωῆς τῆς ἐν αὐτοῖς, ἣν καλοῦμεν ψυχήν. σύνθετον ἄρα τὸ ἔμψυχον ἐκ ψυχῆς καὶ σώματος. ἀλλὰ μὴν πᾶσα σύνθετος οὐσία ἐξ ὕλης ἐστὶ καὶ εἴδους· καὶ τὸ ἔμψυχον ἄρα ἐκ ψυχῆς ὂν καὶ σώματος τὸ μὲν ἕξει ὡς ὕλην, τὸ δὲ ὡς εἶδος. εἰ δὲ τὸ εἶδός ἐστι τὸ συνοχῆς καὶ ὅρου τῇ ὕλῃ αἴτιον, τοῦτο δέ ἐστιν ἡ ψυχὴ τABBREV σώματι ἐξελθούσης γάρ, φησί, διαπνεῖται καὶ σήπεται), εἶδος ἄν εἴη τοῦ σώματος ἡ ψυχή, ὕλη δὲ αὐτὸ τὸ σῶμα. ὅτι γὰρ τοὺ εἶναι τῷ σώματι αἰτία ἡ ψυχή, δῆλον ἐξ ὧν τὰ ἔμψυχα αὐτῷ τούτῳ χαρακτηρίζεταί τε καὶ τὸ εἶναι ἔχει· ὅθεν καὶ ἡ συνήθεια τὰ τῆς ψυχῆς ἐστερημένα σώματα, καίτοι οὐδὲν ἧττον σώματα ὄντα καὶ μετὰ τὸν ταύτης χωρισμόν, ὅμως οὐδ’ εἶναι λέγειν· ‘‘βέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή”. ὥστε εἰ σύνθετα μὲν τὰ ἔμψυχα ἐκ ψυχῆς καὶ σώματος, πᾶν δὲ σύνθετον ἐξ ὕλης καὶ εἴδους, ἐν τούτοις δὲ τὸ συνοχῆς καὶ τοῦ εἶναι αἴτιον τὸ εἶδος, τοιοῦτον δὲ καὶ ἡ ψυχὴ ἐν τοῖς ἐμψύχοις, εἶδος ἄν εἴη ἡ ψυχή. οὕτως οὖν εὑρίσκει ὅτι οὐσία ἐστὶν ἡ ψυχὴ ἡ κατὰ τὸ εἶδος, ὅπερ εἶδος καλεῖ ἐντελέεἴδη χειὰν παρὰ τὸ ἓν καὶ τὸ τέλειον καὶ τὸ συνέχειν· καὶ γὰρ ἑνώσεως ἐστι τῇ ὕλῃ τὸ εἶδος αἴτιον καὶ τελειώσεως, ἐπεὶ καὶ τελειότης ἐστὶ τοῦ ὑποκειμένου καὶ συνέχει αὐτό. ἀποδίδωσιν οὖν ἐντεῦθεν τὸν ὁρισμὸν τῆς ψυχῆς λέγων εἶναι αὐτὴν ἐντελέχειαν, τουτέστιν εἶδος καὶ τελειότητα. τίνος τούτου; σώματος φυσικοῦ, ἵνα ἀντιδιαστείλῃ τῶν τεχνητῶν καὶ τῶν συμβεβηκότων. εἶτα ἐπεὶ καὶ ὁ λίθος φυσικὸν σῶμα, καὶ ἔστι καὶ τούτου τὸ εἶδος ἐντελέχεια, καὶ ἁπλῶς τὰ ἄψυχα πάντα, προσέθηκε δυνάμει ζωὴν ἔχοντος, ἵνα ἀντιδιαστείλῃ τά τε ἄψυχα καὶ τὰ νεκρὰ σώματα καὶ τὸ σπέρμα. οὔτε γὰρ τῶν ἀψύχων τι δυνάμει ζωὴν ἔχει οὔτε τὸ νεκρὸν σῶμα οὔτε τὸ σπέρμα οὕτε τὸ ἔμβρυον τὸ μήπω διωργανωμένον. προιὼν δὲ εἰς ταὐτὸν ἄγει τὸ διωργανῶσθαι τῷ δυνάμει ζωὴν ἔχειν, ὡς ἑνὶ ἀνθ’ ἑνὸς κεχρῆσθαι τούτῳ, τῷ τε δυνάμει ζωὴν ἔχειν καὶ τῷ διωργανῶσθαι. οὔτε οὖν τὸ νεκρὸν δυνάμει ζωὴν ἔχει κἄν γὰρ δοκεῖ διωργανῶσθαι, ἀλλ’ οὖν, ὡς αὐτός φησιν, ὁμώνυμά ἐστιν αὐτοῦ τὰ μόρια· οὕτω γὰρ λέγεται χεὶρ ἡ τοῦ νεκροῦ, ὥσπερ καὶ ἡ λιθίνη· οὐ γὰρ ἐνεργεῖ τὰ χειρός), οὐδὲ τὸ σπέρμα δυνάμει ζωὴν ἔχει, ἐπεὶ μήπω διοργανωθὲν ἐπιτήδειον γέγονε τὴν ἐκ τῆς ψυχῆς ζωὴν καταδέξασθαι. ἀλλὰ | λέγοιτο ἄν τὸ σπέρμα ἢ τὸ μὴ διωργανωμένον ἔμβρυον δυνάμει ζωὴν ἔχον· δύναται γὰρ γενέσθαι δυνάμει ζωὴν ἔχον. ἀλλὰ τὸ τέλειον καὶ ἤδη τὴν ζωὴν καταδεξάμενον τοῦτό φησι δυνάμει ζωὴν ἔχον. πῶς οὖν δυνάμει καὶ μὴ ἐνεργείᾳ; ὅτι ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἄζων ἐστὶ καὶ μόνως ἐπιτήδειον πρὸς τὸ καταδέξασθαι τὴν ζωήν. δυνάμει δὲ τὸ δεύτερον τὸ τὴν ἕξιν ἔχον· ἔχει γὰρ καθ’ αὑτὸ τὴν ἕξιν τοῦ δύνασθαι ζωοποιεῖσθαι, εἰ καὶ ἀεὶ ζωοποιεῖται ὑπὸ τῆς ψυχῆς, ἔστ’ ἄν ᾖ. ὡς γὰρ ἤδη εἴπομεν, τὰ ἔχοντα τὸ δεύτερον ἐνεργείᾳ, ὅπερ ἐστὶν ὡς τὸ θεωρεῖν, ταῦτα καὶ τὴν ἕξιν ἔχει. ὥστε κἄν ἀεὶ ζωοποιεῖται τὸ σῶμα, οὐκ ἄτοπον ὅσον ἐπὶ τῇ αὐτοῦ φύσει τὸ λέγειν αὐτὸ δυνάμει ζωὴν ἔχειν. δῆλον γὰρ ὅτι ἔχον τὴν δύναμιν τοῦ ζῳοποιεῖσθαι δύνασθαι, οὕτω ζωοποιεῖται , ἐπεὶ εἰ μὴ ἔχοι οἴκοθεν τὴν δύναμιν, οὐκ ἄν ζῳοποιηθείη. εἶπε δὲ τὸ σημαινόμενον τοῦτο τοῦ δυνάμει καὶ ἐν τῷ Περὶ ἑρμηνείας, ἔνθα διῄρει τὸ δυνα- τόν· “ τὸ γὰρ δυνατόν”, φησίν, “οὐχ ἁπλῶς λέγεται, ἀλλὰ τὸ μὲν ὡς ἐνεργείᾳ ὄν, οἷον δυνατὸν βαδίζειν, ὅτι βαδίζει, καὶ ὅλως δυνατὸν εἶναι, ὅτι ἤδη ἔστι κατ’ ἐνέργειαν.”. κατὰ τοῦτο οὖν εἴρηται καὶ τὸ δυνάμει ζωὴν ἔχοντος. ἀπορήσειε δ’ ἄν τις ἴσως ὅτι, εἰ οὐσία ἐστὶν ἡ ψυχὴ ἡ κατὰ τὸ εἶδος, πῶς λέγομεν μὴ εἶναι κοινόν τι γένος ψυχῆς κοινὸν γὰρ αὐτῶν γένος ἡ οὐσία) ἢ πῶς ὅλως ὁμώνυμον εἶναι τὴν ἐντελέχειαν; πῶς δὲ ἔτι ὁ κανὼν ὑγιὴς ὁ λέγων ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος; ἰδοὺ γοῦν ὄντος ἐν ταῖς ψυχαῖς τοῦ προτέρου καὶ ὑστέρου ὅμως τὸ κοινῶς αὐτῶν κατηγορούμενον γένος ἐστί · πᾶσα γὰρ ψυχὴ οὐσία ἐστὶν ἡ κατὰ τὸ εἶδος, ὅπερ καλεῖ ἐντελέχειαν. ὅτι μὲν οὖν οὐχ ὁμοίως ἐντελέχεια πᾶσα ψυχὴ τοὐ ὑποκειμένου αὐτῇ σώματος, ἤδη ἐπελυσάμεθα , ὅτι κἂν λέγηται ἡ λογικὴ ψυχὴ ἐντελέχεια σώματος, ἀλλὰ τῇ ἐνεργείᾳ μόνον ἐστὶν ἐντελέχεια τοῦ σώματος, οὐ τῇ οὐσίᾳ, ὥσπερ αἱ ἄλλαι. ἀλλὰ πῶς, εἴπερ γένος αὐτῶν ἐστιν ἡ οὐσί, καὶ οὐσία ἡ κατὰ τὸ εἶδος, οὐ δοκεῖ λελύσθαι ὁ καθολικὸς κανών; λέγω οὖν ὅτι, ὅτε λέγομεν ἐν οἷς τὸ πρότερον καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, κοινῶς κατηγορούμενον οὐ τὸ τυχὸν λαμβάνομεν, ἀλλὰ τὸ προσεχῶς περιέχον, ἐπεί τοί γε καὶ ζῷον τό τε ἀληθινόν, οἷον ἵππος, καὶ τὸ χαλκοῦν ἢ ξύλινον ὡς μὲν ζῷα ὁμώνυμά ἐστιν ἔστι γὰρ ἐν αὐτοῖς τὸ πρότερον καὶ τὸ ὕστερον· ἐκ γὰρ τοῦ ἀληθινοῦ τὸ χαλκοῦν ἢ τὸ ξύλινον) καὶ διὰ τοῦτο κατηγορούμενον αὐτῶν τὸ ζῷον ἢ ὁ ἵππος οὐχ ὡς γένος αὐτῶν κατηγορεῖται, οὐδὲν δὲ κωλύει αὐτὰ ταῦτα κοινὰ γένη ἔχειν τὰ πορρωτέρω κατηγορούμενα. τὸ γοῦν σῶμα καὶ ἡ οὐσία ὡς γένος καὶ τοῦ ἀληθινοῦ ἵππου καὶ τοῦ ξυλίνου κατηγορεῖται τὸ αὐτὸ καὶ ἐπὶ πάντων. οὕτως οὖν καὶ ἐπὶ ψυχῆς γένος μὲν αὐτῶν εἶναι τὴν οὐσίαν οὐδὲν κωλύει, προσεχῶς μέντοι περιεκτικὸν αὐτῶν κοινόν τι γένος οὐκ ἔχουσιν· οὔτε γὰρ ἡ ψυχὴ ὡς γένος αὐτῶν κατηγορεῖται οὔτε ἡ ἐντελέχεια. ὡς γὰρ εἶπον, αἱ μὲν αὐτῇ τῇ οὐσίᾳ ἐντελέχειαί εἰσι τοῦ σώματος , αἱ δὲ μόνῃ τῇ ἐνεργείᾳ· οὐχ ὁμοίως ἄρ’ ἐντελέχειαι πᾶσαι, διόπερ ἐστὶν ἐν αὐταῖς καὶ τὸ πρότερον καὶ τὸ ὕστερον. p. 412a4 πάλιν δ’ ὥσπερ ἐξ ὑπαρχῆς ἐπανίωμεν. Ἄλλην γὰρ ἀρχὴν ποιεῖται τοῦ λόγου τὰ αὐτῷ δοκοῦντα ἐκτιθέμενος· πρότερον γὰρ τὰ τῶν παλαιῶν διηγεῖτο. p. 412 a 7 ταύτης δὲ τὸ μὲν ὕλην, ὃ καθ’ ἑαυτὸ οὐκ ἔστι τό· ’δε τι. Τόδε τι τᾷ Ἀριστοτέλει τὸ εἶδος ἐνταῦθα σημαίνει· ἐν γὰρ ταῖς Κατηγορίαις τὸ ἄτομον· δοκεῖ γάρ, φησί πᾶσα οὐσία τόδε τι σημαίνειν. ἐπεὶ οὖν τὸ εἶναι ἑκάστῳ καὶ λέγεσθαι, οἷον ἄνθρωπον, ἵππον, κατὰ τὸ εἶδός ἐστι κοινῶς γὰρ πᾶσιν ὑπέστρωται ἡ ὕλη), διὰ τοῦτό φησιν ὅτι ἡ κατὰ τὴν ὕλην οὐσία καθ’ αὑτὴν οὐδὲν εἶδός ἐστιν, ἐπεὶ μηδὲ ὑφέστηκεν καθ’ αὑτήν, ἀλλ’ ἀεὶ μὲν μετά τινος εἴδους θεωρεῖται, καθ’ ὃ λοιπὸν καὶ τὴν ὀνομασίαν ἔχει ἕκαστον· καθ’ ὃ γὰρ ἑκάστου τῶν ἄλλων διαφέρει, τοῦτο παρὰ τοῦ εἴδους ἔχει. ἔστι δὲ ἡ μὲν ὕλη δυνάμει· οὐδὲν γάρ ἐστι τῶν εἰδῶν καθ’ αὑτὴν ἡ ὕλη, ἀλλὰ δυνάμει πάντα. οὔτε γὰρ τὸ μηδ’ ὅλως ἐπιδεκτικόν τινος ὕλη ἐκείνου ἐστίν, ὡς ἐπὶ τῶν προσεχεστέρων ἔστιν ὑλῶν ἰδεῖν οὐ γὰρ ἄν ποτε γενήσεται φέρ’ εἰπεῖν τῶν κεραμικῶν σκευῶν ὕλη λίθοι, ἐπεὶ μὴ πέφυκε τὸ τούτων εἶδος δέχεσθαι) οὔτε τὸ μηκέτι δυνάμενον τῷ ἤδη ἔχειν αὐτό· ὁ γὰρ κέραμος οὐ γενήσεται οὔτε ἑαυτοῦ ὕλη οὔτε τῶν ὁμοειδῶν· ἤδη γὰρ ἐνεργείᾳ ἔχει τὸ εἶδος. οὐκοῦν ἡ πρώτη δυνάμει μόνον θεωρεῖται, καὶ ἑκάστη δὲ τῶν προσεχεστέρων δυνάμει μόνως ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη. p. 412 a 9 Τὀ δὲ εἶδος ἐντελέχεια. οὐκ εἶπεν ἐντελεχείᾳ κατὰ δοτικὴν πτῶσιν , ἀλλὰ κατ’ εὐθεῖαν. ἡ γὰρ τὸ εἶδος λαβοῦσα ὕλη αὐτὴ λέγεται ἐντελεχείᾳ εἶναι, τοῦτο δ’ ἐστὶ τὸ συναμφότερον· τὸ μέντοι εἶδος καθ’ αὑτὸ ἐντελέχειά ἐστιν. ἀντέθηκε δὲ τῷ δυνάμει τὴν ἐντελέχειαν, διότι ἡ μὲν δύναμις ἀτελής, τελειότης δὲ ἡ ἐντελέχεια· σημαίνει γὰρ τὸ ἐν τῷ τέλει εἶναι. ἐν ᾧ δὲ ἕκαστον ἔχει τὸ εἶναι, ἐν τούτῳ τὴν οἰκείαν ἔχει τελειότητα· ἕκαστον δὲ ἔχει τὸ εἶναι κατὰ τὸ ἑαυτοῦ εἶδος· τελειότης ἄρα ἑκάστου τὸ εἶδος αὐτοῦ. εἰ τοίνυν τελειότης τὸ εἶδος, ἡ δὲ τελειότης ἐντελέχεια, εἰκότως μεταλαμβάνει τὸ τοῦ εἴδους ὄνομα εἰς τὸ τῆς ἐντελεχείας. εἰ δὲ καθόλου τὸ εἶδος ἐντελέχεια, εἶδος δὲ ἡ ψυχή, ἐντελέχεια ἄρα ἡ ψυχή. οὐ μόνον δὲ τὸ κατὰ τὸν λόγον εἶδος ἐντελέχειαν λέγει, ἀλλὰ καὶ τὸ κατὰ τὴν μορφήν· καὶ γὰρ ἐν τῇ Φυσικῇ περὶ ἀμφοτέρων διελέχθη· ἡ γὰρ τοῦ ἀνδριάντος ἡ] μορφὴ ἐντελέχεια αὐτοῦ ἐστι. ἴσως δὲ μετέλαβε τὸ τῆς ἐντελεχείας ὄνομα ἀντὶ τοῦ εἴδους διὰ τὸ καὶ ἐπὶ τῶν συμβεβηκότων φέρεσθαι τὸ τοῦ εἴδους ὄνομα, ὡς ὅταν εἴπω Σωκράτη τὸ εἶδος εἶναι σιμὸν προγάστορα · ἀλλὰ ταῦτα οὐ τελειότης ἐστὶ Σωκράτους, ἀλλὰ συμβέβηκε Σωκράτει. p. 412 a 10 Καὶ τοῦτο διχῶς, τὸ μὲν ὡς ἐπιστήμη, τὸ δὲ ὡς τὸ θεωρεῖν. Διαιρεῖ τὴν ἐντελέχειαν εἰς δύο, εἴς τε τὴν καθ’ ἕξιν καὶ εἰς τὴν ἀπὸ τῆς ἕξεως ἐνέργειαν. χρησιμεύσει δὲ αὐτῷ καὶ ἡ τῆς ἐντελεχείας διαίρεσις πρὸς τὴν ἀπόδοσιν τοῦ ὁρισμοῦ. διττῆς γὰρ οὔσης τῆς ἐντελεχείας, τῆς τε κατὰ τὴν ἕξιν, ἥτις καὶ πρώτη ἐστὶ καὶ τῷ χρόνῳ καὶ τῇ φύσει, τῆς τε κατὰ τὴν ἀπὸ ταύτης ἐνέργειαν, εὑρήσει τὴν ψυχήν, ὡς ἤδη εἴπομεν, ἐντελέχειαν οὖσαν κατὰ] τὴν πρώτην. καὶ ἡ δευτέρα γὰρ ἡ κατὰ τὸ θεωρεῖν παρὰ τῆς πρώτης ἔχει τὸ οὐσία εἶναι· αὐτὸ γὰρ τὸ θεωρεῖν οὐκ οὐσία καθ’ αὑτό. p. 412 a 11 οὐσίαι δὲ μάλιστα εἶναι δοκοῦσι τὰ σώματα, καὶ τούτῶν τὰ φυσικὰ. Διελὼν εἰς τρία τὴν οὐσίαν, εἰς τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ συναμφότερον τοῦτο δέ ἐστι τὸ φυσικὸν σῶμα) ἐκ τούτου ἄρχεται διδασκαλίας, ὡς ἤδη εἶπον, ὡς σαφεστέρου. εὑρήσει γὰρ ἐκ τούτου πάλιν καὶ ὅτι οὐσί ἡ ψυχὴ καὶ ποία οὐσία. ταῦτα οὖν, φησί, μάλιστα δοκεῖ οὐσία εἶναι· ἡ γὰρ ὕλη καὶ τὸ εἶδος τοῖς πολλοῖς οὐδὲ ἔγνωσται, ἀλλὰ τὸ συναμφότερον μόνον ἴσασιν. λαβὼν οὖν ὅτι τὰ σώματα οὐσία καὶ τούτων μᾶλλον τὰ φυσικά, ἀντιδιαστέλλων πρός τε τὰ μαθηματικὰ καὶ τὰ τεχνητά, προστίθησι τούτου τὴν αἰτίαν· διότι, φησί, τὰ φυσικὰ τῶν ἄλλων εἰσὶν ἀρχαί· τῶν μὲν γὰρ μαθηματικῶν -|- ἔστιν ἐπινοίᾳ, τῶν δὲ τεχνικῶν, ὅτι κἀκείνων ἕκαστον φυσικόν τι σῶμα ἔχει ὑποκείμενον. τῷ γὰρ ἀβακίῳ τεχνικῷ ὄντι σώματι ἔστιν ὑποκείμενον τὸ ξύλον, ὅπερ ἐστὶ φυσικὸν σῶμα. p. 412a13 τῶν δὲ φυσικῶν τὰ μὲν ἔχει ζωήν, τὰ δὲ οὐκ ἔχει. Λαβὼν ὅτι τὸ φυσικὸν σῶμα μάλιστα οὐσία, διαιρεῖ τοῦτο εἴς τε τὸ ἔμψυχον καὶ τὸ ἄψυχον καὶ δείκνυσιν ὅτι ἡ ψυχὴ οὐσία. ἐπεὶ γὰρ φυσικὸν σῶμα ἡ συναμφότερός ἐστιν οὐσία ἐκ τῆς ὕλης οὖσα καὶ τοῦ εἴδους, φυσικὸν δὲ τὸ ἔμψυχον, καὶ τοῦτο ἄρα ἐξ ὕλης καὶ εἴδους. ἀλλὰ τὰ μὲν ἀπλᾶ σώματα λεγόμενα ἐκ τῆς πρώτης ὕλης x003E; τοῦ εἴδους ἐστί, ταῦτα δὲ ἐκ προσεχεστέρας ὕλης τοῦ σώματος καὶ εἴδους τῆς ψυχῆς. εἰ δὲ τὸ εἶδος οὐσία, καὶ ἡ ψυχὴ ἄρα· καὶ εἰ τὸ εἶδος ἁπλῆ τις οὐσία, καὶ ἡ ψυχή. ἁπλῆ τις ἄρα οὐσία ἡ ψυχή, ἡ κατὰ τὸ εἶδος. p. 412 a 14 Ζωὴν δὲ λέγομεν τὴν δι᾿ ἴ’ αὐτοῦ τροφήν τε καὶ αὔξησιν καὶ φθίσιν. Διελὼν τὰ φυσικὰ σώματα εἴς τε τὰ ζωὴν ἔχοντα καὶ μὴ ἔχοντα ἐφεξῆς ὁρίζεται τί ποτέ ἐστιν ἡ ζωή ’ ἐκ τούτου γὰρ ἔμελλεν ἔσεσθαι γνώριμα καὶ τὰ ζωὴν ἔχοντα. δι’ αὐτοῦ δὲ τροφήν φησι καὶ αὔξησιν, ἐπεὶ δοκεῖ ἡ πρόσθεσις αὔξησις εἶναι, οἷον εἰ ὕδατι ἐπιπροσθείην ὕδωρ· ἀλλ’ οὐκ ἔστι δι’ αὐτοῦ ἡ αὔξησις, ἀλλὰ δι’ ἄλλου τοῦ προστιθέντος. δόξειε δ’ ἄν 35 καὶ τὸ πῦρ τρέφεσθαί τε καὶ αὔξεσθαι μὴ ἔχον ζωήν, ἀλλ’ οὐκ ἀληθὲς τοῦτο· δι’ αὐτῶν γὰρ ταύτ’ τρέφεται, ὅσα ὄργανα ἔχει δι’ ὧν δέχεται τὴν τροφήν, καὶ οἷς ἐκ τῆς τροφῆς προσθήκη τε καὶ αὔξησις κατὰ πᾶν μόριον γίνεται· τὸ δὲ πῦρ καὶ τὸ ὕδωρ καὶ τὰ τοιαῦτα οὐ δι’ ὀργάνων δέχεται οὔτε τὴν αὔξησιν κατὰ πᾶν μόριον ποιεῖται. ἔτι ἐπὶ τοῦ πυρὸς γένεσις μᾶλλον καὶ φθορὰ θεωρεῖται, τὸ δὲ αὐξόμενον δεῖ μένειν· εἴρηται δ’ ἀκριβῶς περὶ τούτων ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἐκ τούτου δὲ συνάγουσιν ὅτι οὐ ζῷον τὸ κατὰ γαστρός· εἰ γὰρ ζωή ἐστιν ἡ δι’ αὐτοῦ τροφή τε καὶ αὔξησις καὶ φθίσις, τοῦτο δ’ ἐστὶν ἡ διὰ τῶν οἰκείων ὀργάνων, τὸ δὲ ἔμβρυον οὐ διὰ τῶν οἰκείων τρέφεται ὀργάνων, λέγω δὴ τοῦ στόματος, οὐκ ἄρα ζῷον οὐδὲ ζῶν· τρέφεται γὰρ τῷ ὀμφαλῷ διὰ τοῦ ἱμάντος ἐκεῖνο παρὰ τῆς μητρὸς δεχόμενον. ἀλλ’ ἔστιν ἐνστῆναι πρὸς τοῦτο, ὅτι καὶ τὸ ἔμβρυον δι’ αὐτοῦ τρέφεται· εἰ γὰρ αὔξεται, δῆλον ὅτι καὶ τρέφεται. καὶ ὅτι οὐ πρόσθεσις τὸ τοιοῦτο, σαφές· οὐ γὰρ ὀστοῦν τῷ ὀστῷ προστίθεται οὐδὲ τῇ σαρκὶ σάρξ· ἀλλὰ προπαρασκευάζει ἡ φύσις τῆς μητρὸς τὴν τροφήν, ὥσπερ καὶ ἡμῖν οἱ ἀρτοποιοῦντες. ἀλλὰ καὶ τοῖς παιδίοις αἱ μητέρες προμασώμεναι τὴν τροφὴν προκατασκευάζουσιν. οὕτως οὖν καὶ ἐπὶ τοῦ ἐμβρύου δευτέρα τίς ἐστι τῆς τροφῆς παρασκευὴ ἡ ἐκ τῆς φύσεως τῆς μητρὸς γινομένη· ἀλλὰ καὶ διὰ οἰκείων ὀργάνων τρέφεται. εἰ γὰρ καὶ μὴ διὰ στόματος, ἀλλ’ οὖν γε καὶ ἐν αὐτῷ πρῶτον ἡ γαστὴρ πέττει, αὕτη δὲ τῷ ἥπατι παραπέμπει, κἀκεῖνο διὰ τῶν φλεβῶν εἰς ἕκαστον μόριον, καὶ οὕτως ἐξομοιοῦται ἐν ἑκάστῳ ἡ τροφὴ πρὸς τὴν ὑποκειμένην οὐσίαν· ταῦτα δὲ καὶ ἐπὶ τῶν τελείων συμβαίνει ζῴων. καὶ ἄλλως, εἰ τοῖς τελειοτάτοις τῶν ζῴων ἡ κατὰ τόπον ὑπάρχει κίνησις, κινεῖται δ’ ἐναργῶς καὶ τὰ ἔμβρυα τὴν κατὰ τόπον κίνησιν, ζῷα ἄρα καὶ ταῦτα. ἀλλὰ πρὸς ταῦτα πάντα ἀντικατασκευάζοντές φασιν ὅτι εἰ μηδὲν μάτην ὑπὸ τῆς φύσεως γίνεται, μήτε δ’ ἀτελές τι καὶ μὴ δυνάμενον ἑαυτῷ ἐπαρκεῖν, τί δή ποτε , εἴ γε ἦν τέλειον ζῷον, ἔτι αὐτὸ | ἡ φύσις ἐν τῇ γαστρὶ ἐπέχει; οὐ δῆλον ὡς ἔτι ἀτελὲς καὶ ὁδεῦον εἰς τὸ εἶναι ζῷον, μήπω δὲ ὄν; πῶς δ’ ἄν, εἰ ζῷον ἦν, οὐ τέλεια αὐτῷ παρεῖχε τὰ ὄργανα, δι’ ὧν ἔζη, οἷον στόμα; ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι ὥσπερ καὶ ὅταν ἤδη γεννηθῇ, ζῷον μέν ἐστιν, ἔτι μέντοι τῶν ὀργάνων συμπήξεως δεόμενον οὐ δύναται τὰς τελείας τοῦ ζῴου ἐνεργεῖν ἐνεργείας, οὕτω, φημί, καὶ ἐν τῇ μήτρᾳ ὄν, ἐπειδὴ πάν σῶμα χρόνω τὴν ἑαυτοῦ ἴσχει τελειότητα, ἔτι δέεται πλείονος βοηθείας, καὶ διὰ τοῦτο ἐμφυλάττεται ἐν τῇ μήτρᾳ τὸ τοῦ ζῴου μὲν εἶδος ἀπειληφός, ἔτι μέντοι τοῦ ὀργάνου πλείονος, ὅπερ εἶπον, φυλακῆς καὶ φροντίδος δεομένου· ἐπεὶ εἰ πρὸς τὰς τελειοτάτας τις ἀποβλέποι ἐνεργείας, οὐδὲ τὸ μειράκιον ἐρεῖ ζῷον, εἰ μὴ τὸν ἡβήαὔξησιν σαντα καὶ ἤδη λοιπὸν τὰς γεννητικὰς ἐνεργοῦντα ἐνεργείας, ὅπερ ἄλογον μόνον τὸν οὕτως ἔχοντα ζῷον εἶναι λέγειν ἀλλ’ ἴσως οὐκ ἀναγκαῖα τὰ εἰρημένα· οὐδὲ γὰρ εἰ τρέφεται δι’ αὐτοῦ, ζῷον ἤδη. οὐδὲ γὰρ ταὐτὸν ζῶν τε καὶ ζῷον· ζῆν μὲν γὰρ αὐτὸ καὶ ζωὴν ἐροῦμεν, ζῷον δ’ οὐκέτι, ἐπεὶ καὶ τὰ φυτὰ δι’ αὐτῶν τρέφεται, ἀλλ’ οὐ ζῷα. ἀλλ’ οὐδὲ αὐτὸ τὸ αἰσθήσεως μετέχειν ἤδη ποιεῖ ζῷον· τὰ γοῦν μόνης τῆς ἁπτικῆς μετέχοντα οὐ ζῷα· τὰ γὰρ ζωόφυτα ἁφῆς μετέχει. ἄλλως τε ζῴων μάλιστα ἴδιον τὸ ὅλα καθ’ ὅλα μεταβαίνειν τοὺς τόπους, ὅπερ τοῖς ἐμβρύοις οὐχ ὑπάρχει· συνῆπται γὰρ τῇ μητρὶ καὶ συνδέδεται οἷον μόριον αὐτῆς ὐπαρχον, καὶ κινεῖται ὡς τὰ ζωόφυτα. τί δὲ τῷ ὄντι καὶ κατεῖχεν ἡ φύσις ἐν γαστρί, εἴγε τελείως ἀπείργαστο ζῷον; ἄλλως τε εἰ ὁδῷ βαδίζει ἡ δημιουργία ἐκ τῶν ἀτελεστέρων ἐπὶ τὰ τελειότερα καὶ οὐκ ἄλλως αἱ ὑπέρ- τεραι ζωαὶ παραγίνονται, μὴ προὑπαρξάντων τῶν καταδεεστέρων, ἔστι δὲ ἡ τάξις πρῶιον τὸ ἄψυχον, εἶτα ἡ φυτικὴ ζωή, εἶτα ἡ τῶν ζῳοφύτων, εἶτα ἡ τῶν ἀλόγων, καὶ ἐσχάτη ἡ τῶν λογικῶν, σκοπῆσαι χρὴ ὡς ταύτῃ τῇ τάξει τῆς δημιουργίας ἡ φύσις χρῆται. μετὰ γὰρ τὴν σύμπηξιν τοῦ σπέρματος τὸ συστὰν ἐκεῖνο ἄψυχόν τί ἐστιν, εἶτα διοργανωθὲν τὴν ἀρχὴν ἔοικε φυτῷ αἰσθήσεως τέως ἀμοιροῦν, προιὸν δὲ καὶ προσλαβὸν αἴσθησίν τε τὴν ἁπτικὴν καὶ κίνησιν τὸ τηνικαῦτα τοῖς ζωοφύτοις ἔοικε συνημμένον τε τῇ ἑαυτοῦ ἀρχῇ τῆ μήτρᾳ, ὥσπερ ἐκεῖνα πέτραις ἢ τοῖς περικειμένοις ὀστράκοις, καὶ τοῦτο μέχρι τῆς ἀποκυήσεως· τὸ τηνικαῦτα λοιπὸν ζῷα γίνεται τέλεια, τάς τε μεταβατικὰς κινούμενα κινήσεις καὶ διὰ τῶν οἰκείων ὀργάνων τρεφόμενα, φημὶ δὴ στόματος καὶ τῶν τοιούτων, καὶ πάσαις ἐνεργεῖ ταῖς αἰσθήσεσι· τέλος δ’ ἐπὶ ἀνθρώπων καὶ τὴν λογικὴν ἀπολαμβάνει ζωήν, τὴν ἄλογον τὴν ἀρχὴν βιοτεύοντα. εἰ δὲ μὴ γεννᾷ ἐξ ἀρχῆς, οὐ παρὰ θῶ τοῦτο οὐ ζῷα· οὐδὲ γὰρ πᾶν ζῷον γεννᾷ. πολλὰ γὰρ καὶ ἐκ σήψεως γίνεται, ἅπερ τὴν γόνιμον οὐκ ἔχει δύναμιν, καὶ ὅμως ζῷά ἐστι· καὶ ἡμίονοι δὲ καὶ ὅσα ἐκ συνδυασμοῦ διαφόρων εἰδῶν γίνεται, ζῷα μέν ἐστι, τὴν γεννητικὴν δὲ οὐκ ἔχει δύναμιν· οὐδὲ γὰρ τὸ γεννᾶν ζῴων ἴδιον, ἀλλὰ τὸ αἰσθήσει καὶ κινήσει χρῆσθαι. ὅτι δ’ οὐ ζῷον τὸ κατὰ γαστρός, κἀντεῦθεν δῆλον· εἰ γὰρ τὸ ζῷον οὐσία ἐστὶν ἔμψυχος αἰσθητική, τουτέστι πεφυκυῖα αἰσθάνεσθαι, εἰ ἦν ζῷον, ἔδει πρὶν τελεσφορηθῆναι, εἰ ἐκτρωθῇ, ἐνεργεῖν κατὰ τὰς αἰσθήσεις· νῦν δ’ οὐκ ἐνεργεῖ· οὔκουν ζῷον ἦν. p. 412a16 ᾿Επεὶ δέ ἐστι σῶμα καὶ τοιόνδε τὸ ζωὴν ἔχον, οὐκ ἂν εἴη τὸ σῶμα ἡ ψυχή· οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου ἑ νοῦ τὸ σῶμα, μᾶλλον δὲ ὡς ὑποκείμενον καὶ ὕλη. Ὅπερ διὰ τούτων λέγει, τοῦτό ἐστιν· ἐπειδὴ τὸ ζωὴν ἔχον σῶμα καὶ σῶμά ἐστι καὶ τοιονδὶ σῶμα, ἀντὶ τοῦ σύνθετον ἐκ σώματος καὶ ζωῆς, ἥπερ ζωὴ ψυχή ἐστι, ἀνάγκη τὸ μέν τι τούτων εἶναι ὕλην τὸ δὲ εἶδος. δείκνυσι δὲ τοῦτο οὕτως· ἐπεὶ γάρ, φησί, τὸ ἔμψυχον σῶμα σῶμά ἐστι τοιονδί, ὡς ἄν εἰ ἔλεγε τὸ μέν τι ἔχει ὑποκείμενον, τὸ δὲ ἐν ὑποκειμένω ὑπόκειται γὰρ τὸ σῶμα, ἐν ὑποκειμένῳ δὲ τὸ τοιονδί), οὐκ ἄν εἴη ἡ ψυχὴ τὸ ὑποκείμενον, ταὐτὸν δ’ εἰπεῖν ἡ ὕλη. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν οὐκ ἄν εἴη τὸ σῶμα ἡ ψυχή, ἀντὶ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης τὸ σῶμα λαβών· τοῦτο γὰρ τὴν τοῦ ὑποκειμένου καὶ τῆς ὕλης τάξιν ἔχει. εἶτα καὶ τὴν αἰτίαν ἐπιφέρει, πῶς οὐχ ὑποκείμενον ἡ ψυχή· οὐ γάρ ἐστι, φησί, τῶν καθ’ ὑποκειμένου τὸ σῶμα, καθ’ ὑποκειμένου λέγων ἀντὶ τοῦ ἐν ὑποκειμένῳ, τουτέστιν οὐκ ἔστιν εἶδος· τὸ γὰρ ἐν ὑποκειμένῳ ἐστὶ τὸ εἶδος, οὐ τὸ ὑποκείμενον, ὑπόκειται δὲ τὸ σῶμα· φαμὲν γὰρ ὅτι σῶμά ἐστι τοιόνδε, ὥστε τὸ σῶμα ἐν ὑποκειμένου τάξει ἐστίν. ἐκ τούτου δὲ δῆλον ὅτι λέγων οὐκ ἄν εἴη τὸ σῶμα ἡ ψυχὴ τὸ σῶμα ἀντὶ τοῦ ὑποκειμένου ἐλάμβανε· διὸ ἐπήγαγεν οὐ γάρ ἐστι τῶν καθ’ ὑποκειμένου τὸ σῶμα. εἰ γὰρ τὸ σῶμα ἡ ψυχή, τουτέστιν εἰ ἦν ὑποκείμενον ἡ ψυχή, ἦν ἄν τὸ σῶμα ἐν ὑποκειμένῳ · εἰ δὲ μὴ ἔστιν ἐν ὑποκειμένῳ τὸ σῶμα, οὐκ ἂν εἴη ἡ ψυχὴ ὑποκείμενον, ὅπερ αὐτὸς εἶπεν οὐκ ἂν εἴη τὸ σῶμα ἡ ψυχή. ἀνάγκη γὰρ τῶν δύο τούτων τὸ μὲν ὑποκείμενον εἶναι, τὸ δὲ εἶδος. τινὲς δὲ ὑπενόησαν αὐτὸν λέγειν ὅτι οὐκ ἔστιν ἡ ψυχὴ σῶμα, ὧν ἐστι καὶ ὁ ἒ) Ἀλέξανδρος. διὰ γὰρ τοῦ δεῖξαι, φησίν, ὅτι οὐ σῶμα, συναποδείκνυσιν ὅτι οὐδὲ ὑποκείμενον. οὐχ οὕτω δὲ ἔχει · οὐ γὰρ νῦν πρόκειται αὐτῷ δεῖξαι ὅτι οὐ σῶμα ἡ ψυχὴ ἀλλ’ ἀσώματος ἐν γὰρ τοῖς ἑξῆς τοῦτο δείκνυσιν, ἢ καὶ ἤδη συναποδέδεικται ἐν οἷς ἐδείκνυτο μὴ οὖσα μέγεθος· εἰ γὰρ μὴ μέγεθος, οὐδὲ σῶμα· ἐπὶ πλέον γὰρ τὸ μέγεθος τοῦ σώματος), ἀλλὰ τὸ νῦν δεικνύμενόν ἐστιν ὅτι εἶδος καὶ οὐχ ὕλη ἐστί, τὸ δὲ σῶμα ὑποκείμενον καὶ ὕλη. ἔπειτα καὶ ἐκ τῆς προσθήκης τοῦ ἄρθρου δῆλον· οὐ γὰρ εἶπεν οὐκ ἄν εἴη | σῶμα ἡ ψυχὴ ἀλλὰ τὸ σῶμα· τὸ γὰρ ἄρθρον ὡρισμένου ἐστί g 2 r τινος δηλωτικόν, ἡ δὲ ψυχὴ καθάπαξ ἔστιν ἀσώματος· ἀλλ’ ὡς εἴπομεν, τὸ σῶμα δηλοῖ αὐτῷ τὸ ὑποκείμενον καὶ τὴν ὕλην. δῆλον δὲ καὶ ἐκ τούτων ὅτι εἶδος ἡ ψυχή· ᾧ γὰρ διαφέρει ἀλλήλων τὰ ὁμογενῆ, τοῦτο εἶδος αὐτῶν· διαφέρει δὲ τὰ σώματα ἀλλήλων ὁμογενῆ ὄντα τῷ ἐμψύχῳ· ἡ ψυχὴ ἄρα τῶν ἐμψύχων εἶδος. ἐν γὰρ τῷ ὑπάρχειν τὴν ψυχὴν καὶ ὕπνος καὶ ἐγρήγορσίς ἐστι. διελὼν τὴν ἐντελέχειαν εἰς τὴν πρώτην καὶ τὴν δευτέραν, εἰς τὴν ἕξιν λέγω καὶ τὴν ἀπὸ τῆς ἕξεως ἐνέργειαν, καὶ εἰπὼν ὅτι ἡ ψυχὴ οὕτως ἐντελέχειά ἐστιν ὡς ἡ ἐπιστήμη; πάνυ ἐναργεῖς τὰς τούτου ἀποδείξεις ἐπήγαγε, τὰ κατὰ τὸν ὕπνον λέγω καὶ τὴν ἐγρήγορσιν· ὅπερ ἴσον ἐστὶ τῷ ἐνεργεῖν καὶ μὴ ἐνεργεῖν τὴν ψυχήν· ἐνέργεια γὰρ ἡ ἐγρήγορσις, ἀνενεργησία δὲ ὁ ὕπνος· ἀλλ’ ὅμως οὐδὲν ἧττον ψυχῆς ἔχομεν ἐν ἑκατέρῳ. καλῶς δὲ πάνυ ἐπέστησεν ὁ Ἀλέξανδρος τῇ αἰτίᾳ τῆς μεταλήψεως ἐκ τοῦ εἴδους εἰς τὴν ἐντελέχειαν. ἐπεὶ γάρ, φησίν, ἦν ἀναγκαῖον διορίσαι, πότερον χρὴ τὸ ἔμψυχον ἀπὸ τῶν ἐνεργειῶν τῶν κατὰ τὴν ψυχὴν λέγειν τοιοῦτον εἶναι, ἢ ἀπὸ τοῦ δύνασθαι ἐνεργεῖν, ὧν τὸ μὲν δύνασθαι πρῶτον, τὸ δ’ ἐνεργεῖν ὕστερον, μέλλων, φησί, τῷ πρώτῳ καὶ τῷ ὑστέρῳ προσχρῆσθαι πρὸς τὸν διορισμόν, ἐπεὶ ἄτοπον ἐπὶ τοῦ εἴδους λέγειν τὸ πρότερον καὶ τὸ ὕστερον ἓν γὰρ τὸ εἶδος ἑκάστου), εἰς τὴν ἐντελέχειαν καὶ τελειότητα μετέλαβε τὸ εἶδος· οὐκέτι γὰρ ἄλογον τὸ λέγειν τελειότητα τὴν μὲν πρώτην, τὴν δὲ δευτέραν αὕτη μὲν οὖν, φησίν, ἡ αἰτία τῇς μεταλήψεως. εἴη δ’ ἄν, φησί, διαφορὰ εἴδους καὶ ἐντελεχείας, ὅτι πᾶν μὲν εἶδος ἐντελέχεια, οὐ πᾶσα δὲ ἐντελέχεια εἶδος· ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια ἐντελέχεια μέν, οὐ μὴν καὶ εἶδος· ὥστε ἐπὶ πλέον ἡ ἐντελέχεια τοῦ εἴδους. εἶδος δὲ δῆλον ὅτι ἀκουστέον τὸ οὐσιῶδες, οὐ τὸ κατὰ συμβεβηκός· ἐκεῖνο γὰρ οὐ τελειότης τοῦ ὑποκειμένου, ὡς ἤδη εἶπον. εἰ δὲ οὕτω ταῦτα ἔχει, ὁ μὲν ὁριζόμενος τὴν ψυχὴν καὶ λέγων εἶδος αὐτὴν τοῦ τοιοῦδε σώματος οὐκέτι ἄν εὐλόγως τὸ πρῶτον προστιθείη, ὁ δὲ ἐντελέχειαν, ἐπειδὴ ἐπὶ πλέον ἡ ἐντελέχεια τοῦ εἴδους, καὶ ταύτης ἂν τῆς προσθήκης δέοιτο. p. 412 a 26 Προτέρα δὲ τῇ γενέσει ἐπὶ τοῦ αὐτοῦ ἡ ἐπιστήμη. Πάνυ ἀσφαλῶς τῇ προσθήκῃ ἐχρήσατο εἰπὼν ἐπὶ τοῦ αὐτοῦ. ἐπὶ γὰρ ἄλλου καὶ ἄλλου δυνατὸν προτέραν εἶναι τὴν ἐνέργειν τῆς ἕξεως· ὁ γὰρ διδάσκαλος τῆς ἕξεως τοῦ μαθητοῦ προτέραν ἔχει τὴν ἐνέργειαν· ἐπὶ μέντοι ἑνὸς καὶ τοῦ αὐτοῦ προηγεῖται τῆς ἐνεργείας ἡ ἕξις. τοῦτο δὲ ἐπὶ τῶν ἐν γενέσει καὶ φθορᾷ ἐστιν ἀληθές, ἐφ’ ὧν καὶ χωρίζεσθαι πέφυκε τῆς ἕξεως ἡ ἐνέργεια. τὰ γὰρ θεῖα σύνδρομον ἔχει τῇ ἕξει τὴν ἐνέργειαν · ἀεὶ γὰρ ἐνεργεῖ τὴν ἕξιν ἔχοντα· ἄνευ γὰρ δυνάμεως ἐνέργειαί εἰσιν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας εἴρηκεν. ὥστε ἐπὶ μὲν τῶν θνητῶν προηγεῖται τῆς ἐνεργείας ἡ ἕξις, καὶ τούτων ἐπὶ ἑνὸς καὶ τοῦ αὐτοῦ· ὡς δὲ ἐπὶ τοῦ πανἡ τὸς σύνδρομά εἰσι ταῦτα ἀλλήλοις· ἀεὶ γάρ ἐστι καὶ ἕξις ἐν τῷ παντὶ καὶ ἐνέργει. ABBREV οὔτε πρὸς τὰ θεῖα ἀποβλέψωμεν, ἀσυνδρόμους ἔχει ταύτας εἴτε καὶ πρὸς τὸ καθόλου τὸ ἐν τοῖς θνητοῖς· καὶ γὰρ ἐν τῇ τούτων ὁλότητι ἀεί ἐστιν ἀμφότερα, οὐδ’ ὅλως δεῖ ἕτερον ἑτέρου προτιθέναι· ὡς ἐν τῷ παντὶ x003E; τὰ τέλεια τῶν ἀτελῶν προκέοιτο ἄν· ὡς γὰρ εἶπον, τὰ προακτικα αἴτια προηγεῖται ἐν τῇ ἐνεργείᾳ ὄντα τῇ τελείᾳ, καὶ ὅλως ἐκ τῶν τελείων δεῖ τὴν τοῦ παντὸς δημιουργίαν ἄρχεσθαι, οὐκ ἐκ τῶν ἀτελῶν. p. 412 a 28 τοιοῦτο δέ, ὃ ἄν ᾖ ὀργανικόν. Εἰπὼν δυνάμει ζωὴν ἔχοντος ἐπεξηγεῖται τοῦτο· τοῦτο γάρ ἐστι, φησί, τὸ δυνάμει ζωὴν ἔχον, ὅπερ ἄν εἴη ὀργανικόν. οὐ γὰρ ἡ πρώτη τοῦ πυρὸς ἐντελέχεια ψυχή, λέγω δὴ ἡ θερμαντικὴ δύναμις· καίτοι καὶ τοῦτο φυσικόν ἐστι σῶμα, ἀλλ’ ἐπεὶ μὴ ἔστιν ὀργανικόν, οὐκ ἔστιν ἡ πρώτη αὐτοῦ ἐντελέχεια ψυχή, ἡ θερμαντικὴ λέγω καὶ ξηραντικὴ δύναμις. ὀργανικὸν δέ ἐστι τὸ ἔχον ὄργανα, δι’ ὧν αἱ κατὰ τὸ ζῆν ἐνέργειαι γίνονται. τοιαῦτα δέ ἐστι τὰ ἀνομοιομερῆ, ὧν ἕκαστον διαφόροις ἐνεργείαις ὑπηρετεῖται. p. 412 b 1 ὄργανα δὲ καὶ τὰ τῶν φυτῶν μέρη, ἀλλὰ παντελῶς ἁπλᾶ. ἐπεὶ καὶ τὰ φυτὰ ἔμψυχα, ἡ δὲ ψυχὴ ἐντελέχειά ἐστιν ὀργανικοῦ σώματος, διὰ τοῦτό φησιν ὅτι καὶ τὰ τοῦ φυτοῦ μέρη ὄργανά εἰσιν· ἰδίαν γὰρ ἕκαστον ἔχει ἐνέργειαν. ἀπλᾶ μέντοι, φησί, τὰ τῶν φυτῶν εἰσιν ὄργανα, ἁπλᾶ δὲ ὡς πρὸς τὰ τῶν ζῴων· καὶ γὰρ τῷ ὑποκειμένῳ καὶ ταῖς ἐνεργείαις ἁπλούστερά ἐστι τὰ τῶν φυτῶν· ἕκαστον γὰρ τῶν ἐν τοῖς ζῴοις ὀργανικῶν ἐκ πολλῶν ὁμοιομερῶν συνέστηκε, τὰ μέντοι τῶν φυτῶν, φέρ’ εἰπεῖν τὸ πρέμνον, ἐκ φλοιοῦ καὶ ξύλου ἢ ἄλλου τινός. ἀλλὰ καὶ πρὸς τὰς ἐνεργείας, ἐπὶ μὲν τῶν φυτῶν μίαν καὶ ἁπλῆν ἕκαστον τῶν μορίων ἐνεργεῖ ἐνέργειαν, ἐπὶ μέντοι τῶν ζῴων ἕκαστον πολλὰς καὶ ποικίλας, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ τὰ ὄργανα πρὸς ὑπηρεσίαν τῶν τῆς ψυχῆς ὁρμῶν γέ. γονεν, εἰκότως ἀναλόγως ταῖς ψυχικαῖς κινήσεσι τὰ ὄργανα κατεσκεύασται. εἰσὶ δὲ αἱ μὲν τῶν ζῴων ψυχαὶ ποικίλαι ταῖς ὁρμαῖς, ἡ δὲ τῶν φυτῶν ἁπλῆ· ἡ γὰρ θρεπτικὴ δύναμις μόνον τρέφει, καὶ ἡ αὐξητικὴ αὔξει καὶ πλέον οὐδὲν ἐνεργεῖ. πῶς δὲ ὀργανικὸν τὸ σῶμα τῶν φυτῶν δεικνὺς ἅμα καὶ τί ἐστιν ὀργανικὸν ἐξηγεῖται· οἷον τὸ φύλλον περικαρπίου σκέπασμα, τὸ δὲ περικάρπιον καρποῦ. καρπὸς μὲν λέγεται αὐτὸ τὸ σπέρμα, οἷον τοῦ σύκου αἱ κεγχραμίδες καὶ τῶν ἐλαιῶν οἱ πυρῆνες, περικάρπιον δὲ τὸ περικεχυμένον τούτοις ὑγρὸν μετὰ τοῦ περιέχοντος αὐτὸ δέρματος. γεγόνασιν γοῦν τὰ φύλλα, φησίν, ἵνα σκέπωσι τὸ περικάρπιον καὶ μὴ βλάπτηται ἐκ τοῦ περιέχοντος, τὸ δὲ περικάρπιον, ἵνα τὸν καρπὸν φυλάττῃ· τούτου γὰρ ἕνεκεν πάντα ἡ φύσις ἐμηχανήσατο διὰ τὴν ἐκ τῆς διαδοχῆς διαμονήν. p. 412 b 4 Εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς δεῖ λέγειν. ῾Ορᾷς ὡς οὐ βούλεται κοινὸν γένος εἶναι ψυχῶν ἢ κοινὸν ὁρισμόν. ὡς γὰρ ἤδη εἴρηται, ἐν οἷς τὸ πρῶτόν ἐστι καὶ τὸ ὕστερον, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος. ἐκ δὲ τοῦ νῦν ἀποδεδομένου ὁρι- σμοῦ δῆλον σαφῶς ὅτι ταὐτόν ἐστι τὸ δυνάμει ζωὴν ἔχον τῷ ὀργανικῷ· ἀνωτέρω γὰρ εἰπὼν φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, νῦν φησι φυσικοῦ ὀργανικοῦ, ἑνὶ ἀνθ’ ἑνὸς κεχρημένος τοῖς ὀνόμασι τούτοις. p. 412b6 Διὸ καὶ οὐ δεῖ ζητεῖν εἰ ἓν ἡ ψυχὴ καὶ τὸ σῶμα, οὐδὲ τὸν κηρὸν καὶ τὸ σχῆμα. ᾿Ηπόρησεν αὐτὸς ἐν τῷ πρὸ τούτου λόγῳ, τοῖς εἰς μόρια διαιροῦσι τὴν ψυχὴν τί ποτέ ἐστι τὸ ἑνοῦν ταῦτα, εἴπερ μία ἡ ψυχὴ ἑνὸς ὄντος καὶ τούτου ζῴου· οὐ γὰρ δὴ πολλαὶ αἱ ψυχαί, ἐπεὶ ἕκαστος πολλὰ ἄν ἦν ζῷα ἑκάστου μορίου ζῴου ὄντος. ἐπὶ μὲν τούτων εἰκότως ἦν ἡ ἀπορία, καὶ ἔτι ἐπὶ πάντων τῶν περὶ ψυχῆς μὲν εἰπόντων, μηδὲν δὲ προσδιορισαμένων περὶ τῆς ἐπιτηδειότητος τοῦ δεξομένου αὐτὴν σώματος, ὅ τί ποτέ ἐστι τὸ τὴν ψυχὴν ἑνοῦν τῷ σώματι καὶ ποιοῦν ἓν τὸ ζῷον. οὐκέτι οὖν ἡ ςήτησις αὕτη προχωρήσει καθ’ οὗς ἡ ψυχὴ μὲν ἐντελέχεια, ὕλη δὲ καὶ ὑποκείμενον τὸ σῶμα. ὥσπερ γὰρ ἐπὶ τοῦ σφαιρικοῦ κηροῦ οὐκ ἂν ζητήσειέ τις, τί ποτέ ἐστι τὸ ἑνῶσαν τὸ σχῆμα καὶ τὸν κηρόν πάθος γὰρ τοῦ κηροῦ τὸ σχῆμα, καὶ οὐδενὸς δεῖ τοῦ ἑνώσοντος ταῦτα· αὐτὴ γὰρ ἡ οἰκεία τούτων φύσις καὶ ἡ ἐπιτηδειότης τοῦ κηροῦ τῆς ἑνώσεως ἐστιν αἰτία), οὕτω καὶ ἐπὶ τοῦ σώματος καὶ τῆς ψυχῆς, ἐπειδὴ ἐντελέχεια καὶ τελειότης τοῦ σώματος ἡ ψυχή, ὡς καὶ τὸ σχῆμα τοῦ σφαιρικοῦ κηροῦ ἐντελέχεια, οἴκοθεν ἔχουσιν τὴν ἕνωσιν. ὡς γὰρ εἴπομεν, ὅταν τὸ μὲν ᾖ ὕλη τὸ δὲ εἶδος, αὐτὴ ἡ τῆς ὕλης ἐπιτηδειότης εὐθὺς τὴν τοῦ εἴδους δέχεται τελειότητα μηδενὸς προσδεηθεῖσα μέσου. καὶ γὰρ τοῦ ἑνός, φησί, καὶ τοῦ εἶναι πλεοναχῶς λεγομένου λέγεται γὰρ ἓν ἢ τῷ γένει ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ ἢ δεσμῷ ἢ κόλλῃ, ἢ ὅσα ἄλλα ἐν τῇ Φυσικῇ σημαινόμενα τοῦ ἑνὸς ἀριθμεῖται, ἔτι δὲ καὶ τοῦ εἶναι), καὶ τοῦ μὲν ὄντος δυνάμει, τοῦ δὲ ἐντελεχείᾳ, τὸ κυρίως ἓν καὶ τὸ κυρίως εἶναι τοῖς πράγμασι κατὰ τὴν ἑκάστου ἐντελέχειάν ἐστι, καθ’ ἣν καὶ ὅλως ἐστὶ καὶ λέγεται τόδε τι. ὥστε εἰ καὶ ἡ ἕνωσις καὶ ὅλως τὸ εἶναι τόδε τι τοῖς συνθέτοις ἐκ τοῦ εἴδους ἐστίν, οὐ ζητητέον τί τὸ ἑνοῦν τὴν ψυχὴν τῷ σώματι, λέγω δὴ ὡς ἓν ὑπάρχον καὶ συνεκτικόν· αὐτὸ γὰρ τοῦτο φύσις εἴδους ἐστὶ καὶ ὕλης τὸ τόδε ἐν τῶδ’ εἶναι. p. 412 b 9 Καθόλου μὲν οὖν εἴρηται τί ἐστιν ἡ ψυχή· οὐσία γὰρ ἡ κατὰ τὸν λόγον. ᾿Αποδοὺς ὁλοσχερέστερον τὸν τῆς ψυχῆς ὁρισμὸν ἐπεξέρχεται τοῖς μέρεσιν αὐτοῦ διὰ τούτων, καὶ ἐπὶ παραδειγμάτων δείκνυσιν ὡς καλῶς ἀπεδόθη ἕκαστον. καὶ ἅμα διὰ τοῦτο δείκνυσιν, ὡς ἀχώριστος ἡ ψυχὴ τοῦ σώματος, καθὸ ἐντελέχειά ἐστιν· ἀχώριστος γὰρ ἡ τελειότης, τουτέστι καθὸ τελειότης. πῶς δὲ ἄν λεχθείη καὶ ἡ λογικὴ ἀχώριστος, ἐροῦμεν ἐπεξερχόμενοι τῷ ῥητῷ. ἀποδεδώκαμεν οὖν τὴν ψυχήν, φησίν, οὐσίαν εἶναι τὴν κατὰ τὸν λόγον, τουτέστι κατὰ τὸ εἶδος, εἶδος δὲ φυσικοῦ ὀργα- νικοῦ σώματος. ὅτι οὖν καλῶς οὐσία ἡ κατὰ τὸ εἶδος ἀπεδόθη, δείκνυσιν ἐπὶ παραδειγμάτων καὶ τεχνητῶν καὶ φυσικῶν. τὸ γὰρ τεχνητὸν ὄργανον, φησίν, ὁ πέλεκυς εἴ γε ἦν φυσικὸν σῶμα, ἅτε δὴ ὀργανικὸν εἶχεν ἄν ψυχὴν αὐτὸ τὸ τοῦ πελέκεως εἶδος, τουτέστι τὴν τμητικὴν δύναμιν τὴν ἐκ τοῦ τοιοῦδε σχήματος ἐγγενομένην, ὕλην δὲ καὶ οἷον σῶμα αὐτὸν τὸν σίδηρον, ἐξ οὗ εἰ ἐχωρίσθη ἡ ψυχή, τουτέστι τὸ σχῆμα καὶ ἡ τμητικὴ δύναμις, οὐκέτι ἄν ἦν πέλεκυς, μηκέτι οἰκεῖον εἶδος τὴν τμητικὴν δύναμιν ἔχων. εἰ τοίνυν τὸ εἶδος τοῦ πελέκεως τὸ σχῆμα καὶ ἡ ἐκ τούτου τμητικὴ δύναμις, καὶ χωρισθείσης αὐτοῦ οὐκέτι ἐστὶ πέλεκυς, ὡς δὲ ἡ ψυχὴ πρὸς τὸ σῶμα, οὕτως τὸ τοῦ πελέκεως σχῆμα πρὸς τὸν σίδηρον, εἶδος δὲ τοῦ πελέκεως κατ’ αὐτὸ τοῦτο, καθ’ ὃ ἔχει τὸ εἶναι καὶ λέγεται ὁ πέλεκυς, τὸ τοιοῦτον δὲ σχῆμα ὃ τὴν τμητικὴν ἔχει δύναμιν, καὶ τοῦ ὀργανικοῦ ἄρα φυσικοῦ σώματος εἶδος ἂν εἴη ἡ ψυχή, διότι καὶ κατὰ αὐτὴν ἔχει τὸ εἶναι. χωρισθείσης γὰρ τῆς ψυχῆς οὐκέτι ὀργανικὸν τὸ σῶμα, ἀλλ’ ἢ ὁμωνύμως· οὕτω γὰρ λέγεται ἡ νεκρὰ χεὶρ ὡς ἡ ξυλίνη ἢ λιθίνη · τὸ γὰρ ἑκάστου εἶδος κατὰ τὰς ἑκάστου οὐσιώδεις ἐνεργείας χαρακτηρίζεται. ὥσπερ οὖν μηκέτι δυνάμενος ὁ πέλεκυς τὰ πελέκεως ἐνεργῆσαι ἀπολωλεκὼς ἄν εἴη τὸ ἑαυτοῦ εἶδος, οὕτω καὶ τοῦ ἐμψύχου τὰς ὡς ἐμψύχου ἐνεργείας ἀπολωλεκότος, ἀπολωλεκὸς ἂν εἴη τὸ ἔμψυχον τὸ ἑαυτοῦ εἶδος. ἀπόλλυσι δ’ ἑκάτερον τὰς ἑαυτοῦ ἐνεργείας, ὁ μὲν ἀποβεβληκὼς τὸ σχῆμα, τὸ δὲ τὴν ψυχήν. εἶδος δὲ τοῦ πελέκεως τὸ τοιόνδε σχῆμα, λέγω δὴ ὅπερ τὴν τμητικὴν ἔχει δύναμιν· καὶ τοῦ ἐμψύχου ἄρα ἡ ψυχὴ εἶδος. ὡς γὰρ τὸ σχῆμα τοῦ πελέκεως πρὸς τὸν σίδηρον, οὕτως ἡ ψυχὴ πρὸς τὸ ἔμψυχον· τελειότης δὲ τοῦ πελέκεως καὶ εἶδος τὸ σχῆμα καὶ ἡ τμητικὴ δύναμις, καὶ τοῦ σώματος ἄρα ἅμα οὖν δῆλον καὶ ὅτι φυσικοῦ καλῶς προ|σετέθη· ὁ γὰρ πέλεκυς καὶ σῶμά ἐστι καὶ ὀργανικὸν σῶμα, ἀλλ’ ὅμως ἡ ἐντελέχεια αὐτοῦ οὐκ ἔπι ψυχή, ἐπειδὴ τεχνητὸν καὶ οὐ φυσικὸν τὸ σῶμα. γυμνάσας δὲ ἐπὶ τεχνητοῦ παραδείγματος τὸν λόγον, ἐγγυτέρω προκειμένου γενόμενος συγγενεστέρῳ κέχρηται παραδείγματι, ἐπὶ τῶν μερῶν τῶν ἐμψύχων γυμνάζων τὸν λόγον. εἰ γὰρ ἦν, φησίν, ὁ ὀφθαλμὸς ζῷον, ἦν ἄν ψυχὴ αὐτοῦ ἢ ὄψις, σῶμα δὲ οἱ χιτῶνες καὶ τὸ ὑποκείμενον ὑγρόν. εἰδοποιεῖται δὲ ἡ τοῦ ὀφθαλμοῦ φύσις κατὰ τὴν ὄψιν· εἰ γὰρ μὴ βλέποι, οὐκ ἄν εἴη ὀφθαλμός· ὥστε ἡ ψυχὴ ἄν αὐτοῦ ἡ οὐσία ἦν αὐτοῦ ἡ κατὰ τὸ εἶδος. ὃν οὖν λόγον ἔχει, φησίν, ἡ ὄψις πρὸς τὸν ὀφθαλμόν, τοῦτον ἡ ὅλη ψυχὴ πρὸς τὸ ὅλον σῶμα. εἰ τοίνυν ἡ ὀπτικὴ δύναμις, μέρος οὖσα τῆς αἰσθητικῆς δυνάμεως τῆς ψυχῆς, εἶδός ἐστι τοῦ ὀφθαλμοῦ, καὶ ἡ ὅλη ἄρα ψυχὴ τοῦ ὅλου ζῴου εἶδος ἔσται. καὶ ὡς ἐπὶ τοῦ πελέκεως ἔχει ἡ τμητικὴ αὐτοῦ δύναμις κἂν μὴ τέμνῃ, καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ μοῦ ἡ ὀπικὴ κἂν μύῃ, οὕτω καὶ ἐπὶ τῆς ὅλης ἔχει ψυχῆς ἡ πρώτη ἐντελέχεια, ἥτις κἂν καθεύδῃ τὸ ζῷον ἐνυπάρχει· ἔστι γὰρ οὐδὲν ἧττον ἔμψυχον καὶ καθεῦδον. καὶ ὡς ἐπὶ τοῦ πελέκεως καὶ] ἡ τμῆσις, καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ τὸ ὁρᾶν, οὕτως ἐπὶ τοῦ ζῴου ἡ ἐγρήγορσις. καθόλου μὲν οὖν εἴρηται τί ἡ ψυχή ἐστι, ἀντὶ τοῦ κοινότερον καὶ ὁλοσχερέστερον· προελθὼν γὰρ ἐπιδιαρθρώσει περὶ ἑκάστης ψυχῆς δυνάμεως ἰδίᾳ. οὐσία γὰρ ἡ κατὰ τὸν λόγον, τουτέστιν ἡ κατὰ τὸ εἶδος. τὸν γὰρ λόγον φέρει καὶ <ἐπὶ> τοῦ ὁρισμοῦ καὶ τῆς αἰτίας καὶ ἐπὶ τοῦ εἴδους, ὥσπερ καὶ ἐνταῦθα. καὶ ἐν τῇ Φυσικῇ δὲ περὶ τῶν ἀρχῶν διαλεγόμενος τῶν ὄντων, ὕλης καὶ εἴδους, διαλεχθεὶς περὶ τῆς ὕλης φησὶ ῾μὲν μὲν οὖν ἀρχὴ αὕτη᾿, δηλονότι ἡ κατὰ τὴν ὕλην, ‘ἑτέρα δὲ ἡ ὁ λόγος᾿ τουτέστι τὸ εἶδος. τοῦτο δέ ἐστι τὸ τί ἦν εἶναι τῷ τοιῳδὶ σώματι. ἐπειδὴ εἶπεν ὅτι ψυχή ἐστιν οὐσία ἡ κατὰ τὸ εἶδος, οὐ πᾶν δὲ εἶδος ψυχή, διὰ τοῦτο ἐπήγαγε τοῦτο δὲ τὸ τί ἦν εἶναι τῷ τοιῷδε σώματι, τουτέστι τοῦτο λέγω τὸ εἶδος τὴν ψυχήν, καθ’ ἣν τὸ τοιόνδε σῶμα, τουτέστι τὸ φυσικὸν ὀργανικόν, τὸ εἶναι ἔχει καὶ τὸν ὁρισμόν. τοῦτο γὰρ σημαίνει τὸ τί ἦν εἶναι, τουτέστι καθ’ ὅ ἐστιν αὐτῷ τὸ εἶναι καὶ καθ’ ὃ εἶναί τι λέγεται· κατὰ γὰρ τὰ εἴδη οἱ ὁρισμοὶ τῶν πραγμάτων. οὕτως οὖν καὶ τῶν ἐμψύχων τὸ εἶναι κατὰ τὴν ψυχήν ἐστι καὶ ὁ ὁρισμός· εἰδοποιοῦνται γὰρ τὰ ἔμψυχα κατὰ τὴν ψυχήν. ἦν γὰρ ἄν τὸ πελέκει εἶναι οὐσία αὐτοῦ, καὶ ἡ ψυχὴ τοῦτο. εἰ ὁ πέλεκυς, φησίν, οργανον ὢν ἦν καὶ φυσικὸν σῶμα φυσικὸν δέ φησιν ὡς ἔμψυχον), ἦν ἄν αὐτοῦ ἡ κατὰ τὸ εἶδος οὐσία, ταὐτὸν δὲ εἰπεῖν ἡ ψυχή, τοῦτο αὐτὸ τὸ πελέκει εἶναι, τουτέστι καθ’ ὃ ὁ πέλεκυς ἔχει τοῦτο αὐτό, τὸ εἶναι πέλεκυς, τοῦτο ἦν ἂν αὐτοῦ ψυχή· καὶ εἰ ἐχωρίσθη αὐτοῦ ἡ ψυχὴ καὶ ἐγένετο ἄψυχον, οὐκέτι ἂν οὐδὲ πέλεκυς ἦν, εἰ μὴ ὡς ὁ γεγραμμένος. νῦν δέ, φησί, καὶ ἄψυχος ὢν ὁ πέλεκυς πέλεκύς ἐστι, ἐπειδὴ ἡ ψυχὴ οὐκ ἔστι τεχνητοῦ σώματος ἐντελέχεια, ἀλλὰ φυσικοῦ ὀργανικοῦ. τοῦτο δ’ εἶπε βουλόμενος δεῖξαι ὅτι καλῶς πρόσκειται τῷ ὁρισμῷ τὸ ὀργανικοῦ. εἶτα βουλόμενος ἡμῖν παραστῆσαι, ποῖον λέγει φυσικὸν ὀργανικὸν σῶμα, προσέθηκε τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν ἑαυτῷ. καὶ γὰρ ἐν τῆ Φυσικῇ τὴν φύσιν εἶπεν ἀρχὴν εἶναι κινήσεως καὶ ἠρεμίας· κυρίως δὲ κίνησίς ἐστιν ἀλλοίωσιν ἐμψύχωων ἡ κατὰ τόπον καὶ κατὰ αὔξησιν καὶ μείωσιν· ἡ γὰρ ἀλλοίωσιν καὶ ἐπὶ τῶν ἀψύχων ὁρᾶται· καὶ λίθος γὰρ καὶ ἄλλα πολλὰ τῶν ἀψύχων ἔχουσιν οἴκοθεν αἰτίαν ἀλλοιωτικήν. ταῦτα οὖν λέγω φυσικὰ τὰ ἐξ αὑτῶν ἔχοντα κινήσεως ἀρχὴν καὶ ἠρεμίας· ὁ ἐκ πέλεκυς τὴν πέλεκύς ἐστι κίνησιν οὐκ ἔχει οἴκοθεν, ἀλλ᾿ ἔξωθεν ἐκ τοῦ χρωμένου, καὶ τὰ τεχνητὰ δὲ πάντα ἔχει ἀρχὴν κινήσεως καὶ ἠρεμίας οὐκ ἐν ἑαυτοῖς, ἀλλ’ ἔξωθεν ἐν τοῖς δημιουργήσασιν ἢ τοῖς κινοῦσιν. p. 412b17 Θεωρεῖν δὲ καὶ ἐπὶ τῶν μερῶν δεῖ τὸ Μετάγει τὸ παράδειγμα ἀπὸ τοῦ τεχνητοῦ ἐπὶ τὸ φυσικὸν καὶ ἔμψυχον. Μετάηει τὸ παράδειγμα τεχνητοῦ ἐπὶ τὸ φουσικὸν καὶ ἔμφυχον· μέρη γάρ φησι τῶν ἐμψύχων. εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, τουτέστιν αὐτὸς καθ’ αὑτὸν δίχα τῆς τοῦ σώματος ὁλότητος. σὴ μειωτέον δ’ ὅτι τὸν ὀφθαλμὸν πῇ μὲν λαμβάνει ἐπὶ τοῦ συναμφοτέρου, ὥσπερ ὧδέ τε καὶ μετ’ ὀλίγα, ἔνθα φησὶν ‘ἀλλ’ ὥσπερ ὀφθαλμὸς ἡ κόρη καὶ ἡ ὄψις’, κέχρηται δὲ τῷ τοῦ ὀφθαλμοῦ ὀνόματι καὶ ἐπὶ τοῦ σώματος μόνου τοῦ ὑποκειμένου τῇ ὀπτικῇ δυνάμει· εὐθὺς οὖν φησιν ὁ δὲ ὀφθαλμὸς ὕλη ὄψεως. ἐνταῦθα δὲ ὀφθαλμὸν λαμβάνων τὸ συναμφότερον δι’ ὧν φησιν εἰ γὰρ ἦν ὁ ὀφθαλμὸς ζῷον, φανερῶς δείκνυσιν ὅτι τὸ εἶδος τοῦ συν- αμφοτέρου ἐστὶν εἶδος καὶ οὐ τοῦ σώματος. γίνεται μὲν γὰρ καὶ ἔστιν ἐν τῷ σώματι, οὐ μὴν καὶ εἶδός ἐστι τοῦ σώματος, ἀλλὰ τοῦ συναμφοτέρου· ᾧ γὰρ αἴτιόν ἐστι τοῦ εἶναι, τούτου καὶ εἶδός ἐστιν, ἔστι δὲ τῷ συναμφοτέρῳ αἴτιον τὸ εἶδος. εἰπὼν γοῦν καὶ αὐτὸς τὸ συναμφότερον ὀφθαλμὸν διὰ τοῦ εἰπεῖν εἰ γὰρ ἦν ζῷον ὁ ὀφθαλμός, ἐπήγαγε ψυχὴ ἄν αὐτοῦ ἦν ἡ ὄψις, τοῦ ὀφθαλμοῦ δηλονότι, ὅπερ ἦν τὸ συναμφότερον. δεῖ δὲ λαβεῖν τὸ ἐπὶ μέρους ἐφ’ ὅλου τοὐ ζῴου. ἕκαστον γὰρ τῶν αἰσθητηρίων χαρακτηρίζεται κατά τινα αἰσθητικὴν τῆς ψυχῆς δύναμιν, πλὴν τῆς ἁφῆς· αὕτη γὰρ δι’ ὅλου διήκει τοῦ σώματος. ὃν λόγον ἔχει ἑκάστη αἴσθησις πρὸς τὸ ὑποκείμενον αὐτῇ αἰσθητήριον, οὕτω καὶ ἡ ὅλη ψυχὴ πρὸς τὸ ὅλον αἰσθητικὸν σῶμα· εἶδος δὲ τὸ μέρος τοῦ μέρους· καὶ ἡ ὅλη ἄρα τοῦ ὅλου αἰσθητικοῦ σώματος ἂν εἴη. τὸ δὲ | ᾖ τοιοῦτον ἀντὶ8 τοῦ ᾗ αἰσθητικόν· οὐ γὰρ καθὸ βαρὺ τὸ σῶμα ἢ λευκὸν ἧ τι τῶν τοιούτων, εἰδοποιεῖται ὑπὸ τῆς ψυχῆς, ἀλλ’ ᾗ αἰσθητικόν. τούτου δ’ ἐπιλαβόμενοι τοῦ ῥητοῦ οἱ πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι, λέγω δὴ τοῦ ὅτι δεῖ λαβεῖν τὸ ἐπὶ μέρους ἐφ’ ὅλου τοῦ ζῴου, πειρῶνται τὸν Ἀριστοτέλην τοῦτο δεικνύναι λέγοντα. εἰ γάρ, φασίν, ὡς ἔχει τὸ μέρος, οὕτως ἔχει καὶ τὸ ὅλον, εἶπε δὲ ἐν τῷ πρώτῳ λόγῳ περὶ τῆς ὀπτικῆς δυνάμεως δεικνὺς ὅτι οὐδὲν βλάπτεται τοῦ αἰσθητηρίου πεπονθότος ἅτε μὴ ἐν αὐτῷ ἔχουσα τὸ εἶναι, ὅτι εἰ λάβοι ὁ πρεσβύτης ὄμμα τοιονδί, ὄψεται ἄν ὥσπερ καὶ ὁ νέος, δῆλον, φασίν, ὅτι καὶ ἡ ὅλη ψυχὴ χωριστὴ ἔσται. λέγω οὖν πρὸς τοῦτο ὅτι εἰ καὶ συγχωρήσομεν ταύτην χωριστὴν εἶναι τὴν ψυχήν, λέγω δὴ τὴν αἰσθητικήν (καίτοι ποίου αἰσθητοῦ ἀντιλήψεται προχωρισθεῖσα σώματος;) ἀλλ’ οὐ καὶ τὴν φυτικήν· περὶ γὰρ αὐτῆς οὐδ’ ἔμφασιν οὐδαμοῦ δέδωκεν. ἔπειτα εἰ καὶ χωριστή ἐστιν ἡ ἄλογος, ἀλλ’ οὖν γε τούτου μόνου τοῦ σώματος, οὐχὶ δὲ καὶ τοῦ πνεύματος, ὡς ἐδείχθη τε ἤδη ὑφ’ ἡμῶν καὶ ἔτι ἐν τοῖς ἑξῆς δειχθήσεται. p. 412b25 Ἔστι δὲ οὐ τὸ ἀποβεβληκὸς τὴν ψυχὴν τὸ δυνάμει ὂν ὥστε ζῆν, ἀλλὰ τὸ ἔχον. Πῶς εἶπεν τὸ δυνάμει ζωὴν ἔχοντος, διὰ τούτων ἐξηγεῖται· ὡς γὰρ ἤδη ἔχον τὴν ζωήν, καὶ οὔτε ὡς ἀποβεβληκὸς οὔτε ὡς δυνάμενον ἔχειν· παρεθέῳθα δὲ ἀνωτέρω τὰς χρήσεις ἐκ τοῦ Περὶ ἑρμηνείας ὅτι οἶδεν καὶ τοιοῦτο τοῦ δυνάμει σημαινόῳνον τὸ ὡς ἤδη ἐνεργείᾳ ὄν. τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιονδὶ σῶμα. καρπὸν λέγει τὸ τῶν δένδρων καὶ φυτῶν σπέρμα, οἷον τῶν σύκων τὰς κεγχραμίδας· τὸ γὰρ λέπος μετὰ τοῦ ἄλλου ἐδωδίμου ὑγροῦ περικάρπιόν φησιν, ὡς ἐν Μετεώροις. ὃ δὲ λέγει τοῦτό ἐστιν, ὅτι τέλειον ἤδη καὶ ὀργανικὸν σῶμα τοῦτό ἐστι τὸ δυνάμει ζωὴν ἔχον, τὸ δὲ σπέρμα οὐ δυνάμει ζωὴν ἔχον ἐστίν, ἀλλὰ δυνάμενον ζωὴν ἔχειν, τουτέστι δυνάμει ὀργανικόν. ὥστε τὸ δυνάμει τὸ ἐπὶ τοῦ σπέρματος τὸ κατὰ τὴν ἐπιτηδειότητά ἐστιν· ἔχει γὰρ ἐπιτηδειότητα τοῦ δύνασθαι γενέσθαι ὀργανικόν τε καὶ ἔμψυχον· οὐ γὰρ ἔστιν ἤδη· τὸ δ’ ἤδη τελειωθὲν καὶ διωργανωμένον, οἷά ἐστι τὰ ἡμέτερα σώματα, ταῦτα ἤδη δυνάμει ζωὴν ἔχει. εἰ δέ τις εἴποι ὅτι ‘οὐκ ἐνεργείᾳ ἔχει τὴν ζωήν;’ φαμὲν πάλιν, ὅπερ σχεδὸν ἤδη εἶπον, ὅτι ὥσπερ ὁ ὀφθαλμὸς δυνάμει ἐστὶν ὁρατικὸς αὐτὸς καθ’ ἑαυτόν, οὐχ ὁρᾷ δὲ ἄνευ τῆς τοῦ φωτὸς ἐλλάμψεως (τοῦτο γὰρ αὐτῷ χαρίζεται τὸ ἐνεργείᾳ ὁρᾶν), καὶ εἴ τις ἐνεργείᾳ ὁρῶντος τοῦ ὀφθαλμοῦ λέγοι τὸν ὀφθαλμὸν δυνάμει ὁρατικὸν εἶναι, ἀληθεύει (αὐτὸς γὰρ κατὰ τὴν ἑαυτοῦ οὐσίαν μόνην τὴν εἰς τὸ ὁρᾶν ἔχει ἐπιτηδειότητα, τῆς ἐνεργείας ἐξ ἑτέρου <τοῦ> φωτὸς αραγινομένης), καὶ ἐπὶ τοῦ ὅλου σώματός φαμεν καὶ τῆς ὅλης ψυχῆς, ὅτι αὐτὸ μὲν τὸ σῶμα ὅσον ἐφ’ ἑαυτῷ τὴν ἐπιτηδειότητα μόνην τῆς ζωῆς ἔχει, αὐτὴ μέντοι ἡ κατ’ ἐνέργειαν ζωὴ ἐκ τῆς ψυχῆς αὐτῷ παραγίνετα.ι. καλῶς οὖν εἴρη. τᾶι τὸ δυνάμει ζωὴν ἔχοντος. ὡς μὲν οὖν ἡ τμῆσις καὶ ἡ ὅρασις, οὕτω καὶ ἡ ἐγρήγορσις ἐντελέχεια. τὴν ἀναλογίαν δείκνυσι τῶν εἰκόνων πρὸς τὸ πρωτότυπον· εἴπομεν δὲ ἤδη τὴν ἀναλογίαν. τμῆσιν δὲ καὶ ὅρασιν τὴν δευτέραν λέγει ἐντελέχειαν τοῦ ὀφθαλμοῦ καὶ τοῦ πελέκεως, ἥτις ἦν ὡς τὸ θεωρεῖν, ὄψιν δὲ καὶ τὴν δύναμιν τοὐ ὀργάνου τὴν τμητικὴν τὴν πρώτην, ἥτις ἦν ὡς ἡ ἐπιστήμη, καθ’ ἣν καὶ τὴν ψυχὴν ἐχαρακτήρισεν. τὸ δὲ σῶμα τὸ δυνάμει ὄν, τουτέστι τὸ σῶμά ἐστι τὸ δυνάμενον ταύτας τὰς ἐνεργείας δέξασθαι, ὥσπερ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ ὑποκείμενον ἡ κόρη. τὸ δὲ συναμφότερον ἐπὶ μὲν τοῦ ὅλου τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος, ἐπὶ δὲ τοῦ μέρους ὁ ὀφθαλμὸς ἐκ τῆς κόρης ὢν καὶ τῆς ὄψεως· κόρην δὲ τὸν ὅλον ὀφθαλμόν φησι, χιτῶνας μετὰ τῶν ὑγρῶν. p. 413a 4 Ὅι μὲν οὖν οὐκ ἔστιν ἡ ψυχὴ χωριστὴ τοῦ σώματος, ἢ μέρη τινὰ αὐτῆς, εἰ μεριστὴ πέφυκεν, οὐκ ἄδηλον. Ἀποδοὺς τὸν τῆς ψυχῆς ὁρισμὸν ὡς συμπέρασμά τι τῷ ὁρισμῷ ἐξ ἀνάγκης ἑπόμενον συνάγει τὸ ἀχώριστον εἶναι τοῦ σώματος τὴν ψυχήν. εἰ γὰρ εἶδος καὶ τελειότης ἐστὶ τοῦ ἐμψύχου σώματος ἡ ψυχή, τὴν δέ τινος τελειότητα χωρὶς ἐκείνου εἶναι ἀδύνατον, δῆλον ἄρα ὅτι καὶ ἡ ψυχὴ τοῦ σώματός ἐστιν ἀχώριστος. ταῦτα γὰρ τῶν πρός τι, τὸ εἶδος καὶ ἡ τελειότης (τὸ γὰρ εἶδος ὕλης ἐστὶν εἶδος καὶ τελειότης), τὰ δὲ πρός τι ἅμα ἢ εἰσὶν ἢ οὔκ εἰσιν. ὅσον μὲν οὖν ἐπὶ τῷ ἀποδεδομένῳ ὅρῳ τῆς ψυχῆς, πᾶσα ἄν εἴη ἀχώριστος τοῦ σώματος, οὗπέρ ἐστιν ἐντελέχεια, εἴ γε πάσῃ ἐφαρμόζει ὁ ὁρισμός. εἰ δὲ καὶ μὴ [καὶ] πᾶσα εἴη ἀχώριστος, ἀλλ’ οὖν ἔνια μέρη τῆς ψυχῆς ἐναργῶς ἀχώριστά εἰσι σώματος, οἷς ἐφαρμόζει ὁ ὁρισμός, διότι τῶν μερῶν τοῦ ἐμψύχου ἐντελέχειαί εἰσιν. ἡ γὰρ θρεπτικὴ δύναμις αὐτοῦ τοῦ τρεφομένου σώματός ἐστι τελειότης, ὁμοίως καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική, ἔτι μέντοι καὶ τὸ ὀρεκτικὸν αὐτῆς εἰδοποιεῖ τὸ μόριον ἐν ᾧ ἐστιν. εἰ τοίνυν σωμάτων εἰσὶν αὗται τελειότητες καὶ περὶ σώματα, ἀδύνατον ταῦτα <τὰ> μόρια τῆς ψυχῆς χωριστὰ εἶναι σώματος· τίνος ἔσονται τελειότητες, ἢ περὶ τί ἐνεργήσουσι χωρισθεῖσαι σωμάτων; τί γὰρ ἡ θρέψις θρέψει ἢ ἡ αὔξησις αὐξήσει χωρισθεῖσαι σωμάτων; ἀλλ’ εἰ καὶ ταῦτα, φησί, τὰ μόρια τῆς ψυχῆς ἀχώριστα εἶναι ἀνάγκη τοῦ σώματος, ἔνιά γε οὐδὲν κωλύει εἶναι χωριστὰ διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας. ἐναργῶς ἄρα οὐ βούλεται ἐντελέχειαν εἶναι τοῦ σώματος τὴν | λογικὴν ψυχήν, καὶ διὰ τοῦτο χωριστὴν εἶναι τοῦ σώματος ἀποφαίνεται. g 4r εἶτα ἐπειδὴ διὰ τούτων ἐδόκει μερικὸν ποιεῖν τὸν ἀποδεδομένον τῆς ψυχῆς ὁρισμόν, διὰ τοῦ εἰπεῖν ὅτι τινὰ μόρια τῆς ψυχῆς χωριστά ἐστι τοῦ σώματος διὰ τὸ μηδενὸς εἷναι σώματος ἐντελεχείας, καίτοι εἰπὼν ‘εἰ δή τι κοινὸν ἐπὶ πάσης ψυχῆς,’ θεραπεύων τοῦτο καὶ δεικνὺς ὅτι καὶ οὕτως οὐδὲν ἔλαττον δύναται κοινὸς εἶναι πάσης ψυχῆς καὶ τῆς λογικῆς αὐτῆς ὁ ἀποδεδομένος ὁρισμός, προσέθηκεν· p. 413a 8 Ἔτι δὲ ἄδηλον, εἰ οὕτως ἐντελέχεια τοῦ σώματος ἡ ψυχὴ ὥσπερ πλωτὴρ πλοίου. Τί γάρ, φησί. φοβούμεθα καὶ ἐπὶ πάσης ψυχῆς ἐκτείνειν τὸν λόγον, λέγοντες ὡς ἔνια τῆς ψυχῆς μόρια διὰ τὸ χωριστὰ εἶναι οὐδενός εἰσι σώματος ἐντελέχεια, ὡς διὰ τοῦτο μὴ ἁρμόζειν ἐπὶ πάσης ψυχικῆς δυνάμεως τὸν ὁρισμόν; οὔπω γὰρ ἐκ τῶν εἰρημένων δῆλον ἡμῖν ἔσται, πῶς εἴπομεν τὴν ψυχὴν ἐντελέχειαν εἶναι, πότερον ὡς ἀχώριστον, ὥσπερ ἔχει τὸ τοῦ πελέκεως εἶδος πρὸς τὸν πέλεκυν, ἢ ὡς χωριστήν, [ἢ] ὥσπερ ἔχει ὁ κυ- βερνήτης πρὸς τὴν ναῦν· τελειοῖ γὰρ τὸ εἶδος τοῦ πλοίου ὁ κυβερνήτης χωριστὸς ὤν. εἰ τοίνυν ἐνδέχεται κατά τι μὲν ἐντελέχειαν εἶναι, κατά τι δὲ τὸ αὐτὸ χωριστὸν ὡς μὴ ὂν κατ’ ἐκεῖνο ἐντελέχειαν, ἐπὶ πάσης ἄρα ψυχικῆς δυνάμεως δυνατὸν ἁρμόζειν τὸν ὁρισμόν. ὥστε καὶ ὅτε ἐλέγομέν τινα μέρη τῆς ψυχῆς ἀχώριστα εἶναι διὰ τὸ τῶν μερῶν αὐτῶν εἶναι ἐντελεχείας, ὡς ἀχωρίστου οὔσης τῆς ἐντελεχείας οὕτως ἐλέγομεν (τίνος γὰρ ἔσται τελειότης ἡ θρεπτικὴ δύναμις χωρισθεῖσα καὶ πάλιν ἡνίκα ἔλεγον ὅτι ἔνιά γε τῆς ψυχῆς μόρια οὐδὲν κωλύει χωριστὰ εἶναι διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, οὕτως ἔλεγον μὴ εἶναι ἐντελεχείας ὡς μὴ ἐν τῷ σώματι τῆς οὐσίας αὐτῶν ἐχούσης τὸ εἶναι, ἐπεί εἰσι καὶ αὐτὰ ἐντελέχεια τοῦ ζῴου, ὡς ὁ κυβερνήτης τοῦ πλοίου. δύναται γὰρ καὶ κατά τινα τρόπον, ὡς ἤδη εἶπον, λέγεσθαι καὶ ἡ λογικὴ ψυχὴ ἀχώριστος εἶναι τοῦ σώματος, καθό ἐστιν ἐντελέχεια. τὰς γὰρ ἐνεργείας, καθ’ ἃς τελειοῖ τὸ ζῷον κινοῦσα αὐτὸ τοιώσδε ἢ τοιώσδε ἀχωρίστους ἔχει τοῦ σώματος· ἐξελθοῦσα γὰρ αὐτοῦ οὐκέτι ταύτας ἐνεργήσει· ἴσχει γὰρ αὐτὰς ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα. ὥστε ταύτῃ καθὸ ἐντελέχειά ἔπι, λέγω δὴ κατὰ τάσδε τὰς ἐνεργείας, ἀχώριστος ἂν εἴη τοῦ σώματος, ὥσπερ καὶ τοῦ κυβερνήτου αἱ ὡς κυβερνήτου ἐνέργειαι τοῦ πλοίου εἰσὶν ἀχώριστοι, καὶ χωρίζεται μὲν ὡς ἄνθρωπος, ὡς μέντοι κυβερνήτης ὢν ἐνεργείᾳ ἅμα τε κεχώρισται τῆς νεὼς καὶ ἐφθαρμένας ἔχει τὰς τοιαύτας ἐνεργείας. οὕτως οὖν καὶ ἡ λογικὴ ψυχὴ ὡς μὲν χωριστὴν ἔχουσα οὐσίαν οὐκ ἔστιν ἐντελέχεια σώματος, ὡς μέντοι τοιάνδε σχέσιν ἀναλαμβάνουσα πρὸς τὸ σῶμα, καθὸ καὶ τὸ ψυχὴ λέγεσθαι ἔχει (ἡ γὰρ ψυχὴ πρὸς τὸ σῶμα λέγεται) ἐντελέχειά τ’ ἐστὶ τοῦ σώματος καὶ ἀχώριστος αὐτοῦ· χωρισθεῖσα γὰρ αὐτοῦ ἀπόλλυσι ταύτας τὰς ἐνεργείας, ἃς ἐκ τῆς πρὸς αὐτὸ σχέσεως ἀνειλήφει, οἷον τὸ ζωοποιεῖν, τὸ κινεῖν αὐτὸ πάσας τὰς φυσικὰς κινήσεις, καὶ εἴ τι τοιοῦτον ἄλλο. τί γὰρ φυσικῶς κινήσει ἢ ζωοποιήσει παντὸς οὖσα ἔξω σώματος; τὸ δὲ εἰ μεριστὴ πέφυκεν οὐ σωματικῶς ἀκουστέον μεριστὴν οὐδὲ κατὰ τόπον, ἀλλὰ κατ’ οὐσίαν, τουτέστιν εἰ διῄρηται τῇ οὐσίᾳ καὶ ἄλλη τῆς ψυχῆς δύναμις ἄλλης ἐστὶν οὐσίας, καὶ μὴ ὁμοούσια πάντα τῆς ψυχῆς μόρια. ἐνίων γὰρ ἡ ἐντελέχεια τῶν μερῶν αὐτῶν. διὰ τούτων δοκεῖ κατὰ μόρια τοῦ σώματος διαιρεῖν τὴν ψυχήν· ἐνίων γάρ, φησί, μερῶν τοῦ σώματος ἐντελέχειά ἐστι τὰ μόρια τῆς ψυχῆς, ὥστε ἀχώριστα αὐτῶν εἶναι, οἷον ὀφθαλμῶν μὲν ὄψις, ὀσφρήσεως δὲ ὄσφρησις, καὶ ἐπὶ τῶν ἄλλων ἄλλη τις. ἡ δὲ λέξις ἐνίων γὰρ τῆς ψυχῆς μορίων ἡ ἐντελέχεια, τουτέστιν ἔνια τῆς ψυχῆς μέρη, ὧν ἕκαστον ἐντελέχειαν εἶναι ὡρισάμεθα, αὐτῶν τῶν μερῶν τοῦ σώματός εἰσιν ἐντελέχειαι, τουτέστιν εἴδη τελειωτικά ἐστι τῶν τοῦ σώματος μερῶν, ὡς ἀχώριστα αὐτῶν δηλονότι διὰ τοῦτο εἶναι. τί οὖν ἐνεκάλει τῷ Τιμαίῳ κατὰ μόρια διαιροῦντι; εἴρηται δὲ περὶ τούτων ἔμπροσθεν. ὁ δὲ Ἀλέξανδρος ἐνταῦθα φανερῶς τοῦ Ἀριστοτέλους εἰπόντος ὅτι ἔνιά γε οὐδὲν κωλύει χωριστὰ εἶναι διὰ τὸ μηδενὸς εἶναι σώματος ἐντελεχείας, τὸ μὲν πρῶτόν φησιν ὅτι ὁ Ἀριστοτέλης δοκεῖ ἐνδοιάζειν, εἰ ἀχώριστος πᾶσα ἡ ψυχή, καίτοι ἀποφηναμένου αὐτὸ τοῦτο διὰ τὸ μηδέπω ἀποδεδειχέναι ὅτι ἀχώριστός ἐστι· προιὼν δὲ καὶ ὑπὸ τῆς λέξεως βιαζόμενός φησιν ὅτι ἔοικε δὲ περὶ τοῦ νοῦ λέγειν ὅτι ἔστι χωριστός. τὸ δὲ οὐδὲν κωλύει οὐκ ἔστιν ἐνδοιάζοντος· ἀλλ’ ἐπεὶ ἀπεφήνατο πᾶσαν ψυχὴν ἐντελέχειαν εἶναι, διὰ τοῦτό φησιν ὅτι καὶ οὕτως οὐδὲν κωλύει τινὰ μόρια τῆς ψυχῆς εἶναι χωριστά (δύνανται γὰρ εἶναι ἐντελέχειαι ὡς ὁ κυβερνήτης τοῦ πλοίου), ἢ καὶ ἄλλως διὰ τὸ μηδέπω αὐτὸ τοῦτο ἀποδεῖξαι· οὐδὲν γὰρ οὔπω περὶ τῶν λογικῶν δυνάμεων διελέχθη. p. 413a 11 ἐπεὶ δ’ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίγνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνωριμώτερον. Ἀποδοὺς κοινῶς τί ποτέ ἐστιν ἡ ψυχὴ, ὅτι ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ, διὰ τούτων λοιπὸν διδάξαι βούλεται, διὰ τί εἴρηται καὶ πῶς ἔστιν ἐντελέχεια ἡ ψυχή, πῶς μὲν ἡ φυτική, πῶς δ’ ἡ αἴσθησις καὶ ἑκάστη τῶν ἄλλων· προηγεῖσθαι γὰρ δεῖ ἐπὶ πάσης διδασκαλίας τοῦ διότι τὸ ὅτι. τεσσάρων γὰρ ὄντων προβλημάτων, τοῦ εἰ ἔστι, καὶ τί ἐστι, καὶ ὁποῖόν τί ἐστι, καὶ διὰ τί ἐστι, πρωτίστην ἔχει τάξιν τὸ εἰ ἔστιν· εἰκότως οὖν, ἐπειδὴ ζητεῖται εἰ ἔστι κοινός τις ὁρισμός, * * μᾶλλον δὲ ἀνάλογον ὅρι’· σμῷ ἀποδοὺς τὸν εἰρημένον λόγον, ὥστε ἐν ταὐτῷ καὶ τὸ τί ἐστιν ἔχομεν, λοιπὸν οὖν τὰ λοιπὰ β ζητεῖ | προβλήματα, πῶς ἑκάστη τῶν ψυχικῶν δυνάμεων λέγεται ἐντελέχεια καὶ διὰ τί. ἐπειδὴ δὲ λέγει ἐκ τῶν ἀσαφῶν μὲν ἡμῖν δὲ φανερωτέρων τὸ κατὰ λόγον σαφὲς καὶ γνώριμον γίνεσθαι, τίνα δ’ ἔστι τὰ ἡμῖν φανερώτερα οὐ προσέθηκε, τοῦτο αὐτὸ πρῶτον ζητῆσαι ἀναγκαῖον· πολλὴ γὰρ περὶ τούτου τοῖς ἐξηγηταῖς γέγονεν ἀμφιβολία, ἄλλου ἄλλο φανερὸν οἰομένου λέγειν αὐτόν. φαμὲν οὖν ἡμεῖς ὅτι κτὰ τρεῖς τρόπους τὸ σαφέστερον ἡμῖν θεωρεῖται. καὶ γὰρ τὸ ὅτι τοῦ διότι σαφέστερον ἡμῖν καὶ πρῶτον εἰς γνῶσιν· καὶ γὰρ ὅτι ἔχομεν ψυχὴν καὶ ὅτι ἀθάνατος αὕτη, προχειρότερον τοῖς πολλοῖς εἰς νόησιν ἢ τὸ παρακολουθῆσαι καὶ ἐπιβαλεῖν τῷ λόγῳ τῷ ταῦτα κατασκευάζοντι. δεύτερον, ὡς ἐν τῇ Φυσικῇ εἴρηται, τὸ καθόλου καὶ συγκεχυμένον σαφέστερον ἡμῖν ἐστι τοῦ μερικοῦ ἢ καὶ διηρθρω- μένου μᾶλλον, οἷον τὸ εἰδέναι ἀπλῶς ὅτι σῶμα τοῦ ὅτι τοιόνδε σῶμα, οἷον οὐράνιον καὶ γήινον ἢ τοιώσδε ἢ τοιώσδε κεκραμένον. τρίτον σαφέστερον ἡμῖν ἐστι τὸ ὡς πρὸς ἡμᾶς μὲν πρῶτον, ὕστερον δὲ τῇ φύσει· τῶν γὰρ ἀπλουστέρων, ἅπερ ἐστὶ τῇ φύσει πρῶτα, τὰ συνθετώτερα ἡμῖν γνωριμώτερα. τοῦ οὖν ἡμῖν σαφεστέρου καὶ φανερωτέρου τριχῶς ὑπάρχοντος, πᾶσι τοῖς τρόποις τούτοις εὑρήσομεν ἐνταῦθα κεχρημένον τὸν Ἀριστοτέλη. καὶ γὰρ τὸ ὅτι πρὸ τοῦ διότι ἐδίδαξεν· ὅτι μὲν γὰρ ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ, ἐδίδαξεν, καὶ ὅτι τὴν ἐντελέχειαν ἐνδέχεται καὶ ὡς χωριστὴν εἶναι καὶ ὡς ἀχώριστον, διδάξει δὲ προϊὼν καὶ πῶς ἐστιν ἐντελέχεια, τί ποιοῦσα καὶ πῶς τελειοῦσα τὸ σῶμα. οὐχ ὥσπερ δὲ ἑνὶ λόγῳ τὸ ὅτι τῆς ψυχῆς ἐδίδαξεν, οὕτω καὶ τὸ ὅπως ἐντελέχειά ἐστιν ἑνὶ λόγῳ διδάξει· ἐντελέχεια μὲν γὰρ πᾶσα, οὐχ ὡσαύτως δὲ ἀλλὰ ἄλλως μὲν ἡ φυτική ἄλλως δὲ ἡ αἰσθητική, ἄλλως δὲ ἡ λογική, καὶ τὰ μόρια τούτων ἑκάστης ἄλλο ἄλλως. ἀλλὰ καὶ ἐκ τῶν συγκεχυμένων ἀρξάμενος καὶ κονοτέρων πρόεισιν ἐπὶ τὰ τρανέστερα καὶ ἰδικώτερα. πρῶτον γὰρ συγκεχυμένως παραδοὺς ἡμῖν τὴν ἔννοιαν τῆς ψυχῆς διὰ τοῦ ἀποδεδομένου λόγου, ἐφεξῆς περὶ ἑκάστου μορίου τῆς ψυχῆς διαρθρώσει, πῶς καὶ τίνος ἕκαστόν ἐστιν ἐντελέχεια. καὶ τρίτον ἐκ τῶν ἐσχάτων τῇ φύσει καὶ ἡμῖν γνωριμωτέρων ἀρξάμενος προελεύσεται ἐπὶ τὰ τῇ φύσει πρῶτα καὶ τιμιώτερα, ὅνπερ μάλιστα τρόπον καί φησιν ἐν τούτοις μετέρχεσθαι. ἔστι μὲν γὰρ τὸ τῇ φύσει πρῶτον καὶ ὕστερον καὶ ἐν τῷ ὅτι καὶ διότι, ἀνάπαλιν ἐφ’ ἡμῶν τε ἔχον καὶ ἐπὶ τῆς φύσεως. πρῶτον γὰρ τῇ φύσει τὸ διότι τοῦ ὅτι· ὧν γὰρ ποιεῖ πάντων ἡ φύσις τοὺς λόγους ἐν ἑαυτῇ προαποκειμένους g 4v ἔχει· οὐδὲν γὰρ οὔτε μάτην οὔτε ἐκ ταὐτομάτου ποιεῖ, ἀλλὰ πρός τινα σκοπὸν ἕκαστον τῶν ἔργων αὐτῆς ἀπευθύνει. εἰ τοίνυν τῶν γινομένων ὑφ’ αὑτῆς ἔχουσα τοὺς λόγους ἐν ἑαυτῇ προὐπάρχοντας οὕτω ποιεῖ τὰ φυσικὰ πράγματα, σαφὲς ὡς τὸ διότι πρότερον παρὰ τῇ φύσει τοῦ ὅτι. τοῦτο δ’, ὡς εἶπον, τὸ ὅτι καὶ συγκεχυμένον ἐστί· διὰ τοῦ μαθεῖν γὰρ ὅτι ἔστιν ἡ ψυχὴ ἐντελέχεια οὐδὲν τρανὲς οὐδὲ διηρθρωμένον ἠκούσαμεν. οὔτε γὰρ ὡσαύτως πᾶσα ψυχὴ ἐντελέχεια· ἀλλ’ οὐδὲ ὅπως αὐτὸ τοῦτό ἐστιν ἐντελέχεια, τί που ποιοῦσα καὶ πῶς τελειοῦσα, ἐγνωσμένον. ὥστε ἐν τῶ ὅτι καὶ διότι καὶ οἱ λοιποὶ δύο τρόποι τῆς διδασκαλίας συνῆλθον. διὰ τοῦτο οὖν ἐκ τοῦ ὅτι τὴν ἀρχὴν τῆς διδασκαλίας ἐποιήσατο, διότι ἡ ἡμετέρα φύσις ἔκ τε τῶν ἀτελῶν ἐπὶ τά τέλεια πρόεισι, καὶ ἐκ τῶν φανερῶν ἐπὶ τὰ ἀφανῆ· τελειότερον δὲ τοῦ ὅτι τὸ διότι, καὶ φανερώτερα ἡμῖν τὰ τῇ φύσει ὕστερα καὶ συγκεχυμένα. ὥσπερ γὰρ οὐδ’ ἀποδεικτικὸν συλλογισμὸν εἰδέναι δυνατὸν τὸν μὴ ἁπλῶς τί ἐστι συλλογισμὸς εἰδότα, οὐδὲ τὸν ὀξύρυγχον τύπον γράφειν τὸν μὴ ἀπλῶς εἰδότα γράφειν (συγκεχυμένον δὲ τοῦτο, 6 ἁπλῶς συλλογισμός· πλείονες γὰρ τούτου διαφοραί· ὁμοίως δὲ καὶ τὸ ἁπλῶς γράφειν, διηρθρωμένον δὲ τῶν εἰδῶν ἕκαστον), οὕτως οὖν τὸν μὴ ἁπλῶς τί ἐστι σῶμα εἰδότα ἀδύνατον εἰδέναι τί ἐστι πυρὸς σῶμα ἢ ἀέρος ἢ οὐρανοῦ, καὶ τὸν μὴ ἁπλῶς εἰδότα τί ἐστι ψυχὴ ἀδύνατον εἰδέναι τί ἐστι λογικὴ ἢ ἄλογος ἢ φυτική· συγκεχυμένον δὲ τὸ ἁπλῶς σῶμα καὶ ἁπλῶς ψυχή, διηρθρωμένα δὲ τῶν εἰδῶν ἕκαστον. ἀλλὰ καὶ ἐκ τῶν ἀτελῶν ἀρξάμενοι, οἷον τῶν ἐν γενέσει, πρόιμεν ἐπὶ τὴν τῶν οὐρανίων γνῶσιν καὶ τὴν ἐν αὐτοῖς τάξιν, κἀκεῖθεν ἐπὶ τὸν ταῦτα τάξαντα. περιέχονται μὲν οὖν, ὅπερ εἶπον, οἱ τρεῖς τῆς διδασκαλίας τρόποι ἐν τῇ ἀπὸ τοῦ ὅτι ἐπὶ τὸ διότι προόδῳ. ὁμοίως καὶ ἐν τῇ προχειρίσει τῶν δυνάμεων τῶν ψυχικῶν τῇ αὐτῇ τάξει χρῆται ἀπὸ τῶν ἀτελεστέρων ἀρχόμενος καὶ ἐσχάτων καὶ προιὼν ἐπὶ τὰ πρῶτα καὶ τελειότερα. πρότερον γὰρ διαλέγεται περὶ τῆς φυτικῆς, εἶτα περὶ αἰσθητικῆς, καὶ τρίτον περὶ τῆς φανταστικῆς· ἐπὶ τούτοις προϊὼν ἐπὶ τὰς λογικὰς τῆς ψυχῆς δυνάμεις ἄρχεται πάλιν ἀπὸ τῶν ὑστέρων τε καὶ ἀτελεστέρων, πρότερον περὶ τῆς δοξαστικῆς δυνάμεως διαλεγόμενος, εἶτα περὶ τῆς διανοητικῆς, καὶ τελευταῖον περὶ τοῦ νοῦ. εἰ γὰρ καὶ ὡς πρὸς τὸ ζῷον προτέρα τῇ φύσει ἐστὶν ἡ φυτική (συναναιρεῖ γὰρ τὰς ἄλλας καὶ οὐ συναναιρεῖται), δευτέρα δὲ καὶ ἡ αἰσθητικὴ καὶ αἱ λοιπαὶ ἐφεξῆς, ὡς ἀπηριθμησάμεθα, ἀλλ’ οὖν ὡς πρὸς τὸ πᾶν ἔμπαλιν ἔχουσι· πρότερα γὰρ τῇ φύσει ἐν τῷ παντὶ τὰ τελειότερά τε καὶ τιμιώ- τερα, ὕστερα δὲ καὶ τὰ ἀτελέστερα· συνεκτικὰ γὰρ τῶν ἀτελεστέρων τὰ ὦ τελειότερα καὶ πρακτικά. οὐκοῦν ὡς πρὸς τὸ πᾶν πρότερον τῆ φύσει ὁ νοῦς καὶ ἐφεξῆς τὰ λοιπά, κατὰ τὴν αὐτὴν τάξιν ἀνάπαλιν ὁδευόντων· ὡς μέντοι ἐν τῷ ζῴῳ καὶ ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν πρῶτον ἡ φυτική· διόπερ ἀπὸ ταύτης ἤρξατο ἐν τῇ διδασκαλίᾳ. ἐπὶ μὲν οὖν τῶν ψυχικῶν δυνάμεων ταύτῃ τῇ τάξει τῆς διδασκαλίας ἐχρήσατο. ἑκάστῳ δὲ μορίῳ τῶν τῆς ψυχῆς δυνάμεων ἐπεξιών, τῆς τε φυτικῆς λέγω καὶ αἰσθητικῆς, οὐκέτι τῷ αὐτῷ κέχρηται τρόπῳ τῆς διδασκαλίας· οὐ | γὰρ ἐκ τῶν ἐσχάτων ἤρξατο, ἀλλ’ ἐκ τῶν πρώτων καὶ τιμιωτέρων. περὶ γὰρ τῆς φυτικῆς διαλεγόμενος πρότερον διείλεκται περὶ τῆς γεννητικῆς δυνάμεως, εἶτα περὶ τῆς αὐξητικῆς, καὶ τρίτον περὶ τῆς θρεπτικῆς· καίτοι κρείττων μὲν πασῶν καὶ τιμιωτέρα ἡ γεννητική, καὶ ἡ αὐξητικὴ δὲ τῆς θρεπτικῆς κρείττων. τῆς μὲν γὰρ θρεπτικῆς ἔργον ἐστὶ τὸ σώζειν τὸ εἶδος (μέχρι γὰρ τοσούτου σωζόμεθα, ἕως ἄν τρεφώμεθα), τῆς δὲ αὐξητικῆς τὸ εἰς τὸ τέλειον καὶ κατὰ φύσιν μέτρον ἀγαγεῖν, εἰς ὃ γενόμενα τά τε ζῷα καὶ φυτὰ ἐπὶ τὸ σκοπιμώτατον τῆς φύσεως τέλος παραγίνεται τὴν γεννητικὴν δύναμιν· οὗτος γὰρ τῆς φύσεως ὁ τελικώτατος σκοπὸς διὰ τὴν ἔφεσιν τῆς ἀιδιότητος, τῆς ἀθανασίας τοῖς θνητοῖς ζῴοις ἐπισκευαστῆς γινομένης τῇ διαδοχῇ, ὡς αὐτὸς ἐν ἑτέροις εἶπεν. ὥστε ἡ μὲν αὐξητικὴ ὕλης ἐπέχει λόγον πρὸς τὴν γεννη- τικήν, πρὸς δὲ τὴν αὐξητικὴν ἡ θρεπτική. ἐπί τε οὖν τῶν μορίων τῆς φυτικῆς ψυχῆς ἐκ τῶν τελειοτέρων ἤρξατο, καὶ ἔτι ἐπὶ τῶν μορίων τῆς αἰσθητικῆς. πρῶτον γὰρ ἐρεῖ περὶ ὄψεως, καὶ δεύτερον περὶ ἀκοῆς, τρίτον περὶ ὀσφρήσεως, καὶ τέταρτον περὶ γεύσεως, καὶ ἔσχατον περὶ ἁφῆς· τιμιωτέρα δὲ πασῶν ἡ ὄψις, καὶ αἱ ἐφεξῆς τῶν μετὰ ταύτας κατὰ τὴν αὐτὴν τάξιν, πρῶτον μὲν ὅτι καὶ γεῦσις καὶ ἁφὴ καὶ ὄσφρησις πρὸς τὸ εἶναι συμβάλλονται, ἀκοὴ δὲ καὶ ὄψις πρὸς τὸ εὖ εἶναι, δι’ ὧν τὸ φιλοσοφίας ἐπορισάμεθα γένος, ὥς φησιν ὁ Πλάτων’· διόπερ καὶ ὁ ποιητὴς τῷ Ἡλίῳ ταύτας μόνας ἀνέθηκεν Ἠέλιος] καὶ τούτων προέταξε τὴν ὄψιν. καὶ ἡ μὲν ὄψις καὶ τῶν πορρωτάτων ἀντιλαμβάνεται καὶ τὴν ἐνέργειαν ἄχρονον ἔχει, ἡ ἀκοὴ δὲ καὶ αὐτὴ μὲν τῶν πόρρω, οὐχ οὕτω δέ, ἔτι δὲ τῶν ἐγγυτέρων ἡ ὄσφρησις, γεῦσις δὲ καὶ ἁφὴ αὐτῶν ἁπτομένη τῶν αἰσθητῶν. ἔνθεν ὅσα μέν τινα τῶν τιμιωτέρων ἔχει αἰσθήσεων, πάντως καὶ τὰς λοιπὰς ἔχει πάσας, οὐκέτι μέντοι τὸ τὰς ἀτιμοτέρας ἔχον πάντως καὶ τὰς τιμιωτέρας. τινὰ γὰρ μόνης ἁφῆς μετέχει, ὡς τὰ ζωόφυτα· συστέλλεται γοῦν καὶ ἐκτείνεται ἀνιώμενα ἢ διαχεόμενα πρὸς τὰ συνεγγίζοντα· ἄνα δὲ πρὸς ταύτῃ μόνης γεύσεως μετέχει, ὡς τὰ ὄστρεα· φαίνεται γὰρ βοσκόμενα· ἕτερα πρὸς ταύταις καὶ ὄσφρησιν μόνην· φασὶ γοῦν κογχύλιά τινα δελέασιν ἐφέπεσθαι, οἷον τὰς χήμας, τῇ ὀσμῇ ἑπόμενα· ἕτερα δὲ ἀκοὴν ὄψεως δίχα, ὡς οἱ καλούμενοι ἀσπάλακες· εἴ τι μέντοι ὄψεως μετέχει, πάντως καὶ τῶν λοιπῶν. τίνος οὖν ἕνεκα ἐπὶ τῶν ὅλων δυνάμεων ἐκ τῶν ἐσχάτων καὶ ἀτιμοτέρων ἀρξάμενος ἐπὶ τῶν μορίων ἀνάπαλιν ὁδεύει καὶ τὴν ἀρχὴν ἀπὸ τῶν πρώτων καὶ τιμιωτέρων ποιεῖται; οἱ μὲν οὖν πρὸς τοῦτό φασιν ὅτι ἔμιξεν ἐν τῇ διδασκαλίᾳ ἀμφοτέρας τὰς ὁδούς, ἐπὶ μὲν τῶν ὅλων δυνάμεων ἀπὸ τῶν ἐσχάτων ἀρξάμενος καὶ ἀτελεστέρων, ἐπὶ δὲ τῶν μορίων ἀπὸ τῶν πρώτων καὶ τελειοτέρων. οἱ δὲ ἀκριβέστερον λέγοντές φασιν ὅτι τῶν πρώτων ἢ καὶ τελειοτέρων δυνάμεων τῆς ψυχῆς ἐπί τε τῆς αἰσθητικῆς καὶ φυτικῆς σαφέστερα ἡμῖν εἰσι τὰ ἀποτελέσματα. τῆς γοῦν γεννητικῆς σαφέστερον τὸ ἀποτέλεσμα μᾶλλον ἢ τῆς αὐξητικῆς, καὶ ταύτης μᾶλλον ἡ τῆς θρεπτικῆς. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν μορίων τῆς αἰσθητικῆς ψυχῆς· τρανεστέρα γὰρ ἡ ὄψις τῆς ἀκοῆς, καὶ αὕτη τῆς ὀσφρήσεως, καὶ αὕτη τῆς γεύσεως, καὶ αὕτη τῆς ἁφῆς. οὐκ ἔδει οὖν ἐκ τῆς ἁπτικῆς ἄρξασθαι· ὡς γὰρ αὐτός φησιν ἐν τοῖς ἑξῆς, ἀμφιβάλλεται ὅλως, εἰ αἴσθησίς ἐστιν ἁφή. δοκεῖ γὰρ μηδὲ αἴσθησις εἶναι· ἑκάστη γὰρ τῶν ἄλλων αἰσθήσεων περὶ μίαν τινὰ τῶν αἰσθητῶν ἀντίθεσιν ἐνεργεῖ καὶ <τὰ> ταύτης οἷον ὄψις μὲν περὶ τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὰ τούτων μεταξὺ χρώματα, ἀκοὴ περὶ τὸν βαρὺν καὶ τὸν ὀξὺν φθόγγον καὶ τοὺς μεταξύ, ὄσφρησις περὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες, γεῦσις περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὸ τούτων μεταξύ· πάντα γὰρ ὑπό τι τούτων τῶν ἀντικειμένων ἀνάγει ὁ Ἀριστοτέλης, τὸ γλυκὺ λέγω καὶ τὸ πικρόν· ἡ μέντοι ἁφὴ περὶ πλείους ἀντιθέσεις ἔχει οὐκ οὔσας ὑπαλλήλους· περί τε γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ὑγρὸν καὶ τὸ ξηρόν, τὸ σκληρὸν καὶ τὸ μαλακόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, τὸ μανὸν καὶ τὸ πυκνόν, ἅπερ ὑπάλληλα εἶναι οὐ δύναται. ὥστε ἐπειδὴ ἄπορος ὁ περὶ τῆς ἁπτικῆς αἰσθήσεως λόγος, οὐ δεῖ δὲ ἐκ τῶν ἀμφιβόλων ἄρχεσθαι, οὐκ ἤρξατο ἀπ’ αὐτῆς ἐπειδὴ οὖν συνέβη ἐν τοῖς μορίοις τῆς τε φυτικῆς καὶ αἰσθητικῆς ψυχῆς τὰ τελειότερα καὶ πρῶτα τῇ φύσει καὶ ἡμῖν σαφέστερα εἶναι, εἰκότως ἀπὸ τούτων τὴν ἀρχὴν τῆς διδασκαλίας ποιεῖται. ἀμέλει ἐπὶ τῆς λογικῆς ψυχῆς ἐκ τῶν ὑστέρων τὴν ἀρχὴν ἐποιήσατο· μᾶλλον γὰρ γνωριμώτερον τοῖς πολλοῖς ἡ φαντασία τῆς δόξης, καὶ αὕτη μᾶλλον τῆς διανοίας, καὶ ταύτης πολλῷ μᾶλλον ἀσαφέ- στερος ὁ νοῦς, ὅσῳ καὶ ὀλιγάκις καὶ εἰς ὀλίγους αἱ ἐνέργειαι αὐτοῦ φοιτῶσι. τελευταῖον δὲ πάντων ζητεῖ περὶ τοῦ κατὰ τόπον κινητικοῦ, τί ποτε τοῦτό ἐστι, πότερον ἕτερον παρὰ τὰ ἀπηριθμημένα τῆς ψυχῆς μόρια, ἢ τούτων τι ἢ πάντα τῆς κατὰ τόπον κινήσεως αἴτια. καὶ δοκεῖ πάντα εἶναι αἴτια τῆς κατὰ τόπον κινήσεως· ἐν μὲν γὰρ ἀνθρώποις τοῖς κατὰ νοῦν ζῶσιν ὁ νοῦς αἴτιος τούτου· αὐτὸς γὰρ κινεῖ τὸ ζῷον· ἐν δὲ τοῖς ἀλόγοις ἡ αἴσθησις. ἔστι δὲ τῷ ὄντι ἕτερον πάντων τούτων τὸ κατὰ τόπον κινητακόν· τὸ γὰρ ὀρεκτικὸν τῆς κατὰ τόπον κινήσεως αἴτιον. τοῦτο δὲ διάφορόν ἐστι· ἔστι γὰρ καὶ ἐν τῖς λογικαῖς δυνάμεσιν ἡ ὄρεξις, ἔστι δὲ καὶ ἐν τοῖς ἀλόγοις, ὡς καὶ ἐν ἀρχῇ εἴπομεν. Ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν φανερωτέρων δὲ γίνεται τὸ σαφὲς καὶ κατὰ λόγον γνωριμώτερον, πειρατέον πάλιν οὕτως ἐπανελθεῖν περὶ αὐτῆς. διὰ συντομίαν ἀσαφῆ τὴν λέξιν ἐποίησεν. ἵνα οὖν σαφῆ τὴν διάνοιαν ποιήσωμεν τῶν λέξεων, δεῖ προσθεῖναι τῷ μὲν ἀσαφῶν τῇ φύσει, τῷ δὲ φανερωτέρων τὸ ἡμῖν, ἴνα ᾖ ἡ λέξις οὕτως· ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, φανερωτέρων δὲ ἡμῖν. | τὸ δὲ g 5v γίνεται τὸ σαφὲς καὶ κατὰ τὸν λόγον γνώριμον ἴσον ἐστὶ τῷ γίνεται τὸ τῇ φύσει σαφὲς καὶ κατὰ τὴν διδασκαλίαν γνωριμώτερον, ὡς εἶναι πᾶν τὸ λεγόμενον τοιοῦτον· ἐπεὶ δὲ ἐκ τῶν ἀσαφῶν μὲν τῇ φύσει, ἡμῖν δὲ φανερωτέρων τὸ τῇ φύσει σαφὲς καὶ πρῶτον γίνεται καὶ ἡμῖν κατὰ τὸν λόγον γνωριμώτερον, πειρᾶσθαι δεῖ ἐπανελθόντας ὥσπερ ἐξ ἀρχῆς τὸν περὶ ψυχῆς μεταχειρίζεσθαι λόγον ἀρχομένους ἀπὸ τῶν ἡμῖν σαφῶν, ἀσαφεστέρων δὲ τῇ φύσει· οὕτω γὰρ εὑρήσομεν τί ποτέ ἐστιν ἡ ψυχή, ὅπερ μὲν τῇ φύσει σαφές ἐστιν, ἡμῖν δὲ ἄδηλον. διὰ τοῦτο οὖν πάλιν ἀρχόμενος τοῦ περὶ ψυχῆς λόγου ἄρχεται ἐκ τοῦ ἐμψύχου, ὅπερ ἐστὶν ἡμῖν σαφές, καὶ ζητεῖ τίνι διαφέρει τοῦ ἀψύχου, καὶ τοῦτό φησι ψυχῆς εἶναι ἴδιον. τίνα δέ ἐστιν ἀσαφῆ τῇ φύσει; ἃ ποιεῖ δεύτερα. σαφῆ δὲ ἃ πρῶτα ποιεῖ, οἷον πρῶτον ποιεῖ ἡ φύσις τὰ στοιχεῖα, εἶτα ἐκ τούτων τοὺς χυμούς, εἶτα ἐκ τούτων τὰ ὁμοιομερῆ, εἶτα ἐκ τούτων τὰ ὀργανικά, καὶ τέλος ἐκ τούτων τὸ ζῷον. ἡμεῖς δὲ πρῶτον μὲν γινώσκομεν τὸ ζῷον, εἶτα ὅτι ἐξ ἀνομοιοῳρῶν σύγκειται, καὶ οὕτως ἀνάπαλιν ὁδεύοντος ὀψέ ποτε τὰ στοιχεῖα ἐξ ὧν συνέστηκε τὸ ζῷον γινώσκομεν. p. 413a 13 Οὐ γὰρ μόνον τὸ ὅτι δεῖ τὸν ὁριστικὸν λόγον διδάσκειν, ὥσπερ οἱ πλεῖστοι τῶν ὅρων λέγουσιν, ἀλλὰ καὶ τὴν αἰτίαν ἐνυπάρχειν καὶ ἐμφαίνεσθαι. Διὰ τοῦτο, φησίν, ὥσπερ ἐξ ὑπαρχῆς τὸν περὶ ψυχῆς λόγον ποιούμεθα, ὅτι ἐν μὲν τοῖς ἔμπροσθεν οὐχ ἱκανῶς περὶ αὐτῆς διελέχθημεν, τὸ ὅτι μόνον ἀποδεδωκότες. οὐ γὰρ δεῖ τὸν τὴν οὐσίαν τινὸς παραστῆσαι βουλόμενον τὸ ὅτι μόνον ἐν τῷ ὁρισμῷ αὐτῆς ἀποδιδόναι, ἀλλὰ καὶ τὴν αἰτίαν, δι’ ἣν ἔστι τοῦτο. ἐν δὲ τῷ ἀποδεδομένῳ περὶ ψυχῆς λόγῳ ὅτι μέν ἐστιν ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ εἴρηται, οὐκέτι μέντοι πῶς ἐντελέχεια καὶ διὰ τί· οὐδὲ γὰρ οἷόν τε καθόλου περὶ ψυχῆς λόγον ἀποδιδόντα τὸ διὰ τί λέγειν, μήτε ὁμοειδῶν οὐσῶν τῶν ψυχῶν πασῶν μήτε ὁμογενῶν. διόπερ ἐντεῦθεν ἀπὸ τῶν ἐναργῶν ἀρξάμενος τῶν ἐπὶ ἑκάστης ψυχικῆς δυνάμεως θεωρουμένων οὕτως ἀποδώσει διὰ τί ἑκάστη ἐστὶν ἐντελέχεια καὶ πῶς. p. 413a 16 Νῦν δὲ ὥσπερ συμπεράσματα οἱ λόγοι τῶν ὅρων εἰσιν. Εἴρηται καὶ ἐν τῷ πρώτῳ λόγῳ ὅτι τῶν ὁρισμῶν οἱ μὲν ἐκ τῆς ὕλης λαμβάνονται, οἱ δὲ ἐκ τοῦ εἴδους, οἱ δὲ ἐκ τοῦ συναμφοτέρου· οἷον ἐκ τῆς ὕλης ὅτι θυμός ἐστι ζέσις τοῦ περικαρδίου αἵματος, καὶ οἰκία ἐστὶ σύνθεσις λίθων καὶ ξύλων, ἐκ δὲ τοῦ εἴδους ὄρεξις ἀντιλυπήσεως, καὶ σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων, ἐκ δὲ τοῦ συναμφοτέρου ζέσις τοῦ περικαρδίου αἵματος δι’ ὄρεξιν ἀντιλυπήσεως, καὶ σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων ἐκ τοιαύτης συνθέσεως λίθων καὶ ξύλων. τούτων τῶν ὁρισμῶν (καὶ καθόλου πᾶς ὁρισμός, ὥς φησιν αὐτὸς ἐν τῇ Ἀποδεικτικῇ) ὁ μέν ἐστιν ἀρχὴ ἀποδείξεως ὁ ἐκ τοῦ εἴδους, ὁ δὲ συμπέρασμα ὁ ἐκ τῆς ὕλης, ὁ δὲ ἀπόδειξις διαφέρουσα τῇ θέσει ὁ ἐκ τοῦ συναμφοτέρου. οἷον βουλόμενός τις ὁρίσασθαι τὸν θυμὸν κέχρηται συλλογισμῷ τοιούτῳ· ὁ θυμούμενος ὀρέγεται ἀντιλυπῆσαι τοῦτον ᾧ ὀργίζεται· τοῦ ὀρεγομένου ἀντιλυπῆσαι ζεῖ τὸ περὶ τὴν καρδίαν αἷμα· εἶτα τὸ συμπέρασμα ‘τοῦ θυμουμένου ἄρα ζεῖ τὸ περικάρδιον αἰμα᾿. τούτου οὖν τοῦ συλλογισμοῦ καὶ τῆς ἀποδείξεως ὁ μὲν ἐκ τῆς ὕλης ὁρισμὸς τοῦ θυμοῦ σμυπέρασμά ἐστιν, ὁ δὲ ἐκ τοῦ εἴδους ἀρχή· ἔστι γὰρ ἡ πρώτη πρότασις ἡ λέγουσα ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως· ὁ μέντοι ἐκ τοῦ συναμφοτέρου ὁρισμὸς συλλογισμός ἐστιν ἤτοι ἀπόδειξις τῇ θέσει μόνῃ διαφέρουσα, ὦ διότι ἐν μὲν τῷ συλλογισμῷ πρώτη ἐστὶ πρότασις ἡ λέγουσα ὁ θυμούμενος ὀρέγεται ἀντιλυπήσεως, δευτέρα δὲ τοῦ ὀρεγομένου ἀντιλυπήσεως ζεῖ τὸ περικάρδιον αἷμα, ἐν μέντοι τῷ ὁρισμῷ τῷ ἐκ τοῦ συναμφοτέρου ἀνάπαλιν ἀρχόμεθα· ζέσις γάρ, φαμέν, τοῦ περικαρδίου αἵματος, εἶτα δι’ ὄρεξιν ἀντιλυπήσεως. τί οὖν φησιν; ὅτι δεῖ τοιούτους τοὺς ὁρι- σμοὺς ἀποδιδόναι, ἔχοντας καὶ τὴν αἰτίαν δι’ ἥν ἐστι τοιόνδε τὸ πρᾶγμα. οἱ γὰρ πολλοί, φησί, τῶν ὁρισμῶν τῶν νὺν ἀποδεδομένων ἐοίκασι τοῖς συμπεράσμασι τῶν συλλογισμῶν, οὐκ ἔχοντες ἐν αὑτοῖς τὴν αἰτίαν δι’ ἣν οὕτως ἔχουσιν, ἥτις αἰτία ἀνάλογόν ἐστι τῷ μέσῳ ὅρῳ ἐν τῷ συλλογισμῷ, τουτέστιν ἐκ τῆς ὕλης μόνης ἀποδίδονται. ἡ μὲν οὖν ἔννοια τῶν εἰρημένων αὕτη. τὴν δὲ λέξιν ὁ μὲν Ἀλέξανδρος οὕτω καθίστησιν. νῦν δὲ ὥσπερ συμπεράσματα οἱ λόγοι, ἀντὶ τοῦ οἱ ὁρισμοί, τῶν ὅρων εἰσίν, ἀντὶ τοῦ τῶν συλλογισμῶν· ὅρους δ’ ἐκάλεσε τοὺς συλλογισμούς, διότι ἐκ τῶν ὅρων οἱ συλλογισμοί. καὶ ἄλλως δέ, ὥσπερ συμπεράσματα τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, οἱ ὅροι εἰσίν, ἀντὶ τοῦ οἱ ὁρισμοί, ἵνα τὰς πτώσεις ἐναλλὰξ ποιήσωμεν, καὶ τὴν μὲν γενικὴν τῷ λόγῳ ἀποδῶμεν, τὴν δ’ εὐθεῖαν τῷ ὅρῳ. ἁπλούστερον δὲ οἱ Ἀττικοὶ ἐξηγηταὶ καὶ προσφυέστερόν φασιν οἱ λόγοι τῶν ὄρων ἀντὶ τοῦ οἱ λόγοι τῶν ὁρισμῶν, τουτέστιν οἱ προφορικοὶ λόγοι, δι’ ὧν τοὺς ὁρισμοὺς τῶν πραγμάτων ἀποδίδομεν· τὸ δὲ συμπεράσματά εἰσι, δηλονότι τῶν συλλογισμῶν· τὰ γὰρ συμπεράσματα συλλογισμῶν εἰσι συμπεράσματα. ἅς μάτα. p. 413a 17 οἷον ὅτι ἐστὶν τετραγωνισμὸς τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον εἶναι. Εἰπὼν ὅτι δεῖ τὸν ὁρισμὸν τὸν τέλειον μὴ μόνον τὸ ὅτι ἀλλὰ καὶ τὴν αἰτίαν διδάσκειν καὶ ὅτι οἱ πλεῖ|στοι τῶν ὁρισμῶν τὸ ὅτι μόνον διδάσκουσι g 6r (τοῦτο γάρ ἐστι τὸ ὥσπερ συμπεράσματά εἰσι) παράδειγμα εἰρημένων διὰ τούτων τίθησι, ποῖος μὲν ὁρισμός ἐστιν ἀρχὴ ἀποδείξεως, ποῖος δὲ συμπέρασμα. τὸν γὰρ τετραγωνισμόν, φησίν, εἰ μὲν οὕτως ὁρίσει, τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι ἰσόπλευρον, ὁ τοιοῦτος, φησίν, ὁρισμὸς λόγος τοῦ συμπεράσματός ἐστιν, ἀντὶ τοῦ συμπέρασμά ἐστιν ἀποδείξεως· ἐκ γὰρ τῆς ὕλης εἴληπται. εἰ δέ τις οὕτως ὁρίσαιτο, ὅτι τετραγωνισμός ἐστι μέσης εὕρεσις, ἀρχὴ ἀποδείξεως ὁ τοιοῦτος ὁρισμός· τὸ γὰρ εἶδος καὶ τὴν αἰτίαν εἶπεν. εἰ δέ τις οὕτως εἴποι ‘τετραγωνισμός ἐστι τὸ ἴσον ἑτερομήκει ὀρθογώνιον ποιῆσαι δι’ εὑρέσεως μέσης᾿, ἐκ τοῦ συναμφοτέρου ὡρίσατο, καὶ ἔστιν ὁ τοιοῦτος ὁρισμὸς ἀπόδειξις τῇ θέσει διαφέρουσα. συλλογίσαιτο γὰρ ἄν τις οὕτως· ὁ τετραγωνίσαι βουλόμενος μέσην ἀνάλογον ζητεῖ· ἡ μέση εὑρεθεῖσα ἴσον τῷ ἑτερομήκει ἰσόπλευρον καὶ ὀρθογώνιον ποιεῖ. δῆλον δὲ ὅτι τετραγωνισμὸν τοῦ ἑτερομήκους λέγει. ἔστι δὲ τετράγωνον μὲν ἰσόπλευρόν τε [ἐστὶ] καὶ ὀρθογώνιον, τουτέστι χωρίον καὶ τὰς πλευρὰς τὰς τέσσαρας ἴσας ἔχον καὶ τὰς γωνίας ὀρθάς, ἑτερόμηκες δὲ ὀρθογώνιον μέν ἐστιν, οὐκ ἰσόπλευρον δέ. οἱ οὖν βουλόμενοι τὸ ἑτερόμηκες τετραγωνίσαι μέσην ἀνάλογον ζητοῦσιν. οἷον τί λέγω; ἔστω χωρίον ἑτερόμηκες ἔχον τὴν μὲν ἑτέραν τῶν πλευρῶν πηχῶν ὀκτώ, τὴν δὲ ἑτέραν δύο· σαφὲς ὅτι τὸ ὅλον ἔστι πηχῶν · πᾶν γὰρ τετράπλευρον μετρεῖται πλευρᾶς ἐπὶ πλευρὰν πολλαπλασιαζομένης. ἐὰν οὖν θελήσωμεν τῷ ἑτερομήκει τούτῳ χωρίῳ ἴσον τετράγωνον ποιῆσαι, ὥστε εἶναι πηχῶν ιݲςݲ, ὅσον ἦν καὶ τὸ ὀφείλομεν ὀφείλομεν τῶν β τοῦ ἑτερομήκους μέσην ἀνάλογον εὑρεῖν, ἵνα τοῦτον ἔχῃ τὸν λόγον πρὸς τὴν μείζονα πλευράν, ἥτις ἦν πήχεων ἡ, ὃν λόγον πρὸς αὐτήν, τὴν μέσην λέγω, ἡ τῶν β πήχεων τοῦ ἑτερομήκους ἔχει πλευρά. εἴη δ’ ἄν ἡ τοιαύτη πήχεων τεσσάρων· ὃν γὰρ λόγον ἔχει τὰ τέσσαρα πρὸς τὰ ὀκτώ, τοῦτον τὸν λόγον ἔχει τὰ β πρὸς τὰ δ· ἥμισυ γὰρ ἑκάτερον τοῦ μείζονος. αὕτη ἐστὶ μέση ἀνάλογον· ἐκ ταύτης οὖν ἀναγραφήσεται τετράγωνον χωρίον πήχεων ιݲςݲ ἴσον τῷ ἑτερομήκει. καὶ οὕτως ἐπὶ ἑτερομήκους δεῖ ποιεῖν βουλομένοις ἴσον αὐτῷ τετράγωνον ἀναγράφειν. πάλιν γὰρ εἰ εἴη ἑτερόμηκες ἔχον τὴν μίαν πλευρὰν πηχῶν ιݲςݲ, τὴν ἑτέραν δ, ἀναγράφει χωρίον δηλονότι πήχεων ξδ. τούτῳ εἰ θελήσειας ἴσον τετράγωνον ποιῆσαι, ζήτησον μέσην ἀνάλογον, αὕτη δ’ ἔστι πηχῶν ἡ· ὀκτάκις δὲ τὰ ὀκτὼ ξδ. ὥσπερ γὰρ ἡ τῶν ιݲςݲ πηχῶν πλευρὰ τοῦ διπλασίων ἐστὶ τῆς εὑρεθείσης ὀκταπήχους, οὕτω καὶ αὕτη διπλασίων ἐστὶ τῆς λοιπῆς πλευρᾶς τοῦ ἑτερομήκους, πηχῶν οὔσης τεσσάρων. τὸ οὖν μέσης εὕρεσις, ὁ μὲν Ἀλέξανδρός <φησι> δεδεῖχθαι ἐν τῷ τῶν Εὐκλείδου· τὸ δ’ οὐκ ἔστιν· οὐδὲν γὰρ ἐκεῖ τοιοῦτο δέδεικται, ἀλλ’ ἐν τῷ ἕκτῳ· ἐκεῖ γὰρ δέδεικται ‘δύο δοθεισῶν εὐθειῶν μέσην ἀνάλογον εὑρεῖν᾿, καὶ ῾ἐὰν τρεῖς τρεῖς εὐθεῖαι ἀνάλογον ὦσι, τὸ ὑπὸ τῶν ἄκρων ἴσον ἐστὶ τῷ ἀπὸ τῆς μέσης᾿. Λέγομεν οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν. ὡς πολλάκις εἴρηται, ἐκ τῶν ὑστέρων τῇ φύσει καὶ ἡμῖν σαφεστέρων διδάσκει περὶ τῶν πρώτων καὶ ἀσαφεστέρων. βουλόμενος γὰρ τὸ χαρακτηριστικὸν ἴδιον τῆς ψυχῆς λαβεῖν, ζητεῖ τί ἐστι τὸ τοῦ ἐμψύχου χαρακτηριστικόν, ὅπερ ἐστὶ ψυχῆς ὕστερον τῇ φύσει· τῷ γὰρ μετέχειν ψυχῆς ἔμψυχον λέγεται καὶ ἀπ’ αὐτῆς τὴν προσηγορίαν εἴληφε, τὸ δὲ ἀπό τινος δεύτερον ἐκείνου τοῦ ἀφ’ οὗ ἐστι καὶ λέγεται. εἰ οὖν τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ψυχῆς μετέχειν διαφέρει, διαφέρει δὲ πάλιν καὶ τῷ ζῆν, ψυχῆς ἄρ χαρακτrιριστικὸν ἡ ζωὴ ἔοικεν εἶναι. p. 413a 22 Πλεοναχῶς δὲ τοῦ ζῆν λεγομένου, κἂν ἕν τι τούτων ἐνυπάρχῃ μόνον, ζῆν αὐτό φαμεν. Χαρακτηρίσας κατὰ τὴν ζωὴν τὴν ψυχὴν διαιρεῖ τὴν ζωὴν εἰς διάφορα σημαινόμενα· πλεοναχῶς γάρ, φησί, τοῦ ζῆν λεγομένου, τουτέστι πλειόνων οὐσῶν ψυχικῶν δυνάμεων, καθ’ ἃς τὸ ζῆν ἐγγίνεται τοῖς μετέχουσιν αὐτῶν· καὶ ὅτι τοῦτό φησιν, ἐπάγει οἷον νοῦς, αἴσθησις καὶ τὰ λοιπά. εἶτα ὅτι καθ’ ἕκαστον τούτων ζωή τίς ἐστι πιστούμενός φησιν ὅτι κἂν ἕν τι τούτων ὑπάρχῃ τινί, ζῆν λέγεται τὸ μετέχον αὐτοῦ. ὅθεν καὶ τὰ φυτὰ θρεπτικὴν ἔχοντα δύναμιν ζῇ μηδεμίαν τῶν ἄλλων ἔχοντα, μήτε αἰσθητικὴν μήτε τὴν κτὰ τόπον κινητικὴν μήτε τῶν ἀνωτέρω εἰρημένων μηδεμίαν. ἕπεται δὲ τῇ θρεπτικῇ ἡ αὐξητική· διὰ γὰρ τὴν εἰς τὸ τέλειον εἶδος ἄφιξιν ἡ τροφή· αὔξεται γοῦν τρεφόμενα, ἕως μὴ ἐπικρατεστέρα ᾖ ἡ φθίσις· τότε γὰρ ἡ τροφὴ ἐν ὅσῳ ἐστὶ τὸ εἶδος μόνον φυλάττει. τὸ δὲ κατὰ τοὺς ἐναντίους τόπους ἀντὶ τοῦ πάντῃ· ὡς γὰρ καὶ ἐν τῷ Περὶ γενέσεως εἶπεν, ταῦτα καὶ τρέφεσθαι καὶ αὔξεσθαι λέγεται τὰ κατὰ πᾶν μόριον ἑαυτῶν τρεφόμενα καὶ αὐξόμενα. τὰ γὰρ κατὰ πρόσθεσιν αὔξεσθαι δοκοῦντα οὐ κατὰ πᾶν μόριον ἑαυτῶν αὔξονται, διὸ οὐδὲ αὔξησις ἐπ’ ἐκείνων λέγεται, ἀλλὰ πρόσθεσις. ἐὰν γὰρ ἐπὶ τὸν σωρὸν τοῦ σίτου προσθήσω ἕτερον σῖτον, οὐ δι’ ὅλων τῶν μορίων τοῦ σωροῦ ἡ πρόσθεσις γέγονεν, ἀλλ’ ἐφ’ ἑνός, καθ’ ὃ καὶ ἡ πρόσθεσις ἐγένετο· τὸ δὲ σῶμα ὅλον δι’ ὅλου αὔξει. οὕτως οὖν καὶ τὰ φυτὰ καθ’ ὅλα ἑαυτὰ αὔξει· καὶ | γὰρ κατὰ τὸ ἄνω καὶ τὸ κάτω (καὶ γὰρ καὶ αἱ ῥίζαι εἰς βάθος αὔξονται) g 6v καὶ δεξιὰ καὶ ἀριστερά (εἰς πλάτος γὰρ ἑκατέρωθεν ἐπιδίδωσιν), ἀλλὰ ἔμπροσθεν καὶ ὄπισθεν· ὁμαλὴν γὰρ καὶ ἴσην καὶ τὴν κατὰ βάθος ποιεῖται αὔξησιν. ὥστε εἰ καὶ ταῦτα ζῆν λέγεται μίαν τὴν θρεπτικὴν δύναμιν ἔχοντα, ἔοικεν ἄρα ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωὴ εἶναι. p. 413a 31 Χωρίζεσθαι δὲ τοῦτο μὲν τῶν ἄλλων δυνατόν, τὰ δὲ ἄλλα τούτου ἀδύνατον ἐν τοῖς θνητοῖς. Ὅτι μὲν οὖν ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωή ἐστι καὶ ζῆν ποιεῖ τὰ μετέχοντα ἤδη εἶπεν· δῆλον γὰρ ὅτι καὶ τὰ αἰσθήσεως μετέχοντα κατὰ αὐτὸ τοῦτο ζῇ, μᾶλλον δὲ καὶ τρανεστέραν ζωὴν ἔχει, ὁμοίως δὲ καὶ τὰ νοῦ μετέχοντα ζῇ κατ’ αὐτὸ τοῦτο. ἀλλ’ εἰ καὶ ἑκάστη τῶν δυνάμεων τούτων ζωή ἐστιν, ἀλλ’ οὖν, φησίν, ἡ μὲν θρεπτικὴ καὶ χωρὶς τούτων εἶναι δύναται ἐσχάτη πάντων οὖσα, ἐκεῖναι δὲ δίχα ταύτης οὔκ εἰσι. καὶ καλῶς προσέθηκεν ἐν τοῖς θνητοῖς· ἐν γὰρ τοῖς θείοις ἄχρηστος ἡ θρε- πτική, αὐξήσεως καὶ μειώσεως ἐκεῖ μὴ οὔσης, ἐπὶ μέντοι τῶν θνητῶν δι’ αὐτὸ τοῦτο <τὸ> θνητὰ εἶναι ἀδύνατον τὴν κρείττονα γενέσθαι ψυχικὴν δύναμιν μὴ οὔσης τῆς καταδεεστέρας, καὶ διὰ τὰς πολλάκις εἰρημένας αἰτίας· ἐπεὶ γὰρ θνητόν ἐστι καὶ δέεται εἰσροῆς, ἐπειδὴ καὶ ἀπορρεῖ, ἀνάγκη πάντως τῆς θρεπτικῆς δυνάμεως τῆς προσυφαινούσης ἀντὶ τοῦ ἀπορρεύσαντος ἐν τῷ σώματι, ἵνα φυλάττηται τὸ εἶδος. διὰ τοῦτο δίχα τῆς θρεπτικῆς δυνάμως οὐδέν ἐστι τῶν ἐμψύχων. τὰ μέντοι λογικὰ καὶ θυμοῦ μετέχει καὶ ἐπιθυμίας, ἵνα καὶ προσιῶνται τὰ σωστικὰ τοῦ ζῴου καὶ ἀποσείωνται τὰ λυμαινόμενα. φανερὸν δὲ ἐπὶ τῶν φυομένων ὅτι ἡ θρεπτικὴ δύναμις τῶν ὤων χωρίζεται· τὰ γὰρ φυτὰ ταύτην μὲν ἔχουσι, οὖσι, τῶν δὲ ἄλλων οὐδεμίαν· οὔτε γὰρ αἰσθητικὴν οὔτε ὀρεκτικὴν οὔτε τινὰ τῶν ἐπάνω πολλῷ μᾶλλον. p. 413b 1 Τὸ μὲν οὖν ζῆν διὰ τὴν ἀρχὴν ταύτην ὑπάρχει πᾶσι τοῖς ζῶσιν. Eἰπὼν ἐν τοῖς ἐπάνω ὅτι κἄν ἕν τι τούτων ὑπάρχῃ, ζῆν λέγεται, νῦν λέγει ὅτι παρὰ τῆς θρεπτικῆς δυνάμεως τὸ ζῆν ὑπάρχει. εἰ οὖν τοῦτο λέγει ὅτι ἔνθα ἄν ἡ τῶν ἄλλων τις, ἀνάγκη καὶ ταύτην εἶναι, ἄν τε μόνη ᾖ, εὐθὺς καὶ τὰ μετέχοντα ζῆν λέγεται. πρὸς δὲ τούτοις εἰ τὸ ζῆν ἐστιν, ὡς αὐτὸς μικρῷ πρόσθεν ὡρίσατο, τὸ δι’ αὐτοῦ τρέφεσθαί τε καὶ αὔξεσθαι, τὸ δὲ τρέφεσθαί τε καὶ αὔξεσθαι παρὰ τῆς θρεπτικῆς, εἰκότως ἄρα καὶ τὸ ζῆν παρὰ ταύτης, ὅτι εἰ καὶ ἑκάστη τῶν ψυχικῶν δυνάμεων ζωή τίς ἐστι, τὰ μέντοι θνητὰ ἄνευ τῆς θρεπτικῆς εἶναι οὐ δύναται, ἀλλὰ μάλιστα ἡ ζωὴ αὐτῶν κατὰ ταύτην χαρακτηρίζεται, διὰ τὸ ῥευστὴν μὲν εἶναι τὴν φύσιν αὐτῶν, ἄνευ δὲ τοῦ προσκρίνοντος ἀντὶ τοῦ ἀπορρεύσαντος εἶναι μὴ δύνασθαι· τοῦτο δὲ ποιεῖ ἡ θρεπτική. εἰκότως ἄρα εἶπε τὸ ζῆν εἶναι τοῖς ἐμψύχοις διὰ ταύτην. p. 413152 Τὸ δὲ ζῷον διὰ τὴν αἴσθησιν πρώτως. Ὡσπερ τὰ ζῶντα κατὰ τὴν θρεπτικὴν δύναμιν χαρακτηρίζεται, οὕτω καὶ τὰ ζῷα κτὰ τὴν αἰσθητικήν· ὥστε τὰ μόνης ταύτης μετέχοντα, κἂν μηδεμιᾶς ἄλλης τῶν ὑπερτέρων μετέχῃ, ζῷα λέγεται. πρώτως δὲ μετέχειν τῶν αἰσθήσεων φησι τὰ μετέχοντα τῆς ἁφῆς. διὸ κἂν αὐτῆς μόνης μετέχοι τι, οὐ μόνον ζῆν λέγεται, ἀλλὰ καὶ ζῷον εἶναι, διότι τῇ αἰσθήσει τὸ ζῷον χαρακτηρίζεται, οἷά ἐστι τὰ ζώφυτα καλούμενα, οἷον οἱ σπόγγοι· μόνης γὰρ ἁφῆς οὗτοι μετέχουσιν· ἅπερ ζώφυτα ἐκλήθη, διότι ζῷα μέν ἐστι παρὰ τὸ αἰσθήσεως μετέχειν, φυτῶν δὲ ἔχει τὸ μὴ ἀμείβειν τόπον ἐκ τόπου. μᾶλλον δὲ καὶ κατὰ αὐτὸ τοῦτο ἔχει τι τῶν ζῴων, καὶ οὐδὲ τοῦτο καθάκαξ τῶν φυτῶν ἔχει· ἀμείβει γὰρ κατὰ μόρια τοὺς τόπους συστελλόμενα καὶ ἐκτεινόμενα. εἰ δὲ ἐκ τῆς αἰσθήσεως χαρακτηρίζει τὰ ζῷ, αἴσθησις δὲ οὐκ ἔστιν ἐν τοῖς θείοις, αἴσθησιν δέ φημι τὴν κατὰ τὰς εݲ ταύτας τὰς ἡμετέρας, ἔοικεν ἄρα μὴ λέγειν ἐκεῖνα εἶναι ζῷα, οἷον τὰ οὐράνια. ἀλλὰ λέγω ὅτι περὶ τῶν θνητῶν ὁ λόγος· ἐν ἐκείνοις δ’ εἰ καὶ μή εἰσιν αὗται αἱ αἰσθήσεις, κρείττονες δῆλον ὅτι εἰσὶν ἄλλαι καὶ θειότεραι. ἀπορήσειε δ’ ἄν τις ὅτι εἰ ἐκ τοῦ ζῆν τὸ ζῷον προσηγόρευται, ζῇ δὲ καὶ τὰ φυτά, διὰ τί μὴ κἀκεῖνα ζῷα λέγομεν. αὐτὸς δὲ τοῦτο αὐτὸ ἐπιλυόμενος ἐν τοῖς ἑξῆς φησιν ὅτι ὥσπερ δρομέας λέγομεν οὐ τοὺς ὁπωσοῦν τοῦ τρέχειν μετέχοντας, ἀλλὰ τοὺς σφοδρῶς καὶ τρανέστερον μετειληφότας τοῦ τρέχειν, οὕτω καὶ ζῷα λέγονται οὐ τὰ ὁπωσοῦν μετέχοντα τοὐ ζῆν καὶ τῆς ζωῆς, ἀλλ’ ἐν οἷς τὸ τῆς ζωῆς εἶδος τρανέστερον. τρανεστέρα δὲ τῶν αἰσθήσεων ζωὴ ἢ θρεπτική. p. 413b 5 Ὥσπερ δὲ τὸ θρεπτικὸν δύναται χωρίζεσθαι τῆς ἁφῆς καὶ πάσης αἰσθήσεως, οὕτως ἡ ἁφὴ τῶν ἄλλων αἰσθήσεων. Ὡσπερ δὲ ἀντὶ τοῦ ὥσπερ γά)· ἔστι γὰρ αἰτιολογικόν. εἰπὼν γὰρ ὅτι πρώτη τῶν ἄλλων αἰσθήσεων ἡ ἁφή, τοῦτο κατασκευάζει διὰ τούτων. ὥσπερ γὰρ τὰ μετέχοντα τῶν ἄλλων ψυχικῶν δυνάμεων πολλῷ πρότερον τῆς θρεπτικῆς μετέχει, οὐκέτι δὲ τὰ τῆς θρεπτικῆς μετέχοντα ἀνάγκη καὶ τῶν ἄλλων τινὸς μετέχειν, ἀλλὰ καὶ καθ’ αὑτὴν θεωρεῖται ὡς ἐπὶ τῶν φυτῶν, οὕτω καὶ τὰ τινὸς τῶν ἄλλων αἰσθήσεων μετέχοντα ἀνάγκη πᾶσα καὶ ἁφῆς μετασχεῖν, οὐκέτι μέντοι καὶ ἔμπαλιν· πολλὰ γοῦν ἁφῆς μετέ- χοντα οὐδεμιᾶς τῶν ἄλλων μετέχει, ὡς σπόγγοι καὶ ὄστρεα καὶ οἱ καλούμενοι κοχλίαι καὶ ὅλως τὰ κογχύλια. | ὥστε εἰ πρότερόν ἐστι τῇ φύσει τὸ συνεισφερόμενον ἄλλῳ καὶ ἀναιρεθὲν συναναιροῦν, προτέρα ἄρα τῶν αἰσθήσεων ἡ ἁπτική. δύναται δὲ τὸ ὥσπερ δὲ καὶ ἀπὸ ἄλλης ἀρχῆς εἰρῆσθαι. p. 413a 9 Δι’ ἣν δ’ αἰτίαν ἑκάτερον τούτων συμβέβηκεν, ὕστερον ἐροῦμεν. Ἑκάτερον τούτων, διὰ τί τό τε θρεπτικὸν τῶν ἄνων τῆς ψυχῆς δυνάμεων χωρίζεται καὶ τὸ ἁπτικὸν τῶν ἄλλων αἰσθήσεων· ἐρεῖ γὰρ ἐν τοῖς ἐφεξῆς τὴν αἰτίαν ἣν ἤδη εἶπον, ὅτι τοῦ σώματος ῥευστοῦ ὄντος ἀνάγκη πᾶσα ἐν] τοῖς μετέχουσι τῆς ζωῆς τῆς θρεπτικῆς δυνάμεως διὰ τὴν σωκρείττον τηρίαν τοῦ εἴδους μετέχειν. διὰ τοῦτο καὶ ἡ ἁφὴ τῶν ἄλλων ·χωριστὴ καὶ μετὰ τῶν ἄλλων πασῶν, διότι ἡ αἴσθησις πρὸς διάκρισιν τῶν τε οἰκείων καὶ σωστικῶν τοῦ ζῴου καὶ τῶν ἀλλοτρίων καὶ φθαρτικῶν ὑπάρχει, οἰκειότατα δὲ ἡμῖν τῶν αἰσθητῶν τὰ ἐξ ὧν συνεστήκαμεν· ταῦτα δέ ἐστι τὸ ξηρόν, τὸ ὑγρόν, τὸ θερμόν, τὸ ψυχρόν· τούτων δὲ ἔχει τὴν αὐτὴν λῆψιν ἡ ἁφή. εἰκότως ἄρα πρωτίστη καὶ καθολικωτάτη τῶν αἰσθήσεων ἡ ἁφή, καὶ ἄνευ ταύτης οὐδεμία τῶν ἄλλων εἶναι δύναται. p. 413b 10 Νῦν δὲ τοσοῦτον εἰρήσθω μόνον, ὅτι ἐστὶν ἡ ψυχὴ πάντων τῶν εἰρημένων ἀρχὴ καὶ τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει. οἱ μὲν πᾶσαν ψυχὴν ἀπαθανατίζειν βουλόμενοι λέγουσι τὸ μὲν θρεπτικὸν καὶ αὐξητικὸν καὶ τὰ ὅμοια ἐνεργείας εἶναι ψυχῆς, ἅς φασι καὶ τὸν Ἀριστοτέλη ἀχωρίστους εἶναι λέγειν, τὴν μέντοι ψυχὴν καὶ τὰς δυνάμεις, ἀφ’ ὧν αἱ ἐνέργειαι αὗται προέρχονται, ταύτας εἶναι χωριστάς· τὴν ψυχὴν οὖν αἰτίαν καὶ ἀρχὴν τούτων τῶν ἐνεργειῶν φασι λέγειν αὐτόν, τῆς θρεπτικῆς καὶ αἰσθητικῆς καὶ τῶν ἄλλων. ὅτι δὲ οὐ τοῦτο οἴεται ὁ Ἀριστοτέλης, πολλάκις εἴρηται. προσφυέστερον δὲ καὶ ἀληθέστερον ὁ Ἀλέξανδρος ἐξηγεῖται ἀρχὴν καὶ αἰτίαν εἶναι λέγων τὴν ψυχὴν τοῦ τρέφεσθαι, τοῦ αὔξεσθαι, τοῦ αἰσθάνεσθαι, ἅπερ εἰσὶ τῷ ὄντι ἐνέργειαι ψυχῆς. ὅτι δὲ οὐκ ἀρχὴν τοῦ θρεπτικοῦ καὶ αἰσθητικοῦ τὴν ψυχὴν λέγει, ἐδήλωσεν ἐξ ὧν ἐπάγει ὅτι τούτοις ὥρισται, θρεπτικῷ, αἰσθητικῷ καὶ τοῖς λοιποῖς, ἀντὶ τοὐ περιώρισται ἐν τούτοις ἡ ψυχή, καὶ ἐν τούτοις τὸ εἶναι τῇ ψυχῇ. ἐπὶ πᾶσι δὲ καὶ ὕστερον ἐπάγει τὸ κινητικόν, διότι ἐν πᾶσιν ὁρᾶται τοῖς εἰρημένοις ἡ κίνησις, καὶ ἐν τῷ διανοητικῷ ἐκ ζητήσεως εἰς εὕρεσιν, καὶ ἀπὸ προτάσεων ἐπὶ συμπεράσματα. p. 413b 13 Πότερον δὲ τούτων ἕκαστόν ἐστι ψυχὴ ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον οὕτως ὥστε εἶναι χωριστὸν λόγῳ μόνῳ ἢ καὶ τόπῳ. Ὅπερ καὶ ἐν τῷ πρώτῳ λόγῳ ἠπόρησε, τοῦτο καὶ νῦν ἀπορεῖ, ὅτι ἆρα κατὰ μόρια σωματικὰ διῄρηνται αἱ τῆς ψυχῆς δυνάμεις τῷ τόπῳ, ὥσπερ ἐδόκει λέγειν καὶ ὁ Τίμαιος λέγων ἐν καρδίᾳ μὲν εἶναι τὸ θυμικόν, τὸ δὲ ἐπιθυμητικὸν ἐν ἥπατι καὶ ἐν ἐγκεφάλῳ τὸ αἰσθητικόν, ἢ οὐ τόπῳ οὐδὲ κατὰ μόρια τοῦ σώματος, ἀλλὰ μόνον τῷ λόγῳ, τουτέστι τῇ οὐσία, ἕτερά ἐστιν ἀλλήλων; ἄλλος γὰρ ἑκάστης δυνάμεως ὁ ὁρισμὸς δηλονότι. ἐπιλύεται οὗν τοῦτο τῷ αὐτῷ τρόπῳ ὥσπερ καὶ ἐξ ἀρχῆς, ἔκ τε τῶν φυτῶν καὶ τῶν ἐντόμων. οὐ γὰρ χαλεπόν, φησίν, ἐπὶ ἐνίων δυνάμεων τῆς ψυχῆς ἰδεῖν ὅτι οὔκ εἰσι κεχωρισμέναι τῷ τόπῳ. ἐπί τε γὰρ τῶν φυτῶν διαιρουμένων ἐν ἑκάστῳ τῶν κλάδων εὑρήσεις καὶ τὸ θρεπτικὸν καὶ αὐξητικὸν καὶ γεννητικόν, ὥστε ἡ ἐν τοῖς φυτοῖς ψυχὴ ἐνεργείᾳ μὲν μία ἐστί, δυνάμει δὲ πολλαί, διότι διαιρουμένου τοῦ φυτοῦ ἐν ἑκάστῳ τῶν ὦ διαιρεθέντων τέλειον τῆς ψυχῆς τῆς φυτικῆς τὸ εἶδος ὁρᾶται. ὥστε πρότερον μὲν μία ἦν τῷ ἀριθμῷ πρὸ τῆς διαιρέσεως, μετὰ δὲ τὴν διαίρεσιν πλείους μὲν τῷ ἀριθμῷ γεγόνασιν, εἴδει δὲ μία. ἔστι γὰρ ἐν τοῖς φυτοῖς δι’ ὅλου καὶ ἐν ἑκάστῳ τῶν κλάδων σπέρματι ἀνάλογον ἡ ἐντεριώνη, ἐν ᾗ ἡ ψυχὴ ἀμερῶς τὸ εἶναι ἔχει· ὅθεν διὰ τὴν ἐκείνης ἀμέρειαν καὶ ἐν τῷ ἀποτμηθέντι κλάδῳ πᾶσαι αἱ δυνάμεις αὐτῆς εὑρίσκονται. ὁμοίως καὶ ἐπὶ τῶν ἐντόμων ἔχει· εἰ γὰρ διαιρεθείη ταῦτα, ἕκαστον τῶν διαιρεθέντων καὶ τὴν αἰσθητικὴν καὶ τὴν κινητικὴν ἔχον δύναμιν ὁρᾶται· εἰ δὲ ἦσαν τῷ τόπῳ διῃρημέναι αἱ τῆς ψυχῆς δυνάμεις, ἔδει τὴν μὲν αἰσθητικὴν δύναμιν ἐν τῷδε εἶναι τῶ μορίῳ, ἐν ἑτέρῳ δὲ τὴν κινητικήν. μᾶλλον δὲ τοῦ ἐπὶ τῶν φυτῶν παραδείγματος ἕνεκεν ἐλήφθη· πρόκειται γὰρ αὐτῷ δεῖξαί τινας δυνάμεις τῆς ψυχῆς ἀμερίστους εἶναι τῷ τόπῳ, τὰ δὲ φυτὰ μίαν ἔχει ψυχικὴν δύναμιν· διὰ γὰρ τὴν γεννητικὴν χρεία τῆς αὐξητικῆς, διὰ ταύτην δὲ τῆς θρεπτικῆς. φησὶν οὖν ὅτι ὥσπερ ἐπὶ τῶν φυτῶν διαιρουμένων ἐν ἑκάστῳ τῶν μορίων πᾶσα ἡ ψυχικὴ δύναμις ὁρᾶται, οὕτως καὶ ἐπὶ τῶν ἐντόμων πλείους ἐχόντων ψυχικὰς δυνάμεις πᾶσαι ἐν ἑκάστῳ τῶν διαιρεθέντων εὑρίσκονται μορίων. ἐπὶ μὲν οὖν ἰῆς ἁπτικῆς δυνάμεως καὶ τῆς κατὰ τόπον κινητικῆς προχωρήσει αὐτῷ ὁ λόγος· ἐπὶ δὲ τῶν λοιπῶν, ὀπτικῆς, ἀκουστικῆς, γευστικῆς, ὀσφραντικῆς, τάχα δὲ καὶ ἐπὶ τῆς ἐπιθυμητικῆς τε καὶ θυμοειδοῦς, οὐκέτι ἔχει δεικνύναι ὡς οὔκ εἰσι τόπῳ κεχω- ρισμέναι. ἐναργῶς γὰρ κατὰ μόρια τοῦ σώματος διῄρηνται ἀλλήλων, εἰ μή τις τοῦτο λέγοι ὡς καὶ αὗται ἀμέριστοι ἀλλήλων εἰσί, διότι πᾶσαι ἐκ τοῦ ἐγκεφάλου προίασιν, ὅθεν εἰ πάθοι τι ὁ ἐγκέφαλος, ἀναίσθητον παντελῶς καὶ ἀκίνητον τὸ ζῷον γίνεται. ἐπιτιθεμένου γὰρ ἐπὶ τὸν ἐγκέφαλον κάρφους πᾶσα αἴσθησις καὶ κίνησις ἀνενέργητος μένει. ἔτι δὲ σαφέστερον τοῦτο δείκνυται ἐντεῦθεν· εἰ γὰρ ἔμφραξις γένοιτο ἐν τῷ νεύρῳ, ἢ τμη- θείη ἢ δεθείη, τὸ μὲν ἄνω μέρος τοῦ σώματος αἰσθάνεταί τε καὶ κινεῖται, τὸ δὲ κάτω ἀκίνητόν ἐστι καὶ ἀναί|σθητον. ὥστε ἐκ τοῦ ἐγκεφάλου ἄλου πᾶσαι g 7v αἱ αἰσθητικαὶ δυνάμεις προέρχονται· ἐπειδὴ δὲ δέονται ὀργάνων, καὶ ὀργάνων οὐ τῶν αὐτῶν, ἐπεὶ καὶ αἱ δυνάμεις διάφοροι, ἑκάστη ἐν τῷ οἰκείῳ διαφαίνεται ὀργάνῳ. ἴσως οὖν ταύτῃ παραμυθήσαιτο ἄν τις τὴν ἀπορίαν· ἀλλ’ οὐ φαίνεται οὕτω βουλόμενος ἀμερεῖς αὐτὰς εἶναι ὁ Ἀριστοτέλης, ὡς ἔν τινι μὲν μορίῳ πάσας οὔσας, ἀπ’ ἐκείνου δὲ εἰς τὸ λοιπὸν φοιτᾶν σῶμα, ἀλλὰ ἐν ὅλῳ εἶναι τῷ σώματι ἀμερίστως· τοιούτοις γὰρ ἐχρήσατο παραδείγμασιν τῷ τε κατὰ τὰ φυτὰ καὶ τὰ ἔντομα. ἀλλά φασιν ὅτι ἐν τῷ πνεύματι ἱδρῦσθαι αὐτὰς βούλεται· ὅλον γὰρ δι’ ὅλου ἐκεῖνο καὶ ὁρᾶν καὶ ἀκούειν καὶ ταῖς λοιπαῖς ἐνεργεῖν αἰσθήσεσι, καὶ οὕτως εἶναι ἐν ἐκείνῳ τὰς αἰσθήσεις πάσας, ὡς ἐν τοῖς φυτοῖς τὰς φυτικὰς δυνάμεις καὶ ἐν τοῖς ἐντόμοις τήν τε ἁφὴν καὶ τὴν κατὰ τόπον κίνησιν· μηδὲ γὰρ διωργανῶσθαι τὸ πνεῦμα, ἀλλ’ ὥσπερ ἐν κεράμῳ παχυνόμενον τὸ ὕδωρ ἤ τι τοιοῦτον ἄλλο συσχηματίζεται τῷ ἀγγείῳ, οὕτω καὶ τὸ πνεῦμα ἐκ τῆς μοχθηρᾶς ἐν τῷ σώματι τούτῳ διαίτης ὑπὸ τῶν ἐκ ταύτης ἀτμῶν παχύνεσθαι καὶ ἔνθεν ὁρᾶσθαι τὰ ἐν τοῖς τάφοις φαντάσματα ἐσχηματισμένα οἷόν περ καὶ τὸ σῶμα τοῦτο, διὰ δὲ τὸ εὔπλαστον καὶ εἰς ἕτερα μεταβάλλεσθαι σχήματα τῇ φαντασίᾳ συνδιαπλαττόμενον. διό|φασι καὶ τοῖς καθαρμοῖς κεχρῆσθαι εἰς τὸ λεπτύνειν τοὺς ἐν αὐτῷ ἐγγενομένους ἀτμοὺς καὶ διαίτης ἐπιμελεῖσθαι τοὺς σπουδαιοτέρους λεπτῆς, καὶ ἀπέχεσθαι πολλῶν ἐδωδίμων, ὅσα παχύτερον αὐτὸ ποιεῖ· ὑπὸ γὰρ ἀτμῶν καὶ αὐτὸ τρέφεσθαι. ἀλλὰ πρὸς τοῦτο εἴποιμι ἂν ὅτι εἰ μὴ διωργάνωται τὸ πνεῦμα, οὐχ ὑποπεσεῖται τῷ ὅρῳ ἡ ἐν αὐτῷ ψυχή· ὀργανικοῦ γὰρ σώματος εἶπεν εἶναι τὴν ψυχὴν ἐντελέχειαν· ταύτῃ γὰρ διέκρινε τῶν εἰδῶν τῶν ἀψύχων αὐτήν. καὶ γὰρ ἐκείνων τὸ εἶδος ἐντελέχειά ἐστιν, ἀλλ’ οὐκ ὀργανικὸν σῶμα λίθος καὶ τὰ ὅμοια. εἰ μὲν οὖν καὶ ἡ ἐν τῷ πνεύματι ψυχὴ ὑποπίπτει τῷ ὅρῳ, ἀνάγκη διωργανῶσθαι τὸ πνεῦμα· εἰ δὲ διωργάνωται, ἀνάγκη συνδιαιρεῖσθαι τοῖς ὀργάνοις τὰ τῆς ψυχῆς μόρια. δῆλον γὰρ ὅτι ἑκάστη δύναμις ἐν ἑκάστῳ τῶν ὀργάνων ἐνιδρυμένη οὕτως ἐνεργεῖ· οὐ γὰρ δήπου ἐν ἄλλῳ τινὶ ἵδρυται· ἐν γὰρ τῷ πνεύματι πρώτῳ. εἰ μὲν οὖν ἡ ὄψις, εἰ τύχοι, ὄργανον ἴδιον ἔχουσα οὐ μόνον ἐν αὐτῷ ἐνεργεῖ τῷ ὀργάνῳ, ἀλλὰ καὶ ἐν τοῖς λοιποῖς μορίοις τοῦ πνεύματος, περιττὸν καὶ μάτην τὸ ὄργανον· εἰ δὲ ἐν αὐτῷ μόνῳ ἐνεργεῖ καὶ ἐν αὐτῷ μόνῳ ἵδρυται, διὰ τί ἐν ἄλλῳ μὲν μορίῳ τοῦ πνεύματος ἔχει τὸ εἶναι ἡ ὄψις, ἐν ἄλλῳ δ’ ἐνεργεῖ, εἰ μή τις πλασματωδῶς ὑποθοῖτο καὶ ἐν ἐκείνῳ ἐν ἑνὶ μὲν μορίῳ εἶναι πάσας, ἐξ ἐκείνου δ’ ἐπὶ τὸ λοιπὸν φοιτᾶν. πόθεν γὰρ τοῦτο οὕτως ἔχον δείξειεν; ὅπερ δ’ ἐπὶ τῆς ὄψεως εἴρηται, τοῦτο δῆλον ὅτι καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων ἔσται. εἰ δὲ τοῦτο ἀληθές, ἀνάγκη κατὰ μόρια τοῦ σώματος διῃρῆσθαι τὴν ψυχήν. εἰ μὲν οὖν διωργάνωται τὸ πνεῦμα, ἕψεται ὅπερ εἶπον, τὸ κατὰ μόρια διῃρῆσθαι τὴν ψυχήν· εἰ δὲ μὴ διωργάνωται, οὐ περιέξει τὴν ἄλογον ψυχὴν ὁ ὅρος, ἀλλὰ μόνην τὴν φυτικὴν καὶ τὴν λογικήν· ἐν γὰρ τῷ πνεύματι τὸ εἶναι τῇ ἀλόγῳ· εἰ μή τις τοῦτο εἴποι ὅτι ὡς ἐν τούτῳ τῷ σώματι πολιτευομένην ὡρίσατο τὴν ψυχήν, ἐπεὶ μηδὲ τἀς τῶν οὐρανίων ψυχὰς περιλαμβάνει ὁ ὅρος· οὐδὲ γὰρ ἐκεῖνα διωργάνωται. p. 413b 16 Ἔνια δὲ ἀπορίαν ἔχει. Εἰ μὴ καὶ τῷ τόπῳ κεχώρισται. λέγει δὲ περὶ τοῦ νοῦ, ὡς ἐφεξῆς ἐρεῖ. p. 413b 22 Εἰ δὲ αἴσθησιν, καὶ φαντασίαν καὶ ὄρεξιν· ὅπου μὲν γὰρ αἴσθησις καὶ ἡδονὴ καὶ λύπη· ὅπου δὲ ταῦτα, ἐξ ἀνάγκης καὶ ἐπιθυμία. Δείξας ὅτι τὸ αἰσθητικὸν καὶ τὸ κατὰ τόπον κινητικὸν ἀχώριστά εἰσιν ἀλλήλων τῷ τόπῳ, ἐκ τούτων βούλεται συλλογίσασθαι ὅτι καὶ τὸ ὀρεκτικὸν καὶ φανταστικὸν καὶ αὐτὰ ἀχώριστα. καὶ περὶ μὲν τοῦ ὀρεκτικοῦ συλλογίζεται, περὶ δὲ τοῦ φανταστικοῦ οὐκέτι· οὐ γὰρ δοκεῖ αὐτῷ τὸ αἴσθησιν ἔχον εὐθὺς καὶ φαντασίαν ἔχειν. μύρμηκες μὲν γὰρ καὶ μυῖαι καὶ πολλὰ τοιαῦτα ὅτι φαντασίαν ἔχει, πρόδηλον· ἴσασι γὰρ ἑαυτῶν τὰς καταδύσεις· σκώληκες δέ, ὡς ἐν τοῖς ἑξῆς ἐρεῖ. οὐ φαίνονται φαντασίαν ἔχοντες· ὁρῶνται γὰρ πεπλανημένας ποιούμενοι τὰς κινήσεις, ὥστε ἢ οὐκ ἔχουσι τὸ φανταστικόν, ἢ εἰ καὶ ἔχουσιν, ἀμυδρότατον καὶ τοιοῦτον, ὡς μηδὲ δοκεῖν εἶναι. ὅτι μέντοι τὸ αἴσθησιν ἔχον εὐθὺς καὶ ὄρεξιν ἔχει, τοῦτο δείκνυσιν ἐνταῦθα. τὰ γὰρ αἴσθησιν ἔχοντα τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἀντίληψιν ἔχει· τούτου γὰρ διακριτικόν ἐστιν ἡ αἴσθησις, καὶ μάλιστα τῶν ἄλλων ἡ ἁφή· τὸ δὲ τούτων ἀντιλαμβανόμενον φεύγει μὲν τὸ λυποῦν, προσίεται δὲ τὸ ἡδύ. ὁρῶνται γὰρ οἱ κοχλίαι οὕτω, καίτοι μόνης τῆς ἁπτικῆς μετέχοντες, ὕδατος μὲν προσενεχθέντος προ·ιόντες ἔξω τῶν ὀστράκων ἑαυτῶν καὶ ἐμφορούμενοι, σκληροῦ δέ τινος ἢ τραχέος ἐφαψαμένου συστελλόμενοι· καὶ σπόγγοι δὲ ὁμοίως συστέλλονται ἁψαμένου τινὸς ἀνιαροῦ· τὸ δὲ προσίεσθαι τὸ ἡδὺ καὶ φεύγειν τὸ λυπηρὸν ἐπιθυμίας ἐστὶ καὶ ὀρέξεως. ταῦτα δὲ φαντασίαν ἔχειν οὐκ εὔλογον. p. 413b 24 Περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερον. Εἰπὼν ὅτι ἔνι μόρια τῆς ψυχῆς οὐ χαλεπὸν ἰδεῖν ὅτι ἀχώριστά ἐστιν ἀλλήλων τῷ τόπῳ, καὶ δείξας | ὅτι τὸ αἰσθητικὸν καὶ τὸ κατὰ g 8r τόπον κινητικὸν ἐναργῶς ἀχώριστά ἐστιν ἀλλήλων τῷ τόπῳ, εἶτα ἐκ τού· τῶν καὶ περὶ τοῦ ὀρεκτικοῦ συλλογισάμενος, ἐπεὶ καὶ ὁ νοῦς μόριον εἶναι τῆς κοινότερον λεγομένης ψυχῆς, διὰ τοῦτό φησιν ὅτι ἐκ τῶν εἰρημένων οὐδὲν ἔχομεν λέγειν φανερὸν περὶ τοῦ νοῦ ὅτι καὶ αὐτὸς ἀχώριστός ἐστι τῷ τόπῳ τῶν ἄλλων δυνάμεων· οὐ γὰρ ὥσπερ συνελογισάμεθα περὶ τῆς ὀρέξεως, οὕτω καὶ περὶ τοῦ νοῦ ἐκ τῶν εἰρημένων συλλογίσασθαι δυνατόν. εἶτα ἐπειδὴ δοκεῖ αὐτῷ χωριστὸν εἶναι τὸν νοῦν, αὐτὸ τοῦτο ἐπήγαγε· ταὐτὸν δέ φησι νοῦν καὶ τὴν θεωρητικὴν αὐτοῦ δύναμιν. τοῦ γὰρ νοῦ τὸ μέν ἐστι θεωρητικόν, τὸ δὲ πρακτικόν. τὸ μὲν οὖν πρακτικὸν ἐκ τῆς σχέσεως αὐτῷ γίνεται τῆς πρὸς τὸ σῶμα· διὸ μετὰ τὸ ἀπολυθῆναι σώματος μόνος ἔσται θεωρητικός, οὐκέτι δὲ καὶ πρακτικός. ὁ] αὐτὸς δ’ ἐν τοῖς ἑξῆς τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ μόνῳ τῷ τέλει διαφέρειν φησί, τῷ ὑποκειμένῳ μὴ διαφέροντας, ὡς οὐδὲ τὸ σπέρμα καὶ ὁ καρπός· τῷ μὲν γὰρ θεωρητικῷ τέλος ἐστὶν ἡ τῆς ἀληθείας κατάληψις, τῷ δὲ πρακτικῷ ἡ τοῦ ἀγαθοῦ. ἐπεὶ οὖν μόνος ὁ θεωρητικὸς νοῦς χωριστός ἐστι, διὰ τοῦτο προσέθηκε καὶ τῆς θεωρη|τικῆς αὐτοῦ δυνάμεως. p. 413b 25 Ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι, καθάπερ τὸ ἀίδιον τοῦ φθαρτοῦ. Ἐναργῶς πάλιν διὰ τούτου καὶ ἑτέρας οὐσίας εἶναι τὸν νοῦν καὶ χωριστὸν εἶναι τοὐ σώματος καὶ ἀθάνατον ἀπεφήνατο. διὰ δὲ τοῦ εἰπεῖν ὅτι ἕτερον γένος εἶναι ψυχῆς τὸν νοῦν ἔδειξεν ὅτι ὁμώνυμόν ἐστι τὸ τῆς ψυχῆς ὄνομα. εἶτα ὅτι ὁ μὲν νοῦς μόνος χωριστὴν ἔχει τὴν οὐσίαν, ἡ δὲ λοιπὴ πᾶσα ψυχὴ ἀχώριστον, ἐπήγαγε τὸ καὶ τοῦτο μόνον ἐνδέχεται χωρίζεσθαι. εἶτα ἐπειδὴ ὁμώνυμον τὸ χωρίζεσθαι λέγονται γὰρ καὶ τῶν χωρίζεσθαι. τινὰ χωριστά, ἅπερ ἅμα τε χωρίζεται τοῦ ὑποκειμένου καὶ φθείρεται), διὰ τοῦτο ἐπήγαγε καὶ τί τὸ εἶδος τοῦ χωρισμοῦ· καθάπερ γάρ, φησί, τὸ ἀίδιον τοῦ φθαρτοῦ· φθαρτοῦ· οὕτω γάρ ἐστι, φησί, χωριστὸς ὁ νοῦς ἀπὸ τῶν σωμάτων καὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων, ὥσπερ ἐστὶ χωριστὸν τοῦ φθαρτοῦ τὸ ἀίδιον. ὥστε φθαρτὰ μὲν τὰ ἄλα μόρια τῆς ψυχῆς, τοῦτο δὲ μόνον ἀίδιον, ὁ νοῦς. || τὸ δὲ ἔοικεν οὐκ ἐνδοιάζων λέγει, ὡς ἐνόμισεν ὁ Ἀλέξανδρος, ἀλλ’ ἤτοι ὅτι οὔπω περὶ τοῦ νοῦ πρόκειται διδάξαι, ἢ ὅπερ καὶ μᾶλλον, ἀντὶ τοῦ φαίνεται· οὐ γὰρ πάντως τὸ ἔοικε τὴν ἀμφισβήτησιν σημαίνει. καὶ γὰρ ὁ Πορφύριος λέγων “ἔοικε δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι” οὐ δήπου ἐνδοιάζων λέγει· ἐπάγει γοῦν εὐθὺς τὰ διάφορα αὐτῶν σημαινόμενα. καὶ πολλὰς ἐκ τούτου ἐκλεξάμενος δύναιτο ἄν τις παραθέσθαι χρήσεις, ἱκανὰ δὲ καὶ τὰ ἤδη εἰρημένα περὶ τοῦ νοῦ δεῖξαι τὴν αὐτοῦ δόξαν. “ποῖον γὰρ μόριον”, φησίν, “ ἢ πῶς ὁ νοῦς συνέξει, χαλεπὸν καὶ πλάσαι”. ἱκαναὶ δὲ καὶ ἃς ἐν τῷ προοιμίῳ παρεθέμεθα. πῶς δ’ ἄν τις ὅλως κἄν ὑπονοήσειεν αὐτὸν μὴ περὶ τοῦ ἡμετέρου νοῦ, ἀλλὰ περὶ τοῦ θείου ταῦτα λέγειν; οὐ γὰρ ἄν περὶ τοῦ θείου νοῦ εἶπεν τὸ οὐδέν πω φανερόν, καὶ ὅτι ἐνδέχεται χώρ’ ἵζεσθαι. ἢ πῶς ὅλως so μόριον εἶναι ψυχῆς τῆς κοινῶς λεγομένης τὸν θεῖον νοῦν εἶπεν; ἄλλως τε τὸ προκείμενον περὶ τῆς ἡμετέρας ψυχῆς καὶ κοινῶς τῆς ἐν τοῖς θνητοῖς ζῴοις· δῆλον οὖν ὅτι καὶ νοῦν οὐκ ἄλλον τινά φησιν ἢ τὸν ἡμέτερον. φέρεται δὲ καὶ ἄλλη γραφή, ᾗ κέχρηται καὶ ὁ Ἀλέξανδρος, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι· τοῦτο μόνον ἐνδέ/χεσθαι. κἄν οὕτω δὲ ᾖ, τὸ χωριστὸν οὐδὲν ἧττον σημαίνεται. εἰ γὰρ τῶν ἄλλων ἀχωρίστων ὄντων τῆς ψυχῆς μορίων τοῦτο γένος ψυχῆς ἕτερον ἐκείνων ἐστί, χωριστὸν πάντως ἂν εἴη, καὶ τὸ ἐνδέχεται χωρίζεσθαι ἀντὶ τοῦ ἐξ ἀνάγκης ἀκουστέον. ὅτι δὲ τοῦτό φησι, λέγω δὴ ὅτι χωριστὸς ὁ νοῦς, διὰ τῶν ἑξῆς ἐδήλωσεν “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ τινές φασιν”, ὡς τοῦ νοῦ δηλονότι χωριστοῦ ὄντος. καὶ σκόπει ὅπερ εἶπον, ὅτι οὐ περὶ τοῦ θείου, ἀλλὰ περὶ τοῦ ἡμετέρου ὁ λόγος, λέγω δὴ τῆς λογικῆς ψυχῆς· ἐπήγαγε γοῦν “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς.” οὐ γὰρ δήπου ὁ θεῖος νοῦς μόριον ἄν εἴη ψυχῆς. ὥστε ψυχὴν λαβὼν τὴν ἐκ λόγου καὶ ἀλογίας, ἔτι τε καὶ τῆς φυτικῆς συγκειμένην, ταύτης τὸ ἓν μόριον τὸν νοῦν καὶ χωριστὸν καὶ ἀίδιόν φησιν εἶναι, τὰ δὲ λοιπὰ καὶ ἀχώριστα καὶ φθαρτά. p. 413b 27 Τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς φανερὸν ἐκ τούτων ὅτι οὐκ ἔστι χωριστά, καθάπερ φασί τινες. Τὰ οὖν λοιπὰ μόρια, φησί, τῆς ψυχῆς πάντα παρὰ τὸν νοῦν φανερὸν ἐκ τῶν εἰρημένων ὅτι οὐ χωριστὰ οὔτε ἀλλήλων οὔτε τοῦ σώματος, ἀλλήλων μέν, ὡς ἐπὶ τῶν διαιρουμένων ἐντόμων δέδεικται, τοῦ δὲ σώματος, ὅτι τούτου ἐντελέχειαί εἰσιν· οὔτε γὰρ αἰσθητικὴ ἢ θρεπτικὴ ἢ κινητικὴ ἢ ὀρεκτικὴ δύναμις ἄνευ τοῦ σώματος· τοῦ γὰρ τρέφεσθαι καὶ αἰσθάνεσθαι καὶ κινεῖσθαι δυναμένου δυνάμεις εἰσίν. αὐτὸς μέντοι ἄρτι ὅτι μὴ κτὰ τόπον εἰσὶν ἀλλήλων χωριστὰ λέγων φανερὸν εἶναι ἐκ τῶν δεδειγμένων, τὸ δὲ τινές φασιν ἱν αἰνιττόμενος εἰς Πλάτωνα λέγει, ὃς οὐ τῷ λόγῳ μόνον ἀλλὰ καὶ τόπῳ αὐτὰς διακρίνει, ὡς εἴρηται. p. 413b29 τῷ δὲ λόγῳ ὅτι ἕτερα, φανερόν. Εἰ γὰρ καὶ μὴ κεχώρισται τῷ τόπῳ, ἀλλ’ οὖν τῷ ὁρισμῷ οὐ τὰ αὐτά εἰσιν· ἄλλος γὰρ λόγος αἰσθητικοῦ καὶ ἄλλος τοῦ κατὰ τόπον κινη- τικοῦ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. p. 413b 32 Ἔτι δὲ ἐνίοις μὲν τῶν ζῴων ἅπαντα ὑπάρχει ταῦτα, τισὶ δέ τινα. Ὅτι τῷ λόγῳ ἕτεραι ἀλλήλων εἰσὶν αἱ τῆς ψυχῆς δυνάμει καὶ διὰ τούτων κατασκευάζει. αἱ γὰρ τῶν ζῴων διαφοραὶ ἐκ τῆς κατὰ εἶδος τῶν ψυχῶν γίνονται διαφορᾶς· διαφέρουσι δὲ τὰ ζῷα ἀλλήλων τῷ τὰς μὲν πλείους δυνάμεις ἔχειν τῆς ψυχῆς, τὰς δὲ ἐλάττους. εἰ δὲ ἦσαν πᾶσαι αἱ ψυχικαὶ δυνάμεις αἱ αὐταὶ τῷ λόγῳ, οὐκ ἄν διέφερον ἑαυτῶν τὰ ζῷα· οὐ γὰρ δὴ κατὰ τὴν διαφορὰν τῆς ὕλης διαφέρουσιν, ὥσπερ λέγουσιν οἱ Πυθαγόρειοι εἰς διάφορα σώματα ἐμβιβάζοντες τὰς ψυχὰς καὶ ἐκ τῆς διαφορᾶς τῶν σωμάτων τὰς διαφόρους ἐνεργείας τῶν ψυχῶν γίνεσθαι. εἰ δὲ τοῦτο ἄλογον (ἕκαστον γὰρ ἐκ τοῦ εἴδους χαρακτηρίζεται, εἴδους δὲ λόγον ἐπέχει ἡ ψυχή) διαφόρους εἶναι ἀνάγκη τὰς τῆς ψυχῆς δυνάμεις τῷ ὁρισμῷ, καὶ ἐκ τούτου τὰς διαφορὰς τῶν ζῴων γίνεσθαι, ἐπειδὴ μὴ πάντα πάσας ἔχει, ἀλλὰ τὰ μὲν πάσας, τὰ δέ τινας, τὰ δὲ μίαν. τὸ δὲ ἐνίοις μὲν τῶν ζῴων καὶ τὸ τοῦτο δὲ ποιεῖ διαφορὰν τῶν ζῴων εἶπεν ἀντὶ τοῦ τῶν ζώντων· τὰ γὰρ μίαν ἔχοντα ψυχικὴν δύναμιν, οἷον τὴν φυτικήν, οὐ ζῷ. p. 414a1 Διὰ τίνα δ’ αἰτίαν γέγονεν, ὕστερον τίνος χάριν, φησίν, αἱ μὲν συνημμέναι εἰσὶ καὶ πλείους τῆς ψυχῆς δυνάμεις ἐν τοῖς αὐτοῖς, ἐν ἄλλοις δὲ ἐλάττους, ἐν ἄλλοις δὲ μία μόνη, ὕστερον ἐροῦμεν, καὶ ἔτι τίνος χάριν αἱ μὲν πρότεραι, αἱ δὲ δεύτεραι· ἐρεῖ γὰρ ἐν τοῖς ἑξῆς περὶ τούτων. p. 414a2 Παραπλήσιον δὲ καὶ περὶ τὰς αἰσθήσεις Ὀπερ καθόλου ἐπὶ τῶν τῆς ψυχῆς δυνάμεων συμβέβηκε, φησί, τοῦτο καὶ ἐπὶ τῆς αἰσθητικῆς μόνης γέγονε· τὰ μὲν γὰρ τῶν ζῴων πάσας ἔχει τὰς αἰσθήσεις, τὰ δὲ πλείους, τὰ δὲ μίαν. καὶ τούτων δὲ τὴν αἰτίαν ἐν τοῖς ἑξῆς ἐρεῖ, ἣν ἤδη προείπομεν. p. 414a4 ἐπεὶ δὲ ᾧ ζῶμεν καὶ αἰσθανόμεθα νόμε θᾶ διχῶς λέγεται, καθάπερ ᾦ ἐπιστάμεθα. Πρόκειται διὰ τούτων τὸν ὁρισμὸν ἐξηγήσασθαι καὶ ἐκ τὸ ὖ ὅτι μεταβῆναι εἰς τὸ διότι· τῇ μὲν γὰρ φύσει πρῶτον τὸ διότι, ἡμῖν δὲ πρῶτον τὸ ὅτι σαφέστερον. εἰπὼν οὖν ὅτι ἐντελέχειά ἐστιν ἡ ψυχὴ βούλεται νῦν δεῖξαι ὅτι καλῶς ἐντελέχειαν αὐτὴν ὡρίσατο, τουτέστιν οὐσίαν τὴν κατὰ τὸ εἶδος, ὅπερ ἐστὶ τὸ διότι. λαβὼν γὰρ ὅτι τὰ ἔμψυχα τῶν ἀψύχων τῷ ζῆν διαφέρει, ἐκ τούτου δείκνυσιν ἐνταῦθα ὅτι καλῶς τὴν ψυχὴν ἐντελέχειαν εἶναι ὡρίσατο τοῦ φυσικοῦ ὀργανικοῦ σώματος. κατὰ ταύτην γάρ φησι ζῆν τε καὶ αἰσθάνεσθαι τὸ ζῷον, κυρίως μὲν καὶ πρώτως τῇ ψυχῇ, δευτέρως δὲ καὶ δι’ ἐκείνην τῷ σώματι· ὥστε εἴπερ εἰδοποιεῖται τὰ ἔμψυχα τῷ ζῆν καὶ τῷ αἰσθάνεσθαι, τούτου δὲ πρώτως αἰτία ἡ ψυχή, αὕτη ἄρα εἶδός ἐστι καὶ ἐνιελέχεια τῶν ἐμψύχων. προέρχεται διὰ τοῦτο ἡ κατασκευὴ τοῦτον τὸν τρόπον. πάντα, φησί, τὰ σύνθετα διχῶς λέγονται εἶναι, καὶ κατὰ τὴν ὕλην καὶ κατὰ τὸ εἶδος· καὶ γὰρ πρώτως κα̣τὰ τὸ εἶδος ἕκαστον εἶναι λέγεται ὅπερ ἐστί, δευτέρως δὲ κατὰ τὴν ὕλην, διότι τὸ καθ’ ὃ εἶναι λέγεται, τουτέστι τὸ εἶδος, ἐν τῇ ὕλῃ ἐστίν. ἡ δὲ πίστις ἐκ τῆς ἐπαγωγῆς. λεγόμεθα γάρ, φησίν, ἐπίστασθαι διχῶς, ἐπιστήμῃ τε καὶ ψυχῇ· τῇ τε γὰρ ψυχῇ ἐπιστήμονες εἶναι λεγόμεθα (οὐ γὰρ δὴ σώματι) καὶ πάλιν τῇ ἐπιστήμῃ ἐπιστήμονες εἶναι· ἀλλὰ κυρίως μὲν καὶ πρώτως τῇ ἐπιστήμῃ, δι’ ἐκείνην δὲ καὶ τῆ ψυχῇ (ἐν ταύτῃ γὰρ ἡ ἐπιστήμη), καὶ διὰ τοῦτο ἡ μὲν ψυχὴ ὑποκείμενόν τι καὶ οἷον ὕλη, εἶδος δὲ ἡ ἐπιστήμη. πάλιν ὑγιαίνειν λεγόμεθα ἢ τῇ ὑγείᾳ ἢ τῷ σώματι ἢ τοῖς ὄφ’ ὀφθαλμοῖς. ἀλλὰ πάλιν ἐνταῦθα ἐν τῷ συναμφοτέρῳ τούτῳ, τῷ τε σώματι λέγω καὶ τῇ ὑγιείᾳ, πρώτως μὲν διὰ τὴν ὑγίειαν ἔχομεν τὸ ὑγιαίνειν, δευτέρως δὲ τῷ σώματι καὶ δι’ ἐκείνην, καὶ διὰ τοῦτο τὸ μὲν εἴδους ἐπέχει λόγον, ἡ ὑγίεια, τὸ δὲ ὕλης, τὸ σῶμα. ἡ γὰρ ἐπιστήμη τελειοῖ τὴν ψυχὴν ὥσπερ ἡ ὑγίεια τὸ σῶμα. πρώτως οὖν ὑπάρχει τὸ ὑγιαίνειν τε καὶ ἐπιστήμοσιν εἶναι διὰ τὴν ἐπιστήμην τε καὶ τὴν ὑγίειαν· διὰ γὰρ τὴν ὑγίειαν καὶ τὸ σῶμα ὑγιαίνειν λέγεται, καὶ διὰ τὴν ἐπιστήμην ἐπίστασθαι ἡ ψυχή. ὁμοίως λευκοὶ λεγόμεθα ἢ μέλανες ἢ ἐρυθροὶ πρώτως μὲν διὰ τὸ τοιόνδε χρῶμα, δευτέρως δὲ διὰ τὴν ἐπιφάνειαν, καὶ ἔστιν ἡ μὲν ὑποκείμενον, τὸ δ’ εἶδος· ὡσαύτως θερμοὶ εἶναι ἢ ψυχροὶ πρώτως μὲν διὰ τὴν θερμότητα ἢ ψυχρότητα, δευτέρως δὲ διὰ τὸ σῶμα, καὶ ἔστι τὸ μὲν ὑποκείμενον, ἡ δὲ τοιάδε ποιότης εἶδος. ὥσπερ οὗν ἐπὶ τούτων καὶ ἐπὶ πάντων ἔχει, οὕτως ἀνάγκη καὶ ἐπὶ τῶν ἐμψύχων εἶναι. τὸ γὰρ ζῆν διχῶς λέγεται· ζῆν γὰρ ἢ τῷ σώματι λεγόμεθα ἢ τῇ ψυχῇ, ἀλλὰ πρώτως μὲν τῇ ψυχῇ, κατὰ δεύτερον λόγον καὶ δι’ ἐκείνην τῷ σώματι· τῷ γὰρ ζῆν τὰ ἔμψυχα μένῃς. τούτων οὖν ἀνάγκη εἶδος μὲν τὴν ψυχὴν εἶναι, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων πάντων (διὸ πρώτως ἕκαστον ἐλέγετο εἶναι κατὰ τὸ εἶδος ἐν ὕλην δὲ καὶ ὑποκείμενον τὸ σῶμα. τὸ δὲ οἷον ἐνέργει τῶν δεκτικῶν εἶπεν ἀντὶ τοῦ τελειότης· ἔστι γὰρ τοῦ μὲν ἐπιστημονικοῦ, λέγω δὴ τῆς ψυχῆς, τελειότης ἡ ἐπιστήμη, τοῦ δὲ ὑγιαστοῦ, λέγω δὴ τοῦ σώματος, ἡ ὑγίεια τελειότης· τὸ γὰρ ὑγιαστὸν καὶ τὸ ἐπιστημονικὸν δυνάμει εἰσὶ καὶ ἀτελῆ, τελειοῦνται δὲ τῇ ἐπιστήμῃ τε καὶ τῇ | ὑγιείᾳ. ὥστε εἰ τὸ σῶμα h 1r ὕλη, ἡ δὲ ψυχὴ εἶδος, ἔστι δὲ ἡ μὲν ὕλη δύναμις, ἐντελέχεια δὲ τὸ εἶδος, διότι τελειωτικὸν τοῦ δυνάμει ἐν τῇ ὕλῃ τὸ εἶδος, καλῶς ἄρα ἐντελέχειαν εἶναι τὴν ψυχὴν ὡρίσατο. p. 414a11 Δοκεῖ γὰρ ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ ἡ τῶν ἐνυπάρχειν ἐνέργεια. Ἐπειδὴ εἶπε τὴν ἐπιστήμην καὶ τὴν ὑγίειαν ἐνέργειαν εἶναι τοῦ ὑγιαστοῦ καὶ τοῦ ἐπιστημονικοῦ, ἐπεὶ οὐ τοῦ τυχόντος δοκεῖ ἐνέργεια εἶναι ἡ ἐπιστήμη τε καὶ ὑγίεια, ἀλλὰ τοὐ ἐμποιοῦντος εἰς τὸ ὑγιαστὸν καὶ τὸ ἐπιστημονικόν, οἷον τοῦ ἰατροῦ ἢ τοῦ ἐπιστήμονος, διὰ τοῦτο προσδιωρίσατο ὅτι ἐν τῷ πάσχοντι καὶ διατιθεμένῳ ἐστὶν ἡ ἐνέργεια τοῦ ποιοῦντος. τοῦτο γὰρ ἔδειξε καὶ ἐν τῇ Φυσικῇ ὅτι μία ἐστὶν ἡ ἀμφοῖν ἐνέργεια τοῦ τε ποιοῦντος καὶ τοῦ πάσχοντος, καὶ ἔστιν αὕτη ἐν τῷ πάσχοντι καὶ οὐκ ἐν τῷ ποιοῦντι· ἐκεῖνος γὰρ ἀκίνητός ἐστι καὶ τὴν ἰδίαν ἔχει τελειότητα, ὁ δὲ πάσχων ἐστὶν ὁ κινούμενος καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν ἀγόμενος. ὑπομιμνήσκων οὖν ἡμᾶς τῶν ἐκεῖσε εἰρημένων εἶπεν ταῦτα. διὰ τοῦτο οὖν οὐχ ἁπλῶς ἐνέργεια εἶπεν ἀλλ’ οἷον ἐνέργεια. p. 414a12 Ἡ ψυχὴ δὲ τοῦτο ᾧ ζῶμεν καὶ αἰσθανόμεθα καὶ πρώτῳ. Δείξας τῇ ἐπαγωγῇ ὅτι καθ’ ὃ πρώτως ἕκαστον λέγεται, τοῦτο εἶδός ἐστι, καθ’ ὃ δὲ δευτέρως, τοῦτο ὕλη καὶ ὑποκείμενον μετάγει τὸν λόγον ἐπὶ τὸ ζητούμενον, τουτέστι τὸ ἔμψυχον· πρώτως γὰρ τῇ ψυχῇ καὶ ζῆν καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι λεγόμεθα. οὐκοῦν εἶδος ἡ ψυχή, ὕλη δὲ καὶ ὑποκείμενον τὸ σῶμα. ζῆν δὲ καὶ αἰσθάνεσθαι καὶ διανοεῖσθαι εἰπὼν τὴν φυτικήν τε καὶ τὴν ἄλογον καὶ τὴν λογικὴν ψυχὴν ἐδήλωσεν, ἵνα ἐπὶ πάσης ψυχῆς ἁρμόσῃ τὸν λόγον. p. 414a14 τριχῶς γὰρ λεγομένης τῆς οὐσίας, καθάπερ εἴπομεν. Ὅτι μὲν τριχῶς ἡ οὐσία, ἔδειξε πρὸ ὀλίγου· ἐπεὶ δέ ἐστι τὸ τρίτον σημαινόμενον τῆς οὐσίας τὸ ἐξ ἀμφοῖν, ἔστι δὲ καὶ τὸ ἔμψυχον ἡ ἐξ ἀμφοῖν οὐσία, ἐκ ψυχῆς τε καὶ σώματος, ὧν ἀνάγκη τὸ μὲν εἶδος εἶναι, τὸ δὲ ὕλην (τοῦτο γὰρ ἦν τὸ ἐξ ἀμφοῖν, τὸ ἐξ εἴδους καὶ ὕλης) δέδεικται δὲ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος, εἴη ἂν τοῦ σώματος τοῦ φυσικοῦ ὀργανικοῦ εἶδος ἡ ψυχή, καὶ οὐ τὸ σῶμα τῆς ψυχῆς εἶδος. εἰ δὲ ἡ ψυχὴ εἶδος, ὕλη ἄρα τὸ σῶμα. ἡ δὲ ὕλη δύναμις, φησί, τουτέστιν ἐν τῷ εἶναι δυνάμει τὸ εἶναι ἔχει· τὸ σῶμα ἄρα δυνάμει. τὸ δ’ εἶδος ἐντελέχειά εἶά ἐστι τοῦ δυνάμει ὄντος, εἶδος δὲ ἡ ψυχή· ἡ ψυχὴ ἄρα ἐντελέχεια. καλῶς ἄρα ἀπεδόθη ὁ ὁρισμὸς τῆς ψυχῆς ἐντελέχειαν εἶναι λέγων σώματος φυσικου ὀργανικοῦ. p. 414a19 Καὶ διὰ τοῦτο καλῶς ὑπολαμβάνουσιν, οἷς δοκεῖ ἄνευ σώματος εἶναι μήτε σῶμά τι ἡ ψυχή. Δείξας ὅτι καλῶς εἴρηται ἐντελέχεια σώματος ἡ ψυχή, ὅπερ ἦν αὐτῷ προκείμενον δεῖξαι ὡς γὰρ διὰ τῶν πρώτων μὴ ἱκανῶς τούτου δεδειγμένου, μηδὲ τῆς αἰτίας ἀποδεδομένης δι’ ἣν ἡ ψυχὴ ἐντελέχεια, ἐπανῆλθεν ὡς τοῦτο δείξων), ἐκ τῶν οὖν δεδειγμένων ἐπαινεῖ τοὺς μήτε σῶμα τὴν ψυχὴν εἰπόντας εἶναι μήτε ἄνευ σώματος. εἰ γὰρ σώματός ἐστιν ἐντελέχεια, οὐκ ἄν εἴη αὕτη σῶμα· οὐ γὰρ ἡ τινὸς τελειότης ταὐτόν ἐστιν ἐκείνω οὗ ἐστι τελειότης. ἀλλ’ οὐδὲ 〈ἄνευ〉 σώματος ἡ ψυχή (τίνος ἂν ἔτι εἴη ἐντελέχεια;) καὶ σώματος τοιούτου, τουτέστι φυσικοῦ ὀργανικοῦ. ἐντεῦθεν δὲ δόξειεν ἂν πᾶσαν ψυχὴν ἀχώριστον λέγειν εἶναι τοῦ σώματος· ἀλλὰ δεῖ εἰς ὅλην τὴν τοῦ φιλοσόφου ἀποβλέπειν ἔννοιαν καὶ τῶν ἔμπροσθεν εἰρημένων περὶ τοῦ νοῦ ἀναμνησθῆναι· ὥστε εἰ πανταχοῦ τὸν νοῦν χωριστὸν καὶ ἀθάνατον ἀποφαίνεται, εἶναι ψυχὴν ἐνταῦθα ἀκουστέον τήν τε φυτικὴν καὶ τὴν ἄλογον. ἄλλως τε καὶ ὁ νοῦς, καθὸ ἐντελέχειά ἐστι τοῦ σώματος, κατὰ τοῦτο ἀχώριστός ἐστιν. ἔστι δὲ ἐντελέχεια τοῦ σώματος οὕτε τῇ οὐσία οὗτε πάσαις ἑαυτοῦ ταῖς ἐνεργείαις, ἀλλὰ ταύταις ἃς ἴσχει ἐκ τῆς σχέσεως τῆς πρὸς τὸ σῶμα, ὧν μάλιστά εἰσιν αἱ πρακτικαί· αὗται δὲ αἱ ἐνέργειαι ἀχώριστοί εἰσι τοῦ σώματος. καὶ ὥσπερ ὁ κυβερνήτης ἐντελέχεια ὢν τῆς νεώς, καθὸ κυβερνήτης, ἀχώριστός ἐστι τῆς νεώς, ἐπειδὴ δὲ οὐ μόνον κυβερνήτης ἐστὶν ἀλλὰ καὶ ἄνθρωπος, ὡς δὲ ἄνθρωπος μὴ ὢν ἐντελέχεια τῆς νεὼς ταύτῃ καὶ χωριστός ἐστιν, οὕτω καὶ ἡ ἡμετέρα ψυχὴ ὡς μὲν ψυχὴ ἐντελέχεια οὖσα τοῦ σώματος ταύτῃ ἄνευ σώματος οὐκ ἄν εἴη, ἐπειδὴ δὲ ἔχει τινὰς καὶ χωριστὰς σώματος ἐνεργείας, τὰς περὶ τῶν νοητῶν φημι, εἰς ἃς οὐ μόνον οὐ συμβάλλεται τὸ σῶμα ἀλλὰ καὶ ἐμποδίζει, πρόδηλον ὅτι καὶ τὴν οὐσίαν ἕξει χωριστήν, νοῦς τότε καὶ οὖσα καὶ λεγομένη, οὐκέτι μέντοι ψυχὴ εἰ μὴ δυνάμει, ὥσπερ καὶ ἐν σώματι οὖσα δυνάμει ἔστι νοῦς, ὡς καὶ αὐτός φησι. καὶ εἰ ὅλως πέφυκε παριφαντάζεσθαι τὰς περὶ τῶν νοητῶν ἀφαντάστους πάντῃ ἐνεργείας, καὶ τοῦτο μὴ μάτην ἔχει ἐκ φύσεως, ἀνάγκη καὶ ἐνεργῆσαί ποτε οὕτω. καὶ τούτῳ δ’ ἕπεται τὸ καὶ τὴν οὐσίαν αὐτῆς χωριστὴν εἶναι· περὶ δὲ τούτων εἴπομεν ἐν τοῖς ἔμπροσθεν ἀκριβέστερον. p. 414a22 Καὶ οὐχ ὥσπερ οἱ πρότεροι εἰς σῶμα ἐνήρμοζον αὐτήν, οὐδὲν προσδιορίζοντες ἐν τίνι καὶ ποίῳ. Καὶ πρότερον ἐμέμψατο τοὺς περὶ ψυχῆς μὲν διαλεγομένους, μηδένα δὲ περὶ τοῦ σώματος ποιουμένους λόγον | τοῦ δεξομένου αὐτήν, ὡς δυνατοῦ ὄντος κατὰ τοὺς Πυθαγορικοὺς γύθους τὴν τυχοῦσαν ψυχὴν εἰς τὸ τυχὸν ἐνδύεσθαι σῶμα. καίτοι, φησίν, οὐδὲ φαίνεται τὸ τυχὸν εἶδος εἰς τὸ τυχὸν γινόμενον ὑποκείμενον· οὐ γάρ ποτε ἡ γλῶττα ψόφοις γένοιτο ἄν ὑποκείμενον, οὐδὲ ἡ ἀκοὴ ὀσφραντοῖς ἢ ἡ ῥὶς χυμοῖς· οὐδὲ κηρὸς δέξαιτο ἄν ποτε τὸ ὀστράκου εἶδος ἢ χαλκοῦ. οὐκοῦν εἰ μὴ τὸ τυχὸν εἶδος ὡς τὸ τυχὸν γίνεται ὑποκείμενον, εἶδος δὲ ἡ ψυχὴ σώματος, οὐκ εἰς τὸ τυχὸν γενήσεται σῶμα. ὅπερ οἱ παλαιοὶ μὲν οὐ προσδιωρίσαντο, αὐτὸς δὲ προσδιωρίσατο εἰπὼν ‘σώματος φυσικοῦ ὀργανικοῦ᾿. τῆς γὰρ ἁπλῶς ψυχῆς τὸ ἀπλῶς ὀργανικὸν σῶμά ἐστιν ὑποκείμενον, ἥνπερ νῦν ὡρίσατο, τῆς δὲ τοιᾶσδε ψυχῆς τὸ τοιόνδε ὀργανικὸν σῶμα, οἷον εἰ τύχοι λογικῆς μὲν τὸ ὄρθιον καὶ χερσὶ χρώμενον διὰ τὴν τοῦ λόγου ὑπηρεσίαν, ἄλλης δὲ τὸ γαμψώνυχον διὰ τὸ ἁρπακτικόν, καὶ ἁπλῶς πρὸς τὴν ἐνέργειαν ἑκάστης ψυχῆς καὶ τὸ τοῦ σώματος κατεσκεύασται σχῆμα. τοῦτο δὲ καὶ ὁ Πλάτων’ πρὸ αὐτοῦ ἀπεφήνατο, ὡς ἔφθημεν εἰπόντες· περὶ γὰρ τοῦ σχήματος τοῦ ἀνθρωπίνου σώματος εἰπών φησιν ἰού γὰρ ἥ γε μήποτε ἰδοῦσα τὸ ὂν εἰς τόδε ἥξει τὸ σχῆμα᾿. ὂν δὲ λέγει τὸ νοητόν· τὸ δὲ νοητὸν γινώσκει μόνως ἡ λογικὴ ψυχή· μόνῃ ἄρα τῇ λογικῇ ψυχῇ τὸ ἀνθρώπειον σῶμα οἰκεῖον. οὕτω δὲ γίνεται κατὰ λόγον· ἑκάστου γὰρ ἡ ἐντελέχεια ἐν τῷ δυνάμει ὑπάρχει καὶ τῇ οἰκείᾳ ὕλῃ πέφυκεν ἐγγίνεσθαι. ὡς μὲν οὖν ἐκεῖνοι, φησίν, ἔλεγον περὶ ψυχῆς μηδὲν προσδιορίζοντες περὶ τοῦ δεκτικοῦ σώματος, οὕτε κατὰ λόγον ἐστὶν οὔτε τοῖς φαινομένοις ἀκόλουθον· ὡς δὲ ἡμεῖς εἴπομεν τοιοῦδε φήσαντες ἐντελέχειαν σώματος τὴν ψυχήν, καὶ τὰ φαινόμενα οὕτως ἔχοντα μαρτυρεῖ καὶ ὁ λόγος. ἡ γάρ τινος, φησίν, ἐντελέχεια ἐν ἐκείνῳ γίνεσθαι πέφυκεν, ὃ φύσει ἔχει δύναμιν τοιοῦτον εἷναι· τοιοῦτον δέ ἐστιν ἡ ἑκάστου προσεχὴς ὕλη. οὐδὲ γὰρ ἡ τυχοῦσα ὕλη τὸ τυχὸν εἶδος δέξασθαι δύναται· οὐδὲ γὰρ κηρὸς δέξαιτο ἄν ποτε τὸ τῆς οἰκίας εἶδος οὐδὲ πάπυρος τοῦ πλοίου, οὐδὲ τὸ τυχὸν ἄρα σῶμα τῆς τυχούσης ψυχῆς δεκτικὸν ἂν εἴη. ἀνάγκη ἄρα τῷ περὶ ψυχῆς λόγῳ καὶ τὸν περὶ τοῦ δεκτικοῦ σώματος συνεισάγεσθαι, ἐπεὶ καὶ τῶν πρός τι ταῦτα, ἡ ὕλη φημὶ καὶ τὸ εἶδος, τὰ δὲ πρός τι χωρὶς ἀλλήλων ἢ εἶναι ἢ γνωσθῆναι ἀδύνατον, ᾗ τοιαῦτά ἐστι. p. 414a29 τῶν δὲ δυνάμεων τῆς ψυχῆς αἱ λεχθεῖσαι τοῖς ὑπάρχουσι πᾶσαι, καθάπερ εἴπομεν, τοῖς δέ τινες αὐτῶν, ἐνίοις ’δε μια μόνη. Ὅπερ ὑπέσχετο πρὸ ὀλίγου ἐρεῖν περὶ τῶν δυνάμεων τῆς ψυχῆς, τίσι τίνες τε καὶ πόσαι ὑπάρχουσι, καὶ διὰ τίνα αἰτίαν καὶ ποῖαι, τίνων δυνάμεις ἀχώριστοί εἰσι καὶ τίνες τίνων χωρίζονται, τοῦτο νῦν λέγει, ὅτι ταῖς μὲν κρείττοσιν αἱ χείρους ἀκολουθοῦσι καὶ ἀχώριστοι αὐτῶν εἰσιν, αὗται μέντοι δίχα τῶν κρειττόνων εἶναι δύνανται. τοῖς μὲν γὰρ ὑπάρχει μόνη ἡ φυτική, τοῖς δὲ πρὸς ταύτῃ καὶ ἡ αἰσθητική, οἷς ἕπεται πάντως καὶ ἡ ὀρεκτική· πᾶν γὰρ τὸ αἰσθήσεως μετέχον ἀνάγκη μετέχειν καὶ ὀρέξεως, ὡς ἤδη τε ἔδειξε πρὸ ὀλίγου καὶ νῦν δείξει· τοῖς δὲ πρὸς τοῖς εἰρημένοις καὶ ἡ διάνοια, οἷον ἀνθρώποις ἤ τισιν ἄλλαις τοιαύταις ἢ καὶ κρείττοσι δυνάμεσιν. ἅμα δὲ διὰ τούτων δείκνυται ὅτι ἔστι τὸ πρῶτον καὶ τὸ δεύτερον ἐν ταῖς ψυχαῖς. p. 414a31 Δυνάμεις δὲ εἴπομεν θρεπτικόν. Σημειωτέον ὅτι ἐν τῇ καταριθμήσει τῶν ψυχικῶν δυνάμεων πρότερον μὲν τὸ ὀρεκτικὸν οὐκ ἐνέθηκε καθ’ αὑτὸ ὡς πάντως τῆ αἰσθητικῷ συνεζευγμένον, ἔνθα ἔλεγεν ὅτι τούτοις ὥρισται ἡ ψυχή, θρεπτικῷ, αἰσθητικῷ, διανοητικῷ, κινήσει, νῦν δὲ καὶ αὐτὸ ἐγκατέλεξε ταῖς ἄλλαις δυνάμεσιν. ἑτέροις δὲ τοῦτό τε καὶ τὸ αἰσθητικὸν καὶ τὸ ὀρεκτικόν, ἑτέροις ἀντὶ τοῦ τοῖς ζῴοις. ἐπάγει γὰρ τὰ δὲ ζῷα πάντα ἔχουσι μίαν τῶν αἰσθήσεων, τὴν ἁφήν. τὰ οὖν ζῷα, φησί, μετέχει τῆς τε θρεπτικῆς καὶ αἰσθήσεως καὶ ὀρέξεως. εἶτα πάνυ ἐναργῶς τοῦτο κατασκευάζει ὅτι πάντως, ἔνθα κἀν μία αἴσθησις ᾖ, πάντως ἀνάγκη ἐπιθυμίαν εἶναι καὶ ὄρεξιν. διὰ τοῦτο γοῦν τὰ ζῷα αἴσθησιν ἔχει πάντα· ἐν πᾶσι γὰρ πάντως ἐστὶν ἡ ἁφή, κἄν μή τις ἄλλη τῶν αἰσθήσεων· ἡ δὲ αἴσθησις τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ ἀντιλαμβάνεται· ἔνθα δὲ τὸ ἡδύ, ἐκεῖ πάντως καὶ ἐπιθυμία καὶ ὄρεξις· ἡ γὰρ ἐπιθυμία τοῦ ἡδέος ἐστὶν ἔφεσις. ὅθεν καὶ τὰ μόνης τῆς ἁφῆς μετέχοντα ὁρῶνται διαχεόμενα μὲν προσιόντων τῶν ἡδέων, συστελλόμενα δὲ λυπηροῦ τινος προσπελάσαντος εἰπὼν δὲ ὅτι ᾧ δὲ αἴσθησις ὑπάρχει, τούτῳ καὶ ἡδονὴ καὶ λύπη, προσέθηκε δὲ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρόν. καλῶς δὲ πάνυ καὶ χρησίμως ἐχρήσατο τῇ μεταβάσει· ἡ γὰρ ὄρεξις οὐκ ἔστιν ἡδονῆς ἀλλὰ τοῦ ἡδέος. ὁρίζει δὲ τὴν ὄρεξιν ἐπιθυμίᾳ, θυμῷ, βουλήσει· ἕκαστον γὰρ τούτων ὄρεξίς τίς ἐστι. δῆλον δὲ ὅτι ἀπλῶς μὲν ὄρεξις ἡ τῷ αἰσθητικῷ ὑπάρχουσα, οὐ πᾶσα δὲ ὄρεξις. τοῖς μὲν γὰρ τὴν ἁφὴν μόνην ἔχουσιν ἡ κατὰ ἐπιθυμίαν ὑπάρχει ὄρεξις, τοῖς δὲ πάσας τὰς αἰσθήσεις καὶ ἡ κατὰ θυμόν· ὁρῶνται γὰρ τὰ τοιαῦτα ἀμυντικὰ εἶναι· ἡ δὲ βούλησις μόνου ἐστὶ τοῦ λόγου. ὥστε ὁμώνυμος ἡ ὄρεξις, καὶ ἡ ἐπιθυμία δὲ ὡσαύτως, καὶ ὥσπερ ἡ διάθεσις ἔστι μὲν | καὶ ἐπὶ τῆς ἕξεως κατηγορουμένη κοινῶς, ἔστι δὲ πάλιν καὶ ἀντιδιαστελλομένη πρὸς τὴν ἕξιν ἰδικωτέρα, οὕτω καὶ ἡ ὄρεξις λέγεται καὶ κοινῶς ἐπί τε θυμοῦ καὶ ἐπιθυμίας καὶ τοῦ λόγου (καὶ γὰρ τῶν θείων φαμεν καὶ ἐπιστήμης ὀρέγεσθαι), ἔστι δὲ καὶ ἰδικώτερον λεγομένη ὄρεξις ἐπὶ τῶν φυσικῶν κινήσεων ἀντιδιαστελλομένη πρὸς τὸν λόγον· καὶ ἡ ἐπιθυμία ὡσαύτως ἡ μέν ἐστι κοινή, ἡ δὲ ἀντιδιαστελλομένη πρὸς θυμὸν καὶ τὸν λόγον. p. 414b 6 Ἔτι τε τῆς τροφῆς αἴσθησιν ἔχουσιν· ἡ γὰρ ἁφὴ τῆς τροφῆς αἴσθησις. Ὅτι τὰ αἰσθήσεως μετέχοντα καὶ ὀρέξεως μετέχει, κἂν μίαν μόνην τῶν αἰσθήσεων ἔχῃ τὴν ἁφήν, ἔδειξεν ἤδη κοινότερον καὶ ὁλοσχερέστερον τῶ συναισθάνεσθαι τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ· τὰ δὲ τούτων συναισθανόμενα προσίεται μὲν τὸ ἡδύ, ἀποστρέφεται δὲ τὸ λυπηρόν· ὃ δὲ προσίεταί τι, τοῦτο καὶ ἐπιθυμεῖ· ἡ δὲ ἐπιθυμία ὄρεξίς τις (διὰ τοῦτο γὰρ καὶ διαίρεσιν τῆς ὀρέξεως ἐποιήσατο)· τὰ ἄρα αἰσθήσεως μετέχοντα δι’ αὐτὸ τοῦτο καὶ ὀρέξεως μετέχει. νῦν δὲ προσεχέστερον καὶ ἰδικώτερον αὐτὸ τοῦτο δείκνυσιν, ὅτι τὰ τὴν ἁφὴν ἔχοντα πάντως καὶ ὄρεξιν ἔχει. ἡ γὰρ ἁφή, φησί, τούτων αἰσθάνεται, οἷς τρέφεται τὸ ζῷον, τρέφεται δὲ ἐξ ὧν καὶ συνέστηκε, συνέστηκε δὲ ἐκ τῶν τεσσάρων ποιοτήτων, ξηρᾶς, ὑγρᾶς, θερμῆς, φυχρᾶς, ἐν τῷ Περὶ γενέσεως ἔσειξεν· ἐκ τούτων ἄρα τούτων ἄρα καὶ τρέφεται· ἕκαστον γὰρ τῷ οἰκείῳ τρέφεται. ἔτι καὶ πῶς τούτοις τρέφεται ἔδειξεν· ἡ γὰρ τροφή, φησί, διὰ θερμῶν γίνεται καὶ ξηρῶν, τὸ δὲ ποτὸν διὰ ὑγρῶν καὶ ψυχρῶν· τούτων δὲ τῶν ποιοτήτων ἡ ἁφὴ κριτική. οἷς δὲ αἴσθησις τῶν τρεφόντων, τούτοις καὶ πεῖνα καὶ δίψα· ἑκάτερον δὲ ἐπιθυμία δι’ ἔνδειαν τῶν τρεφόντων, ἡ δὲ ἐπιθυμία ὄρεξις. ξηροῖς γὰρ καὶ θερμοῖς καὶ ψυχροῖς καὶ ὑγροῖς τρέφεται τὰ ζῶντα πρώτως· ἡ γὰρ τῶν μὴ τοιούτων χυμῶν ἔφεσις κατὰ συμβεβηκὸς γίνεται· οἷον γὰρ ἡδύσματα τῶν τροφῶν εἰσιν οἱ χυμοί, ὡς αὐτός φησι. καὶ ὅτι μὲν τὸ ποτὸν διὰ ψυχρῶν γίνεται καὶ ὑγρῶν, καὶ οἱ ἰατροί φασιν· γίνεσθαι γὰρ τὴν δίψαν μὴ μόνον διὰ ξηρότητα, ἀλλὰ καὶ διὰ θερμότητα, ὥστε καὶ ὑπὸ ψυχροῦ μόνου ἀέρος παραμυθεῖσθαι τὴν τοιαύτην δίψαν. ὥστε εἰ τὸ ποτὸν τῆς δίψης ἐστὶ φάρμακον (῾πίον τε᾿ γάρ, φησὶν Ὅμηρος, ῾ἀκέοντό τε ἡ δὲ δίψα διὰ ξηρότητα γίνεται ἢ θερμότητα (ἐν μὲν τοῖς πυρετοῖς προφανὲς ὡς θερμότης τῆς δίψης αἴτιον· πολλάκις οὖν καὶ τῆς γαστρὸς ὑγρότητος πεπληρωμένης ποτοῦ γίνεται ἔφεσις· ὅτι δὲ καὶ διὰ ξηρότητα γίνεται * *) οὐκοῦν εἰ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἡ δὲ δίψα διὰ ξηρότητα γίνεται ἢ θερμότητα, ψυχρῷ ἄρα καὶ ὑγρῷ τὸ ποτὸν γίνεται. εἰ δὲ καὶ θερμὸν πολλάκις ἐν τῷ ποτῷ παραλαμβάνομεν, τοῦτο κατὰ συμβεβηκὸς ποιοῦμεν δι’ ἀσθένειαν, εἰ τύχοι, στομάχου ἡ διὰ συνήθειαν, ὥσπερ καὶ τοὺς ἡδεῖς τῶν οἴνων καὶ τὰ προπώματα διὰ τὴν ἡδονὴν παραλαμβάνομεν, οὐ διὰ τὴν δίψαν. εἰ τοίνυν τὸ ποτὸν ψυχροῖς γίνεται καὶ ὑγροῖς, ἡ τροφὴ ἐξ ἀνάγκης ξηροῖς γενήσεται καὶ θερμοῖς. εἰ γὰρ ἐξ ὧν ἐσμεν, τούτοις καὶ τρεφόμεθα, ἐσμὲν δὲ ἐκ ξηρῶν καὶ ὑγρῶν καὶ θερμῶν καὶ ψυχρῶν, πεῖνα δὲ καὶ δίψα ἔφεσις ἀναπληρώσεως τοῦ διαφορηθέντος ἐκ τῆς οὐσίας ἡμῶν, διαφορούμεθα δὲ κατὰ πάσας τὰς ποιότητας ἐξ ὧν συγκείμεθα, γίνεται δὲ τὸ ποτὸν ψυχροῖς καὶ ὑγροῖς, ἡ τροφὴ ἄρα ξηροῖς καὶ θερμοῖς ἐξ ἀνάγκης γενήσεται. εἰ γὰρ μὴ ἔστιν ἕτερον εἶδος τροφῆς παρά τε τὸ ποτὸν καὶ τὴν ἰδίως λεγομένην τροφήν (ἔστι γὰρ καὶ τὸ ποτὸν τροφή τις), δὲ τὴν τροφὴν ἐκ τῶν αὐτῶν γενέσθαι, ἐξ ὧν καὶ συνεστήκαμεν, ἀνάγκη πᾶσα τοῦ ποτοῦ ψυχροῖς καὶ ὑγροῖς γινομένου, τὴν τροφὴν ξηροῖς γενέσθαι καὶ θερμοῖς. καὶ εἰ τροφὴ φυτῶν ἡ κόπρος, αὕτη δὲ θερμή, οὐ μόνοις ἄρα ξηροῖς ἡ τροφὴ γίνεται, ἀλλὰ καὶ θερμοῖς. καὶ εἰ προσενεχθεὶς οἶνος πολλάκις ἔπαυσε πεῖναν καὶ δῆλον ὅτι οὐχ ᾗ ὑγρός (μᾶλλον γὰρ ἄν τοῦτο ἐποίησεν ὕδωρ· νῦν δὲ οὐ ποιεῖ), δῆλον ἄρα ὅτι ᾗ θερμὸς ἔθρεψε· καὶ θερμῷ ἄρα ἡ τροφὴ γίνεται.) ἔστι δὲ εἰς τοῦτο αὐτὸ καὶ λογικώτερον ἐπιχειρῆσαι. ἡ ἐκ τῶν κοινοτέρων εἰς τὰ ἰδικώτερα διαίρεσις κατά τινα ἀντίθεσιν γίνεται τῶν ἀντικειμένων· οἷον διαιρεῖται ἡ οὐσία εἰς τὸ σῶμα καὶ τὸ ἀσώματον, πάλιν τὸ σῶμα εἰς τὸ ἔμψυχον καὶ τὸ ἄψυχον, καὶ τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον, καὶ τὸ λογικὸν εἰς τὸ θνητὸν καὶ τὸ ἀθάνατον. καὶ δῆλον ὅτι τούτων ἡ ἀντίθεσις ὡς ἡ τῶν κατὰ στέρησίν ἐστιν καὶ ἕξιν· ἐπεὶ γὰρ μὴ εἴχομέν τι κατηγορῆσαι τῆς ἀσωμάτου οὐσίας, ἀπεφήσαμεν αὐτῆς τὸ σῶμα, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ἡ μέντοι τοῦ ἐμψύχου διαίρεσις εἰς τὸ ζῷον καὶ ζώφυτον καὶ φυτὸν καὶ αὕτη τοι κατά τινα τοιαύτην ἀντίθεσιν εἴληπται· ὃ γὰρ ὑπάρχει τῷ ζῴῳ ἰδίως, τούτου ἐστέρηται τὸ ζώφυτον, καὶ ὃ τούτῳ ὑπάρχει, τούτου ἐστέρηται τὸ φυτόν. ἔτι τοῦ χρώματος ἡ διαίρεσις πρώτως εἰς τὸ λευκὸν γίνεται καὶ μέλαν (τὰ γὰρ ἄλλα ἐκ τούτων) ταῦτα δ’ ἐναντία, καὶ τοῦ ἀριθμοῦ εἰς τὸν περιττὸν καὶ τὸν ἄρτιον. ὥσπερ δὲ ἡ διάθεσις διαιρεῖται εἴς τε τὴν ἕξιν καὶ τὴν ἰδίως λεγομένην διάθεσιν, οὕτως ἡ τροφὴ εἰς τὴν ἰδίως τροφὴν καὶ τὸ ποτόν. οὔκουν καὶ τούτων τὴν διαίρεσιν τὴν ἐκ του κοινοτέρου κατά τι τῶν ἀντικειμένων ληπτέον. ἀλλὰ μὴν οὔτε ὡς τὰ κατὰ στέρησιν καὶ ἕξιν δυνατὸν λαβεῖν οὔτε κατάφασιν καὶ ἀπόφασιν οὔτε πολλῷ μᾶλλον ὡς τὰ πρός τι· μόνως ἄρα ὡς τὰ ἐναντία ληπτέον ἀντιδιῃρῆσθαι. εἰ τοίνυν τὸ ποτὸν ψυχρῶν ἐστι καὶ ὑγρῶν, ὡμολογημένως ἡ τροφὴ ξηρῶν ἔσται καὶ θερμῶν. | οὐδὲν δὲ θαυμαστόν, εἰ ἅμα τῶν ἐναντίων πολλάκις ἐφιέμεθα, λέγω δὴ ποτοῦ τε καὶ τροφῆς, ταὐτὸν δὲ εἰπεῖν ξηροῦ καὶ ὑγροῦ, θερμοῦ καὶ ψυχροῦ· καὶ γὰρ ἐκ τούτων ἔχομεν τὴν σύστασιν, ὧν διαφορουμένων εἰκότως εἰς ἀναπλήρωσιν τούτων κινεῖται ἡ ὄρεξις. τοῦ γὰρ ὁμοίου τὸ ὅμοιον ἐφίεται· ἑκάστου οὖν τῶν στοιχείων ἐλλείποντος, εἰκότως πάντων γίνεται ἔφεσις. ἐξ οὗ μάλιστα δῆλον ὡς ξηρῶν μὲν καὶ θερμῶν ἡ τροφή, ψυχρῶν δὲ καὶ ὑγρῶν τὸ ποτόν. εἰ γὰρ ἐκ τῶν τεσσάρων συνεστήκαμεν, πάντων δὲ γίνεται διαφόρησις, πεῖνα δὲ καὶ δίψα πληρώσεώς ἐστιν ἔφεσις τῶν διαφορηθέντων, θερμῶν ἄρα καὶ ξηρῶν, ψυχρῶν καὶ ὑγρῶν ἔφεσις πεῖνα καὶ δίψα· αὗται γὰρ μόναι τῶν διαφορηθέντων ὀρέξεις. καὶ ὅτι ξηρῶν μὲν πεῖνα, ὑγρῶν δὲ δίψα, προφανές· θερμὸν δὲ καὶ ψυχρὸν πῶς μεριστέον; εἰ μὲν γὰρ τῇ δίψῃ τὸ θερμὸν ἀπονείμωμεν, ἄτοπον· ἐν γὰρ πυρετοῖς, ὡς εἶπον, προφανῶς ψυχροῦ ἡ ἔφεσις· θερμότης γὰρ τὸ ἐνοχλοῦν· συμβήσεται οὖν τὴν αὐτὴν καὶ μίαν ἔφεσιν τῶν ἐναντίων εἶναι, καὶ τῶν δύο ἐναντιώσεων τὰ τρία μόρια τῇ μιᾷ ὀρέξει ἀποδώσομεν. ἄμφω δὲ ἄτοπα, καὶ εὔλογον δύο μὲν οὐσῶν τῶν ὀρέξεων, δύο δὲ τῶν ἀντιθέσεων, ὧν αἱ ὀρέξεις γίνονται, ἑκατέρας ἀντιθέσεως ἕν τι μόριον ἑκατέρᾳ τῶν ὀρέξεων ἀπονεῖμαι τὴν φύσιν. ὅταν δὲ λέγω ψυχροῦ ἔφεσιν, οὐ πάντως τῇ θίξει λέγω ψυχροῦ, ἀλλὰ πάντως τῇ δυνάμει. πολλάκις δὲ καὶ τοῦ ἑτέρου τούτων γίνεται ὄρεξις, οἷον ἢ τροφῆς ἢ ποτοῦ, ὅταν τὸ ἕτερον τούτων ἐνδεῶς ἔχῃ. λέγω δὴ τὸ ξηρὸν καὶ θερμόν, ἢ τὸ ὑγρὸν καὶ ψυχρόν. ὅτι δὲ ἡ μὲν τροφὴ οὐ μόνον ξηρῶν ἐστιν ἀλλὰ καὶ θερμῶν, καὶ τὸ ποτὸν οὐ μόνον ὑγρῶν ἀλλὰ καὶ ψυχρῶν, κατεσκεύαζε καὶ οὕτως ὁ φιλόσοφος· τὸ γὰρ ξηρόν, φησί, γῆς· ἐκ ταύτης ἡ καπνώδης ἀναθυμίασις, αὕτη δὲ θερμή· ὁμοίως, φησί, καὶ ἐκ τῶν ὑγρῶν ἡ ἀτμιδώδης, αὕτη δὲ ψυχρά· συνέπεται ἄα τῷ μὲν ξηρῷ τὸ θερμόν, τῷ δ’ ὑγρῷ τὸ ψυχρόν. τοῦτο δὲ οὐκ ἐχυρόν· πᾶν γὰρ εἰς πᾶν μεταβάλλει, καὶ μάλιστα τὰ ἐναντία εἰς τὰ ἐναντία. ταύτῃ οὖν τὰ ὑγρῶν καὶ θερμῶν ἐφιέμενα καὶ τῶν ἐναντίων ἐφίεται, ὅπερ ἄλογον. ἐκ δὲ τῶν εἰρημένων ἔχεις τὴν αἰτίαν δι’ ἣν προτετίμηται τῶν αἰσθήσεων πασῶν ἡ ἁφή, καὶ ταύτης μὴ οὔσης οὐδεμία ἄλλη εἶναι δύναται, ἄνευ δὲ τῶν ἄλλων αὕτη, διότι τούτων ἐστὶν ἀντίληψις, ἐξ ὧν τὸ εἶναι ἔχομεν· μὴ οὔσης οὖν τῆς ἁπτικῆς αἰσθήσεως ἀντίληψιν οὐκ ἴσχομεν τῆς διαφορηθείσης ἡμῶν οὐσίας, οὕτω δ’ ἄν οὐδ’ ὀρεγοίμεθα τοῦ λείποντος. εἰ δὲ τοῦτο, οὐδὲ τῆς πληρώσεως ἔφ’ ἔσιν ἕξομεν, ἐξ οὗ σώζεται τὸ ζῷον καὶ μὴ ὄντος ἔξ ἀνάγκης φθαρήσεται. p. 414b9 τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός. Διττὴν εἰς τοῦτο φέρουσι τὴν ἐξήγησιν. ἢ γὰρ τὴν ἁφήν φησι τῶν ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς ἀντιλαμβάνεσθαι ἢ τὴν ὅρεξιν. ἀντιλαμβάνεται γὰρ ἡ ἁφὴ πρώτως μὲν καὶ καθ’ αὑτὸ θερμῶν ξηρῶν, ὑγρῶν ψυχρῶν· αὗται γὰρ τῶν ποιοτήτων ἁπταί· τῶν δὲ ἄλλων εἰ λέγοιτο ἀντιλαμβάνεσθαι, κατὰ συμβεβηκὸς δηλονότι. τοῦτο δὲ οὐ μόνον ἐπὶ τῆς ἁφῆς, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἁρμόσει λέγειν. ἡ γὰρ ὀπτικὴ αἴσθησις πρώτως μὲν τῶν χρωμάτων ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ τοῦ γλυκέος ἢ τοῦ πικροῦ ἢ τοὐ ὀξώδους, οἷον ἐὰν ἴδῃ μέλι, ὡς μὲν ξανθοῦ ἀντιλήψεται καθ’ αὑτό, ὡς δὲ γλυκέος κατὰ συμβεβηκός. ἐπειδὴ γὰρ συνενήργησάν ποτε αἱ δύο αἰσθήσεις, ἡ ὀπτικὴ λέγω καὶ ἡ γευστική, οἶδεν ὅτι τὸ τοιόνδε εἶδος γλυκύ ἐστιν ἢ πικρὸν ἤ τι τοιοῦτον εὐῶδες τυχὸν ἢ δυσῶδες]. οὕτως καὶ ἡ ἁφὴ πρώτως μὲν τῶν εἰρημένων ἀντιλαμβάνεται, κατὰ συμβεβηκὸς δὲ καὶ τῶν ἄλλων. εἰ γὰρ μύων φέρ’ εἰπεῖν ἅψωμαι ἄρτου, οἶδα ὅτι τοιάνδε ἔχει ποιότητα καὶ τοιόνδε χρῶμα· καὶ εἰ ἅψωμαι μέλιτος, οἶδα ὅτι γλυκὺ καὶ ξανθόν· τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. καὶ τὴν αἰτίαν εἴπομεν διὰ τὸ συνενηργηκέναι ποτὲ τὰς αἰσθήσεις, ἐπεὶ εἴ τι θεάσωμαι ἐν ᾧ μήποτε συνενήργησαν αἱ αἰσθήσεις, ποῖον μὲν χρῶμα ἔχει οἶδα, οὐκέτι μέντοι καὶ τὴν ποιότητα τοῦ χυμοῦ διακρῖναι δύναμαι· ὁμοίως καὶ ἐπὶ ἁφῆς καὶ τῶν λοιπῶν. εἰ μὲν οὖν πρὸς τὴν ἁφὴν ἐκληψόμεθα τὸ τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμ- βεβηκός, εἴη ἄν τοῦτο εἰρηκώς, ὥς φησιν ὁ Ἀλέξανδρος· ἤτοι ἐπεί τινες ἐνόμισαν πάσας τὰς αἰσθήσεις ἁφὰς εἶναι καὶ πάντα τὰ αἰσθητὰ ἁπτά, ἐπεὶ δοκεῖ ἁπτομένοις κἀκείνων ἡ ἀντίληψις γίνεσθαι (καὶ γὰρ ἡ ἁπτομένη τοῦ διαφανοῦς καὶ ἡ ὄσφρησις τοῦ διακονουμένου τῇ ὀσμῇ, ὃ δίοσμον λέγουσι, καὶ ἡ ἀκοὴ ὁμοίως). τοῦτο οὖν διαστελλόμενος εἶπεν ὅτι τῶν ἄνων αἰσθητῶν κατὰ συμβεβηκὸς δι’ ἁφῆς ἀντιλαμβανόμεθα. // οὐ γὰρ καθὸ ἅmεται τοῦ διαφανοῦς ἡ ὄψις ἀντιλαμβάνεται τῶν ὁρατῶν οὐδὲ ἡ ὄσφρησις τῶν ὀσφραντῶν οὐδὲ ἡ ἀκοὴ τῶν ἀκουστῶν, ἀλλὰ συμβέβηκεν αὐταῖς τὸ ἅπτεσθαι τούτων, δι’ ὧν ἀντιλαμβάνονται τῶν οἰκείων αἰσθητῶν. οὐ γὰρ ὥσπερ ἡ ἁφὴ τῶν οἰκείων αἰσθητῶν ἁπτομένη ἀντιλαμβάνεται, οὕτω καὶ αἱ ἄλλαι τῇ ἁφῇ ἔχουσι τὴν ἀντίληψιν· οὐ γὰρ τῶν χρωμάτων ἡ ὄψις ἀντιλαμβάνεται ἁπτομένη αὐτῶν, ἀλλὰ τοὐ διαφανοῦς δι’ οὗ ὁρᾶ τὰ χρώματα ἢ τῶν δὲ ἄλλων αἰσθητῶν, φησὶν ὁ Ἀλέξανδρος, κατὰ συμβεβηκὸς τὴν ἁφὴν εἶπεν ἀντιληπτικὴν εἶναι, ὅτι τούτων ἐστὶν ἀντιληπτική, οἷς ἄλλα συμβέβηκε. τὰ γὰρ ἁπλᾶ καὶ πρῶτα σώματα, ἐξ ὧν καὶ τὰ τούτοις τούτοις ὥρισται ὧν ἐστιν ἡ ἁφὴ ἀντιληπτική· θερμὸν γὰρ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν αἱ εἰδοποιοὶ καὶ ἁπλαῖ τῶν πρώτων σωμάτων διαφοραί. ἐπεὶ οὖν τὰ ἄλλα. ὧν αἱ ἄλλαι αἰσθήσεις | καθ’ h 3r αὑτὰς ἀντιλαμβάνονται, συμβέβηκε τοῖς σώμασιν, ὧν ἡ ἁφὴ κυρίως ἐστὶν ἀντιληπτική, κατὰ συμβεβηκὸς ἂν ἐκείνων ἡ ἁφὴ ἀντιλαμβάνεσθαι. || κυριώτερον δὲ τὸ τῶν ἄλλων αἰσθητῶν κατὰ συμβεβηκὸς πρὸς τὴν ἐπιθυμίαν συντακτέον, ἵν’ ᾖ ἡ σύνταξις οὕτως· οἷς δὲ ταῦτα, καὶ ἐπιθυμία· τοῦ γὰρ ἡδέος ὄρεξις αὕτη, τῶν δὲ ἄλλων αἰσθητῶν κατὰ συμβεβηκός. ὀρέγεται γὰρ ἡ ἐπιθυμία πρώτως δι’ ὧν τρέφεται ὑγρῶν καὶ ξηρῶν, θερμῶν καὶ ψυχρῶν, κατὰ συμβεβηκὸς δὲ χυμῶν καὶ χρωμάτων καὶ τῶν ἄλλων αἰσθητῶν. ὁ γὰρ φέρ’ εἰπεῖν λευκὸν οἶνον ἢ γλυκὺν ἐπιθυμῶν, κατὰ συμβεβηκὸς τούτων ὀρέγεται διά τινα συνεθισμόν, ἐπεὶ πρώτως ὑγρῶν καὶ ὅτι πρὸς τοῦτο μᾶλλον ὑπακουστέον τὸ τῶν δὲ ἄλλων κατὰ συμβεβηκός, τὰ ἑπόμενα δείκνυσιν· οὐδὲν γάρ, φησίν, εἰς τροφὴν συμβάλλεται ψόφος οὐδὲ χρῶμα. ὥστε πρὸς τὴν ὄρεξιν ἡ ἀπόδοσις· δι’ ὧν γὰρ τρέφεται, φησί, τούτων ὀρέγεται, τῶν δὲ ἄλλων κατὰ συμβεβηκός· ὡς γὰρ προελθὼν ἐρεῖ, ὁ χυμὸς οἷον ἥδυσμά τί ἐστι τῶν τρεφόντων, χυμὸν δὲ λέγει τὴν τοιάνδε γευστὴν ποιότητα τὴν ἐπιγενο- μένην τοῖς τρέφουσι. ψυχρὸν δὲ τὸ ποτὸν εἶπεν, ὅτι κἂν θερμὸν τὸ ὕδωρ πίνηται, τῆ θίξει ἐστὶ θερμόν, τῇ δὲ δυνάμει ψυχρόν, ὅθεν σβέννυσι τὴν ἐκ τοῦ διψῆν ἐγγινομένην ξηρότητα. καὶ οἱ ἀκριβῶς δὲ διψῶντες ψυχροῦ ὀρέγονται, ὅθεν οὐκ ἄν εἰ μὴ δι’ ἀνάγκην οὐδὲ οἶνον προσιοῖντο. τί οὗν; οὐχὶ καὶ οἱ τοιοίδε χυμοὶ συμβάλλονται πρὸς σωτηρίαν τῷ ζῴῳ καὶ ἄλλοι δὲ λυμαίνονται αὐτό; λέγω οὖν ὅτι ὡς μὲν σώματα ἁπλῶς ὑπὸ ξηρῶν καὶ ὑγρῶν, θερμῶν τε καὶ ψυχρῶν τρέφοντι, ὡς δὲ καὶ· τοιώσδε πεποιωμένα δέονται καὶ τοιᾶσδε ἐν ταῖς τροφαῖς ποιότητος. ἄλλως τε διὰ τοῦτο οὐκ ἐν πᾶσιν αἱ αὐταὶ τῶν τροφῶν ποιότητες παραλαμβάνονται διὰ τὴν πρὸς αὐτὰς ἀσυμμετρίαν τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως. ἐπειδὴ γὰρ καὶ τοιαίδε ποιότητες ἐκ τῆς τοιᾶσδε τῶν στοιχείων κράσεως ἐν τοῖς συν- θέτοις ἐπιγίνονται κατά τινα τῶν ἁπλῶν τινος ἐπικράτειαν, εἰκότως τοῖσδε μὲν ἐν οἷς φέρ’ εἰπεῖν ἐπικρατεῖ τὸ θερμόν, τοὺς τοιούσδε χυμοὺς προσφέρομεν, οἵτινες ἐγγίνονται τῶ ψυχροῦ ἐπικρατοῦντος· τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα. ὥστε οὐκ ἐπειδὴ τοιόσδε ὁ χυμός, προσφέρομεν αὐτὸν τοῖς αὐτοῦ δεομένοις, ἀλλ’ ἐπεὶ κατ’ ἐπικράτειαν γέγονε τοῦ ψυχροῦ τυχὸν ἢ θερμοῦ ἢ ξηροῦ ἢ ὑγροῦ. ὥστε πάλιν πρώτως μὲν ταῦτά ἐστι τὰ τρέφοντα, κατὰ συμβεβηκὸς δὲ οἱ χυμοί. πεῖνα δὲ καὶ δίψα ἐπιθυμία. εἰπὼν τὰ τὴν ἁφὴν ἔχοντα αἰσθάνεσθαι τροφῆς, τὰ δὲ αἰσθανόμενα τροφῆς καὶ πεινῆν καὶ διψῆν, τὴν δὲ πεῖναν καὶ τὴν δίψαν ἐπιθυμίαν εἶναι, τὴν δὲ ἐπιθυμίαν ὄρεξιν, συνήγαγε καὶ ἔδειξεν ὅτι τοῖς τὴν ἁπτικὴν αἴσθησιν ἔχουσιν ἕπεται πάντως ἡ ὄρεξις. p. 414b 14 Διασαφητέον δὲ περὶ αὐτῶν ὕστερον. ἐρεῖ γὰρ ἐφεξῆς ἰδία περὶ ἑκάστης δυνάμεως ψυχικῆς, ἐρεῖ δὲ καὶ περὶ τῶν ἰδίων αἰσθητῶν ἑκάστης αἰσθήσεως, ὅταν περὶ τῶν αἰσθήσεων αὐτῶν διαλέγηται. p. 414b16 Περὶ δὲ φαντασίας ἄδηλον, ὕστερον δὲ ἐπισκεπτέον. Πρότερον μὲν ἔλεγεν, ὥσπερ τὴν ὄρεξιν ἕπεσθαι τοῖς μετέχουσιν αἰσθήσεως, οὕτω δὲ καὶ τὴν φαντασίαν, ἡνίκα περὶ τῶν ἐντόμων ἔλεγε· νῦν δὲ ἄδηλόν φησιν εἶναι, εἰ πάντως τοῖς αἴσθησιν ἔχουσι καὶ φαντασία ἕπεται. οἱ γὰρ σπόγγοι συναισθάνονται μὲν τοῦ ἡδέος καὶ τοῦ λυπηροῦ, φαντασίαν δὲ οὐκ ἄν εἰκότως ἔχειν αὐτούς τις ὑπονοήσει, εἴπερ κρείττων μὲν ἡ φαντασία τῶν αἰσθήσεων, ἐκεῖνα δὲ οὐδεμίαν ἄλλην αἴσθησιν ἔχει πλὴν τῆς ἁφῆς, ὥστε τῶν χειρόνων μὴ ὄντων οὐκ ἄν εἴη ἡ κρείττων. ἐρεῖ δὲ περὶ αὐτῆς καὶ ἐν τούτῳ τῷ λόγῳ ᾧτ’ ὀλίγα καὶ ἔτι ἐντελέστερον ἐν τῷ τρίτῳ, τίσι τε ὑπάρχει τῶν ζῴων καὶ τίσιν οὔ. p. 414b16 ἐνίοις δὲ πρὸς τούτοις ὑπάρχει καὶ τὸ κατὰ κινητικόν. τὴν τάξιν τῶν ψυχικῶν δυνάμεων παραδίδωσιν ἅμ δηλῶν ὅτι ἔστιν ἐν αὐταῖς τὸ πρῶτον καὶ τὸ ὕστερον. ἔν τισι μὲν γάρ ἐστι μόνη ἡ θρεπτική, ἔν τισι δὲ καὶ ἡ αἰσθητική, ᾗτινι καὶ ἡ ὀρεκτικὴ ἕπεται· πρὸς τούτοις ἔν τισι καὶ ἡ φαντασία, ἐν ἄλλοις καὶ τὸ κατὰ τόπον κινητικόν. ἑτέροις καὶ τὸ διανοητικόν, ὅπερ ἐστὶ δυνάμει νοῦς, οἷον ἐν ἀνθρώποις. καὶ ἐν οἷς μὲν τὰ κρείττονα, πάντως καὶ τὰ χείρονα οὐκέτι δὲ καὶ ἔμπαλιν. // τὸ δὲ κἄν εἴ τι τοιοῦτον ἕτερον καὶ τιμιώτερόν φασι περὶ δαιμόνων τινῶν λέγειν συστοίχων πὼς τῇ ἀνθρωπείᾳ φύσει· οὐδὲ γὰρ ἐκ τῶν ἀεὶ ἄνω κάθοδον καὶ ὑπόβασιν ἄμεσον δεῖ μέχρις ἡμῶν εἶναι, φασίν, οὐδὲ τὴν πτῶσιν εὐθὺς ἐν τοῖς ἐσχάτοις γίνεσθαι τῆς λογικῆς οὐσίας, ἀλλ’ εἶναι καὶ οἷον μεσότητα, ἥτις οὔτε οὕτω συμπέ- πλεκται πρὸς τὴν ἀλογίαν ὡς ἡμεῖς, οὔτε μὴν ἄσχετός ἐστι πρὸς αὐτήν. καὶ τὴν ψυχὴν δέ φασιν μὴ εὐθὺς εἰς τόδε καταπίπτειν, ἀλλὰ πρότερον ἀέριον γίνεσθαι ἐπί τινα χρόνον ἀπαθεστέραν ταύτης ζωὴν ζῶσαν, οὐ μέντοι πάντῃ ἄσχετον πρὸς τὰς δυνάμεις τὰς ἀλόγους· ἣν ἴσως αἰνίττεται διὰ τούτων. p. 414b19 Δῆλον οὖν ὅτι τὸν αὐτὸν τρόπον εἷς ἄν εἴη ψυχῆς τε καὶ σχήματος. Δείξας ὅτι ἔστιν ἐν ταῖς ψυχικαῖς δυνάμεσι τὸ πρότερον καὶ τὸ ὕστερον, βούλεται λοιπὸν ἐντεῦθεν δεῖξαι ὅτι καλῶς ἐκ τοῦ συγκεχυμένου μεταβαίνει ἐπὶ τὸ διηρθρωμένον καὶ ἐκ τοῦ κοινότερον ἀποδεδομένου ὁρισμοῦ ἐπὶ | τὸν ἰδίᾳ ἑκάστης δυνάμεως ὁρισμόν. μάλιστα μὲν γὰρ h 3v εἰ καὶ τὸ κοινῶς κατηγορούμενον τῶν ψυχῶν γένος ἦν, οὐδὲ οὕτως ἔδει ἐναπομένειν τὸν φυσικὸν ἐν τοῖς τῶν γενῶν ὁρισμοῖς, ἀλλὰ μεταβαίνειν ἐπὶ τὰ εἰδικώτατα εἴδη· ἡ γὰρ ἑκάστου γνῶσις ἐκ τῶν ἰδίᾳ ἑκάστῳ ὑπαρχόντων γνωρίζεται. ἐπεὶ δὲ οὐκ ἔστι γένος τὸ κοινῶς τῶν ψυχῶν κατηγορούμενον, ἀλλ’ ὁμώνυμος φωνὴ κατὰ τὰ ὡς ἀφ’ ἑνὸς καὶ πρὸς ἐν, γελοῖον τὸ ἐναπομένειν ἐν τοῖς κοινοῖς λόγοις. ὥσπερ γὰρ τὸ σχῆμα ὁμώνυμός ἐστι φωνή, καὶ εἰ τοῦτο ὁριζόμενός τις ἐρεῖ ὅτι σχῆμά ἐστι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον, εἰ μὴ ἐπεξέλθοι τοῖς κατὰ μέρος σχήμασι, τριγώνῳ, τετραγώνῳ καὶ τοῖς λοιποῖς, οὐδὲν ἔσται δεδιδαχὼς ἡμᾶς περὶ σχημάτων (οὐ γάρ ἐστι φύσις τις αὐτὴ καθ’ αὑτὴν ἄνευ τῶν κατὰ μέρος, ὥσπερ ἐστὶν ἡ τοῦ ζῴου φύσις τις ἰδιάζουσα πᾶσιν ἐφαρμόζουσα τοῖς μερικοῖς, ἃ κἄν μὴ ᾖ, οὐδὲν ἧττον τὸ ζῷον δύναται εἶναι οὐσία ἔμψυχος αἰσθητική), οὕτως οὐδὲ ὁ περὶ ψυχῆς κοινὸν λόγον ἀποδεδωκὼς εἰ μὴ ἐπεξέλθοι τοῖς κατὰ μέρος, οὐδὲν ἂν εἴη δεδιδαχώς, ἐπειδὴ μηδὲ γένος ἐστὶ ψυχῶν. οὐδὲν γὰρ ἄλλο ἐστὶ ψυχὴ παρ’ ἑκάστην τῶν κατὰ μέρος, ὥσπερ οὐδὲ τὸ σχῆμα ἕτερόν τί ἐστι παρ’ ἕκαστον ὦν σχημάτων, οἷον τρίγωνον ἡ τετράγωνον καὶ τὰ λοιπά. ἀλλ’ ὥσπερ ἐν τοῖς σχήμασι πρῶτον μέν ἐστι τὸ τρίγωνον (ἐν τοῖς εὐθυγράμμοις ἐπεί τοι ὁ κύκλος τὴν πρωτίστην ἔχει τάξιν ἅτε ὑπὸ μιᾶς γραμμῆς περιεχόμενος, δευτέραν δὲ τὸ ἡμικύκλιον ἢ ἁπλῶς τὸ τμῆμα ἅτε ὑπὸ δύο γραμμῶν περιεχόμενον, καὶ τρίτην τὸ τρίγωνον ὑπὸ τριῶν περιεχόμενον), ἐν δὲ τοῖς εὐθυγράμμοις πρῶτον μὲν τὸ τρίγωνον, δεύτερον δὲ τὸ τετρά- γωνον· σύγκειται γὰρ ἐκ δύο τριγώνων· εἰ γὰρ ἐπιζεύξεις τὴν διαγώνιον τοῦ τετραγώνου, ποιεῖς β τρίγωνα ὀρθογώνια· τρία δὲ συντεθέντα τρίγωνα τὸ πεντάγωνον ποιεῖ, λέγω δὴ τὸ ΑΓΒ καὶ ABE καὶ EAB, τέσσαρα δὲ τὸ ἑξάγωνον, τό τε AZE καὶ τὸ AEE * *, πέντε δὲ τὸ ἑπτάγωνον, καὶ ἐφεξῆς τρίγωνον προσθεὶς καὶ γωνίαν προσθήσεις· πᾶν γὰρ πολύγωνον ἐκ τριγώνων ἔχει τὴν γένεσιν, καὶ ἐν παντὶ πολυγώνῳ, ἄν ἐπιζεύξῃς εὐθεῖαν δύο πλευρὰς ὑποτείνουσαν, τρίγωνον ποιήσεις, καὶ πᾶν εἰς τρίγωνα διαιρεῖται· καὶ διὰ τοῦτο ἀναιρεθέντος τοῦ τριγώνου μὲν οὐδὲν τῶν ἐφεξῆς ἔσται, ἐκείνων δὲ ἀναιρεθέντων μένει τὸ τρίγωνον· ὥστε ἔστι τὸ πρότερον καὶ ὕστερον ἐν αὐτοῖς, καὶ διὰ τοῦτο <τὸ> κοινῶς αὐτῶν κατηγορούμενον σχῆμα οὐκ ἔστι γένος, ἀλλ’ ἔστι περίληψίς τις κεφαλαιώδης τούτων, ὧν κατηγορεῖται· οὕτως οὖν καὶ ἐπὶ τῶν ψυχῶν ἀναιρεθείσης μὲν τῆς θρεπτικῆς οὐδεμία ἔσται τῶν ἄλλων ἐν τοῖς θνητοῖς ζῴοις· καὶ γὰρ καὶ τὴν αἰτίαν εἴπομεν πολλάκις· τῶν δὲ ἄλλων ἀναιρεθεισῶν μόνη αὕτη εἶναι δύναται, ὡς ἐπὶ τῶν φυτῶν. εἰ τοίνυν τὸ κοινῶς αὐτῶν κατηγορούμενον μὴ ἔστιν οὐσία τις, γελοῖον τὸ μένειν ἐπὶ τοῦ κοινοῦ λόγου· οὐδὲν γὰρ ἐξ αὐτοῦ περὶ τῆς οὐσίας τῶν ψυχῶν εἰσόμεθα. διὸ ἀναγκαῖον τὸν περὶ ἑκάστης ἰδίᾳ λόγον ἐπεξελθεῖν. p. 414b21 οὕτε γὰρ ἐκεῖ σχῆμα παρὰ τὸ τρίγωνόν ἐστι καὶ ἐφεξῆς οὔτε ἐνταῦθα ψυχὴ παρὰ τὰ εἰρημένα. Τὸ μὲν γὰρ γένος φύσις ἔστι τις ἐν τοῖς εἴδεσι μὲν ὑπάρχουσα, ιοιον μέντοι ὁρισμὸν παρ’ ἕκαστον ἴων εἰδῶν ἔχουσα, ὅσπερ ὁρισμὸς ἐφαρμόζει μὲν τοῖς εἴδεσιν, οὐδενὸς δέ ἐστιν αὐτῶν ἴδιος, ἀλλὰ τῆς οὐσίας τοῦ γένους ἐστὶν ἴδιος· ὁ μέντοι τοῦ σχήματος λόγος οὐδενὸς ἄλλου δηλωτικός ἐστι παρὰ τὰ κατὰ μέρος σχήματα, ὧν κατηγορεῖται. διὸ οὐ μόνον ἐστὶν ἐν τούτοις ὥσπερ τὸ γένος ἐν τοῖς εἴδεσιν, ἀλλὰ καὶ τούτων τί ἐστι. τὸ γὰρ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον ἐξαρίθμησίς ἐστι τῶν ἀημάτων, οὐ φύσις τις οἰκεία δηλουμένη, ὁ μὲν κύκλος ὑπό τινος, τὸ δὲ τρίγωνον ὑπό τινων. ὡς οὖν ὁ κοινὸς λόγος ἐν τοῖς σχήμασιν οὐ φύσεως τινος δηλωτικὸς παρὰ τὰ κατὰ μέρος σχήματα, οὕτως οὐδὲ ὁ τῆς ψυχῆς κοινὸς λόγος. τεκμήριον δὲ τὸ ἀναιρεθέντος ἑνὸς ἀναφεῖσθαι καὶ τὰ λοιπά, τριγώνου μὲν τὰ σχήματα, τῆς θρεπτικῆς δὲ δυνάμεως τὰς λοιπάς. ἐφ’ ὧν δ’ ἑνὸς εἴδους ἀναιρεθέντος τὰ λοιπὰ ἀναιρεῖτια, τούτων τὸ κοινῶς κατηγορούμενον οὐκ ἔστι γένος, ἀλλ’ ὁμώνυμος φωνή. p. 414b25 Διὸ γελοῖον ζητεῖν τὸν κοινὸν λόγον καὶ ἐπὶ καὶ ἐφ’ ἑτέρων. Πῶς οὖν αὐτὸς ἀποδέδωκας κοινὸν λόγον ἐπὶ πάσης ψυχῆς, ὅστις οὐδεμιᾶς ψυχῆς ἐστιν ἴδιος; ἀλλ’ οὐ τοῦτό φησιν ὅτι οὐ δεῖ τὸν κοινὸν ἀποδιδόναι λόγον, ἀλλ’ ὅτι οὐ δεῖ τοῦτον μόνον ζητεῖν οὐδὲ νομίζειν ἀρκεῖν τὴν ἀπόδοσιν τοὐ κοινοῦ λόγου εἰς τὸ δηλῶσαι ἡμῖν τὴν οὐσίαν τοῦ προκειμένου, ἀλλὰ δεῖ καὶ τοὺς τῶν εἰδικωτάτων εἰδῶν ὁρισμοὺς ἀποδιδόναι εἴπερ ἡ ἑκάστου οὐσία κατὰ τὰ ἰδίως ὑπάρχοντα. τὸ ὅλον οὖν τοῦτό φησιν ὅτι γελοῖόν ἐστι τῷ κοινῷ λόγῳ ἀρκεῖσθαι μόνῳ ἀφέντας τὸν ἴδιον ἑκάστου. μάλιστα μὲν γάρ, εἰ καὶ ἦν τις ἐξῃρημένη καὶ κοινή τις οὐσία ἡ ψυχή, οὐκ ἔδει τὸν φυσικὸν ἐπὶ τοῦ ὅρου ταύτης μένειν, ἀλλὰ ζητεῖν τὸν εἰδικώτατον ἑκάστης ψυχῆς μετὰ τῆς ὑποβεβλημένης αὐτῷ ὕλης, ὥσπερ οὐδὲ ἐπὶ τῆς ἐννοίας τοῦ κοινοῦ ζῴου δεῖ καταμένειν, ἀλλὰ καὶ περὶ τῶν εἰδικωτάτων τὴν σκέψιν | ποιεῖσθαι. νῦν δὲ πολλῶ πλέον, ὅτε μηδὲ γένος ἐστὶν ἡ ψυχὴ ἁπλῶς· εἰ δὲ μὴ γένος, οὐδὲ ὁ ταύτην ἑρμηνεύων λόγος ὅρος ἐστί· τὰς δὲ τῶν πραγμάτων οὐσίας διὰ τῶν ὁρι- σμῶν ἐροῦμεν. γελοῖον ἄρα τὸν φυσικὸν μέχρι μόνου τοῦ κοινοῦ λόγου ἐγκαταμένειν, ἀλλ’ ὥσπερ ὁ γεωμέτρης ὁρισάμενος κοινῶς τὸ σχῆμα προσέθηκε τοὺς εἰδικωτάτους ἑκάστου τῶν ἐν ὑποστάσει σχημάτων ὁρι- σμούς, οὕτω δεῖ καὶ ἡμᾶς κοινῶς τὴν ἐνέργειαν τῆς ψυχῆς παραδεδωκότας καὶ ἰδίᾳ τὸν περὶ ἑκάστης οὐσίας ψυχικῆς ποιήσασθαι λόγον. ἀεὶ γὰρ τῷ ἐφεξῆς ὑπάρχει δυνάμει τὸ πρότερον· ἔν τε τῷ τετραγώνῳ ὑπάρχει δυνάμει τὸ τρίγωνον (εἰ γὰρ ἐπιζεύξῃς, ὥσπερ εἶπον, τὴν ποιήσεις δύο τρίγωνα ὀρθογώνια) καὶ ἐπὶ τῶν ψυχῶν ἔνθα ἔστι τὸ κατὰ τόπον κινητικόν, ἐκεῖ πάντως καὶ τὸ αἰσθητικόν, ἔνθα δὲ τοῦτο, ἐκεῖ καὶ τὸ θρεπτικόν. οὐκέτι μέντοι, ἔνθα τὰ πρότερα, ἐκεῖ καὶ τὰ ὕστερα· τό τε γὰρ θρεπτικὸν δίχα τῶν ἄλλων ἐστὶν ἐπὶ τῶν φυτῶν καὶ τὸ τρίγωνον δίχα τῶν ἐφεξῆς σχημάτων. ὥστε τὸ πρότερόν ἐστιν ἐν αὐτοῖς καὶ τὸ ὕστερον· οὐκοῦν οὐκ ἀρκέσει ὁ κοινὸς λόγος, ἀλλὰ καὶ ἰδίᾳ ἑκάστου ζητητέον τὸν λόγον. p. 414b 33 Διὰ τίνα δ’ αἰτίαν τῷ ἐφεξῆς οὕτως ἔχουσι, σκεπτέον. Βούλεται ἐντεῦθεν τὴν αἰτίαν ἀποδοῦναι τῆς τάξεως τῶν ψυχικῶν δυνάμεων, τίνος ἕνεκα αἱ μὲν ὕστεραι οὐκ ἄνευ τῶν προτέρων εἰσίν, αἱ πρότεραι δὲ καὶ τῶν ὑστέρων χωρίς. ἀλλὰ πρὶν τὴν αἰτίαν ἀποδῷ, πρότερον ὅπως ἔχουσι τάξεως διεξέρχεται, ὅτι ἡ μὲν αἰσθητικὴ οὐκ ἄνευ τῆς θρεπτικῆς, ἡ θρεπτικὴ δὲ ἄνευ τῆς αἰσθητικῆς· πάλιν ἐπὶ τῆς αἰσθητικῆς αἱ μὲν ἄλλαι χωρὶς τῆς ἁπτικῆς οὐ δύνανται εἶναι, αὕτη δὲ χωρὶς ἐκείνων ἐστί, καὶ ἀπλῶς αἱ τιμιώτεραι οὐκ ἄνευ τῶν καταδεεστέρων, αὗται δὲ χωρὶς ἐκείνων δύνανται. οἷον σπόγγοι μὲν καὶ ἀκαλῆφαι, ὥς φασιν, καὶ εἴ τι ὅμοιον, μόνης ἁπτικῆς μετέχουσι, τὰς δὲ χήμας καὶ τὰ ὄστρεα φασι πρὸς ταύτῃ καὶ τὴν γευστικὴν ἔχειν· καὶ γὰρ βόσκονται, καὶ ὁρᾶται ἐν αὐτοῖς στόματι καὶ γαστρὶ ἀνάλογόν τι· εἰ δὲ στόμα, ἐξ ἀνάγκης καὶ γευστικὴ αἴσθησις. ὀσφρήσεως δὲ οὐ μετέχουσιν· οὐ γὰρ φαίνονται ἐφαπτόμεναι δελέατι. ἁ δὲ πορφύραι καὶ κήρυκες πρὸς ταύταις ἔχουσι καὶ τὴν ὀσφραντικήν· ἕπεσθαι γὰρ αὐτάς φασι τῷ δελέατι· ἀκουστικὴν δὲ οὐκέτι ἔχουσιν· οὐ γὰρ φαίνονται πάσχουσαί τι ὑπὸ τῶν ψόφων ἕτερα δὲ πρὸς ταύταις ταῖς τρισὶ καὶ τὴν ἀκουστικὴν ἔχουσιν, οἷον οἱ ἀσπάλακες· ὀμμάτων γὰρ οὗτοι ἐστέρηνται. μᾶλλον δὲ τούτους μέν φησιν ὁ Ἀριστοτέλης ὀφθαλμοὺς ἔχειν· φαίνονται γὰρ ὀφθαλμοὺς ἔχοντες ὑπὸ τὸ δέρμα, τῆς φύσεως αὐτῆς τοῦτο μηχανησαμένης, ἐπεὶ τὸ ζῷον τοῦτο ὑπὸ γῆν διαιτᾶται τῷ στόματι διορύττον τὴν γῆν καὶ ταύτῃ διαιτώμενον· ἴνα οὖν μὴ βλάπτοιντο οἱ ὀφθαλμοὶ διορύττοντος τὴν γῆν, ἐσκέπασεν τούτους ἡ φύσις τῷ δέρματι. πᾶσι γὰρ τοῖς κατὰ τόπον κινουμένοις ζῴοις ἀναγκαίως ἡ φύσις καὶ ὀφθαλμοὺς ἐχορήγησεν, ἵνα μὴ ἐπὶ κακῷ ἔχοιεν τὴν κατὰ τόπον κίνησιν κατὰ κρημνῶν φερόμενα. ἐν τοῖς ἐνύδροις δὲ ἔστιν εὑρεῖν ἐστερημένα ὄψεως, μὴ τοιαύτης οὔσης αὐτοῖς τῆς βλάβης τῷ ἐν ὕδατι διαιτᾶσθαι. ὥστε ἔνθα μὲν ὄψις, ἐκεῖ καὶ αἱ λοιπαί, ὁμοίως ἔνθα ἀκοή, καὶ αἱ ἐφεξῆς, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως· οὐκέτι μέντοι ταῖς ἐσχάταις αἱ πρῶται ἀκολουθοῦσι. τέτακται δὲ προσεχῶς ὑπὲρ τὰς αἰσθήσεις τὸ ὀρεκτικόν, ὃ καὶ πάντως ἕπεται ταῖς αἰσθήσεσι, κἄν μία ᾖ, καὶ ὑπὲρ τοῦτο τὸ κατὰ τόπον κινητικὸν * * * ὅπερ οὐχ ἕπεται τοῖς κατὰ τόπον κινουμένοις· μύρμηκες μὲν γὰρ καὶ μέλιτται καὶ τὰ τοιαῦτα ὁμολογουμένως μετέχει φαντασίας. σκώληκες δὲ καὶ ἁπλῶς ὅσα τὴν κίνησιν ἄτακτον ποιεῖται, φαντασίας οὐ μετέχει, εἰ δέ τις καὶ δῷ τοῦτο ἀμυδρᾶς δηλονότι τούτης καὶ μηδὲ γωνσθῆναι εἰ ἔστι δυναμένης. ἡ αὐτὴ τάξις καὶ ἐπὶ τῶν λογικῶν δυνάμεων· εὔλογον γὰρ τὰ οὐράνια διανοίᾳ μὲν χρῆσθαι συστοίχως τῇ ἑαυτῶν ζωῇ, ἐπειδὴ ὅλως περίκεινται σώματα, δόξῃ δὲ χρῶνται οὐ τῆ ἄνευ λόγου, ἀλλὰ τῷ συμπεράσματι τῆς διανοίας. αἱ δὲ φυτικαὶ δυνάμεις θρεπτικὴ μὲν καὶ αὐξητικὴ πάντως συνέπονται, εἰ καὶ μὴ ἀεί· χρόνῳ μὲν γὰρ ἡ αὐξητικὴ λήγει, μένει δ’ ἡ θρεπτική· γεννητικὴ δ’ οὐ πᾶσιν ὑπάρχει, οἷς τροφὴ καὶ αὔξησις ὑπάρχει· τῶν τε γὰρ ζῴων πολλὰ ταύτης ἐστέρηται, οἷον σκώληκες καὶ πάντα τὰ ἐκ σήψεως γινόμενα, καὶ πολλαὶ τῶν αὐτομάτων βοτανῶν σπέρμα οὐ φέρουσι, καίτοι τρεφόμενα καὶ αὐξόμενα. πάντως μέντοι ταῖς κρείττοσιν αἱ χείρους ἕποντι ἐν τοῖς θνητοῖς ζῴοις, ὡς αὐτὸς εἶπεν· ἐπὶ γὰρ τῶν ἀιδίων δι’ αὐτὸ τοῦτο τὸ ἀίδια εἶναι αἱ φυτικαὶ ἐκλελοίπασι, τὸ ἀπορρέον ἐν τοῖς θνητοῖς ἀνυφαίνουσαι, θυμὸς δὲ καὶ ἐπιθυμία μηδενὸς ὄντος τοῦ λυμαινομένου ὃ δεῖ ἀμύνεσθαι· ὅθεν οὐδὲ τοιούτοις διωργάνωται μορίοις τοῖς ταῖς τοιαύταις τῆς ψυχῆς δυνάμεσιν ὑπηρετοῦσιν. ἀλλὰ πρὸς λόγον τῆς ψυχικῆς ζωῆς καὶ τὰ σώματα τῶν μὲν ἀλόγων πλάγια καὶ κάτω νεύοντα διὰ τὸ χρόνιον τῆς ζωῆς, τῶν δ’ ἀνθρώπων ὄρθιά τε καὶ σφαιρικὰ κατὰ τὸ ἄνω, ὡς ἔμπροσθεν εἴρηται, τὸ μὲν διὰ τὴν ἄλογον, τὸ δὲ διὰ τὴν λογικὴν ζωήν, τοῦ ὀρθίου δεικνύντος ὡς καὶ τὴν ἄλογον ἠρτῆσθαι δεῖ τῆς λογικῆς καὶ πρὸς ἐκείνην νεύειν· τῶν δὲ οὐρανίων μόνων σφαιρικὰ τὰ σώματα, μιμήματα ὄντα τῆς νοερᾶς αὐτῶν ζωῆς, καθ’ ἣν χαρακτηρίζονται. τὰς δὲ αἰτίας τούτων λέξει ἐφεξῆς. p. 415a 6 Καὶ τῶν αἰσθητικῶν δὲ τὰ μὲν ἔχει τὸ κατὰ τόπον κινητικόν, τὰ δὲ οὐκ ἔχει. Ὥσπερ τὰ μετέχοντα αἰσθήσεως πάντως καὶ θρεπτικῆς μετέχει, οὐκέτι μέντοι καὶ ἔμπαλιν, οὕτως τὰ μὲν μετέχοντα τοῦ κατὰ τόπον κινητικοῦ πάντως καὶ αἰσθήσεως μετέχει, ἐπειδὴ κρεῖττον τοῦτο τῆς αἰσθήσεως, οὐκέτι δὲ τὰ μετέχοντα αἰσθήσεως καὶ τοῦ κατὰ τόπον μετέχει κινητικοῦ, οἷά εἰσι πάντα τὰ ζώφυτα· ἐρρίζωται γὰρ ταῦτα ἐν ταῖς πέτραις καὶ ὅλα τόπον οὐκ ἀμείβει. εἰ μὲν οὖν κίνησιν λάβωμεν τὴν καθ’ ὅλον τὸ πρᾶγμα, ἐνδέχεται αἴσθησιν μὲν ἔχειν τινά, κίνησιν δὲ μὴ ἔχειν· εἰ δ’ ἁπλῶς πᾶσαν τὴν κατὰ τόπον κίνησιν, πάντως ἔνθα ἄν ᾖ αἴσθησις, καὶ μόνη ἡ ἁφή, ἐκεῖ καὶ ἡ κατὰ τόπον κίνησις ἢ καθ’ ὅλα ἢ κατὰ μέρη. διὰ τοῦτο γὰρ δέδωκεν ἡ φύσις τὴν αἴσθησιν ταύτην, ἵνα ἱῆται μὲν ἐπὶ τὰ ἡδέα τε καὶ ὠφέλιμα, ἐκκλίνῃ δὲ ἀπὸ τῶν βλαπτόντων συναίσθησιν αὐτῶν λαμβάνον τὸ μετέχον αὐτῆς. φαίνονται γοῦν καὶ οἱ σπόγγοι καὶ οἱ κοχλίαι καὶ ἄλλα πλεῖστα ἀντιτύπου μὲν θιγόντος συστελλόμενοι, ὑγροῦ δὲ διαχεόμενοι. οὕτως ἄρα διὰ τοῦτο ἡ αἴσθησις ἐδόθη διὰ τὸ ἵεσθαι μὲν ἐπὶ τὸ συγγενὲς καὶ ἡδύ, ἐκκλίνειν δὲ τὸ βλαβερόν· τὸ δ’ ἵεσθαι καὶ ἐκκλίνειν, κινήσεις κατὰ τόπον εἰσί. p. 415a7 τελευταῖον δὲ καὶ ἐλάχιστα λογισμὸν καὶ οἷον ὁ ἄνθρωπος, ἢ <εἴ> τι τοιοῦτον ἄλλο εἶδος ὑπάρχει. δέ, φησί, λογισμοῦ μετέχει καὶ διανοίας εἰκότως· τὰ γὰρ πράγματα ὅσῳ μᾶλλον ἐγγίζει τῇ μιᾷ τῶν πάντων ἀρχῇ, τῷ μὲν ποσῷ ἐλαττοῦται, ὑπεραίρει δὲ κατὰ τὴν δύναμιν, διότι κἀκείνη ἀριθμοῦ ἐκτὸς οὖσα παντοδύναμός ἐστι· διὸ καὶ τὰ πλησιέστερα ταύτης συστέλλει μὲν τὸ ποσόν, αὔξει δὲ τὴν δύναμιν. διὰ τοῦτο οὖν τὰ λογισμοῦ καὶ διανοίας μετέχοντα ἐν τοῖς θνητοῖς ἐλάχιστά ἐστι τῷ ἀριθμῷ, διότι τῇ δυνάμει μέγιστα. p. 415a8 οἷς μὲν γὰρ ὑπάρχει λογισμὸς τῶν φθαρτῶν, καὶ τὰ λοιπὰ πάντα. Ἀναγκαίως προσέθηκε τὸ φθαρτῶν· ἐν γὰρ τοῖς φθαρτοῖς πᾶσαι αἱ προειρημέναι ψυχικαὶ δυνάμις ὑπάρχουσι, καὶ ἡ τάξις αὐτῶν ἡ εἰρημένη. τὰ μέντοι θεῖα καὶ ἀθάνατα λογισμὸν μὲν ἔχειν δόξει, τῶν δὲ ἄλλων δυνάμεων μηδεμίαν· πρὸς γὰρ τὴν χρείαν καὶ σωτηρίαν τῶν θνητῶν πᾶσαι ἐκεῖναι γεγόνασι. λογισμὸν δέ φησι τὴν διάνοιαν. οὐ θαυμαστὸν δὲ καὶ τὰ θειότερα ζῷα, οἷον τὰ οὐράνια, διὰ τὴν ἐπιπλοκὴν τὴν τοῦ σώματος χρῆσθαι διανοίᾳ, ἀναλόγῳ μέντοι τῆ ζωῇ αὐτῶν, οὐχ ὥσπερ ἡ παρ’ ἡμῖν ἐξ ἀπορίας εἰς εὐπορίαν προιούσῃ καὶ ἀπὸ ζητήσεως εἰς εὕρεσιν, ἀλλ’ ἀζήτητα διά τινων πρώτων συναγούσῃ τὰ δεύτερα, τοσοῦτον διαφε- ρούσης τῆς τοιαύτης διανοίας τοῦ νοῦ, ὅτι ἐκεῖνος μὲν μιᾷ ἐπιβολῇ περι- λαμβάνει τὸ γνωστόν, αὕτη δὲ μεταβάσεως τινος δεῖται, ἀπραγμόνως μέντοι, καὶ ἀπορία καὶ ζήτησις οὐ προηγήσατο. p. 415a10 Ἀλλὰ τοῖς μὲν οὐδὲ φαντασία, τὰ δὲ ταύτῃ μόνῃ ζῶσι. Τῶν γὰρ μὴ μετεχόντων λόγου τὰ τελειότατα [ταῦτα] κατὰ φαντασίαν ζῇ. τὸ δὲ ταύτῃ μόνῃ ζῶσιν εἶπεν πρὸς ἀντιδιαστολὴν τοῦ λογισμοῦ, ἐπεὶ ζῶσι καὶ τῇ αἰσθήσει, ἀλλ’ ἕκαστον κτὰ τὸ τιμιώτατον τῶν ἐν ἑαυτῷ χαρακτηρίζεται. τινὰ δὲ καὶ τῶν αἰσθήσεως μετειληφότων φαντασίαν οὐκ ἔχει· τοῦτο γὰρ δοκεῖ λέγειν. ἔστι δὲ ἄπορος ὁ λόγος· εἰ γὰρ τὰ αἰσθήσεως μετέχοντα καὶ ὄρεξιν ἔχει, ἡ δὲ ὄρεξις τῶν ἀπόντων ἐστίν (τοῦ γὰρ παρόντος οὐκ ἔστιν ὄρεξις), τὸ δὲ ὀρέγεσθαι τοῦ μὴ παρόντος οἷον δι’ ἀνατυπώσεως αὐτοῦ γίνεται, πῶς οἷόν τε τὰ ὀρέξεως μετέχοντα, ταὐτὸν δ’ εἰπεῖν τὰ αἰσθήσεως, μὴ μετέχειν καὶ φαντασίας; τὸν δὲ περὶ τούτων λόγον ζητήσομεν ἀκριβέστερον, ὅταν τὸν περὶ τῆς φαντασίας προχειρίζηται λόγον ὁ φιλόσοφος. διαλέξεται γὰρ περὶ αὐτῆς καὶ ἐνταῦθα μέν, μάλιστα δ’ ἐν τῷ τρίτῳ βιβλίῳ. δύναται δὲ λέγειν ἀπλῶς τινα φαντασίας μὴ με- τέχειν, ὅσα μηδὲ αἰσθήσεως, οἷον τὰ φυτά. p. 415a11 Περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ ἕτερος λόγος. Κἀνταῦθα πάλιν δῆλός ἐστι χωρίζων τὸν νοῦν καὶ μὴ συναριθμῶν ταῖς ἄλλαις τῆς ψυχῆς δυνάμεσιν. ἐνταῦθα δὲ πάλιν ὁ Ἀλέξανδρός φησιν αὐτὸν λέγειν περὶ τοῦ θείου νοῦ τοῦ ἐν τοῖς ἀιδίοις. ἀλλ’ οὐ πόρρω τὰ περὶ αὐτοῦ εἰρημένα, ἔνθα ἔλεγε “περὶ δὲ τοῦ νοῦ καὶ τῆς θεωρητικῆς δυνάμεως οὐδέν πω φανερόν, ἀλλ’ ἔοικε ψυχῆς γένος ἕτερον εἶναι, καὶ τοῦτο μόνον ἐνδέχεσθαι χωρίζεσθαι”. μονονουχὶ γὰρ κἀνταῦθα τὰ αὐτά φησιν· ἐκεῖ μὲν γὰρ ἔλεγεν “οὐδέν πω φανερόν”, ἐνταῦθα δὲ “ἕτερος λόγος”. ἀλλ᾿ ὅμως οὐκ ἄν εἴποι τις ἐκεῖνα περὶ τοῦ θείου νοῦ λέγεσθαι· οὐ γὰρ δὴ χωρίζεται τῶν σωμάτων ἐκείνων, εἴπερ ἀίδιά ἐστιν. εἶτα καὶ ἐπήγαγε “τὰ δὲ λοιπὰ μόρια τῆς ψυχῆς”, ἀντιδιαστελλόμενον πρὸς ταῦτα. εἰ δὲ μηδὲ μετέχουσιν ἐκεῖνα τούτων τῶν δυνάμεων, ὡς ἀρτίως εἴρηται, ἀλλὰ ὁ ἡμέτερός ἐστι δηλονότι ὁ καὶ χωριστὸς τοῦ σώματος ἐν ᾧ ἐστι καὶ μόριον ὢν τῆς ὅλης ψυχῆς τῆς ἐν τῷ ζῴῳ, ἄλλως τε αὐτὸς ἐν τῷ ἐφε- ξῆς βιβλίῳ τῇ Ἠθικῇ πραγματείᾳ φησὶν ὅτι πρακτικὸς νοῦς ὁ ἡμέτερός ἐστι καὶ οὐχ ὁ θεῖος (ἡμέτεραι γὰρ αἱ κατὰ νοῦν πράξεις), οὗτος δὲ αὐτός ἐστι τῷ θεωρητικῷ κατὰ τὸ ὑποκείμενον μόνῳ τῷ τέλει διαφέρων, οὐκ ἄν λέγοι περὶ τοῦ θείου λέγων περὶ δὲ τοῦ θεωρητικοῦ νοῦ, ἀλλὰ περὶ τοῦ ἡμετέρου. καλῶς δέ φησιν ἕτερον λόγον εἶναι περὶ τούτου· ὡς γὰρ εἶπον πολλάκις, αὐτός φησιν ἔν τε τῇ Περὶ μορίων καὶ ἐν τῷ E τῆς Μετὰ τὰ φυσικά, ὅτι φυσικοῦ τὸ διαλεχθῆναι περὶ ψυχῆς οὐ πάσης, ἀλλ’ ὅση μὴ ἄνευ τῆς ὕλης· ἐπεὶ οὖν ὁ θεωρητικὸς νοῦς χωριστός ἐστιν, εἰκότως h 5r φησὶν ἕτερον λόγον εἶναι περὶ αὐτοῦ· θεολόγου γὰρ τὸ περὶ τῶν χωριστῶν εἰδῶν διαλέγεσθαι. ἀλλ’ ὅμως, ὥσπερ εἴωθεν, καθάπερ ἐν τῇ Φυσικῇ πρὸς τῷ τέλει ἀνήγαγεν ἑαυτὸν ἐπὶ τὴν χωριστὴν αἰτίαν τῶν φυ- σικῶν πραγμάτων περὶ τοῦ ἀκινήτου αἰτίου διαλεχθείς, οὕτω καὶ ἐνταῦθα μετὰ τὸ διαλεχθῆναι περὶ τῶν ἄλλων ἀνάξει αὑτὸν καὶ ἐπὶ τὸν νοῦν. ἀναγ- καίως δὲ προσέθηκε τοῦ θεωρητικοῦ· εἰ γὰρ καὶ ὁ αὐτός ἐστι τῷ πρακπροχειρίζεται τικῷ κατὰ τὸ ὑποκείμενον, ἀλλ’ οὖν ὡς μὲν πρακτικὸς ἀχωρίστους ἔχει τὰς ἐνεργείας τοῦ σώματος· περὶ γὰρ τοῦτο πᾶσα πρᾶξις· ὥστε ἐπεὶ χωρισθεὶς ὁ νοῦς οὐχ ὡς πρακτικὸς χωρίζεται (ταύτῃ γὰρ ἀχώριστος) ὡς θεωρητικός, διὰ τοῦτο τοῦ θεωρητικοῦ εἶπεν. p. 415a 12 Ὅτι μὲν οὖν ὁ περὶ τούτων ἑκάστου λόγος οὗτος οἰκειότατος καὶ περὶ ψυχῆς, δῆλον. Ἐδειξε γὰρ ὅτι ἐν οἷς ὁ κοινὸς λόγος οὐκ ἔστιν ἰδία τις φύσις παρὰ τὰ ὧν κατηγορεῖται, γελοῖον τὸ ἐναπομένειν ἐν τῷ κοινῷ λόγῳ, ἀλλὰ δεῖ καὶ τὴν περὶ ἑκάστου τῶν σημαινομένων ὑπὸ τοῦ κοινοῦ λόγου προχειρίσασθαι διδασκαλίαν. ἐπεὶ οὖν τοιοῦτος καὶ ὁ κοινὸς περὶ ψυχῆς λόγος, ἀναγκαῖον τῷ περὶ ψυχῆς διαλεγομένῳ τὸν περὶ ἑκάστης δυνάμεως ψυχικῆς ποιήσασθαι λόγον. ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν ποιήσασθαι λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν. ἀποδοὺς τὸν κοινὸν περὶ ψυχῆς λόγον, εἶτα δείξας ἐφεξῆς ὅτι οὐ δεῖ μέχρι τοῦ κοινοῦ λόγου στῆναι, ἀλλ’ ἰδίᾳ περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων διαλεχθῆναι, διότι τὸ κοινῶς αὐτῶν κατηγορούμενον οὐκ ἔστι γένος (ἔστι γὰρ ἐν αὐταῖς τὸ πρότερον τὸ ὕστερον· ἐν οἷς μὲν γὰρ αἱ κρείττους, οἷον ἡ λογική, ἐν τούτοις καὶ αἱ λοιπαί, οὐ μέντοι καὶ ἔμπαλιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν μορίων, οἷον ἐπὶ τῆς αἰσθητικῆς, τὰ μὲν τῶν ἄλλων τινὸς αἰσθητικῶν δυνάμεων μετέχοντα πάντως καὶ ἁφῆς μετέχει. τὰ δὲ ἁφῆς οὐ πάντως καὶ τῶν ἄλλων τινός· σπόγγοι γοῦν καὶ ἀκαλῆφαι καὶ εἴ τι τοιοῦτον μόνης ἁφῆς μετέχουσι· φαίνεται γὰρ συστελλόμενα ἁπτομένου τινὸς καὶ διαχεόμενα) ἐπεὶ οὖν ἀναγκαῖος ὁ περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων λόγος, δεῖ, φησί, τὸν μέλ- λοντα περὶ αὐτῶν διαλαμβάνειν ζητῆσαι τίς τέ ἐστιν ἡ οὐσία αὐτῶν ἑκάστου, εἶτα, φησί, καὶ περὶ τῶν ἐχομένων, τουτέστιν τῶν ἰδίως καὶ καθ’ αὑτὰ συμβεβηκότων. καθ’ αὑτὰ δὲ συμβεβηκότα λέγει τὰ ὡμολογημένα ταῖς δυνάμεσι ταύταις ὑπάρχοντα· ταῦτα γὰρ πρὸς τὴν λῆψιν τοῦ ὁρισμοῦ καὶ τῆς οὐσίας συμβάλλεται, οἷον ὅτι τὸ ζῆν τῷ σώματι ἀπὸ τῆς φυτικῆς, ὅτι ἔστιν ἐν αὐταῖς τὸ πρῶτον καὶ τὸ ὕστερον, ὅτι αἱ αἰσθήσεις μειζόνων μὲν αἰσθητῶν ἀντιλαμβανόμεναι οὐκέτι μετ’ ἐκεῖνα τῶν ἡττόνων δύνανται ἀντιλαμβάνεσθαι ὁ γὰρ πληκτικωτέρων χυμῶν γευσάμενος τῶν ἠρεμαιοτέρων τερῶν οὐκ ἐπαισθήσεται, καὶ ὁ μεγάλων ψόφων ἀκηκοὼς ἀνεπαίσθητός ἐστι πρὸς τοὺς ἥττονας, οἷον ψιθυρισμούς· ὁμοίως ὁ πρὸς τὸν ἥλιον ἀτενίσας ἀναγνῶναι οὐ δύναται οὐδὲ τῶν ἄλλων ἀκριβῶς ὁρατῶν ἀντιλαμβάνεσθαι· ὁμοίως καὶ ἐπὶ τῆς ἁφῆς ὁ θερμοῦ ἡ ψυχροῦ σφοδροῦ ἁψάμενος τοῦ χλιαροῦ οὐκ ἐπαισθήσεται), ὁ δὲ νοῦς ἐναντίως ἔχει· ὅσῳ γὰρ τῶν μειζόνων νοητῶν ἀντιλαμβάνεται, τοσοῦτον ἀκριβέστερός ἐστι περὶ τὴν αντίληψιν τῶν ἡττόνων, καὶ τὰς μὲν αἰσθήσεις αἱ ὑπερβολαὶ τῶν αἰσθητῶν φθείρουσιν (ὑπερβολὴ γὰρ φωτὸς ἢ ζόφου ἔφθειρε τὴν ὄψιν, ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων), τὸν δὲ νοῦν τῶν μειζόνων νοητῶν ἡ ἀντίληψις ὀξυδερκέστερον ποιεῖ. ταῦτα μὲν οὖν τὰ καθ’ αὑτὸ συμβεβηκότα ταῖς ψυχικαῖς δυνάμεσι καὶ τὰ ὅμοια τούτων ὡμολογημένα ὄντα πρὸς τὴν λῆψιν τῆς οὐσίας καὶ τοῦ ὁρισμοῦ συμβάλλονται. λέγει δὲ αὐτὸς ὅτι μετὰ τὸν περὶ τῆς οὐσίας λόγον δεῖ εἰπεῖν καὶ περὶ τῶν ἐχομένων τῇ οὐσίᾳ, περὶ τῶν ἀδήλων λέγων καθ’ αὑτὸ συμβεβηκότων, ἅτινα ἐκ τῆς εὑρέσεως τῆς οὐσίας ἀναφαίνεται, οἷον εἰ χωριστὴν ἔχουσι τὴν οὐσίαν ἡ ἀχώριστον (εὑρήσσομεν γὰρ ἐκ τοὐ ἀποδιδομένου ὁρισμοῦ ὅτι ἀχώριστον), καὶ πότερον θνητὴ ἢ ἀθάνατος. τὸ δὲ καὶ περὶ τῶν ἄλλων ἤτοι τῶν κατὰ συμβεβηκὸς ὑπαρχόντων, οἷον εἰ κινεῖται κατὰ συμβεβηκός, καὶ εἰ ἐν τόπῳ ἐστίν· ἢ ἐχόμενα μὲν εἶπεν τὰ προσεχέστερον ἰδίως συμβεβηκότα, οἷον τὸ χω- ριστὸν ἡ ἀχώριστον, ἄλλα δὲ τὰ πορρώτερον, οἷον τὸ θνητὸν ἢ ἀθάνατον· ἤγουν ὅτι τινῶν μὲν καθ’ αὑτὸ ἀντιλαμβάνονται, τινῶν δὲ κατὰ συμβεβηκός, οἷον ἡ ὄψις καθ’ αὑτὸ μὲν χρωμάτων, κατὰ συμβεβηκὸς δ’ εἰ τύχοι σχημάτων. p. 415a14 Ἀναγκαῖον δὲ τὸν μέλλοντα περὶ τούτων σκέψιν λαβεῖν ἕκαστον αὐτῶν τί ἐστιν. Ἐντεῦθεν βούλεται τὸν τρόπον τῆς διδασκαλίας ἐκθέσθαι, ᾧ μέλλει χρήσασθαι περὶ ἑκάστης τῶν ψυχικῶν δυνάμεων. οὔσης γὰρ πρώτης μὲν τῆς δυνάμεως, δευτέρας δὲ τῆς ἐνεργείας, πρότερον μὲν περὶ τῶν ψυχικῶν ἐνεργειῶν διαλέγεται, εἶτα περὶ τῶν δυνάμεων, διὰ τὸ σαφεστέρας εἶναι τῶν δυνάμεων τὰς ἐνεργείας, καὶ ἔτι πρὸ τούτων περὶ τῶν ἀντικειμένων ταῖς δυνάμεσιν, ἀντικειμένων δὲ ὡς τὰ πρός τι· τῇ γὰρ θρέψει ἡ τροφὴ ἀντίκειται· ἡ γὰρ θρέψις τῇ τροφῇ τρέφει καὶ τροφῆς ἐστι θρέψις, ὁμοίως ἡ ὅρασις ὁρατοῦ ὅρασις, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. αὐτὸ οὖν τοῦτο διὰ τούτων κατασκευάσαι βούλεται, ὅτι δεῖ τῆς διζασκαλίας ἐκ τῶν ἀντικειμένων κειμένων ἄρξασθαι ὡς σαφεστέρων. p. 415a16 δὲ χρὴ λέγειν ἕκαστον αὐτῶν, οἷον τί τὸ ἢ τὸ αἰσθητικὸν ἢ τὸ θρεπτικόν, πρότερον ἔτι λεκτέον, τί τὸ νοεῖν ἢ τὸ αἰσθάνεσθαι. Εἰ δεῖ, φησί, περὶ τῶν ψυχικῶν δυνάμεων διαλαβεῖν, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν οὐσιῶν (ὁ γὰρ τὴν δύναμιν ἐγνωκὼς τὴν οὐσίαν ἔγνω γὰρ ὅτι οὐσία ἐστὶν ἀσώματος ἐν ὑποκειμένῳ σώματι τοιάνδε | δύναμιν h 5v ἔχουσα) ἐπεὶ οὖν, φησί, περὶ τῶν δυνάμεων <δεῖ> διαλαβεῖν, τῶν δυνάμεων πρότεραι αἱ ἐνέργειαι, ἀναγκαίως πρῶτον περὶ τῶν ἐνεργειῶν δεῖ διαλεχθῆναι. πῶς δὲ πρότεραι τῶν δυνάμεων αἱ ἐνέργειαι, προσέθηκεν ὅτι τῷ λόγῳ: αἱ μὲν γὰρ δυνάμεις τῷ χρόνῳ πρότεραι τῶν ἐνεργειῶν, αἱ μέντοι ἐνέργειαι τῷ μὲν χρόνῳ δεύτεραι, τῷ δὲ λόγῳ πρότεραι, ἀντὶ τοῦ τῇ διδασκαλίᾳ· σαφέστεραι γὰρ ἡμῖν εἰσιν αἱ ἐνέργειαι τῶν δυ.νάμεων, δεῖ δὲ πανταχοῦ ἀπὸ τῶν σαφεστέρων τὴν ἀρχὴν ποιεῖσθαι. ἢ ὡς ὁ Ἀλέξανδρός φησι, τῷ λόγῳ ἀντὶ τοῦ τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυ- νάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ ἕνεκά του. παντὸς γὰρ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. καὶ ἡ φύσις δὲ πάντα ἕνεκά του ποιεῖ. εἰ γὰρ καὶ μὴ ἔγνωκεν ἃ ποιεῖ μηδὲ προτίθεται περὶ αὐτῶν, ἀλλ’ οὖν φυσικῶς πρός τι τέλος ὁρᾷ αὐτῆς ἡ ἐνέργεια. εἰκότως οὖν πρότερον τῶν δυνάμεων τὸν περὶ τῶν ἐνεργειῶν προχειρίσεται λόγον ὡς προτέρων τῇ τε γνώσει τῇ ἡμετέρᾳ διὰ τὴν σαφήνειαν καὶ τῷ τέλει. εἰ δὲ οὕτω, φησί, τουτέστιν εἰ περὶ τῶν σαφεστέρων καὶ πρώτων πρότερον δεῖ ποιεῖσθαι τὸν λόγον, σαφέστερα δὲ τῶν ἐνεργειῶν τὰ ἀντικείμενα αὐταῖς, περὶ τῶν ἀντικειμένων ἄρα πρῶτον δεῖ ποιήσασθαι τὸν λόγον. ἀντικείμενα δὲ ὡς πρός τι· ἡ γὰρ αἴσθησις αἰσθητοῦ ἐστιν αἴσθησις, καὶ ἡ νόησις νοητοῦ νόησις, καὶ ἡ θρέψις τῇ τροφῇ ἐστι θρέψις. ὅτ’. δὲ τῆς μὲν δυνάμεως ἡ ἐνέργεια πρώτη τῷ λόγῳ, καὶ τῆς ἐνεργείας τὰ ἀντικείμενα, τίνα τέ ἐστι καθόλου τὰ τῷ λόγῳ πρῶτα, ἐν τῷ Θ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ὧν γὰρ ἐν τῷ ὁρισμῷ παραλαμβάνομέν τινα, ταῦτα πρῶτα ἐκείνων ὁριζόμεθα τῷ λόγῳ. τὴν μὲν οὖν δύναμιν ὁριζόμενοι χρείαν ἔχομεν τῆς ἐνεργείας, οἷον ὁριζόμενοι τὴν ὄψιν λέγομεν δύναμις ἀφ’ ἧς τὸ ὁρᾶν, ὅπερ ἐστὶν ἐνέργει· οὐκέτι δὲ τὴν ἐνέργειαν ὁριζόμενοι προσχρώμεθα τῇ δυνάμει· τὸ γὰρ ὁρᾶν ἐστι τὸ ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων. πάλιν τῆς ἐνεργείας κατὰ τὸν αὐτὸν λόγον πρότερά ἐστι τὰ ἀντικείμενα, περὶ ἃ αἱ ἐνέργειαι· ὁριζόμενοι γὰρ τὴν ἐνέργειαν τὴν κατὰ τὸ ὁρᾶν, προσχρώμεθα τῷ ὁρατῷ (τὸ γὰρ ὁρᾶν φαμεν ἀντίληψιν χρωμάτων εἶναι), οὐκέτι δὲ τῷ τοῦ χρώματος λόγῳ ἐμπεριέχεται τὸ ὁρᾶν. τὸ μὲν οὖν χρῶμα ὡς μὲν ὁρατὸν πρός τί ἐστιν, πρός τι δέ ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πὼς ἔχειν· ἐν τούτοις γὰρ ἀνάγκη ἐν τῷ ἑκατέρου λόγῳ θάτερον ἐμπεριέχε- σθαι· ὡς δὲ χρῶμα οὐκ ἔστι τῶν πρός τι· διὸ οὐκ ἀνάγκη παραλαμβάνε- σθαι ἐν τῷ ὁρισμῷ αὐτοῦ τὸ ὁρᾶν. ταῦτα οὖν τῷ λόγῳ |πρῶτα ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνονται. τούτων δὲ ἔτι πρότερον δεῖ τὰ ἀντικείμενα τεθεωρηκέναι. καὶ ἀρχόμενος τοῦ βιβλίου ἔλεγε ῾δεῖ ζητῆσαι, εἰ δέοι περὶ τῶν ἀντικειμένων ταῖς ἐνεργείαις πρότερον διαλαβεῖν᾿, καὶ νῦν φησιν ὅτι ἀπὸ τούτων ἀρκτέον τῆς διδασκαλίας ὡς σαφεστέρων καὶ τῇ φύσει πρώτων. ὡς γὰρ ἐν Κατηγορίαις ἔδειξεν, αἰσθήσεως μὲν οὔσης πᾶσα ἀνάγκη εἶναι καὶ αἰσθητόν, καὶ θρέψεως οὔσης ἀνάγκη πᾶσα εἶναι καὶ τροφήν, καὶ ἀναιρουμένων τούτων οὔτε αἴσθησις οὕτε θρέψις ἔσται· θρέψεως δὲ καὶ αἰσθήσεως ἀναιρεθείσης τὰ ὧν ἡ αἴσθησις ἀντιληπτικὴ καὶ τὰ οἷς τρέφεται τὰ τρεφόμενα οὐδὲν κωλύει εἶναι. καὶ γὰρ εἰ μὴ ὡς αἰσθητὰ πρῶτα αἰσθήσεως, ἀλλ’ οὖν προυπάρχει γε αὐτῆς ὡς τάδε τινά. τίνα δέ ἐστι τὰ ἀντικείμενα ταῖς ἀπὸ τῶν ψυχικῶν δυνάμεων ἐνεργείαις, τῷ τρέφεσθαι, τῷ αἰσθάνεσθαι, τῷ νοεῖν, ἐπήγαγε· περὶ τροφῆς γάρ, φησί, καὶ αἰσθητοῦ καὶ νοητοῦ. καὶ ἐπὶ μὲν τῆς θρεπτικῆς δυνάμεως πρῶτον περὶ τροφῆς διαλέγεται· ἐπὶ δὲ τῆς γεννητικῆς καὶ τῆς αὐξητικῆς ἐπεὶ μὴ εὗρεν ἀντικείμενόν τι ἀνάλογον τῇ τροφῇ (οὐ γὰρ ὥσπερ ἐστί ἔξω τῆς θρέψεως ἡ τροφή, οὕτω καὶ ἐπ’ ἐκείνων· ἐν αὐτῷ γάρ ἐστι τῷ αὐξομένῳ ἡ αὐξητικὴ δύναμις· ὁμοίως τὸ γεννώμενον ὅμοιόν ἐστι τοῦ γεννῶντος, ὥστε ὅσα λέγεται περὶ τοῦ γεννῶντος, τοσαῦτα καὶ περὶ τοῦ γεννωμένου, καὶ οὐδὲν δεῖ περὶ αὐτοῦ ἰδίᾳ εἰπεῖν, καὶ παντὶ προφανὲς ὅτι ὅμοιον τῷ γεννῶντι τὸ τικτόμενον, ἐπειδὴ τῆς τροφῆς ἄπορος ὁ λόγος, ὡς μαθησόμεθα), διὰ τοῦτο οὖν ἀπὸ τῶν τελῶν ἐποιήσατο τούτων τὴν διδασκαλίαν, τῆς αὐξητικῆς λέγω καὶ γεννητικῆς. τέλος δὲ τῆς μὲν γεννητικῆς δυνάμεως ἡ τοῦ θείου μίμησις· ἐπεὶ γὰρ πάντα μὲν τοῦ πρώτου ἐφίεται καὶ τῆς ἐν ἐκείνῳ ἀιδιότητος, οὐ δύναται δὲ τὰ φθαρτὰ τῷ τὰ αὐτὰ μένειν κατὰ ἀριθμὸν μιμεῖσθαι τὴν τοῦ θείου ἀιδιότητα, τῷ γεννᾶν ἕτερα οἷα αὐτὰ τὴν ἀιδιότητα μιμεῖται. τέλος δὲ τῆς αὐξητικῆς τὸ ἀγαγεῖν τὸ αὐξόμενον εἰς τὸ τέλειον καὶ κατὰ φύσιν εἶδος, εἰς ὃ γενόμενον τὰς τελειοτάτας τῆς φύσεως ἐνεργεῖ ἐνεργείας, λέγω τὰς γεννητικάς. ἐκ τῶν τελῶν οὖν τὴν περὶ τούτων ποιεῖται διδασκαλίαν. εἰ δέ τις ἀκριβῶς ἐπισκέπτοιτο, καὶ τὴν θρεπτικὴν ἀπὸ τοῦ τέλους ἐδίδαξεν, ὡς ὁ ὁρισμὸς αὐτῆς δηλοῖ. ὡρίσατο γὰρ αὐτὴν οὕτως· δύναμίς ἐστι, φησίν, οἵα τε οὖσα σώζειν τὸ ἔχον αὐτήν, καθὸ ἔχει τὸ εἶναι, τὸν ἄνθρωπον, καθὸ ἄνθρωπος, καὶ τὰ λοιπά. p. 415a 22 οἷον περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ νοητοῦ. Πρὸ γὰρ τῆς θρεπτικῆς δυνάμεως διδάξει τί ποτέ ἐστι τροφή, καὶ πρὸ τῆς αἰσθητικῆς δυνάμεως τί ποτέ ἐστιν αἰσθητόν. οὐκέτι δὲ περὶ τοῦ νοῦ μέλλων διδάσκειν πρότερον περὶ τοῦ νοητοῦ διαλέξεται· ἀσαφέστε|ρον γὰρ ἐνταῦθα τὸ ἀντικείμενον τοῦ νοῦ, λέγω τὸ νοητόν. ἀλλ’ ἐπειδὴ οὔπω ταῦτα διείρηκεν, λέγω δὴ τὰ περὶ τῶν διδασκαλιῶν πασῶν τῶν ψυχικῶν δυνάμεων, διὰ τοῦτο προσέθηκε καὶ νοητοῦ, ἵνα μὴ ἐπιταράξῃ τὴν διδασκαλίαν, ἐπεί, ὡς εἶπον, οὐ τῆ αὐτῇ τάξει ἐπὶ τούτων χρήσεται. p. 415a22 Ὥστε πρῶτον περὶ τροφῆς καὶ γεννήσεως εἰπον. Ἐπειδὴ πρῶτον τῇ φύσει ἡ θρεπτικὴ δύναμις, ὡς πολλάκις εἶπον, ἔφη δὲ δεῖν πρὸ τῶν δυνάμεων περὶ τῶν ἐνεργειῶν εἰπεῖν, πρὸ δὲ τῶν ἐνεργειῶν περὶ τῶν ἀντικειμένων, πρὸς ἃ <αἱ> ἐνέργειαι τὸ εἶναι τῷ δὲ τρέφεσθαι ἡ τροφὴ ἀντίκειται (τὸ γὰρ τρεφόμενον τροφῇ τρέφεται), διὰ τοῦτο ἀρχόμενος πάλιν τοῦ περὶ ψυχῆς λόγου περὶ τροφῆς πρῶτον λέγειν, φησί, δεῖ. συνῆψε δὲ τῇ τροφῇ τὴν γέννησιν, ὡς τῆς τροφῆς καὶ τοὐ γεννᾶν αἰτίας οὔσης· τὸ γὰρ σπέρμα περίττωμά ἐστι τροφῆς. γέννησιν δὲ τὸ γεννώμενον εἶπεν· τοῦτο γὰρ τῷ γεννᾶν ἀντίκειται· τὸ γὰρ γεννῶν γεννώμενον γεννᾷ. καὶ περὶ τῆς γεννητικῆς οὖν μέλλοντας εἰπεῖν πρῶτον περὶ τοῦ ἀντικειμένου ῥητέον. οὐκ ἔστι δ’, ὅπερ εἶπον, τὸ γεννώμενον ὡς ἀντικείμενον, ἀλλὰ μᾶλλον ὡς τέλος· τούτου γὰρ στοχάζεται ἡ φύσις διὰ τὴν ἔφεσιν τῆς διαμονῆς, τοῦ ποιῆσαι ἄλλο οἷον αὐτό. μήποτε δὲ οὐδὲν κωλύσει καὶ ὡς ἀντικείμενον αὐτὸ θεωρεῖν, ὅταν ὡς γεννώμενον μόνον θεωρῆται· οὔτε γὰρ γέννησιν ἐνδέχεται ἄνευ τοῦ γεννωμένου οὔτε γεννώμενον ἄνευ γεννήσεως. ὥσπερ οὖν ἡ οἰκοδόμησις τοῦ οἰκοδομητοῦ ἐστιν οἰκοδόμησις καὶ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις, οὕτω δήπου καὶ ἡ γέννησις γεννητοῦ γέννησις· καὶ ὥσπερ τέλος τῆς οἰκοδομήσεως τὸ ἀπο- τελέσαι τὸ οἰκοδομητόν, τουτέστιν οἰκίαν ποιῆσαι, οὕτω καὶ τῆς γεννήσεως τὸ ποιῆσαι ἄλλο οἷον τὸ γεννῶν. ὥσπερ οὖν τὴν οἰκίαν οὐδὲν κωλύει καὶ ὡς ἀντικείμενον καὶ ὡς τέλος θεωρεῖσθαι τῆς οἰκοδομήσεως, ὡς μὲν αὐτὸ τοῦτο οἰκίαν, τουτέστι σκέπασμα κωλυτικὸν ἀπ’ ὄμβρων καὶ καυμάτων, τέλος, ὡς μέντοι οἰκοδομητόν, ἕως ἄν οἰκοδομῆται, ἀντικείμενον, οὕτω καὶ τῆς γεννήσεως τὸ γεννώμενον ὡς μὲν ἔτι γεννώμενον ἀντικείμενον ὡς γὰρ ἡ οἰκοδόμησις πρὸς τὸ οἰκοδομητόν, οὕτως ἡ γέννησις πρὸς τὸ γεννητόν), ὡς δὲ ἤδη γεγεννημένον τέλος. τὸ αὐτὸ καὶ ἐπὶ αὐξήσεως καὶ αὐξητοῦ καὶ ηὐξημένου. p. 415a23 Ἡ γὰρ θρεπτικὴ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει ἐντεῦθεν λοιπὸν ἄρχεται τὴν περὶ τῆς φυτικῆς ψυχῆς διδασκαλίαν ποιεῖσθαι. θρεπτικὴν ψυχὴν ἐνταῦθα τὴν φυτικὴν λέγει. ἐπειδὴ πρὸ τῶν δυνάμεων δεῖ περὶ τῶν ἐνεργειῶν διαλαβεῖν, πρὸ δὲ τῶν ἐνεργειῶν περὶ τῶν ἀντικειμένων, προτέρα δὲ τῶν ψυχικῶν δυνάμεων ἡ φυτική, διότι τὰ μὲν ἔχοντα τὰς ἄλλας ψυχικὰς δυνάμεις ἔχει καὶ ταύτην, τὰ δὲ ταύτην ἔχοντα οὐ πάντως ἔχει καὶ τὰς ἄλλας, διὰ τοῦτο πρῶτον περὶ τροφῆς καὶ γεννήσεως ἀναγκαῖον εἰπεῖν· ταῦτα γὰρ ἔργα ἐστὶ τῆς φυτικῆς ψυχῆς, περὶ ἧς πρῶτον διαληπτέον ὡς κοινοτάτης· κατὰ ταύτην γὰρ τὸ ζῆν πᾶσιν ὑπάρχει τοῖς ζῶσιν, ὥσπερ τὸ ζῴοις εἶναι κατὰ τὴν αἴσθησιν. καὶ πρότερόν γε, ὡς ἤδη εἶπον, περὶ τῆς γεννητικῆς ποιεῖται τὸν λόγον. ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι. ὁρᾷς ὅτι τὸ ἡ γὰρ θρεπτικὴ ψυχὴ εἶπεν ἀντὶ τοῦ ἡ φυτική· ταύτῃ γὰρ τῆς θρεπτικῆς ἔργα φησὶν εἶναι τὸ γεννῆσαι καὶ τροφῇ χρῆσθαι, ἀντὶ τοῦ θρέψαι. p. 415a26 Φυσικώτατον γὰρ τοῖς ζῶσίν ἐστιν, ὅσα τέλεια καὶ πηρώματα ἢ τὴν γέννησιν αὐτομάτην ἔχει, τὸ ποιῆσαι ἕτερον οἷον αὐτό. Ἴδου γὰρ ἀρχὴν τῆς γεννητικῆς δυνάμεως ἀπὸ τοῦ τέλους ἐποιήσατο διδάσκων τί ποτέ ἐστι τὸ τέλος αὐτῆς. φυσικώτατον δὲ ἀντὶ τοῦ σκοπιμώτατον τέλος τῆς φύσεως τοῦτό ἐστι, τὸ ποιῆσαι ἄλλο οἷον αὐτό. πάντα οὖν τὰ ζωῆς μετέχοντα, εἰ μὴ πηρώματα εἴη, ὡς οἱ εὐνοῦχοι, ἢ μὴ τέλεια, οἷον τὰ νεογνά, <ἢ> εἰ μὴ αὐτομάτην ἔχει τὴν γέννησιν, ὡς τὰ ἐκ σήψεως γινόμενα, οἷον σκώληκες καὶ ψύλλαι καὶ κώνωπες καὶ τὰ τοιαῦτα, σκοπιμώτατον τέλος ἔχει παρὰ τῆς φύσεως τὸ γεννᾶν οἷον αὐτό. ἡμίονοι δὲ καὶ εἴ τι τούτοις ὅμοιον, οἱονεὶ καὶ αὐτὰ πηρώματά ἐστιν· οὐ σώζει γὰρ οὐδέτερον εἶδος· διὸ οὐκ ἔχουσι τὴν ἐξ ἀλλήλων γέννησιν. ἱστοροῦσι δὲ ὅτι κυήσασαί ποτε ἡμίονοι ἐξήμβλωσαν, μὴ δυνηθείσης τῆς φύσεως τελεσφο- ρῆσαι τὸ κυηθὲν διὰ τὸ μὴ εἶναι εἰλικρινῆ μηδετέραν φύσιν, μήτε τὴν ἵππου μήτε τὴν ὄνου, ἀλλ’ ἑκατέραν πήρωμα εἶναι. οὐ πάντα δὲ τὰ ἐκ σήψεως οὐ κυίσκει· ἱστορεῖ γὰρ Ἀριστοτέλης ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ ἰχθῦς τινας ἐκ σήψεως γινομένους καὶ κυίσκοντας· καὶ μέλιτται δὲ ἐκ σήψεως τῶν ταυρείων σωμάτων γινόμεναι ὁμοίως γεννῶσιν ἐναφιεῖσαι τοῖς κηρίοις τὸ σπέρμα. εἶτα καὶ τὴν αἰτίαν προστίθησι, τίνος ἕνεκα τὸ φυσικώτατον τέλος τοῖς ζῶσίν ἐστι τὸ ποιῆσαι ἕτερον οἷον αὐτό· ἵνα γάρ, φησί, τοῦ ἀεὶ καὶ τοῦ θείου μετέχωσιν, ᾗ δύνανται. δοκεῖ γὰρ αὐτῷ πάντα τὰ φύσει συνεστῶτα ἔφεσιν τοῦ ἀρίστου καὶ πρώτου τῶν ὄντων ἔχειν, λέγω δὴ τοῦ θείου, ἔφεσιν δὲ φυσικήν· διόπερ ἕκαστον, ᾗ δύναται, μιμεῖται τὴν ἐν τῷ πρώτῳ ἀιδιότητα. //ἀπορήσειε δ’ ἄν τις, εἰ φυσικώτατόν ἐστιν τοῖς ζῶσι πᾶσι τὸ ποιῆσαι οἷον αὐτό, ἕκαστον δὲ τοῦ ὁμοίου ἐστὶ γεννητικόν, συμβήσεται ἢ καὶ ἐν τῇ ἀλόγῳ ψυχῇ εἶναι τὴν γεννητικὴν δύναμιν, καὶ τὴν αἴσθησιν αἴσθησιν γεννᾶν, καὶ τὸν θυμὸν θυμόν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, ἢ τὴν φυτικὴν γεννητικὴν εἶναι τῆς ἀλόγου, ὡς εἶναι ἐκ τοῦ χείρονος τὸ κρεῖττον, ὅπερ ἄτοπον. μήποτε οὖν ἔστιν εἰπεῖν ὅτι ὥσπερ ὁ ἀποτυμ|θεὶς κλάδος ἔχει ἐν ἑαυτῷ ἀμερῶς τὰς φυσικὰς πάσας δυνάμεις, h 6v καὶ ὥσπερ τὰ μόρια τῶν ἐντόμων καὶ τῶν ὅλων ἀποτμηθέντα ἔχει ἐν ἑαυτοῖς τήν τε αἰσθητικὴν δύναμιν καὶ τὴν κατὰ τόπον κίνησιν, οὕτω καὶ ἐν τῷ σπέρματι τῷ ἐκ τῶν ζῴων ἀμερῶς ἐνυπάρχουσιν οἱ λόγοι τῶν ψυχικῶν δυνάμεων· οὐ γὰρ ἄζων ἔξεισιν. ἀλλ’ εἰ τοῦτο δοθείη ὅτι καὶ τῆς ἀλόγου ψυχῆς οἱ λόγοι εἰσὶν ἐν τῷ σπέρματι, ὧν αὐξομένων ἢ τελεσφορουμένων ἐγγίνεσθαι τὴν ἄλογον ψυχὴν ἐν τῷ σώματι, μηδεμιᾶς ἔξωθεν οὐσίας τῆς ἀλόγου ψυχῆς ἐγγενομένης ἐν τῷ σώματι, πολλὰ τῶν ὡμολογημένων ἀνατρέψομεν. σκοπείσθω δ’ ὡς ἐπὶ ἀνθρώπου ὁ λόγος. // λέγεται δὴ τῇ ἀνθρωπείᾳ ψυχῇ ἐγκατιούσῃ εἰς γένεσιν, πρὶν εἰς τόδε τὸ σῶμα πέσῃ, πρότερον προσυφαίνεσθαι αὐτῇ τὸ πνεῦμα καὶ τὰς ἐν αὐτῷ ἀλόγους δυνάμεις. εἰ δὲ τοῦτο ἀληθές, προυπάρχειν ἀνάγκη τοῦ σπέρματος τὴν ἄλογον ψυχήν. εἰ γὰρ ἐν τῷ σπέρματι τὴν γένεσιν ἴσχει, ψεῦδος τὸ εἰρημένον, καὶ εἰ ἐν τῷ πνεύματι ἔχει τὸ εἶναι καὶ ἐπιδιαμένει μετὰ τὴν διάλυσιν τοῦ ζώου, ἀδύνατον ἐν τῷ σπέρματι τοὺς λόγους αὐτῆς εἶναι· ἐν ἐκείνῳ γὰρ ἕξει καὶ τὸ εἶναι. εὔλογον δὲ καὶ τὸ ἐπιδιαμένουσαν * * τοῦ σώματος καὶ προϋπάρχειν αὐτοῦ. μήποτε οὖν ὥσπερ τῶν αὐτομάτων ζῴων τε καὶ φυτῶν ἡ γένεσις οὐκ ἐκ προϋποκειμένης ψυχῆς τῇ διαδοχῇ γίνεται, ἀλλὰ τῆς ὕλης ἐπιτηδείας γενομένης ὑπὸ τῆς ὅλης δημιουργίας ἐνίεται ἐν αὐτῇ τῶν τε βοτανῶν καὶ τῶν ζῴων τὰ εἴδη καὶ αἱ ἐν αὐτοῖς ψυχικαὶ δυνάμεις, οὕτω καὶ ἐπὶ τῆς ἀλόγου ψυχῆς τῆς ἐν πᾶσι τοῖς ζῴοις γίνεται ἐκ τῆς ὅλης δημιουργίας ὑφισταμένων αὐτῶν. εἰ γόνιμος οὖν δύναμις τῆς ἀλόγου ψυχῆς, οὐδεμία ἀπορία· τῆς γὰρ γονίμου δυνάμεως οὐ χρεία ταύτῃ τὴν κατὰ ἀριθμὸν ἐχούσῃ ἀιδιότητα. // ἀλλ᾿ εἰ πάντα τοῦ ἀεὶ ἐφίεται, καὶ διὰ τοῦτο ἐνέσπαρται τοῖς ἐμψύχοις ἡ γεννητικὴ δύναμις, πῶς ἐπὶ τῶν ἀψύχων Kpoydiprazi λόγος; οὐδὲ γὰρ τὴν γεννητικὴν ἔχει δύναμιν· φημὶ οὖν ὅτι κἀν τούτοις κατὰ τὰ μέτρα τὰ αὐτῶν ἔστι τὴν τοιαύτην ἐνέργειαν θεάσασθαι. ὥσπερ γὰρ καὶ ἐν τοῖς ἐμψύχοις οὐχ ὁμοία ἡ ἔφεσις τοῦ τοι· ούτου, ἀλλ’ ἐν μὲν τοῖς ζῴοις προαιρετὴν ἔχουσι τὴν κίνησιν καὶ ὄρεξις ἐντίθεται ὑπὸ τῆς φύσεως τῆς γεννητικῆς δυνάμεως ίαρ)οιστρῶσα τὰ ζῷα καὶ ἐπείγουσα εἰς τὴν τοιαύτην ἐνέργειαν, καὶ ἐν αὐτοῖς τούτοις διαφορὰ πλείστη (ὁ μὲν γὰρ ἄνθρωπος μετὰ τοῦ καὶ ἐφιστάνειν τῷ γεννωμένῳ, φημὶ δ’ ὅτι τῆς διαδοχῆς ἕνεκεν τοιαῦται ὑπάρχουσιν ἡμῖν ἐνέργειαι) , ἐν δὲ τοῖς φυτοῖς ἀπροαιρέτου τῆς κινήσεως οὔσης, αὐτόματος ἡ γεννητικὴ ἐνέργεια πρόεισιν, οὕτως οὐδὲν θαυμαστὸν εἰ καὶ ἐπὶ τῶν ἀψύχων φανείη ὑφειμένη ἡ τοιαύτη δύναμις. τὰ γοῦν στοιχεῖα δρῶντα εἰς ἄλληλα τὸ ἐπι- κρατοῦν εἰς τὴν ἑαυτοῦ ἰδέν μεταβάλλει τὸ ἐπικρτούμα-νον· τὸ γὰρ θερ- μὸν ETCixpaxTJaav τοῦ ψυχροῦ εἰς ἑαυτὸ μεταβέβληκεν, ὁμοίως καὶ εἰ τὸ ψυχρὸν ἐπικρατήσῃ τοῦ θερμοῦ, ἐπὶ ξηροῦ τε καὶ ὑγροῦ ὡσαύτως. ἐπεὶ γὰρ μὴ ἄφθαρτά ἐστι τὰ στοιχεῖα, τούτου χάριν εἰ φθαρείη ὑπὸ θερμοῦ ψυχρόν, ἀλλαχοῦ fj ἀνταπόδοσις γίνεται ἐπικρατοῦντος τοῦ ψυχροῦ, ἵνα τὰ so εἶδ’ η φυλάττηται. καὶ τὰ μέταλλα δὲ φθειρόμενα πάλιν ἀνττͅοὃίὸοται· εἰ γὰρ καὶ μὴ ὅδε ὁ λίθος γεννᾷ ἄλλον ὅμοιον ἑαυτῷ, ἀλλ’ οὖν αὐτὴ οἷον ἡ τοῦ μετάλλου ὁλότης τὴν γεννητικὴν ἔχει δύναμιν. ἔοικε γὰρ ὅδε ὁ λίθος μορίῳ τινὶ ζῴου, αὐτὴ δ’ ἡ τοῦ μετάλλου ὁλότης ὅλῳ τῷ ζῴῳ. καὶ γὰρ ἐν τοῖς ζῴοις ἐν τοῖς ὅλοις ἡ γεννητικὴ δύναμις, οὐκ ἐν τοῖς μορίοις, καὶ ὥσπερ ἐν τοῖς ζῴοις σαρκός τινος ἀφαιρεθείσης ἀντ’ αὐτῆς ἑτέραν γεννᾷ ἡ φύσις, οὕτω καὶ ἐν τοῖς μετάλλοις ἀντὶ τοῦ ἀφαιρεθέντος ἀποδᾑοται. 5 p.415b2 To δὲ οὗ ἕνεκα δισσόν, τὸ μὲν οὗ, τὸ δὲ ᾧ ἐπειδὴ εἶπεν φυσικώτατον εἶναι τοῖς ζῶσι τὸ γεννᾶν οἷον αὐτό, τοῦτο (oe) διὰ τὸ πάντα τοῦ πρώτου ὀρέγεσθαι καὶ τῆς ἐκείνου ἀιδιότητος, ἐπειδὴ ὅλως ἐμνήσθη τελικοῦ αἰτίου, διὰ τοῦτό φησιν ὅτι τὸ οὗ ἕνεκα, τουτέστι τὸ τέλος διττόν ἐστι, τὸ μὲν οὗ ἕνεκα, τὸ δὲ ᾧ, ὅπερ καὶ ἐν τῇ Ποιητικῇ καὶ ἐν τῇ Περὶ γενέσεως εἶπεν. οἷον τί λέγω; ὁ οἰκοδόμος τέλος ἔχει τὸ ποιῆσαι σκέπασμα κωλυτικὸν ὄμβρων καὶ καυμάτων. τοῦτο τὸ τέλος οὗ ἕνεκά ἐστ··̓́· ἕνεκα γὰρ σκέπης ποιεῖ τὴν οἰκίαν. ἔχει δὲ καὶ ἄλλο τέλος ἡμᾶς· τὸ γὰρ σκέπασμα τοῦτο ἡμῖν ποιεῖ. ἐσμὲν οὖν καὶ ἡμεῖς τοῦ οἰ- κοδόμου τέλος τὸ ὡς ᾧ. ὥσπερ οὖν ἐνταῦθα, οὕτω καὶ ἐπὶ πάντων τῶν φύσει συνεστώτων ἔστι διττὸν τὸ τέλος· ἡ μὲν γὰρ ἔφεσις τοῦ θείου, δι’ ἣν ἕκαστον τῶν ἐμψύχων ποιεῖ ἄλλο οἷον αὐτό, τέλος ἐστὶ τὸ οὗ· τούτου γὰρ ἕνεκα ἡ γένεσις· ἐπειδὴ δὲ τὰ σώματα ὄργανα γίνονται ταῖς ψυχαῖς, αἱ ψυχαί εἰσι τέλη ὡς ᾧ. ἀναλογεῖ οὖν τῷ μὲν τεχνίτῃ τῷ οἰκοδόμῳ ἡ φύσις, τῷ δὲ ἀνθρώπῳ τῷ ἐπιτάποντι γενέσθαι τὸ σκέπασμα ἡ ψυχή, τῷ σώματι δ’ ἡ οἰκία. οὐ μόνον δ’ ἐπὶ τῶν ζῴων τέλος ἐστὶ διττόν, τό τε οὗ καὶ τὸ ᾧ, ἀλλὰ καὶ ἐπὶ τῶν φυτῶν· καὶ γὰρ καὶ ἐν τούτοις ἡ φύσις ὀργανικὸν ποιεῖ τὸ σῶμα πρὸς τὴν χρείαν τῆς ἐν αὐτοῖς ψυχῆς ἀναφερόμενον. ὀργανικὰ γὰρ καὶ τὰ τῶν φυτῶν μέρη, ἡ ῥίζα καὶ φλοιὸς καὶ ἐντεριώνη καὶ φύλλα καὶ τὰ τοιαῦτα. ἐπὶ μὲν οὖν τῶν ἐμψύχων διττὸν τὸ τέλος, ὥσπερ εἴρηται, ἐπὶ δὲ τῶν λοιπῶν οὐκέτι ἔστιν εὑρεῖν διττὸν τὸ τέλος· μέταλλα γὰρ καὶ λίθοι καὶ ἁπλῶς τὰ ἄψυχα, προσεχῶς ὑπὸ ψύξεως καὶ θερμότητος γινόμενα, ἐξῃρημένως δὲ ὑπὸ τῆς ὅλης δημιουργίας, ἓν τέλος ἔχει τὸ οὗ (ἕνεκα γὰρ τῆς κοσμοποιίας), οὐκέτι μέντοι καὶ τὸ ὡς ᾧ τέλος ἐστὶν ἐν τούτοις. οὐ γάρ εἰσιν | ὄργανά τινων οὐδὲ εἰς χρείαν h 7r ψυχῶν τινων κατασκευάζεται. μᾶλλον δὲ τὸ διττὸν τοῦτο τ·έλος ἐπὶ πάντων κοινῶς θεωρητέον. καὶ ἔστι τὸ ὡς οὗ τέλος κοινῶς πάντων φυσικῶν τε καὶ τεχνητῶν ἡ τοὐ ἀγαθοῦ ἔφεσις (ἕνεκα γὰρ τοῦ ἀγαθοῦ καὶ ἡ φύσις καὶ ἡ τέχνη πάντα πράττει) τὸ δ’ ᾦ τοῦ κοσμῆσαι τὴν ὕλην ἕνεκα. ἔστι γὰρ τέλος καὶ τὸ εἶδος ἁπλῶς τοῦ ἀβακίου ἢ τοῦ ζῴου, ὅπερ ἐστὶ τὸ κοσμῆσαι τὴν ὕλην, καὶ ἡ τοῦ ἀγαθοῦ ἔφεσις, δι’ ἣν ταῦτα γίνεται, ἡ χρεία τυχὸν ἢ ἡ τοῦ θείου μίμησις. ἐπισημαίνονται δὲ ἐνταῦθα ὅτι καὶ τὸν σκοπὸν ὁ Ἀριστοτέλης τέλος λέγει (τὸ γὰρ οὗ ἡ ἔφεσις, τοῦτο σκοπός καὶ διὰ τοῦτο διττὸν τὸ τέλος εἶπε. τὴν δὲ ὄρεξιν κοινότερον εἶπε· κυρίως γὰρ ἐπὶ μόνων τῶν ἐχόντων αἴσθησιν ἡ ὄρεξις, ὡς ἀνωτέρω εἶπε, τὰ δὲ φυτὰ ὄρεξιν οὐκ ἔχει, ἐπεὶ μηδὲ αἴσθησιν. ὄρεξιν οὖν λέγει τὴν φυσικὴν πρὸς τοῦτο κατασκευήν, καὶ ὥσπερ ἀμέλει καὶ τὸ πῦρ λέγομεν ἐφίεσθαι τοῦ ἄνω καὶ οὕτως ἐπ’ αὐτὸ ἰέναι. πάντα οὖν τὰ τὴν φυσικὴν αὐτὴν ὁρμὴν καὶ ὄρεξιν ἔχοντα ἐφίεται τῆς τοῦ πρώτου ἀιδιότητος. καὶ ἐπεὶ τὰ φθαρτά, φησί, μὴ δύναται ταὐτὰ μένειν τῷ ἀριθμῷ, τῷ ποιεῖν ἄλλα οἷα αὐτὰ τῷ εἴδει τῇ διαδοχῇ τὴν ἀιδιότητα τι... τὸ δὲ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ἤτοι διὰ τὸ τὰ μὲν πολυχρονιώτερα εἶναι, τὰ δὲ ὀλιγοχροιώτερα, ἢ διὰ τὰ διαλείποντα καὶ μὴ συνεχῶς ὄνια, ἀλλὰ κατὰ καιρούς τινας γινόμενα, ὡς ἀκρίδων γένη καὶ σφῆκες καὶ ἐμπίδες, καὶ εἴ τινα τοιαῦτα. κυριώτερον δ’ ἄν τις τούτου ἀκούοι οὐκ ἐπὶ χρονικῆς παρατάσεως, ἀλλ’ ἐπὶ τοῦ ποιοῦ τῆς μεθέξεως, ἐπεὶ οὕτω τὸ κρεῖπον τῶν θνητῶν ζῴων, ὁ ἄνθρωπος, πολλῶν χειρόνων ἔσται ἧττον μετέχον τοῦ θείου· πολλὰ γὰρ τῶν ζῴων πολυχρονιώτερά ἐστιν ἀνθρώπου, κορῶναι καὶ ἐλέφαντες καὶ ὄφεις καὶ ἄλλα πλεῖστα. οὐχ οὕτως οὖν ἀκουστέον τοῦ τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον, ἀλλὰ κτὰ τὸ ποιὸν τῆς μεθέξεως. ὥσπερ <γὰρ> καὶ τὰς τοῦ ἡλίου ἐλλάμψεις οὐ πάντα τὰ ζῷα ὁμοίως δέχεται ἄλλως γὰρ ἀετὸς τοῦ ἡλιακοῦ φωτὸς μετέχει καὶ ἄλλως ἄνθρωπος καὶ νυκτερὶς ἄλλως κατὰ τὰ μέτρα τῆς ὀπτικῆς αὐτῶν δυνάμεως) οὕτως καὶ τὰς τοῦ θεοῦ ἐλλάμψεις ἄλλα ἄλλως ὑποδέχεται κατὰ τὰ μέτρα τῆς ἑαυτῶν οὐσίας. p. 415 b 7 Ἔστι δὲ ἡ ψυχὴ τοῦ ζῶντος σώματος αἰτία καὶ εἰπὼν περὶ τοῦ τέλους τῆς γεννητικῆς δυνάμεως, καὶ μέλλων περὶ τροφῆς καὶ αἰσθητοῦ καὶ ἁπλῶς τῶν ἀντικειμένων ταῖς ψυχικαῖς ἐνεργείαις διαλαβεῖν, πρότερον διὰ τούτων διδάσκει ὅτι ἀναγκαῖος τῷ περὶ τῆς ψυχῆς λόγῳ ὁ περὶ τῶν ἀντικειμένων λόγος. τὸ γὰρ ἔμψυχον καθὸ ἔμψυχόν ἐστι τρέφεται, ὥστε τοῦ τρέφεσθαι αὐτὸ ἡ ψυχὴ αἴτιον· ὁμοίως καὶ τοῦ αἰσθάνεσθαι τῷ ζῴῳ αἰτία ἡ ψυχή. τὸ δὲ τρεφόμενον τῇ τροφῇ τρέφε· τᾶι, καὶ τὸ αἰσθανόμενον αἰσθητοῦ αἰσθάνεται. ὥστε τῷ μέλλοντι περὶ ψυχῆς τῆς τε θρεπτικῆς καὶ αἰσθητικῆς διαλαβεῖν δεῖ πρότερον εἰδέναι τί ποτέ ἐστι τὸ τρέφεσθαι καὶ αἰσθάνεσθαι, καὶ τῷ ταῦτα γνῶναι θέλοντι ἀναγκαῖον εἰδέναι τίς ποτέ ἐστιν ἡ τροφὴ καὶ τὸ αἰσθητόν. ἡ γὰρ αἴσθησις αἰσθητοῦ ἐστιν αἴσθησις, καὶ τὸ τρεφόμενον τῇ τροφῇ τρέφεται· ταῦτα δὲ τῶν πρός τι, τῶν δὲ πρός τι τὸ ἕτερον εἰδέναι θέλοντα ἀναγκαῖον καὶ τὸ λοιπὸν γιγνώσκειν. ὥστε ἀναγκαῖος τῷ περὶ τῆς ψυχῆς λόγῳ ὁ ὖ· περὶ τῶν ἀντικειμένων λόγος. ὁ γὰρ σῖτος ὡς μὲν σῖτος οὐκ ἔστι πρός τι, ὡς δὲ τροφὴ πρός τί ἐστιν· ὁμοίως καὶ ὁ λίθος ὡς μὲν οὐσία τις οὐκ ἔστι τῶν πρός τι, ὡς δὲ ὁρατὸς πρός τί ἐστιν· τὸ γὰρ ὁρατὸν τῇ ὁράσει ἐστὶν ὁρατόν. πόθεν οὖν ὅτι ἡ ψυχὴ τροφῆς καὶ αἰσθήσεως τοῖς σώμασιν αἰτία, ἵν’ οὕτως ἀναγκαῖος δειχθῇ ὁ περὶ τούτων λόγος; τοῦτο δείκνυσι διὰ τῶν προκειμένων. τῶν γὰρ αἰτίων, φησί, πολλαχῶς λεγομένων ἢ γὰρ ὑλικόν ἐστι τὸ αἴτιον ἢ εἰδικὸν ἢ τελικὸν ἢ ποιητικόν) τετραχῶς οὖν τῶν αἰτίων λεγομένων, κατὰ τοὺς τρεῖς τρόπους δείκνυσιν αἰτίαν οὖσαν τὴν ψυχ·ὴν τοῖς ζῶσιν, καὶ ὡς εἶδος καὶ ὡς τέλος καὶ ὡς ποιητικόν· ὅτι γὰρ οὐχ ὑλικὸν αἴτιον ἡ ψυχή, προφανές. καὶ ὅτι μὲν ἡ ψυχὴ ὡς εἶδος τοῖς ζῶσιν αἰτία, δείκνυσι διὰ δύο ἐπιχειρημάτων· τὸ γὰρ ὣ ς οὐσία τὸ εἶδος σημαίνει αὐτῷ. ἡ ψυχή, φησί, τοῖς ζῶσιν ἔστι τοῦ ζῆν αἰτία· τὰ δὲ ζῶντα, καθὸ ζῇ, τὸ εἶναι ἔχει· πᾶν δὲ καθ’ ὃ ἔχει τὸ εἶναι, τοῦτο εἶδος αὐτοῦ ἐστιν· ἡ ψυχὴ ἄρα εἶδός ἐστι τῶν ζώντων. ἢ οὕτω μᾶλλον· ἡ ψυχὴ τοῦ ζῆν τοῖς ζῶσιν αἰτία, τὸ δὲ ζῆν τοῖς ζῶσιν τὸ εἶναι αὐτῶν ἐστιν· ἡ ψυχὴ ἄρα τὸ εἶναί ἐστι τῶν ζώντων. παντὸς δὲ τὸ εἶναι ἡ οὐσία αὐτοῦ ἐστιν· ἡ ψυχὴ ἄρα τῶν ζώντων πάντων οὐσία ἐστίν. ἡ οὐσία δὲ τοῦ εἶναι πᾶσιν αἰτία· ἡ ψυχὴ ἄρα τοῖς ζῶσιν ἅπασι τοῦ εἶναι αἰτία. ὡς οὐσία ἄρα αἴτιον τοῦ εἶναι ἡ ψυχή. ἓν μὲν οὖν ἐπιχείρημα ὅτι αἴτιον ἡ ψυχὴ ὡς εἶδος τοῦτο. ἕτερον δὲ ὅπερ ἤδη καὶ ἐν τοῖς προλαβοῦσιν εἴρηκε· παντὸς γάρ, φησί, τοῦ δυνάμει ὄντος ἡ ἐντελέχεια εἶδός ἐστιν· ἡ δὲ ψυχὴ τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος ἐντελέχειά ἐστιν· ἡ ψυχὴ ἄρα εἶδός ἐστι τοῦ δυνάμει ζωὴν ἔχοντος σώματος. οὕτω μὲν οὖν αἰτία ἡ ψυχὴ τοῦ σώματος τοῦ ἐμψύχου ὡς εἶδος αὐτοῦ οὖσα. ἀλλὰ μὴν καὶ ὡς ποιητικὸν αἴτιον αἰτία καὶ ἀρχὴ ἡ ψυχὴ καὶ ὡς τελικόν· καὶ ὅτι αἴτιον ὡς τέλος ἡ ψυχή, δείκνυσιν οὕτως λαμβάνει δὲ πρότερον ὅτι ἡ φύσις πάντα ἕνεκά του ποιεῖ· ἔδειξε γὰρ τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει)· τὰ διωργανωμένα σώματα ἕνεκα τῆς ψυχῆς· οὗ δὲ ἕνεκά τι γίνεται, τοῦτο τέλος ἐκείνου· ἡ ψυχὴ ἄρα τελικόν ἐστι τῶν διωργανωμένων σωμάτων αἴτιον. ὅτι δὲ καὶ ὡς ποιητικὸν αἴτιον ἀρχὴ ἡ ψυχή, σαφῶς δείκνυσι. ποιητικὸν δὲ αἴτιον τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. κινήσεως δὲ εἴδη δ, πρώτη μὲν καὶ κυριωτάτη κίνησις ἡ κατὰ τόπον, εἶτα ἡ κατὰ ἀλλοίωσιν, εἶτα ἡ κατὰ αὔξησιν, εἶτα ἡ κατὰ φθίσιν. καὶ ὅτι μὲν τῆς κατὰ τόπον κινήσεως αἰτία τοῖς ζῴοις ἡ ψυχή, προφανές. ἀλλὰ ταύτῃ οὐ πᾶσαν ψυχὴν περιλαμβάνει, ἀλλὰ τὴν ἐν τοῖς ζῴοις κατὰ τόπον κινητικήν. διὸ δείκνυσιν ὅτι καὶ ἀλλοιώσεως αἰτία. τῶν γὰρ αἰσθήσεων αἰτία ἡ ψυχή, αἱ δὲ αἰσθήσεις ἀλλοιοῦνταί πὼς πάσχουσαι ὑπὸ τῶν αἰσθητῶν· ἀλλοίωσις γάρ τις ἡ διάκρισις καὶ ἡ σύγκρισις τῶν ὄψεων. ἀλλ’ οὔπω διὰ τούτων καὶ τὰ φυτὰ περιέλαβε· διὸ ἐπάγει ὅτι καὶ αὐξήσεως καὶ φθίσεως αἰτία ἡ ψυχή, ἵνα πάντα τὰ ἔμψυχα περιλάβῃ. οὐχ ὁμοίως δέ ἐστι ποιητικὴ ἀρχὴ καὶ εἰδική. εἰδικὴ μὲν γὰρ ἀρχή ἐστιν ὡς αὐτῆς τῆς οὐσίας τοῦ ἐμψύχου σώματος αἰτία οὖσα, εἴ γε τὸ ἑκάστου εἶδος οὐσία αὐτοῦ ἐστιν, ὁμοίως καὶ τελική· ποιητικὴ δὲ οὐκέτι τῇς οὐσίας, ἀλλά τινων ἐνεργειῶν ἢ παθῶν ἀρχὴ καὶ αἰτία ἐστί. πῶς δὲ λέγομεν καὶ φθίσεως αἰτίαν ψυχήν; οὐδὲν γὰρ οὔτε αὐτὸ αὑτῷ οὔτε τῷ ἑαυτοῦ ὑποκειμένῳ φθορᾶς ἐστιν αἴτιον. πάντα γὰρ οὐ μόνον τοῦ εἶναι, ἀλλὰ καὶ τῆς ἀιδιότητος ἐφίεται, ὡς ἤδη εἴρηται, κατὰ τὰ ἑαυτῶν μέτρα. λέγομεν οὖν ὅτι ὥσπερ λέγεται καὶ τὸ μὴ ὂν καὶ ἡ στέρησις αἴτιον εἶναι τῆς γενέσεως τῶν ὄντων, οὐ τῷ ποιητικὴν ἔχειν αἰτίαν, ἀλλὰ τῷ ἐκ τούτων μεταβάλλειν τὸ γινόμενον καὶ τῷ ταῦτα παραχωρεῖν τῷ εἴδει γινομένῳ πᾶν γὰρ τὸ γινόμενον ἐξ οὐκ ὄντων καὶ ἐκ τῆς ἰδίας στερήσεως γίνεται, ὡς εἴρηται ἐν τοῖς Φυσικοῖς) οὕτω καὶ ἡ ψυχὴ αἰτία λέγεται εἶναι φθίσεως, οὐ τῷ ποιεῖν τὴν φθίσιν, ὥσπερ ποιεῖ τὴν αὔξησιν, ἀλλὰ τῷ δι’ ἀσθένειαν λοιπὸν ἐνδιδόναι καὶ ὑποχωρεῖν αὐτή. ἄλλως τε πρὸς τὸ δεῖξαι ὅτι ποιητικὸν αἴτιόν ἐστιν ἡ ψυχή, ἀρκεῖ τὸ εἰδέναι ὅτι αὐξήσεως ἐστιν αἰτία. εἰ τοίνυν κατὰ πάντας τοὺς τῶν αἰτίων τρόπους αἰτία ἡ ψυχὴ τῷ ἐμψύχῳ σώματι τοῦ εἶναι, ᾗ ἔμψυχόν ἐστιν, ᾗ δὲ ἔμψυχόν ἐστι, ταύτῃ τρέφεταί τε καὶ αὔξεται καὶ γεννᾷ, καὶ τούτων ἄρα ἡ ψυχὴ αἰτία, ὅπερ δειχθῆναι προὔκειτο. ταῦτα δὲ πολλαχῶς λέγεται. τὴν αἰτίαν λέγει καὶ τὴν ἀρχὴν πολλαχῶς λέγωι. λέγεται γὰρ τετραχῶς ὡς εἶδος, ὡς ὕλη, ὡς ποιητικόν, ὡς τελικόν· ὁμοίως δὲ ἡ ψυχὴ τοὺς διωρισμένους τρόπους αἰτία. τῶν γὰρ τεσσάρων τρόπων τῶν αἰτίων τῶν διωρισμένων ἐν τῇ Φυσικῇ ἀκροάσει κατὰ τοὺς τρεῖς ὁμοίως αἰτία ἐστὶν ἡ ψυχὴ τῷ σώματι. καὶ γὰρ ὅθεν ἡ κίνησις, τουτέστιν ὡς ποιητικὸν αἴτιον οὕτω γὰρ αὐτὸ καλεῖ), καὶ οὗ ἕνεκα, τουτέστιν ὡς τέλος, καὶ ὡς οὐσία τῶν ἐμψύχων σωμάτων ἡ ψυχὴ αἰτία, ἀντὶ τοῦ ὡς εἶδος. ἐν γὰρ τῷ οἰκείῳ εἴδει ἑκάστου οὐσία χαρακτηρίζεται· ἡ γὰρ ὕλη κοινὴ πάντων· καὶ τὰ ἔμψυχα δὲ τὸ εἶναι ἔχει κατὰ τὴν ψυχήν· ὥστε εἶδος τῶν ἐμψύχων σωμάτων ἡ ψυχή. ὅτι μὲν οὖν ὡς οὐσία δῆλον· τὸ γὰρ αἴτιον τοῦ εἶναι πᾶσιν ἡ οὐσία. ὅτι αἰτία ἡ ψυχὴ ὡς εἶδος, διὰ τούτων δείκνυσιν. ἔστι δὲ τοῦτο τὸ πρῶτον ἐπιχείρημα· ἡ γὰρ ψυχή, φησίν, ἀρχὴ καὶ αἰτία τοῦ ζῆν τοῖς ζῶσι· τὸ δὲ ζῆν τοῖς ζῶσι τὸ εἶναί ἐστιν· ἑκάστου δὲ τὸ εἶναι τὸ εἶδος αὐτοῦ ἐστι καὶ ἡ οὐσία· ἡ ψυχὴ ἄρα εἶδός ἐστι καὶ οὐσία τῶν ζώντων. ἑκάστου δ’ ἡ οὐσία τοῦ εἶναί ἐστιν αἰτία· ἡ ψυχὴ ἄρα τοῖς ζῶσιν οὐσία] τοῦ εἶναι ἔστιν αἰτία. οὐ τῇ τάξει δὲ ταύτῃ προήνεγκε τὰς προτάσεις, ἀλλ’ ἐκ τῶν ὑστέρων ἤρξατο· τὸ γὰρ αἴτιον, φησί, τοῦ εἶναι πᾶσιν ἡ οὐσία, ἵνα ᾖ ὁ λόγος οὕτως· ἡ οὐσία, ταὐτὸν δ’ εἰπεῖν τὸ εἶδος, τοῦ εἶναί ἐστι πᾶσιν αἴτιον κατὰ τοῦτο ἕκαστον καὶ ἔστι καὶ λέγεται), ὥστε καὶ τοῖς ζῶσιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ εἶναι αἰτία· τὰ δὲ ζῶντα τὸ εἶναι ἔχει κατὰ τὴν ζωήν ταύτῃ γὰρ τῶν ἄλλων διαφέρει), τῆς δὲ ζωῆς ἡ ψυχὴ αἰτία· ὥστε εἰ τοῦ μὲν εἶναι πᾶσιν αἴτιον ἡ οὐσία ἡ ἑκάστου καὶ τὸ εἶδος, τοῖς δὲ ζῶσι τῆς ζωῆς αἰτία ἡ ψυχή, καθ’ ὃ καὶ τὸ εἶναι ἔχουσιν, εἶδος ἄρα ἐστὶ καὶ οὐσία τῶν ζώντων ἡ ψυχή. ὁ δ’ Ἀριστοτέλης εἰρηκὼς τὰς προτάσεις τὸ συμπέρασμα οὐ προσέθηκεν ὡς δῆλον. οὐσίαν δέ, ὡς ἤδη εἶπον, τὸ εἶδός φησι. p. 415b14 ἔτι τοῦ δυνάμει ὄντος λόγος ἡ Τὸ δεύτερον ἐπιχείρημα· λόγος δέ φησιν ἀντὶ τοῦ ἡ οὐσία καὶ τὸ εἶδος. p. 415 b 15 Φανερὸν δ’ ὡς καὶ τὸ τὗ ἕνεκα αἰτία ἡ ψυχή. Δείξας ὅτι ὡς εἶδος ἀρχὴ καὶ αἰτία ἡ ψυχὴ τοῦ σώματος, νῦν δείκνυσιν ὅτι καὶ ὡς τέλος. ὥσπερ γὰρ ὁ νοῦς ἕωεκά του ποιεῖ, τὸν αὐτὸν τρόπον καὶ ἡ φύσις. νοῦν λέγει τὸν πρακτικόν, οἷον ὁ οἰκοδομικὸς νοῦς οὐδὲν μάτην παραλαμβάνει, ἀλλὰ πάντα πρὸς ἕν τι τέλος ὁρῶντα, τὴν κατασκευὴν τῆς οἰκίας. οὕτως οὖν καὶ ἡ φύσις οὐδὲν μάτην ποιεῖ, ἀλλ’ ἕκατστον αὐτῆς ἔργον ἕνεκά του ἐστίν· ἔδειξε δὲ σαφῶς τοῦτο ἐν τῇ Φυσικῇ ἀκροάσει. δηλοῦσι δὲ καὶ αἱ περὶ χρείας μορίων τῶν ἰατρῶν πραγματεῖαι ὅτι οὐδὲ τὸ ἐλάχιστον ἔργον τῆς φύσεως μάτην ἐστίν, ἀλλ’ ἕνεκά του. οὗ δ’ ἕνεκα ποιεῖ, φησί, τοῦτό ἐστι τέλος αὐτῆς. τίνος οὖν ἕνεκα ποιεῖ; τῆς ψυχῆς, φησί. τὰ γὰρ σώματα, φησί, τῶν ἐμψύχων 50 πάντα, τῶν τε ζῴων καὶ τῶν φυτῶν, ὄργανά ἐστι τῶν ψυχῶν, τὸ δὲ ὄργανον ἕνεκα τοῦ χρωμένου γίνεται καὶ τοῦτον ἔχει τέλος· ὥστε καὶ τὰ ὑπὸ φύσεως γινόμενα σώματα, τὰ ἔμψυχα λέγω, τέλος ἔχει τὴν ψυχὴν τὴν χρησομένην αὐτήν. δισσῶς δὲ τὸ οὗ ἕνεκα, τό τε οὗ καὶ τὸ ᾧ, ἐνταῦθα ἤτοι οὕτως ἐκληπτέον, τὴν μὲν ψυχὴν τέλος ὡς οὗ, τὸ δὲ ζῷον ὡς ᾧ (ποιεῖ γὰρ τὸ ὀργανικὸν σῶμα ἡ φύσις τῆς μὲν ψυχῆς ἕνεκα, ἵνα χρῆται αὐτῷ ὡς τέλος ἡ ψυχὴ ὡς | οὗ, τέλος δὲ ὡς ᾧ τὸ h 8 r ἔμψυχον· ὥστε γὰρ ἀνεμποδίστους εἶναι τῷ ζῴῳ τὰς ἐνεργείας, πάντα ποιεῖ ἡ φύσις) ἢ τοίνυν οὕτως τὸ οὗ καὶ τὸ ᾧ, ἢ ὥσπερ καὶ πρὸ ὀλίγου εἰρήκαμεν, οὗ μὲν ἕνεκα τῆς κοσμοποιίας καὶ τῆς ἀιδιότητος (τούτου γὰρ πάντα ἐφίεται) ᾧ δὲ τῇ ψυχῇ· ταύτῃ γὰρ παρασκευάζει εἰς χρῆσιν τὸ ὄρηανον· ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθέστερον. p. 415 b 21 Ἀλλὰ μὴν καὶ ὅθεν πρῶτον ἡ κατὰ τόπον κίνησις, ψυχή. Λοιπὸν ἐπὶ τὸ ποιητικὸν μεταβέβηκεν· τὸ ποιητικὸν γὰρ αἴτιον οὕτως ἀεὶ καλεῖ, ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως. πολλαχῶς δὲ τῆς κινήσεως λεγομένης, ὡς εἴρηται, ὅτι μὲν τῆς κατὰ τόπον κινήσεως αἰτία ἡ ψυχὴ πρόδηλος. ἀλλ’ οὐ τᾶσι, φησίν, ὑπάρχει τοῖς ζῶσιν ἡ δύναμις 30 αὔτη, τουτέστιν ἡ κατὰ τόπον κινητική, ὥστε ταύτῃ οὐ δόξει πάσα ψυχὴ ποιητικὸν αἰτιον εἶναι. διόπερ δείκνυσιν αὐτὴν καὶ τῶν λοιπῶν κινήσεων αἰτίαν οὖσαν, ἀλλοιώσεως λέγω καὶ αὐξήσεως καὶ μειώσεως, καὶ οὕτω καθολικὸν ἐπὶ πάσης ψυχῆς τὸν λὸ γον ἐποιήσατο. ὅτι μὲν οὖν αἰτία ἡ ψυχὴ ἀλλοιώσεως, δείκνυσιν οὕτως· ἡ ψυχὴ τοῖς ζῴοις αἰσθήσεως ἐστιν αἴτιον, πᾶν δὲ τὸ αἰσθανόμενον ἀλλοιοῦται, ἡ ψυχὴ ἄρα ἀλλοιώσεως αἰτία. πῶς δὲ λέγει τὴν αἴσθησιν ἀλλοίωσιν, νῦν μὲν οὐ προσέθηκεν, ἐφεξῆς δὲ προσθήσει ὅτι διττὴ ἡ ἀλλοίωσις καὶ καθόλου τὸ πάσχειν διττόν, τὸ μὲν ἐπὶ φθορὰν ἄγον, τὸ δ’ εἰς τελείωσιν. πάσχει γὰρ καὶ ὁ μαθητὴς ὑπὸ τοῦ διδασκάλου καὶ ἀλλοιοῦται, ἀλλ’ οὐκ εἰς φθορὰν ἀλλ’ εἰς τελείωσιν ἀγόμενος· τὸ γὰρ ἐν αὐτῷ δυνάμει προάγεται εἰς ἐνέργειαν. οὕτω δὲ καὶ ἡ αἴσθησις ἀλλοιοῦται καὶ πάσχει ὑπὸ τῶν αἰσθητῶν εἰς τελείωσιν ἀγομένη καὶ ἐκ δυνάμεως εἰς ἐνέργειαν προαγομένη. ὅτι δὲ καὶ αὐξήσεως καὶ μειώσεως αἰτία ἡ ψυχή, δείκνυσιν οὕτως· τὸ αὐξόμενον καὶ μειούμενον τρέφεται οὐδὲν γὰρ αὔξεται, ὃ μὴ τρέφεται), πᾶν δὲ τὸ τρεφόμενον ζωῆς μετέχει, καὶ ἀδύνατόν ἐστι τρέφεσθαι τὸ μὴ ζωῆς μετέχον, ὥστε τοῦ τρέφεσθαι τὸ ζῆν αἴτιον· ζωῆς δὲ πάσης ψυχή ἐστιν αἰτία· τοῖς ἄρα αὐξομένοις καὶ μειουμένοις αὐτοῦ τούτου τῆς αὐξήσεως καὶ τῆς μειώσεως ἡ ψυχή ἐστιν αἰτία. εἰ δὲ καὶ λίθοι τινὲς δοκοῦσιν αὔξεσθαι, οὐκ ἔστι κυρίως αὔξησις αὕτη, ἀλλὰ μᾶλλον πρόσθεσις· αὔξησιν γὰρ ταύτην φησὶ τὴν δι’ ὀργάνων φυσικῶν γινομένην, ὄργανα δὲ ἐν τοῖς ἀψύχοις οὐκ ἔστιν· οὐδ’ ἄρ αὔξεται. καὶ ἄλλως τὸ αὐξόμενον κατὰ πᾶν μόριον αὔξεται, ὡς ἐν τῷ Περὶ γενέσεως δέδεικται, ἐπὶ δὲ τῶν λίθων ἔξωθεν ἴσως κόνεως προστιθεμένης μεταβολή τις γίνεται, καὶ οὕτω μεῖζον τὸ ὅλον γίνεται οὐκ αὐξήσεως γινομένης, ἀλλὰ προσθέσεως, ὥσπερ ἄν εἰ καὶ τὸ πῦρ αὔξεσθαι λέγοιτο ξύλων πλειόνων προστιθεμένων. οὕτω δὲ καὶ τὰ μέταλλα αὔξεται ὑγρᾶς οὐσίας ἔξωθεν περιπαγείσης, ἐξ ἧς συνεστήκασι, καὶ ταύτης μεταβαλλούσης εἰς τὴν αὐτῶν οὐσίαν ὑπὸ τῆς ἐν τῇ γῇ φυσικῆς δυνάμεως ἐκ τοῦ παντός. εἰ γὰρ συνοχῆς αἴτιον ἡ ψυχή, συνέχεται δὲ καὶ ἔστι τά τε ζῷα καὶ τὰ φυτά, ἕως ἄν τρέφηται, τροφὴ δὲ αὐξήσεως αἴτιον, ἡ ψυχὴ ἄρα αὐξήσεως αἴτιον. κακῶς ἄρα ταῖς ὑλικαῖς ἀρχαῖς γῇ καὶ πυρὶ τὴν τῆς αὐξήσεως ἀνατίθησιν αἰτίαν. ἀλλ’ εἴποι ἄν πρὸς τοῦτο ἴσως ὁ Ἐμπεδοκλῆς ὅτι ὥσπερ σὺ καὶ ὑλικὰς καὶ ποιητικὰς τῶν φυσικῶν αἰτίας ἀποδίδως, οὕτω κἀγὼ νῦν οὐ τὰς ποιητικάς, ἀλλὰ τὰς ὑλικὰς ἀποδέδωκα. ἑό ἀλλ’ οὐχ ἕξει χώραν ἡ ἀπολογία· οὐδὲ γὰρ αἱ ῥίζαι γήινοι μᾶλλον ἤπερ οἱ κλάδοι, πανταχοῦ δὲ τὸ γεῶδες πλεονάζει· ὅσον οὖν ἐπὶ τῇ οὐσίᾳ τῆς γῆς, οὐδὲν αὔξειν ἐπὶ τὸ ἄνω ὤφειλεν. p>p. 415b28 Ἐμπεδοκλῆς δ’ οὐ καλῶς εἴρηκε τοῦτο, προστιθεὶς τὴν αὔξησιν συμβαίνειν τοῖς φυτοῖς κάτω μὲν ῥιζουμένων διὰ τὸ τὴν γῆν οὕτω φέρεσθαι κατὰ φύσιν, ἄνω δὲ διὰ τὸ πῦρ ὡσαύτως. Δείξας ὅτι αὐξήσεως αἰτία ἡ ψυχή, αἰτιᾶται Ἐμπεδοκλέα οὐ καλῶς εἰπόντα τὴν αὔξησιν ἐν τοῖς ἐμψύχοις γίνεσθαι. ἔλεγε γὰρ αὔξεσθαι τὸ φυτὸν τοῦ μὲν ἐν αὐτῷ πυρὸς τοὺς κλάδους ἐπὶ τὸ ἄνω αὔξοντος, τῆς δὲ γῆς τῆς ἐν αὐτῷ τὰς ῥίζας ἐπὶ τὸ κάτω αὐξούσης· πυρὶ γὰρ καὶ γῇ ἀνετίθει τὴν αἰτίαν τῆς αὐξήσεως· τὸ μὲν γὰρ ἐπὶ τὸ ἄνω τοὺς κλάδους αὔξειν ὡς ἀνώφορον, τὴν δὲ γῆν ἐπὶ τὸ κάτω τὰς ῥίζας ὡς κατώμφορον. αἰτιᾶται δὲ αὐτὸν πρῶτον μὲν ὡς οὐ καλῶς λέγοντα κάτω εἶναι τῶν φυτῶν τὰς ῥίζας· οὐ γὰρ πᾶσι, φησί, τὸ αὐτὸ ἄνω καὶ κάτω. εἶα καὶ τὴν αἰτίαν προστίθησι. τὰ γὰρ ὄργανα, φησί, τοῖς ἔργοις κρίνεται. εἰ γὰρ τῶν ἐνεργειῶν χάριν τὰ ὄργανα, τὰ τὰς αὐτὰς ἐνεργοῦντα ἐνεργείας τὰ αὐτὰ ἄν εἴη. ὥσπερ οὖν ἐν τοῖς ἄλλοις ἐμψύχοις τὸ δι’ ὧν ἐκτρέφεται στόμα ἐστίν, οὕτως ἄρα καὶ τοῖς φυτοῖς τὸ δι’ ὧν τρέφεται στόμα ἄν εἴη. τρέφεται δὲ διὰ τῶν ῥιζῶν· αὕτη ἄρα στόμα τῶν φυτῶν. τῶν δὲ ἄλλων πάντων ἐμψύχων τὸ στόμα δι’ οὗ τρέφεται ἄνω ἐστί· πάντων γὰρ ἡ κεφαλὴ ἐν ἡ τὸ στόμα τὸν ἄνω τόπον | ἐπέχει. καὶ τῶν φυτῶν ἄρα τὸ στόμα καὶ ἡ κεφαλὴ ἀνάλογον ἄνω εἴη ἄν· ὥστε αἱ ῥίζαι τῶν φυτῶν ἄνω μᾶλλον, οἱ δὲ κλάδοι κάτω. ὡς μὲν γὰρ πρὸς τὸ πᾶν, εἴ γε ὅλως δεῖ λέγειν ἐπὶ τοῦ παντὸς τὸ ἄνω καὶ τὸ κάτω, τὸ μὲν πέριξ πᾶν ἄνω ἔσται, λέγω δὴ ὁ οὐρανός, τὸ δὲ μέσον κάτω, ἡ γῆ· τὰ μέντοι ἔμψυχα ἄνω λέγεται ἔχειν τὴν κεφαλὴν οὐ πάντως ὡς πρὸς τὸ πέριξ, ἀλλ’ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἐπειδὴ καὶ ἐκ τοῦ οὐρανοῦ ἡ ἀρχὴ τῆς κινήσεως τῶν ἐνταῦθα. καὶ τῶν ἀλόγων τοίνυν ζῴων τῶν πλείστων, σχεδὸν δὲ πάντων ἐπὶ γῆν κεκυφότων, ὡς μηδὲ τῶν ὀπισθίων ὑψηλοτέραν ἐπὶ τὸ πέριξ ἔχειν τὴν κεφαλήν, ὅμως λέγεται τὰ ἄνω τῶν ζῴων μέρη εἶναι ἡ κεφαλή τε καὶ τὰ περὶ τὴν κεφαλήν· ὥστε τὴν κεφαλὴν ἄνω λέγομεν. ἀνάλογον δὲ κεφαλῇ αἱ ῥίζαι· ἐκεῖθεν γὰρ ἡ ἀρχὴ τῆς κινήσεως τοῖς φυτοῖς· ὥστε ἄνω ἄν εἶεν αἱ ῥίζαι καὶ οὐ κάτω. ἓν μὲν οὖν τοῦτο ἄτοπον ἐγκαλεῖ αὐτῷ. πρὸς ὅ τις ὑπὲρ αὐτοῦ ἀπολογούμενος ἐρεῖ ὅτι ἐκεῖνος τὸ ἄνω καὶ κάτω ὡς πρὸς τὸ πᾶν ἔλεγεν· αἱ μὲν γὰρ ῥίζαι ὡς ἐπὶ τὸ κέντρον αὔξουσι, τὸ δὲ λοιπὸν ὡς ἐπὶ τὸν οὐρανόν. ἕτερον πάλιν ἄτοπον ἐκ τοῦ λόγου συνάγει πάνυ προσεκτικώτατα· εἰ γὰρ ὑπὸ πυρός, φησί, καὶ γῆς ἡ αὔξησις γίνεται, καὶ τὸ μὲν πῦρ ἐπὶ τὸ ἄνω αὔξει, ἡ γῆ δὲ ἐπὶ τὸ κάτω, διεσπάσθη ἄν τὰ φυτὰ μηδενὸς ὄντος τοῦ συνέχοντος. εἰ δὲ ἔστι τι τὸ συνέχον, τοῦτο ἂν εἴη ἡ ψυχὴ καὶ τροφῆς καὶ αὐξήσεως αἴτιον. p. 416a9 Δοκεῖ δέ τισιν ἡ τοὐ πυρὸς φύσις ἁπλῶς αἰτία τῆς τροφῆς καὶ τῆς αὐξήσεως εἶναι. Ἐπειδὴ ἔδειξεν ὅτι αὐξήσεως αἰτία ἡ ψυχή, ἀναιρεῖ τὰ ἄλλα τὰ δοκοῦντά τισιν αὐξήσεως αἴτια εἶναι. Ἐμπεδοκλῆς μὲν οὖν τὴν γῆν καὶ τὸ πῦρ ἐπὶ τῶν φυτῶν ᾐτιᾶτο διὰ τὸ τούτων μὲν ἐναντίας εἶναι τὰς κινήσεις ἐπὶ τὸ ἄνω τε καὶ κάτω, ὁρᾶσθαι δὲ καὶ τὰ φυτὰ ἐπὶ τὰ ἐναντία τὴν αὔξησιν ποιούμενα κατὰ τὰς ῥίζας καὶ κατὰ τοὺς κλάδους. ἕτεροι δὲ τὸ πῦρ ὑπενόησαν μόνον αὐξήσεως αἴτιον εἶναι, πρὸς οὓς ἐνίσταται νῦν. καλῶς δὲ προσέθηκε τὸ ἁπλῶς· κατὰ τοῦτο γὰρ ἡμάρτανον οἱ τὴν αὐξητικὴν δύναμιν ἀνατιθέντες τῷ πυρί, ὅτι ἁπλῶς αὐτὸ αἴτιον αὐξήσεως ἔλεγον· συναίτιον μὲν γὰρ εἶναι τὸ πῦρ ὡς ὄργανον τὸ δι’ οὗ τῆς αὐξήσεως καὶ αὐτῷ δοκεῖ, οὐ μὴν ἁπλῶς αὐξήσεως αἴτιον. ἀλλὰ τοσοῦτον ἐνδεῖν φησι τοῦ ἁπλῶς αὐξήσεως αἴτιον εἶναι, ὅτι καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα συναίτιον αὐτό φησιν ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ μὲν γὰρ ὄργανα ῥυθμιζόμενα μὲν ὑπὸ τοὐ λόγου τυγχάνει τοῦ τέλους, ἐώμενα δὲ ὑπὸ τοῦ τεχνίτου βλάβης οὔκ εἰσιν αἴτια, ἐπεὶ μηδ’ ἐνεργεῖν δύνανται ἄνευ τεχνίτου, τὸ δὲ πῦρ αὐτὸ καθ’ αὑτὸ ἐνεργοῦν φθορᾶς αἴτιον γίνεται· ἑψομένου γὰρ τοῦ σιτίου καὶ τοῦ φαρμάκου εἰ μὴ ὑπὸ τοῦ ἰατρικοῦ ἢ μαγειρικοῦ λόγου κυβερνηθείη τὸ ἕψον πῦρ, φθείρει μᾶλλον καὶ ἐξίστησι τοῦ οἰκείου εἴδους. εἰπὼν δὲ ὅτι ἔδοξέ τισι τὸ πῦρ τροφῆς εἶναι καὶ αὐξήσεως αἴτιον, πόθεν εἰς τὴν τοιαύτην ὑπήχθησαν ἔννοιαν, ἐπήγαγε. μόνον γάρ, φησί, τῶν ἁπλῶν σωμάτων φαίνεται τρεφόμενον καὶ αὐξόμενον· ἐπὶ τούτου γὰρ μόνον ἡ συνήθεια τῷ τῆς τροφῆς κέχρηται ὀνόματι, καὶ διὰ τοῦτο καὶ τῷ τῆς αὐξήσεως· τὸ γὰρ τρεφόμενον τοῦτο καὶ αὔξεται. ἔχομεν τούτου πολλὴν τὴν χρῆσιν ἔν τε τῇ συνηθείᾳ καὶ παρὰ τοῖς ἀρχαίοις· “τοῦς ἅμα σοι πάντας’’, φησὶν ὁ ποιητής, “τῦρ ἐσθίει’’, καὶ πάλιν ‘παμφάγῳ πυρὶ’ εἴρηται. εἰ τοίνυν τῶν ἁπλῶν τοῦτο μόνον τρέφεταί τε καὶ αὔξεται, τοῦτο ἄν εἴη καὶ ἐν τοῖς συνθέτοις τροφῆς αἴτιον καὶ αὐξήσεως, λέγω δὴ τοῖς ἐμψύχοις. δείξας οὖν ὁ φιλόσοφος ὅτι μὴ ὁμοίως τρέφεταί τε καὶ αὔξεται τὰ ἔμψυχα ὥσπερ τὸ πῦρ, συναποδεδειχὼς ἔσται διὰ τούτου ὅτι μηδὲ ἐν τοῖς ἐμψύχοις αἴτιον τροφῆς καὶ αὐξήσεως τὸ πῦρ. ἡ δὲ δεῖξις τοιαύτη· πάντα τὰ φύσει τρεφόμενά τε καὶ αὐξόμενα, τοῦτο δ’ ἐστὶν τὰ ἐν αὑτοῖς τὴν θρεπτικήν τε καὶ αὐξητικὴν δύναμιν ἔχοντα τὰ γὰρ μὴ οὕτω τρεφόμενά τε καὶ αὐξόμενα οὐ κυρίως λέγεται ταῦτα ἅπερ λέγεται) τὰ τοίνυν φύσει τρεφόμενα καὶ διὰ τοῦτο αὐξόμενα ὅρον ἔχει τῆς αὐξήσεως, καὶ ὥρισται αὐτῶν ἐπὶ τὸ μέτρον ἡ αὔξησις· τοῦ δὲ πυρὸς οὐχ ὥρισται ἡ τροφή τε καὶ ἡ αὔξησις· ἐπ’ ἄπειρον γὰρ αὐξηθήσεται, ἐὰν ὕλη χορηγεῖται. οὐκ ἄρα τὸ πῦρ ὁμοίως τοῖς ἐμψύχοις τρέφεταί τε καὶ αὔξεται. εἰ δὲ μὴ ὁμοίως, οὐκ ἄν οὐδὲ τοῖς ἐμψύχοις αἴτιον εἴη τῆς αὐξήσεως. τοῦ μὲν γὰρ πυρὸς οὐκ ἔστι πέρας οὐδὲ λόγος τῆς αὐξήσεως· τὰ δὲ φύσει αὐξόμενα ἔχουσι πέρας τι καὶ ὡρισμένον λόγον τῆς αὐξήσεως· τὸ δὲ κατὰ λόγον αὔξειν καὶ διωρισμένως ψυχῆς ἄν εἴη καὶ οὐ πυρός. οὕτω μὲν οὖν ἔδειξεν ὅτι οὐ τὸ πῦρ αἴτιον τοῖς ἐμψύχοις τῆς αὐξήσεως. ὅτι δὲ οὐδὲ κυρίως ἐπὶ τοῦ πυρὸς λέγεται τροφή τε καὶ αὔξησις, ἀλλὰ γένεσις, ἔδειξεν ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ὑπενοήθη δὲ τοῦτο μόνον τῶν στοιχείων τρέφεσθαί τε καὶ αὔξεσθαι, ὅτι ἐπὶ μὲν τῶν ἄλλων ἐναργῶς ὁ πλεονασμὸς πρόσθεσίς ἐστι προστιθεμένου γὰρ ὕδατος ὕδατι καὶ γῆς γῇ οὕτως γίνεται αὐτῶν ὁ πλεονασμός, τοῦτο δὲ <ὅτι> οὐκ ἔστι τροφὴ οὐδὲ αὔξησις, προφανές), τὸ πῦρ πλεονάζει οὐ πυρὸς προστεθέντος, ἀλλ’ ἀνομοειδοῦς ὕλης, οἷον ξύλων ἢ τῶν τοιούτων, καὶ τούτων ὑπὸ τῆς τοῦ πυρὸς δυνάμεως μεταβληθέντων εἰς τὴν αὐτοῦ οὐσίαν οὕ|τως ὁ πλεονασμὸς τοῦ πυρὸς γίνεται. δοκεῖ δὲ i 1r τοιοῦτόν τι καὶ ἡ κυρίως αὔξησις εἶναι· μεταβαλλούσης γὰρ τῆς τροφῆς εἰς τὴν τοῦ σώματος φύσιν οὕτως ἡ αὔξησις τῶν ἐμψύχων γίνεται. ἔδειξε δέ, ὡς εἶπον, ὅτι ἐπὶ τοῦ πυρὸς γινόμενον γένεσίς ἐστι καὶ οὐκ αὔξησις. p. 416a18 ἐπεὶ δ’ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς θρεπτική τε γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον. εἰπὼν περὶ τοῦ τέλους τῆς γεννητικῆς δυνάμεως, εἶτα ἐφεξῆς δείξας ὡς ἀναγκαῖος τῷ περὶ ψυχῆς ἐρεῖν μέλλοντι ὁ περὶ τῶν ἀντικειμένων τῖς ψυχικαῖς ἐνεργείαις λόγος, τῷ δεῖξαι τὴν ψυχὴν ἐν τοῖς ἐμψύχοις αἰτίαν οὖσαν τροφῆς τε καὶ αὐξήσεως καὶ ἀλλοιώσεως τῆς τε κατὰ τὰς αἰσθήσεις καὶ τὰς λοιπάς, μεταξὺ δὲ μνησθεὶς τῆς Ἐμπεδοκλέους δόξης οὐ τῇ ψυχῇ ἀνατιθέντος τὴν αὔξησιν, ἀλλὰ τοῖς ὑλικοῖς αἰτίοις, καὶ ὅλως ἐλέγξας τοὺς οἰομένους αἰτίαν εἶναι τὴν πυρίαν οὐσίαν τῆς ἐν τοῖς ἐμψύχοις αὐξήσεως, λοιπὸν ἐνταῦθα περὶ τῶν ἐχομένων ποιεῖται τὸν λόγον, λέγω δὴ περὶ τροφῆς, ἵν’ οὕτω λοιπὸν καὶ περὶ αὐτῶν τῶν δυνάμεων διαλάβῃ. ὡς γὰρ περὶ μιᾶς τῆς φυτικῆς δυνάμεως καὶ ἀνωτέρω τὸν λόγον ἐποιήσατο, ἐν οἷς ἔλεγεν “ἡ γὰρ θρεπτικὴ ψυχὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρώτη καὶ δύναμίς ἐστι ψυχῆς, καθ’ ἣν ὑπάρχει τὸ ζῆν ἅπασιν· ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι’’, κἀνταῦθα πάλιν ἐπειδὴ ἡ αὐτὴ δύναμίς ἐστι θρεπτική τε καὶ γεννητική, περὶ τροφῆς ἀναγκαῖον διωρίσθαι πρῶτον. ὃ γάρ φησι, τοιοῦτόν ἐστιν· ἐπειδὴ μία τίς ἐστι καὶ ἡ αὐτὴ δύναμις ἡ φυτική, ἧς ἐστιν ἔργα γεννῆσαί τε καὶ τροφῇ χρῆσθαι διὰ τῶν ἄκρων καὶ τὸ μέσον περιλαμβάνων τὸ αὔξειν καὶ εἰς τὸ τέλειον μέτρον ἄγειν τὰ αὐξόμενα), εἴπομεν δέ, φησί, περὶ τοῦ τέλους τῆς γεννητικῆς ἐνεργείας, ἀναγκαῖον καὶ περὶ τοὐ ἀντικειμένου τῇ θρεπτικῇ ἐνεργείᾳ εἰπεῖν, λέγω δὴ τῆς τροφῆς, ἵν’ οὕτω λοιπὸν καὶ τὸν περὶ τῆς δυνάμεως αὐτῆς ποιησώμεθα λόγον. μίαν δὲ δύναμίν φησι θρεπτικήν τε καὶ αὐξητικὴν καὶ γεννητικὴν οὐχ ἀπλῶς, ὅτι ἡ φυτικὴ κοινὴ τούτων κατηγορεῖται, ἀλλ’ ὅτι ἓν τέλος ἐστὶ πασῶν τούτων τῶν ἐνεργειῶν, τοῦτο δέ ἐστι τὸ γεννῆσαι ἕτερον οἷον αὐτὸ διὰ τὴν ἔφεσιν τῆς ἀιδιότητος, πάντα δέ, φησί, ἀπὸ τοῦ τέλους τοῦ σκοπιμωτάτου προσαγορεύειν δίκαιον· ὥστε ἐπεὶ τέλος πάσῃ τῆ δυνάμει τὸ γεννῆσαι ἕτερον οἷον αὐτό, γεννητικὴν τὴν πάσαν καλεῖν δίκαιον. θρεπτικὴ γὰρ καὶ αὐξητικὴ εἰς ὑπηρεσίαν ταύτης γεγόνασιν· ἐπεὶ γὰρ ἀδύνατόν ἐστι τὰ ἔμψυχα γεννᾶν μὴ εἰς τὸ ὡρισμένον καὶ κατὰ φύσιν μέτρον ἐλθόντα, διὰ τοῦτο χρεία τῆς αὐξητικῆς ἐνεργείας τε καὶ δυνάμεως· ἀλλ’ ἐπεὶ πάλιν αὔξεσθαι ἀδύνατον μὴ τρεφόμενα, διὰ τοῦτο χρεία τῆς θρέψεως. ὥστε διὰ μὲν τὴν γέννησιν ἡ αὔξησις, διὰ δὲ τὴν αὔξησιν ἡ τροφή· διὰ τὴν γέννησιν ἄρα ἡ τροφή. ἐπεὶ οὗν ἐκ τοῦ τέλους καλεῖν ἅπαντα δίκαιον, γεννητικὴν πᾶσαν ταύτην κλητέον τὴν δύναμιν. τὴν δὲ θρεπτικὴν τῇ αὐξητικῇ εἰς ταὐτὸν ἄγει δι’ ἣν ἐροῦμεν <ἐπ᾿> αὐτῇ τῇ λέξει γενόμενοι αἰτίαν. ὅθεν οὐδὲ ἰδίᾳ τὸν περὶ αὐξήσεως ποιεῖται λόγον, ἀλλὰ συμπεπλεγμένως τῷ περὶ τροφῆς, οὐδὲ ὁρίζεται ἰδίᾳ τὴν αὐξητικὴν δύναμιν. ἐπεὶ δὲ ἡ αὐτὴ δύναμις τῆς ψυχῆς· τῆς φυτικῆς ψυχῆς ἡ αὐτὴ δύναμις θρεπτική ἐστι καὶ γεννητική. ἐλλιπῶς εἴρηται τὸ νόημα κατὰ τὴν φράσιν· ἐχρῆν γὰρ οὕτως εἰπεῖν ‘ἐπεὶ δὲ ἡ δύναμις τῆς ψυχῆς θρεπτικὴ καὶ γεννητική, εἴρηται δὲ περὶ τοῦ τέλους τῆς γεννητικῆς, ἀναγκαῖον καὶ περὶ τοῦ ἀντικειμένου τῆς θρεπτικῆς εἰπεῖν· τὸ δ’ ἀντικείμενον τῇ θρεπτικῇ δυνάμει ἡ τροφή ἐστι· δεῖ πρῶτον περὶ τροφῆς εἰπεῖν’. p. 416a20 Ἀφορίζεται γὰρ πρὸς τὰς ἄλλας δυνάμεις τῷ ἔργῳ τούτῳ· Ἡ θρεπτική, φησί, ψυχὴ τῶν ἄλλων ψυχικῶν δυνάμεων χωρίζεται τῷ τρέφειν (ἴδιον γάρ τοῦτο ταύτης), τρέφει δὲ τροφῇ· διὸ περὶ ἀνάγκη πρῶτον εἰπεῖν. p. 416a21 Δοκεῖ δὲ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ, οὐ πᾶν δὲ παντί, ἀλλ’ ὅσα τῶν ἐναντίων μὴ μόνον γένεσιν ἑ ξ Διαπεφώνηται ὁ περὶ τροφῆς λόγος. οἱ μὲν γάρ φασιν ὅτι ὁμοῦ ἐστὶν ἡ τροφὴ τῷ τρεφομένῳ· τρέφεσθαι γὰρ τὸ ὅμοιον τῷ ὁμοίῳ· εἰ γὰρ προστεθεῖσα ἡ τροφὴ τῷ τρεφομένῳ αὔξει αὐτό, αὐξητικὸν δὲ τοῦ ὁμοίου τὸ ὅμοιον, οὐ τὸ ἐναντίον τοῦτο γὰρ καὶ φθαρτικὸν τοῦ ἐναντίου), οὐκ ἔστιν ὑπὸ τοῦ ἐναντίου τρέφεσθαι τὸ τρεφόμενον, ἀλλ’ ὑπὸ τοῦ ὁμοίου. ἕτεροι δέ φασιν ὅτι τῷ ἐναντίῳ τρέφεται τὸ τρεφόμενον· εἰ γὰρ ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς αὐτό, οὐ πάσχει δὲ τὸ ὅμοιον ὑπὸ ὁμοίου, ἀλλ’ ὑπὸ τοῦ ἐναντίου τὸ ἐναντίον πάσχει καὶ μεταβάλλει τὸ ἐναντίον εἰς τὸ ἐναντίον, ἐναντίον ἄρα ἡ τροφὴ τῷ τρεφομένῳ. οὗτοι μὲν οὖν ἰοὶ φερόμενοι περὶ τροφῆς λόγοι, ἐναντίοι δοκοῦντες εἶναι, εὔλογον μέντοι αἰτίαν ἑκάτερος ἔχων. τούτοις οὖν τοῖς λόγοις διαιτῶν Ἀριστοτέλης φησὶν ὅτι δοκοῦσιν εἶναι ἐναντίοι κατὰ ἀλήθειαν οὐκ ὄντες· ἑκάτερος γὰρ αὐτῶν πρὸς μέρος τι ἀπέβλεψε καὶ πρὸς τοῦτο ἀληθῆ λέγει. ἡ γὰρ τροφὴ δυνάμει μέν ἐστιν ὁμοία τῷ τρεφομένῳ, ἐνεργεία δ’ ἐναντία· ὁ γὰρ ἄριος καὶ τὰ ὄψα ἀκατέργαστα μὲν ὄντα καὶ ἄπεπτα ἐναντία πώς ἐστι τῷ τρεφομένῳ· ὁπηνίκα δὲ μεταβληθῇ καὶ ἀλλοιωθῇ, τότε ὅμοια γίνεται. μεταβάλλει δ’ οὐ τὸ ὅμοιον εἰς τὸ ὅμοιον οὐδὲ τὸ τυχὸν εἰς τὸ τυχόν, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον· οὐ γὰρ τὸ λευκὸν εἰς τὸ θερμὸν | μεταβάλλει, ἀλλὰ τὸ ψυχρὸν εἰς τὸ θερμόν. κἀν γοῦν τὸ φαιὸν εἰς λευκὸν μεταβάλλῃ, οὐχ ᾗ μετέχει λευκοῦ, ἀλλ’ ᾗ μετέχει μέλανος μεταβάλλει. ὥστε εἰ μεταβάλλει ἡ τροφή, δῆλον ὅτι εἰς τὸ ἐναντίον μεταβάλλει. διττῆς οὖν οὔσης τῆς τροφῆς, τῆς μὲν ἀπέπτου τῆς δὲ πεπεμμένης, ἡ μὲν ἄπεπτος ἐναντία ἐστὶ τῷ τρεφομένῳ, ἡ δὲ πεπεμμένη καὶ μεταβάλλουσα ἤδη ὁμοία. εἰπὼν δὲ ὅτι δοκεῖ ἡ τροφὴ τὸ ἐναντίον εἶναι τῷ ἐναντίῳ, ἐπήγαγεν ὅτι οὐ πᾶν ἐναντίον παντὶ ἐναντίῳ τροφή ἐστιν, ἀλλ’ ὅσα πρὸς τῶ μεταβάλλειν εἰς τὸ ἐναντίον αὔξει τὸ μεταβαλλόμενον· πολλὰ γάρ, φησί, τῶν ἐναντίων εἰς ἄλληλα μεταβάλλει, οἷον ὑγίεια καὶ νόσος, λευκὸν καὶ σέλαν, ἀλλὰ ταῦτα οὐδὲν τῷ ποσῷ μεταβάλλομαι προστίθησι· διὸ οὗκ εἰσιν ἀλλήλων τροφή, οὐδὲ τρέφεται τὸ λευκὸν τῷ μέλανι, ὅταν μεταβάλλῃ τὸ μέλαν εἰς τὸ λευκόν, οὐδὲ ἡ ὑγίεια τῇ νόσῳ. οὐχ ἁπλῶς δὲ τοῦτο λέγει ὅτι τὰ μεταβάλλοντα εἰς ἄλληλα ἐναντία καὶ τῷ ποσῷ προστιθέντα ταῦτα τρέφεται ὑπ’ ἀλλήλων οὐ γὰρ ἀληθὲς τοῦτο, ὡς καὶ αὐτὸς ἐρεῖ), ἀλλ’ ὅτι τὰ τρέφοντα τῶν ἐναντίων τῷ ποσῷ προστίθησιν· ὅταν γὰρ ὑπὸ ψυχῆς τὰ τοιαῦτα τῶν ἐναντίων μεταβάλλωνται, λέγω δὴ ὅσα καὶ τῷ ποσῷ τοῦ εἰς ὃ μεταβάλλει προστίθησι, τότε γίνεται τροφή. τὰ γοῦν ἁπλᾶ σώματα αὔξεται μὲν μεταβάλλοντα εἰς ἄλληλα, οὐ τρέφεται δὲ ὑπ’ ἀλλήλων, μᾶλλον δὲ οὐδὲ κυρίως ἡ αὔξησις ἐπὶ τούτων λέγεται, ἀλλὰ πρόσθεσις, ὡς ἐν τῷ Περὶ γενέσεως ἔδειξεν. ὅτι δὲ ἡ πρώτη τροφὴ καὶ ἄπεπτος ἐναντία ἐστὶ τῷ τρεφομένῳ, δῆλον ἐντεῦθεν· εἰ γὰρ πάσχει ὑπὸ τοῦ τρεφομένου καὶ μεταβάλλει εἰς τὴν ἐκείνου οὐσίαν, οὐ τὸ τυχὸν δ’ ὑπὸ τοὐ τυχόντος πάσχει, οὐδὲ τὸ τυχὸν ὑπὸ τοῦ τυχόντος μεταβάλλει, ἀλλὰ τὸ ἐναντίον εἰς τὸ ἐναντίον, δῆλον ὅτι πάσχουσα ἡ τροφὴ ὑπὸ τοῦ τρεφομένου, ἵνα εἰς τὴν ἐκείνου οὐσίαν μεταβάλλῃ, ἐναντία ἔσται τῷ τρεφομένῳ. ἄλλως τε ἐπειδὴ συνεστήκαμεν ἐκ ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, δῆλον ὅτι εἰς τὰς συστοίχους ποιότητας τῷ τρεφομένῳ καὶ ἡ τροφὴ μεταβληθήσεται· ἢ οὖν θερμοτέρα ἐπὶ τὸ ψυχρότερον διὰ τῆς πέψεως μεταβληθήσεται, ἢ ψυχροτέρα ἐπὶ τὸ θερμότερον, ἢ ξηροτέρα ἐπὶ τὸ ὑγρότερον, ἢ ὑγροτέρα ἐπὶ τὸ ξηρότερον. ὅθεν καὶ τῇ πλεονεκτούσῃ ἐν τῷ σώματι ποιότητι τὴν ἐναντίαν τροφὴν προσάγομεν, ξηροτέρου μὲν ὄντος τοῦ σώματος ὑγροτέραν προσφέροντες, θερμοτέρου δὲ ψυχροτέραν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· δῆλον γὰρ ὅτι δεῖται καὶ ὕλης ἐπιτηδείας ἡ θρεπτικὴ δύναμις τῆς πεφυκυίας ῥᾳδίως εἰς τὴν τοῦ τρεφομένου οὐσίαν μεταβάλλεσθαι. ἐπειδὰν δὲ ἤδη πάθῃ ἡ τροφὴ καὶ ἐξομοιωθῇ τῷ τρεφομένῳ, οὐκέτι ἐστὶν ἐναντία ἀλλ’ ὁμοία· αὕτη δ’ ἐστὶν ἡ ἐσχάτη καὶ ἐν ἑκάστῳ λοιπὸν ἐξομοιωθεῖσα μορίῳ, καὶ προσκριθῆναι μέλλει. p. 416a25 Φαίνεται δὲ οὐδ’ ἐκεῖνα τὸν αὐτὸν τρόπον εἶναι τροφὴ· ἐπειδὴ εἶπεν ταῦτα τῶν ἐναντίων τροφὴν εἶναι ἀλλήλων, ἅπερ μὴ μόνον ἐξ ἀλλήλων γίνεται, ἀλλὰ καὶ αὔξει ἄλληλα, διὰ τοῦτο προσέθηκεν ὅτι οὐ πάντα τὰ τοιαῦτα τροφὴ εἶναι ἀλλήλων λέγονται, καὶ δείκνυσι τοῦτο διὰ παραδείγματος ὅτι μὴ πᾶν τὸ αὖξον κατὰ τὸ ποσὸν τροφή ἐστι τῷ ἐναντίῳ, ἀλλὰ τὸ μὲν εἰδικώτερον τῶν ἐναντίων αὐξόμενον ὑπὸ τῆς τοῦ ὑλικωτέρου τε καὶ ἐναντίου αὐτῷ εἰς αὐτὸ μεταβολῆς τρέφεσθαι λέγεται, οὐκέτι δὲ τὸ ὑλικώτερον ἀπὸ τοῦ εἰδικωτέρου. οὕτω γὰρ ἔχει πρὸς ἄλληλα τὸ πῦρ καὶ τὸ ὕδωρ· τούτων γοῦν εἰς ἄλληλα μεταβαλλόντων τὸ μὲν ὕδωρ, φησί, τῷ πυρί ἐστι τροφή, τὸ δὲ πῦρ τῷ ὕδατι οὐκέτι· οὐδεὶς γὰρ ἄν εἴποι ὅτι τρέφεται τὸ ὕδωρ ὑπὸ τοῦ πυρός, τὸ δὲ πῦρ τρέφεσθαι λέγεται. ‘τοὺς ἅμα γάρ σοι πάντς’, <φησὶν> ὁ ποιητής, ‘πῦρ ὅθεν καὶ ζητήσειεν ἄν τις, εἰ ὁμοίως ὥσπερ <ἡ> τοῦ ὕδατος εἰς τὸ μεταβολὴ γένεσις μόνον ἐστὶ καὶ οὐκ αὔξησις, οὕτω δὲ καὶ † ἐπὶ τοὺ πυρὸς τὸ ὕδωρ, ὡς δέδεικται ἐν τῇ Περὶ γενέσεως, διὰ τί τὸ μὲν ὕδωρ οὐ λέγεται τῷ πυρὶ τρέφεσθαι, τὸ δὲ πῦρ τῷ ὕδατι. ὅτι γὰρ ὕδατι τρέφεται τὸ πῦρ, δῆλον· ὑγρῷ γὰρ τρέφεται. τὸ γὰρ ἔλαιον ὕδωρ ἐστὶ πεπονθός τι καὶ ὁ κηρὸς καὶ τὰ τοιαῦτα· καὶ τὰ ξύλα δὲ καὶ τὰ ὅμοια τῷ μετέχειν ὑγρότητος οὕτως ὕλη πυρὸς γίνεται, ὅθεν τὰ πάντῃ κατεξηραμμένα ξύλα οἷον τὰ σεσηπότα ἢ ἡ τέφρα οὐδὲ καίεσθαι δύναται, διὰ τὸ πάντῃ ἀμοιρεῖν ὑγρότητος. λέγομεν οὖν πρῶτον ὅτι καὶ τῇ συνηθείᾳ ἠκολούθησεν ὁ φιλόσοφος. λέγομεν γὰρ τροφὴν εἶναι τὸ ἔλαιον τῷ πυρί, τοῦτο δὲ οὐδέν ἐστιν ἄλλο ἢ τὸ ὕδωρ τροφὴν λέγειν τῷ πυρί· τὸ γὰρ ἔλαιον, ὡς ἐν τῷ τετάρτῳ τῶν Μετεώρων δέδεικται, ἐξ ὕδατός ἐστι καὶ ἀέρος, ἅπερ ἄμφω ὑγρὰ τὴν φύσιν. ἔπειτα δέδεικται ἐν τῇ Περὶ γενέσεως ὅτι τὸ αὐξόμενον τὸ εἶδός ἐστιν, οὐχ ἡ ὕλη· δεῖ γὰρ τὸ αὐξόμενον ἓν εἶναι τῷ ἀριθμῷ· ἡ δὲ ὕλη ἀπόρρυτος οὖσα καὶ ἐπίρρυτος οὐχ ἡ αὐτή ἐστιν ἐν τῷ αὐξομένῳ, τὸ δὲ εἶδος τὸ αὐτό. εἰδικώτερον δὲ ὡς ἐν στοιχείοις τὸ πῦρ, τὸ δὲ ὕδωρ ὑλικώτερον, ὡς ἐν ἐκείνοις ἔδειξεν. τὸ γὰρ εἶδος δραστικώτερον καὶ ἀσώματον καὶ περιεκτικόν, εἴ γε πάσχει μὲν ἡ ὕλη, ποιεῖ δὲ τὸ εἶδος, καὶ ἡ μὲν σκεδαστή, περιέχεται δὲ καὶ ὁρίζεται ὑπὸ τοῦ εἴδους. ὁρῶντι δὲ ταῦτα ἐπὶ τοῦ πυρός· καὶ γὰρ δραστικώτατον τῶν ἄλλων στοιχείων ἐστὶ καὶ λεπτομερέστατον καὶ περιεκτικώτατον· περιέχει γὰρ ἡ τοῦ πυρὸς σφαῖρα τὰ λοιπὰ στοιχεῖα. καὶ καθόλου δὲ τοῖς ἐναντίοις τὸ κρεῖττον τῶν ἐναντίων εἴδους λόγον ἐπέχει, ᾗ φησι διὸ καὶ τὴν ἐπὶ τοῦτο μεταβολὴν γένεσίν φησι), τὸ δὲ χεῖρον ὕλης· διὸ φθορὰν καλεῖ τὴν ἐπὶ τοῦτο μεταβολήν. i 2r ἄλλως τε τὸ τρεφόμενον δι’ αὑτοῦ κατεργαζόμενον τὴν τροφὴν εἰς ἑαυτὸ μεταβάλλει· δοκεῖ δὲ τοῦτο ποιεῖν καὶ τὸ πῦρ ἐπιχεομένου τοῦ ἐλαίου καὶ τῶν ξύλων ὑποτιθεμένων· ἡ μέντοι μεταβολὴ τοῦ πυρὸς εἰς ὕδωρ οὐχ οὕτω γίνεται. διὰ δὲ τοῦ εἰπεῖν ἐν μὲν οὖν τοῖς ἄλλοις σώμασι καὶ ὡς τοῖς πολλοῖς δοκεῖ τοῦτο ἐδήλωσεν· ἡ γὰρ κυρίως τροφὴ ἐπὶ τῶν ἐμψύχων σωμάτων, ταῦτα δὲ σύνθετα, ἅπερ καὶ τρέφεται. p. 41 6 a 29 Ἀπορίαν δὲ ἔχει· φασὶ γὰρ οἱ μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ τρέφεσθαι, καθάπερ καὶ αὐξάνεσθαι. εἰπὼν ‘‘δοκεῖ δ’ εἶναι ἡ τροφὴ τὸ ἐναντίον τῷ ἐναντίῳ’’, νῦν φησιν ὅτι ἀπορίαν ἔχει ὁ περὶ τροφῆς λόγος· οἱ μὲν γάρ φασι τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου τρέφεσθαι, οἱ δὲ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. περὶ δὲ τούτων εἶπεν μὲν καὶ ἐν τῷ Περὶ γενέσεως, λέγει δὲ καὶ νῦν· ἀναγκαῖος <γὰρ> ὁ περὶ τροφῆς λόγος τῷ περὶ τῆς θρεπτικῆς δυνάμεως λέξοντι. εἰπὼν δὲ ὅτι ἀπορίαν ἔχει, διότι οἱ μὲν τῷ ὁμοίῳ τρέφεσθαι λέγουσι τὰ τρεφόμενα, οἱ δὲ τῷ ἐναντίῳ, ἑκατέρᾳ δόξῃ διὰ βραχέων προσέθηκε τὰ κατασκευαστικά. τῇ μὲν τῷ ὁμοίῳ τρέφεσθαι ἀξιούσῃ εἰπὼν καθάπερ καὶ αὐξάνεσθαι· εἰ γὰρ τῷ αὐτῷ τρεφόμεθά τε καὶ αὐξόμεθα, αὐξόμεθα δὲ τῷ ὁμοίῳ σαρκὸς γὰρ προσθέσει ἡ σὰρξ αὔξεται) καὶ τρεφόμεθα οὖν τῷ ὁμοίῳ· τῇ δὲ τῷ ἐναντίῳ τρέφεσθαι ἀξιούσῃ εἰπὼν ὅτι τὸ ὅμοιον ἀπαθὲς ὑπὸ τοῦ ὁμοίου. τὸ γὰρ πάσχον ὑπὸ τοῦ ἐναντίου πάσχει, καὶ τὸ τὴν τροφὴν μεταβάλλειν καὶ πέττεσθαι πάσχειν τί ἐστι· πάσα δὲ μεταβολή, καὶ ἡ ἐκ τοῦ μεταξύ, ἐξ ἐναντίου πὼς καθὸ γίνεται, μετέχει τοῦ ἐναντίου, καὶ οὐ γίνεται ἡ μεταβολὴ ἐξ αὐτοῦ καὶ εἰς αὐτό. ἀντικείμενον δὲ ἐνταῦθα τὸ ἐναντίον λαμβάνει, καὶ οὐ πᾶν ἁπλῶς ἀντικείμενον. καὶ δῆλον ἐξ ὧν προσέθηκε καὶ τὸ μεταξύ· τῶν γὰρ ἐναντίων μεταξύ τί ἐστι καὶ οὐχ ἀπλῶς πάντων τῶν ἀντικειμένων. p. 416 a 34 Ἔτι πάσχει τι ἡ τροφὴ ὑπὸ τοῦ τρε φο μέ ν ο υ , ἀλλ’ οὐ τοῦτο ὑπὸ τῆς τροφῆς. Εἰπὼν ὅτι τὸ τρέφειν καὶ τρέφεσθαι πάσχοντός τινος καὶ ποιοῦντος γίνεται (“ ὡς ἀπαθοῦς ὄντος, φησί, τοῦ ὁμοίου ὑπὸ τοῦ ὁμοίου’’, διὰ τούτου δεικνὺς ὡς δέον ποιεῖν τε καὶ πάσχειν τὸ τρέφον καὶ τὸ τρεφόμενον) εἶτα εἰπὼν τὴν τροφὴν μεταβάλλειν , νῦν δείκνυσιν ὅτι ἡ μὲν τροφή ἐστιν ἡ πάσχουσα καὶ ἀλλοιουμένη , ποιητικὸν δὲ καὶ ἀπαθὲς τὸ τρεφόμενον· εἰ γὰρ τὸ τρεφόμενον τὸ αὐτὸ μένον κατὰ εἶδος τρέφεται, ἡ δὲ τροφὴ οὐχ ἡ αὐτὴ μένει, αὕτη ἄρα ἐστὶν ἡ μεταβάλλουσα. παραδείγματι δὲ χρησάμενος τῷ τέκτονι καὶ δείξας ὅτι ὑπὸ τοῦ τεχνίτου καὶ τοῦ εἴδους ἡ ὕλη πάσχει, ἀλλ’ οὐκ ἀνάπαλιν ὁ τεχνίτης ὑπὸ τῆς ὕλης, ἐπεὶ δοκεῖ ὁ τεχνίτης ἐν τῷ τὴν ὕλην ἐργάζεσθαι μεταβάλλειν , τίς ἡ τούτου μεταβολὴ λέγει· εἰς ἐνέργειαν γὰρ ἐξ ἀργίας, φησίν, οὗτος μεταβάλλει, ἀλλ’ οὐ κατὰ πάθος (οὐ γὰρ πάσχει τι οὐδὲ ἀλλοιοῦται), ἐνδεικνύμενος ὅτι τοιαύτη τις καὶ ἡ τῆς θρεπτικῆς δυνάμεως μεταβολὴ ἐν τῷ τρέφειν, οὐκ ἀλλοίωσις, ἀλλὰ τελειότης· τελειότης γὰρ ἡ ἐνέργεια τῆς δυνάμεως. ἡ δὲ τοιαύτη μεταβολὴ οὐ κίνησις, ἀλλὰ γένεσις μᾶλλον τῆς τελειότητος, ὡς ἔδειξεν ἐν τῇ Φυσικῇ ἀκροάσει. p. 416b3 Πότερον δέ ἐστιν ἡ τροφὴ τὸ τελευταῖον ἢ τὸ πρῶτον, ἔχει διαφοράν. Ζητεῖ ποῖον δεῖ τροφὴν λέγειν, πότερον ὃ ἐξ ἀρχῆς προσφερόμεθα, τὸν ἄρτον λέγω καὶ τὰ λοιπά, ἢ τὸ τελευταῖον τῷ σώματι προσφερόμεθα, οἷον τὸ μεταβάλλον ἐκ τῆς τροφῆς αἷμα καὶ ἐν τοῖς μορίοις γινόμενον καὶ ὁμοιούμενον ἤδη αὐτοῖς· τοῦτο γάρ ἐστι τὸ ἔσχατον· τροφῆς γάρ, οἱ ἰατροί φασι, τὸ τρέφον τροφή. ἐκ τούτων γὰρ εὑρεθήσεται τὸ ζητούμενον, πότερον τῷ ὁμοίῳ τρεφόμεθα ἢ τῷ ἐναντίῳ. εἰ μὲν γὰρ τὸ πρῶτον προσφερόμενόν ἐστιν ἡ τροφή, τῷ ἐναντίῳ τρεφόμεθα, εἰ δὲ τὸ ἔσχατον προσκρινόμενον τῷ σώματι, τῷ ὁμοίῳ· εἰ δὲ ἀμφότερα τροφή, ὅπερ καὶ δοκεῖ, καὶ τὸ πρῶτον καὶ τὸ ἔσχατον, καὶ τῷ ὁμοίῳ καὶ τῷ ἐναντίῳ· ἡ μὲν γὰρ πρώτη καὶ ἄπεπτος ἐναντία, ἡ δὲ δευτέρα καὶ πεπεμμένη ὁμοία· ὥστε ἑκάτερος τῶν περὶ τροφῆς εἰρηκότων ὡς πρὸς μέρος ἀποβλέψας ὑγιῶς μὲν εἴρηκεν, οὐ τελείως δέ. ἀπορήσειε δ’ ἄν τις, τί ποτέ ἐστι τὸ ἔσχατον προσκρινόμενον. εἰ γὰρ μὴ πρῶτον σὰρξ γίνεται, εἶτα προσκρίνεται τῇ σαρκί πρόσθεσις γὰρ τοῦτο, οὐκ αὔξησις) πᾶν ὅπερ ἂν εἴη ἔσχατον πρὸ τῆς μεταβολῆς, τοῦτο ἀνάγκη ἐναντίον εἶναι· εἰ γὰρ μεταβάλλει * * μόνως οὖν τὸ ἐναντίον τροφή. εἰ δὲ ἔσχατον λέγει τὸ ἤδη ἐξομοιωθέν, οὐκέτι τὸ τοιοῦτο τροφή, ἀλλὰ μόριον. καὶ ἐπιλυόμενος ὁ φιλόσοφος ὅτι ἡ γενομένη σάρξ ἐστι κατὰ τὶ μὲν τροφή, κατὰ τὶ δὲ μόριον· τοῦ μὲν γὰρ πρὸ τῆς προσκρίσεως γενομένου σώματος τροφὴ ἄν εἴη, τοῦ μέντοι ὡς ὅλου θεωρουμένου, λέγω δὴ τοῦ μετὰ τὴν πρόσκρισιν, μόριόν ἐστιν. ὁ δὲ περὶ τούτων λόγος ἐντελέστερος ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς εἴρηται. p. 416b9 ἐπεὶ δ’ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς. | Ὥστε οὐ κυρίως ἐπὶ τοῦ πυρὸς ἡ τροφὴ λέγεται. μεταβαίνει δὲ ἀπὸ τῆς τροφῆς ἐπὶ τὴν ἐνέργειαν, αὕτη δ’ ἐστὶ τὸ τρέφειν· τὸ γὰρ τρέφειν τοῦ τρεφομένου ἐστί. καὶ εἴη ἄν τὸ μὲν τρέφεσθαι τὸ διὰ τῆς περὶ τὴν τροφὴν ἐνεργείας τοῦ τὴν θρεπτικὴν δύναμιν ἔχοντος σώζεσθαι τὴν οὐσίαν τοῦ τρεφομένου, τὸ δὲ τρέφειν τὸ ἐνεργεῖν περὶ τὴν τροφὴν τὴν δύναμιν τὴν θρεπτικήν. λοιπὸν ἀπὸ τῆς ἐνεργείας, ἥτις ποτέ ἐστιν ἡ θρεπτικὴ δύναμις, εὑρήσει καὶ ὁριεῖται. εἰ δὲ μηδέν, φησί, τρέφεται μὴ μετέχον ζωῆς, ἀπὸ δὲ ψυχῆς τοῖς ζῶσιν ἡ ζωή, ἀνάγκη τὸ ἔμψυχον σῶμα εἶναι τὸ τρεφόμενον κατ’ αὐτὸ τοῦτο, καθὸ ἔμψυχόν ἐστι, καὶ οὐ κατὰ συμβεβηκός. οὐ γὰρ τῷ τρεφομένῳ σώματι συμβέβηκεν ἐμψύχῳ εἶναι, ἀλλ’ ὅτι ἔμψυχον, διὰ τοῦτο τρέφεται· εἰ δὲ τὸ τρεφόμενον ἔμψυχον, καὶ ἡ τροφὴ καθ’ αὑτὸ τοῦ ἐμψύχου ἐστίν. ὥστε οὐ κυρίως τὸ πῦρ τρέφεσθαι λέγεται. τῶν γὰρ πρός τι τὰ μὲν κυρίως καὶ καθ’ αὑτὸ πρὸς ἐκεῖνό ἐστι, πρὸς ὃ ἀποδίδοται, τὰ δὲ κατὰ συμβεβηκός, ὡς δοῦλος λέγεται ἀνθρώπου εἶναι δοῦλος καὶ δεσπότου δοῦλος, ἀλλὰ τοῦ μὲν δεσπότου καθ’ αὑτό, τοῦ δὲ ἀνθρώπου κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ δεσπότῃ ἀνθρώπῳ εἶναι. λέγοιτ’ ἂν καὶ τοῦ γραμματικοῦ δοῦλος καὶ τοῦ ῥήτορος, κατὰ συμβεβηκὸς δῆλον. ἡ δὲ τροφὴ καθ’ αὑτὸ πρὸς τὸ ἔμψυχον λέγεται. p. 416b11 ἐστι δ’ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι. Καὶ τοῦτο τοῖς περὶ τροφῆς λόγοις οἰκεῖον. εἶπε δὲ τοῦτο καὶ ἐν τοῖς Περὶ γενέσεως, ὅτι οὐ κατὰ τὸ αὐτὸ τρεφόμεθά τε καὶ αὐξόμεθα. ἐπειδὴ γὰρ τὸ τρεφόμενον καὶ εἶδός ἐστι καὶ ποσόν τι, ὁμοίως δὲ καὶ ἡ τροφή * * τρέφει τὸ τρεφόμενον τροφῆς γὰρ ἴδιον τὸ σώζειν τὸ εἶδος, <καὶ> μέχρι τούτου ἐστίν, ἕως ἂν τρέφηται τὰ τρεφόμενα, κἂν μὴ αὐξάνῃ), ᾗ ποσόν, αὔξει τῷ τρεφομένῳ προσιιθεμένη ἡ τροφή. οὐκ αὔξεται δὲ ἀεὶ τὸ τρεφόμενον, ὅταν ἡ ἀπόκρισις ἡ ἴση ᾖ ἢ πλείων τῆς ἐκ τῆς τροφῆς γινομένης προσκρίσεως, ὡς εἶπεν ἐν τῷ Περὶ γενέσεως· καὶ οὕτως μέντοι ἡ τροφὴ ὅσον ἐφ’ ἑαυτῇ τῷ ποσῷ προστίθησιν. ἐπεὶ οὖν ἡ τροφὴ ἡ αὐτὴ τρέφει τε καὶ αὔξει ᾗ μὲν γὰρ δυνάμει ἐστὶν ὅπερ τὸ τρεφόμενον, τρέφει τε καὶ σώζει τὸ εἶδος τοῦ τρεφομένου, ᾗ δὲ πεπόσωται, ταύτῃ δὲ αὔξει), δῆλον ὅτι καὶ ἡ περὶ τὴν τροφὴν ἐνεργοῦσα δύναμις καὶ πέττουσα αὐτὴν καὶ μεταβάλλουσα καὶ προσκρίνουσα τῷ σώματι, μία ἄν εἴη ἡ αὐτὴ θρεπτική τε καὶ αὐξητική. ὅτε μὲν γὰρ οὕτως ἔχει τὸ τρεφόμενον, ὡς οἷόν τε εἶναι καὶ τῷ ποσῷ αὐτοῦ προστιθέναι, οὐ μόνον τρέφει, ἀλλὰ καὶ αὔξει· ὅτε δ’ ἀδυνάτως ἔχει τὸ τρεφόμενον διὰ τὸ τῷ χρόνῳ καμεῖν, τρέφει μέν, οὐκέτι δὲ καὶ αὔξει· ξηρότερα γὰρ ἑαυτῶν γινόμενα τὰ μόρια οὐκέτι ἐπεκτείνεσθαι πέφυκε καὶ τῷ ποσῷ προστιθέναι. ὅθεν καὶ ταχεῖα ἡ τῶν κομιδῇ νηπίων παιδίων αὔξησις γίνεται, καὶ ἐν ἄλλοις πολλάκις δύο ἢ τρισὶν ἔτεσι δύο πήχεων προσθήκην λαβόντα ἐν ἄλλοις πλείστοις ἐλαχίστην προσθήκην λαμβάνουσιν, ἤδη λοιπὸν ἐπὶ τὸ ξηρότερον ἀλλασσόντων τῶν μορίων καὶ μὴ δυναμένων ἐπεκτείνεσθαι καὶ τῷ ποσῷ προστιθέναι, ἐπεὶ ὅσον ἐπὶ τῇ θρεπτικῇ δυνάμει καὶ τῷ ποσῷ ἀεὶ προσετίθετο. καὶ ἄλλως λοιπὸν ἀπορροῆς πλείονος γινομένης διὰ τὸ ἐπὶ φθίσιν ὁδεύειν τὸ ζῷον, οὐκ ἐξαρκεῖ ἡ θρεπτικὴ δύναμις ἀνυφῆναί τε τὸ ἀπορρεῦσαν καὶ ἐπιπροσθεῖναι τῷ ἐξ ἀρχῆς. ἐπεὶ οὖν ἡ θρεπτικὴ δύναμις ἡ αὐτή ἐστι καὶ αὐξητική, εἰκότως θρεπτικῆς καὶ γεννητικῆς μόνης ἐμνήσθη, τὴν αὐτήν, ὡς εἶπον, οἰόμενος τῇ θρεπτικῇ τὴν αὐξητικήν. καὶ γενέσεως ποιητικὸν οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τὸ τρεφόμενον. εἰπὼν ὅτι ἡ τροφὴ καὶ αὔξει καὶ τρέφει κατ᾿ ἄλλο καὶ ἄλλο, λέγει ὅτι καὶ ποιητικὸν ἡ τροφή, εἴπερ τὸ σπέρμα περίττωμά ἐστι τῆς ἐσχάτης τροφῆς, ὡς δείξει ἐν τοῖς Περὶ γενέσεως ζῴων. ἀμέλει καὶ πρὸς τὴν ποιότητα καὶ πρὸς τὴν ποσότητα τῆς τροφῆς μᾶλλον ἢ ἧττον ἡ κίνησις τῶν ἀφροδισίων γίνεται. οὐ τῆς τοῦ τρεφομένου δὲ γενέσεως ποιητικὸν ἡ τροφή οὐδὲν γὰρ αὐτὸ ἑαυτὸ γεννᾷ· ἔστι γὰρ ἤδη ἡ οὐσία αὐτοῦ) ἀλλ’ οἷον τὸ τρεφόμενον. πάντα γὰρ τὰ γεννῶντα ἐπὶ τὸ πλεῖστον καὶ κατὰ φύσιν ἑαυτοῖς ὅμοια γεννᾷ· τῆς γὰρ ἀιδιότητος ἐφιέμενα οὕτως αὐτῆς τυγχάνει, ὡς εἴρηκεν ἀνωτέρω, τῷ γεννᾶν ἄλλα οἷα αὐτά. p. 416b17 Ὥσθ᾿ ἡ μὲν τοιαύτη τῆς ψυχῆς ἀρχὴ δύναμίς ἐστιν οἵα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον. Εἰπὼν ὅτι ἡ τροφὴ σωστική ἐστι τοῦ τρεφομένου, καθό ἐστι τροφή, ἐκ τούτου καὶ τὴν θρεπτικὴν εὑρίσκει ψυχὴν καὶ ὁρίζεται αὐτὴν ὅτι ἔστι δύναμις οἵα τε οὖσα σώζειν τὸ ἔχον αὐτὴν ᾗ τοιοῦτον. τὸ δὲ ᾗ τοιοῦτον ἀντὶ τοῦ κατ’ αὐτὸ ἐκεῖνο τὸ εἶδος, τουτέστιν ἐν τῷ αὐτῷ εἴδει σώζουσα τὸ τρεφόμενον. καὶ αὐτὸς μὲν τῆς θρεπτικῆς μόνης δυνάμεως τὸν ὁρισμὸν ἀποδέδωκε, δυνατὸν δὲ ἐκ τούτου καὶ τῆς αὐξητικῆς καὶ τῆς γεννητικῆς τὸν ὁρισμὸν ἀποδοῦναι. ἔστι γὰρ ἡ αὐξητικὴ δύναμις ψυχῆς ἄγουσα εἰς τέλειον εἶδος τὸ ἔχον αὐτήν, εἰς ὃ γεγονὸς δύναται πάσας ἐκτελεῖν τὰς φυσικὰς ἐνεργείας· γεννητικὴ δ’ ἐστὶ δύναμις τῆς ψυχῆς οἵα τε οὖσα παρασκευάζειν | τὸ ἔχον αὐτὴν ποιεῖν ἕτερον οἷον αὐτὸ κατ’ i 3r ἔφεσιν τῆς ἐν τῷ πρώτῳ ἀιδιότητος. ἡ μὲν οὖν θρεπτικὴ δύναμις τοιαύτη· ἡ δὲ τροφή, φησί, παρασκευάζει τῇ θρεπτικῇ δυνάμει τὴν τοιαύτην ἐνέργειαν· τροφῆς γὰρ μὴ οὔσης οὐκ ἐνεργεῖ ἡ θρεπτικὴ δύναμις. ἔστιν οὖν ἡ τροφὴ σκευαστικὴ τῆς ἐνεργείας τῆς θρεπτικῆς δυνάμεως, καθ’ ἣν σώζεται τὸ ἔχον αὐτήν. διὸ ἀποστερηθὲν τροφῆς οὐ δύναται εἶναι τὸ ἔμψυχον· τοῦτο γάρ ἐστι τὸ τρεφόμενον. ἐπεὶ δέ ἐστι τρία, τὸ τρεφόμενον καὶ ὣ τρέφεται καὶ τὸ τρέφον. ἐπειδὴ εἶπεν περὶ τροφῆς, βούλεται τὰ ἐξ αὐτῆς παρονομαζόμενα διορίσασθαι καὶ εἰπεῖν τί ἕκαστόν ἐστιν· ἔστι γάρ τι τὸ τρέφον καὶ τὸ τρεφόμενον καὶ ᾧ τρέφεται. τὸ μὲν οὖν τρέφον ἐστὶν ἡ πρώτη δύναμις τῆς ψυχῆς, ἥτις ἡ θρεπτική ἐστιν εἴρηται δὲ πολλάκις διὰ τί πρώτη), τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον καθὸ ταύτην ἔχει τὴν δύναμιν, τὸ δὲ ᾧ τρέφεται ἡ τροφή. p. 416b23 ἐπεὶ δὲ ἀπὸ τοῦ τέλους ἅπαντα προσαγορεύειν δίκαιον. Ὡς γὰρ ἀπὸ τοῦ νοεῖν ὁ νοῦς προσαγορεύεται, καὶ ἀπὸ τοῦ αἰσθάνεσθαι ἡ αἴσθησις, τέλος δὲ καὶ τῆς θρεπτικῆς δυνάμεως, ἣν καλεῖ πρώτην ὡς κάτωθεν πρώτην, τὸ γεννῆσαι οἷον αὐτό τὰ γὰρ τέλεια τῶν τρεφομένων καὶ μὴ πηρώματα πάντα γεννᾷ) δίκαιον καὶ ταύτην ἀπὸ τοῦ τέλους προσαγορεῦσαι, λέγω δὴ γεννητικήν, ἐπειδὴ τέλος αὐτῇ τὸ γεννῆσαι. p. 416b25 ἐστι δὲ ᾧ τρέφει διττόν, ὥσπερ καὶ ᾧ κυβερνᾷ, ἡ χεὶρ καὶ τὸ πηδάλιον. Ελπὼν τί ποτέ ἐστι τὸ ᾧ τρέφεται, ὅτι ἡ τροφή, προστίθησι καὶ τὸ ἕτερον νῦν ᾧ τρέφεται· τῇ μὲν γὰρ τροφῇ ὡς ὑλικῷ τρέφεται, τὸ δὲ νῦν προστιθέμενον τὸ ὀργανικόν ἐστι ᾧτινι ὡς δι’ ὀργάνου τρέφεται. τοῦτο οὖν τὸ ὄργανον διττόν φησι, τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ μόνως κινούμενον, οὐκέτι δὲ καὶ κινοῦν. τὸ μὲν γὰρ ἔμφυτον θερμόν, ᾧτινι τρέφει ἡ ψυχὴ ὡς δι’ ὀργάνου, καὶ κινεῖ καὶ κινεῖται· κινεῖται μὲν ὑπὸ τῆς θρεπτικῆς δυνάμεως, κινεῖ δὲ τὰ λοιπὰ μόρια, οἷον ὀδόντα, φλέβας, γαστέρα καὶ τὰ ἄλλα δι’ ὧν ἡ τροφή, ἅτινα μόνως κινεῖται, οὐκέτι δὲ καὶ κινεῖ ἄλλο τι ὡς ὄργανον, ἀλλὰ τὴν τροφήν. ἐνεδείξατο δὲ τὸ διττὸν τοῦ ὧ τρέφει ὡς δι’ ὀργάνου τῇ τοῦ κυβερνήτου παραθέσει. καὶ γὰρ ἡ μὲν χεὶρ καὶ κινοῦν καὶ κινούμενον· κινεῖται μὲν γὰρ ὑπὸ ψυχῆς, κινεῖ δὲ τὸ πηδάλιον· τὸ δὲ πηδάλιον μόνως κινούμενον· οὐ γὰρ καὶ αὐτὸ ἄλλο κινεῖ ὄργανον, ἀλλὰ τὴν θάλατταν ἢ τὸ πλοῖον, ὥσπερ ἐκεῖνα τὴν τροφήν. οἱ δὲ τὴν τροφήν φασι κινοῦν καὶ κινούμενον, <κινούμενον> μὲν i ὑπὸ τοῦ θερμοῦ, κινοῦν δὲ καθὸ τρέφ’ εἰ. κάλιον δὲ κινοῦν μὲν καὶ κινούμενον λαβεῖν τὸ θερμόν, κινούμενον μὲν ὑπὸ ψυχῆς, κινοῦν δὲ τὴν τροφήν, τὴν δὲ τροφὴν κινούμενον μόνον· οὐ γὰρ κίνει τὸ τρέφον ἐν τῳ τρέφειν, ὡς δέδεικται. λέγει δὲ ὁ Ἀλέξανδρος καὶ ἄλλην ἐξήγησιν· τὸ γὰρ ᾧ τρέφει τὸ διττὸν οὐκ ἐπὶ τῆς τροφῆς ληπτέον, φησί, νῦν, ἀλλὰ διττὸν λέγει τὴν θρεπτικὴν ψυχὴν καὶ τὸ ἔμφυτον θερμόν, ὧν τὸ μέν ἐστιν ἀκίνητον ἡ θρεπτικὴ δύναμις αὕτη γὰρ οὐ κινουμένη κινεῖ), τὸ δὲ ἔμφυτον θερμὸν κινοῦν καὶ κινούμενον· κινεῖ μὲν γὰρ τὴν τροφήν, κινεῖται δὲ ὑπὸ τῆς δυνάμεως. ἡ δὲ ἐξήγησις αὕτη ἁρμόζοι ἄν πρὸς γραφὴν τὴν φερομένην οὕτως τὸ μὲν κινοῦν καὶ κινούμενον, τὸ δὲ κινοῦν μόνον, δηλονότι αὐτὸ μὴ κινούμενον. καὶ ἁρμόσοις ἂν πρὸς ταύτην τὴν γραφὴν τὸ παράδειγμα τὸ τοῦ κυβερνήτου οὕτως· τὸ μὲν πηδάλιον κινοῦν καὶ κινούμενον, κινοῦν μὲν τὴν θάλατταν ἢ τὸ πλοῖον, κινούμενον δὲ ὑπὸ τῆς χειρός, τὴν δὲ χεῖρα κινοῦν μόνον· κινεῖ γὰρ τὸ πηδάλιον, οὐκέτι δὲ καὶ ὑπ’ ἄλλου κινεῖται. τὰ γὰρ τῶν συνεχῶν μόρια οὐ κινεῖται καθ’ αὑτά, ἐπειδὴ μηδὲ ἐν τόπῳ καθ’ αὑτά, ὡς δέδεικται ἐν τῇ Φυσικῇ· συνεχὴς δὲ ἡ χεὶρ τῷ κυβερνήτῃ. καὶ ἄλλως, ὅτι τὸ μὲν πηδάλιον ὑπό τινος ἐκτὸς ὄντος κινεῖται ὑπὸ τῆς χειρός, ἡ δὲ χεὶρ οὐδὲν ἔξωθεν κινοῦν αὐτὴν ἔχει. εἰ μὲν οὖν ἡ γραφὴ ἔχοι τὸ δὲ κινοῦν μόνον, ἡ τελευταία ἐξήγησις ἁρμόσει, εἰ δὲ τὸ κινούμενον μόνον, αἱ λοιπαὶ. p. 416b27 Πᾶσαν δ’ ἀναγκαῖον τροφὴν δύνασθαι πέττεσθαι. εἰπὼν ὅτι διττὸν τὸ ᾧ τρέφει ἡ ψυχή, τί ἐστι πρὸς τῇ προειρημένῃ τροφῇ ἄλλο δι’ οὗ γίνεται διττὸν τὸ ᾧ τρέφει, νῦν λέγει· τὸ γὰρ ἔμφυτον, φησί, θερμόν. εἶτα καὶ πῶς τρέφει ἐπήγαγε. δεῖ μὲν γάρ, φησί, τὴν τροφὴν πέτεσθαι, τὸ δὲ τὴν πέψιν ἐργαζόμενον τὸ θερμόν ἐστιν. ὥστε ταύτῃ τρέφει. εἰ δὲ πᾶν ἔμψυχον τρέφεται, ἡ δὲ τροφὴ ὑπὸ τοῦ θερμοῦ πέττεται, ἀνάγκη ἄρα πὰν ἔμψυχον ἔχειν θερμότητα. τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· ὁ διασαφητέον δέ ἐστιν ὕστερον ὑπὲρ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις. ὅτι διχῶς ἡ τροφή καὶ γὰρ τὸ ἐναντίον καὶ τὸ ὅμοιον), καὶ ὅτι τῶν αὔξειν δυναμένων ἐναντίων, καὶ ὅτι πέττεται καὶ μεταβάλλει, καὶ ὅτι κατὰ ἄλλο τρέφει καὶ κατὰ ἄλλο αὔξει, καὶ ὅτι καθὸ τρέφει σώζει τὸ τρεφίνενον, καὶ ὅτι καὶ γενέσεως ἡ αὐτὴ ἀρχὴ οὐ τοῦ τρεφομένου, ἀλλ’ οἷον τὸ τρεφόμενον, καὶ ὅσα ἄλλα εἴρηται. δὶς διασαφητίον δὲ περὶ αὐτῆς ὕστερον ἐν τοῖς οἰκείοις λόγοις. εἴρηκε μέν πὼς περὶ τροφῆς καὶ ἐν τοῖς Περὶ γενέσεως, ἐρεῖ δ’ ὕστερον καὶ ἐν τῇ Περὶ ζῴων γενέσεως πραγματεία, εἰς ἣν καὶ ὑπερτίθεται· ἐν ᾗ καὶ περὶ ἐρεῖ, ὃ καὶ αὐτὸ τῆς τροφῆς ἐστι· περίττωμα γάρ, φησί, τροφῆς τὸ σπέρμα ἐστί. διὸ καὶ τροφαί τινες πρὸς σπέρματος γένεσιν ἐπιτηδείως ἔχουσιν, αἱ δ’ ἐναντίως. p. 416b32 Διωρ ἴσ’ μένων δὲ τούτων λέγομεν κοινῇ περὶ πάσης αἰσθήσεως. Εἰπὼν περὶ τῆς πρώτης ψυχῆς, λέγω δὴ τῆς φυτικῆς ψυχῆς, ὅτι ἔστι i 3v δύναμις ψυχῆς σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας, ἥτις παρουσίᾳ τροφῆς γίνεται, καὶ διὰ τούτου δείξας ὅτι ἔστιν ἐντελέχεια τοῦ ἔχοντος αὐτὴν σώματος καὶ ἀχώριστος αὐτοῦ, μετελήλυθεν ἐπὶ τὸν τῆς αἰσθητικῆς ψυχῆς λόγον· καὶ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἁπλῶς πρότερον κοινὸν λόγον ἀποδέδωκε περὶ πάσης ψυχῆς, εἶθ’ οὕτως ἰδίᾳ περὶ τῶν κατὰ μέρος ψυχῶν τὸν λόγον ποιεῖται, οὕτω καὶ ἐνταῦθα πρότερον κοινῶς περὶ πάσης αἰσθήσεως διαλέγεται, εἶτα περὶ ἑκάστης ἰδίᾳ. ἀποδίδωσι δὲ κοινὸν λόγον τῆς αἰσθητικῆς ψυχῆς· τὴν γὰρ αἴσθησιν εἶναι δύναμιν τῆς ψυχῆς δι’ ἀλλοιώσεως ὁμοιοῦσθαι τοῖς αἰσθητοῖς, ταύτῃ καὶ αἰσθητικὴν ψυχὴν ἐρεῖ. ὅσα οὖν πρὸς τὸ ὁρίσασθαι καθόλου τὴν αἴσθησιν αὐτῷ χρήσιμά ἐστι, ταῦτα προδιαστέλλεται. πρῶτον δὲ χρήσεται τῷ τε πάσχειν τὴν αἴσθησιν καὶ τῷ ἀλλοιοῦσθαι. διαλέξεται δὲ καὶ περὶ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, καί τινας ἀπορίας περί τε τοῦ ποιοῦντος καὶ τοῦ πάσχοντος καὶ περὶ αἰσθήσεως ἀπορήσει καὶ ἐπιλύσεται. p. 416b33 Ἡ δὲ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει, καθάπερ εἴρηται· δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι. Πρῶιον ὅτι ἡ αἴσθησις ἐν τῇ τῶν αἰσθητῶν ἀντιλήψει τοιώσδε ἢ τοιώσδε διατιθεμένη ἀλλοιοῦσθαι δοκεῖ· εἰ δὲ ἀλλοιοῦται, καὶ πάσχει· πάθος γὰρ ἡ ἀλλοίωσις· εἰ δὲ πάσχει, καὶ κινεῖται. οὐχ ὡς αὐτῷ δὲ δοκοῦντα ταῦτα λέγει τὸ τὴν αἴσθησιν ἀλλοιοῦσθαι καὶ πάσχειν, διὸ προσέθηκε τὸ δοκεῖ· δείξει γὰρ προιὼν πῶς ἕκαστον τούτων ἐπὶ ψυχῆς λέγεται, ὅτι οὐ κυρίως οὔτε ἀλλοιοῦσθαι οὔτε πάσχειν λέγεται ἡ αἴσθησις. τὸ δὲ καθάπερ εἴρηται εἶπεν, ἐπεὶ πρὸ ὀλίγου δεικνὺς ὅτι ἡ ψυχὴ καὶ ὡς ὅθεν ἄρχεται κινήσεως αἰτία τῶν ζῴων ἐστὶν, ἔδειξεν ὅτι οὐ μόνον αὐξήσεως καὶ τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ καὶ ἀλλοιώσεως ἐστιν αἰτία, προχειρισάμενος τὸ τὴν αἴσθησιν ἀλλοίωσιν εἶναι. ἡ οὖν αἴσθησις ἀλλοίωσις, ἡ δὲ ἀλλοίωσις κίνησις, ἡ αἴσθησις ἄρα ἐν τῷ ἀλλοιοῦσθαί τε καὶ κινεῖσθαί ἐστι. p. 416b35 Φᾶσί δέ τινες καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν. Εἰπὼν δὲ τὴν αἴσθησιν ἐν τῷ κινεῖσθαι καὶ πάσχειν συμβαίνειν εἰς ἀπορίαν καθόλου ἐκτίθεται ἐν τούτοις, πῶς πάσχει τὸ πάσχον ὑπὸ τοῦ ποιοῦντος πότερον τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου. δοκεῖ γὰρ ἑκάτερον ἔχεσθαί τινος λόγου· οὔτε γὰρ τὸ πάντῃ ἕτερον πάθοι ἂν ὑπὸ τούτου ᾧ κατὰ μηδὲν κοινωνεῖ οὐ γὰρ πάθοι ἂν λευκότης ὑπὸ γλυκύτητος· οὐδὲν γὰρ αὐτοῖς κοινόν· οὐδὲ θερμότης ὑπὸ λευκότητος) οὔτε μὴν τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάθοι ἄν· λευκότης γὰρ πρὸς τὴν ὁμοίαν λευκότητα οὐδὲν δράσοι· οὐ γὰρ τὸ τυχὸν εἰς τὸ τυχὸν δρᾷ, τὸ δ’ ἐναντίον εἰς τὸ ἐναντίον· λευκότης γὰρ ὑπὸ μελανίας πείσ.εται καὶ ψύξις ὑπὸ θερμότητος καὶ τοὔμπαλιν. δόξει οὖν καὶ εὔλογον εἶναι καὶ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου πάσχειν καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου. ταύτην οὖν τὴν ἀπορίαν ἐπιλυσάμενος διὰ ταύτης εὑρήσει καὶ ὅπως ἡ αἴσθησις ὑπὸ τῶν αἰσθητῶν πάσχει, πῇ μὲν ὁμοία οὖσα, πῇ δὲ ἀνομοία, ὅτι δυνάμει ὁμοία τοῖς κατ’ ἐνέργειαν αἰσθητοῖς, εἴ γε πάσχει μὲν ὑπὸ τούτων, τὸ δὲ πάσχον ὑπὸ τοῦ οὕτως ὁμοίου πάσχει, λέγω δὴ δυνάμει μὲν ὁμοίου, ἐνεργείᾳ δ’ ἀνομοίου καὶ ἐναντίου, ὡς δείξει. // ταύτην δὲ τὴν ἀπορίαν ἐπελύσατο μὲν καὶ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς· ταύτην γὰρ ἐδήλωσε τὴν πραγματείαν εἰπὼν ὅτι εἴρηται μὲν ἐν τοῖς καθόλου λόγοις· οὐκ ἀνταπέδωκεν ὅτι ῥηθήσεται δὲ καὶ νῦν. ὁ μέντοι γε Ἀλέξανδρος λέγει φέρεσθαι καὶ τοιαύτην γραφὴν ‘λεκτέον δὲ καὶ νῦν’. εἰ δὲ καὶ μὴ προσγέγραπται τοῦτο, οὐδὲν ἧττον δεῖ προσυπακούειν αὐτὸ τοῦτο· ὡς γὰρ ὁμολογούμενον αὐτὸ παρῆκεν, ἐρεῖ δὲ ἐν τοῖς ἐφεξῆς περὶ αὐτοῦ τούτου. p. 417a2 Ἔχει δὲ ἀπορίαν, διὰ τί οὐ καὶ τῶν αἰσθήσεων αὐτῶν γίνεται αἴσθησις. Ἀπορήσας καθόλου πότερον τὸ πάσχον ὑπὸ τοῦ ὁμοίου πάσχει ἢ τοὐ ἀνομοίου, πρὶν ἐπιλύσασθαι ταύτην τὴν ἀπορίαν ἑτέραν ἐπισυνάπτει ἀπορίαν, καὶ διὰ τῆς λύσεως τῆς δευτέρας ἐπιλύεται καὶ τὴν προτέραν· τοῦτο γὰρ ἔθος τῷ Ἀριστοτέλει. τίς οὖν ἡ ἀπορία; εἰ ἡ αἴσθησις, φησίν, ἀντιληπτική ἐστι τῶν αἰσθητῶν, αἰσθητὰ δὲ καὶ τὰ αἰσθητήρια, δι’ ·ὧν αἰσθανόμεθα, διὰ τί οὐχὶ καὶ τούτων ἡ αἴσθησις ἀντιλαμβάνεται, καὶ μηδενὸς ἔξωθεν παρόντος; οἷον διὰ τί ὁ ὀφθαλμὸς οὐχ ὁρᾷ ἑαυτὸν συγκείμενός τε ἐκ τούτων ἅ ἐστιν ὁρατά, λέγω δὴ τῶν στοιχείων; ἠπόρησε δὲ ταύτην τὴν ἀπορίαν, οἰκείαν μὲν οὖσαν καὶ ἄλλως τοῖς περὶ αἰσθήσεως λόγοις, νῦν δ’ ὅτι καὶ ἡ λύσις αὐτῆς συνίστησι τὸ τὴν αἴσθησιν ἐν τῷ πάσχειν τε καὶ ἀλλοιοῦσθαι συμβαίνειν. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; φησὶν οὖν ὅτι ἡ αἴσθησις δυνάμει μόνον ἐστὶ τοῦτο ὅπερ ἐστί, πᾶν δὲ τὸ δυνάμει προάγεται εἰς ἐνέργειαν ὑπό τινος ἐνεργείᾳ ὄντος· οὐκοῦν καὶ ἡ αἴσθησις δυνάμει οὖσα προάγεται εἰς ἐνέργειαν ὑπὸ τοῦ αἰσθητοῦ, αἰσθητοῦ δὲ τοῦ ἔξωθεν. πᾶν δὲ τὸ δυνάμει εἰς ἐνέργειαν προαγόμενον ὑπὸ τοῦ ὁμοίου προάγεται ἐνεργεία ἤδη ὄντος. τὸ γὰρ σκληρὸν ὑπὸ ψυχροῦ κατὰ συμβεβηκὸς γίνεται· τῷ γὰρ ψυχρὸν γενέσθαι παρηκολούθησε σκληρόν, ὡς ἐπὶ κρυστάλλου. καὶ ἡ αἴσθησις ἄρα δυνάμει οὖσα ὑπὸ τοῦ ὁμοίου προάγεται | εἰς ἐνέργειαν ἐντελεχείᾳ ἤδη ὄντος· ὥστε ἡ αἴσθησις δυνάμει ἐστὶν ὅπερ τὸ αἰσθητόν. πῶς δὲ λέγεται τοῦτο, διαρθρώσει προιών. ἀλλ’ εἰ ὑπὸ τοῦ αἰσθητοῦ προάγεται εἰς ἐνέργειαν, αἰσθητὸν δὲ καὶ τὸ αἰσθητήριον ἐν ᾧ ἡ αἴσθησις, διὰ τί μὴ καὶ ὑπὸ τούτου προάγεται εἰς ἐνέργειαν; ἄλλως τε εἰ μὴ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου ἀντιλαμβάνεσθαι αἰσθητοῦ γε ὄντος, τί δήποτε τῶν ὑπερβολῶν αὐτοῦ ἀντιλαμβάνεται; τῆς μὲν γὰρ κατὰ φύσιν θερμασίας τῆς ἐν τῷ παντὶ σώματι ἡ ἁπτικὴ αἴσθησις οὐκ ἀντιλαμβάνεται· ἐπειδὰν μέντοι εἰς ἀμετρίαν ἡ ἐν ἡμῖν θερμότης ἐκπέσῃ, ὡς ἐπὶ τῶν πυρετῶν, τὸ τηνικαῦτα αἰσθάνεται ταύτης. καὶ ἡ ὄψις ὁμοίως τοῦ μὲν ὀφθαλμοῦ κατὰ φύσιν ἔχοντος οὐκ ἀντιλαμβάνεται, οἷον ποῖόν ἐστι τὸ τῶν ὑγρῶν ἢ τὸ τῶν χιτώνων χρῶμα· ἐπειδὰν μέντοι παρὰ φύσιν τι πάθῃ, ὡς ἐπὶ τῶν ἰκτεριώντων, τῆς ἐν τῷ ὀφθαλμῷ ὠχριάσεως αἴσθησιν ἴσχει· διὸ οἴονται πάντα. ὠχρὰ εἶναι. ὁμοίως εἰ καὶ ἄλλος τις χυμὸς ἐνσκήψοι ἐν τῷ κρυσταλλοειδεῖ, καὶ τοῦ χρώματος καὶ τοῦ σχήματος αὐτοῦ ἀντιλαμβάνεται. ὅθεν καὶ ἐν ταῖς ἀρχαῖς τῶν ἐπιχύσεων, πρὶν τελείως κωλυθῇ ἡ ἐνέργεια τῆς κόρης σκεπασθείσης, ἐν πᾶσι δοκοῦσιν ὁρᾶν κωνώπια καί τινα τοιαῦτα. φαμὲν οὖν πρὸς ταύτην τὴν ἀπορίαν, λέγω δὴ διὰ τί μὴ αἰσθάνεται ἡ αἴσθησις τοῦ οἰκείου αἰσθητηρίου, αἰσθητοῦ γε ὄντος καὶ αὐτοῦ ἐκείνου, φαμὲν ὅτι οὐχ ὡσαύτως ἥ τε αἴσθησις τοῦ αἰσθητοῦ ἀντιλαμβάνεται, καὶ ὁ νοῦς τῶν νοητῶν. ὁ μὲν γὰρ νοῦς ἐμπεριέχων τὸ γνωστὸν κύριός ἐστι τῆς αὑτοῦ ἐνεργείας, καὶ ὑπ’ οὐδενὸς ἐμποδίζεται, ὅταν βούληται τὴν οἰκείαν προβαλέσθαι ἐνέργειαν, ἐν ἑαυτῷ, ὅπερ εἶπον, ἔχων τὰ νοητά· αὐτὸς γὰρ εἰς ἑαυτὸν ἐπιστρέψας πάντα ὁρᾷ· ἡ δὲ αἴσθησις ἐκτὸς ἔχει τὸ γνωστόν· διὸ οὐκ ἄλλως γινώσκει ἢ πρὸς τὸ ἔξω ἀποταθεῖσα, τοῦτο δὲ ἐπεὶ μηδὲ χωριστὰς ἔχει τὰς ἐνεργείας· οὐ γὰρ αὐτὴ εἰς ἑαυτὴν ἐπιστρέφειν δύναται, ἐπειδὴ ἐν ὑποκειμένῳ τὸ εἶναι ἔχει τῷ ἰδίῳ αἰσθητηρίῳ, καὶ μετὰ τούτου τὴν ἀντίληψιν τῶν αἰσθητῶν ποιεῖται. εἰκότως οὖν οὐχ οἵα τέ ἐστιν ἡ αἴσθησις τοῦ ἰδίου αἰσθητηρίου ἀντιλαμβάνεσθαι. εἰ γὰρ μετ’ αὐτοῦ τῶν αἰσθητῶν θιγγάνει διὰ τὸ ἐν αὐτῷ τὸ εἶναι ἔχειν, καὶ τῷ θιγγάνειν τούτῳ τῶν αἰσθητῶν οὕτως αὐτῶν ἀντιλαμβάνεται, εἰ δ᾿ ἂν τοῦ οἰκείου ἀντίληψιν ἐποιεῖτο, θιγγάνουσα δήπου αὐτοῦ ἀντελαμβάνετο αὐτοῦ, θιγγάνειν δ’ ἄνευ αὐτοῦ οὐ δύναται, αὐτὸ ἄρα τὸ αἰσθητήριον ἑαυτοῦ θιγγάνειν ἦν ἀνάγκη, καὶ αὐτὸ εἰς ἑαυτὸ ἐπιστρέφειν. ἀλλ’ οὐχ οἷν τέ ἐστι σῶμα ὂν αὐτὸ ἑαυτοῦ θιγγάνειν· οὐδ’ ἄρα τὸ αἰσθητήριον σῶμα ὂν αὐτὸ ἑαυτοῦ ἅψεται. εἰ δὲ μὴ ἅψεται, οὐδὲ ἡ ἐν αὐτῷ αἰσθητικὴ δύναμις ἀντιλήψεται αὐτοῦ· οὕτω γὰρ ἡ τῶν αἰσθητῶν ἀντίληψις ἐγίνετο, κατὰ θίξιν μὲν τοῦ αἰσθητηρίου πρὸς τὸ αἰσθητόν, κρίσιν δὲ καὶ ἀντίληψιν τῆς ἐν αὐτῶ αἰσθητικῆς δυνάμεως. μία μὲν οὖν αἰτία αὕτη, δευτέρα δὲ ὅτι δεῖται τοῦ μεταξὺ ἀέρος· διὸ τῆς λήμης ἐν τῷ ὀφθαλμῷ οὔσης οὐκ ἀντιλαμβανόμεθα· καὶ οὐδὲ τοῦ μεταξὺ ὡς ἔτυχεν ἀέρος ἔχοντος, ἀλλὰ πεφωτισμένου. ὥστε εἰ ἡ αἴσθησις δυνάμει ὅπερ τὸ αἰ σθητόν, τὸ δὲ αἰσθητὸν τῶ ποιεῖν τι εἰς τὴν αἴσθησιν ἄγει αὐτὴν εἰς τὴν οἰκείαν ἐνέργειν, τὸ δὲ ποιοῦν εἰς πάσχον ποιεῖ, πᾶν δὲ τὸ πάσχον κινεῖται, ἡ ἄρα αἴσθησις ὑπὸ τῶν αἰσθητῶν πάσχει τε καὶ κινεῖται. εἰ δὲ ἡ μὲν αἴσθησις δυνάμει ἐστίν, ἐνεργείᾳ δὲ τὸ αἰσθητόν, τούτων δὲ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει, τὸ ἄρα πάσχον δυνάμει μὲν ὅμοιόν ἐστι τῷ ποιοῦντι, ἐνερ- γεία δὲ ἀνόμοιον. ἐπιλέλυται ἄρα καὶ ἡ προτέρα ἀπορία διὰ τῆς δευτέρας. εἰ δὲ τὸ αἰσθητικὸν δυνάμει ὂν πάσχει ὑπὸ τοῦ αἰσθητοῦ καὶ γίνεται ἐνεργείᾳ αἰσθητικόν, πάσχει δὲ τὸ πάσχον ὑπὸ τοῦ ἀνομοίου, οὐδὲν δὲ αὐτὸ ἑαυτῷ ἀνόμοιον, οὐδὲν ἄρα αὐτὸ ὑφ’ ἑαυτοῦ πάσχει. εἰκότως ἄρα τὸ αἰσθητικὸν ἑαυτοῦ οὐκ ἀντιλαμβάνεται, ἐπειδὴ μηδὲ πάσχει αὐτὸ ὑφ’ ἑαυτοῦ, λέγω δὴ τὸ συναμφότερον, τὴν αἰσθητικὴν δύναμιν σὺν τῷ αἰσθητηρίῳ. καὶ ἔστιν αὕτη τρίτη καὶ μάλιστα κυριωτάτη αἰτία τοῦ μὴ τὰς αἰσθήσεις τῶν ἰδίων αἰσθητηρίων ἀντιλαμβάνεσθαι· τοῦ συναμφοτέρου γὰρ ἡ ἀντίληψις, καὶ τοῦτό ἐστι τὸ πάσχον ὑπὸ τῶν αἰσθητῶν· ἕτερον οὖν τὸ ποιοῦν ἐξ ὀφείλει. τί οὖν; οὐ συναισθανόμεθα ἑαυτῶν θερμότερον διακειμένων ἢ ψυχρότερον ἤ τι τοιοῦτον ἀπὸ δυσκρασίας τῶν ἐν ἡμῖν στοιχείων; καὶ ὁπηνίκα δὲ τὸ κρυσταλλοειδὲς ἀπό τινος πάθους χρωματισθῇ, δοκοῦμεν τῷ αὐτῷ χρώματι καὶ τὸν ἀέρα καὶ τὰ ἄλλα ὁρατὰ κεχρῶσθαι. λέγουσι πρὸς τοῦτο κάλλιστα καὶ οἱ ἰατροί, ὅτι πυρεττόντων ἢ ψυχομένων ἐν ταῖς νόσοις ἑαυτῶν αἰσθανόμεθα, οὐκ αὐτῶν τῶν αἰσθητικῶν νεύρων ἢ τῶν σαρκῶν τεθερμασμένων, ἀλλὰ τῶν ὑγρῶν αἵματός τε καὶ πνεύματος. ἐπεὶ οὖν ἡ αἰσθητικὴ δύναμις πρώτως ἐν σαρξίν ἐστι καὶ νεύροις, εἰκότως τῶν ὑγρῶν δυσκράτως ἐχόντων, πνεύματος λέγω καὶ αἵματος, παρακειμένων τε τοῖς αἰσθητικοῖς μορίοις τῇ θίξει ἀντιλαμβανόμεθα αὐτῶν, ὥσπερ καὶ τοῦ ἀέρος τεθερμασμένου ἢ κατεψυγμένου τῇ θίξει διὰ τὴν παράθεσιν ἀντιλαμβανόμεθα. κἂν αὐτῶν δὲ τῶν στερεῶν ἅψηται ὁ πυρετός, ἐπειδὴ μὴ ὁμαλῶς θερμαίνεται ἀλλ’ ἀνωμάλως, πάντως εἰσί τινα μὲν μόρια κατὰ φύσιν ἔχοντα, τινὰ δὲ παρὰ φύσιν. συμβαίνει οὖν τὰ ἔτι κατὰ φύσιν ἔχοντα ἀντιλαμβάνεσθαι τῶν παρὰ φύσιν διακειμένων· ἀδύνατον γὰρ ὁμαλὴν γενέσθαι τὴν δυσκρασίαν· τότε γὰρ ἐπὶ φθορὰν λοιπὸν τὸ ζῷον ὁδεύει. αὕτη οὖν αἰτία τῆς συναισθήσεως. καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, οἱ ἑκτικῷ κατεχόμενοι λοιπὸν πυρετῷ, τοῦτο δέ ἐστιν οἱ τὰ στερεὰ αὐτὰ πυρέττοντες, ὁμαλῆς γενομένης ἐν αὐτοῖς τῆς δυσκρασίας δι’ ὅλων τῶν στερεῶν συναίσθησιν οὐδεμίαν τῆς ἐν αὐτοῖς θερμασίας | λαμβάνουσι, i 4v διὰ τὸ ὁμαλὴν εἶναι δι’ ὅλων τῶν μορίων τὴν θερμασίαν καὶ μὴ εἶναι τὸ μὲν ποιοῦν, τὸ δὲ πάσχον, ὥσπερ οὖν οὐδὲ οἱ ἐκ φύσεως ἐπὶ τὸ θερμότερον κεκραμένοι συναίσθονται αὐτοῦ τούτου, διὰ τὸ ὁμαλὴν εἶναι δι’ ὅλου τὴν θερμότητα, ἄλλως τε καὶ διὰ τὸ σύνηθες, ἐπεὶ καὶ τῶν ἐν τῇ γαστρὶ καὶ τοῖς ἄλλοι; κοιλώμασιν ὑγρῶν τὴν κατὰ φύσιν μὲν συμμετρίαν ἐχόντων οὐκ αἰσθανόμεθα, ὅταν δὲ παρὰ φύσιν ἐπὶ τὸ πλεῖον ἢ ἔλαττον χωρήσῃ, τότε συναίσθησιν αὐτῶν λαμβάνομεν. κατὰ φύσιν μὲν γὰρ ἔχον τὸ ζῷον ἡδονῆς καὶ λύπης ἐξῄρηται, ἀγόμενον δὲ ἐπὶ τὸ κατὰ φύσιν μὲν αὐτοῦ τούτου τὸ συναισθόμενον ἥδεται, ἐπὶ δὲ τὸ παρὰ φύσιν λυπεῖται. περὶ δὲ τοῦ συνισταμένου χυμοῦ ἐν τῷ ὄμματι, πῶς αὐτὸν ὁρῶμεν, καὶ πῶς κατὰ φύσιν μὲν ἔχοντος τοῦ αἰσθητηρίου οὐκ ἀντιλαμβανόμεθα αὐτοῦ, παρὰ φύσιν δὲ ἔχοντος ἀντιλαμβανόμεθα, οὔπω διὰ τῶν εἰρημένων ἐπιλέλυται· ὁ γὰρ εἰρημένος λόγος μόνῃ τῇ ἁπτικῇ αἰσθήσει ἁρμόζει. ἀλλὰ μὴν καὶ ἡ γεῦσις κατὰ φύσιν μὲν ἔχοντος τοῦ γευστικοῦ αἰσθητηρίου οὐκ ἀντιλαμβάνεται τοῦ χυ·μοῦ τοῦ ἐνυπάρχοντος τῇ ἐν τῷ αἰσθητηρίῳ ὑγρότητι, παρὰ φύσιν δὲ ἔχοντος ἀντιλαμβάνεται, ὥσπερ ἐν τῖς νόσοις πικρότητος, εἰ τύχοι, καὶ ἁλμυρότητος καὶ τῶν τοιούτων Πρὸς τούτοις τοῦ ψωτός. ἀμέλει οὔτε τὴν λήμην ἐπικειμένην τῷ ἀφθαλμῷ ὁρῶμεν, κἄν φῶς ᾖ, διὰ τὸ μὴ εἶναι τὸ μεταξὺ τοῦ τε ὄμματος καὶ τῆς λήμης ἢ βραχὺ πάνυ εἶναι, οὔτε ἐν νυκτὶ τὰ παρακείμενα χρώματα, ἔξωθεν λέγω, ὁρῶμεν, καίτοι τοῦ μεταξὺ ὄντος, διὰ τὸ μὴ εἶναι φῶς, διὰ τοῦτο οὖν μύοντες οὐχ ὁρῶμεν. ὅταν δὲ προέλθῃ εἰς τὸ ἔξωθεν τὸ ὀπτικὸν πνεῦμα εἰς τὸν πεφωτισμένον ἀέρα, ἐπειδὴ ἔξεισι δηλονότι πεπονθός τι ἢ [εἴη Α] παρὰ φύσιν ἔχον, τότε ἡ ἐν αὐτῷ αἰσθητικὴ δύναμις ὀργάνῳ χρησαμένη τῷ πεφωτισμένῳ ἀέρι αἰσθάνεται τοῦ γενομένου πάθους ἐν τῷ ἰδίῳ ὑποκειμένῳ, καὶ ἐπειδὴ ἔξω ἐξελθόντος τοῦ ὀπτικοῦ πνεύ- ματος ἡ ἐν αὐτῷ δύναμις ἔξω τοῦ ὄμματος ἀντελάβετο αὐτοῦ, διὰ τοῦτο τὸ ἐν τῷ ἰδίῳ αἰ- σθητηρίῳ πάθος τοῖς ἔξωθεν περιάπτει, ὥσπερ καὶ ἡ γεῦσις τὴν ἰδίαν τοῦ χυμοῦ ποιότητα τοῖς σιτίοις περιτίθησιν. ἀλλὰ καὶ οἱ σκοτοδινιῶτες τοῖς ἔξωθεν τὸ οἰκεὶον προσνέμουσι πάθος. τοῖς μὲν οὖν τὸ ὀπτικὸν ὑποτιθεμένοις πνεῦμα οὔτω τὰ τῆς ἀπορίας ἐπιλυθήσεται πιθανῶς, οἷμαι, καὶ οὐ βιαίως. Τί δ’ ἢν εἴποιεν οἱ τὰς ἐνεργείας ὑποτιθέμενοι; Τί δ’ ἄλλο γε ἢ ὅπερ καὶ ἐπὶ τῶν ἀνακλάσεων λέγουσιν, ὅτι πεφύκασι κλᾶσθαι αἱ ἐνέργειαι; Κἀν- ταῦθα οὖυ γενομένου ἐν τῷ ὄμματι χρώματος ἐξιοῦσαν τὴν ἐνέργειαν ἀνακλᾶσθαι ἐκ τοῦ ἀέρος διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως τὴν ἐκ τῆς παρὰ φύσιν διαθέσεως τοῦ αἰσθητηρίου, καὶ οὕτω φοιτῶσαν πρὸς τὸ ὄμμα τὴν ἀντίληφιν ήμῖν ἑαυτῆς παρέχειν. οὐχ ὁμοίως δὲ τούτοις εὐοδέσει ὁ λόγος· διὰ τί γάρ μὴ καὶ τοῦ χρώματος τοῦ κερατοειδοῦς αἰσθανόμεθα καὶ τῶν λοιπῶν τῶν ἐν τῷ ὄμματι; Τί γὰρ κωλύει καὶ τούτου τὴν ἐνέργειαν ἐξελθοῦσαν ἀνακλασθῆναι πάλιν; Τὰ γὰρ χρώματα εἴτε παρὰ φύσιν ἔχουσιν τὰ ὐποκείμενα εἴτε μή, αὐτὰ ὡς χρώματα δρᾷ, καὶ ὄσον εἰδὶν εἰλικρινέστερα, μᾶλλον δρᾷ, κἂν μυριάκις παρὰ φύσιν ὧσιν ἐν τῷ ὑποκειμένῳ. ἡ οὖν ἐν τῷ σώματι λεύκη καὶ ἡ ἐν τοῖς ἰκτεριῶσιν ὠχρίασις οὐδὲν ἦττον δρῶσιν εἰς τὴν αἴσθησιν ἢ ἐν ἄλλοις ὐποκειμένοις κατὰ φύσιν οὖσαι. Τὸ χρῶμα γάρ ἐστιν τὸ δρὼν, οὐ τὸ ὐποκείμενον. Καὶ τὰ δοκοῦντα δὲ κωνώπια ὁρᾶσθαι ἔξωθεν τοῖς ἐπι- χύεσθαι (sic) μέλλουσιν ἐκ τῆς αὐτῆς αἰτίας συμβαίνει· τῆς ἐμφράξεως γὰρ γενομένης ὑπὸ παχέος χυμοῦ, ἢ [ἣ Α] ἐν τῷ ὀπτικῷ νεύρῳ περὶ τὴν κόρην κατ’ ἐκεῖνο τὸ μόριον καθ’ ὅ ὁ χυμὸς ἐνέσκηψεν ἐπιπροσθήσεως γινομένης καὶ μὴ δι’ ὅλου τῶν ὄψεων ἀντίληψιν ποιουμένων δοκεῖ διὰ τὴν ἀοραςίαν εἶναί τι, διὰ τὸ πανταχόθεν μὲν τὴν αἴσθησιν ἀντιλαμβάνεσθαι, κατ’ ἐκεῖνο δὲ τὸ μέρος μόνον ἐπιπροσθεῖσθαι. Πρὸς δὲ τὸ τοῦ χυμοῦ σχῆμα, ὅπερ ἔσχεν ἐκ τῆς τοιᾶσδε διαθέσεως, ἔτι δὲ καὶ πρὸς τὸ μέγεθος καὶ τὰ ἔξωθεν φανταζόμενα ὑποφαίνεται. p. 417a4 Ἐνόντος πυρὸς καὶ γῆς καὶ τῶν ἄλλων στοιχείων, ὧν ἐστιν ἡ αἴσθησις καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις. Τὰ γὰρ στοιχεῖ ἔχει ποιότητας τὰς μὲν οὐσιώδεις αὐτῶν καὶ συμπληρωτικάς, τὰς δὲ κατὰ συμβεβηκός. τῶν μὲν οὖν οὐσιωδῶν ποιοτήτων τῶν στοιχείων ἡ ἁφή ἐστιν ἀντιληπτική, οἷον θερμότητος, ψυχρότητος, ὑγρότητος, ξηρότητος· αὗται μὲν γὰρ αἱ ποιότητες εἰδοποιοὶ αὐτῶν εἰσι· τῶν δὲ κατὰ συμβεβηκὸς αὐτοῖς ὑπαρχόντων, οἷον χρωμάτων, ψόφων, ὀσμῶν καὶ τῶν ἄλλων αἱ ἄλλαι αἰσθήσεις εἰσὶν ἀντιληπτικαί. τὸ δὲ καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις ἀντὶ τοῦ καθ’ αὑτῶν ἢ τῶν συμβεβηκότων τούτοις· εὐθείαις γὰρ ἐχρήσατο ἀντὶ γενικῶν. πολλὴ δὲ ἡ τοιαύτη χρῆσις· “οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει’’ τοῦ τῶν δὲ τῶν δύο σκοπέλων. p. 417a6 Δῆλον οὖν ὅτι τὸ αἰσθητικὸν οὐκ ἔστιν ἐνεργείᾳ, ἀλλὰ δυνάμει μόνον. Ἐντεῦθεν ἡ λύσις τῆς ἀπορίας. ἐπειδὴ γάρ, φησί, δυνάμει ἐστὶν ἡ αἴσθησις καὶ οὐκ ἐνεργεία, οὐκ ἀντιλήψεται μὴ παρόντος τοῦ ποιητικοῦ αὐτῆς καὶ προακτικοῦ εἰς τὴν ἐνέργειαν, ὥσπερ οὐδὲ τὸ καυστὸν μὴ παρόντος πυρὸς οὐ καίει αὐτὸ ἑαυτό, οἷον τὸ ξύλον ἢ τὸ ἔλαιον. ἀναλογεῖ οὖν τῷ μὲν πυρὶ τὸ αἰσθητόν, τῷ δὲ καυστῷ ἡ αἰσθητικὴ δύναμις. p. 417a9 ἐπειδὴ δὲ τὸ αἰσθάνεσθαι λέγομεν διχῶς· τό τε γὰρ δυνάμει ἀκοῦον καὶ ὁρῶν ἀκούειν καὶ ὁρᾶν λέγομεν. ἐπειδὴ εἶπεν δυνάμει εἶναι τὴν αἴσθησιν μὴ παρόντων τῶν αἰσθητῶν, γίνεσθαι δ’ ἐνεργείᾳ παρόντων, αὐτὸ τοῦτο πιστώσασθαι βούλεται. ὥσπερ γάρ, φησί, τὸ αἰσθανόμενον διττόν ἐστι, τὸ μὲν κατὰ τὴν ἕξιν, καθάπερ λέγομεν αἰσθητικὸν εἶναι τὸν καθεύδοντα ἄνθρωπον, τὸ δὲ κατὰ τὴν ἐνέργειαν, ὡς τὸν ἐγρηγορότα καὶ ἤδη ἐνεργοῦντα κατὰ τὰς αἰσθήσεις, οὕτω, φησί, καὶ ἡ δύναμις ἡ αἰσθητικὴ καὶ ἡ ἐνέργεια αὐτῆς, αὐτὸ λέγω τὸ αἰσθάνεσθαι, διχῶς λέγεται, τὸ μὲν δυνάμει, λέγω δὴ τὸ τὴν ἕξιν ἔχον μὴ μέντοι ἐνεργοῦν, καὶ τὸ ἤδη ἐνεργοῦν. τὸ μὲν οὖν πρῶτον αἰσθάνεσθαι ἀντὶ τοῦ αἰσθανομένου ἔλαβε, τουτέστιν αὐτὸ τὸ σύνθετον· τὸ δὲ διχῶς ἂν λέγοιτο καὶ ἡ αἴσθησις, τουτέστιν ἡ αἰσθητικὴ δύναμις· τὸ δὲ ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι αὐτὴν τὴν ἐνέργειν. ὅθεν δῆλον ὅτι τὸ ἐπειδὴ τὸ αἰσθάνεσυαθ ἀντὶ τοῦ αἰσθανόμενον ἔλεγε. p. 417a14 Πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοὐ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν. Εἰπὼν καὶ ἀπορήσας διὰ μέσου, διὰ τί οὐχὶ καὶ ἑαυτῶν αἱ αἰσθήσεις αἰσθάνονται, καὶ ἀποδοὺς τὴν αἰτίαν τούτου ὅτι μὴ πάρεστι τὸ ποιητικόν, μεταβαίνει ἐπὶ τὸ δεῖξαι, πῶς πάσχον πῇ μὲν ὡς ὑπὸ ὁμοουσίου πάσχει, πῇ δὲ ὡς ὑπὸ ἀνομοίου. δυνάμει μὲν οὖν ἡ λύσις τῆς δευτέρας ἀπορίας ἐπελύσατο καὶ τοῦτο, ὥσπερ ἐδείξαμεν· ἐταῦθα μέντοι καὶ ἰδίᾳ αὐτὸ τοῦτο δείκνυσιν. ἐπειδὴ οὖν τὸ ἐνταῦθα λεγόμενον ἀκόλουθον τῇ λέξει τῇ “ φασὶ δὲ καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχειν· τοῦτο δὲ πῶς δυνατὸν ἢ ἀδύνατον, εἴρηται μὲν καὶ ἐν τοῖς καθόλου λόγοις περὶ τοῦ ποιεῖν καὶ τοῦ ὢ πάσχειν”· οἷς εἰ προσθείημεν ‘λεκτέον δὲ καὶ νῦν᾿, ἐφεξῆς ἄν εἴη τὸ λεγόμενον πρῶτον μὲν οὖν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν. ἐπειδὴ δὲ εἶπεν ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαι ἢ πάσχειν συμβαίνει, καὶ διὰ τοῦτο ὅλως ἠπόρησεν περὶ τοῦ πάσχειν, ὑπὸ τίνος γίνεται καὶ πῶς, πότερον ὑπὸ ὁμοίου, ὥς τισι δοκεῖ, ἢ ὑπὸ ἀνομοίου, ὡς ἑτέροις, οὐ δοκεῖ δὲ αὐτὸ τοῦτο ὑγιὲς εἶναι τὸ τὴν αἴσθησιν πάσχειν καὶ ἀλλοιοῦσθαι | ἁπλῶς οὐ γὰρ τὸ ἐνεργεῖν παρ’ ἄλλου κινεῖσθαί τε καὶ πάσχειν, τὸ αἰσθάνεσθαι, ὡς δείξει ἐφεξῆς) νῦν φησιν ὅτι λέγομεν ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν εἰπεῖν τὰς αἰσθήσεις καὶ κινεῖσθαι ἢ ἐνεργεῖν, μέχρις ἄν διαστελλώμεθα, ὅτι οὐκ ἔστι τὸ ἐνεργεῖν τὰς αἰσθήσεις ταὐτὸν τῷ κινεῖσθαί τε καὶ πάσχειν. κἂν γάρ ἐστιν ἡ κίνησις ἐνέργειά τις, ἡ μὲν ἐνέργεια καθολικωτέρα ἐστὶ τῆς κινήσεως, ἡ δὲ κίνησις τοῦ πάσχειν. πᾶν μὲν γὰρ τὸ πάσχον καὶ κινεῖται, τὸ δὲ κινούμενον πᾶν ἐνεργεῖ, οὐκέτι μέντοι τὸ ἐνεργοῦν καὶ κινεῖται. ἐνέργεια μὲν γάρ ἐστιν, ὡς αὐτὸς διωρίσατο ἐν τῇ Φυσικῇ ἡ ἀθρόα προβολὴ ἀπὸ τῆς ἕξεως, κίνησις δὲ ἀτελής ἐστιν ἐνέργεια· ἡ γὰρ ἀπὸ τοῦ πρώτου δυνάμει ἐπὶ τὴν ἕξιν ὁδὸς κίνησίς ἐστι. ᾗ μὲν οὖν ἡ κίνησις ἐνέργειά τις ἀτελής, ταύτῃ ταὐτὸν δόξει εἶναι ἡ ἐνέργεια καὶ ἡ κίνησις· ᾗ δὲ ἡ ἐνέργεια οὐκ ἔστιν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόοδος, ταύτῃ οὐ ταὐτὸν ἡ κίνησις τῇ ἐνεργείᾳ. καὶ γὰρ ὥσπερ ἡ διάθεσις λέγεται μὲν καὶ κοινότερον καὶ ἐπὶ τῆς ἕξεως, λέγεται δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῆς ἕξεως ἰδικώτερον, οὕτω δὴ καὶ ἡ ἐνέργεια λέγεται καὶ κοινότερον καὶ κατὰ πάσης κινήσεως, λέγεται δὲ καὶ πρὸς ἀντιδιαστολὴν τῆς κινήσεως, διότι κίνησις μέν ἐστιν ἡ ἐκ τοῦ πρώτου δυνάμει ἐπὶ τὸ δεύτερον πρόοδός τινος τῶν περὶ τὴν οὐσίαν σωζομένης αὐτῆς τῆς οὐσίας, ἐνέργει δέ ἐστιν ἡ τελεία προβολὴ τῆς ἕξεως μηδὲν τῆς ἕξεως ἀλλοιοτέρας γινομένης. καὶ ἔστι τῷ ὄντι τελεία ἐνέργεια ἡ ἀθρόα προβολὴ τῆς ἕξεως ἡ μὴ συμπροϊοῦσα τῆ κινήσει τοῦ χρόνου, ἀλλὰ κατὰ πᾶν μέρος αὐτοῦ ὁμοίως ἔχουσα, οἵα ἐστὶν ἡ τοῦ φωτὸς προβολή· ἅμα γὰρ τῷ φανῆναι τὸ φωτιστικὸν ἀθρόον πὰν τὸ ἐπιτήδειον καταλάμπεται, οὐ συμπροϊούσης τῆς τοῦ φωτὸς ἐνεργείας τῇ τοῦ χρόνου κινήσει, ἀλλ’ ἐν παντὶ μέρει αὐτοῦ ὁμοίως ἐχούσης. τοιαύτη ἐστὶ καὶ ἡ τῆς αἰσθήσεως ἐνέργεια· ἅμα γὰρ τῷ ἀναβλέψαι ἀχρόνως τῶν αἰσθητῶν ἀντιλαμβανόμεθα· ὅθεν οὐδέ φησι κινεῖσθαι τὰς αἰσθήσεις , ἀλλ’ ἐνεργεῖν. τοῦτο μὲν οὖν ἐνέργεια κυρίως· διὸ καὶ περὶ τῶν θείων εἶπεν ὅτι ἄνευ δυνάμεως ἐνέργειαί εἰσι. κίνησις δ’ οἷον ἡ μάθησις ἡ τῆς ἕξεώς ἐστι μεταβολὴ κατὰ μέρος ἐπὶ τὸ τέλειον ἀπὸ τοῦ ἀτελοῦς. μεταξὺ δὲ τούτων εἰσὶν αἱ διανοητικαὶ κινήσεις ἤτοι ἐνέργειαι , καὶ εἴ τι ταύταις ὅμοιον, αἵτινες οὔτε κυρίως κινήσεις εἰσίν οὐ γάρ ἐστι μεταβολὴ τῆς ἕξεως) οὔτε καθάπαξ ἐνέργειαι · οὐδὲ γὰρ ὁμοίως ἔχουσιν ἐν παντὶ μέρει χρόνου, οὐδὲ ἀθρόα αὐτῶν ἀπὸ τῆς ἕξεως ἡ προβολὴ γίνεται, ἀλλὰ ἄλλη πρὸ ἄλλης πρότασις, ἔσχατον δὲ τὸ συμπέρασμα. οὔτε οὖν ἁπλῶς κίνη- σις τὸ τοιοῦτον οὔτε ἁπλῶς ἐνέργεια, εἰ μὴ τὴν κυρίως ἐνέργειαν διέλοι τις εἴς τε τὴν ἀθρόαν καὶ ἀμερῆ καὶ εἰς τὴν μεριστήν. ὅθεν καὶ ἐν τοῖς ἔμπροσθε καὶ τὴν διάνοιαν κίνησιν ἔλεγεν εἶναι τοῦ συναμφοτέρου. ἀλλὰ καὶ ἡ διάνοια καθ’ ἕκαστον τῶν ὅρων ἀθρόαν ἴσχει τὴν προσβολήν, καὶ ἔστιν ἕκαστον ὡς γνωστόν τι λαβεῖν, ὅπερ ἐπὶ τῆς κινήσεως, τῆς φυσικῆς λέγω, οὐ συμβαίνει. εἰ γὰρ καὶ ἀθρόον ἑκάστην τῶν προσαποδεδομένων κινεῖται, ἀλλ’ οὐ πάντως καὶ τέλος φυσικὸν τὸ τοιοῦτον ἐνδέχεται γενέσθαι, οἷον ὡς ἐπὶ τῶν κατὰ τόπον κινουμένων τὸ μεταξύ· οὔτε γὰρ τῶν βαρέων οὔτε τῶν κούφων φυσικὸν τοῦτο πέρας. ταύτῃ οὖν ἐνέργειά πὼς καὶ ἡ διάνοια. ὥσπερ οὖν ἐπὶ πλέον ἡ ἐνέργεια τῆς κινήσεως, οὕτω καὶ ἡ κίνη- σις τοῦ πάθους. τὸ μὲν γὰρ πάσχον καὶ κινεῖταί πὼς· οὐκ ἄνευ γὰρ κινήσεως τὸ πάθος· τὸ κινούμενον δὲ οὐ πάντως καὶ πάσχει· οὐ γὰρ δὴ πάθος καὶ ἡ κατὰ τόπον κίνησις. τὸ γὰρ πάσχειν πρὸς τὸ ποιεῖν λέγεται, ποιεῖν δέ ἐστι τὸ κατὰ ποιότητα μεταβάλλειν · ἐκ γὰρ τῆς ποιότητος τὸ ποιεῖν· καὶ πάσχειν ἄρα ἐστὶ τὸ κατὰ ποιότητα κινεῖσθαι καὶ μεταβάλλεσθαι. ὥστε εἰ κίνησις μὲν ἐν ταῖς τρισὶ κατηγορίαις, ποσῷ, ποιῷ, ποῦ, τὸ δὲ πάσχειν μόνως ἐν τῷ ’πὸ ἰῷ , ἐπὶ πλέον ἄρα ἡ κίνησις τοῦ πάθους· ἡ δ’ ἐνέργεια τῆς κινήσεως. πῇ δὲ τὰ αὐτά, διότι τὶς μὲν ἐνέργεια κίνησις, τὶς δὲ κίνησις πάθος. οὐχ ὡς γένος δὲ ἡ ἐνέργεια τῆς κινήσεως κατη- γορεῖται, οὐδὲ ἡ κίνησις τοῦ πάθους, ἀλλ’ ὡς ὁμώνυμος φωνή. δείξει μὲν αὐτῶν μετ’ ὀλίγον τὴν διαφοράν, ὡς εἶπον· νὺν δὲ ὡς τῶν αὐτῶν ὄντων λέγει, πῶς καὶ ὑπὸ τίνος κιονεῖταί τε καὶ πάσχει τὸ πάσχον. ὅλως δὲ κέχρηται τούτοις ὡς τοῖς αὐτοῖς, ὅτι τε πῇ ταὐτά εἰσιν, ὡς εἴπομεν, καὶ αὐτὸς τῇ συνηθείᾳ ἑπόμενος ἐχρήσατο τούτοις ὡς τοῖς αὐτοῖς· καὶ ἀνωτέρω γοῦν, ἔνθα ἔλεγε τὴν ψυχὴν αἰτίαν εἶναι ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, ἔλεγεν αὐτὴν καὶ ἀλλοιώσεως αἰτίαν εἶναι· εἶναι γὰρ τῆς αἰσθήσεως αἰτίαν, ταύτην δὲ ἀλλοίωσιν εἶναι· ἡ δὲ ἀλλοίωσις πάθος. ὡς τῶν αὐτῶν οὖν ὄντων ἐπὶ τῆς αἰσθήσεως τοῦ τε ἐνεργεῖν καὶ κινεῖσθαι καὶ πάσχειν, περὶ τοῦ πάσχειν πῶς γίνεται λέγει. τὸ γὰρ πάσχον, φησίν, ὑπὸ ποιοῦντος πάσχει· πρὸς ἄλληλα γὰρ τὸ ποιεῖν καὶ τὸ πάσχειν. ἐδείχθη δὲ ἐν τῇ Φυσικῇ ὅτι τὸ ποιητικόν τινος ἐνεργείᾳ ὂν ποιεῖ εἰς τὸ πάσχον, δυνάμει ὂν ὅπερ τὸ ποιοῦν. εἰ δὴ τὸ πάσχον μηδέπω ὂν ἐνεργείᾳ ἀλλὰ δυνάμει τοῦτο γίνεται ὑπὸ τοῦ ποιητικοῦ αὐτοῦ ὄντος ἐνεργείᾳ τοιούτου, κατὰ μέν τι ὑπὸ τοῦ ὁμοίου πείσεται δυνάμει γὰρ ὅμοιον τῷ ποιοῦντι τὸ πάσχον), κατὰ δέ τι ὑπὸ τοῦ ἀνομοίου ἐνεργείᾳ γὰρ ἀνόμοιόν ἐστι· τὸ γὰρ δυνάμει τι εἶναι καὶ τὸ ἐνεργείᾳ ἀνόμοιον)· ὅταν μέντοι πάω ὅμοιόν ἐστι· τέλος γὰρ τοῦ τὸ μὲν ποιεῖν τὸ δὲ πάσχειν τὸ ὁμοιωθῆναι τὸ πάσχον τῷ ποιοῦντι. μέχρι γὰρ τοσούτου τὸ θερμαῖνον θερμαίνει τὸ δυνάμει μὲν θερμόν, ἐνεργείᾳ δὲ ψυχρόν, ἕως ἄν ἑαυτῷ ὁμοίως θερμὸν ποιήσῃ· γενόμενον δὲ ὅμοιον οὐκέτι πάσχει ὑπ’ αὐτοῦ· οὐδὲν γὰρ ὑπὸ τοῦ ὁμοίου πάσχει. εἰ γὰρ καὶ πάσχει τὸ λυχνιαῖον φῶς ὑπὸ τῆς λαμπάδος σβέννυται γὰρ ὑπ’ αὐτῆς), ἀλλ’ ὡς ὑπὸ ἀνομοίου πάσχει· ὡς γὰρ ἔνδεια ὑπὸ ὑπερβολῆς πάσχει· δύο γὰρ λαμπάδες ἰσοσθενεῖς οὐδὲν ὑπ’ ἀλλήλων πείσονται. | p. 417a21 Διαιρετέον δὲ καὶ περὶ δυνάμεως καὶ ἐντελεχείας. Μέλλων διαίρεσιν ποιεῖσθαι τοῦ πάσχειν καὶ τοῦ ἐνεργεῖν καὶ δείξειν αὐτῶν τὴν διαφοράν εἶπεν γὰρ ὅτι νῦν τέως ὡς τοῦ αὐτοῦ ὄντος τοῦ πάσχειν καὶ τοῦ κινεῖσθαι καὶ ἐνεργεῖν λέγομεν) φησὶ δεῖν διαίρεσιν ποιήσασθαι καὶ δυνάμεως καὶ ἐντελεχείας. ἐχρήσατο γὰρ τῷ τῆς δυνάμεως ὀνόματι ἐπὶ τῆς αἰσθήσεως καὶ ἔλυσε τούτῳ τὴν ἀπορίαν ἣν ἠπόρησε, διὰ τί ἡ αἴσθησις οὐκ αἰσθάνεται αὑτῆς. ἀλλὰ καὶ διεῖλε τὴν αἴσθησιν εἰς τὴν δυνάμει καὶ εἰς τὴν ἐνέργειαν κατὰ τὰ αὐτὰ τῷ αἰσθάνεσθαι· καὶ γὰρ τοῦτο ἔδειξε διχῶς λεγόμενον. ἐπεὶ οὖν μὴ ἁπλοῦν ἐστι τὸ ὄνομα τῆς δυνάμεως, καθόλου περὶ δυνάμεως καὶ ἐντελεχείας διαστείλασθαι προαιρεῖται, τίνι τε ἀλλήλων διαφέρει, καὶ τί ἐστιν ἕκαστον αὐτῶν, καὶ ποσαχῶς τὸ δυνάμει. δι’ ὧν δείξει ἅμα ὅτι οὐκ ἔστιν ἡ αἴσθησις ἡ κατ’ ἐνέργειαν ἀλλοίωσις οὐδὲ κίνησις· οὐ γὰρ τὸ ὁπωσοῦν δυνάμει ὂν εἰς τὴν ἐνέργειαν μεταβάλλον ἀλλοιοῦται, ᾧ μέχρι νῦν ὡς οὕτως ἔχοντι, διὰ τὸ μὴ διῃρῆσθαι ποσαχῶς τὸ δυνάμει, ἐκέχρητο. p. 417a22 Νῦν γὰρ ἁπλῶς λέγομεν περὶ αὐτῶν. Ἁπλῶς, τουτέστιν ἀδιορίστως περί τε τῆς δυνάμεως καὶ ἐντελεχείας λέγομεν μὴ εἰδότες τὴν διαφορὰν αὐτῶν, καὶ τί ἕκαστον σημαίνει, καὶ ποσαχῶς λέγεται. νῦν δὲ εἶπεν, ἐπειδὴ τῷ μὲν δυνάμει ἐπὶ τῆς αἰσθήσεως πρὸ ὀλίγου ἐχρήσατο, τῷ δὲ ἐνεργείᾳ ὄντι καὶ τῇ ἐνεργείᾳ ἐπὶ τοῦ ποιεῖν καὶ πάσχειν· πάντα γὰρ πάσχειν ‘ἔφη ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος· ἢ νῦν εἶπε μέχρι τῆς ὑπ’ αὐτοῦ γενομένης διαιρέσεως τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ. p. 417a22 ἔστι μὲν γάρ οὕτως ἐπιστῆμόν τι ὡς ἄν ἄνθρωπον ἐπιστήμονα, ὅτι ὁ ἄνθρωπος τῶν ἐπιστημόνων καὶ ἐχόντων ἐπιστήμην. Διαστέλλεται τὸ δυνάμει καὶ δείκνυσι διττόν. καὶ γὰρ τὸ πεφυκὸς καὶ δυνάμενον τὴν ἕξιν δέξασθαι δυνάμει τοιοῦτον λέγομεν, ὡς τὸν ἄνθρωπον ἐπιστήμονα δυνάμει λέγομεν, ὅτι ἡ φύσις αὐτοῦ ἐπιστήμης ἐστὶ δεκτική, καθ’ ὃ σημαινόμενον καὶ τὴν ὕλην λέγομεν δυνάμει, καὶ ἔτι δυνάμει λέγομεν τὸ ἤδη τὴν ἕξιν ἔχον καὶ μὴ ἐνεργοῦν κατ’ αὐτήν· καὶ γὰρ ὁ μουσικὸς ὅταν μὴ ἐνεργῇ, δυνάμει λέγεται μουσικός. αὕτη δέ ἐστιν ἡ δύναμις, ἣν ἐν τοῖς ἔμπροσθεν εἶπεν τὴν πρώτην ἐντελέχειαν, ἐν ᾗ καὶ τὴν ψυχὴν ἔδειξεν οὖσαν· ἐν μεθορίῳ μὲν γάρ ἐστι τῆς τε πρώτης δυνάμεως καὶ τῆς δευτέρας ἐνεργείας· διὸ καὶ ἀμφοτέρως ὀνομάζεται. καὶ τίς ἡ τοῦ δυνάμει ἑκατέρου διαφορά διαστέλλεται σαφῶς λέγων. p. 417a26 ‘Eκάτερος δὲ τούτων οὐ τὸν αὐτὸν τρόπον ἐστιν, ἀλλ’ ὁ μὲν ὅτι τὸ γένος τοιοῦτον καὶ ἡ ὕλη, ὁ δὲ ὅτι βουληθεὶς δυνατὸς θεωρεῖν, ἄν μή τι κωλύσῃ τῶν ἔξωθεν. Ὁ γὰρ ἄνθρωπος κοινῶς ἐπιστήμων λέγεται, ὅτι ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἐπιστήμης δεκτική ἐστι· τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ γένος καὶ ἡ ὕλη, ἀντὶ τοῦ ἡ φύσις αὐτὴ τοῦ ἀνθρώπου καὶ αὐτὸ τὸ ὑποκείμενον· γένος γὰρ λέγει καὶ τὸ ὑποκείμενον. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ τὴν ὕλην ἔφαμεν δυνάμει· πᾶσα γὰρ ὕλη δυνάμει ἐστὶν ἐκεῖνο οὗ ἔστιν ὕλη, τῷ δύνασθαι δέξασθαι αὐτό. ἄλλο δὲ σημαινόμενον τοῦ δυνάμει λέγεται ἐπὶ τοῦ τὴν ἕξιν ἔχοντος ἤδη καὶ μὴ ἐνεργοῦντος, ὅτι θελήσας ἐνεργῆσαι ἐνεργήσειεν ἄν, εἰ μή τι καλότῃ· ὥστιε ἐν καὶ οὐτος. ὁ δὲ πρὸς τῷ ἕξιν ἔχειν καὶ ἐνεργῶν κατ’ αὐτὴν οὗτος ἤδη ἐντελεχείᾳ λέγεται εἶναι. τὴν δὲ κατ’ ἐνέργειαν ἐπιστήμην ἔδειξε διὰ τοὺ προσθεῖναι τόδε τὸ ἄλφα· οὗτος γὰρ ὁ κατὰ τὴν γραμματικὴν ἐνεργῶν, ὁ λέγων ἢ γράφων τὸ ἄλλα. p. 417a31 Ἀλλ’ ὁ μὲν διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ ἐξ ἐναντίας μεταβάλλων ἕξεως. Ἐπὶ παραδειγμάτων δείκνυσι τίνι διαφέρουσιν οἱ εἰρημένοι τρόποι τοῦ δυνάμει, ὅτι ὁ μὲν κατὰ τὸ πρῶτον σημαινόμενον τῆς δυνάμεως δυνάμει ὢν ἐπιστήμων εἰς τὸ ἔχειν τοῦτο ὃ δύναται διὰ μαθήσεως ἀλλοιωθεὶς καὶ πολλάκις οὗτος ἐξ ἐναντίας ἕξεως μεταβάλλων ἐπιστήμων γίνεται. ἢ γὰρ ἐξ ἀγνοίας εἰς γνῶσιν μεταβάλλει ἤγουν ἀπὸ ψευδοῦς δόξης ἐπὶ τὴν ἀληθῆ, ὧν τὸ μὲν πρῶτον ἀπὸ στερήσεως εἰς εἶδός ἐστι μεταβολή, καὶ ἔστι γένεσις καὶ οὐκ ἀλλοίωσις, τὸ δὲ δεύτερον ἐξ ἐναντίας ἕξεως μεταβολὴ εἰς τὴν ἐναντίαν, καὶ ἔστι κυρίως ἀλλοίωσις· ἡ γὰρ ἀλλοίωσις μεταβολή ἐστιν ἐξ εἰδοπεποιημένου εἰς εἰδοπεποιημένον, τοὐ αὐτοῦ ὑποκειμένου μένοντος. ἀλλοίωσις μὲν οὖν αὕτη· αὐτὸς δὲ ὁλοσχερέστερον νῦν τὴν ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβολὴν ἀλλοίωσιν εἰπὼν μετ’ ὀλίγον καὶ τοῦτο διορθώσει καὶ διοριεῖται ἐπὶ τίνος κυρίως ἡ ἀλλοίωσις λέγεται. τὸν δὲ ἐκ τοῦ ἔχειν τὴν αἴσθησιν ἢ τὴν ἐπιστήμην, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν προχωροῦντα, ἐφ’ οὗ ἦν τὸ ὕστερον σημαινόμενον τοῦ δυνάμει, οὐ δι’ ἀλλοιώσεως φησιν οὐδὲ διὰ μεταβολῆς γίνεσθαι, ἀλλὰ τρόπον ἄλλον ἐκ τοῦ τοιούτου δυνάμει γίνεσθαι τὸ ἐνεργείᾳ, ὁμοίως καὶ ἐπὶ τοῦ τὴν ἐπιστήμην ἔχοντος, μὴ ἐνεργοῦντος δέ, καὶ ἐπὶ τοῦ τὴν αἴσθησιν· ἄλλον δὲ τρόπον λέγων ὅτι οὐκ ἀλλοιότερος γίνεται ὁ τοιοῦτος, ἀλλά μόνον τὴν ἐνέργειαν προχειρίζεται. ὄντος οὖν διττοῦ τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ τὸ μὲν δυνάμει πᾶν πρὸς ἀπουσίαν τινὸς λέγεται εἶναι δυνάμει, τὸ δ’ ἐνεργείᾳ. πρὸς παρουσίαν τῆς ἐνεργείας· τὸ μὲν γὰρ πρῶτον δυνάμει πρὸς ἀπουσίαν καὶ τῆς ἕξεως | καὶ τῆς ἐνεργείας λέγεται, τὸ δὲ δεύτερον πρὸς τὴν ἀπουσίαν τῆς ἐνεργείας. p. 417b2 οὐκ ἔστι δ’ ἀπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον. Διελόμενος τὰ διάφορα σημαινόμενα τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ νῦν βούλεται δεῖξαι ὅτι οὐδὲ τὸ πάσχειν ἁπλοῦν ἐστι, ταὐτὸν λαμβάνων τὸ πάσχειν καὶ τὸ ἀλλοιοῦσθαι, ὡς δῆλον αὐτὸς ποιεῖ μετ’ ὀλίγον. εἰπὼν γὰρ ὅτι “τὸ δὲ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστήμην τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ ἤτοι οὐδὲ πάσχειν φατέον’’, τοῦτο εἰπὼν ἐπήνεγκε τὸ “ἢ ἢ δύο τρόπους εἶναι ἀλλοιώσεως’’, ταὐτὸν λέγων τὸ πάσχειν καὶ ἀλλοιοῦσθαι. διττὸν οὖν φησι τὸ πάσχειν, τὸ μὲν εἰς φθορὰν ἄγον, ὅπερ ἐστὶ καὶ κυρίως πάθος τε καὶ ἀλλοίωσις, τὸ δὲ εἰς τελειότητα, ὅπερ οὐ κυρίως λέγεται πάθος οὐδὲ ἀλλοίωσις, ἀλλὰ γένεσις μᾶλλον. καὶ ἵνα συντόμως εἴπω, διττοῦ ὄντος τοῦ δυνάμει, εἰ μὲν ἐκ τοῦ δευτέρου δυνάμει, ὅπερ ἦν τὸ κατὰ τὰς ἕξεις, εἰς τὴν ἐνέργειαν μεταβάλλει, οὐδὲ ὅλως ἀλλοίωσις οὐδὲ πάθος ἐστίν, εἴγε ἀλλοιοῦσθαι λέγεται, οἷον τὸ λευκαινόμενον ἢ μελαινόμενον, ὅπερ μένον κατὰ τὴν οὐσίαν καὶ τὸ ὑποκείμενον τὸ αὐτὸ κατὰ παθητικὴν ποιότητα μεταβολὴν ἴσχει, ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλον φθειρομένης τῆς ἕξεως μετέβαλλεν. τὸ δὲ ἐκ τοῦ τὴν ἕξιν ἔχειν, μὴ ἐνεργεῖν δὲ εἰς τὸ ἐνεργεῖν μεταβάλλον οὐ κατά τινα ποιότητα τὴν μεταβολὴν ἴσχει· οὐδὲ γὰρ φθαρείσης ἄλλης ποιότητος εἰς ἄλλην μετέβαλλεν, ἀλλὰ τῆς αὐτῆς ἕξεως μενούσης τὴν ἐνέργειαν μόνην προεχειρίσατο. οὐ γὰρ δὴ ἀλλοιοῦσθαι φήσαιμεν ἄν τὸν οἰκοδόμον ἐκ τοῦ μὴ οἰκοδομεῖν εἰς τὸ οἰκοδομεῖν μεταβάλλοντα, ἢ τὸν γεωμέτρην, ἡνίκα προχειρίζεται τὰ θεωρήματα. ἡ μὲν οὖν ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ μεταβολὴ προφανὲς ὅτι οὐδ’ ἄν ὑπονοηθείη ἀλλοίωσις, ἢ εἴ τινι φίλον καὶ ταύτην ἀλλοίωσιν καλεῖν, ἕτερον ἄν εἴη, φησί, τοῦτο γένος ἀλλοιώσεως, καὶ οὐχ ὥσπερ ἐν τῆ συνηθείᾳ λέγεται· τοῦτο δέ ἐστιν ἡ μεταβολὴ ἡ κατὰ τὰς παθητικὰς ποιότητας, ὅταν ἐξ ἐναντίας ποιότητος εἰς ἐναντίαν μεταβάλλῃ τὸ μεταβάλλον, τοῦ ὑποκειμένου τοῦ αὐτοῦ μένοντος. ἡ δὲ ἐκ τοῦ προτέρου δυνάμει ἐπὶ τὸ δεύτερον δυνάμει, πρῶτον δ’ ἐνεργεία μεταβολή, εἰ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβάλλοι, ἀλλοίωσίς ἐστιν, ὡς ὅταν τι ἐκ θερμοῦ ψυχρὸν γίνηται καὶ ἐκ λευκοῦ μέλαν· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον· ὅταν δὲ ἐκ στερήσεως εἰς εἶδος μεταβάλλῃ, γένεσίς ἐστι τοῦτο καὶ οὐκ ἀλλοίωσις, ὡς ὅταν ἐξ οὐκ ἀνθρώπου ἄνθρωπος γίνηται καὶ ἐξ οὐ πυρὸς πῦρ, καὶ ἐπὶ τῶν ὁμοίων. ἢ οὖν οὐδὲ τοῦτο κυρίως ἀλλοίωσις, ἀλλὰ γένεσις ἁπλῶς, ἢ δύο τρόποι εἶεν ἄν ἀλλοιώσεως, ἥ τ’ ἐκ στερήσεως εἰς εἶδος μεταβολὴ καὶ ἡ ἐξ ἐναντίου εἰς ἐναντίον. ἔστι δ’ ἡ μὲν ἐξ ἐναντίου εἰς ἐναντίον μεταβολὴ τὶς γένεσις φθορὰ μὲν τοῦ ἐξ οὗ μετέβαλλεν, γένεσις δὲ τοῦ εἰς ὃ μετέβαλλεν. οὐκ ἔστι δ’ ἁπλοῦν οὐδὲ τὸ πάσχειν, ἀλλὰ τὸ μὲν φθορά τις ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον τοῦ δυνάμει ὄντος ὑπὸ τοῦ ἐντελεχεία ὄντος καὶ ὁμοίου. δοκεῖ μὲν πᾶν τὸ ἐκ δυνάμι ὄντος εἰς ἐντελέχειαν μεταβάλλον πάσχειν τε καὶ ἀλλοιοῦσθαι, οὐ μὴν οὕτως ἔχει. ὅθεν καὶ αὐτὸς χρησάμενος ἐπὶ παντὸς τοῦ ἐκ δυνάμει εἰς ἐνέργειαν μεταβάλλοντος τῷ τοῦ πάθους ὀνόματι, ταὐτὸν δ’ εἰπεῖν τῷ τῆς ἀλλοιώσεως εἶπε γὰρ ὅτι ‘τὸ μέν ἐστι φθορὰ ὑπὸ τοῦ ἐναντίου᾿· γὰρ τὸ μέλαν ἐπιγινομένου τοῦ λευκοῦ· ἔστι δὲ τοῦτο τὸ πρότερον δυνάμει· δυνάμει γὰρ τὸ ἐναντίον ὅπερ τὸ ἐναντίον, ἐπειδὴ πέφυκεν εἰς αὐτὸ μεταβάλλειν· ῾τὸ δὲ τελειότης᾿ · τελειότης γὰρ τοῦ οἰκοδόμου καὶ λοιπῶν ἐπιστημόνων τὸ ἐνεργεῖν κατὰ τὴν ἕξιν) ἐνταῦθα κοινῶς κατὰ παντὸς τοῦ δυνάμει τὸ πάσχειν κατηγορήσας, τοῦτο δέ ἐστι τὸ ἀλλοιοῦσθαι, διὰ τὸ μὴ πεφροντικέναι τὴν συνήθειαν ἐπὶ τούτων διαφορᾶς ὀνομάτων, διαρθρώσει τὸν λόγον ἐφεξῆς καὶ ἐρεῖ, τί μέν ἐστι κυρίως ἀλλοίωσις, τί δὲ ἢ οὐδὲ ὅλως ἀλλοίωσις ἢ τὸ ὅλον τοῦτο ὁμώνυμος ἀλλοίωσις. ἐρεῖ δὲ τὰ ὑφ’ ἡμῶν προτεθεωρημένα. εἰπὼν δὲ τὴν μὲν τῶν μεταβολῶν ὑπὸ τοῦ ἐναντίου γίνεσθαι φθείροντος τὸ ἐναντίον, τὴν δὲ ὑπὸ τοῦ ὁμοίου, τὸν τρόπον τῆς ὁμοιότητος τοῦ ποιοῦντος καὶ πάσχοντος ἐδήλωσεν, ἐπενεγκὼν ὅτι οὕτως ὁμοίου ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, ὅπερ ἴσον ἐστὶ τῷ ὡς ἕξις πρὸς τὴν οἰκείαν ἐνέργειαν. ἡ γὰρ ἀπὸ τῆς ἕξεως ἐνέργεια οὕτως ἐστὶν ὁμοία αὐτῇ, ὡς τὸ οἰκεῖον ἔργον καὶ ἡ οἰκεία ἐνέργεια ἑκάστῳ οὗ ἐστιν ἔργον. ὥσπερ οὖν ἐστιν ὁμοία τῇ οἰκοδομικῇ ἢ γεωμετρικῇ ἕξει ἥ τε οἰκοδομικὴ καὶ η γεωμετρικὴ ἐνέργεια, οὕτως ὅμοιον τὸ τὴν ἕξιν ἔχον τῷ τὴν ἐνέργειαν ἔχοντι, ὑφ’ οὗ προάγεται εἰς ἐνέργειαν, τοῦ μὲν ποιοῦντος, τοῦ δὲ πάσχοντος. ἐπεὶ γὰρ τὸ νοεῖν τε καὶ αἰσθάνεσθαι κατὰ τὴν τῶν εἰδῶν λῆψιν τῶν τε νοητῶν καὶ τῶν αἰσθητῶν γίνεται, ταὐτόν πὼς τὸ κατ’ ἐνέργειαν νοοῦν καὶ αἰσθανόμενον τοῖς νοητοῖς τε καὶ αἰσθητοῖς. οὕτως οὖν ἡ αἴσθησις δυνάμει ὅπερ τὸ αἰσθητόν, καὶ ὁ νοῦς ὅπερ τὸ νοητόν, ὡς ἡ ἕξις ὁμοία τῇ οἰκείᾳ ἐνεργεία. ὥσπερ οὖν ἡ ἕξις παρούσης τῆς ἐνεργείας τὴν οἰκείαν τελειότητα ἀπολαμβάνει οὐ φθειρομένη οὐδὲ ἀλλοιουμένη, οὕτω καὶ ἡ αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητόν (δυνάμει δὲ τὸ κατὰ τὴν ἕξιν) ὑπὸ τοῦ αἰσθητοῦ ὄντος προάγεται εἰς ἐνέργειαν ὁμοιουμένη αὐτῷ οὕτως ὡς πέφυκεν ὁμοιοῦ- σθαι. ὥσπερ γὰρ | τὸν κηρὸν λέγομεν δυνάμει ὅπερ τὸν δακτύλιον, γίνεσθαι δὲ ἐκτυπούμενον ὑπ’ αὐτοῦ ἐνεργεία, ὅπερ ἐκεῖνος, οὐχ ὅτι γέγονεν ὁ κηρὸς ὅπερ ὁ δακτύλιος κατὰ τὴν ὕλην, ἀλλ’ ὅτι τὸ ἐκτύπωμα κατὰ τὴν ἐπιφάνειαν ἑαυτοῦ ἐδέξατο, οὕτω δεῖ νοεῖν καὶ ἐπὶ τῶν αἰσθήσεων, ὅταν λέγωμεν γίνεσθαι αὐτὰς ὅπερ τὸ αἰσθητόν, οὐχ ὅτι λευκὴ γίνεται ἡ ὄψις ἢ μέλαινα, ἀλλ’ ὅτι τὰ εἴδη τῶν αἰσθητῶν ἄνευ τῆς ὕλης γνωστικῶς ἐν ἑαυταῖς αἱ αἰσθήσεις ἐπιδέχονται. εἰπὼν δὲ σωτηρίαν εἶναι τὴν τοιαύτην πεῖσίν τε καὶ μεταβολὴν τὴν τοῦ οὕτω λεγομένου δυνάμει, ἐδήλωσε πῶς σωτηρία ἐπενεγκὼν θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην. σωτηρία γὰρ τῆς ἕξεως ἡ οἰκεία ἐνέργεια· οἱ γοῦν ἐνεργοῦντες κατὰ τὰς ἕξεις μᾶλλον σώζουσιν αὐτάς. ἅμα δὲ διὰ τούτου ἐξηγήσατο, πῶς εἶπεν τὸ ὡς δύναμις ἔχει πρὸς ἐντελέχειαν, καὶ ἐδήλωσε περὶ ποίας δυνάμεως καὶ ἐντελεχείας ὁ λόγος αὐτῷ, ὅτι περὶ τῆς δευτέρας δυνάμεως τῆς κατὰ τὴν ἕξιν καὶ τῆς δευτέρας ἐνεργείας. αὕτη γὰρ τελείωσίς ἐστι καὶ σωτηρία τῆς οἰκείας δυνάμεως, ὥσπερ τῆς θεωρητικῆς ἕξεως τε καὶ ἐπιστήμης τελειότης ἐστὶ καὶ σωτηρία αὐτὴ ἡ θεωρία. ὅπερ ἢ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως. ὁ γὰρ ἔχων τὴν ἐπιστήμην, εἶτα προχειριζόμενος ταύτης τἀς ἐνεργείας, οὐκ ἂν λέγοιτο κυρίως κατὰ αὐτὴν τὴν τῶν ἐνεργειῶν προχείρισιν πάσχειν τε καὶ ἀλλοιοῦσθαι· οὐδὲ γὰρ μεταβολή τις ἐπὶ τούτου γέγονεν, ἀλλὰ μόνον τελείωσις καὶ φανέρωσις τῆς ἕξεως. ἤτοι οὖν οὐδὲ ἀλλοίωσις αὕτη κυρίως, ἢ εἴ τινι φίλον καὶ ταύτην ἀλλοίωσιν κλεῖν, ἕτερον ἂν εἴη γένος ἀλλοιώσεως καὶ ὁμώνυμον, καὶ οὐ τὸ καθωμιλημένον καὶ λεγόμενον ἐπὶ τῆς κτὰ τὸ ποιὸν μεταβολῆς, ἥντινα καὶ κίνησίν φαμεν. τὸ δὲ εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις δεικτικὸν μάλιστά ἐστιν τοῦ μὴ ἀλλοίωσιν εἶναι τὸ τοιοῦτο, εἴ γε ἀλλοίωσις μὲν μένοντος τοῦ ὑποκειμένου κατὰ τὴν οὐσίαν τοῦ αὐτοῦ κατὰ πάθος ἐστὶ μεταβολὴ ἐξ ἄλλου εἰς ἄλλο, φθειρομένου τοῦ προϋπάρχοντος, τὸ δὲ εἰς τὴν ἑαυτοῦ τελειότητα προιὸν εἰς ἑαυτὸ τὴν ἐπίδοσιν ποιεῖται, τὸ αὐτὸ μένον καὶ οὐκ ἐξ ἄλλου εἴδους φθαρέντος εἰς ἄλλο μεταβάλλον. p. 417b8 Διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν, ὅταν φρονῇ, ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ. Ὠς γὰρ ὁ οἰκοδόμος, ὅταν ἤδη ἐνεργῇ, οὐδεμίαν ὑπομένει ἀλλοίωσιν κατὰ τὴν τέχνην, οὕτως οὐδὲ τὸ ἐπιστῆμον, ὅταν ἐνεργῇ κατὰ τὴν ἐπιστήμην, οὐδὲ τὸ αἰσθανόμενον, ὅταν αἰσθάνηται· ἐξ ἀργίας γὰρ εἰς ἡ μεταβολή, οὐκ ἐξ εἴδους εἰς εἶδος, ὅπερ ποιεῖ ἡ ἀλλοίωσις. p. 417b9 Τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοοῦν καὶ τὸ φρονοῦν οὐ διδασκαλίαν ἀλλ’ ἑτέραν ἐπωνυμιαν ἔχειν δίκαιον. Τουτέστι τὸ κατὰ τὴν δευτέραν δύναμιν θεωρούμενον, ὥσπερ ἔχει τὸ φρονοῦν, ὅταν ἄγηται εἰς τὴν δευτέραν ἐνέργειαν, οὐ διδάσκεσθαι λέγοιτ’ ἄν ὑπὸ τοῦ εἰς τὴν ἐνέργειαν ἄγοντος· οὐ γὰρ μανθάνει ὑπὸ τοῦ μεταβάλλοντος αὐτό, τοῦτο δέ ἐστι τὸ ἐπιστητὸν ἢ τὸ αἰσθητόν· οὐ γὰρ πάσχει τι ὑπ’ αὐτοῦ, ὥστε οὐδὲ ἐκεῖνο ποιεῖ. p. 417b12 Τὸ δ’ ἐκ δυνάμει ὄντος μανθάνον καὶ λαμβάνον ἐπιστή- μὴν ὑπὸ τοῦ ἐντελεχείᾳ ὄντος καὶ διδασκαλικοῦ, καὶ τὰ ἕξῆς. Τουτέστι τὸ κατὰ τὴν προτέραν δύναμιν, οἷόν ἐστι τὸ ἐπιστήμης δεκτικὸν οἷον τὸ παιδίον, ὑπὸ τοῦ ἐνεργείᾳ ἐπιστήμονος εἰς τὴν ἕξιν προαγόμενον. εἰπὼν δ’ ὅπως ἔχει ἡ ἐκ τοῦ δευτέρου δυνάμει εἰς τὴν ἐνέργειαν μεταβολή, λέγει νῦν καὶ περὶ τῆς ἐκ τοῦ προτέρου δυνάμει εἰς τὸ πρότερον ἐνεργείᾳ μεταβολῆς, οἷόν ἐστι τὸ εἰς ἐπιστήμην ἀγόμενον παιδίον. τὸ οὖν οὕτω μεταβάλλον, φησίν, οὐδ’ ὅλως πάσχειν φήσομεν· κυρίως γὰρ τὸ πάσχειν ἐπὶ τῶν φθειρομένων λέγεται κατὰ τὴν συνήθη χρῆσιν· ἢ εἰ καὶ τοῦτο λέγοιτο πάσχειν, φησί, δύο τρόπους εἶναι φατέον τοῦ τε πάσχειν καὶ τοῦ ἀλλοιοῦσαι, τὸ μὲν ὅταν εἰς στέρησιν μεταβάλλῃ ἐκ τοῦ εἰδέναι εἰς τὸ μὴ εἰδέναι μεθιστάμενον, ὅπερ ἐστὶ καὶ κυρίως πάθος, ἐπειδὴ τὸ πάθος φθορά τις καὶ εἰς τὸ χεῖρον μεταβολή κυρίως γὰρ πάσχει τὰ χείρω γινόμενα), καὶ ἔτι ὅταν ἐξ ἐναντίου εἴδους εἰς ἐναντίον μεταβάλλῃ κἀνταῦθα γὰρ φθορά τις γίνεται τοῦ ἐξ οὗ ἡ μεταβολή, καὶ διὰ τοῦτο πάθος τὸ τοιοῦτο), τὸ δὲ ὅταν εἰς τελειότητα καὶ τὴν φύσιν, τουτέστιν ἐφ’ ὃ πέφυκεν καὶ οὗ ἡ φύσις στοχάζεται, ὡς τὸ ἐπιστήμης δεκτικὸν ὅταν ἤδη δέξηται τὴν ἐπιστήμην. ὅταν γὰρ εἰς ὃ πέφυκε μεταβάλλῃ, εἰς τελειότητά πὼς καὶ τούτων ἡ μεταβολή, καὶ ἡ ἐπίδοσις εἰς αὐτό, οὐχ ὁμοίως δὲ τῷ τὴν ἕξιν ἔχοντι· ἀπὸ γὰρ στερήσεως εἰς ἕξιν ἐπὶ τούτων ἡ μεταβολή, οὐκ ἀπὸ ἕξεως εἰς ἐνέργειαν. πρότερον μὲν οὖν τὸ πάθος διαιρῶν τὸ μὲν εἶπεν ἐπὶ τῶν ἐξ ἐναντίας ἕξεως εἰς ἐναντίαν μεταβαλλόντων καὶ οὕτω λεγομένων δυνάμει, τὸ δὲ ἐπὶ τῶν ἀπὸ τῆς ὢ ἕξεως εἰς τὴν ἐνέργειαν προχωρούντων· νῦν δ’ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν δεύτερον οὐδ’ ὅλως ἐστὶ πάθος οὐδ’ ἀλλοίωσις διὸ οὐδὲ κίνησις δἂν εἴη οὐδὲ διδασκαλία ἡ κατὰ τοῦτο μεταβολή), τὸ δὲ ἐπὶ τοῦ προτέρου δυνάμει διχῶς διεῖλεν, εἴς τε τὸ εἰς στέρησιν μεταβάλλειν, ὅπερ εἶπεν κυρίως πάσχειν καὶ ἀλλοιοῦσθαι, ἡ τὸ εἰς τὴν ἕξιν ἀπὸ στερήσεως, ὅπερ οὔτε πάθος ἐστὶν οὔτε ἀλλοίωσις, ἢ ὁμωνύμως. | p. 417b16 τοῦ δὲ αἰσθητικοῦ ἡ μὲν πρώτη μεταβολὴ γίνεται i 7r ὑπὸ τοὐ γεννῶντος. Ἀρξάμενος τοῦ περὶ τῶν αἰσθήσεων λόγου καὶ κοινῇ περὶ πάσης αἰσθήσεως προθέμενος διαλαβεῖν, εἶτα εἰπὼν ὅτι ἡ αἴσθησις ἐν τῷ κινεῖσθαί τι καὶ πάσχειν συμβαίνει δοκεῖ γὰρ ἀλλοίωσίς τις εἶναι), ταῦτα εἰπὼν ὁ καθόλου περὶ τοῦ ποιοῦντος καὶ πάσχοντος, πότερον τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει, ἢ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου· ταύτῃ δὲ τῇ ἀπορίᾳ ἐπισυνῆψεν ἑτέραν ἀπορίαν, διὰ τί οὐκ ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητηρίων ἡ αἴσθησις αἰσθητῶν γε ὄντων. ἐπιλυόμενος δὲ τὴν ἀπορίαν ταύτην εἶπεν ὅτι ἡ αἴσθησις δύναμίς ἐστιν, οὐκ ἐνέργεια· διὸ καθάπερ τὸ καυστὸν οὐ καίεται ὑφ’ ἑαυτοῦ ἄνευ τοῦ καυστικοῦ, οὕτω καὶ ἡ αἴσθησις οὐκ ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητηρίου, ἅτε δὴ ἐκτὸς αὐτοῦ ἐνεργῆσαι μὴ δυναμένη· ἐπεὶ οὖν οὐδὲν αὐτὸ εἰς ἑαυτὸ ποιεῖ οὐδὲ ὑφ’ ἑαυτοῦ πάσχει, ἡ δὲ αἴσθησις τῷ πάσχειν αἰσθάνεται, δῆλον ὡς οὐκ ἄν ἀντιλάβοιτο αὐτὴ ἑαυτῆς, τουτέστι τοῦ οἰκείου αἰσθητηρίου, μεθ’ οὗ τὰς ἐνεργείας ποιεῖται, ἐπεὶ μηδὲ εἰς ἑαυτὸ ποιῆσαι δύναται. διχῶς οὖν ἡ αἴσθησις, φησίν ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ, ὁμοίως δὲ καὶ τὸ αἰσθάνεσθαι. πάσχει δὲ τὸ πάσχον, φησίν, ὑπὸ τοῦ ποιητικοῦ καὶ ἐνεργείᾳ ὄντος· τὸ γὰρ ξύλον δυνάμει ὂν ὅπερ τὸ πῦρ, πάσχει ὑπὸ τοῦ πυρὸς ἐνεργείᾳ ὄντος, καὶ ὁ μαθητὴς δυνάμει ὢν ὅπερ ὁ διδάσκαλος, πάσχει ὑπὸ τοῦ διδασκάλου ἐνεργείᾳ ὄντος. πρὶν οὖν παθεῖν τὸ πάσχον ἀνόμοιόν ἐστι τῷ ποιοῦντι, πεπονθὸς δέ ἐστιν ὅμοιον. ὥστε ἔστιν ὡς τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου πάσχει, ἔστι δὲ ὡς ὑπ’ ἀνομοίου· εἰ μὲν γὰρ τὸ δυνάμει παθητικὸν θεωροῦμεν, ἀνόμοιόν ἐστι τῷ ποιοῦντι, πολλάκις δέ, φησί, καὶ ἐναντίον· εἰ δὲ τὸ ἤδη πεπονθός, ὅμοιόν ἐστιν. ἐντεῦθεν οὖν ἐπειδὴ ὅλως εἰς μνήμην ἦλθε τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ καὶ τοῦ ποιεῖν καὶ πάσχειν, διαίρεσιν ἀμφοτέρων ἐποιήσατο καὶ εἶπεν ὅτι διχῶς τὸ δυνάμει καὶ διχῶς τὸ ἐνεργείᾳ, καὶ ὅτι καὶ τὸ πάσχειν διχῶς, τὸ μὲν φθορὰ ὑπὸ τοῦ ἐναντίου, τὸ δὲ σωτηρία μᾶλλον. εἶτα εἶπεν ὅπως ἔχει κατὰ τὸ πάσχειν ἡ αἴσθησις, ὅτι πάσχει ὑπὸ τοὐ αἰσθητοῦ οὐκ εἰς φθορὰν ἀγομένη, ἀλλ’ εἰς τελειότητα. ταῦτα οὖν εἰπὼν νῦν φησιν, ὅπως ἔχει καὶ κατὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ. ἐπειδὴ γὰρ διττὸν τὸ δυνάμει, τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, τὸ μὲν κατὰ τὴν ἐπιτηδειότητα μόνην ἄνευ τῆς ἕξεως, τὸ δὲ κατὰ τὴν ἕξιν ἄνευ τῆς ἐνεργείας, φησὶν ὅτι δυνάμει ἐστὶν αἰσθητικὸν τὸ κατὰ τὴν ἐπιτηδειότητα τὸ σπέρμα καὶ ὅλως ἡ ὕλη τοῦ ζῴου. ὥσπερ γὰρ τὸ ἄρτι τεχθὲν παιδίον ἔχει εἰς τὸ εἶναι γραμματικόν, οὕτως ἔχει καὶ ἡ τοῦ ζῴου ὕλη εἰς τὸ αἰσθητικὴ εἶναι. τί οὖν ἐστι τὸ ἄγον τὸ δυνάμει τὸ πρῶτον εἰς τὴν ἕξιν, τουτέστι τὸ δεύτερον μὲν δυνάμι πρῶτον δ’ ἐνεργείᾳ; τὸ γεννῶν, φησίν· ἐν γὰρ τῆ κυήσει ἄγεται ἡ ἐπιτηδειότης εἰς τὴν ἕξιν. ὥσπερ οὖν τὸ παιδίον ἄγει εἰς τὴν ἕξιν ὁ ἐνεργείᾳ γραμματικός, οὕτως καὶ τὸ σπέρμα καὶ ὅλως τὴν τοῦ ζῴου ὕλην ἄγει ἡ ἐν τῇ μητρὶ φύσις ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν. ἔστιν οὖν ἡ κύησις ἀλλοίωσις καὶ μεταβολὴ τοῦ πεφυκότος αἰσθάνεσθαι ἐπὶ τὴν καθ’ ἕξιν αἴσθησιν. ὅταν δὲ ἀποκυηθῇ, ἤδη τὴν ἕξιν ἔχει· ἐπὰν γὰρ τελεία ἐγγένηται ἡ τοῦ αἰσθάνεσθαι κτὰ πᾶσαν αἴσθησιν ἕξις, εὐθὺς ἀποκυίσκεται· οὕτω γὰρ γεννᾶται τὸ ζῷον μετὰ τῆς ἕξεως τῆς αἰσθητικῆς. ἡ μὲν οὖν ἐκ τοὐ πρώτου δυνάμι εἰς τὴν ἕξιν μεταβολὴ ἐν τῇ κυήσει ὑπὸ τῆς ἐν τῷ γεννῶντι φύσεως γίνεται· ἡ δ’ ἐκ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν ὑπὸ τῶν αἰσθητῶν. διὸ ἅμα τῷ γεννηθῆναι, ἐὰν παρῇ τὸ αἰσθητόν, ἀντιλαμβάνεται τὸ γεννηθέν· ὅθεν εὐθὺς κλαυθμυρίζεται εἰς ἀσυνήθη καὶ ψυχρὸν ἀέρα ἐμπῖπτον, καὶ ἁμιλλώμενον οὐ μόνον τῆ ἁφῇ τοῦ περιέχοντος ἀέρος, ἀλλὰ καὶ τῇ ὄψει τοῦ φωτός. δῆλον δ’ ὅτι ὥσπερ τούτων αἰσθάνεται, οὕτω κἄν τὰ τῶν λοιπῶν αἰσθήσεων αἰσθητὰ παρῇ, πείσεται πάντως, ψόφων φημὶ καὶ γευστῶν καὶ ὀσμῶν. οὕτω μὲν οὖν ἐπὶ τῆς αἰσθητικῆς ψυχῆς τό τε δυνάμει καὶ τὸ ἐνεργείᾳ καὶ ἡ κατὰ ταῦτα μεταβολή· ἔκ τε τῆς ἐπιτηδειότητος εἰς τὴν ἕξιν ὁ γεννήσας, ἀπὸ δὲ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν τὰ αἰσθητά, ὅταν αὐτά τε παρῇ καὶ ὅσων ἄλλων χρεία εἰς τὴν τούτων ἀντίληψιν, οἷον φωτὸς μὲν ἐπὶ τῶν ὁρατῶν καὶ τοῦ διαφανοῦς καὶ καθαροῦ καὶ ἀνεπιθολώτου, τοῦ διηχοῦς δ’ ἐπὶ τῶν ψόφων, καὶ τοῦ διόσμου ἐπὶ τῶν ὀσφραντῶν. ἐπειδὴ δὲ καὶ ἐν τῇ λογικῇ ψυχῇ ἔστι τὸ διττὸν δυνάμει καὶ ἐνεργείᾳ, τί ἄν εἴη καὶ ἐπὶ ταύτης τῆς μεταβολῆς αἴτιον; ἔξω μὲν οὖν σωμάτων οὖσα κεχώρισται πάντῃ τοῦ πρώτου δυνάμει, νοῦς οὖσα καθαρὸς καὶ πάντα τὰ νοητὰ καθ’ ἕξιν ἔχουσα, πεσοῦσα δ’ εἰς τὴν γένεσιν, ὥσπερ ὁ ἐπιστήμων ὑπὸ νόσου ἢ χρόνου ἢ λουτροῦ, μεταβάλλει ἐξ ἐπιστήμης εἰς ἀνεπιστημοσύνην, καὶ γίνεται κατὰ τὸ πρῶτον δυνάμει ἐπιστήμων τὴν ἐπιτηδειότητα μόνην ἔχουσα, οὐ μὴν τὴν ἕξιν. ἄγεται δ’ εἰς τὴν ἕξιν ὑπὸ τοῦ διδασκάλου ἢ καὶ ὑπὸ τῶν αἰσθητῶν, αὐτὴ ζητοῦσα καὶ εὑρίσκουσα καὶ διὰ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἀνιοῦσα· ἐπὰν δὲ τὴν ἕξιν κτήσηται, τὸ τηνικαῦτα τὴν βούλη- σιν ἔχει ποιητικὸν αἴτιον τοῦ μεταβάλλειν ἐπὶ τὴν ἐνέργειαν ἀπὸ τῆς ἕξεως· ὅταν γὰρ προαιρῆται, προχειρίζεται τοὺς ἐν αὐτῇ λόγους εἰς ἐνέργειαν * * * λέγω δὲ τοῦ αἰσθητοῦ, ὁ δὲ νοῦς οὐδὲν ἔξωθεν δεῖται, ἀλλ’ αὐτὸς ἑαυτὸν προάγει. ἀποδίδωσιν οὖν τούτου τὴν αἰτίαν, ὅτι ἡ μὲν αἴσθησις μερικοῦ τινος τὴν ἀντίληψιν ἔχει, τὸ δὲ μερικὸν σῶμά τί ἐστιν· εἰκότως οὖν ἔξωθεν· ὁ δὲ νοῦς τῶν καθόλου ἀντιλαμβάνεται, τὰ δὲ καθόλου λόγοι, οὗτοι δὲ οὐκ ἔξωθεν, ἀλλ’ ἐν αὐτῇ τῇ ψυχῇ· διὸ οὐ δέεται ὁ νοῦς ἔξωθέν τινος τοῦ τελειοῦντος. εἶπεν δ’ εὐθὺς ἔχειν ἤδη ὥσπερ ἐπιστήμην καὶ τὸ αἰσθάνεσθαι, οὐχ ὡς εὐθὺς τῷ γεννηθῆναι τῶν ζῴων ἐπιστήμην ἐχόν|των, ἀλλὰ τὸ διττὸν τῆς αἰσθήσεως δηλῶσαι βουληθείς, τό τε κατὰ τὴν ἔξιν καὶ τὸ κατὰ τὴν ἐνέργειαν, τὴν κατὰ τὴν ἕξιν αἴσθησιν ὁμοίαν εἶπεν εἶναι τῇ τῆς ἐπιστήμης παρουσίᾳ· ὥστε παραδείγματος ἕνεκεν τὴν ἐπιστήμην παρέθετο. ἔχει γὰρ ἡ αἴσθησις τὴν αἰσθητικὴν δύναμιν ὥσπερ τινὰ ἐπιστήμην· ὡς γὰρ τὸ μανθάνον διὰ μαθήσεως μεταβάλλον ἔχει τὴν ἐπιστήμην, οὕτω καὶ τὸ γεννηθὲν εὐθὺς τὴν καθ’ ἕξιν αἴσθησιν ἔχει· ὃ γὰρ ἐπ’ ἐκείνου ἡ μάθησις, τοῦτο ἐπὶ τούτου ἡ γέννησις. εἰ δὲ ἔχει εὐθὺς τῷ γεννηθῆναι τὴν καθ’ ἕξιν αἴσθησιν, οὐ δι’ ἀλλοιώσεως ἄρα γίνεται τὸ αἰσθάνεσθαι κατ’ ἐνέργειαν, ὥσπερ οὐδὲ τὸ ἐνεργεῖν κατὰ τὴν ἐπιστήμην δι’ ἀλλοιώσεως γίνεται. καὶ τὸ κατ’ ἐνέργειαν δὲ ὁμοίως λέγεται τῷ θεωρεῖν· ὥσπερ <γὰρ> τὸ κατὰ δύναμιν αἰσθάνεσθαι ἐστι τῷ ἐπίστασθαι, οὕτως τὸ κατ’ ἐνέργειαν αἰσθάνεσθαι τῇ κατ’ ἐπιστήμην θεωρίᾳ ὅμοιον. p. 417b19 Διαφέρει δέ, ὅτι τοῦ μὲν τὰ ποιητικὰ τῆς ἐνεργείας ἔξωθεν. Εἰπὼν ὅμοιον εἶναι τὸ κατ’ ἐνέργειαν αἰσθάνεσθαι τῷ θεωρεῖν, λέγει καὶ πῇ διαφέρει, ὅτι τῆς μὲν κατ’ ἐνέργειαν αἰσθήσεως ἔξω τὰ ποιητικά ἔξωθεν γὰρ προσπιπτόντων τῶν αἰσθητῶν αἰσθανόμεθα), τὰ δὲ θεωρητὰ οὐκ ἔξωθεν. εἶτα καὶ τὴν αἰτίαν προστίθησι τοῦ τὰ μὲν ἔξωθεν προσπίπτειν τὰ δὲ μή, ὅτι ἡ μὲν αἴσθησις τῶν καθ’ ἕκαστά ἐστι, ταῦτα δὲ ἐν ἰδίᾳ ὑποστάσει, ὧν καὶ χρῄζει εἰς τὸ εἶναι τὸ ζῷον πρὸς γὰρ τὴν τούτων χρείαν ἡ αἴσθησις τῷ ζῴῳ δέδοται), ἡ δὲ ἐπιστήμη τῶν καθόλου ἀντιλαμβάνεται, τὰ δὲ καθόλου, φησίν, ἐν αὐτῇ πώς εἰσι τῇ ψυχῇ. ἀκριβῶς δὲ τὸ πῶς προσέθηκεν, ἤτοι ἐπειδὴ τὸ ἐν αὐτῇ ὡς ἔν τινι τόπῳ, ὥσπερ καὶ αὐτὸς ἐν τοῖς ἑξῆς φησι “καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν τόπον εἰδῶν’’, οὐ κυρίως δὲ δῆλον ὅτι ἐν τόπῳ, ἀλλὰ κατὰ ἀναλογίαν, ἢ ὅτι καὶ τῶν καθόλου ἡ μὲν ὑπόστασις ἐν τοῖς καθ’ ἕκαστά ἐστιν, ὅταν δὲ ὡς καθόλου καὶ κοινὰ λαμβάνηται, ἐν τῇ ψυχῇ γίνεται· τὸ γὰρ κοινῶς αὐτοῖς εἶναι ἐν τῷ νοεῖσθαί ἐστι τὴν κοινότητα αὐτῶν, τὰ δὲ νοήματα ἐν τῇ ψυχῇ. τὸ δὲ διὸ νοῆσαι μὲν ἐπ’ αὐτῷ εἶπεν, ἀλλ’ οὐκ ἐπ’ αὐτῇ, τουτέστιν ἐν τῷ ἔχοντι τὴν ψυχήν. p. 417b26 ‘Oμοίως δὲ τοῦτ’ ἔχει κἀν ταῖς ἔπι ἐπιστήμαις τῶν αἰσθητων, καὶ δία τὴν ἀυτὴν αἰτίαν. Οὐ μόνον, φησίν, ἡ αἴσθησις περὶ τὰ κατὰ μέρος καὶ αἰσθητὰ ἔχουσα δεῖται τῶν ἔξωθεν παρόντων, ἵνα ἐνεργήσῃ, ἀλλὰ καὶ αὐταὶ αἱ περὶ τὰ αἰσθητὰ ἔχουσαι ἐπιστῆμαι οὐκ ἐφ’ ἑαυταῖς ἔχουσι τὸ ἐνεργῆσαι, ὅταν βούλωνται, ἀλλὰ δεῖ καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῆς αἰσθήσεως παρεῖναι ἔξωθεν περὶ ὃ ἡ ἀπ’ αὐτῶν ἐνέργεια γίνεται. καὶ γὰρ καὶ αὗται περὶ τὰ καθ’ ἕκαστα καὶ ἔξω καὶ ἐν ἰδίᾳ ὑποστάσει καταγίνονται, οἷον ὁ πολιτικός, ὁ μηχανικὸς καὶ ἁπλῶς οἱ κατὰ μέρος τεχνῖται· τούτων γὰρ ἡ ἐπιστήμη περὶ τὰ καθ’ ἕκαστα. οἷον ὁ πολιτικὸς σκέψεται, εἰ δεῖ τόνδε τὸν στρατηγὸν παραλαβεῖν, καὶ ὁ οἰκοδόμος, εἰ χρηστέον τῷδε τῷ λίθῳ· τούτων δὲ ἡ σκέψις μερικῶν ὄντων ἐπιστήμης ἐστὶ δηλονότι, καὶ οὐκ αἰσθήσεως. ἡ μὲν οὖν καθόλου κατὰ τὰς τέχνας θεωρία ἐν αὐτοῖς, ἡ δὲ ἀπὸ τῶν τεχνῶν περὶ τὰ καθ’ ἕκαστα θεωρία γινομένη οὐκέτι ἐπ’ αὐτοῖς· δεῖ γὰρ τῆς ὕλης καὶ τῶν ὀργάνων. p. 417b28 Ἀλλὰ περὶ μὲν τούτων διασαφῆσαι καιρὸς γένοιτ’ ἂν καὶ εἰσαῦθις. Πῶς τὸ θεωρεῖν τὰ καθόλου ἐφ’ ἡμῖν, καὶ πῶς ὁ πρακτικὸς νοῦς ἀντιλαμβάνεται τῶν κατὰ μέρος. ὑπερτίθεται οὖν νῦν τὴν περὶ τούτων σκέψιν· ἐρεῖ γὰρ περὶ τούτων ἐν τῷ τρίτῳ λόγῳ. οὗ δὲ χάριν τὴν διαίρεσιν ἐποιήσατο τοῦ δυνάμει καὶ τοῦ ἐνεργείᾳ, ὑπομιμνήσκει ἡμᾶς· ὑπὲρ γὰρ τοῦ δεῖξαι, πῶς λέγεται τὰ ζῷα, ὅτε μὴ αἰσθάνεται, δυνάμει αἴσθησιν ἔχειν· κατὰ γὰρ τὴν δευτέραν δύναμιν, ἥτις ἤδη ἐπὶ τῶν τὰς ἕξεις ἐχόντων κατηγορεῖται, ἐφ’ ὧν οὔτε τὸ πάσχειν οὗτε τὸ ἀλλοιοῦσθαι λεχθείη ἄν κυρίως· εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ οὐκ εἰς τὸ ἐναντίον ἡ μεταβολή, ὡς εἶπεν. p. 417b32 Ἐπεὶ δὲ ἀνώνυμος αὐτῶν ἡ διαφορά, διώρισται δὲ περὶ αὐτῶν ὅτι ἕτερα καὶ πῶς ἕτερα, χρῆσθαι ἀναγκαῖον τῷ πάσχειν καὶ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν. ἐπειδὴ χρῆται τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ἐπὶ τῆς κατ’ ἐνέρδιὸ γειαν αἰσθήσεως, εἶπεν δ’ ὅτι οὔτε πάσχειν οὔτε ἀλλοιοῦσθαί ἐστι τὸ αἰσθάνεσθαι, τὴν αἰτίαν τοῦ χρῆσθαι τοῖς ὀνόμασι τούτοις ἐπὶ τοῦ αἰσθάνεσθαι λέγων, ἐπειδὴ γάρ, φησίν, ἀνώνυμός ἐστιν ἡ διαφορὰ τῶν δυνάμεων τούτων οὐ γὰρ ἔχομεν ἰδίοις ὀνόμασι διακεκριμένην ἑκατέραν τῶν δυνάμεων) ἐμάθομεν δὲ λόγῳ, τίς ἡ διαφορὰ τῶν δυνάμεων τούτων, ἀνάγκη ἡμᾶς χρῆσθαι ἐπ’ αὐτοῖς τῷ πάσχειν καὶ τῷ ἀλλοιοῦσθαι ὡς κυρίοις ὀνόμασιν, ἐπειδή, ὡς εἶπον, ὀνόματα αὐταῖς ἐν τῆ συνηθείᾳ οὐ κεῖται. p. 418a3 Τὸ δ’ αἰσθητικὸν δυνάμει ἐστὶν οἷον τὸ αἰσθητὸν ἤδη ἐντελεχείᾳ, καθάπερ εἴρηται. Ἐπειδὴ μέλλει λέγειν ὅτι πάσχει τὸ αἰσθητικὸν ὑπὸ τοῦ αἰσθητοῦ, εὐλόγως τοῦτο προείληφε τὸ δυνάμει | εἶναι τὸ αἰσθητικὸν οἷον τὸ αἰσθητόν ἐστιν ἐντελεχείᾳ. ἤδη δὲ τοῦτο προείρηκε καὶ ὅτε ἐζήτει, εἰ τὸ ὅμοιον ὑπὸ τοὐ ὁμοίου πάσχει ἡ τοῦ ἀνομοίου. δυνάμει δέ ἐστι τὸ αἰσθητικὸν οἷον τὸ αἰσθητὸν κατὰ τὴν δευτέραν δύναμιν. οὐ γὰρ παθόν τι οὐδὲ ἀπ’ ἐναντίας ἕξεως μεταβάλλον ὁμοιοῦται αὐτῷ, ἀλλὰ τὸ εἶδος αὐτοῦ δεξάμενον, οὐχ ὡς ὕλη αὐτοῦ γινόμενον· οὐδὲ γὰρ λευκὴ γίνεται ἡ αἴσθησις δεξαμένη τὸ εἶδος τοῦ αἰσθητοῦ διὸ οὐδὲ πάσχειν οὐδὲ ἀλλοιοῦσθαι κυρίως λέγεται), ἀλλὰ τὸν λόγον τοῦ εἴδους γνωστικῶς ἐν ἑαυτῇ δεχομένη. ὥσπερ γὰρ τὸν κηρόν φαμεν δυνάμει εἶναι ὅπερ τὸν δακτύλιον, διότι παθὼν ὑπ’ αὐτοῦ γίνεται ὅπερ ἐστὶν ἐκεῖνος ἐνεργείᾳ, οὐ τὴν ὕλην αὐτοῦ δεξάμενος, ἀλλὰ μόνον τὸ εἶδος, οὕτω καὶ ἡ αἴσθησις παθοῦσα ὑπὸ τῶν αἰσθητῶν τὰ εἴδη αὐτῶν ἀσωμάτως ἀναμάττεται. διαφέρει δέ ὅτι ὁ μὲν κηρὸς αὐτὸς ὕλη γίνεται τοῦ εἴδους τοῦ ἐν τῷ δακτυλίῳ, ἡ δ’ αἴσθησις οὐχ ὕλη γίνεται τοῦ αἰσθητοῦ, ἀλλὰ γνωστικῶς τὴν ἰδέαν αὐτοῦ ἐκμάττεται· ἔχει δέ τι ᾦ πλέον ἡ αἴσθησις παρὰ τὸν κηρόν· ὁ μὲν κηρὸς γὰρ εἰ καὶ ὕλη γίνεται τοῦ εἴδους τοῦ ἐν τῷ δακτυλίῳ, ἀλλὰ οὐ δι’ ὅου αὐτοῦ δέχεται τὸ εἶδος, ἀλλ’ ἐπιπολῆς, ἡ μέντοι αἰσθητικὴ δύναμι.ς ὅλη δι’ ὅλης ζωτικῶς τὰς τῶν αἰσθητῶν ἀπομάττεται ἰδέας. p. 418a4 Πάσχει μὲν οὖν οὐχ ὅμοιον ὄν, πεπονθὸς δὲ ὡμοίωται καὶ ἔστιν οἷον ἐκεῖνο. Εἰπὼν ἐν τοῖς ἄνω, πῶς λέγεται πάσχειν τὸ πάσχον ὑπό τε τοὐ ὁμοίου καὶ ὑπὸ τοῦ ἐναντίου, τοῦτο καὶ ἐπὶ τῆς αἰσθήσεως ἁρμόζει, ὅτι πρὸ μὲν τοῦ παθεῖν ὑπὸ τοῦ αἰσθητοῦ οὐκ ἔστιν ὁμοία αὐτῷ κατ’ ἐνέργειαν, * * ὁμοία αὐτῷ γίνεται τὸν εἰρημένον πολλάκις τρόπον. προθέ μένος δὲ εἰπεῖν κοινῶς περὶ πάσης τῆς αἰσθήσεως ἀποδέδωκε λόγον τῆς αἰσθητικῆς ψυχῆς τὸ εἶναι αὐτὴν δυνάμει τοιαύτην, ὁποῖά ἐστι τὰ αἰσθητὰ ἐντελεχείᾳ, τῆς κατ’ ἐνέργειαν αἰσθητικῆς ψυχῆς δηλονότι τοιαύτης οὕσης ἐνεργείᾳ, οἷα τὰ αἰσθητά. εἰ δὲ τοιοῦτον; ἡ αἰσθητικὴ ψυχὴ ἐξ ἀνάγκης ἀχώριστος ἂν εἴη, εἴ γέ ἐστι δύναμις καθ’ ἣν τὸ ἔχον αὐτὴν ὁμοιούμενον τοῖς αἰσθητοῖς διὰ τοῦ πάσχειν πὼς ὑπ’ αὐτῶν καὶ ἀλλοιοῦσθαι ἀντιλαμβάνεται αὐτῶν. p. 418a7 Λεκτέον δὲ καθ’ ἑκάστην αἴσθησιν περὶ τῶν πρῶτον. Τὸν κοινὸν περὶ αἰσθήσεως λόγον ἀποδοὺς καὶ ὁρισάμενος τὴν αἰσθητικὴν δύναμιν ὅτι ἔστι δυνάμει ὅπερ τὸ αἰσθητόν, καὶ εἰπὼν <ὅτι> μὴ μὲν ὑπὸ τοῦ αἰσθητοῦ ἀνομοία ἐστί, παθοῦσα δὲ ὑπ’ αὐτῶν ὁμοία αὐτοῖς γίνεται, μετέρχεται εἰς τὸν περὶ ἑκάστης ἰδίᾳ αἰσθήσεως λόγον, διότι, καθὼς ἤδη εἶπεν, ἐν οἷς τὸ κοινῶς κατηγορούμενον μὴ ἔστι γένος ἀλλ’ ὁμώνυμος φωνή, οὐκ αὐτάρκης ὁ κοινὸς λόγος τὴν φύσιν τοῦ πράγματος ἡμῖν γνωρίσαι, ἀλλὰ δεῖ τὸν περὶ ἑκάστου σημαινομένου ὑπὸ τῆς ὁμωνύμου φωνῆς ἴδιᾳ λόγον ποιήσασθαι, ὁπότε οὐδὲ ὁ περὶ τῶν γενῶν λόγος αὐτάρκης εἰς τὸ γνωρίσαι τὰ εἴδη τὰ καθ’ ἕκαστον. μέλλων δὲ τὸν περὶ ἑκάστης αἰσθήσεως ἀποδοῦναι λόγον πρότερον περὶ τῶν ἑκάστῃ αἰσθήσει αἰσθητῶν διαλαμβάνει διὰ τὸν πολλάκις εἰρημένον λόγον, εἶτα περὶ τῶν ἐνεργειῶν αὐτῶν καὶ οὕτως περὶ τῶν δυνάμεων. ζητήσειε δ’ ἄν τις, διὰ τί μὴ πρὸ τοὐ κοινοῦ λόγου τῆς αἰσθήσεως διέλαβε περὶ τοῦ ἁπλῶς αἰσθητοῦ. λέγω οὖν ὅτι συμπεριέλαβε καὶ τὸν περὶ τούτου λόγον ἐν τῷ περὶ τῆς αἰσθήσεως κοινῶ λόγῳ, ἔνθα ἔλεγε τῶν στοιχείων εἶναι τὴν αἴσθησιν καθ’ αὑτὰ ἢ τὰ συμβεβηκότα τούτοις, καὶ πάλιν εἰπὼν ὅτι ὅπερ τὸ αἰσθητὸν ἐνεργείᾳ, τοῦτο δυνάμει ἡ αἴσθησις, καὶ ὅτι τοῦ μὲν αἰσθητικοῦ τὰ ποιητικὰ ἔξωθεν <καὶ> καθ’ ἕκαστα, τοῦ δὲ νοητικοῦ ἐν αὐτῷ καὶ καθόλου. διὰ τούτων πάντων τί ποτέ ἐστι τὸ ἀπλῶς αἰσθητὸν ἐσήμανεν, ὅτι τὰ συμβεβηκότα τοῖς στοιχείοις, ὅτι τὰ μερικά, ὅτι ταῦτα οἷς ἡ αἴσθησις κατ’ ἐνέργειν ὑπ’ αὐτῶν πάσχουσα ὁμοιοῦται πρότερον δυνάμει οὖσα ὁμοία αὐτοῖς. καὶ ἐνταῦθα δὲ μέλλων περὶ τῶν ἰδίως ἑκάστῃ αἰσθήσει αἰσθητῶν διαλεχθῆναι, πρότερον διαίρεσίν τινα παραδίδωσι καθόλου τῶν αἰσθητῶν πάντων, ποσαχῶς λέγεται, ἵνα τὰ κυρίως αἰσθητὰ ἀπὸ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν, ἅπερ οὐδὲ αἰσθητά ἐστι, τῷ οἰκείῳ λόγῳ χωρίσας περὶ τούτων τὸν λόγον ποιήσηται, καὶ μὴ παραπίπτοντα κἀκεῖνα ταράσσῃ τὴν διδασκαλίαν. τριχῶς οὖν, φησί, λέγεται τὰ αἰσθητά. τῶν γὰρ αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός· καὶ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ μὲν κοινά ἐστι τῶν αἰσθήσεων, τὰ δὲ ἴδια ἑκάστης. ἴδια μὲν οὖν ἑκάστης αἰσθήσεώς εἰσιν αἰσθητὰ τὰ αὐτῇ μόνῃ ὑποπίπτοντα, οἷον ὄψει μὲν χρώματα, ἀκοῇ δὲ ψόφοι, ὀσφρήσει δὲ ἀτμοί, γεύσει δὲ χυμοί, τῇ ἀφῇ δὲ θερμότης, ὑγρότης, ψυχρότης, ξηρότης, ἀντιτυπία, βάρος καὶ τὰ ὅμοια. ἴδια δὲ ταῦτα λέγονται αἰσθητά, διότι οὐχ ὑποπίπτουσιν ἄλλῃ αἰσθήσει· οὔτε γὰρ ἡ ὄψις ἀτμῶν ἢ χυμῶν ἢ ἁπτῶν ἀντιλαμβάνεται οὔτε τῶν ἄλλων οὐδεμία αἰσθήσεων τῶν ἄλλῃ αἰσθήσει ἀντιληπτῶν ἀντιλαμβάνεται. ταῦτα μὲν οὖν ἴδια αἰσθητά· κοινὰ δὲ αἰσθητά φησιν εἶναι πέντε τινά, κίνησιν, ἠρεμίαν, ἀριθμόν, σχῆμα, μέγεθος. κοινὰ δέ φησιν εἶναι ταῦτα πασῶν, οὐχ ὅτι ἓν ἕκαστον αὐτῶν πάσαις ταῖς αἰσθήσεσιν ὑποπίπτει, ἀλλ’ ὅτι ἕκαστον πλείοσι καὶ οὐ μιᾷ, τινὰ δὲ καὶ πάσαις ἅμα. τὸ μὲν γὰρ μέγεθος κοινόν ἐστιν αἰσθητὸν ὄψεως καὶ ἁφῆς· ὁρῶμεν γὰρ ὅτι μέγας ἐστὶν ὁ ἄνθρωπος ἢ μέγα τὸ ὄρος, καὶ ἁπτόμενοι δὲ αἰσθανόμεθα ὅτι μέγας ἢ μικρὸς ὁ προσπεσὼν ὄγκος καὶ τὸ διάστημα. ἤδη δὲ καὶ ψόφου λέγομεν ᾐσθῆσθαι μεγάλου ἢ μικροῦ, ἀλλ’ ἐνταῦθα κατὰ ἀναλογίαν τὸ i 8v μέγεθος εἴληπται, οὐ κυρίως. μέγεθος γὰρ νῦν λέγομεν τὸ συνεχὲς τῶν κοινῶν εἶναι αἰσθητῶν· ὁ μέντοι μέγας ψόφος ποιότητός ἐστιν ἐπιτεταμένης καὶ ἀνειμένης δηλωτικός, διὸ τὸ ἀμυδρὸν ἢ σφοδρὸν κυριώτερον ἐπὶ τῶν ψόφων ἁρμόζει λέγειν. τὸ δὲ σχῆμα κοινόν ἐστι καὶ αὐτὸ αἰσθητὸν ἁφῆς καὶ ὄψεως. σχῆμα δὲ λέγω, οὐχ ὅτι τόδε τρίγωνον ἢ κύκλος τοῦτο γὰρ λόγου ἐστὶ τὸ εἰπεῖν ὅτι σχῆμά ἐστιν ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἢ ὑπὸ τριῶν ἢ ὁσωνδήποτε) ἀλλ’ ὅτι ἀπλῶς περιγέγραπται, πᾶσα δὲ περιγραφὴ κατά τι τῶν σχημάτων γίνεται. Ναὶ τὰ ἄλογα γοῦν ὅταν ἐπὶ μικρὸν ὕψος καὶ ἐπανάστημα γῆς ἐμπέσωσιν, ἐπιβαίνουσι διελθεῖν, ἅτε δὴ ἐπισταμενα ὡς περιγέγραπται τὸ μέγεθος, καὶ οἷά τέ ἐστιν διελθεῖν· εἰς δὲ ὑψηλὸν πάνυ καὶ ἀπόκρημνον χωρίον ἐμπεσόντα οὐδὲ ἐπιχειρεῖ παρελθεῖν συναισθανόμενα καὶ τοῦ μεγέθους καὶ τοῦ σχήματος· ὥστε καὶ αὐτοῦ τοῦ εἴδους τοῦ σχήματος ἀμυδρά τις αὐτοῖς γίνεται συναίσθησις· φεύγει γοῦν τὰς τοιάσδε τῶν ὁδῶν τὰς εἰς ὀξὺ ἢ κοῖλον ἐσχηματισμένας, αἱρεῖται δὲ τὴν λείαν καὶ ἐπ’ εὐθείας. ὁ δὲ ἀριθμὸς κοινόν ἐστιν αἰσθητὸν πασῶν· ὁρῶμεν γὰρ ὅτι πέντε τυχὸν οἱ ἄνθρωποι, ἀλλὰ καὶ ψηλαφῶντες τὸ αὐτὸ τοῦτο ἴσμεν, καὶ ἀκούοντες δὲ ἴσμεν ὅτι πλειόνων ἢ ἐλαττόνων ἢ ἑνός ἐστιν ἡ προσπεσοῦσα φωνή. ἀπορήσειε δ’ ἄν τις ἐν τούτοις, πῶς οὐχὶ ὁ Ἀριστοτέλης λέγων τὸν ἀριθμὸν κοινὸν αἰσθητὸν εἶναι οὐ μόνον τοῖς ἄλλοις ἐναντιοῦται φιλοσόφοις καὶ αὐτῇ τῇ ἐναργείᾳ τῶν πραγμάτων, ἀλλὰ καὶ ἑαυτῷ· ἐν γὰρ τῇ Φυσικῇ εἰπὼν ἀριθμὸν κινήσεως εἶναι τὸν χρόνον τὸ ἀριθμεῖν ἔφησε μόνου εἶναι τοῦ νοῦ· οὐδὲν γάρ, φησίν, ἀριθμεῖν δύναται ἀλλ’ ἡ ἡ ψυχὴ καὶ ψυχῆς ὁ νοῦς. πῶς οὖν ἐκεῖ μὲν τὸν νοῦν μόνον οὖν ὅτι αὐτοῦ μὲν τοῦ εἴδους τοῦ ἀριθμοῦ ὁ νοῦς ἐστιν ἀντιληπτικός, ἡ μέντοι αἴσθησις οὐχ ὡς τοσοῦδε ἀριθμοῦ ἀντιλαμβάνεται, ἀλλ’ ἁπλῶς ὡς πεπληθυσμένου ἢ μονάδος, καὶ ὡς ἐλάττονος πλήθους ἢ πλείονος· ὁ δὲ νοῦς ἐστιν ὁ διὰ τῆς αἰσθήσεως καὶ τὸ τοῦ ἀριθμοῦ εἶδος ἐπιγινώσκων. ὅτι δὲ καὶ ἡ ἀκοὴ τοῦ ἀριθμοῦ τούτου ἀντιλαμβάνεται, πρόδηλον. ‘ἵππων μέν’, φησίν, ‘ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει᾿. οἶδε γὰρ αἱ προσπεσοῦσαι φωναὶ φθόγγων εἰσὶν ἢ ἑνός. ὅτι δὲ καὶ γεύσει καὶ ὀσφρήσει αἰσθητός ἐστιν ἀριθμός, δῆλον· αἰσθάνεται γὰρ καὶ ἡ ὄσφρησις διαφόρων ὀσμῶν, ὡς ὅταν δυσώδης καὶ εὐώδης ἀτμὸς ὁμοῦ προσπέσῃ ἤγουν καὶ διάφοροι κατ’ εἶδος, ἢ εὐώδεις ἢ δυσώδεις. ὁμοίως καὶ ἡ γεῦσις· εἰ κεαννύει γοῦν ἀψίνθιον μέλιτι, συναισθάνεται ἀμφοτέρων. καὶ ἡ κίνησις δὲ καὶ ἡ στάσις κοινά εἰσιν αἰσθητὰ πασῶν τῶν αἰσθήσεων πλὴν τῆς γεύσεως. ὅτι μὲν γὰρ ἡ ὄψις αἰσθάνεται τοῦ τρέχοντος καὶ ἱσταμένου, πρόδηλον. ἀλλὰ καὶ ἀκοή· εἰ μὲν γὰρ ἀπὸ τοῦ αὐτοῦ τόπου προσβάλλοι ἡμῖν ὁ ψόφος, αἰσθάνεται ὅτι ἕστηκε τὸ ψοφοῦν, εἰ δὲ μὴ ἀπὸ τοῦ αὐτοῦ, ἀλλὰ ἄλλοτε ἐξ ἄλλου, ὅτι κινεῖται· καὶ ἐπὶ τῶν ἀτμῶν ὡσαύτως. καὶ ἡ ἁφὴ δὲ πρόδηλον ὡς αἰσθάνεται τοῦ κινουμένου τε καὶ ἱσταμένου· αἰσθάνεται γοῦν τὸ σῶμα ἐν ὕδατι ὂν ἢ ἱσταμένου αὐτοῦ ἢ παραρρέοντος. μήποτε δὲ καὶ ἡ γεῦσις, εἰ τὸ γευστὸν παρατρέχοι τὸ αἰσθητήριον, αἰσθάνεται τῆς κινήσεως ἢ τῆς στάσεως. εἰ γοῦν τις ῥάβδον χρίσοι μέλιτι, εἶτα διὰ τοῦ στόματος παραφέροι, ἀντιλήψεται τοῦ χυμοῦ μὴ ἑστῶτος· πλὴν εἰ τὴν ἁφὴν τῆς τοιαύτης αἰτιάσαιτό τις, οὐ τὴν γεῦσιν, οὐ διαφερόμεθα. ἔστιν οὖν ἀριθμὸς μὲν πάσαις αἰσθητός, στάσις δὲ καὶ κίνησις ἄνευ γεύσεως ταῖς λοιπαῖς. σχῆμα δὲ καὶ μέγεθος ταῖς † τρισίν, ὄψει, ἀκοῇ, ὀσφρήσει. κατὰ συμβεβηκὸς δέ εἰσιν αἰσθηταὶ αἱ οὐσίαι· καθ’ αὑτὸ μὲν γὰρ ἀντιλαμβάνεται ἡ ὄψις τοὐ χρώματος ἢ τοῦ σχήματος, κατὰ συμβεβηκὸς δ’ ὅτι τοῦτο Σωκράτης· ὁ γὰρ νοῦς ἐστιν τῶν οὐσιῶν ἀντιληπτικός. καὶ τὰ ἑκάστης δ’ ἴδια αἰσθητὰ ταῖς λοιπαῖς κατὰ συμβεβηκός εἰσιν αἰσθητά· ἑωρακότες γάρ τι ξανθὸν οἷον στύρακά φαμεν ὅτι εὐῶδές τι εἶδον· κτὰ συμβεβηκὸς γὰρ τὸ εὐῶδες ἰδεῖν λέγω. καὶ ὀσφρανθεὶς σώρακός φημι ὅτι ξανθοῦ ὠσφράνθην, καὶ ἠχήσαντος ἀργύρου φημὶ ἀργύρου ἀκηκοέναι ἢ λευκοῦ ἀκηκοέναι, ὁμοίως εἰ ξύλον εἴη τὸ ψοφοῦν, καὶ ἐπὶ πάντων ὡσαύτως. καὶ γὰρ μέλιτός τις γευσάμενος ἐρεῖ τοῦ ξανθοῦ γεγεῦσθαι. ταῦτα οὖν πάντα κατὰ συμβεβηκός εἰσιν αἰσθητά, αἵ τε οὐσίαι καὶ τὰ ἑκάστης αἰσθητὰ ταῖς ἄλλαις. ποῖα μὲν οὖν τὰ ἴδια αἰσθητὰ καὶ ποῖα τὰ κοινὰ καὶ ποῖα τὰ κατὰ συμβεβηκός, εἴρηται· τίς δὲ ἡ διάκρισις αὐτῶν ἀπ’ ἀλλήλων καὶ ποῖα τὰ χαρακτηριστικὰ ἑκάστου, εἰσόμεθα τὸ ῥητὸν ἐπιόντες. ἰστέον δὲ ὅτι τὰ μὲν τῇ ὄψει καὶ τῇ ἀκοῇ καὶ τῇ γεύσει ὑποκείμενα i 8v αἰσθητὰ ὠνόμασται κοινοῖς ὑπὸ τῆς συνηθείας ὀνόμασι, τὰ μὲν τῆς ὄψεως χρώματα, τὰ δὲ τῆς ἀκοῆς ψόφοι, τὰ δὲ τῆς γεύσεως χυμοί· τὰ μέντοι τῇ ἁφῇ καὶ τῇ ὀσφρήσει ὑποκείμενα οὐκέτι κοινοῖς ὠνόμασται ὀνόμασιν· τὸ γὰρ ἁπτὰ ἢ ὀσφραντὰ λέγειν οὐκ αὐτῶν ἐστιν ὀνομασία, ἀλλὰ τῆς σχέσεως αὐτῶν τῆς πρὸς τὴν αἴσθησιν, ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν τὸ ὁρατὰ λέγειν ἢ ἀκουστὰ ἢ γευστά. ἀλλ’ οὐδὲ τῷ τῶν ἀτμῶν ὀνόματι κυρίως ἐχρησάμεθα ἐπὶ τῆς ὀσφρήσεως· ἀτμοὶ γὰρ καὶ οἱ ἐξ ὕδατος ἀνιόντες, ἀλλ’ οὐκ ὀσφραντοί. τῇ μὲν ὀσφρήσει μία τις ἀντίθεσις ἀντίκειται ἡ κατὰ τὸ εὐῶδες καὶ δυσῶδες, ἥτις, ὡς εἶπον, κοινὸν ὄνομα κείμενον οὐκ ἔχει· ὁμοίως οὐδὲ αἱ τῇ ἀφῇ ὑποκείμεναι πλείους οὖσαι ἀντιθέσεις, θερμὸν ψυχρόν, ξηρὸν ὑγρόν, σκληρὸν μαλακόν, καὶ αἱ λοιπαί. p. 418a11 Λέγω δ’ ἴδιον μὲν ὃ μὴ ἐνδέχεται ἑτέρᾳ αἰσθάνεσθαι, καὶ περὶ ὃ μὴ ἐνδέχεται ἀπατηθῆναι. | Διακρίνει τὰ ἴδια αἰσθητὰ ἀπὸ τῶν ἄλλων τῷ τε μὴ ἄλλῃ αἰσθήσει αἰσθητὰ εἶναι, ὅπερ οὔτε τὰ κοινὰ οὔτε τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ ἔχουσι· πλείοσι γὰρ μιᾶς ἀντιλαμβανόμεθα ἐκείνων. καὶ περὶ μὲν τῶν κοινῶν αἰσθητῶν δῆλον, περὶ δὲ τῶν κατὰ συμβεβηκὸς ὅτι οὐ μόνον ἑωρακότες τόδε τὸ λευκὸν αἰσθανόμεθα κτὰ συμβεβηκὸς ὅτι Σωκράτης ἐστίν, ἀλλὰ καὶ φωνῆς ἀκούσαντες γνωρίζομεν πάλιν κατὰ συμβεβηκὸς τὴν οὐσίαν, καὶ οὐ μόνον τῇ ὄψει γνωρίζομεν τόδε τὸ ξύλον ἤ τι τῶν δυσωδῶν ἢ εὐωδῶν, ἀλλὰ καὶ τῇ ὀσφρήσει· αἰσθηθέντες γὰρ τοιᾶσδε ὀσμῆς, κἂν μὴ θεασώμεθα, ἴσμεν τὴν οὐσίαν ἐξ ἧς ἡ ὀσμὴ καὶ τὸ χρῶμα. ὁμοίως καὶ τῇ γεύσει κατὰ συμβεβηκὸς γνωρίζομεν τὰς οὐσίας ἢ τῇ ἁφῇ, γεύσει μὲν ὡς τὸ μέλι ἤ τι τοιοῦτον, ἁφῇ δὲ ἄρτον, λίθον, κρέας καὶ τὰ ὅμοια. μία μὲν οὖν διάκρισις τῶν ἰδίᾳ αἰσθητῶν καὶ τῶν κοινῶν καὶ τῶν κατὰ συμβεβηκὸς αὕτη· ἑτέρα δὲ ὅτι περὶ μὲν τὰ ἴδια αἰσθητὰ κατὰ φύσιν ἐχουσῶν τῶν αἰσθήσεων καὶ ἐξ ὧν πεφύκασι τόπων ἀντιλαμβάνεσθαι προσβαλλουσῶν τοῖς αἰσθητοῖς, οὐκ ἀπατῶνται περὶ αὐτά, περὶ μέντοι τὰ κοινῶς αἰσθητὰ καὶ κατὰ συμβεβηκὸς ἀπάτη γίνεται. οὔτε γὰρ νοσοῦσαι οὔτε παρὰ φύσιν ἔχουσαι αἰ αἰσθήσεις, οὕτε ὁποσουοῦν διαστήματος ὄντων τῶν αἰσθητῶν ἀντιλαμβάνονται οὔτε ὁπουδήποτε κειμένων· οὐ γὰρ καὶ τὰ ὄπισθεν ὁρᾷ ἡ ὄψις χρώματα, ἀλλὰ τὰ ἔμπροσθεν οὕτω γὰρ πέφυκεν) οὐδὲ τὰ ἔμπροσθεν μέν, ἀπὸ τοῦ τυχόντος δὲ διαστήματος· ἀλλὰ ἀληθεύοι ἄν, ὅταν ταὐτά τε αὐτῇ παρῇ καὶ πρὸς τούτοις τὸ φῶς. περὶ δὲ τὰ κοινὰ αἰσθητὰ πλάνη γίνεται, ἔτι τε καὶ περὶ τὰ κατὰ συμβεβηκός. πόρρωθεν γὰρ ἑωρακότες τόδε τὸ λευκὸν ὅτι μὲν λευκόν ἐστιν ἴσμεν, πότερον δὲ λίθος ἐστὶν ἢ ξύλον ἤ τι τοιοῦτον, ἀγνοοῦμεν καὶ πολλάκις πλανώμεθα ἄλλο ἀντ’ ἄλλου νομίζοντες. καὶ φωνῆς μὲν ἀκούσαντες, μὴ ὁρῶντες δὲ τὸ φωνοῦν πλανώμεθα περὶ τὸν τόπον, ὅθεν ἡ φωνή. καὶ ὁ τόπος δὲ τῶν κατὰ συμβεβηκός ἐστιν αἰσθητῶν, ὡς δείξομεν ἐφεξῆς. ἔτι τε καὶ περὶ τὰ σχήματα πλάνη γίνεται· τὰ γοῦν εὐθύγραμμα πόρρωθεν ὁρώμενα περιφερῆ φαίνονται καὶ τὰ γεγωνιωμένα ἀγώνια. ἀλλὰ καὶ τὰ περιφερῆ εὐθύγραμμα δοκεῖ πόρρωθεν προσβάλλοντα κατὰ αὐτὴν τὴν γραμμήν, ὅπερ ἐπὶ τῆς διχοτόμου γίνεται σελήνης· τὴν γοῦν διορίζουσαν γραμμὴν τὸ πεφωτισμένον ἀπὸ τοῦ ἀφωτίστου κυκλοτερῆ οὖσαν εὐθεῖαν νομίζομεν. ἀλλὰ καὶ κινούμενόν τι ὁρῶντες ἑστάναι νομίζομεν, ὅταν πόρρωθεν ᾖ, καὶ τὸ ἑστὸς κινεῖσθαι, ὡς ὅταν οἱ πλέοντες τὴν γῆν κινεῖσθαι νομίζουσιν, ἑαυτοὺς δ’ ἑστάναι. ὁμοίως δὲ καὶ τὰ μεγέθη πόρρωθεν φαινόμενα καὶ ἐγγύθεν οὐχ ὁμοίως ἡμῖν προσβάλλουσιν, οὔτε τὰ δι’ ὕδατος καὶ ἀέρος· μείζονα γὰρ τὰ δι’ ὕδατος φαίνονται. ἀλλὰ καὶ περὶ τὸν ἀριθμὸν γίνεται πλάνη· πολλάκις γοῦν πλειόνων ᾀδόντων ἀκούσαντες δι’ ὁμοιότητα μίν εἶναι τὴν φωνὴν νομίζομεν, καὶ τὰ πόρρωθεν διακεκριμένα ὡς ἡνωμένα πολλάκις ὁρῶμεν. p. 418a13 Ἡ δ’ ἁφὴ πλείους μὲν ἔχει διαφοράς. ἀλλ’ ἑκάστηι γε κρίνει περὶ τούτων, καὶ οὐκ ἀπατᾶται ὅτι χρῶμα οὐδ’ ὅτι ψόφος, ἀλλὰ τί τὸ κεχρωσμένον ἢ ποῦ, ἢ τί τὸ ψοφοῦν ἢ ποῦ. τὰ μὲν οὖν τοιαῦτα λέγεται ἴδια ἑκάστου. Οὐχ ὥσπερ ἡ γεῦσις χυμῶν ἀντιληπτική ἐστι μόνων καὶ ἡ ὄψις χρωμάτων καὶ ἡ ὄσφρησις ὀσμῶν καὶ ἡ ἀκοὴ ψόφων, οὕτω καὶ τὰ τῆς ἁφῆς αἰσθητὰ ἑνὶ ἔστιν ὀνόματι περιλαβεῖν. ἑκάστη μὲν γὰρ τῶν ἄλλων αἰσθήσεων περὶ μίαν ἔχει ἀντίθεσιν· ὄψις μὲν γὰρ περὶ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξύ, γεῦσις δὲ περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὸ μεταξύ, ὄσφρησις δὲ περὶ τὸ εὐῶδες καὶ τὸ δυσῶδες, ἀκοὴ δὲ περὶ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον· ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἔχει ἀντιθέσεις μὴ δυναμένας ὑπὸ μίαν κοινὴν ἀντίθεσιν ἀναχθῆναι. καὶ γὰρ λείων καὶ τραχέων ἀντιλαμβάνεται, καὶ σκληρῶν καὶ μαλακῶν, καὶ βαρέων καὶ κούφων, καὶ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, ἅτινα οὔκ εἰσιν ὑπ’ ἄλληλα. ὅθεν καὶ ἀπορήσει ἐν τοῖς ἑξῆς, μήποτε οὐδὲ ἔστιν αἴσθησις ἡ ἁφή, ἢ εἰ καὶ αἴσθησις, οὐ μία ἐστὶν ἀλλὰ πλείους, εἴ γε αἱ μὲν ἄλλαι μιᾶς ἀντιθέσεως ἀντιλαμβάνονται, αὐτὴ δὲ πλειόνων. ἀλλ’ εἰ καὶ πλείους ἔχει διαφορὰς ἡ ἁφή, ὧν ἐστιν αἰτία ἀντιληπτική, οὐ διὰ τοῦτο ἀλλοιοτέρα • ἡ ταύτης κρίσις τῶν ἄλλων ἐστίν· ἀλλ’ ἑκάστη τῶν αἰσθήσεων κρίνει ὁμοίως περὶ τῶν ἰδίων, καὶ οὐκ ἀπατᾶται ἐν αὐτοῖς τὸ γὰρ ἀλλ’ ἑκάστη γε κρίνει περὶ τούτων περὶ πασῶν εἴρηκε τῶν αἰσθήσεων, οὐ τῆς ἁφῆς μόνης), ἀλλ’ ἔστιν ἀπάτη αὐταῖς περὶ ταῦτα, οἷς τὰ οἰκεῖα αὐτῶν αἰσθητὰ συμβέβηκεν· οὐ γὰρ περὶ τὸ χρῶμα ἡ ἀπάτη, ἀλλὰ περὶ ὃ τὸ χρῶμα, οὐδὲ περὶ τὸν ψόφον, ἀλλὰ περὶ τὸ ψοφοῦν. ἅπερ ἐστὶ κατὰ συμβεβηκὸς αἰσθητά. p. 418a17 Κοινὰ δὲ κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος· τὰ γὰρ τοιαῦτα οὐδεμιᾶς ἐστιν ἴδια, ἀλλὰ κοινὰ πάσαις· καὶ γὰρ καὶ ἀφῇ κίνησίς ἐστί τις αἰσθητὴ καὶ ὄψει. Εἰπὼν περὶ τῶν ἰδίων αἰσθητῶν νῦν λέγει περὶ τῶν κοινῶν· κοινὰ δὲ ταῦτά φησιν, ὅτι οὐδεμιᾶς ἰδίως, ἀλλὰ πασῶν κοινά. πασῶν δὲ εἶπεν, οὐχ ὅτι τὰ πέντε ταῖς πέντε εἰσὶν αἰσθητά οὐ γὰρ ἕκαστον αὐτῶν πάσαις αἰσθητὸν εἶναι δοκεῖ), ἀλλ’ ὅτι τὰ μὲν πάσαις, τὰ δὲ πλείοσιν, ὡς ἤδη εἴπομεν. δύναται γὰρ τὸ μέγεθος κατ’ ἀναλογίαν καὶ ἐπὶ ὀσφρήσεως λαμβάνεσθαι καὶ γεύσεως· εἰσὶ γὰρ καὶ αὗται τοῦ οἰκείου μεγέθους ἀντιληπτικαί, ἡ μὲν τοῦ ἐν ὀσμαῖς, ἡ δὲ τοῦ ἐν χυμοῖς, εἰ καὶ μὴ οἶδεν ἐπὶ τούτων ἡ συνήθεια τὸ τοῦ μεγέθους ὄνομα. p. 418a20 Κατὰ συμβεβηκὸς δὲ λέγεται αἰσθητόν, οἷον εἰ τὸ λευκὸν εἴη Διάρης. Εἰπὼν περὶ τῶν ἰδίᾳ αἰσθητῶν, εἰπὼν καὶ περὶ τῶν κοινῶν, νῦν λέγει καὶ περὶ τῶν κατὰ συμβεβηκός· εἰς γὰρ τὰ τρία ταῦτα τῶν αἰσθητῶν τὴν διαίρεσιν ἐποιήσατο. λέγεται δὲ ὁ Διάρης οὗτος φίλος εἶναι τῷ Ἀριστοτέλει· φέρονται γοῦν αὐτοῦ πρὸς αὐτὸν ἐπιστολαί. τὸ οὖν λευκὸν τὸ ἐν τούτῳ καθ’ αὑτὸ μὲν ὁρᾷ ἡ ὄψις, κατὰ συμβεβηκὸς δὲ ὅτι ἔστι Διάρης οἶδεν. τινὰ δὲ τῶν ἀντιγράφων ἔχουσι ‘Διάρους υἱός’. p. 418a23 Διὸ καὶ οὐδὲν πάσχει ᾗ τοιοῦτον ὑπὸ τοῦ αἰσθητοῦ. Τὰ μὲν ἴδια αἰσθητὰ τῶν κοινῶν αἰσθητῶν καὶ τῶν κατὰ συμβεβηκὸς διέκρινε τῷ περὶ ἐκεῖνα μὲν πλάνην μὴ συμβαίνειν, περὶ ταῦτα δ’ ἐνίοτε συμβαίνειν. ἐν γὰρ τῷ τῆς περιστερᾶς τραχήλῳ καὶ ἐν τοῖς τοιούτοις, ὅσα ποικίλων χρωμάτων ἔχει μῖξιν, ἡ ποικιλία αἰτία καὶ ἡ μῖξις καὶ ἡ πρὸς τὴν ἀκτῖνα τούτων σχέσις τῆς ἄλλοτε ἄλλως ἀντιλήψεως καὶ ἀπάτης. νῦν δὲ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ κατὰ συμβεβηκὸς διακρίνει. ὑπὸ μὲν γὰρ τῶν καθ’ αὑτό, φησίν, αἰσθητῶν πάσχουσιν αἱ αἰσθήσεις, οὐκέτι δὲ καὶ ὑπὸ τῶν κατὰ συμβεβηκός. καὶ ὅτι μὲν τὰ ἴδια αἰσθητὰ δρῶσι περὶ τὰς αἰσθήσεις. πρόδηλον· ὅτι δὲ καὶ τὰ κοινά, φανερὸν ἐντεῦθεν. τό τε γὰρ ὀξυγώνιον ἄλλως δρᾷ περὶ τὴν ὄψιν· ἀνιᾶ γὰρ αὐτήν· ἤδη δὲ τὸ ἀμβλυγώνιον, καὶ μᾶλλον τὸ λεῖον καὶ ἀγώνιον. καὶ περὶ τὴν ἁφὴν δὲ πρόδηλον ὅτι οὐχ ὁμοίως δρᾷ τὰ διάφορα σχήματα, ἀλλὰ ἄλλως μὲν τὸ ὀξυγώνιον, ἄλλως δὲ τὸ ἀμβλυγώνιον ἢ τὸ ἀγώνιον. ὁμοίως καὶ ἐπὶ κινή- σεως καὶ στάσεως οὔτε γὰρ τὸ αὐτὸ πάθος ὑπομένει ἡ ἀκοὴ ψόφου κινουμένου ἢ ἑστῶτος ἀκούουσα. ὁμοίως καὶ τῇ ὄψει γίνεταί τι πάθος ὑπὸ τούτων διάφορον, εἰ καὶ λόγῳ μὴ ἑρμηνεύειν τὰς ἰδιότητας αὐτῶν δυνάμεθα. ἀλλὰ καὶ ἡ ἁφὴ ἄλλο τι πάθος ὑπομένει κινουμένου τοῦ ἁπτοῦ, καὶ ἄλλο ἑστῶτος. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐν ποταμῷ ῥέοντι ἑστῶτες μιᾶς οὔσης τοῦ ὕδατος συνεχείας καὶ ὁμοίως, ᾗ ὕδωρ ἐστί, δρῶντος εἰς τὴν ἁφὴν συνῃσθόμεθα ὅτι κινεῖται, καὶ ἐὰν στῇ, ὅτι ἔστη. πρόδηλον οὖν καὶ ἐκ τούτου ὅτι γίνεται μέν τι διάφορον πάθος τῇ αἰσθήσει παρὰ ταῦτα, οὐ ῥητὸν δὲ τοῦτο, ὡς ἔχει καὶ ἐπὶ ἀριθμοῦ. πάσχομεν γάρ τι πάθος διάφορον πλήθους ἀκούοντες ἢ ἑνός· ὅθεν καὶ ἐκκρουόμεθα ὑπὸ τοῦ πλήθους τῶν φωνῶν, ὅπερ οὐκ ἄν συνέβη, εἰ μὴ ἔπασχέν τι ὑπὸ τοῦ πλήθους ἡ ἀκοή. ἀλλὰ καὶ δύο χρώματα ὁρῶντες, κἂν ὅμοια ᾖ, ἄλλως διατιθέμεθα τὴν ὄψιν. καὶ σαφὲς τοῦτο γίνεται, εἰ δύο λύχνοις ἅμα προσβάλλοι ἡ ὄψις· ἐκκρούεται γοῦν κἀνταῦθα ἡ ὄψις ἐν τῇ ἀντιλήψει τῶν ὁρατῶν. καίτοι τοῦτο οὐκέτι πάσχει, εἰ ἑνωθείη τὸ τῶν λύχνων πῦρ, οὐ μόνον τῶν δύο, ἀλλὰ καὶ πλειόνων. πόθεν δὲ καὶ πλήθους τῇ ἁφῇ ἀντιλαμβανόμεθα ἢ τῇ γεύσει, εἰ μή τι διάφορον ὑπ’ αὐτοῦ ἐπάσχομεν πάθος; εἰ μὴ πρὸς τοῦτό τις ἀντείποι ὅτι ἡ φὴ ὅταν αἰσθάνηται τοῦ πλήθους, οὐκ ἄλλο τι πάθος πάσχει, ἀλλ’ ἐπεὶ δι’ ὅλου τὸ σῶμα ἁπτικόν ἐστι, πλείονά ἐστι μόρια τὰ ἀντιλαμβανόμενα τῶν προσπελασάντων, καὶ οὕτως ἡ φαντασία, μᾶλλον δὲ ὁ λόγος συλλογίζεται ὅτι πλείους οἱ ἁψαμένου μήποτε δὲ καὶ ἐπὶ τῶν ὄψεων τὸ αὐτὸ συμβαίνει· ἄλλων γὰρ ὄψεων ἄλλως ὁρατῷ προσβαλλουσῶν συμβαίνει τῆς κρινούσης δυνάμεως μεριστῆς οὔσης περὶ τὸ σῶμα καὶ διεσπασμένως ἀντιλαμβανομένης τῶν ὁρατῶν συγχεῖσθαι τὸ φανταστικὸν ἅμ πλείονας τύπους δέξασθαι μὴ δυνάμενον. ὥστε οὐχ ἕτερον ἡ αἴσθησις ὑπομένει πάθος· δεῖ γάρ, εἰ μὴ μέλλοι συγχεῖσθαι ἡ φαντασία, ἓν καὶ συνεχὲς τῆς αἰσθήσεως τὸ πάθος εἰς αὐτὴν παραπέμπεσθαι. ἔτι δὲ καὶ τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν· ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίἤδη] νεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ἡ ὄψις, ᾗ μέγεθος τοσόνδε ἔχει ἤγουν ἐν τοσῷδε μεγέθει ἐστίν, ἤπερ ὑπὸ τοῦ ἐν ἐλάττονι μεγέθει ὁμοίως ὄντος λευκοῦ. καίτοι καθὸ λευκὸν ἢ καθὸ θερμὸν γίνεται, <τί> μᾶλλον δράσει τὸ μέγα τοῦ μικροῦ καὶ τὸ πολὺ τοὐ ὀλίγου, ἀλλὰ καὶ πρὸς τοῦτο εἴποι τις ἂν ὅτι ἀθρόαι οὖσαι αἱ δυνάμεις ῥώννυνται μᾶλλον καὶ ἑαυτῶν δυναμικώτερα) γίνονται, ὡς ἐπὶ τῶν βαρῶν ἐστι προφανές· συνιόντα γοῦν τὰ βάρη βαρύτερα γίνεται ἅμα ὄντα ἢ ὅτε ἦν διακεκριμένα. ὅταν οὖν ἐν μείζονι ᾖ ὑποκειμένῳ τὸ χρῶμα, κἂν τὸ αὐτὸ ᾖ τῷ ποιῷ, μᾶλλον δράσοι ῥωννύμενον ὑπὸ τῆς τῶν ὁμοίων συνεχείας. ὅπερ καὶ ἐπὶ τοῦ πυρὸς γίνεται· μᾶλλον γὰρ καίει τὸ πλεῖον. ἰστέον δὲ ὅτι τὰ κοινὰ αἰσθητὰ κεχωρισμένα μὲν τῶν ἰδίων αἰσθητῶν οὐδὲ δρᾷ τι περὶ τὰς αἰσθήσεις οὐδ’ ὅλως ἐστὶν ἀντιληπτά, οἷον τοῦ σχήματος οὐκ ἄν ἀντιλάβοιτο ὄψις, εἰ ἄχρουν εἴη τὸ ἐσχηματισμένον· ἀλλ’ οὐδὲ ἁφή, εἰ μή τινα ἔχοι τῶν ἁπτῶν ποιοτήτων, καὶ ἐπὶ τῶν | λοιπῶν ὡσαύτως. διὸ καὶ δόξαιεν ἂν καὶ αὐτὰ τῶν κατὰ συμβεβηκὸς εἶναι αἰσθητῶν, ἐπεὶ δι’ ἄλλων τὴν ἑαυτῶν ἀντίληψιν παρέχονται. ἀλλά φημι ὅτι εἰ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ δι’ αὐτὸ τοῦτο μηδὲν δρᾷ εἰς τὰς αἰσθήσεις, πάσχουσι δὲ ὑπὸ τούτων αἰ αἰσθήσεις, δῆλον ὅτι οὐκ ἄν εἶεν κατὰ συμβεβηκὸς αἰσθητά, ἀλλὰ δευτέρως μὲν εἰ τύχοι αἰσθητά, καθ’ αὑτὸ μέντοι. καὶ ὥσπερ οὐκ ἐπειδὴ ἄνευ φωτὸς ἢ τοῦ διαφανοῦς ἢ τοῦ μεταξὺ οὐ δρῶσι τὰ ἴδια αἰσθητὰ περὶ τὰς αἰσθήσεις, καὶ] οὐ διὰ τοῦτό φαμεν κατὰ συμβεβηκὸς αὐτὰ αἰσθητὰ εἶναι, οὕτω δὴ κἂν τὰ κοινὰ μὴ δρῶσιν ἄνευ τῶν ἰδίων, ἐπειδὴ ὅλως μετ’ ἐκείνων ὄντα δρῶσι, καθ’ αὑτὸ ἄν εἴη αἰσθητὰ ταύταις, περὶ ἃς καὶ δρῶσιν. ὥστε εἴ τις αἴσθησις μὴ πάσχει ὑπὸ τούτων, οὐκ ἄν εἶεν ταύτῃ τῇ αἰσθήσει αἰσθητά, εἰ μὴ κατὰ συμβεβηκός. ζητήσειε δ’ ἄν τις ὅτι εἰ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ αἱ οὐσίαι εἰσίν, ταύτας δὲ μόνος ὁ λόγος γινώσκει ὀργάνῳ τῇ αἰσθήσει χρώμενος, διόπερ ὅλως καὶ κατὰ συμβεβηκὸς αἰσθητὰ λέγεται, πόθεν γινώσκει ὁ κύων τὸν δεσπότην καἰ ὁ ὄνος τὴν φάτνην καὶ εἴ τι τοιοῦτον ἄλλο ἐπὶ τῶν ἀλόγων ὁρᾶται. φημὶ ὅτι οὐχ ὡς οὐσιῶν αἰσθάνεται, ἀλλ’ ὡς τοιῶνδε σχημάτων φίλων ἀνιαρῶν γινομένων τῇ αἰσθήσει αὐτῶν ἔχοντα τοὺς τύπους ἐν τῇ φαντασία γνωρίζει. εἰ δὲ καὶ ἐν τοῖς ἀλόγοις ἡ τούτων αἴσθησις γίνεται, σχημάτων φημὶ καὶ ἀριθμῶν καὶ τῶν λοιπῶν διακρίνει γὰρ τὸ οἰκεῖον ἀπὸ τοῦ ἀλλοτρίου, καὶ κινούμενον τὸ ὀρεκτὸν διώκει, ὡς δὴ καὶ πλήθους αἰσθανόμενα καὶ κινήσεως), καὶ ἐντεῦθεν δέ τις τὸ καθ’ αὑτὸ εἶναι αὐτὰ αἰσθητὰ κατασκευάσει· δρᾷ γὰρ καὶ περὶ τὰ ἄλογα ζῷα, ἐπεὶ οὐδὲ ἂν ἐγινώσκετο ὑπ’ αὐτῶν· οὐδενὸς γὰρ ἐκεῖνα κατὰ συμβεβηκὸς αἰσθάνεται, ἐπεὶ μηδὲ συλλογίσασθαι δύναται. τὰ γὰρ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐδὲν δρᾷ εἰς τἀς αἰσθήσεις καὶ δεῖται λόγου τοῦ ἐξ ἄλλων συλλογιζομένου. ἀλλὰ καὶ ὁ τόπος κατὰ συμβεβηκός ἐστιν αἰσθητός· οὐδὲν γὰρ πάσχουσιν ὑπ’ αὐτοῦ αἱ αἰσθήσεις· οὐ γὰρ ἀντιλαμβάνεται τοῦ εἴδους τοῦ τόπου ἡ αἴσθησις, εἰ μὴ ὡς σχῆ μάτος, καὶ τοῦτο οὐ δι’ αὐτό, ἀλλὰ διὰ τὸ ἐν τόπῳ· ὥστε τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν καὶ οὗτος. ὅτι δὲ τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά, ἀλλὰ καθ’ αὑτό, ἔστι καὶ λογικῶς δεῖξαι τὸν τρόπον τοῦτον· εἰ γὰρ τὸ σχῆμα καὶ τὸ μέγεθος ἀριθμός τε καὶ κίνησις καὶ στάσις αἰσθητά εἰσιν οὐ γὰρ δὴ νοητά· πάντα γὰρ τὰ ὄντα ἢ νοητά ἐστιν ἢ αἰσθητά· εἰ οὖν μὴ νοητὰ τὰ εἰρημένα, αἰσθητὰ ἄρα καθ’ αὑτό), εἰ οὖν αἰσθητά, δεῖ εἶναι τὴν αἴσθησιν τὴν τούτων ἀντιληψομένην· τὸ γὰρ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν. εἰ οὖν μήτε ἄλλη τις αἴσθησις τούτων ἀντιλαμβάνεται καθ’ αὑτό, μήτε μιᾷ τῶν ἑ ἴδιά ἐστιν αἰσθητά, τί λείπεται ἢ τὸ πασῶν ἢ πλειόνων εἶναι κοινά; εἰ γὰρ μήτε ταύταις καθ’ αὑτὰ μήτε ἄλλαις ἀντιληπτὰ εἴη καθ’ αὑτά, οὐδ’ ἂν εἴη ὅλως αἰσθητά. ἀλλὰ μὴν οὐδὲ νοητά ἐστιν· οὔτ’ ἄρα αἰσθητὰ οὔτε νοητὰ ἄν εἴη, ὅπερ ἐστὶν ἀδύνατον. ἔτι δὲ καὶ τὸ μέγεθος δόξει δρᾶν τι καὶ εἰς τὴν ὄψιν καὶ εἰς τὴν ἁφήν· ὑπὸ γὰρ τοῦ μείζονος χρώματος ἢ μείζονος θερμοῦ μᾶλλον συγκρίνεται ἢ διακρίνεται τὰ αἰσθητήρια, ἡ ἁφὴ καὶ ἡ ὄψις, ᾗ μέγεθος τοσόνδε ἔχει ἤγουν ἐν τοσῷδε μεγέθει ὁμοίως ὄντος λευκοῦ. καίτοι καθὸ λευκὸν ἢ καθὸ θερμὸν γάρ ἐστι μᾶλλον δράσει.] p. 418a24 Τῶν δὲ καθ’ αὑτὰ αἰσθητῶν τὰ ἴδια κυρίως αἰσθητά, καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως. Τίνα μέν ἐστι τὰ κατὰ συμβεβηκὸς αἰσθητά, σαφῶς ἐδήλωσεν· τὰ γοῦν οὐκ ὄνια μὲν τῇ αὐτῶν φύσει αἰσθητά, ὑπάρχοντα δὲ τοῖς καθ’ αὑτὰ αἰσθητοῖς. συμβεβηκέναι δ’ εἶπεν τῷ λευκῷ τὸν Διάρους υἱόν, οὐχ ὅτι τῷ λευκῷ ὁ Διάρους υἱὸς συμβέβηκεν οὐ γὰρ ἡ οὐσία ἐπισυμβαίνει τοῖς συμβεβηκόσιν, ἀλλ’ ἐκεῖνα ταύτῃ) ἀλλ’ ὅτι συμβέβηκε τόδε τὸ ὁρατόν, τὸ λευκὸν εἰ τύχοι, Διάρους <υἱὸν> εἶναι. τὸ δὲ μηδὲν πάσχειν τὴν ὄψιν ὑπὸ τοῦ Διάρους υἱοῦ, καθὸ Διάρους υἱός, σημεῖον τοῦ κατὰ συμβεβηκὸς αὐτοῦ αἰσθάνεσθαι τὴν ὄψιν. διττῶν δ’ ὄντων τῶν καθ’ αὑτὰ αἰσθητῶν, τῶν μὲν κοινῶν, τῶν δ’ ἰδίων ἑκάστης αἰσθήσεως, τὰ ἴδια ἑκάστης ταῦτά φησιν εἶναι κυρίως αἰσθητά. οὗ τὴν αἰτίαν ἐδήλωσεν εἰπὼν καὶ πρὸς ἃ ἡ οὐσία πέφυκεν ἑκάστης αἰσθήσεως. εἰ γὰρ ἑκάστης αἰσθήσεως τὸ εἶναί ἐστι πρὸς τὰ ἴδια αἰσθητά, ταῦτα ἄν εἴη μάλιστα αἰσθητά. πρός τι μὲν γὰρ ἡ αἴσθησις, πρός τι δέ ἐστιν οἷς τὸ εἶναι † ἑκάστῃ αἰσθήσει, ταῦτα μάλιστα κυρίως αἰσθητά, τῇ μὲν ὄψει πρὸς ὁρατά, τῇ δὲ ἀκοῇ πρὸς ἀκουστά, καὶ ταῖς λοιπαῖς ὁμοίως. p. 418a26 οὗ μὲν οὖν ἐστιν ἡ ὄψις, τοῦτό ἐστιν ὃ ὁρᾶται. εἰπὼν κοινῶς περὶ αἰσθήσεως καὶ αἰσθητῶν καὶ μέλλων ἰδίᾳ τὸν ἑκάστης αἰσθήσεως προχειρίσασθαι λόγον, πρότερον διαλέγεται περὶ τῶν ἰδίᾳ ἑκάστῃ αἰσθήσει καὶ] αἰσθητῶν, καὶ πρό γε πάντων περὶ τῶν τῆ ὄψει αἰσθητῶν, ἐπειδὴ καὶ πρὸ τῶν ἄλλων περὶ ὄψεως διαλέξεται. εἶτά φησιν ὅτι τὸ τῇ ὄψει ἀντιληπτὸν χρῶμά τέ ἐστι καὶ ὃ λόγῳ μὲν ἑρμηνεύεται, ὄνομα δ’ οὐκ ἔχει ἐν τῇ συνηθείᾳ, οἷά τε] ἐστιν αἵ τε πυγολαμπίδες καὶ αἱ λεπίδες καὶ ἄλλα τινά. εἶτα ὁρίζεται τί ποτέ ἐστι τὸ χρῶμα, ὅτι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. ἐπειδὴ οὖν ἐν τῷ ὁρισμῷ τοῦ χρώματος ἐμνήσθη τοῦ διαφα|νοῦς, διδάσκει ἡμᾶς, τί ποτέ ἐστι τὸ k 2v διαφανές, ὅτι φύσις τίς ἐστιν ἐν πλείοσιν ὑπάρχουσα, ἐν ὕδατι, ἐν ἀέρι, ἐν ὑέλῳ καὶ ἐν ἑτέροις, διαπορθμεντικὴ τῶν χρωμάτων, ἥτις φωτὸς μὲν μὴ παρόντος δυνάμει ἐστὶν αὐτὸ τοῦτο διαφανές, ἐνεργείᾳ δὲ γίνεται διαφανὲς φωτὸς παρόντος. ἐπεὶ οὖν ἐμνήσθη φωτός, πρότερον τὸν περὶ τούτου ποιεῖται λόγον. οὗ μὲν οὖν ἐστιν ἡ ὄψις προσυπακουστέον ἀντιληπτική) τοῦτο ὁρᾶται. p. 418a26 Ὁρατὸν δέ ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν ἀνώνυμον δὲ τυγχάνει ὄν. Εἰπὼν ὅτι οὗ ἐστιν ἡ ὄψις ἀντιληπτικὴ καὶ περὶ ὃ ἡ δύναμις αὕτη ἐνεργεῖ, τοῦτό ἐστιν ὁρατόν, ἑξῆς ἐπάγει, τίνα ἐστὶ τὰ ὁρατά, ὅτι τό τε χρῶμα καὶ ἄλλα τινά, ἅπερ ὄνομα μὲν κοινὸν οὐκ ἔχει, λόγῳ δ’ ἑρμηνεύεται, περὶ ὧν προελθὼν ἐρεῖ, οἷον πυγολαμπίδες, κεφαλαὶ ἰχθύων, λεπίδες, ὀφθαλμοὶ ἐχίνων, τὰ ὄστρακα τῶν θαλαττίων, ἅπ·ερ ἐν φωτὶ μὲν οὐχ ὁρᾶται, ἐν σκότῳ δέ. οὐ γὰρ δοκεῖ αὐτῷ χρῶμα εἶναι τὸ ἐν τούτοις φαινόμενον πυρῶδές τι ἐν τῷ σκότῳ· ἴδιον γὰρ χρώματος τὸ ἐν τῷ φωτὶ ὁρᾶσθαι, τὸ δὲ τούτων πυρῶδες οὐχ ὁρᾶται ἐν φωτί. p. 418a29 Τὸ γὰρ ὁρατόν ἐστι χρῶμα. τοῦτο δέ ἐστι τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὁρατοῦ· καθ’ αὑτὸ δὲ οὐ τῷ λόγῳ, ἀλλ’ ὅτι ἐν ἑαυτῷ ἔχει τὸ αἴτιον τοῦ εἶναι ὁρατόν. Εἰπὼν ὅτι δῆλον ἡμῖν ἔσται προελθοῦσι, τίν ἐστὶ τὰ ἀνώνυμα, ἁ εἶπεν ὁρατὰ εἶναι, μετέβη εἰς τὸν περὶ τοῦ χρώματος, ἀλλ’ ὡς περὶ ὁρατοῦ. τοῦτο οὖν ἐστι, φησί, τὸ χρῶμα, λέγω δὴ τὸ ὁρατόν, τὸ ἐπὶ τοῦ καθ’ αὑτὸ ὑπάρχον ὁρατοῦ· καθ’ αὑτὸ δὲ ὁρατόν φησι τὴν ἐπιφάνειαν. πῶς δὲ καθ’ αὑτὸ ὁρατὸν ἡ ἐπιφάνεια, αὐτὸς ἐξηγήσατο· οὐ γὰρ οὕτω, φησί, καθ’ αὑτὸ εἴρηται, ὡς τῷ λόγῳ καθ’ αὑτό, τοῦτό ἐστι τῷ ὁρισμῷ. ἐν γὰρ τῇ Ἀποδεικτικῇ φησι καθ’ αὑτὸ εἷναι ἢ ὅπερ ἐν τῷ ὁρισμῷ τοῦ ὑποκειμένου παραλαμβάνεται, ὡς τὸ ζῷον καὶ λογικὸν ἐν τῷ ὅρῳ τοῦ ἀνθρώπου ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ) ἢ οὗ ἐν τῷ ὅρῳ τὸ ὑποκείμενον παραλαμβάνεται, ὡς ἐν τῷ ὁρισμῷ τῆς σιμότητος ἡ ῥίς, καὶ ἐν τῷ ὁρισμῷ τοῦ ἀρτίου καὶ τοῦ περιττοῦ ὁ ἀριθμός· ταῦτα γὰρ καθ’ αὑτὸ ὑπάρχουσι τῷ ἀριθμῷ. λέγομεν γὰρ ἄρτιον εἶναι ἀριθμὸν δίχα τεμνόμενον, περιττὸν δὲ ἀριθμὸν μὴ δυνάμενον δίχα διαιρεθῆναι· ὁμοίως σιμότητα εἶναι κοιλότητα ἐν ῥινί. οὐχ οὕτως οὖν φησι καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν, ἀλλ’ ὡς ἔχουσαν ἐν ἑαυτῇ τὸ αἴτιον τοῦ ὁρατὸν εἶναι. τοῦτο δέ ἐστι τὸ χρῶμα· τὸ γὰρ ἐν τῇ ἐπιφανείᾳ χρῶμα τοῦτό ἐστι τὸ ὁρατόν, καὶ τούτου αἱ ὄψεις ἀντιλαμβάνονται. οὐ γὰρ ἀντιλαμβάνονται τοῦ τε ἐν τῷ βάθει χρώματος. τοὺς γὰρ διαφανεῖς τῶν λίθων εἰ δοκοῦμεν ὁρᾶν δι’ ὅλου τοῦ βάθους κεχρωσμένους, τὰς ὄψεις ἀπατώμεθα. τῷ μὲν γὰρ διαφανεῖς εἶναι τοὺς λίθους διαβαίνουσι διὰ τοῦ βάθους αἱ ὄψεις ἢ τῶν χρωμάτων αἱ ἐνέργειαι, διὰ τοῦ χρώματος δὲ μόνου τοῦ ἐν τῇ ἐπιφανείᾳ τῶν λίθων ἀντιλαμβανόμεθα· καὶ διὰ τοῦτο δοκοῦμεν καὶ τὸ ἐν τῷ βάθει χρῶμα ἑωρακέναι. σημεῖον δὲ τούτου, ὅτι εἰ ὑέλου ἢ διαφανοῦς λίθου μία ἐπιφάνεια χρωσθείη, δόξειεν ἄν ἡμῖν τὸ ὅλον σῶμα διὰ κεχρῶσθαι, κἂν εἰς τὴν μὴ κεχρωσμένην ἐπιφάνειαν ἴδωμεν, καὶ αὕτη δόξειεν ἡμῖν ὁμόχρους εἶναι τῆς κεχρωσμένης, καίτοι μὴ κεχρωσμένη ἐκείνῳ τῷ χρώματι. καὶ τῶν ὑελίνων γοῦν κατόπτρων τὴν ἔξωθεν ἐπιψάνειαν καττιτέρου χρῶμ’ δοκοῦμεν ἔχειν, καὶ τὰ ἔσωθεν κεχρωσμένα ποτήρια τὸ ὅλον σῶμα δοκεῖ κεχρῶσθαι, τῶν ὄψεων διὰ τοῦ διαφανοῦς τὴν ἐσχάτην ὁρωσῶν ἐπιφάνειαν καὶ τοῦ ἐκείνης χρώματος ἀντιλαμβανομένων. τί οὖν; φαίη τις ἄν, ἐν τοῖς διαφανέσι τῶν λίθων οὐχ ὁρῶμεν, εἴ τι ἀλλότριον χρῶμα συμβαίη μεταξὺ εἶναι, οἷον τὰ ἐναπολαμβανόμενα ἐν τῷ ἠλέκτρῳ κωνώπια; καὶ ἐν τοῖς ἄνοις δὲ διαφανέσι λίθοις εἴ τι ἀλλότριον χρῶμα ἐν τῷ βάθει κατά τι μόριον συμβῇ εἶναι, αἰσθητὸν ἡμῖν γίνεται. ὥστε δῆλον ὅτι τῆς ὄψεως ἀντιλαμβανομένης τοῦ ἐν τῷ βάθει χρώματος οὕτω συμβαίνει τοῦ μεταξὺ ἀλλοτρίου ὄντος χρώματος τὴν διάκρισιν ἀπὸ τοῦ λοιποῦ ποιεῖσθαι. λέγω οὖν ὅτι, εἰ μὲν εἴη τὸ ἐν τῷ βάθει κατά τι μόριον τοῦ διαφανοῦς λίθου ἀλλότριον χρῶμα βαθύτερον καὶ πληκτικώτερον τοῦ ἐν τῷ ὅλῳ λίθῳ χρώματος, ἀντιλαμβάνονται αὐτοῦ αἱ ὄψεις διὰ ἐν τῷ λίθῳ διαφανές· ἄν δὲ ἀσθενέστερον ᾖ, οὐ γίνεται αὐτοῦ ἀντίληψις. ἐναργῶς γάρ εἰσι λίθοι τινὲς διαφανεῖς οἷον σάρδιοι καί τινες ἄλλοι κεχρωσμένοι οὐ διὰ βάθους, ἀλλὰ λευκοὶ ὄντες κατὰ τὸ βάθος, οἵτινες δοκοῦσι μέχρι βάθους τῷ αὐτῷ χρώματι κεχρῶσθαι, ἅτε δὴ μὴ ἀντιλαμβανομένης τῆς ὄψεως τοῦ βάθους. ἐν οἷς δὲ μεταξὺ φαίνεται ἀλλότριον χρῶμα, διὰ τὸ ἀμυδρότερον εἶναι τὸ ἐν τῇ ἐπιφανείᾳ χρῶμα οὐκ ἐμποδίζονται αἱ ὄψεις τοῦ ἔν τινι μορίῳ τοῦ βάθους ἀντιλαβέσθαι βαθυτέρου χρώματος. ἐὰν οὖν ὑέλου βαφείσης ἀμυδροτέρῳ καὶ μὴ κατακορεῖ χρώματι τὴν ἑτέραν ἐπιφάνειαν βαθεῖ μέλανι χρίσῃς, δόξει σοι πᾶσα μέλαινα εἶναι, καὶ οὐ δήπου πᾶσα κέχρωσται τῷ μέλανι. ὥστε καὶ ἐν τοῖς διαφανέσι τῶν λίθων, εἰ καὶ δοκοῦμεν τὸ βάθος ὁρᾶν κεχρωσμένον, οὐ τὸ βάθος ὁρῶμεν κατ’ ἀλήθειαν, κἄν κεχρωσμένον ἡ, ἀλλὰ τῆς ἐπιφανείας μόνης ἀντιλαμβανόμεθα. ὥσπερ γὰρ εἰ καὶ δι’ ἀέρος χωροῦσαι αἱ ὄψεις ἢ δι’ ὕδατος τὰ μεταξὺ χρώματα ὁρῶσιν | τὰ γὰρ ἐν παντὶ διαφανεῖ ὁρᾶται χρώματα) αὐτῶν k 3r μέντοι τῶν ὁρωμένων οὐ διικνεῖται εἰς τὸ βάθος ἡ ὄψις, ἀλλὰ κατὰ μόνην τὴν ἐπιφάνειαν αὐτῶν ἀντιλαμβάνονται, οὕτω συμβαίνει καὶ ἐπὶ τῶν διαφανῶν λίθων διὰ τὴν ἐν αὐτοῖς διαφάνειαν· ὅταν μὴ ὁ πᾶς λίθος κατείληπταί τινι δραστηρίῳ χρώματι, τὸ παρεμπεσὸν μεταξὺ χρῶμα ὁρᾶται διὰ τὴν τοῦ λίθου διαφάνειαν, αὐτὸ μέντοι τὸ ὁρώμενον χρῶμα κατὰ μόνην τὴν ἐπιφάνειαν τοῦ μορίου ἐν ᾧ ἐστιν ὁρᾶται, οὐ μὴν καθ’ ὅλον τὸ βάθος. ἐπειδὴ οὖν τὸ ἐν τῇ ἐπιφανείᾳ χρῶμα τοῦτό ἐστιν ὁρατόν, διὰ τοῦτο καθ’ αὑτὸ ὁρατὸν τὴν ἐπιφάνειαν λέγει ὡς οὖσαν ὑποκείμενον τοῦ καθ’ αὑτὸ ὁρατοῦ. p. 418a31 Πᾶν’ δὲ χρῶμα κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν καὶ τοῦτ’ ἐστὶν αὐτοῦ ἡ φύσις. οὗτος ὁρισμὸς ἄν εἴη χρώματος ἀπὸ τοῦ συμβεβηκότος καὶ ἰδίου δηλῶν αὐτό, οὐκ ἀπὸ τῆς οὐσίας· ἐν γὰρ τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν τὸν ἀπὸ τῆς οὐσίας αὐτοῦ ἀποδέδωκεν ὁρισμόν. φησὶ δὴ τὸ χρῶμα κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τουτέστι τοῦ πεφωτισμένου· τὸ γὰρ μὴ πεφωτισμένον δυνάμι ἐστὶ διαφανές. κινητικὸν δὲ ἀντὶ τοῦ τελειωτικόν. ἔστι μὲν γὰρ αὐτοῦ καὶ τὸ φῶς τελειωτικόν, καθὸ τελειοῖ αὐτὸ καὶ ποιεῖ ἐνεργείᾳ διαφανές, τελειωτικὸν δ’ αὐτοῦ καὶ τὸ χρῶμα, καθὸ τὴν διαπορθμευτικὴν αὐτοῦ δύναμιν εἰς ἐνέργειν ἄγει· διατίθεται γάρ πὼς ὑπὸ τοῦ χρώματος ἀναματτόμενόν πὼς αὐτό, ὡς πέφυκεν ἀπαθῶς, καὶ τῇ ὄψει διαδιδόν. ἀλλὰ τὸ μὲν φῶς τελειωτικόν ἐστι τ·οῦ δυνάμει διαφανοῦς τελειοῖ γὰρ αὐτὸ καὶ ποιεῖ ἐνεργείᾳ διαφανές), τὰ δὲ χρώματα τελειωτικὰ τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. τελειοῖ δ’ αὐτὸ οὐχ ᾗ διαφανές ἐστιν, ἀλλ’ ἡ τὸ κατ’ ἐνέργειαν διαφανὲς δυνάμει ἐστὶ διαπορθμευτικόν τε καὶ ἀπαγγελτικὸν τῶν χρωμάτων. ἐπειδὰν τὰ χρώματα, γίνεται ἐνεργείᾳ τοιοῦτον. εἰ τοίνυν τὸ χρῶμ’ κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ κατ’ ἐνέργειν διαφανές ἐστι τὸ πεφωτισμενον, καὶ οἴα τῆς τούτου κινήσεως τὸ ὅραν γίνεται, διὰ τοῦτο ἄρα ἄνευ φωτὸς οὐχ ὁρᾷ τὰ χρώματα. ἀναγκαῖος οὖν τῷ περὶ τῶν ὁρατῶν ἐροῦντι ὁ περὶ φωτὸς λόγος, δι’ ὅπερ τὰ χρώματά ἐστιν ὁρατά. εἰπὼν δὲ τὸ χρῶμα κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὅτι ἡ ἐνέργεια τοῦ διαφανοῦς τὸ φῶς ἐστιν, ἐδήλωσεν ἐπενεγκὼν διόπερ οὐχ ὁρατὸν ἄνευ φωτός. οὐχ ὁρατὸν δὲ δηλονότι τὸ χρῶμα· ἡ μὲν γὰρ ἐνέργεια τοῦ διαφανοῦς τὸ φῶς ἐστι, τὸ δὲ χρῶμα τοῦ κατ’ ἐνέργειαν διαφανοῦς ἔστι κινητικόν. ἐπεὶ οὖν ἀναγκαῖος τῷ περὶ τῶν ὁρατῶν διαλεχθησομένῳ ὁ περὶ φωτὸς λόγος, πρῶιον, φησίν, εἴπωμεν περὶ φωτός. ἀλλ’ ἐπειδὴ τὸ φῶς ἐνέργειά ἐστι τοῦ διαφανοῦς, πρὸ τοῦ περὶ φωτὸς λόγου περὶ τοῦ διαφανοῦς ποιεῖται λόγον. p. 418b4 Ἔστι δή τι διαφανές. διαφανὲς δὲ λέγω ὃ ἔστι μὲν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ὁρατόν, ὡς ἁπλῶς εἰπεῖν, ἀλλὰ δι’ ἀλλότριον χρῶμα. Εἶπον ἤδη, ὡς πρόκειται μὲν αὐτῷ περὶ ὁρατῶν εἰπεῖν, εἰς δὲ τὸν περὶ ὁρατῶν λόγον ἀναγκαῖος ὁ περὶ φωτός, εἰς δὲ τὸν περὶ φωτὸς ὁ περὶ τοῦ διαφανοῦς * * διαλέγεται. τὴν διαφορὰν οὖν τοῦ διαφανοῦς καὶ πρὸς τὰ ἄλλα ὁρατά, λέγω δὴ τὰ χρώματα, παραδέδωκεν εἰπὼν ὁρατὸν εἶναι τὸ διαφανὲς οὐ δι’ οἰκεῖον ἀλλὰ δι’ ἀλλότριον χρῶμα. χρῶμα δὲ λέγει τὸ φῶς· οἷον γὰρ χρῶμά ἐστι τοῦ διαφανοῦς. καὶ νῦν μὲν χρῶμα αὐτὸ λέγει, προιὼν δ’ ἀκριβέστερον ἐρεῖ οἷον χρῶμα· οὐ γάρ ἐστι χρῶμα τὸ φῶς. τὸ οὖν διαφανές, φησί, καθ’ αὑτὸ οὐκ ὂν ὁρατὸν δεχόμενον τὸ φῶς ἀλλότριον ὃν χρῶμα οὕτω γίνεται ὁρατόν· φῶς δὲ ἢ τὸ πυρὸς ἢ τὸ ἐκ τῶν οὐρανίων, ἡλίου, σελήνης καὶ τῶν ἄστρων. ἄπορος δέ μοι δοκεῖ ὁ λόγος εἶναι· δόξειε γὰρ ἄν καὶ ὁρατὸν εἶναι τὸ διαφανὲς καὶ οὐχ ὁρατόν. εἰ γὰρ ἐν χύτρᾳ ἤ τινι τοιούτῳ σκεύει ἀποθοῖο λύχνον, τοῦ φωτὸς διὰ τῆς ὀπῆς ἀνιόντος ἐπὶ τὸ ἄνω, εἰ ἀποβλέψοις εἰς τὸν ἀέρα τὸν ὑπὲρ ὀπὴν δι’ οὗ τὸ φῶς ἄνεισιν, οὐκ ὄψει αὐτὸν πεφωτισμένον, εἰ μὴ τύχοι ἐπάνω ὀροφὴν εἶναι ἢ ἄλλο τι στερεὸν σῶμα. τότε γὰρ τοῦ στερεοῦ σώματος ἀντιβαίνοντος τῷ φωτὶ φαίνεται ἡμῖν ὁ ἀὴρ πεφωτισμένος· εἰ δὲ μὴ εἴη πεφωτισμένον σῶμα ἀντιβαῖνον τῷ φωτί, οὐκ ὄψει πεφωτισμένον τὸν ἀέρα· ὥστε ταύτῃ δόξειεν ἂν δι’ ἑαυτὸν μὴ εἶναι ὁρατὸς ὁ πεφωτισμένος ἀήρ, ἀλλὰ διὰ τὸ ἀντιβαίνειν αὐτῷ στερεὸν σῶμα, ἐπεὶ ὅσον ἐφ’ ἑαυτῷ οὐχ ἑωράθη μήποτε οὖν τῷ τὰ χρώματα ἐν αὐτῷ φαίνεσθαι κατὰ συμβεβηκός ἐστιν ὁρατός. ὅπερ δ’ ἐπὶ τοῦ μερικοῦ τούτου παραδείγματος εἴπομεν, τοῦτο ἔστιν εἰπεῖν καὶ ἐπὶ τοῦ ἡλιακοῦ φωτός. μήποτε γὰρ τὸ τῷ ἡλιακῷ φωτὶ πανταχόθεν ἀντιβαίνειν στερεὰ σώματα, διὰ τοῦτο ὁρατὸς ἡμῖν γίνεται ὁ περὶ ἡμᾶς ἀήρ. δῆλον γὰρ ὅτι ὅπου δἄν ἀποβλέψωμεν, κἂν ἄνω κἂν κάτω κἄν εἰς τὰ πλάγια, ἢ γῆν ἢ οὐρανὸν ἢ ὕδωρ ὁρῶμεν. ὡς εἴ γε ὥσπερ ἐπὶ τοῦ παραδείγματος τοῦ εἰρημένου ἠδυνάμεθα ἀποβλέψαι εἰς τὸν ἄνω τόπον, ἐν ᾧ τῷ ἡλιακῷ φωτὶ οὐκ ἀντιβαίνει στερεὸν σῶμα, ἴσως ἄν οὐκ εἴδομεν κατ’ ἐκεῖνο τὸ μέρος τὸν ἀέρα πεφωτισμένον. οὕτω μὲν οὖν δόξει ὁ πεφωτισμένος ἀὴρ ὅσον τὸ ἐπ’ αὐτῷ μὴ ὁρατὸς εἶναι. ἀλλ’ ἐπειδὴ ἐναργῶς ἴσμεν, πότε μέν ἐστιν ἡμέρα, πότε δὲ νύξ, οὐκ ἄλλῳ αἰσθητηρίῳ διακρίνοντες ἢ τῇ ὄψει, καὶ οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ τὰ ἄλογα ἐμφωλεύουσι γὰρ καὶ τῶν φωλεῶν ἐξέρχονται νύκτα διακρίνοντα καὶ ἡμέραν), δῆλον ὅτι ταύτῃ ὁρατὸς ἄν εἴη ὁ πεφωτισμένος καὶ ὥσπερ, ἐπεὶ ἄνευ φωτὸς οὐκ ἔστιν ὁρατός, διὰ τοῦτο οὐδὲ ὁρατὸν αὐτὸν φήσομεν, ἐπειδὴ μηδὲ ἄλλο τι ἄνευ | φωτὸς ὀφθῆναι δύναται, καὶ οὐ μόνον ἄνευ φωτός, ἀλλὰ καὶ τοὐ μεταξὺ καὶ τοῦ διαφανοῦς χρεία εἰς τὸ ὁρατὰ γενέσθαι διὸ καὶ πολυτελεστάτην τῶν αἰσθήσεων τὴν ὄψιν φησὶν ὁ Τίμαιος εἶναι διὰ τὸ πολλῶν δεῖσθαι εἰς τὸ ἐνεργῆσαι τὰς οἰκείας ἐνεργείας, ἧπερ αἱ ἄλλαι), οὕτω κἄν ὁ πεφωτισμένος ἀὴρ οὐδ’ ἐν φωτὶ ὁρᾶται μὴ προσπίπτοντος τοῦ φωτὸς στερεῷ σώματι, διὰ τοῦτο οὐδ’ ὁρατὸς ἂν εἴη. εἰ γὰρ τὸ φῶς οὐδὲν ἕτερόν ἐστιν ἢ ἐνέργεια καὶ τελειότης τοῦ δυνάμει διαφανοῦς, τὸ δὲ φῶς οὐδενὶ ἄλλῳ κρίνεται ἢ τῇ ὄψει, δῆλον ὅτι καὶ ὁ πεφωτισμένος ἀὴρ ὁρατός ἐστιν, ᾗ πεφώτισται, κἂν δεῖται ἑτέρων. τὸ δὲ φῶς οὐκ ἔστι τοῦ ἀέρος οὐσιώδης ποιότης· ὥστε οὐ δι’ οἰκείαν ποιότητα ὁρατός ἐστιν, ἀλλὰ δι’ ἀλλοτρίαν, λέγω δὴ τὸ φῶς, ὅπερ χρῶμα καταχρώμενος ὠνόμασεν, διότι τὸ μάλιστα ὁρατὸν χρῶμά ἐστι. p. 418b6 Τοιοῦτον δέ ἐστιν ἀὴρ καὶ ὕδωρ καὶ πολλὰ τῶν στερεῶν. Οὐ γὰρ διὰ μόνου λάρος καὶ ὕδατος ὁρῶμεν ὡς ἐχόντων τὸ διαφανές, ἀλλὰ καὶ διὰ πολλῶν στερεῶν σωμάτων. πολλὰ δέ ἐστι τοιαῦτα, οἷον φεγγῖται, λίθοι, κέρατα, ὕελος, γύψος διαφανὴς καὶ πολλὰ ἄλλα. ὥστε εἰ ἐν πλείοσι σώμασι τὸ διαφανές, δῆλον ὅτι οὐ καθὸ ὕδωρ ἢ ἀὴρ ἤ τι τῶν ἄλλων διαφανῶν τὸ διαφανὲς ἔχει. εἰ γὰρ κατά τι τούτων ἦν τὸ διαφανές. οἷον εἰ ἀὴρ ἦν, οὐκ ἂν ὃ μὴ ἦν ἀὴρ διαφανὲς ἦν· νῦν δέ ἐστι διαφανῆ καὶ μὴ ἀέρια ὄντα· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ὥστε ἔστι τις τοῦ φύσις, ἥτις ἐν πλείοσιν οὐσίαις καὶ ὑποκειμένοις ἔχει τὸ εἶναι. ὥσπερ γάρ ἐστιν ὑγρότητος φύσις ἢ θερμότητος ἡ ἁπλῶς πάσης ποιότητος, αὗται δὲ αἱ ποιότητες ἕτεραι οὖσαι παρὰ τὰ ὑποκείμενα πλείοσιν ἐγγίνονται σώμασιν, οὕτως ἐστὶ καὶ ἡ τοῦ διαφανοῦς φύσις ἐν πλείοσι γινομένη ὑποκειμένοις ἑτέρα αὐτῶν οὖσα. ἐν τούτοις δὲ ἀμφοτέροις εἶπεν, τουτέστιν ἐν ἀέρι καὶ ὕδατι, ἐπειδὴ αὐτῶν προσεχῶς ἐμνήσθη ἄλλως τε καὶ ὡς μάλιστα διαφανῶν. μετέχειν δέ φησι τῆς διαφανείας καὶ τὸ ἀίδιον τὸ ἄνω σῶμα· λέγει δὲ αὐτὸ τὸ χύμα τῶν σφαιρῶν· διαφανεῖς γὰρ πᾶσαι. ὁρῶμεν γὰρ τὰ ἐν τῆ ἀπλανεῖ ἄστρα διὰ τῶν ἄλλων. αὐταὶ μὲν οὖν αἱ σφαῖραι διαφανεῖς τὰ δ’ ἄστρα οὐκέτι, ὅθεν καὶ ἐπιπροσθοῦσιν ἐντεῦθεν γοῦν ἡ τοῦ ἡλίου ἔκλειψις ἐπιπροσθουμένου ὑπὸ τῆς σελήνης· δὲ ἦν διαφανής, οὐκ ἂν ὑποτρέχουσα αὐτὸν ἐπιπροσθεῖ αὐτῷ. καὶ ἀστέρες δὲ ὑποτρέχοντες ἄλλους ἀφανεῖς ποιοῦσι τῇ ἐπιπροσθήσει, ὅθεν δῆλον οὐκ ἔστιν ἡ τοῦ διαφανοῦς φύσις ἐν τοῖς ἄστροις. p. 418b9 Φῶς δέ ἐστιν ἡ τούτου ἐνέργεια τοῦ διαφανοῦς, διαφανές. Εἰπὼν τί ποτέ ἐστιν τὸ διαφανές, ὅτι τὸ ὁρατὸν μέν, οὐ δι’ οἰκεῖον δὲ χρῶμα ὁρατὸν ἀλλὰ δι’ ἀλλότριον, μετῆλθεν εἰς τὸν περὶ φωτὸς λόγον, καί φησι φῶς εἶναι τὴν τοῦ διαφανοῦς ἐνέργειαν, καθό ἐστι διαφανές, ἀντὶ τοῦ τὸ εἶδος καὶ ἡ τελειότης αὐτοῦ. δυνάμει γὰρ ὄντος τοῦ διαφανοῦς ἐπιγενόμενον τὸ φῶς καὶ εἰδοποιῆσάν τε καὶ τελειῶσαν αὐτὸ ἐποίησεν αὐτὸ ἐνεργείᾳ διαφανές. ἔστι γὰρ ἐν ἀέρι καὶ ὕδατι καὶ τοῖς τοιούτοις ἡ διαφανοῦς φύσις, ἥτις φωτὸς μὴ ὄντος οὐκ ἔστιν ἐνεργείᾳ διαφανής οὐ γὰρ ἂν ὀψόμεθά τι <δι᾿> αὐτοῦ τῶν χρωμάτων), τοῦ δὲ φωτὸς ἴσχει τὸ οἰκεῖον εἶδος καὶ τὴν τελειότητα. διὸ φωτὸς παρόντος δι’ ἀέρος μὲν ἢ δι’ ὕδατος ὁρῶμεν, διὰ γῆς δὲ οὐκέτι, μὴ ἐχούσης ἐν ἑαυτῇ δηλονότι δυνάμει τὴν τοῦ διαφανοῦς φύσιν. τῶν δὲ περὶ φωτὸς εἰπόντων οἱ μὲν εἰρήκασι σῶμα αὐτὸ εἶναι, οἱ δὲ ἀσώματον. ὅτι δὲ οὐκ ἔστι σῶμα τὸ φῶς, ἔτι δὲ οὐδὲ ἐκ τῶν ὄψεων κατὰ ἐκπομπήν τινων σωμάτων τὸ ὁρᾶν γίνεται, δεῖ πρότερον ἐλέγξαντας αὐτὸ τοῦτο ὅτι ἀδύνατον ἢ τὸ φῶς ἢ τὰς ὄψεις σῶμα εἶναι οὕτω τὴν Ἀριστοτέλει δοκοῦσαν περὶ τούτων ἐκθέσθαι δόξαν, καὶ ἐπὶ τούτοις τὰς φερομένας εἰς αὐτὴν ἀπορίας ἐπισκέψασθαι. εἰ τοίνυν κατὰ ἐκπομπὴν σωμάτων τινῶν τὸ ὁρᾶν ἐγγίνεται, πῶς οἷόν τε ἦν ἅμα ἀναβλέψαντας ἡμᾶς ἀθρόον τοῦ οὐρανοῦ ἀντιλαμβάνεσθαι; πῶς γὰρ οἷόν τέ ἐστιν ἀχρόνως σῶμά τι τοσαύτην κινηθῆναι διάστασιν; δέδεικται γὰρ δύο δίων διάστημα εἶναι τὸ ἀπὸ τῆς γῆς μέχρι τοῦ οὐρανοῦ. ἡ γὰρ ἀπὸ τοῦ κέντρου ἴση ἐστὶ τῆ τοῦ ἑξαγώνου πλευρᾷ † τῶν δύο ζῳδίων τὸ διάστημα εἶναι. καὶ τριπλασιεφέβδομός ἐστιν ἡ περίμετρος τῆς διαμέτρου· ἔστι δὲ τὸ ἀπὸ τοῦ κέντρου τὸ ἥμισυ τῆς διαμέτρου. δῆλον οὖν ὡς τῆς ὅλης διμέτρου τέσσαρα ἐχούσης ζῴδια καὶ πρός, ἐπειδὴ ἡ περίμετρος δώδεκα ἔχει, τὸ ἥμισυ τῆς διαμέτρου δύο ἄν ἔχοι ζῴδια καὶ πρός. πῶς οὖν οἷόν τε σῶμα ἀχρόνως τοσοῦτον κινηθῆναι διάστημα; αὐτὴ γοῦν ἡ ὀξυτάτη τῶν κινήσεων, λέγω δὴ ἡ τῆς ἀπλανοῦς, ἐν δύο ὥραις τὸ ἑκτημόριον τοῦ παντός, λέγω δὴ τὰ δύο ζῴδια, κινεῖται. πῶς οὖν οὐκ ἄλογον τὰ ἐκπεμπόμενα σώματα ἐκ τῶν ὄψεων καὶ τῆς ἀπλανοῦς ὀξυκινητότερα ὑποτίθεσθαι; πάλιν εἰ δι’ ἀκτίνων σωμάτων οὐσῶν ὁρῶμεν, ἐπειδὴ ἀναβλέψαντες τὸ τετάρτη μόριον ὁρῶμεν τοῦ οὐρανοῦ, ἀνάγκη πᾶσα τὰς ὄψεις διιούσας διὰ τοῦ ἀέρος ἢ δι’ αὐτοῦ χωρεῖν καὶ οὕτως ἄν χωρήσοι σῶμα διὰ σώματος, ὅπερ ἀδύνατον, ἢ τέμνειν αὐτόν. καὶ εἰ τέμνει, οὐκ ἔδει ἡμᾶς κατὰ συνέχειαν ὁρᾶν τὸν οὐρανὸν οὔτε τὰ ἄλλα ὁρατά, εἴ γε μὴ δι’ ὅλου χωροῦσι τοῦ ἀέρος, ἀλλὰ τέμνουσιν αὐτόν. δῆλον οὖν ὅτι τὰ μό|ρια τῶν k 4r ὁρατῶν τὰ ὑπὸ τὰ μόρια τοῦ ἀέρος τοῦ μὴ τμηθέντος ὄντα οὐκ ἄν ὤφθη· καὶ οὕτως οὐδὲν τῶν ὁρωμένων συνεχὲς ὁρῶμεν, ἀλλὰ διῃρημένον κατὰ μόρια. ἔπειτα ἐπειδὴ ἀναβλέποντες τὸ τέταρτον μόριον ὁρῶμεν τοῦ οὐρανοῦ, εἰ κατὰ ἐκπομπὴν ἀκτίνων τινῶν σωματοειδῶν τὸ ὁρᾶν γίνεται, ἀνάγκη πᾶσα τηλικαῦτα σώματα ὑποτιθέναι τὰς ὄψεις ὡς διήκειν ἀφ’ ἡμῶν ἕως τοῦ οὐρανοῦ καὶ περιλαμβάνειν αὐτοῦ τὸ τεταρτημόριον· ὅπερ ἄλογον ἐκ μικροῦ μορίου, τοῦ ὀφθαλμοῦ, μᾶλλον δὲ οὐδὲ ὅλου, ἀλλὰ τῆς κόρης τηλικαῦτα σώματα λέγειν ἐκπέμπεσθαι, ὡς τοῦ παντὸς τὸ τεταρτημόριον περιλαμβάνειν. ὠὰ πρὸς ταῦτά φασιν ὅτι ἀπάντησίς τις γίνεται τῶν ὁρατῶν πρὸς τὰς ὄψεις· φῶτα γάρ τινα ἐκπέμπονται ἐκ τῶν οὐρανίων, ἅτινα προαπαντῶντα ταῖς ὄψεσι τὴν ἀντίληψιν ἑαυτῶν παρέχεται. πρὸς δὲ τοῦτό φαμεν, εἰ μὴ αὐτοῖς τοῖς οὐρανίοις προσβάλλει ἡ ὄψις, ἀλλὰ τοῖς φώτοις τοῖς ἐξ αὐτῶν ἐξιοῦσι, πόθεν ἴσασιν οἱ ἀστρονόμοι τὰ μεγέθη τῶν ἄστρων; πόθεν τὰς κινήσεις; πόθεν τὰ ἀποστήματα, τὰς συνόδους τε καὶ ἀποστάσεις, καὶ ὅσα ἄλλα περὶ τῶν οὐρανίων ἀποδεικνύουσιν; ὡς γὰρ αὐτῶν ἀντιλαμβανόμενοι τῶν σφαιρῶν οὕτω τὰς περὶ αὐτῶν ἀποδείξεις ποιοῦνται. ἔπειτα τὰ φῶτα ταῦτα ἐξ αὐτῶν ἐξιόντα ἀνάγκη ἢ σώματα εἶναι ἢ ἀσώματα. εἰ μὲν οὗν σώματα εἶεν, τοῖς αὐτοῖς λόγοις ἐλεγχθήσονται οἷσπερ τοὺς σῶμα εἶναι λέγοντας τὸ φῶς ἐλέγξομεν· εἰ δὲ ἀσώματον, τίς χρεία τῆς ἐκπομπῆς τῶν ὄψεων καὶ τῆς προαπαντήσεως; εἰ γὰρ ὅλως ἀσώματοί εἰσιν ἐνέργειαι, καὶ μὴ προαπαντήσεως γινομένης ἥξουσι μέχρι τῶν ὄψεων, καὶ οὕτω τὰ αὐτὰ τῷ Ἀριστοτέλει λέξουσι περὶ τῶν ὄψεων καὶ τοῦ φωτός, ὡς μικρὸν ὕστερον εἰσόμεθα. καθόλου δὲ εἰ τὸ ὁρᾶν κατὰ ἐκπομπὴν τὴν ἀπὸ τῶν ὄψεων γίνεται, ἤτοι σώματα ἀνάγκη εἶναι τὰ ἐκπεμπόμενα ἢ γραμμάς, ὡς δοκοῦσι λέγειν οἱ μαθηματικοί. ἀλλ’ εἰ μὲν γραμμαὶ εἶεν αἱ ἐξιοῦσαι ὄψεις, δῆλον ὅτι κατὰ σημεῖα ἐφάψονται τῶν ὁρατῶν. τὸ δὲ ὁρᾶν φασι γίνεσθαι τῷ θιγγάνειν τὰς ὄψεις τῶν ὁρατῶν· κατὰ σημεῖα δὲ θιγγάνουσι· κατὰ σημεῖα ἄρα καὶ ἀντιλήψονται τῶν ὁρατῶν. οὐκ ἄμ τῶν μεγεθῶν ἀντιλήψονται, ὅπερ ἄτοπον. εἰ δὲ σώματα ἢ τετρῆσθαι τὸ περὶ τὴν κόρην τοῦ κερατοειδοῦς μόριον ἀνάγκη, ὅπερ ἐστὶ ψεῦδος συνεχὴς γάρ ἐστι, καὶ ἐπὰν τρηθῇ, εὐθὺς καὶ τὰ ὑγρὰ ἐκχέονται) ἢ σῶμα διὰ σώματος χωρεῖν, ὅπερ καὶ αὐτὸ ἀδύνατον, ἢ διά τινων πόρων ἀνάγκη ἐξιέναι τὰς ὄψεις. ἀλλ’ ὅτι μὲν οὐκ ἔστι πεποροποιημένα τὰ σώματα, δέδεικται ἐν τῷ Περὶ γενέσεως· ἄλλως τε ἀνάγκη πάντως ὄγκους τινὰς εἶναι καὶ σώματα τοῖς χιτῶσιν, οἷς οἱ πόροι διαλαμβάνοντα δι’ ἐκείνων οὖν ἀδύνατον ὄψεις χωρεῖν, ὥστε οὐκ ἔδει τὸ ἔδαφος ἤ τι ἄλλο κατὰ συνέχειαν ὁρᾶν, ἀλλὰ τινὰ μὲν ὁρᾶν μόρια, τινὰ δὲ μή· τὰ γὰρ τοῦ ὁρατοῦ μόρια, ὧν κατ’ εὐθεῖαν κεῖνται οἱ ὄγκοι οἱ διαλαμβάνοντες τοὺς πόρους, ταῦτα ὁρᾶν ἀδύνατον. οὐδὲν ἄρα κατὰ συνέχειαν ὁρᾶται, ὅπερ ἐστὶ παρὰ τὴν ἐνάργειαν. ἀλλ’ οὐδὲ ἀσώματον ἐνέργειν ἐκ τῶν ὄψεων ἐξιέναι δυνατόν. ἤτοι γὰρ μετὰ τοῦ οἰκείου ὀχήματος ἔξεισιν ἢ οὔ. εἰ μὲν μετὰ τοῦ οἰκείου ὀχήματος, πάλιν σώματα ἔξεισι, καὶ οἱ αὐτοὶ ἥξουσι λόγοι· εἰ δὲ χωρισθεῖσα τοῦ οἰκείου ὀχήματος, ἀνάγκη δήπου πάντως ἐν ἑτέρῳ γενέσθαι ὑποκειμένῳ. ἐπεὶ οὖν ἡ αἰσθητικὴ δύναμις ζωή τίς ἐστιν οὐ γὰρ οἷόν τε τὸ μὴ ζωῆς μετέχον αἰσθήσεως μετέχειν), ἡ δὲ ζωὴ ᾧ ἂν ἐγγένηται, ζῆν ἐκεῖνο ποιεῖ, καὶ ἡ αἰσθητικὴ ἄρα δύναμις ἐξιοῦσα τοῦ ὄμματος καὶ γινομένη ἐν ἀέρι ἢ ἐν ὕδατι ἢ ἀπλῶς ἔν τινι τῶν διαφανῶν ζῆν ἐκεῖνο ποιήσει, ὥστε καὶ ἔμψυχον, ὅπερ ἐστὶ γελοῖον, ἢ εἰ μὴ τοῦτο, ἔσται ζωὴ ἐν τῷ μὴ ζῶντι, ὅπερ ἐστὶν ἀδύνατον. ἄλλως τε εἰ ἡ ὀπτικὴ δύναμις ἐνεργείᾳ ἐξιοῦσα τοῦ ὄμματος ἐν τῷ ἀέρι γίνεται ἢ τῷ ὕδατι ἤ τινι τοιούτω, ἐκεῖνος ἔσται ὁ ὁρῶν καὶ αἰσθητικὸς γινόμενος. Ὅτι μὲν οὖν οὐδὲν ἐκ τῶν ὀμμάτων πρόεισιν, οὔτε σῶμα οὔτε ἀσώματον, καὶ ἐξ ἄλλων μὲν πολλῶν δυνατὸν δεῖξαι, ὅμως ἱκανὰ καὶ τὰ εἰρημένα· ὅτι δὲ οὐδὲ τὸ φῶς σῶμά ἐστι, δῆλον ἐντεῦθεν. εἰ γὰρ σῶμα ἦν, πῶς πάλιν οἷόν τε ἦν σώματος οὕτως ἀθρόαν γενέσθαι τὴν κίνησιν; ἅμα γὰρ ὑπὲρ τὸν ὁρίζοντα γέγονεν ὁ ἥλιος, καὶ ἐξαίφνης ἀχρόνως ὅλον τὸ ὑπὲρ γῆν ἡμισφαίριον καταπεφώτισται. καὶ εἰ λύχνον καλύψας εἰσαγάγω εἰς οἶκον, εἶτα ἐξαγάγω τοῦ καλύμματος, ἀθρόον ὅλος ὁ οἶκος φωτίζεται. πῶς οὖν οἷόν τε ἦν σῶμα οὕτως ἀχρόνως κινεῖσθαι; ἔπειτα εἰ σῶμα τὸ φῶς, ἁπλοῦν ὂν δῆλον ὅτι ἀπλῆν κίνησιν κινηθήσεται. ἁπλαῖ δὲ κινήσεις δύο, ἡ κατ’ εὐθεῖαν καὶ ἡ κατὰ κύκλον. εἰ μὲν οὖν ἐπ’ εὐθείας κινεῖται τὸ φῶς, ἢ ἄνω κινούμενον οὐ κινηθήσεται ἐπὶ τὸ κάτω, ἢ κάτω κινούμενον ἐπὶ τὸ ἄνω οὐ κινηθήσεται· νῦν δὲ καὶ ἄνω καὶ κάτω καὶ δεξιᾷ καὶ ἀριστερᾷ ὁρᾶται κινούμενον· πᾶν δὲ σῶμα εὐθυφορικὸν ἢ τὴν ἐπὶ τὸ ἄνω μόνον ἢ τὴν ἐπὶ τὸ κάτω κινεῖται κίνησιν. ὅτι δὲ οὐ κύκλῳ κινεῖται, προφανὲς ἐκ τῆς ἐναργείας. εἰ γὰρ εἰς στενὸν οἰκημάτιον ἑτερόμηκες εἰσαγάγω λύχνον, κατὰ τὴν ἀρχὴν τοῦ οἰκηματίου εὐθέως ἐπ’ εὐθείας τὸ ὅλον κατεφώτισε, καὶ κάτω τεθεὶς καὶ τὰ ἄνω ἐφώτισε σε καὶ ἄνω ὁμοίως τὰ κάτω. δεικνύουσι δὲ καὶ οἱ τὰ ὀπτικὰ μετιόντες ἐναργῶς ὅτι κατ’ εὐθεῖαν τὸ φῶς πρόεισιν, καὶ οὐ κατὰ κύκλον. εἰ γὰρ σανίδα τρήσῃς ἢ ἐντομήν τινα ἐν αὐτῇ ποιήσῃς, καὶ εἰς μὲν τὸ ἕτερον μέρος τῆς σανίδος κατὰ τὴν ἐντομὴν ὑφάψῃς λύχνον, ἐν δὲ τῷ ἑτέρῳ μέρει ἄλλην σανίδα στήσῃς, γενήσεται τὸ διὰ τῆς ἐντομῆς εἰσιὸν φῶς τοῦ λύχνου εἰς τὴν ἑτέραν σανίδα. ἐὰν οὖν ἀπὸ τοῦ φωτὸς τοῦ γενομένου ἐν τῇ σανίδι ἀποτείνῃς εὐθεῖαν, διαβιβασθήσεται διὰ τῆς ἐντομῆς ἐπὶ τὸν λύχνον, ὥστε κατ’ εὐθεῖαν δηλονότι ἡ τοῦ φωτὸς γίνεται κίνησις. ὥστε εἰ μὴ κατ’ εὐθεῖαν κινεῖται, | ὡς τὰ σώματα, ἢ τὴν ἐπὶ τὸ ἄνω μόνον ἢ τὴν ἐπὶ τὸ κάτω μόνον, μήτε κατὰ κύκλον, πᾶν δὲ σῶμα μίαν τῶν εἰρημένων κινήσεων κινεῖται, ἔοικε μὴ εἶναι σῶμα τὸ φῶς. πάλιν εἰ σῶμα τὸ φῶς, ἀνάγκη πᾶσα, εἰ μὲν δι’ ὅλου τοῦ ἀέρος χωρεῖ, σῶμα ἐν σώματι εἶναι, εἰ δὲ μὴ δι’ ὅλου, ἀλλ’ ἢ τέμνει αὐτὸν ἢ διὰ τῶν πόρων αὐτοῦ χωρεῖ, ἀνάγκη μὴ ἐν παντὶ μέρει τοῦ ἀέρος φῶς εἶναι, ἀλλ’ εἶναί τινά μὲν αὐτοῦ μόρια πεφωτισμένα, τινὰ δὲ ἐσκοτισμένα· ὥστε οὐ πᾶς ἔσται πεφωτισμένος. οὐδὲ πανταχοῦ ἀὴρ ἔσται, ἀλλ’ ἔνθα ἄν ᾖ φῶς, μὴ εἶναι ἀέρα, καὶ ἔνθα ἀήρ, μὴ εἶναι φῶς. καὶ οὕτω συμβήσεται ἡμᾶς φῶς καὶ ἀέρα ἀναπνεῖν· ἔστι δ’ ὅτε καὶ φῶς μόνον, οὐκέτι δὲ καὶ ἀέρα, ὅταν κατ’ αὐτὸ τὸ πεφωτισμένον τύχωμεν ἀναπνέοντες. ταῦτα δὲ προφανῶς ἄτοπα καὶ παρ’ αὐτὴν τὴν ἐνάργειαν. ἔδει δὲ καὶ ἐν τῷ τὸν ἄνεμον κινεῖσθαι ἀθρόον ὄντα καὶ συνεχῆ ἢ πάντῃ σκοτίζειν τὸν τόπον, ἔνθα ἂν προσπέσῃ, ἐξωθοῦντα τὸ τοῦ φωτὸς σῶμα, ἤγουν κἂν σκοτεινότερον τὸν τόπον ποιεῖν, ἅτε τὸ τοῦ φωτὸς σῶμα ἤγουν μόρια αὐτοῦ ἐξωθήσαντα καὶ ἐν τοῖς ἐκείνων τόποις γενόμενον. νῦν δὲ τοῦτο οὐ συμβαίνει. ὁρῶμεν δὲ ὅτι καὶ τοῦ ἀέρος φωτισθέντος αἱ αὐταὶ τοῦ ἀέρος ἐνέργειαι γίνονται· ἀναπνέοντες γὰρ ὁμοίως καὶ ἐμψυχόμεθα· καίτοι θερμαίνειν πέφυκεν ἡ τοῦ φωτὸς φύσις καὶ αὐτὸν τὸν ἀέρα, οὐκ ἐμψύχειν. πρὸς δὲ τούτοις ἐπειδὴ οἱ λέγοντες τὸ φῶς σῶμα εἶναι λέγουσι σφαῖράν τινα φωτὸς προιέναι ἐκ τοῦ ἡλίου, ἐπειδὴ καὶ ὁ ἥλιος σφαιρικός, ἔστι δὲ σφαιρικὸς καὶ ὁ ἀήρ, ἀνάγκη πᾶσα τὴν τοῦ φωτὸς σφαῖραν προιοῦσαν πρὸς ἡμᾶς ἢ ὠθεῖν τὴν σφαῖραν τοῦ ἀέρος καὶ οὕτω τὸν τόπον αὐτῆς κατλλαβοῦσν φωτίζειν τὸν περὶ ἡμάς τόπον, ἢ μὴ ὠθεῖν ἀλλὰ δι’ αὐτῆς χωρεῖν. εἰ μὲν οὖν ὠθεῖ τὸν ἀέρα καὶ τὸν αὐτοῦ τόπον καταλαμβάνει, ἔσται κενὸν ἀέρος τὸ πεφωτισμένον ἡμισφαίριον, ὅπερ ἀδύνατον· ὡς γὰρ εἶπον, πάντα τὰ ἀέρος ἔργα γίνεται καὶ πεφωτισμένου τοῦ περὶ ἡμᾶς παντός· εἰ δὲ μὴ ὠθήσει, οὐδὲ φωτίσει ἅτε μὴ ἀφικνούμενον εἰς ἡμᾶς. εἰ δὲ χωρήσει δι’ αὐτῆς, ἔσται σῶμα διὰ σώματος κεχωρηκός, ὅπερ ἀδύνατον. εἰ δὲ λέξουσιν ὅτι ὡς ἄυλον σῶμα δύναται χωρῆσαι διὰ σώματος, μάλιστα μὲν ἀδύνατος ὁ λόγος· οὕτω γὰρ ἤμελλεν ὁ οὐρανὸς ἐν κέγχρῳ δύνασθαι γενέσθαι. ἔπειτα εἰ διὰ τὸ ἄυλον εἶναι δύναται χωρῆσαι διὰ σώματος, ἐχώρησεν ἂν οὐ μόνον διὰ ἀέρος ἀλλὰ καὶ δι’ ἄλλου ὁτουοῦν. τίς γὰρ ἡ ἀποκλήρωσις, εἰ ᾗ ἄυλον δύναται σῶμα διὰ σώματος χωρεῖν, μὴ καὶ διὰ παντὸς χωρεῖν; ὥστε ἔδει καὶ διὰ τῶν στερεῶν σωμάτων χωρῆσαι τὸ φῶς, διὰ γῆς λέγω καὶ τῶν ὁμοίων. διὰ τί οὖν μὴ καὶ ὑπὸ γῆν ὄντος τοῦ ἡλίου ὁρῶμεν ὑπὲρ γῆν, τοῦ φωτὸς καὶ διὰ τῆς γῆς χωροῦντος; ἔπειτα εἰ σῶμα ὂν τὸ φῶς χωρεῖ διὰ σώματος τοῦ ἀέρος, ἔδει τὸ ὅλον πυκνότερον καὶ παχύτερον γενέσθαι· νῦν δὲ τὸ ἐναντίον λεπτομερέστερος ὁ ἀὴρ γίνεται δεξάμενος τὸ φῶς, ὅπερ οὐκ ἄν συνέβη, εἴπερ ἦν σῶμα. ὥσπερ εἰ ἐν τῆ χωρήσῃ ὕδωρ καὶ μὴ μείζων ὁ ἐξ ἀμφοῖν γένηται τόπος, ἀνάγκη πᾶσα τὸ ἐξ ἀμφοῖν σῶμα παχύτερον γεγονέναι, οὕτω δὲ καὶ τὸν ἀέρα ἀνάγκη ἦν παχύτερον γενέσθαι ἐγγινομένου τοῦ φωτός. νῦν δὲ τοὐναντίον λεπιότερος γίνεται φωτισθείς. εἰ δέ τις λέγοι π·ρὸς τὸν περὶ τῆς κινήσεως τοῦ φωτὸς ἐνιστάμενος λόγον, ὅτι ἀκτῖνές τινές εἰσιν ἠρτημέναι τοῦ ἡλίου καὶ τῇ μεταβάσει τῆς κινήσεως φωτίζουσιν οὐ δεόμεναι τῆς ἄνωθεν κινήσεως ἀεὶ γὰρ ἠρτημέναι εἰσὶ τοῦ ἡλίου) ἐπὶ τὴν γῆν, μάλιστα μὲν παρὰ τὰ φαινόμενα λέγει· ὁμοίως γὰρ ὅ τε ἥλιος φωτίζει καὶ ἡ σελήνη καὶ τὸ πῦρ καὶ τὰ ἄλλα πάντα, οὐχ ἕξει δὲ τοῦτο λέγειν καὶ ἐπὶ τοῦ πυρὸς ἤ τινος τῶν ἄλλων. καὶ ὅταν ἐν σκότῳ ἀπὸ παρατρίψεως τῶν πυρείων ἐξάψω πῦρ ἐν πάνυ μεγίστῳ οἴκῳ, ἀχρόνως ὅλον τὸν οἶκον τὸ φῶς καταλαμβάνει. καὶ τοῦ ἀέρος δὲ πυκνωθέντος ὁ μὲν ἥλιος ἀφανής ἐστιν, ἅπας δὲ ὁ περὶ ἡμᾶς καταλάμπεται τόπος. ἔπειτα ἐρήσομαι περὶ τῶν ἀκτίνων τῶν ἡλιακῶν, πότερον σῶμά εἰσιν ἢ ἀσώματοι, καὶ πότερον δι’ ὅλου τοῦ ἀέρος ἀκτῖνες φέρονται, ἢ οὐ δι’ ὅλου, καὶ πάλιν τὰ αὐτὰ ἄπορα ἐμπεσοῦνται. Ἐκ τούτων οὖν καὶ τῶν τοιούτων κινούμενοι ἀναγκαζόμεθα μήτε τὸ φῶς μήτε τὰς ὄψεις σῶμα λέγειν. τί οὖν; πῶς τὸ ὁρᾶν γίνεται; τίς δὲ καὶ ἡ τοῦ φωτὸς φύσις; λέγομεν οὖν πρῶτον περὶ τοῦ ὁρᾶν ἑπόμενοι Ἀριστοτέλει, ὅτι ἔχει τὸ διαφανές, ὁ ἀήρ, διαπορθμευτικὴν τῶν χρωμάτων δύναμιν αὐτὸς ἀχρωμάτιστος ὤν. εἰ γὰρ εἶχεν οἰκεῖόν τι χρῶμα, ἐνεπόδισεν ἄν αὐτῷ πρὸς τὸ διαπορθμεῦσαι τὰ ἄλλα χρώματα. ἀμέλει ἐὰν ᾖ ὕελος ἄχρους, πάντα διαπορθμεύει τὰ χρώματα· ἐὰν δὲ χρωσθῇ τινι χρώματι, οὔτε πάντα διαπορθμεύει οὐδὲ γὰρ τὰ ἀμυδρότερα διαπορθμεύσει) οὔτε ἀκριβῶς. ἔχει οὖν ὁ ἀὴρ κατὰ πᾶν μόριον ἑαυτοῦ τὴν διαπορθμευτικὴν τῶν χρωμάτων δύναμιν· καὶ γὰρ ὅλος καθ’ ὅλον ἑαυτὸν διαφανής ἐστι· τὸ γὰρ ἐνθαδὶ κείμενον καὶ οἱ ἔμπροσθεν καὶ οἱ ὄπισθεν καὶ ἁπλῶς οἱ κατὰ πᾶν ὄντες μέρος ὁρῶσιν. ἐνέργειαι τινες ἐκ τῶν ὁρατῶν ἐγγίνονται ἀπαθῶς ἐν τῷ ἀέρι μὴ χρωννύουσαι αὐτόν, ἐπεὶ μηδὲ πέφυκε χρώννυσθαι. ὅθεν διὰ τοῦ αὐτοῦ μορίου τοῦ ἀέρος διάφοροι ὁρῶντες διάφορα χρώματα ὁρῶμεν, ὅπερ, εἰ αὐτὸς ἐχρώννυτο, οὐ ἂν ἐγίνετο· οὐ γὰρ ἐδύνατο τοῖς ἐναντίοις ἅμα χρώννυσθαι. οἷον εἰ τὸ ὁ ἀὴρ εἴη, τὸ Μ δὲ μέλαν, λευκὸν δὲ τὸ Λ, ὁρᾷ δὲ τὸ Α τὸ λευκόν, τὸ δὲ Β τὸ μέλαν, χωρήσουσιν αἱ ἐνέργειαι τοῦ λευκοῦ καὶ τοὐ μέλανος διὰ τοῦ ἀέρος. εἰ δὲ χωροῦσι δι’ αὐτοῦ ἐναντίαι οὖσαι, δῆλον ὅτι οὐ χρωννύουσιν αὐτόν· ἀδύνατον γὰρ τὸ αὐτὸ μόριον ἅμα τὰ ἐναντία χρώματα. ὅπερ δ’ ἐπὶ τῶν δύο, τοῦτο καὶ ἐπὶ πλειόνων χρωμάτων ἔστιν εἰπεῖν. πλειόνων γὰρ ὄντων τῶν ὁρώντων καὶ τῶν ὁρατῶν ἥξουσιν αἱ πλείους | ἐνέργειαι τῶν χρωμάτων διὰ τοῦ αὐτοῦ ἀέρος συμπίπτουσαι k 5r ἀλλήλαις· εἰ δὲ ἐχρώννυτο ὁ ἀήρ, οὐκ ἄν ποτε τοῦτο ἐγένετο. διαβαίνουσιν οὖν διὰ τοῦ διαφανοῦς αἱ τῶν χρωμάτων ἐνέργειαι καὶ ἀπαγγέλλουσι τῇ ὄψει τὰ οἰκεῖα ὑποκείμενα, αὐτὰ λέγω τὰ χρώματα, εἰς μὲν τὴν αἴσθησιν αὐτὴν δρῶσαι ἢ τοιώσδε ἢ τοιώσδε, εἰς μέντοι τὸ διαφανὲς πάθος τι οὐκ ἐμποιοῦσαι. καὶ οὐ δεῖ ζητεῖν, πῶς ἡ ἐνέργεια τοῦ χρώματος χωρήσασα ἀπὸ τοῦ ἰδίου ὑποκειμένου ἀφικνεῖται πρὸς τὴν ὄψιν· ἐν ὑποκειμένῳ γὰρ γίνεται τῷ ἀέρι, καὶ οὕτω δι’ αὐτοῦ δρᾷ εἰς τὴν ὄψιν, ὥσπερ καὶ ἡ τοῦ τέκτονος ἐνέργεια χωρεῖ διὰ τοῦ σκεπάρνου εἰς τὸ ξύλον, καὶ εἰς μὲν τὸ ξύλον δρᾷ σχηματίζουσα αὐτὸ τοιώσδε ἢ τοιώσδε, εἰς δὲ τὸ σκέπαρνον οὐδὲν τοιοῦτον δρᾷ οἷον ἐν τῷ ξύλῳ. ὥσπερ οὗν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ φωτὸς λέγομεν ἐνέργειάν τινα ἀσώματον ἐκπέμπεσθαι ἐκ τοῦ φωτιστικοῦ σώματος εἰς τὰ διαφανῆ πεφυκότα ταύτην ὑποδέχεσθαι. καὶ ὥσπερ τὸ πῦρ καὶ πόρρω που κείμενον ἡμῶν θερμαίνει ἡμᾶς, οὐ τῷ αὐτὸ φοιτᾶν πρὸς ἡμᾶς, ἀλλὰ τῷ αὐτὸ μὲν τὸν προσεχῆ ἑαυτῷ ἀέρα θερμαίνειν πεφυκότα πάσχειν ὑπὸ πυρός, ἐκεῖνος δὲ θερμανθεὶς γίνεται τοιοῦτος ὡς δύνασθαι καὶ αὐτὸς τὰ παρακείμενα ἑαυτῷ θερμαίνειν, καὶ τοῦτο μέχρι παντὸς γίνεται, καὶ οὕτω καὶ τὰ πορρωτάτω τοῦ πυρὸς θερμαίνεται, καὶ πρώτως μὲν ἐκ τοῦ πυρός, προσεχῶς δὲ καὶ κατὰ δεύτερον λόγον ἐκ τῶν παρακειμένων, οὕτω δὴ καὶ τῶν διαφανῶν σωμάτων ἐφεξῆς κειμένων αἵ τε γὰρ σφαῖραι ἅπτονται Μήλων, καὶ ἐφεξῆς τῆς ἐσχάτης σφαίρας ἅπτεται ὁ περὶ ἡμᾶς ἅπας ἀήρ, καὶ ἐφεξῆς τούτου τὸ ὕδωρ) προσεχῶς οὖν ὁ ἥλιος εἰς τὸ παρακείμενον αὐτῷ σῶμα καὶ ἁπτόμενον αὐτοῦ δράσας ποιεῖ αὐτὸ ἐνεργείᾳ διαφανές, ἐκεῖνο δὲ τοιοῦτο γενόμενον ἴσχει δύναμιν, ὥστε καὶ αὐτὸ δρᾶν εἰς τὰ πλησίον καὶ ποιεῖν αὐτὰ τοιαῦτα, καὶ οὕτω μέχρι τῶν ἐσχάτων πρόεισιν ἡ φωτιστικὴ δύναμις, οὐ τῆς τοῦ ἡλίου ἐνεργείας ἀμέσως εἰς τὰ ἔσχατα φοιτώσης, ἀλλὰ τῶν πλησίον καὶ πρώτως πασχόντων δυναμένων καὶ αὐτῶν εἰς τὰ δεκτικὰ τὴν ὁμοίαν ἐνεργεῖν ἐνέργειαν. εἰ δ’ ἀθρόα γίνεται ἐν πᾶσιν ἡ ἐνέργεια, οὐ θαυμαστόν, ὁπότε ἀσώματός ἐστιν ἡ ἐνέργεια. καὶ ὥσπερ εἰ σχοίνου τις μακρᾶς καὶ διατεταμένης τὸ ἄκρον κινήσειε, πᾶσα ἡ σχοῖνος ἀχρόνως συγκινεῖται διὰ τὴν τῶν μορίων συνέχειαν, τοῦ προτέρου κινοῦντος τὸ ἐχόμενον, οὕτω ‘δεῖ νοεῖν καὶ ἐπὶ τῆς τοὐ φωτὸς ἐνεργείας γίνεσθαι, διὰ τὸ πάντα ἐφεξῆς τὰ τοῦ κόσμου σώματα ἀλλήλων ἅπτεσθαι. ἔστιν οὖν τὸ φῶς οὐ σῶμα, ἀλλ’ ἡ τοῦ διαφανοῦς ἐνέργεια, ᾗ διαφανές ἐστιν, ἥτις γίνεται ὑπὸ τοῦ ποιητικοῦ. ποιητικὸν δὲ πρώτως μὲν καὶ κυριώτατα ὁ ἥλιος, δευτέρως δὲ ὅσα τῷ μετασχεῖν ἀπορροίας τινὸς τῆς ἐξ ἐκείνου καὶ αὐτὰ φωτιστικὰ γέγονεν, ὥσπερ ἥ τε σελήνη καὶ τὰ λοιπὰ ἄστρα καὶ τὸ πῦρ· τὴν γὰρ πρώτην τοῦ φωτὸς πηγὴν ἐν ἡλίῳ ὁ θεὸς ἐναπέθετο. οὕτως οὖν πάσας τὰς εἰρημένας ἀπορίας ἐκφευξόμεθα, καὶ οὔτε σῶμα διὰ σώματος χωρήσειοὕτε ἀθρόαν γίνεσθαι καὶ ἄχρονον τὴν ἐνέργειαν οὐδὲν ἀδύνατον ἀσώματον οὖσαν. Ἀλλ’ ἀποροῦσιν ἡμῖν πρὸς τὰς ὑποθέσεις ταύτας τάς τε τοῦ φωτὸς καὶ τὰς τῶν ὄψεων, ὅτι εἰ μὴ σῶμά ἐστι τό τε φῶς καὶ αἱ ὄψεις, πόθεν οὗν αἱ ἐν τοῖς ἐνόπτροις ἀνακλάσεις; πόθεν καὶ ἐν τοῖς πυρείοις; πόθεν ἡ ἐκ τῆς ἀκτίνων ἀνακλάσεως παράτριψις καὶ ἐκ τούτου θέρμανσις; πόθεν αἱ ἀκρώρειαι ἧττόν εἰσι τῆς πεδιάδος τεθερμασμέναι; διὰ τί δὲ εἰ αἱ ἐνέργειαι τῶν ὁρατῶν ἐν τῷ ἀέρι εἰσίν, μὴ καὶ τὰ ὄπισθεν ὁρῶμεν; εἰ γὰρ κατὰ πᾶν μόριον ἑαυτοῦ ὁ ἀὴρ ἔχει τῶν χρωμάτων τὰς ἐνεργείας, ὡς δηλοῖ τὸ τοὺς πανταχόθεν ὁρῶντας τὸ αὐτὸ χρῶμα ὁρᾶν οἷον εἰ εἴη τὸ Α χρῶμα, περὶ αὐτὸ δὲ ὧσι πλείους ὁρῶντες τὸ Β, τὸ Γ, τὸ Δ, τὸ E, τὸ Z, τὸ Η, πάντες αὐτὸ ὁρῶσι· δῆλον οὖν ὅτι διὰ τὸ τὸν ἀέρα κατὰ πᾶν ἑαυτοῦ μόριον ἔχειν τῶν χρωμάτων τὰς ἐνεργείας), εἰ δὲ τοῦτο, τί δή ποτε μὴ καὶ τὰ ὄπισθεν ὁρῶμεν; λύσιν οὖν τούτοις πᾶσι μίαν ἐπιθήσομεν ὑποθέσεσι χρησάμενοι εἰς τὸν περὶ τῶν ἐνεργειῶν λόγον, αἷς ἐχρήσαντο καὶ οἱ σώματα λέγοντες τὰς ὄψεις καὶ τὸ φῶς. ὥσπερ οὖν ἐκεῖνοι ὑποτίθενται τὰς ὄψεις καὶ τὰς ἀκτῖνας κατ’ εὐθείας τε γραμμὰς ἐκπέμπεσθαι καὶ ἀνακλᾶσθαι ἀπὸ τῶν λείων σωμάτων κατ’ ἴσας γωνίας, οὕτω καὶ ἡμεῖς ὑποτιθέμεθα τὰς ἐνεργείας τε τῶν χρωμάτων, ἔτι δὲ καὶ τὸ φῶς καὶ κατ’ εὐθεῖαν ἐκπέμπεσθαι καὶ ἀπὸ τῶν λείων σωμάτων ἀνακλᾶσθαι κατ’ ἴσας γωνίας. διὰ τοῦτο οὖν καὶ τὰ ἐν τοῖς κατόπτροις εἴδωλα φαίνεται οὐ τῶν ὄψεων τῶν ἡμετέρων ἀνακλωμένων πρὸς τὰ ὁρατά, ἀλλὰ τῶν ἐνεργειῶν τῶν ἐκείνων πρὸς ἡμᾶς. διὰ τοῦτο οὐδὲ τὰ ὄπισθεν ὁρῶμεν, ἐπειδὴ κατ’ εὐθεῖαν φέρονται αἱ ἐνέργειαι πρὸς τὰς ὄψεις, οὐκ ἄλλως δὲ κατ’ εὐθεῖαν ἐκ τῶν ὁρατῶν αἱ ἐνέργειαι πρὸς τὰς ὄψεις ἐνεχθήσονται, εἰ μὴ ἀντιπρόσωποι αὐτοῖς γενώμεθα. αἱ μὲν γὰρ ἐνέργειαι ἀεὶ ἐν τῷ ἀέρι εἰσὶν ἀπαθῶς, οὐ δρῶσι δὲ εἰς ἡμᾶς, εἰ μὴ ὅταν ὦσι κατ’ εὐθεῖαν τὰ αἰσθητὰ ταῖς ὄψεσιν, ὡς οὐδὲ αἱ ὄψεις κατ’ αὐτοὺς προσβάλλουσι τῷ ὁρατῷ, εἰ μὴ κατ’ εὐθεῖαν αὐτῷ γένωνται. διὰ τοῦτο οὖν τὰ ὄπισθεν χρώματα κἂν ἐκ πλαγίων ἀποβλέψωμεν, οὐχ ὁρῶμεν, καίτοι τῆς ἐνεργείας τῶν χρωμάτων οὔσης ἐν τῷ ἀέρι, διὰ τὸ μὴ κατ’ εὐθεῖαν πρὸς τὰς ὄψεις φέρεσθαι τὴν ἐνέργειαν. οὕτως οὖν καὶ τὰς ἀνακλάσεις τοῦ φωτὸς καὶ τῶν ἐνεργειῶν τῶν ὁρατῶν λέγομεν γίνεσθαι ἀπὸ τῶν λείων σωμάτων κατ’ ἴσας γωνίας τῶν ἐνεργειῶν ἀνακλωμένων. καὶ διὰ τοῦτο τῷ αὐτῷ τῶν ὄψεων λόγῳ, ὅταν τύχοι τὸ κάτοπτρον τοιαύτην θέσιν ἔχον πρὸς ἡμᾶς καὶ τὸ ὁρατόν, ὥστε τὰς ἐνεργείας εἰς αὐτὸ πεσούσας καὶ πρὸς ἴσας γωνίας ἀνακλασθείσας φοιτῆσαι πρὸς τὸ ὄμμα, καὶ τὰ μὴ κατ’ εὐθεῖαν τοῦ ὄμματος κείμενα ὁρῶμεν, οἷον τὰ ὄπισθεν ἢ ἄνω ἢ κάτω ἢ ἐκ πλαγίων. καὶ ἁπλῶς ἅπερ ἐκεῖνοι ἐπὶ τῶν ὄψεων λέγουσι, ταῦτα ἡμεῖς ἀπαραλ|λάκτως ἐπὶ τῶν k 5v ἐνεργειῶν λέγοντες τὰ φαινόμενα σώζομεν. τί γὰρ διαφέρει ἡ ἀπὸ τοῦ ὄμματος εὐθείας προιούσας φοιτᾶν πρὸς τὸ κάτοπτρον, καὶ ἀπὸ τοῦ κατόπτρου ἀνακλᾶσθαι πρὸς τὸ ὄμμα; εἰ οὖν ταῦτα μὲν κοινῶς καὶ ἐκεῖνοι καὶ ὁ Ἀριστοτέλους ὑποτίθεται λόγος, ἀλλ’ ὁ μὲν ἐπὶ τῶν ἐνεργειῶν, οἱ δ’ ἐπὶ τῶν ὄψεων, μυρία δὲ ἀδύνατα τῇ τῶν ὄψεων ὑποθέσει ἀκολουθεῖ, αἱρετέον μᾶλλον τὴν Ἀριστοτέλους ὑπόθεσιν, ἣ καὶ τὰ φαινόμενα σώζει καὶ τὰ ἄτοπα ἐκκλίνει. πόθεν οὖν ἡ θέρμη ἐν τῷ ἀέρι γίνεται, εἲ γε ὁ μὲν ἥλιος θερμὸς οὐκ ἔστιν, αἱ δὲ ἀκτῖνες οὐ σῶμα; εἰ γὰρ μή εἰσι σῶμα, παράτριψις οὐκ ἔστι· παρατρίψεως δὲ μὴ οὔσης πῶς ὁ ἀὴρ θερμανθήσεται; ὅτι γὰρ ἡ παράτριψις θερμαίνει οὕτως, ὥστε καὶ ἐκπυρῶσαι, ἄν πυκνοτέρα γένηται, προφανὲς ἐκ τῆς ἐναργείας· καὶ ἐκ ξύλων γοῦν καὶ ἐκ λίθων καὶ σιδήρου παρατριβομένων ἔξαψις γίνεται. καὶ ἐν τοῖς πυρείοις δὲ ἐὰν μὴ οὕτως ἁρμόσωμεν τὴν ἀκτῖνα πρὸς τὸ ὑπέκκαυμα, ὥστε μὴ ἀμβλεῖαν γωνίαν τὴν κλάσιν τῶν ἀκτίνων ποιῆσαι, ἀλλ’ ὀξεῖαν οὕτως, ὥστε τὴν δίπλωσιν σχεδὸν εἰς μίαν εὐθεῖαν ἀποτελευτῆσαι καὶ τῇ πυκνότητι παρατρῖψαι τὸν ἀπειλημμένον μεταξὺ ἀέρα, οὐκ ἄν ἔξαψις γένοιτο· καὶ τοῦτο αἰσθητῶς ὁρῶμεν. ὥστε σῶμα μὲν ὑποτιθεμένοις τὰς ἀκτῖνας συνάγεται τὰ φαινόμενα, ἐνεργείας δὲ οὐκέτι. πῶς γὰρ ἡ τοῦ μὴ θερμοῦ ἐνέργεια θερμανεῖ; πῶς δὲ ὑπὸ τοῦ ἀσωμάτου παράτριψις ἂν γένοιτο; λέγω οὖν πρὸς ταῦτα ὅτι, ὥσπερ ὑπὸ τῆς ψυχῆς θερμῆς οὐκ οὔσης ζωτική τις ἐνέργεια ἐγγίνεται ἐν τῷ σώματι, ἥτις τὸ ἔμφυτον θερμὸν ζωογονεῖ τὸ ζῷον, ἐπειδὰν δ’ ἀποστῇ ἡ ψυχή, εὐθὺς καὶ τὸ ἔμφυτον ἀποσβέννυται θερμόν, οὕτω καὶ ἐκ τοῦ ἡλίου ζωτικήν τινα ἐνέργειάν ἐγγίνεσθαι διὰ τοῦ φωτὸς ἐν ἀέρι, καὶ ταύτην κινοῦσαν τὸ ἔμφυτον τοῦ ἀέρος θερμὸν ἐκθερμαίνειν αὐτόν. καὶ ὥσπερ ἡ θυμοειδὴς τῆς ψυχῆς δύναμις αὐτὴ θερμὴ μὴ οὖσα, ἐπειδὰν κινηθείη, ἐκθερμαίνει τὸ περικάρδιον αἷμα, ὁμοίως δὲ καὶ ἡ φροντὶς θερμαίνει ἀσώματος οὖσα ψυχῆς ἐνέργεια, οὕτω καὶ τὸν ἥλιον οὐδὲν ἀπεικὸς μὴ ὄντα θερμὸν τῇ ζωτικῇ αὐτοῦ ἐνεργείᾳ, ἥτις ἐστὶ τὸ φῶς, κινοῦντα τὴν ἐν τῷ ἀέρι θερμότητα ἐκθερμαίνειν αὐτόν. εἰ δὲ θερμαντικὴ ἡ ἐνέργεια, ἔνθα ἄν πλείων ᾖ ἡ ἐνέργεια, ἡ θερμασία ἐξ ἀνάγκης· ὥστε ἐν ταῖς ἀνακλάσεσι διπλουμένης τῆς ἐνεργείας καὶ ὀλίγον τὸν ἐντὸς ἀέρα περιεχούσης, ἅτε ὑπὸ πλείονος ἐνεργείας ἀέρος θερμαινομένου οὐ διὰ παρατρίψεως, ἀλλὰ κατὰ τὸν εἰρημένον τρόπον τῷ κινεῖν τὴν ἔμφυτον θερμότητα αὐτοῦ, εἰκότως συμβαίνει τὰς ἐξάψεις γίνεσθαι. τοῦ δὲ τὴν μεσημβρίαν θερμαίνεσθαι μᾶλλον τῆς ἕω καὶ τῆς δείλης πάλιν μὲν τὰς αὐτὰς αἰτίας ἀποδώσομεν· διότι ἀνατέλλοντος καὶ δύνοντος τοὐ ἡλίου αἱ ἐνέργειαι κλώμεναι ἀμβλείας γωνίας ποιοῦσι καὶ πολὺν ἀέρα ἐντὸς ἀπολαμβάνουσι, διὰ τοῦτο ἧττον θερμαίνουσιν. ἄλλως τε ἀνατέλλων τε καὶ δύνων ὁ ἥλιος διὰ πλείονος ἀχλύος ἡμῖν προσβάλλει· ἡ δὲ ἀχλὺς ὑδατώδης ἀτμὶς γάρ), καὶ διὰ τοῦτο εἰκότως ἧττον θερμαίνουσιν αἰ ἐνέργειαι δι’ ἀχλύος πολλῆς προσβάλλουσαι ἡμῖν. ὅτι δὲ πλείων ἡ ἀχλὺς εἰς τὸ ἀνατολικὸν καὶ τὸ δυτικὸν ἢ εἰς τὸ κατὰ κορυφήν, δῆλον ἐντεῦθεν. ἔστω γὰρ ὁ μὲν ἐντὸς κύκλος ἡ γῆ, ὁ δὲ ἔξωθεν ὁ ἀπὸ τῆς ἀχλύος περιέχων τὴν γῆν. αἱ μὲν οὖν ἐκ τοῦ κέντρου ἐκβαλλόμεναι τῆς γῆς δῆλον ὅτι ἴσαι ἔσονται, ἐπειδὴ καὶ παντὸς κύκλου αἱ εἰς τὴν περιφέρειαν ἐκβαλλόμεναι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. εἰ δὲ ἀπὸ τῆς οἰκήσεως τῆς ἡμετέρας ἐκβάλῃς εὐθείας, εἰ μὲν ἐπὶ τὸν οὐρανόν, δῆλον ὅτι διὰ τὸ τὴν πᾶσαν γῆν κέντρου λόγον ἐπέχειν πρὸς τὸ πᾶν, εἰ. καὶ ἄνισοί εἰσιν, ὅμως διὰ τὸ ἀνεπαίσθητον εἶναι ὡς πρὸς τὸ τοῦ παντὸς μέγεθος τὴν διαφορὰν αὐτῶν ἴσαι ἔσονται· εἰ δὲ ἐπὶ τὴν ἀχλὺν τὰς ἀπὸ τῆς οἰκήσεως ἐκβάλῃς, ἐπειδή, ὡς δέδεικται ἐν τοῖς Μετεώροις, οὐκ ἐπὶ πολὺ ὕψος φέρεται ἀπὸ τῆς φῆς ἡ ἀτμίς εἰσὶ γοῦν ὄρη ὑπερνεφῆ), οὔτε δὲ ἡμεῖς ἐν τῷ κέντρῳ οἰκοῦμεν, ἐξ ἀνάγκης οὐκ ἔσονται ἴσαι ἀλλήλαις, ἀλλ’ ἐλάχισται μὲν αἱ κατὰ κορυφήν, αἱ δὲ λοιπαὶ αἱ μὲν τὴν μεγίστην ἀφεστῶσαι τοῦ κατὰ κορυφὴν μέγισται, αἱ δὲ πλησιαίτεραι τοῦ κατὰ κορυφὴν ἥττους. ἔστι δὲ τῶν ἐκ τῆς ἐπιφανείας ἀγομένων εὐθειῶν, καθ’ ἣν καὶ οἰκοῦμεν, ἐλαχίστη μὲν ἡ ἐν τῷ κατὰ κορυφήν, μεγίστη δὲ ἡ διὰ τοῦ κέντρου, τῶν δὲ λοιπῶν αἱ πλησιαίτεραι τοῦ κατὰ κορυφὴν ἐλάττους, αἱ δὲ λοιπαὶ μείζους. ἐν δὲ τῷ θερμῷ καὶ πλείονα χρόνον ὑπὲρ γῆν διατρίβων μᾶλλον θερμαίνει. πέφυκε γὰρ τὸ φῶς ὅταν προσπέσῃ εἰς λεῖόν τι καὶ στιλπνὸν σῶμα, δρᾶν εἰς αὐτὸ οὕτως ὥστε καὶ αὐτὸ τὴν ὁμοίαν ἐνέργειαν ἀντιπέμπειν, ὥσπερ ἐν ἀργυρίῳ καὶ ἐν τοῖς ἐσόπτροις καὶ ἐν ὕδατι καὶ ὑέλοις καὶ ἄλλοις πλείστοις. πᾶν μὲν οὖν σῶ μὰ τὴν τοῦ φωτὸς δεχόμενον ἐνέργειαν πέφυκε καὶ αὐτὸ τὴν αὐτὴν ἀντιπέμπειν, ἐξαιρέτως δὲ τὰ λεῖα σώματα, ὥσπερ τὰ εἰρημένα. διὰ τοῦτο γοῦν καὶ ἡ σελήνη δεχομένη τὸ τοῦ ἡλίου φῶς φωτίζει τὰ τῇδε, καὶ τοῦτό φαμεν φωτὸς ἀντανάκλασιν, τὴν ἀπὸ τῶν δεξαμένων καὶ δυναμένων ὁμοίαν ἐνεργεῖν ἐνέργειαν. ἐν οὖν τῷ θέρει καὶ ἐν τῇ μεσημβρίᾳ πλειόνων ἐνεργειῶν ὁμοίων κατὰ ταὐτὸν γινομένων, συμβαίνει μᾶλλον θερμαίνεσθαι τὸν ἀέρα. οὕτω μὲν οὖν τὰς φερομένας ἀπορίας εἰς τὸν περὶ τῶν ἐνεργειῶν λόγον ἐπιλύονται. | καὶ εἰ ἐνέργεια τὸ φῶς καὶ μὴ k 6r σῶμα, ἔτι δὲ καὶ οὐ κατ’ ἐκπομπὴν ὄψεών τινων σωμάτων οὐσῶν τὸ ὁρᾶν γίνεται ἀλλὰ τῶν ὁρατῶν αἱ ἐνέργειαι πρὸς ἡμᾶς ἀφικνοῦνται, τί δήποτε ἐν τοῖς Μετεώροις ταύταις ἐχρήσατο ταῖς ὑποθέσεσιν Ἀριστοτέλης; λέγω οὖν ὅτι ὡς σαφεστέραις ὑποθέσεσιν ἐχρήσατο ταῖς τῶν ἀκτίνων καὶ τῶν ὄψεων· οὐ γὰρ εὐχερὲς ἐννοῆσαι ἐνεργείας ἀνακλωμένας ἢ ὅλως χωρούσας διὰ τοῦ ἀέρος τὰς τῶν χρωμάτων ἐνεργείας. ὅσα δὲ κατεσκευάσθη δι’ ἐκείνων τῶν ὑποθέσεων, τὰ αὐτὰ καὶ διὰ τούτων κατασκευασθήσεται. ὡς γὰρ ἐκεῖ κώνους ἐλέγομεν ἐξιέναι ἐκ τῶν ὀμμάτων ἀπό τινος κέντρου, εἶτα προιόντας εὐρύνεσθαι, οὕτω καὶ ἐπὶ τῶν ἐνεργειῶν δηλονότι λεχθήσεται. ἐπειδὴ γὰρ εἰς στενόν τι κέντρον τοῦ κρυσταλλοειδοῦς αἱ ἐνέργειαι τῶν ὁρατῶν κρίνονται, ἀνάγκη ἀπὸ πλατέος μὲν ἄρχεσθαι αὐτοῦ τοῦ ὁρατοῦ. λήγειν δ’ εἰς στενὸν τὸ ὄμμα· τοῦτο δὲ κῶνός ἐστιν ἔχων κορυφὴν μὲν τὴν κόρην ἢ τὸ τοῦ κρυσταλλοειδοῦς κέντρον, βάσιν δὲ αὐτὸ τὸ ὁρατόν. ὥστε οὐδὲν πρὸς τὰ δεδειγμένα λυμαίνεται τὸ διάφορον τῶν ὑποθέσεων. καὶ τὰ περὶ τῶν ἀνακλάσεων δ’ ὁμοίως ἕξει ἐπ’ ἀμφοτέρων τῶν ὑποθέσεων. ταῦτα μὲν οὖν ὅσον συνηγορῆσαι ταῖς Ἀριστοτελικαῖς ὑποθέσεσιν. Δυσφάνταστον δὲ δοκεῖ τὸ περὶ τῆς ἀνακλάσεως τῶν ἐνεργειῶν, πῶς οἷόν τέ ἐστι τὰς ἐνεργείας, ἀσώματόν τι πρᾶγμα, ἀνακλᾶσθαί τε καὶ γωνίας ποιεῖν. ἀμβλεῖα γὰρ καὶ ὀξεῖα γωνία διαστάσεως ἐστιν, ἡ δὲ διάστασις μεγέθους, τὸ δὲ μέγεθος σωμάτων καὶ ἐν σώμασιν· ἡ δὲ ἐνέργεια ἀσώματος, οὐκ ἔχουσα ἐν τῷ ἀέρι τὸ εἶναι, ἀλλ’ ἐν τῷ ἐνεργοῦντι· πῶς οὖν ἀνακλᾶται τοῦ ἰδίου ὑποκειμένου χωρίς; ἄλλως τε εἰ ἀνακλᾶται, ἢ τοῦ ἀέρος ἀνακλᾶται ἢ καθ’ ἑαυτήν. εἰ μὲν οὖν καθ’ ἑαυτήν, πῶς πάλιν ἀσώματόν τι πρᾶγμα ἀνακλασθήσεται καὶ γωνίας ποιήσει; εἰ δὲ μετὰ τοῦ ἀέρος, ἐπειδὴ ὑγρὸς ὢν ὁ ἀὴρ ἑαυτῷ ἀντιπεριίσταται, ἐξ ἀνάγκης ὁ ἀνακλασθεὶς ὠθήσει ἄλλον ἀέρα, οὗ ἐν τῷ τόπῳ γίνεται, καὶ τὸν αὐτοῦ τόπον ἄλλο μόριον τοῦ ἀέρος καταλήψεται. δῆλον οὖν ὅτι ὁ τῷ ἀνακλασθέντι ἀὴρ μεῖά τῆς ἐν αὐτῷ τοῦ φωτὸς ἐνεργείας ὑποχωρήσει τῷ ἀνακλασθέντι, ὥστε οὐ διπλασιασθήσεται ἡ ἐνέργεια τοῦ φωτὸς ἐν καὶ τῷ αὐτῷ ἀέρι· ἀντὶ γὰρ τῆς ἀνακλωμένης μεταξὺ τοῦ ἀέρος ἄλλη μετὰ τοῦ ἀντιπεριστάντος ἀέρος ὑπεχώρησεν. εἰ δὲ μὴ ἐδιπλασιάσθη ἡ ἐνέργεια, οὐ μᾶλλον ἐθέρμανε. μάταιος ἄρα ὁ τῶν ἀνακλάσεων τῶν ἐνεργειῶν λόγος εἰς τὸ ποιῆσαι πλείω θερμασίαν, ὁπότε ἀντιπεριίσταται τῇ ἀνακλασθείσῃ μετὰ καὶ τοῦ ἀέρος ἡ ἐν τῷ τόπῳ, οὗ ἡ ἀνάλλασις γέγονε πρότερον οὖσα ἐνέργεια. | ἀλλὰ πρὸς τοῦτό φημι, ὅπερ ἤδη ἔφθην εἰπών, ὅτι ὃν τρόπον ἡ σελήνη δεχομένη τὰς τοῦ ἡλίου ἐνεργείας καὶ φωτιζομένη διὰ τὴν τοῦ σώματος αὐτῆς λαμπρότητα πέφυκε καὶ αὐτὴ ἀντενεργεῖν καὶ φωτίζειν τὰ τῇδε, οὕτω δὲ καὶ ἄλλα πλεῖστά ἐστιν, ἅπερ δεχόμενα τὰς τοῦ φωτὸς ἐνεργείας καὶ αὐτὰ ἀντενεργεῖν πέφυκεν, οἷον ὕδωρ, ὕελος, ἄργυρος, χαλκὸς καὶ ἁπλῶς τὰ λεῖα πάντα καὶ στιλπνά. ὅταν οὖν λέγηται ἀνακλᾶσθαι ἡ ἐνέργεια ἀπὸ τῶν λείων σωμάτων, οὐδὲν | ἄλλο λέγεται ἢ ὅτι δεχόμενα τὰ τοιαῦτα σώματα τάς τε τοῦ φωτὸς τάς τε τῶν ὁρατῶν ἐνεργείας οὐκ αὐτὰς κατ’ ἀριθμὸν ἃς ἐδέξατο ποιεῖ κλᾶσθαι, ἀλλ’ ὅτι ἀντενεργεῖν τοιαύτας ἐνεργείας καὶ αὐτὰ πέφυκε. καὶ διὰ τοῦτο καὶ σπουδάζομεν οὕτω πρὸς τὸ φωτισθῆναι τὰ πυρεῖα, ὡς τήν τε ἐκ τοῦ ἡλίου ἐνέρ- γειαν εἰς τὸ πυρεῖον προσπίπτουσαν καὶ τὴν ἐξ αὐτοῦ πάλιν γινομένην μὴ διεστηκέναι ἀλλήλων, ἀλλὰ πλησίον εἶναι καὶ ταύτῃ τῇ πυκνότητι θερμαίνειν. τὰ αὐτὰ καὶ ἐπὶ τῶν ὄψεων. Τούτῳ μὲν οὖν οὕτω διῃτήσθω· ἐκεῖνο δ’ εὐλόγως ἄν τις ἀπορήσειεν, εἰ μὴ κατ’ ἐκπομπὴν τῶν ὄψεων τὸ ὁρᾶν γίνεται, ἀλλ’ αἱ τῶν ὁρατῶν ἐνέργειαι εἰς τὸ ὄμμα φοιτῶσι, πόθεν τὰ διαστήματα τὰ μεταξὺ ἡμῶν τε καὶ τῶν ὁρωμένων γινώσκομεν· εἰ γὰρ ἐφοίτων μέχρι τοῦ ὄμματος αἱ ἐνέργειαι, καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω ὡσαύτως ὁρᾶσθαι ἔδει· εἰ δὲ γινώσκομεν τὰ ἀποστήματα τῶν ὁρατῶν, δῆλον ὅτι οὐ ἡμᾶς τὰ εἴδωλα ἤτοι αἱ ἐνέργειαι τῶν ὁρατῶν φοιτῶσι. πῶς δ’ ἄν τις καὶ φαντασθείη ἐνεργείας σχημάτων καὶ χρωμάτων διὰ τοῦ ἀέρος φοιτώσας; ἀλλ’ ἔφασκε πρὸς τοῦτο ὁ φιλόσοφος μὴ τὰς ἐνεργείας φοιτᾶν μέχρι τοῦ ὄμματος, ἀλλ’ ἁπλῶς τὸν ἀέρα πάντα πεπληρῶσθαι πάντων τῶν ὁρατῶν. τοῦτο δὲ ἐντι ἀπορώτερόν τε καὶ ἀτοπώτερον. πρῶτον μὲν γὰρ καὶ τὸ αὐτὸ ἔτι μένει ἄπορον. εἰ γὰρ κοινῶς ὁ ἀὴρ τῶν ἐμφάσεων τῶν ὁρατῶν πεπλήρωται, πόθεν τὰ ἀποστήματα γινώσκομεν; ἔδει γὰρ καὶ τὸ πάνυ πόρρω καὶ τὸ ἐγγὺς ὡσαύτως φαίνεσθαι. οὐκ ὤφειλε δὲ οὐδὲ τὰ πορρωτάτω διαφεύγειν τὴν αἴσθησιν. εἴ γε πᾶς ὁ ἀὴρ πασῶν τῶν ἐμφάσεων πεπλήρωται. ἀλλ’ ἴσως πρὸς τοῦτο μὲν φήσειεν ὅτι, ὥσπερ οἱ τὰς ὄψεις ὑποτιθέμενοι ἀσθενεῖν αὐτάς φασι πόρρω προιούσας καὶ διὰ τοῦτο μὴ ὁρᾶν τὰ πόρρωθεν, τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἐνεργειῶν ἡμεῖς ὑποτιθέμεθα ἐπὶ πολὺ προϊούσας ἀσθενεῖν. ἀλλὰ πρὸς ἐκεῖνο τί ἂν φήσειεν; εἰ γὰρ ὁ πᾶς τῶν ἐμφάσεων πεπλήρωται, τίς ἔτι χρεία τοῦ ὑποτίθεσθαι κατ’ εὐθεῖαν λέγειν ἰέναι τὰς ἐνεργείας; ἔδει γὰρ αὐτὰ τὰ μὴ πόρρω ἡμῶν καὶ ἁπλῶς ἅπερ ὁρᾶν δυνάμεθα, ὅπου δἄν ἀποβλέψωμεν, ὁρᾶν, ἅπαξ τοῦ ἀέρος πεπληρωμένου τῶν ἐμφάσεων. διὰ τί οὖν μὴ ὁρῶμεν τὸν οὐρανὸν καὶ ἕκαστον τῶν ὁρατῶν μὴ ἀτενίζοντες πρὸς αὐτά; ἔστι δὲ ὑπὲρ τῆς δόξης τῆς Ἀριστοτέλους συναγωνιζόμενον αὐτὴν τὴν ἐνάργειαν μαρτύρασθαι. ὁρῶμεν γὰρ ὅτι, ὅταν διὰ σφέκλου κεχρωσμένου πυρρῷ ἢ ἄλλῳ τινὶ τοιούτῳ χρώματι ἀκτὶς ἡλίου βάλλῃ, ἀπαθὴς ὁ ἀὴρ μένων τό τε χρῶμα τοῦ σφέκλου καὶ τὸ σχῆμα διαπορθμεύει, μέχρις ἂν στερεοῦ τινος προσψαύσῃ σώματος, καὶ λοιπὸν ἐν ἐκείνῳ ἐναπομάττεται τό τε χρῶμα τοῦ σφέκλου καὶ τὸ σχῆμα. καὶ ἔστι τῷ ὄντι θαυμαστὸν ἰδεῖν. ἐν μὲν γὰρ τῷ ἀέρι ἐνατενίζων τις, δι’ οὗ δίεισιν ἡ τοῦ ἡλίου ἀκτίς, ἀπαθῆ τοῦτον ὁρᾷ ὑπὸ τοῦ χρώματος καὶ τοῦ σχήματος τῆς ὑέλου· ἐν μέντοι τῷ στερεῷ σώματι, ἐν ᾧ γίνεται ἡ ἀποτελεύτησις τῆς ἀκτῖνος, ἐν ἐκείνῳ καὶ τὸ χρῶμα ὁρᾶται καὶ τὸ σχῆμα. καὶ οὐ δεῖ που ὄψεων ἐκεῖσε ἀνάκλασιν αἰτιάσασθαι. οὐδὲ γὰρ ἀπλῶς ἐν λείοις τὸ τοιοῦτον γίνεται σώμασιν, ἀλλὰ | καὶ ἐν k 6v ἐρίῳ, εἰ ἐκεῖ προσπέσοι ἡ ἀκτίς, καὶ ἐν ἱματίω καὶ ἐν ψάμμῳ καὶ ἐν ὁτῳοῦν, καὶ τῆς ὄψεως ὡς ἄν ἔτυχεν οὔσης, ὥστε μηδὲ ἐκεῖθεν δύνασθαι ἐπὶ τὸ σφέκλον ἀνάκλασιν γενέσθαι. σαφὲς οὖν ἐντεῦθεν ὡς τῷ ὄντι ἐνέργειαι τῶν ὁρατῶν ἀπαθῶς διὰ τοῦ ἀέρος χωροῦσαι οὕτως ἐν τῷ τῷ αἰσθητηρίῳ γινόμεναι ἅτε δὴ ἐν στερεῷ σώματι ἐκεῖσε καὶ τὰ χρώματα καὶ τὰ σχήματα τῶν ὁρατῶν ἐντυποῦσι· καὶ οὕτως ὑπ’ αὐτῶν τοῦ αἰσθητηρίου παθόντος ἡ κρίσις ἐπὶ τὴν αἴσθησιν διαβαίνει. ἀλλ’ ἔστι πρὸς τοῦτο εἰπεῖν ὅτι οὐ τὸ αὐτὸ ὁρῶμεν γινόμενον ἐπὶ τῶν ὁρατῶν, ὅπερ συμβαίνει ἐπὶ τοῦ ὑποδείγματος. οὐδὲ γὰρ ἄλλως τὸ εἰρημένον γίνεται, εἰ μὴ ἀκτὶς διὰ τοῦ σφέκλου προσπέσοι, τὰ δὲ ὁρατὰ ὁρῶνται καὶ μὴ ἀκτῖνος αὐτοῖς κατ’ εὐθεῖαν ἀπὸ τοῦ ἡλίου προσβαλλούσης. ἄλλως τε ἐπὶ μὲν σφέκλου, οἷς ἂν προσπέσῃ ἡ ἀκτίς, ἐν τούτοις φαντασία γίνεται τοῦ χρώματος· οὐδὲν δὲ τοιοῦτον ἐπὶ τῶν ὁρατῶν φαίνεται· οὐδὲ γὰρ δρῶντα φαίνεται εἰς τὰ λοιπὰ σώματα, κἄν δι’ αὐτῶν ἡ ἀκτὶς φέρηται· ἄλλο ἄρα ἐστὶ τὸ γινόμενον ἐπὶ τοῦ ὑποδείγματος παρὰ τὴν τῶν ὁρατῶν ἐνέργειν ἢ ἁπλῶς λῆψιν. καὶ τοῦτο δὲ πρὸς τὸν περὶ τῶν ἐνεργειῶν ἀποροῦσι λόγον· τί δήποτε, φασίν, ὅταν χυμός τις ἐπιρρεύσῃ ἐν τῷ ὄμματι, τοῦτον μὴ ὁρῶμεν ἐντὸς ὄντα; εἰ γὰρ ὅλως αἱ τῶν αἰσθητῶν ἐνέργειαι ἐν αὐτῷ τῷ ὄμματι γενόμεναι δρῶσι, καὶ μὴ αἱ ὄψεις αἱ ἡμέτεραι ἀφικνοῦνται πρὸς αὐτά, ἔδει τὸν συστάντα χυμὸν ἐν τῷ ὄμματι ἔσω ἡμᾶς ὁρᾶν· νῦν δ’ οὐ τοῦτο γίνεται, ἀλλ’ ἔξω αὐτοῦ ἀντιλαμβανόμεθα. καὶ γὰρ εἰ συμβῇ κεχρωσμένον εἶναι τὸν χυμὸν ἐκεῖνον, ἔξω ἐν τῷ ἀέρι τοῦ χρώματος ἀντιλαμβανόμεθα, κἄν ἐσχηματισμένος εἴη, καὶ τοῦ σχήματος ἔξω πάλιν καὶ οὐκ ἄν εἴποι τις ὅτι ἡ τούτου ἐνέργει ἐξελθοῦσα ἔξω ἐν τῷ ἀέρι πάλιν ἀπὸ τούτου ἀνεκλάσθη εἰς τὸ ὄμμα· οὐ γὰρ ἀπλῶς ἀπὸ τοῦ ἀέρος, καὶ ταῦτα ἐνίοτε λεπτομερεστάτου ὄντος, ἀνακλᾶσθαι πεφύκασιν αἱ ὄψεις καὶ ἐνέργειαι. ἄλλως τε, εἰ τοῦτο ἦν, διὰ τί μὴ καὶ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα τὸ αὐτὸ τοῦτο ἐποίει; ἔδει γὰρ καὶ τούτου τὴν ἐνέργειαν ἐξελθοῦσαν καὶ ἀνακλασθεῖσαν πρὸς ἡμᾶς ἀντιληπτὴν ἡμῖν εἶναι· νῦν δὲ οὐκ ἔστιν. εὔδηλον οὖν, φασίν, ὅτι τὸ ὀπτικὸν πνεῦμα πεπονθὸς ἐκ τοῦ ἔνδον χυμοῦ, εἶτα προελθὸν ἔξω καὶ ὥσπερ ὀχήματι τῷ πεφωτισμένῳ ἀέρι χρησάμενον, οὕτω τοῦ ἐγγενομένου ἐν αὐτῷ πάθους ὑπὸ τοῦ ἐντὸς χυμοῦ ἀντιλαμβάνεται. συνεχὲς γὰρ ὂν ἐν ἑαυτῷ τὸ πνεῦμα τοῦ μορίου ἐκείνου τοῦ προσβάλλοντος τῷ χυμῷ πεπονθότος ἅπαξ καὶ ἀλλοιωθέντος κατὰ συνέχειαν ἐφεξῆς τὴν ἀλλοίωσιν ἴσχει· καὶ ἐπειδὴ μὴ ἄλλως ἡ ἀντίληψις τῶν ὁρατῶν γίνεται ἢ διὰ τοῦ πεφωτισμένου ἀέρος, εἰκότως ἔξω γενόμενον τοῦ πάθους ἀντιλαμβάνεται. πρὸς ταῦτα οὖν ἐκεῖνό φαμεν, ὅτι τὸ μὲν ἐξιέναι ἐκ τῶν ὀμμάτων ὄψεις οὐ πρότερον παραδεξόμεθα, πρὶν δὴ τὰ πρὸς τὴν ὑπόθεσιν ταύτην ἀκολουθήσαντα ἄτοπα διαλύσωσιν. εἰ γὰρ ὅλως τὸ ἐξιέναι ἐκ τῶν ὀμμάτων ὄψεις ἀνῄρηται, οὐ δήπου ὡς ἀληθοῦς οὔσης τῆς ὑποθέσεως ἀνεξόμεθα αὐτῶν ταύτῃ χρωμένων τῶν προκειμένων τοὺς λόγους ἀποδιδόναι. φαμὲν οὖν ἡμεῖς ταῖς εἰρημέναις ὑποθέσεσιν ἑπόμενοι, ὅτι ὁ χυμὸς οὗτος συνιστάμενος ἐν τῷ ὄμματι οὐκ ἀλλαχοῦ ἔχει τὴν σύστασιν ἢ περὶ αὐτὸ τοῦ ῥαγοειδοῦς τὸ τρῆμα ἔξω τῶν ὑγρῶν· εἰ γὰρ ἐνδοτέρω συστῇ, ἢ ἐν τοῖς ὑγροῖς ἢ ἐν τῷ ὀπτικῷ νεύρῳ, παντάπασιν ἐμποδίσει τῇ ὄψει. φαμὲν οὖν τῷ ὄντι πνεῦμα ὀπτικὸν κατιέναι ἀπὸ τοῦ ἐγκεφάλου διὰ τῶν ὀπτικῶν νεύρων, τοῦτο δὲ μέχρι φῦ κρυσταλλοειδοῦς ἀφικνεῖσθαι, καὶ ἐν αὐτῷ εἶναι αὐτοῦ τὰς ἀποτελευτήσεις. διὸ καὶ αἱ τῶν ὁρατῶν κρίσεις ἐκεῖσε· διὸ καὶ αὐτὸ διαφανές, ἵνα διαπορθμεύοιντο δι’ αὐτοῦ αἱ ἐνέργειαι τῶν ὁρατῶν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα· διόπερ καὶ τέτρηται τὸ μεταξὺ τοῦ ῥαγοειδοῦς. ἐπειδὴ γὰρ ὁ ῥαγοειδὴς κέχρωσται καὶ διὰ τοῦτο ἔμελλεν ἐμποδίζειν διαπορθμεύεσθαι τὰς τῶν χρωμάτων ἐνεργείας, τέτρηται τὸ πρὸς τῷ κρυσταλλοειδεῖ μέρος, ἵν’ ἀνεμποδίστως φοιτῶσιν αἱ τῶν ὁρατῶν διὰ τοῦ κερατοειδοῦς καὶ τῶν ὑγρῶν διαφανῶν ὄντων καὶ ἀχρωματίστων. ἔξω οὖν τῶν ὑγρῶν τοῦ χυμοῦ συνισταμένου καὶ τῶν ὑγρῶν διαφανῶν ὄντων ἀφικνεῖται δι’ αὐτῶν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα ἡ τοῦ συστάντος χρώματος ἢ σχήματος ἐνέργεια. καὶ ἐπειδή, εἰ καὶ διαφανῆ ἐστι τὰ ὑγρά, ἀλλ’ οὖν τὸ διαφανὲς αὐτῶν φωτὸς παρουσίᾳ τελειοῦται καὶ γίνεται ἐνεργείᾳ διαφανὲς πρότερον δυνάμει ὄν, διὰ τοῦτο μύοντες οὐχ ὁρῶμεν καὶ οὐκ ἀντικείσεται ἡμὶν. διὰ τί οὖν οὐχ ὁρῶμεν καὶ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα δεικνυμένης αὐτοῦ τῆς ἐνεργείας διὰ τῶν ὑγρῶν; εἴπομεν γὰρ ἤδη ὅτι τὸ πρὸς τῷ κρυσταλλοειδεῖ μέρος αὐτοῦ τέτρηται· μὴ οὔσης οὖν αὐτοῦ κατ’ ἐκεῖνο τὸ μέρος τῆς οὐσίας, ἐν ᾧ αἱ τῶν ὁρατῶν κρίσεις γίνονται διὰ τὸ ἐκεῖσε τὰς ἀποτελευτήσεις εἶναι τοῦ ὀπτικοῦ εἰκότως οὐδὲ ἀντίληψις αὐτοῦ γίνεται. τί οὖν; φησί· τὸ ὀπτικὸν πνεῦμα τοσοῦτον μόνον ἐπέχει τόπον, ὅσον ἐστὶ τὸ τῆς κόρης διάστημα; ἔπειτα εἰ καὶ τοσοῦτον ἐπεῖχε καὶ ἀκίνητον ἐν ἐκείνῳ ἕστηκε τῷ μέρει, οὐκ εὔλογον αὐτὸ καὶ παρ’ ἑκάτερα χεῖσθαι· οὐχὶ δὲ ἡ τούτου αὔξησις καὶ μείωσις ὅλον τὸν ὀφθαλμὸν ἢ κοιλότερον ποιεῖ ἢ προέχοντα; φημὶ οὖν πρὸς ταῦτα συντόμως ὅτι, εἰ καὶ παρ’ ἑκάτερα συμβαίνει τοῦ πνεύματος χύσιν γενέσθαι, ἀλλ’ οὖν ἡ ἀντίληψις τῶν ὁρατῶν κατὰ μόνου τοῦ μορίου ἐκείνου γίνεται ἐν ᾧ ἡ κόρη συνέστηκε. καὶ τοῦτο σαφὲς καὶ ἐξ αὐτῆς τῆς ἐναργείας καὶ ἐκ τοῦ λόγου. ὁρῶμεν γὰρ ὅτι, εἰ μὲν ἐν αὐτῇ τῇ κόρῃ πάθος τι γένηται, λέγω δὴ ἢ χυμοῦ σύστασις, ἢ ῥύπος τις καὶ πάχυνσις τοῦ κερατοειδοῦς, εὐθὺς τοῦ ὁρᾶν ἐμποδιζόμεθα· εἰ μέντοι μὲν καὶ τὰ περὶ ταύτην μέρη κατὰ φύσιν ἔχοι, τὰ παρ’ ἑκάτερα δὲ αὐτῆς πάντα πάθοιέν τι, ἢ σκίρρον ἢ ἐπίρροιαν χυμοῦ ἤ τι τοιοῦτον, ἀνεμπόδιστος ἡ ὄψις γίνεται, ὡς δηλονότι δι’ αὐτῆς μόνης τῆς ἀντιλήψεως γινομένης. καὶ ἡ αἰτία δήλη. εἰ γὰρ διὰ τοῦτο τέτρηται ἐκεῖσε ὁ ῥαγοειδής, ἵνα μὴ τῷ οἰκείῳ | χρώματι ἐμποδίσῃ τῇ ἀντιλήψει τῶν ὁρατῶν, ἔνθα ἄν μὴ τοῦτο πεπονθὼς ᾖ, ἐμποδίσει δηλονότι. ὥστε κἂν ἐν ὅλῳ τῷ ὀφθαλμῷ κεχυμένον ᾖ τὸ πνεῦμα, ἀδύνατον δι’ ὅλου ἀντιλαβέσθαι. καὶ ὥσπερ εἴ τις οἶκος εἴη μίαν μόνην ὀπὴν ἔχων, εἴη δ’ ἐν ἐκείνῃ τῇ ὀπῇ ὕελος κατακόρως μέλινα, ἅτε δὴ μὴ δυναμένου τοῦ φωτὸς δι’ αὐτῆς καταφωτίσαι τὸν οἶκον, οὔτε αὐτῆς οὔτε ἄλλου τινὸς γινομένη τοῖς ἔνδον ἀντίληψις, οὕτω δὴ καὶ ἐπὶ τοῦ ῥαγοειδοῦς συμβαίνει. εἰ γὰρ καὶ τὰ ἔνδον αὐτοῦ πάντα διαφανῆ ἦν, ἅτε δὴ μὴ δυναμένου τοῦ φωτὸς διὰ τὸ τοῦ ῥαγοειδοῦς χρῶμα τὸ ἐν αὐτοῖς διαφανὲς εἰς ἐνέργειαν ἀγαγεῖν, οὐκ ἀντιλήψεται ἡ ἐνδοτέρω ἐκείνων δύναμις οὐδὲ αὐτοῦ τοῦ ῥαγοειδοῦς· ὃ καὶ ὅλως εἰ μὴ ὁρῶμεν δι’ ὅλου τοῦ ῥαγοειδοῦς, ἀλλὰ καὶ διὰ μόνης τῆς κόρης, μάταιον τὸ ζητεῖν διὰ τί μὴ καὶ τοῦ ῥαγοειδοῦς ἀντιλαμβάνεται ἡ ὄψις. ναί, φησί, καὶ εἰ τὸν ἐντὸς χυμὸν ὁρῶμεν τῶν ὄψεων μὴ προιουσῶν εἰς τὸ ἔξω, διὰ τί μὴ ἔσω ὄντος τοῦ πάθους αἰσθανόμεθα, ἀλλ’ ἔξω εἶναι νομίζομεν τὸ ἔνδον πάθος; φημὶ οὖν πρὸς τοῦτο ὅτι πᾶσαι σχεδὸν αἱ παρὰ φύσιν διαθέσεις τὸ τοιοῦτο πεφύκασιν ὑπομένειν. καὶ γὰρ οἱ σκοτοδινιῶντες τὸ ἑαυτῶν πάθος τοῖς ἔξω περιάπτουσι, καὶ οὐ δήπου διὰ τὸ πνεῦμά τι ἐξιέναι ἐκ τοῦ ἐγκεφάλου εἰς τὸ ἔξω· ἀλλὰ καὶ οἱ ἐν τῷ στόματι παρὰ φύσιν τινὰ χυμὸν ἔχοντες, τοῦτον τοῖς σιτίοις καὶ τοῖς ποτοῖς ὑπάρχειν νομίζουσιν. ὅθεν καὶ εἴρηται καὶ πάλιν ῥηθήσεται ὅτι δεῖ τὸ ἀντιληπτικόν τινων ἐσόμενον μηδενὶ τούτων πεποιῶσθαι ὧν μέλλει τὴν ἀντίληψιν ἴσχειν, ὁμοίως καὶ τὸ τούτων μηδεμιᾷ τούτων προκατέχεσθαι ποιότητι. καὶ διὰ τοῦτο ἐπειδὴ διαπορθμευτικός ἐστιν ὁ ἀὴρ καὶ χρωμάτων καὶ ψόφων καὶ ὀσμῶν, καὶ ἄχρους ἐστὶ καθ’ αὑτὸν καὶ ἄψοφος καὶ ἄοσμος. εἰ γὰρ προκατίσχοιτό τινι χρώματι, ἐνεπόδισεν ἄν τοῦτο τῇ διαπορθμεύσει τῶν λοιπῶν. καὶ διὰ τοῦτο, ὡς ἤδη εἶπον, τὰ κεχρωσμένα τῶν σφέκλων διαπορθμεύειν πάντα τὰ χρώματα οὐ δύναται. ὥσπερ οὖν τὰ κεχρωσμένα ἐρυθρῷ κυανῷ βάμματι σφέκλα πάντα τὰ δι’ αὐτῶν ὁρώμενα ὁμόχροα ἑαυτοῖς δεικνύουσιν, οὕτω δὴ καὶ ὅταν φθάσῃ ἕκαστον τῶν αἰσθητηρίων, ὧνπερ ἐστὶ κριτικὸν ποιοτήτων, μιᾷ τούτων ὑπό τινος νόσου προκατεσχῆσθαι, πᾶσι τοῖς ἄλλοις αἰσθητοῖς ταύτην περιτίθησι τὴν ποιότητα. οὕτως οὖν καὶ ἡ γλῶσσα ὅταν ποιωθῇ, πᾶσι τοῖς γευστοῖς ταύτην ὑπάρχειν νομίζει τὴν ποιότητα. ἥνπερ αὐτὴ φθάσασα ἔσχε. τοῦ γὰρ γευστοῦ γευομένη, ἐπειδὴ δραστικώτερον ἔχει τὸν ἐν ἑαυτῇ χυμόν, ἐκείνου πρότερον αἰσθανομένη τῷ προσελθόντι νομίζει τοῦτο περικεῖσθαι. διὸ οἱ οὕτως ἔχοντες προσφέρονται δραστικωτέρους χυμούς, ἢ ὄξος τυχὸν ἤ τι τοιοῦτον, ἵνα ἐπικρατέστερος οὗτος γενόμενος τοῦ ἐνυπάρχοντος παρὰ φύσιν ἐν τῇ γλώττῃ ἀντίληπτος γένηται τῇ αἰσθητικῇ δυνάμει. τὸ αὐτὸ οὖν καὶ ἐπὶ τῆς ὄψεως συμβαίνει· τῷ γὰρ παρὰ φύσιν ἐγγενομένῳ χρώματι ἐν ἡμῖν κεχρῶσθαι τὰ ἔξω νομίζομεν, ὡς ἐπὶ τῶν ἰκτεριώντων· ὠχρὰ γὰρ πάντα νομίζουσιν. ἐπειδὴ <γὰρ> τὰ διαφανῆ τοῦ ὄμματος μόρια, δι’ ὧν τῶν ὁρατῶν οἷον τὰ ὑγρὰ καὶ ὁ κερατοειδής, ὠχρὰ γέγονε, νομίζομεν τὰ δι’ αὐτῶν ὁρώμενα πάντα τοιαῦτα εἶναι, ὥσπερ καὶ τὰ διὰ σφέκλων ὁρώμενα τὸ αὐτὸ χρῶμα τοῖς σφέκλοις ἔχειν δοκεῖ. οὕτω δὲ καὶ ἐν τῷ συνισταμένῳ χυμῷ ἐν τῷ ὄμματι τὸ χρῶμα αὐτοῦ καὶ τὸ σχῆμα τῷ ἀέρι περιάπτομεν. καὶ ὅπερ ἤδη εἶπον, εἰ ὥσπερ ἐπὶ τῶν λοιπῶν αἰσθητηρίων, ὅταν παρὰ φύσιν ἔχωσι, τὸ αὐτῶν πάθος τοῖς αἰσθητοῖς ὑπάρχειν δοκεῖ, καίτοι μὴ γενομένου ἐπὶ ἐκείνων κατὰ ἐκπομπὴν τοῦ αἰσθάνεσθαι, εὔλογον καὶ ἐπὶ τῆς ὄψεως τὸ αὐτὸ συμβαίνειν, οὐκ ἄρα διὰ τὸ ἔξω τοὐ ἰδίου πάθους ἀντιλαμβάνεσθαι τὸ αἰσθητήριον πνεύματα ἐξιέναι ἐκ τοῦ ὄμματος παρεδεξάμεθα. συμβαίνει δὲ καὶ πρὸς τὸ σχῆμα τοῦ ἐναποσκήψαντος χυμοῦ τοιαῦτα καὶ ἔξωθεν ὁρᾶσθαι διὰ ταύτην τὴν αἰτίαν. εἰ μὲν γὰρ ὁ ἐνσκήψας χυμὸς πᾶσαν ἀπολάβῃ τὴν κόρην, πᾶσα ἡ ἐνέργεια βλάπτεται· ὅταν δὲ κατά τι μόριον τῆς κόρης ἐπιπροσθῇ τῇ ὁρατικῇ δυνάμει, πανταχόθεν εἰσιόντων τῶν ὁρατῶν καὶ τοῦ φωτός, κατ’ ἐκεῖνο δὲ τὸ μέρος ἀορασίας οὔσης, διὰ τὴν ἐπιπρόσθησιν τοῦ χυμοῦ πλάνη τις γίνεται, καὶ δοκεῖ τὸ μόριον ἐκεῖνο καθ’ ὃ οὐχ ὁρᾷ σῶμά τι εἶναι ἔξω δῆλον καὶ ὁμοίως ἐσχηματισμένον. διὸ κἂν συμβῇ μὴ ἵστασθαι, ἀλλὰ κινεῖσθαι τὸν χυμόν, δοκεῖ καὶ ἔξω σῶμά τι ὂν κινεῖσθαι ἀεί, κατ’ ἄλλο μέρος τῆς ἀορασίας γινομένης. τί δὲ θαυ- μαστόν, εἰ κάτοπτρά ἐστιν ἔξω τὴν ἔμφασιν τῶν εἰδώλων παρέχοντα; καίτοι τίς ἂν ὑπονοήσοι τὸ εἴδωλον τὸ φαινόμενον ἔξω περιφέρεσθαι τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν παρὰ φύσιν τοῦ ὀφθαλμοῦ διαθέσεων γίνεσθαι; Διὰ τί οὖν, φασί, πλατυκοριάσεως γενομένης οὐκέτι ὁρῶμεν; οἱ μὲν γὰρ τὰς ὄψεις αἰτιώμενοι εὔλογον αἰτίαν ἔχουσι διὰ τὸ σκεδάννυσθαι εὐθὺς τὰς ὄψεις ἐξιούσας καὶ χεῖσθαι καὶ μὴ σώζειν ἐν τῇ ἐκπομπῇ τὸ σχῆμα ὅπερ ἔσωζον καὶ τῆς κόρης κατὰ φύσιν ἐχούσης· τί δ’ ἄν εἴποις ἐπὶ τῶν ἐνεργειῶν; εὐρυτέρας γὰρ οὔσης τῆς κόρης ἔδει ῥᾷον εἰσιουσῶν τῶν ἐνεργειῶν μᾶλλον ὁρᾶν. πάλιν οὖν ἔστι καὶ πρὸς τοῦτο ἐκ τῶν αὐτῶν ὑποθέσεων ὑπαντῆσαι ὅτι, ὡς πολλάκις εἴρηται, δεῖ τὰ αἰσθητὰ κατ’ εὐθεῖαν κεῖσθαι τῷ αἰσθητηρίῳ. ἐρεῖ τις οὖν χεῖσθαι τὰς ἐνεργείας πλατείας οὕσης τῆς κόρης καὶ μὴ φέρεσθαι κατ’ αὐτοῦ τοῦ κέντρου, ἔνθα ἡ κρίσις γίνεται· ἀλλὰ τοῦτο γελοῖον. εἰ μὲν γὰρ σώματα ἦσαν, εἶχεν ἄν τὸ λεγόμενον πιθανότητα· νῦ δὲ πῶς οἷόν τέ ἐστι χεῖσθαι ἐνεργείας ἀσωμάτους; πάντως γὰρ καθ’ ὁποιανοῦν θέσιν τὰ κέντρα ἔσονταί τινα ὁρατὰ κατ’ εὐθεῖαν τῷ αἰσθητηρίῳ ἐν ᾧ γίνεται ἡ κρίσις· τί οὖν κωλύει ἀκριβῆ ἐκείνων τὴν ἀντίληψιν ἔσεσθαι; τίς δὲ καὶ ἡ αἰτία ἐν παρεστράφθαι τὰς κόρας καὶ μὴ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐθεῖαν εἶναι ἤτοι ἐκ φυσικῆς | ἁμαρτίας ἤτοι ἐξ ἐπιτηδεύσεως, ὡς ὅταν πηγνύντες τὸν δάκτυλον εἰς τὸ κάτω βλέφαρον παρακινῶμεν ἀνωτέρω τὴν τοῦ ὀφθαλμοῦ τοῦ ἑτέρου θέσιν διατιθέντες, τοιαύταις διαθέσεσι διπλᾶ τὰ πράγματα ὁρῶμεν; ἐγὼ μὲν οὖν τὴν αἰτίαν τούτου ποτὲ ἐρωτηθεὶς καὶ τῇ τῶν ὄψεων ὑποθέσει χρησάμενος, οὕτως ἀποδέδωκα τοῦ γινομένου τὸν λόγον, ὅτι εἴ φαμεν δύο κώνους ἐκ τῶν ὀμμάτων ἐξιέναι ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς εὐθείας ἀπαρεγκλίτου τῆς διὰ τῶν κέντρων φερομένης τῶν κρυσταλλοειδῶν ὑγρῶν, προσβάλλουσι δὲ αἱ ὄψεις τοῖς ὁρατοῖς καὶ ποιοῦσι τρίγωνα βάσιν μὲν ἔχοντα τὸ αἰσθητόν, πλευρὰς δὲ τὰς τοῦ ἄξονος τοῦ κώνου ἐξ ἴσου παρ’ ἑκάτερα ἀφεστώσας ὄψεις, καθ’ ἃς καὶ αἱ τῶν ὁρατῶν κρίσεις γίνονται, ἄξονες δὲ δύο εἰσὶν ἑκάστου κώνου, περὶ ὃν αἱ λοιπαὶ ὄψεις εἰσίν, δῆλον δήπου ὅτι, εἰ μὲν ἀπαρέγκλιτος εἴη ἡ διὰ τῶν κέντρων τῶν κρυσταλλοειδῶν ἀγομένη εὐθεῖα, ἐκ τῶν δύο κώνων αἱ ἴσον τῶν ἀξόνων ἀφεστηκυῖαι ὄψεις κατὰ τὰ αὐτὰ σημεῖα τῶν ὁρατῶν προσβάλλουσιν, ὡς ἐφαρμόζειν ἀλλήλοις τὰ πέρατα τῶν ὄψεων καὶ ἴσας ποιεῖν τὰς γωνίας, ἐπεὶ ἐκκρίνονται μὲν τὰ αἰσθητὰ κατὰ τὰς γωνίας τὰς γινομένας ἐκ τῶν ὄψεων τῶν ἴσον παρ’ ἑκάτερα τῶν ἀξόνων ἀφεστηκυιῶν, ἐπειδὰν δὲ ἀπαρέγκλιτοι ὦσιν οἱ κῶνοι, αἱ ἴσον ἀφεστηκυῖαι τῶν ἀξόνων ἑκατέρου κώνου τοῖς αὐτοῖς σημείοις προσβάλλουσιν, εἰκότως ὡς ἑνὸς τοῦ ἑνὸς ἀντιλαμβάνονται. ὥσπερ οὖν, κἂν δύο ᾖ τὰ αἰσθητά, διὰ τὸ ἄλλας καὶ ἄλλας αὐτοῖς προσπίπτειν ὄψεις κατὰ μηδὲν συμβαλλούσας ἀλλήλαις καὶ γωνίας διαφόρους ποιούσας, διὰ τοῦτο καὶ δύο φαίνεται τὰ ὁρώμενα ἢ πλείονα, οὕτως εἰ παραστραφείη ἡ τῶν ὄψεων θέσις, συμβαίνει εἰς τὸ αὐτὸ αἰσθητὸν ἐξ ἑκατέρου κώνου ὄψεις προσβάλλειν μὴ ἴσον τῶν ἀξόνων ἀφεστηκυίας· καὶ ἐπεὶ διάφοροι ἀπὸ τῶν αὐτῶν σημείων τοῦ αἰσθητοῦ αἱ γωνίαι γίνονται, εἰκότως καὶ δύο αἱ κρίσεις, καὶ διὰ τοῦτο δύο εἶναι τὸ ἓν αἰσθητὸν δοκεῖ. οὕτω μὲν οὖν ἐκ τῆς κατὰ τὰς ὄψεις ὑποθέσεως ἔστι πιθανῶς τοῦ γινομένου τὴν αἰτίαν ἀποδιδόναι· τίνα δ’ ἄν τις εἴποι τούτου αἰτίαν τῇ ὑποθέσει τῇ τῶν ἐνεργειῶν χρώμενος; πρὸς δὲ τὴν πρὸς τὰ διαστήματα ἀπορίαν, φημὶ δὴ τὴν λέγουσαν ὅτι ἱεῖ πρὸς ἡμᾶς αἱ ἐνέργειαι φοιτῶσι καὶ μὴ ἐκ τῶν ὄψεων πρὸς τὰ αἰσθητὰ ἐκπέμπεταί τι, πόθεν τῶν διαστημάτων καὶ τῶν μεγεθῶν αἴσθησιν λαμβάνομεν; οὐδὲν γὰρ ἄλλο ἄλλου ἔδοξεν ἄν ἡμῖν ἐγγυτέρω ἢ πορρωτέρω εἶναι, πάντων ὁμοίως τῶν αἰσθητῶν πρὸς τὸ αἰσθητήριον φοιτώντων· πῶς δ’ ἄν μείζονα ἢ ἐλάττονα ἐφαίνετο εἰς ἓν σημεῖον πάντα ἀποτελευτῶντα;’ τοῦτο οὖν ἐπιλυόμενοί φασιν ὅτι εἰ ἐπὶ ἀκοῆς προφανῶς αἰσθανόμεθα, εἴτε πόρρω τὸ ψοφοῦν ἐστιν εἴτε μή, καίτοι προφανῶς τοῦ αἰσθητοῦ παρὰ τὸ αἰσθητήριον φοιτῶντος, καὶ οὐκ ἐκ τοῦ αἰσθητικοῦ τινος ἐξιόντος, τί θαυμαστόν, εἰ καὶ ἐπὶ τῆς ὄψεως τοῦτο συμβαίνει, τῆς τῶν ὁρατῶν ἐνεργείας προσπιπτούσης ταῖς ὄψεσιν; ὅτι γὰρ οὐκ αὐτὸς ὁ πεπληγμένος ἀὴρ καὶ ψοφῶν προσπελάζει τῇ ἀκοῇ, ἀλλὰ κατὰ τὴν διηχῆ ἑαυτοῦ δύναμιν ὁ ἀὴρ διαβιβάζει τοὺς ψόφους, ὥσπερ καὶ τὰς τῶν χρωμάτων ἐνεργείας, δῆλον ἐξ ὧν καὶ ἐν ὕδατι ὄντες αἰσθανόμεθα τῶν ἐν τῷ ἀέρι γινομένων ψόφων, οὐ δήπου τοῦ ψοφοῦντος ἀέρος διὰ τοῦ ὕδατος χωροῦντος, ἀλλὰ τῆς ἐν τῷ ὕδατι διηχοῦς δυνάμεως (καὶ γὰρ καὶ ἐν ὕδατί ἐστι τὸ διηχές) ἀπαγγελτικῆς τῶν ψόφων οὔσης. καίτοι εἰ κὼ αὐτὸς ὁ ψοφῶν ἀὴρ παρὰ τὸ αἰσθητήριον παρεγένετο, ἔτι μᾶλλον <ἂν> συνηγωνίζετο τῷ προκειμένῳ. πόθεν γὰρ τοῦ ψοφοῦντος παρὰ τὸ αἰσθητήριον αἰσθανόμεθα, εἴτε πόρρω ἐστὶ τὸ ψοφοῦν; ὥστε εἰ καὶ τὴν αἰτίαν τοῦ τοιούτου ἀποδοῦναι μὴ δύναταί τις, ἀλλ’ οὖν ὅτι οὐκ ἐκ τούτου ἐλέγχεται ἡ Ἀριστοτέλους περὶ τῶν ὁρατῶν ὑπόθεσις, ἱκανῶς τὸ κατὰ τοὺς ψόφους δείκνυσί γε· καὶ ἐπὶ τούτων ἡ διηχὴς τοῦ ἀέρος δύναμις ἀπαγγέλλει τῷ αἰσθητηρίῳ τοὺς ψόφους, μηδενὸς ἐκ τοῦ αἰσθητηρίου ἐξιόντος, καὶ ὅμως εἴτε πόρρω ἐστὶ τὸ ψοφοῦν εἴτε ἐγγὺς αἰσθανόμεθα, εἴτε ἔμπροσθεν εἴτε ὄπισθεν. Δυνάμει δὲ ἐν οἷς τοῦτό ἐστι, καὶ τὸ σκότος. ἐπειδὴ γὰρ οὐκ ἀεὶ τὸ διαφανὲς ἐνεργείᾳ ἐστὶ διαφανές διαφανὲς δὲ λέγω τὸ παρ’ ἡμῖν· τὸ γὰρ οὐράνιον ἀεί ἐστι διαφανές), ἐν οἷς ἐστι τὸ δυνάμει διαφανές, ἐν τούτοις ἐξ ἀνάγκης εἶναι] καὶ τὸ σκότος· πρὸ γὰρ τοῦ ἐνεργείᾳ γενέσθαι διαφανὲς σκότος ἐστί. τὸ γὰρ δυνάμει ὂν ἔτι κατὰ τὴν τοιαύτην δύναμιν, λέγω δὴ τὴν πρώτην, ἐν στερήσει ἐστὶ τοῦ οὗ δύναται· στέρησις δὲ φωτὸς σκότος ἐστίν. ὧν οὖν ἡ παρουσία τὸ φῶς ποιεῖ ἐν τῷ δυνάμει διαφανεῖ, τούτων ἡ ἀπουσία στέρησιν τοῦ φωτὸς ποιεῖ ἐν τῷ αὐτῷ τούτῳ· στέρησις δὲ φωτὸς σκότος ἐστίν. ὥσπερ οὖν ἡ μὲν ὄψις εἶδός τί ἐστιν, ἡ δὲ τούτου ἀπουσία οὐκ εἶδός τι ἄλλο ἐπιφέρει, ἀλλὰ στέρησιν μόνον τῆς ὄψεως, καὶ τοῦτό ἐστιν ἡ τυφλότης, καὶ ὥσπερ ἡ ἀπουσία τοῦ κυβερνήτου καταδύει τὴν ναῦν μηδενὸς ἄλλου εἴδους ἐπιγενομένου ἐν τῇ νηί, ἀλλὰ στερήσεως μόνον τοῦ κυβερνήτου, οὕτω καὶ ἡ ἀπουσία τοῦ φωτὸς ἐξ ἀνάγκης σκότος ἐστί. εἰ δὲ τὸ μὲν φῶς ἀντίκειται τῷ σκότω, ἔστι δὲ τὸ σκότος στέρησις, τὸ φῶς ἐξ ἀνάγκης εἶδός ἐστι· τῇ γὰρ στερήσει τὸ εἶδος ἀντίκειται κατὰ τὰ ἐν τῇ Φυσικῇ εἰρημένα. εἰ δὲ εἶδος τὸ φῶς, τὰ δὲ εἴδη ἀσώματα σῶμα γὰρ τὸ ἐξ εἴδους καὶ ὕλης), δῆλον ἄρα ὅτι οὐ σῶμα τὸ φῶς. εἰ δέ τις καὶ μὴ βούληται τὸ φῶς ἀντικεῖσθαι τῷ σκότῳ ὡς ἕξιν καὶ στέρησιν, ἀλλ’ ὡς ἐναντία, διότι ἡ μὲν ἕξις μεταβάλλει εἰς τὴν στέρησιν, οὐκέτι δὲ ἡ στέρησις μεταβάλλει εἰς τὴν ἕξιν, φῶς δὲ καὶ σκότος εἰς ἄλληλα μεταβάλλει, καὶ εἶναι αὐτὰ διὰ τοῦτο βούλεται ἐναντία, ἐπειδὴ τὰ ἐναντία μεταβάλλει εἰς ἄλληλα, καὶ οὕτως οὐδὲν ἧττον ἀσώματον δειχθήσεται τὸ φῶς. εἰ γὰρ ἐναντίον μὲν τὸ φῶς τῷ σκότῳ, ἐν δὲ τοῖς συνθέτοις οὐσίαις οὐδεμία | οὐσία οὐσίᾳ τινί ἐστιν ἐναντία, ὡς δέδεικται k 8r ἐν Κατηγορίαις, τὰ δὲ σώματα σύνθετοι οὐσίαι, οὐκ ἄρα σῶμά ἐστι τὸ φῶς· τῷ γὰρ σώματι οὐδέν ἐστιν ἐναντίον, ἐπειδὴ μηδὲ τῇ συνθέτῳ. εἰ γὰρ ἀντίκειται τὸ πῦρ τῷ ὕδατι, οὐχ ᾗ σῶμά ἐστιν, ἀλλ’ ᾗ πεποίωται κατὰ τὰς ἐναντίας ποιότητας. ὥστε τὸ σκότος κατά τι μὲν ἐναντίον ἐστί κατά τι δὲ οὐκ ἐναντίον, ὁμοίως κατά τι μὲν στέρησις, κατά τι δὲ οὔ. εἰ μὲν γάρ τις στέρησιν εἶναι λέγει τὴν μὴ ἀνακάμπτουσαν εἰς τὸ εἶδος, οὐ στέρησις τὸ σκότος, ἀλλὰ ἐναντίον. εἰ δὲ στέρησιν λέγοι, ὡς ἐν ταῖς Φυσικαῖς εἴρηται, μόνην τὴν τοῦ εἴδους ἀπουσίαν, ἥτις καὶ ἀνακάμπτει εἰς τὸ εἶδος, στέρησις ἄν εἴη τὸ σκότος. πάλιν εἰ μὲν ἐναντία λέγοι τις τὰ εἰδοπεποιημένα καὶ δύναμιν ἰδίαν ἔχοντα καὶ ἐνέργειαν, οὐκ ἐναντίον τὸ σκότος τῷ φωτί· οὐδὲν γὰρ εἶδος ἔχει οὐδὲ δύναμιν ἰδίαν οὐδὲ ἐνέργειαν· εἰ δ’ ἐναντία λέγοι τις ἁπλῶς πάντα τὰ μεταβάλλοντα εἰς ἄλληλα, ἐναντίον τῷ φωτὶ τὸ σκότος. ὅτι δὲ οὐκ ἔστι τὸ σκότος εἶδος, δῆλον κἀν ἐντεῦθεν· τοῦ μὲν φωτός ἐστι τὸ αἴτιον ὁ ἥλιος ἡ τὸ πῦρ ἢ ἡ σελήνη ἢ τοιοῦτόν τι ἕτερον, τοῦ δὲ σκότους οὐδὲν ὁρῶμεν αἴτιον, ἀλλ’ ἀρκεῖ μόνον εἰς τὸ εἶναι σκότος ἡ τοῦ φωτιστικοῦ ἀπουσία. ἀλλ’ οὐδὲ ποιότης τίς ἐστι τοῦ ἀέρος, ὡς ἄν τις ὑπολάβοι, τὸ σκότος· εἰ γὰρ ποιότης ἐστὶ τοῦ ἀέρος, διὰ τί μὴ ἐν φωτὶ ὁρᾶται; πῶς δὲ καὶ ἀθρόον ἀφανίζεται ἀχρόνως τῇ τοῦ φωτὸς παρουσίᾳ; οὐδεμία γὰρ ποιότης ἀχρόνως ἀφίσταται τοῦ ὑποκειμένου. εἰ δὲ στέρησίς ἐστι τῆς του φωτιστικοῦ ἐνεργείας τὸ σκότος, τὸ ἄρα φῶς ἐνέργειά ἐστιν. οὐδεμία δὲ ἐνέργεια σῶμά ἐστιν· οὐκ ἄρα σῶ μά ἐστι τὸ φῶς. p. 418b11 Τὸ δὲ φῶς οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς, ὅταν ἐντελεχείᾳ διαφανὲς ὑπὸ πυρὸς ἢ τοιούτου οἷον τὸ ἄνω σῶμα. Ἀνωτέρω χρῶμα εἰπὼν τὸ φῶς διαφανὲς γάρ, φησί, λέγω ὅ ἐστιν ὁρατόν, οὐ καθ’ αὑτὸ δὲ ἀλλὰ δι’ ἀλλότριον χρῶμα τὸ φῶς) ἄνω οὖν ἀπροσδιορίστως χρῶμα εἰπὼν τὸ φῶς, ἐνταῦθα προσδιαρθροῖ τὸν λόγον εἰπὼν ὅτι οἷον χρῶμά ἐστι τοῦ διαφανοῦς τὸ φῶς· οὐ γὰρ χρῶμα, ἀλλ’ οἷον χρῶμα. ὅτι οὐ] γὰρ μὴ ἁπλῶς χρῶμά ἐστι τοῦ διαφανοῦς τὸ φῶς, ἐδήλωσεν ἔτι προσθεὶς ὅταν ᾖ ἐντελεχείᾳ· ἀεὶ μὲν γάρ ἐστι διαφανές, οὐκ ἀεὶ δὲ φῶς ἔχει· ὥστε οὐκ ἐν τῇ φύσει αὐτοῦ ὡς χρῶμα τοῦ διαφανοῦς, ἀλλὰ κατ’ ἀναλογίαν οἷον χρῶμα. ὡς γὰρ τὰ ὁρατὰ διὰ τὸ ἔχειν χρῶμα ὁρατὰ γίνεται, οὕτω καὶ τὸ διαφανὲς ὅταν ἔχῃ φῶς, ὁρατὸν γίνεται. ἐπεὶ οὖν μὴ ἔχει οἰκεῖον χρῶμα τὸ διαφανὲς ἀλλὰ ἀλλότριον, εὐλόγως προστίθησι παρὰ τίνος τοῦτο ἔχει· τῇ γὰρ τοῦ πυρὸς παρουσίᾳ ἢ τοῦ ἄνω σώματος ἡλίου καὶ σελήνης καὶ ἀστέρων. καὶ γὰρ τούτῳ ὑπάρχει ἓν καὶ ταὐτόν. τῷ γὰρ πυρὶ καὶ τῷ ἄνω σώματι ἡλίου καὶ σελήνης ἓν καὶ ταὐτὸν ὑπάρχει τὸ φωτιστικόν, καθὸ εἰς ἐνέργειν ἄγει καὶ τελειοῖ τὸ διαφανὲς ἑκάτερον αὐτῶν. ὥσπερ οὖν καὶ τὸ διαφανὲς ἓν καὶ ταὐτὸν ὂν ὑπῆρχε πλείοσι διαφόροις κατ’ οὐσίαν, οὕτω καὶ τὸ φῶς, εἰ καὶ διάφορα τὰ μέτρα καὶ τῆς διαφανείας καὶ τοῦ φωτός. καὶ γὰρ τὰ μὲν παρ’ ἡμῖν διαφανῆ ποιὲ μὲν δυνάμει, ποτὲ δ’ ἐνεργείᾳ εἰσὶ διαφανῆ, τὰ μέντοι οὐράνια ἀεὶ ἔχουσιν ἐνεργείᾳ τὸ διαφανές· ἀεὶ γὰρ ὑπὸ τὸ ὖ ἡλίου φωτίζονται. δέδεικται γὰρ ὅτι ἡ τῆς γῆς σκιὰ εἰ καὶ φθάνει μέχρι τῆς σεληνιακῆς σφαίρας ἢ καὶ τῆς τοῦ Ἑρμοῦ, ἀλλ’ οὖν πάνυ μικρὸς ἐστὶν ὁ σκιαζόμενος· κατὰ γὰρ τὴν κορυφὴν ἑαυτοῦ ὁ κῶνος προσβάλλων τῇ σεληνιακῇ σφαίρα ἢ καὶ τῇ τοῦ μοῦ ἐλάχιστον πάνυ μόριον σκιάζει. p. 418b13 Τί μὲν οὖν τὸ διαφανὲς καὶ τί τὸ φῶς, εἴρηται, οὔτε πῦρ, οὔτε ὅλως σῶμα. Οὔτε γὰρ τὸ διαφανὲς σῶμα, διότι ἐν σώματι ἐν ὕδατι γὰρ ἢ ἐν ἀέρι ἤ τινι τοιούτῳ, ἅπερ σώματά ἐστι), σῶμα δ’ ἐν σώματι εἶναι ἀδύνατον, ἀλλ’ οὐδὲ τὸ φῶς σῶμα, εἴ γε ἐντελέχεια καὶ εἶδός ἐστι τοῦ διαφανοῦς· εἴη γὰρ ἂν καὶ οὕτω σῶμα ἐν σώματι, εἴ γε τὸ μὲν διαφανὲς ἐν σώματι, τοῦ δὲ τελειότης καὶ εἶδος τὸ φῶς. εἰ δὲ μὴ σῶμα, οὐδὲ πῦρ οὐδὲ πυρὸς ἀπορροή, ὡς ἐν τῷ Τιμαίῳ δοκεῖ λέγειν ὁ Πλάτων, ὃν καὶ αἰνίττεται ἐν τούτοις· εἴη γὰρ ἂν καὶ οὕτω σῶμα· ἡ γὰρ τοῦ σώματος ἀπορροὴ σῶμά ἐστιν. ἄλλως τε εἰ μὴ μόνον φωτίζει τὸ πῦρ ἀλλὰ καὶ ἕτερα, οὐκ ἂν εἴη πυρὸς ἀπορροὴ τὸ φῶς. ἀπορροὴν δὲ ἐπὶ τῶν οὐρανίων φωστήρων ἐπινοεῖν εὔηθες· ἐν οἷς γὰρ ἡ ἀπορροή, ἐν τούτοις χρεία καὶ τῆς ἐπιρροῆς, αὔξησίς τε καὶ μείωσις ἐν τούτοις θεωρεῖται. εἰ δὲ μηδὲν τούτων ἐν το.ῖς οὐρανίοις, ἀνάγκη μηδὲ κατὰ ἀπορροὴν σωμάτων τὸν φωτισμὸν αὐτὰ ποιεῖσθαι. εἰ δὲ μὴ ἀπορροὴ σώματος τὸ φῶς, οὐ σωμάτων ἀπορροὴν λέγει, ἀλλ’ ὅπερ ὁ Ἀριστοτέλης φησὶν ἐκπομπὰς καὶ ἐνεργείας, τοῦτο ἐκεῖνος ἀπορροὴν εἶπεν. ἀλλὰ πυρὸς ἤ τι] τοιούτου τινος παροῦσι ἐν τῳ διαφανέι, οὐχ ὡς ἐγγινομένου του πυρὸς ἐν τῷ διαφανεῖ (οὐ γὰρ τὸ διαφανὲς ἐν ἑαυτῷ δεξάμενον τὸ πῦρ οὕτω γίνεται ἐνεργείᾳ διαφανές) ἀλλὰ κατὰ κοινωνίαν δυνάμεως ἀσωμάτου. ὄντος γὰρ ἀπὸ διαστήματος τοῦ πυρὸς τὸ ἐπ’ εὐθείας ὂν αὐτῷ διαφανὲς φωτίζεται. παρουσίαν τὴν ἐκ τῆς συνόδου σχέσιν γενομένην τοῦ πυρὸς πρὸς τὸ διαφανὲς εἴρηκεν, ὡσανεὶ ἔλεγε τὸν δεξιὸν γίνεσθαι δεξιὸν ἀριστεροῦ προυσιᾳ. p. 418b17 Οὔτε γὰρ δύο σώματα δυνατὸν ἐν τῷ αὐτῷ ἅμα Εἰπὼν γὰρ ὅτι <οὐ> <> σῶμα τὸ φῶς προστίθησι καὶ τὴν γὰρ δυνατόν, φησί, δύο σώματα ἐν τῷ αὐτῷ εἶναι. ὅτι δὲ ἀδύνατον, διὰ πλειόνων δείκνυται. εἰ γὰρ δυνατὸν ἦν σῶμα διὰ σώματος χωρεῖν, ὡς αὐτὸς ἐν ἄλλοις λέγει, γένοιτο ἄν ἐν κυάθῳ ἡ θάλασσα, καὶ ἐν κέγχρῳ ὁ οὐρανός. εἰ γὰρ ὁ κύαθος τοῦ ὕδατος ἐδέξατο ἐν | τῷ αὐτῷ τόπῳ ἕτερον κύαθον, δέξεται καὶ τρίτον καὶ τέταρτον καὶ ἀπείρους. εἰ γὰρ ὅλως δύο σώματα ὁ αὐτὸς τόπος τοῦ ἑνὸς ἐχώρησε, διὰ τί μὴ καὶ πλείω ἢ ἄπειρα; καὶ οὕτως ἂν ἐν κυάθῳ ἡ θάλασσα γένοιτο ἄν. εἰ δὲ μὴ οἷόν τε σῶμα διὰ σώματος χωρῆσαι, χωρεῖ δὲ τὸ φῶς διὰ τοῦ ἀέρος, οὐκ ἂν εἴη σῶμα. εἰ δέ τις εἴποι ὅτι ἐν τοῖς πόροις χωρεῖ τοῦ ἀέρος, μάλιστα μὲν ἄτοπον· τὸ γὰρ κενὸν εἰσάξει· χωρισθὲν γὰρ τοῦ ἀέρος κενὸν καταλείψει τὸν τόπον ἐν ᾧ ἦν. ἔπειτα ἔδει παχύτερον γίνεσθαι τὸν ἀέρα καὶ πυκνότερον τῇ πληρώσει τῶν πόρων· νῦν δὲ λεπτότερος γίνεται τῇ τοῦ φωτὸς παρουσίᾳ. p. 418b18 Δοκεῖ τε τὸ φῶς ἐναντίον εἶναι τῷ σκότῳ· ἔστι δὲ σκότος στέρησις τῆς τοιαύτης ἕξεως ἐκ διαφανοῦς. Ἡ ἐπιχείρησις ἐκ τοῦ ἐναντίου ὅτι οὐκ ἔστι τὸ φῶς σῶμα. εἰ τὸ σκότος ἀντίκειται τῷ φωτί, τὸ δὲ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ στέρησις ( φωτός οὐ γὰρ γινομένου τινὸς ἐν τῷ ἀέρι γίνεται τὸ σκότος, μόνον τῇ τοῦ φωτὸς ἀπουσίᾳ), τὸ δὲ ἀντικείμενον τῇ στερήσει ἕξις ἐστί, τὸ φῶς ἄρα ἕξις ἐστὶ τῆς τοιαύτης δυνάμεως ἐν τῷ διαφανεῖ, καὶ οὐ σῶμα. ὡς δὲ ἤδη εἴπομεν, κἄν ἐναντίον τις εἴποι τῷ φωτὶ τὸ σκότος, πᾶσα ἀνάγκη μὴ εἶναι αὐτὸ σῶμα, ἐπειδὴ τῇ οὐσίᾳ οὐδὲν ἐναντίον. ἀλλὰ κἄν στέρησίν τις εἴποι τὸ σκότος φωτός, ἀντικεῖσθαι δ’ αὐτῷ τὸ φῶς ὡς εἶδος κατὰ τὰ ἐν τῇ Φυσικῇ εἰρημένα, καὶ οὕτως οὐ σῶμα· πᾶν γὰρ εἶδος ἀσώματον. καὶ γὰρ αὐτὸ τὸ τοῦ σώματος εἶδος τὸ τριχῇ διαστατὸν εἴ γε πᾶσιν ἐφαρμόζει τοῖς κατὰ μέρος σώμασιν, οὐκ ἄν εἴη σῶμα. εἰ γὰρ ἦν σῶμα, ὡρισμένον τι μέγεθος εἶχεν· οὕτω δὲ οὐκ ἂν ἐφήρμοσεν ὁμοίως καὶ τῷ πηχυαίῳ καὶ τῷ δακτυλιαίῳ σώματι καὶ τοῖς λοιποῖς. ὥστε ἀνάγκη αὐτὸ καθ’ αὑτὸ τὸ τοῦ σώματος εἶδος ἀσώματον εἶναι· τόδε γὰρ τὸ σῶμα τὸ ἐξ ὕλης ἐστὶ συγκείμενον καὶ τοῦ εἴδους. ὥστε εἰ καὶ τὸ φῶς εἶδός ἐστιν ἐν τῷ διαφανεῖ (καὶ γὰρ τὸ σκότος στέρησις), ἀνάγκη αὐτὸ μὴ εἶναι σῶμα. p. 418b20 Καὶ οὐκ ὀρθῶς Ἐμπεδοκλῆς ἡ εἴ τις ἄλλος οὕτως εἴρηκεν, ὡς φερομένου τοῦ φωτὸς καὶ γιγνομένου ποτὲ μεταξὺ τῆς γῆς καὶ τοῦ περιέχοντος, ἡμᾶς δὲ λανθάνοντος. Δείξας ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς ἐγκλλεῖ τοῖς οὕτως ὑπειληφόσιν, ὧν ἐστι καὶ Ἐμπεδοκλῆς, ὃς ἔλεγεν ἀπορρέον τὸ φῶς σῶμα ὂν ἐκ τοῦ φωτίζοντος σώματος γίνεσθαι πρῶτον ἐν τῷ μεταξὺ τόπῳ τῆς τε γῆς καὶ τοῦ οὐρανοῦ, εἶτα ἀφικνεῖσθαι πρὸς ἡμᾶς, λανθάνειν δὲ τὴν τοιαύτην αὐτοῦ κίνησιν διὰ τὴν ταχυτῆτα. τοῦτο δέ, φησί, καὶ παρὰ τὸν λόγον ἐστὶ καὶ παρὰ τὰ φαινόμενα. οὔτε γὰρ ὁρᾶται κινούμενον καὶ οὕτως ἀφικνούμενον πρὸς ἡμᾶς, καὶ τὸ ἀνεπαίσθητον λέγειν τὴν κίνησιν ἐν μικρῷ μὲν διαστήματι κἄν δοίη τις, τὸ δὲ ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς κινεῖσθαι ἀνεπαισθήτως τῷ ὄντι μέγα λίαν αἴτημα. δι’ ὧν δὲ ἀντιλέγει πρὸς Ἐμπεδοκλέα δείκνυσι πάλιν ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς. εἰ γὰρ ἦν σῶμα, κινήσεως αὐτῷ ἔδει, ἴν ἔλθῃ πρὸς ἡμᾶς· εἰ δὲ κινήσεως, καὶ χρόνου· πᾶσα γὰρ κίνησις ἐν χρόνῳ. νῦν δ’ ἅμα φωτίζεται καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζοντος ὄντα. παράλογον γάρ, ὡς ἤδη εἶπον, τὸ λέγειν ὅτι τοσαύτη κίνησις ἀνεπαίσθητος γίνεται. τὸ δὲ καὶ εἴ τις ἄλλος εἴρηκεν οὕτως τείνοι ἄν πρὸς Πλάτωνα· δοκεῖ γὰρ καὶ αὐτὸς ἐν τῷ Τιμαίῳ καὶ σῶμα αὐτὸ λέγειν καὶ κατὰ ἀπόρροιαν πρὸς ἡμάς ἰέναι. p. 418b26 Ἔστι δὲ χρώματος μὲν δεκτικὸν τὸ ἄχρουν, ψόφου δὲ τὸ ἄψοφον. Δείξας ὅτι οὐκ ἔστι σῶμα τὸ φῶς, ἀλλ’ οἷον χρῶμα τοῦ ἀέρος, καὶ ὅτι ὁ ἀὴρ δέχεται τοῦτο ὡς ἀλλότριον χρῶμα, ἐπιφέρει νῦν οἰκεῖόν τι τοῖς εἰρημένοις ὅτι τὸ ὀφεῖλον δέξασθαι τὸ χρῶμα οὐ δεῖ αὐτὸ ἔχειν οἰκεῖον χρῶμα. ἐπεὶ τοῦτο ἐμμιγνύμενον οὐκ ἐᾷ εἰλικρινὲς εἶναι τὸ ἐγγινόμενον. δεῖ οὖν τὸν ἀέρα, εἰ μέλλοι διαπορθμευτικὸς εἶναι τῶν χρωμάτων ἡ τοῦ φωτὸς ἢ ψόφων ἢ ὀσμῶν αὐτὸν ἀχρωμάτιστον εἶναι καὶ ἄψοφον καὶ ἄοσμον, καὶ τοῦτο αἴτιον ἰοῦ διὰ τοῦ διαφανοῦς ὁρᾶσθαι τὰ χρώματα, τὸ αὐτὸ ἄχρουν εἶναι καὶ κατὰ τὴν οἰκείαν φύσιν. ὅθεν καὶ ἐν τοῖς διαφανέσι τῶν λίθων, ἐν οἷς μὲν ἂν σφοδρότερον ὑπάρχει χρῶμα οἷον μέλαν ἢ ἐρυθρόν, ἐμποδιζομένην ὁρῶμεν τὴν διαφάνειαν, ἐν οἷς δὲ οὐχ ὑπάρχει τοιοῦτον, ἧττον ἐμποδιζομένην καὶ μᾶλλον ὁρώμενα τὰ δι’ αὐτῶν ὁρώμενα. διόπερ διὰ μὲν λευκῆς ὑέλου ἀκριβῶς ὁρῶμεν, διότι ἐγγὺς ἄχρους ἡ τοιαύτη, διὰ δὲ τῆς ἕτερον χρῶμα ἐχούσης κατὰ τὴν ἀναλογίαν τοῦ χρώματος· καὶ διαφάνεια γάρ ἐστι καὶ τὰ ἄλλα χρώματα διαπορθμεύεται ἢ μᾶλλον ἢ ἧττον. p. 418b28 Ἄχρουν δ’ ἐστὶ τὸ διαφανὲς καὶ ἀόρατον ἢ ὁρώμενον. Εἰπὼν ὅτι <τὸ> δεκτικὸν καὶ διαπορθμευτικὸν τῶν χρωμάτων δεῖ εἶναι, τί ποτέ ἐστι τοῦτο τὸ ἄχρουν ἐπήγαγε· τὸ γὰρ δυνάμει, φησί, διαφανές, ὅπερ ἢ ἀόρατόν ἐστιν ἢ μόγις ὁρᾶται μὴ παραγενομένου τοῦ χρώματος αὐτῷ· τοῦτο δέ ἐστι τὸ φῶς. οἷον ἀέρος διαφανοῦς ὄντος καθ’ αὑτὸν δυνάμει, καὶ ὄντος οἷον χρώματος αὐτοῦ τοῦ φωτός, ὅταν μὴ τὸ φῶς, ἢ οὐδὲ ὅλως ὁρᾶται, ὡς ἐν τῷ μεσονυκτίῳ, ἢ μόγις καὶ ἀμυδρῶς, ὡς εἰς τὸ λυκόφως· τότε γὰρ ἀμυδρῶς καὶ φωτίζεται ὁ ἀὴρ καὶ ὁρᾶται, οὔπω τελείως γενόμενος διαφανής. ἢ οὖν οὕτω τὸ μόγις ὁρώμενον ἐκληπτέον, ἢ ὡς τῷ Ἀλεξάνδρῳ δοκεῖ, ἐπὶ τοῦ αὐτοῦ τὸ ἀόρατον ἢ τὸ μόγις ὁρώμενον, λέγω δὴ τοῦ ἐσκοτισμένου πάντῃ ἀέρος, ἐπεὶ δοκεῖ πὼς καὶ τὸ σκότος | ὑπὸ τῆς ὄψεως κρίνεσθαι, εἰ δὲ τοῦτο, καὶ ὁρᾶσθαι. γνωρίζεται δὲ ὑπὸ τῆς ὄψεως τὸ σκότος, ὡς πολλάκις εἴρηται, κατὰ ἀπόφασιν τῇ στερήσει τοῦ φωτὸς καὶ τῶν ὁρατῶν· ἑκάστη γὰρ αἴσθησις κατὰ συμβεβηκὸς καὶ τῆς στερήσεως τῶν ἰδίων αἰσθητῶν ἀντιλαμβάνεται. διὰ τοῦτο καὶ μόγις ὁρώμενον εἶπεν, διότι οὐ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ὁρατόν. σκοτεινὸν δὲ λέγει τὸ ἐσκοτισμένον. p. 418b31 Ἡ γὰρ αὐτὴ φύσις ὁτὲ μὲν σκότος ὁτὲ δὲ φῶς ἐστιν. Ἡ αὐτὴ φύσις τοῦ διαφανοῦς, τουτέστιν αὐτὸ τὸ ὑποκείμενον, φωτός ἐστι δεκτικὸν καὶ σκότους. φῶς δὲ εἶπεν τὸ ἐνεργείᾳ διαφανὲς καὶ σκότος τὸ δυνάμει. ἔστι γὰρ ὥσπερ χρώματα αὐτοῦ ταῦτα· ὡς οὖν χιὼν λευκὴ λέγεται ὡς λευκότητα ἔχουσα οὕτω καὶ λέγεται * * ἐπεὶ καὶ ὁ ἀνδριὰς αὐτὸ τοῦτο ἀνδριὰς λέγεται καὶ οὐ χαλκός. οὕτω δὲ καὶ ἐν τῇ συνηθείᾳ τὸν τόπον τὸν ἡλίου μετέχοντα ἥλιον λέγομεν· θὲς γάρ, φαμέν, εἰς τὸν ἥλιον. καὶ αὐτὸς δὲ οὕτως εἶπεν. p. 419a1 Οὐ πάντα δὲ ὁρατὰ ἐν φωτί ἐστιν, ἀλλὰ μόνον τὸ οἰκεῖον χρῶμα. Εἰπὼν πρὸ ὀλίγου ὁρατὸν εἶναι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ ἑνὶ ὀνόματι, εἶτα εἰπὼν πῶς ἐστιν ὁρατὸν τὸ χρῶμα, ὅτι κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, καὶ διὰ τοῦτο περὶ φωτὸς ἀπών, ἐν ᾧ καὶ δι’ οὗ τὸ χρῶμά ἐστιν ὁρατόν, μεταβαίνει νῦν ἐπὶ τὰ ὁρώμενα παρὰ τὰ χρώματα, ἃ οὐκ ἔστιν ἐν φωτὶ ὁρατά· ἴδιον γάρ ἐστι τοῦτο τῶν χρωμάτων. καὶ καταλέγει ταῦτα τίνα ἐστίν, οἷον μύκης, κέρας, κεφαλαὶ ἰχθύων καὶ λεπίδες, καὶ αἱ πυγολαμπίδες καλούμεναι καὶ ἁπλῶς τὰ πυρώδη πάντα καὶ λαμπρά. καὶ τούτων τὰ μὲν ἐν νυκτὶ μόνως ὁρᾶται, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. καὶ καθόλου τῶν ὁρατῶν τέσσαρές εἰσι διαφοραί. τὰ μὲν γὰρ αὐτῶν ἐν ἡμέρᾳ μόνως ὁρᾶται, τὰ δὲ ἐν νυκτὶ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, τὰ δὲ ὅλως οὐδὲ συνυπάρχειν πέφυκε τῷ σκότῳ. τί δὲ τούτων ἕκαστόν ἐστι, δῆλον ἐντεῦθεν. τῶν γὰρ ὁρατῶν τὰ μέν ἐστι χρώματα, τὰ δὲ ἀνώνυμα, ὡς δὲ ἑνὶ ὀνόματι ὀνομάσαι οἱονεὶ χρῶμά τι ἔχοντα τὸ λαμπρόν. τὰ μὲν οὖν χρώματα μόνως ἐν ἡμέρᾳ ὁρᾶται, οὐδαμῶς δὲ ἐν νυκτί. τῶν δὲ λαμπρῶν τὰ μὲν ἐν νυκτὶ μόνως ὁρᾶται, τὰ δὲ ἐν ἡμέρᾳ μόνως, τὰ δὲ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. τὰ μὲν γάρ ἐστιν αὐτῶν ὑπέρλαμπρα, τὰ δὲ ἀμυδρῶς λαμπρά, τὰ δὲ μέσως. τὰ μὲν οὖν ἀμυδρὸν ἔχοντα τὸ λαμπρὸν μόνως ἐν νυκτὶ ὁρᾶται, οἷον πυγολαμπίδες καὶ λεπίδες καὶ τὰ ὅμοια· τούτων γὰρ ἐν ἡμέρᾳ τὸ λαμπρὸν οὐ φαίνεται, νικώμενον ὑπὸ τοῦ μείζονος· ἔτι δὲ καὶ ἀστέρων οἱ πλείους. τὰ δὲ μέσα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, οἷον σελήνη καί τινα τῶν ἄστρων, οἷον ὁ ἑωσφόρος, ὅταν πρὸς τῷ ὁρίζοντι γίνηται ὁ ἥλιος καὶ αὐτὸς ὁ ἑωσφόρος περιγειότερος ᾖ. ἔτι δὲ καὶ πῦρ· τοῦτο γὰρ ὅσον δύναται ἀέρα τελειοῖ καὶ εἰς ἐνέργειαν ἄγει τὸ διαφανὲς αὐτοῦ, ὡς καὶ τὰ ἐν αὐτῷ χρώματα δεικνύναι, ἐν δὲ τῷ λοιπῷ ἑαυτὸ μὲν δείκνυσιν, ἐκείνου δὲ τὸ διαφανὲς οὐκ ἄγει εἰς ἐνέργειαν. ὅθεν αὐτὸ μὲν ὁρῶμεν πόρρωθεν ἐν σκότῳ ὄντες, οὐδὲν δὲ τῶν περὶ ἡμᾶς χρωμάτων. ἐν δὲ τῇ ἡμέρᾳ πάλιν τὸ πῦρ φαίνεται ὡς μὲν λαμπρὸν μηδὲν δρῶν εἰς τὸν ἀέρα διὰ τὸ ἤδη ὑπὸ τοῦ μείζονος λαμπροῦ παθεῖν, οὕτω δὲ φαινόμενον τρόπον τινὰ ὥσπερ καὶ τὰ λοιπὰ τῶν χρωμάτων, μᾶλλον δὲ ὥσπερ καὶ τῆς σελήνης τὸ λαμπρὸν διὰ τὸ μὴ ἄγαν ἀμυδρὸν εἶναι φαίνεται ἐν ἡμέρᾳ· οὕτω δὲ καὶ τὸ τοῦ πυρός, ὅταν μὴ πόρρω δείκνυται φωτὸς ὄντος. τὰ δὲ ὑπέρλαμπρα μόνως ἐν ἡμέρα, οἷον ὁ ἥλιος, ἐπειδὴ καὶ αὐτὸς τῆς ἡμέρας καὶ τοὺ φωτὸς αἴτιος. τῷ δὲ οὐ πάντα δὲ ὁρατὰ ἐν φωτὶ προσθετέον τὸ μόνον· οὐ γὰρ πᾶν τὸ ὁρατὸν ἐν φωτὶ μόνον ὁρατόν, ἀλλ’ ἑκάστου, φησί, τὸ οἰκεῖον χρῶμα· τὰ γὰρ χρώματα ἐν μόνῳ φωτὶ ὁρατά. προσέθηκε δὲ τὸ μόνῳ, ἐπεὶ καὶ ἡ λαμπρότης τοῦ πυρὸς χρῶμα οὐκ οὖσα ὁρᾶται ἐν φωτί, ἀλλ᾿ οὐ μόνῳ ἐν φωτί, ἀλλὰ καὶ ἐν σκότῳ· ἀλλ’ οὐδενὸς τούτων τὸ οἰκεῖον χρῶμα. ἓξ οὖν φησι καθόλου τὰ ὁρατὰ εἶναι, ὧν τὰ μὲν πέντε λέγει, τὸ δὲ ἕκτον παραλιμπάνει ἴσως ὡς προφανές. τά τε γὰρ χρώματα ὁρατά ἐστιν ἐν φωτὶ μόνον, ἄλλα δέ τινα μόνον ἐν σκότῳ, ὡς πυγολαμπίδες καὶ τὰ ὅμοια, τὰ δὲ καὶ ἐν σκότῳ καὶ ἐν φωτί, ὡς σελήνη, πῦρ καί τινα τῶν ἄστρων· τὰ γὰρ πλεῖστα μόνως ἐν σκότῳ ὁρᾶται, διὰ τὸ νικᾶσθαι μόνῳ τῷ μείζονι φωτὶ τοῦ ἡλίου. ἔτι δὲ ὁρατόν φησι καὶ τὸ ἐνεργείᾳ διαφανές, τουτέστι τὸν πεφωτισμένον ἀέρα· ὡς γὰρ ἐδείξαμεν ἔμπροσθεν, οὐδενὶ ἄλλῳ κρίνομεν ὅτι ἡμέρα ἐστὶν ἢ τῇ ὄψει. πρὸς τούτοις καὶ τὸ δυνάμει διαφανές, τουτέστι τὸ σκότος, ὁρατὸν εἶναί φησι τῇ ἀποφάσει. ἔστι δὲ ἐπὶ τούτοις ἕκτον γένος τῶν ὁρατῶν ὁ ἥλιος τὸ μάλιστα πάντων φανότατον, ὃν οὔτε ἐν σκότῳ ἐρεῖς φαίνεσθαι ἀφανιστικὸς γὰρ τοῦ σκότους ἐστίν) οὔτε ἐν ἡμέρᾳ· αὐτὸς γὰρ τῆς ἡμέρας ἐστὶ ποιητικός. καὶ πάντα δὲ τὰ παρὰ τὸ χρῶμα καὶ τὸ σκότος αὐτὰ ἑαυτοῖς τοῦ ὁρᾶσθαι αἴτιά ἐστιν ὡς φωτοειδῆ. ἐν γὰρ νυκτὶ τὸ χρῶμα τῶν πυγολαμπίδων ἡ τῶν λεπίδων ἢ τῶν ἄλλων οὐχ ὁρᾶται, ἀλλ’ ἐν ἡμέρᾳ. οὐ γὰρ οὕτω τὸ λαμπρὸν αὐτῶν δύναται ποιῆσαι διαφανῆ τὸν ἀέρα, ὡς καὶ τὸ χρῶμα τὸ κατὰ τὸ ἄλλο σῶμα αὐτῶν διαπορθμεῦσαι, ἀλλὰ τοσοῦτον ἐξισχύει, ὅσον ἑαυτὸ μόνον ἐμφανὲς ποιῆσαι, οὐκέτι μέντοι καὶ τὰ χρώματα. p. 419a6 Δι’ ἣν μὲν οὖν αἰτίαν ταῦτα ὁρατά, ἄλλος. Δι’ ἥν, φησίν, αἰτίαν τὰ ἐν νυκτὶ ὁρώμενα ὁρᾶται, οὐ τοῦ παρόντος ἐστὶ λόγου λέγειν. ἐν γὰρ τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν λέγει ὅτι πέφυκεν ὁ ἀὴρ ὑπὸ τοῦ λαμπροῦ φωτίζεσθαι, οἷά ἐστι τὰ οὐράνια· τούτου οὖν ταῦτα μετέχοντα ἀμυδρῶς φωτίζει νύκτωρ τὸν περὶ αὐτὰ ἀέρα, ὁπηνίκα μὴ ὑπὸ τοῦ μᾶλλον λαμπροῦ καταλαμπόμενος ἀφανὲς τὸ τούτων φῶς ποιήσῃ. τοσοῦτον δὲ φωτίζει, ὡς ἑαυτὰ μόνα διαδεικνύναι, ἐπεὶ καὶ τὸ πῦρ πολὺ | μὲν ὂν φωτίζει τὸ διαφανὲς ἐπὶ τοσοῦτον ὡς καὶ χρώματα ὁρᾶσθαι δύνασθαι, ὀλίγον δὲ ὂν μέχρι τοῦ αὐτὸ μόνον ὁραθῆναι τὸ διαφανὲς φωτίζει, κἂν πολὺ μὲν ἦ πόρρω δέ, οὐκ ἐξισχύει τὸν μέχρις ἡμῶν ἀέρα διαφανῆ ποιῆσαι, ἀλλ’ αὑτὸ μόνον δείκνυσι. τοιαῦτα δέ ἐστι καὶ τὰ ἄστρα ἐν τῇ νυκτί· ἐν γὰρ τῇ ἡμέρᾳ τὸ τοῦ ἡλίου φῶς οὐκ ἐᾷ αὐτὰ σαίνεσθαι. καίτοι ἀεὶ τὸ τοῦ ἡλίου φῶς καταλάμπει τὰ οὐράνια· ὡς γὰρ καὶ ἔναγχος εἶπον, βραχύ τι μόριον τοῦ ἀέρος ἐστὶ τὸ σκιαζόμενον. ἀλλ’ εἰ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὸ φῶς τὸ ἡλιακὸν τὰ οὐράνια πάντα δέχονται, διὰ τί μὴ ὁρῶμεν νύκτωρ τὰ οὐράνια πεφωτισμένα; διὰ τί δ᾿ νυκτὶ τοὺς ἀστέρας ὁρῶμεν; τί γὰρ μᾶλλον μεθ’ ἡμέραν τὸ φῶς αὐτῶν ἀποκρύπτει ὁ ἥλιος ἢ ἐν νυκτί, εἴ γε ἀεὶ καταλάμπονται ὑπὸ τοῦ ἡλίου; φημὶ οὖν τοῦ κώνου τῇς σκιᾶς περὶ ἡμᾶς κεχυμένου οὐχ οἷοί τέ ἐσμεν τὸν ὑπὲρ τὴν σκιὰν παρ’ ἑκάτερα πεφωτισμένον ἰδεῖν ἀέρα, τὰ μέντοι ἄστρα καὶ τούτων τὰ λαμπρότερα ἑαυτὰ ἡμῖν ἀπαγγέλλει, ὡς εἴρηται. ὅτι δὲ οὐδὲν ἀδύνατον τοῦτο συμβαίνειν, δῆλον ἐντεῦθεν. πολλοῦ γὰρ πυρὸς ἀέρα τινὰ λαμπρῶς φωτίζοντος, ὅπερ ἤδη εἶπον, οἱ πόρρωθεν ὄντες τὸν μὲν πεφωτισμένον οὐχ ὁρῶσιν ἀέρα, αὐτὸ δὲ τὸ πῦρ ἔσθ’ ὅτε ὁρῶσιν· τοῦ δὲ τοὺς ἀστέρας ἐν νυκτὶ ὁρᾶσθαι, καίτοι καταλαμπομένους ὑπὸ τοῦ ἡλίου, αἴτιον τὸ μὴ διακρίνεσθαι ἄγαν ὑπὸ τῶν ἡλιακῶν ἀκτίνων τὸ ὀπτικὸν αἰσθητήριον. καὶ ὅτι τοῦτο ἔστιν αἴτιον, μάθοις ἄν ἐντεῦθεν· ὁπηνίκα μὲν γὰρ ἐν τῇ μεσημβρίᾳ ἐστὶν ὁ ἥλιος, οὐχ οἷοί τέ ἐσμεν ἀτενὲς εἰς τὸν δίσκον αὐτοῦ ἀποβλέψαι, ἄγαν, ὡς εἶπον, τοῦ ὀπτικοῦ πνεύματος δια- κρινομένου· ὁπόταν δὲ πρὸς τῷ ὁρίζοντι ᾗ, καὶ μάλιστα ὅταν ᾖ ἀχλυωδέστερος ὁ ἀήρ, τὸ τηνικαῦτα ἀτενὲς εἰς τὸν δίσκον ἀποβλέπειν δυνάμεθα, καὶ ἀκριβῶς αὐτὸν ὁρῶμεν, διὰ τὸ <δι᾿> ἀχλύος αὐτὸν ὁρᾶν, καὶ μὴ τὰς ὄψεις· τὸ αὐτὸ δὲ καὶ ἐν νυκτὶ γίνεται τῶν ἀκτίνων μὴ φοιτωσῶν εἰς τὸν περὶ ἡμᾶς ἀέρα διὰ τὴν ἐκ τῆς γῆς ἀντίφραξιν. ἀμέλει γοῦν καὶ ἐν καθαρᾷ αἰθρίᾳ <εἴ> τις ἐν βαθεῖ κατέλθοι φρέατι, ἄστρα, καίτοι ὑπὲρ τὸ φρέαρ οὐχ ὁρῶν. ἡ γὰρ ἐν τῷ βάθει τοῦ φρέατος σκιὰ δίκην νυκτὸς συγκρίνουσα τὰς ὄψεις καὶ μὴ ἐῶσα ὑπὸ τοῦ φωτὸς διακρίνεσθαι, ἀντιλαμβάνεσθαι ποιεῖ τῶν ὁρατῶν. καὶ ἐκ τούτου δ’ ἄν τις συλλογίσαιτο ὅτι μὴ ἔξεισί τι ἐκ τῶν ὀμμάτων, ὅπερ τῶν αἰσθητῶν ἀντιλαμβάνεται, ἀλλ’ ὡς ἐπὶ τῶν ἄλλων αἰσθήσεων εἰς αὐτὸ φοιτᾷ τὸ αἰσθητήριον τὸ ὁρατόν. εἰ γὰρ ἐξῄεσαν ὄψεις, ὅσῳ δηλονότι εἰς μῆκος προῄεσαν, ἀσθενέστεραι γινόμεναι καὶ οὕτω τῷ φωτὶ προσβάλλουσι μᾶλλον ἄν διεκρίθησαν· νῦν δὲ οὐδὲ ἐν νυκτὶ μέχρι τῆς ἀπλανοῦς φθάνουσι ὑπὸ τοῦ ἐκεῖσε φωτὸς διακρίνονται. καὶ ὅταν ἐκ τοῦ φρέατός τις ἀποβλέπῃ, ἔδει γενομένας τὰς ὄψεις ὑπὲρ τὸ φρέαρ, ἔνθα τῷ φωτὶ ὄντι προσέβαλλον, ὁμοίως διακρίνεσθαι, καὶ οὕτω δ’ ἂν οὐκέτι δ’ ἂν οὐκ] ἔδει τὰ ἄστρα ὁρᾶν. νῦν δὲ ὁρῶσιν· οὐκ ἄρα διακρίνονται. δῆλον οὖν ὅτι διακρίνοντι τότε αἱ ὄψεις, ὅταν τὸ φῶς αὐτῷ τῷ ὀφθαλμῷ προσβάλλῃ. διὸ καὶ ὁ ἐν τῷ φρέατι, ἅτε δὴ σκιᾶς περὶ αὐτὸν οὔσης καὶ τοῦ φωτὸς τῷ ὄμματι μὴ προσβάλλοντος μηδὲ διακρίνοντος αὐτὸ οἷός τέ ἐστι τὰς τῶν ὁρατῶν ἐνεργείας δέχεσθαι, ὅπερ καὶ ἐν τῇ νυκτὶ συμβαίνει. p. 419a7 Νῦν δ’ ἐπὶ τοσοῦτον φανερόν ἐστιν, ὅτι τὸ μὲν ἐν φωτὶ ὁρώμενον χρῶμα· διὸ καὶ οὐχ ὁρᾶται ἄνευ φωτός. Ὅτι τὸ ἐν φωτὶ ὁρώμενον χρῶμα, πρόδηλον, διότι ἐν νυκτὶ οὐχ ὁρᾶται τὸ χρῶμα, ἀλλὰ φωτὸς παρουσίᾳ. τὸ μὲν γὰρ φῶς ἕξις ἐστὶ τοῦ διαφανοῦς, τὸ δὲ χρῶμα τῆς ἐνεργείας ἐστὶ τῆς κατὰ τὴν ἕξιν τελειωτικόν. παρόντος γὰρ τοῦ χρώματος γίνεται καὶ τὸ διαφανὲς ἐνεργείᾳ διαπορθμευτικὸν τῶν χρωμάτων. διόπερ καὶ ὁ αὐτὸς ὁρισμός ἐστι χρώματος, τὸ κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ἐνέργειαν δηλονότι κατὰ τὴν ἕξιν, κινητικὸν δὲ ἀντὶ τοῦ τελειωτικὸν καὶ προχειριστικὸν τῆς ἐνεργείας. p. 419a11 Σημεῖον δὲ τούτου φανερόν· ἐὰν γάρ τις θῇ τὸ χρῶμα ἐπ’ αὐτὴν τὴν ὄψιν, οὐκ ὄψεται. Σημεῖον λέγει οὐ τοῦ εἶναι τὸ φῶς ἐντελέχειαν τοῦ διαφανοῦς, ἀλλὰ τοῦ τὰ χρώματα ἐν φωτὶ ὁρᾶσθαι καὶ κινητικὰ αὐτὰ εἷναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, ὅτι ἐὰν ἐπ’ αὐτὸ τὸ αἰσθητήριον, τὸν ὀφθαλμὸν λέγω, τεθῇ τὸ κεχρωσμένον, οὐχ ὁρῶμεν αὐτό. οὐ γὰρ ὁρῶμεν ἐγχριόμενοι τὴν λήμην, τοῦτο δὲ οὐχ ὡς οὐκ ὄντος τοῦ ὀπτικοῦ αἰσθητηρίου ἐστι γάρ) ἀλλ’ ὡς τοῦ μεταξὺ μὴ ὄντος, λέγω δὴ τοῦ διαφανοῦς, ὅπερ πεφυκὸς ὑπὸ τοῦ χρώματος κινεῖσθαι, καὶ συνεχὲς ὂν τῷ τε ὁρατῷ * * * Δημοκρίτῳ εἰπόντι 〈ὅτι〉 εἰ ἦν κενὸν τὸ μεταξὺ τῶν ὁρώντων καὶ τῶν ὁρατῶν, πολὺ ἂν ἀκριβέστερον ἑωρᾶτο τὰ ὁρώμενα, ὥστε κἂν εἰ μύρμηξ ἦν ἐν τῷ οὐρανῷ, ἑωράθη ἂν μηδενὸς ἐμποδίζοντος μεταξὺ σώματος. οὐ γὰρ μόνον, φησίν, οὐκ ἂν ἀκριβέστερον εἴδομεν, εἰ ἦν τὸ μεταξὺ κενόν, ἀλλ’ οὐδ’ ἄν ὅλως εἴδομεν μὴ ὄντος τοῦ διαπορθμεύοντος τὴν ἐνέργειαν τοῦ ὁρατοῦ εἰς τὸ ὄμμα. εἶτα καὶ κατασκευάζει τοῦτο διὰ τῶν ἑξῆς. πάσχοντος γάρ τι, φησί, τοῦ αἰσθητηρίου γίνεται τὸ ὁρᾶν. εἰ πάσχει τι τὸ αἰσθητήριον ἀντιλαμβανόμενον τοῦ ὁρατοῦ πάθος δὲ δῆλον ὅτι τὸ τελειωτικόν), ἀνάγκη πᾶσα ἢ ὑπ’ αὐτοῦ τοῦ χρώματος πάσχειν αὐτὸ ἢ ὑπὸ τοῦ μεταξὺ πάσχειν, τοῦτο δέ ἐστι τοῦ πεφωτισμένου ἀέρος παρακειμένου τε καὶ ἁπτομένου τοῦ αἰσθητηρίου· ὥστε τοῦ μεταξὺ δεῖται καὶ κινεῖσθαι καὶ κινεῖν δυναμένου. τὸ δὲ κενὸν οὐ τοιοῦτον· ὥστε εἰ κενὸν ἦν, οὐδὲν ἄν ὤφθη. | ἀποροῦσι 12r δὲ ἐνταῦθα εἰκότως, ὅτι εἰ οὐκ ἄν εἴδομεν τινὸς μὴ ὄντος μεταξύ, πῶς τὰ ὑποχύματα συνιστάμενα περὶ τὸν κερατοειδῆ ἔξω τῶν ὑγρῶν ὁρῶμεν μηδενὸς ὄντος μεταξὺ ἀέρος; οἷον γὰρ ἄν ἔχῃ χρῶμα ὁ συνεστὼς χυμός, τοιαῦτα δοκοῦσιν ὁρᾶν πάντα τὰ ἔξωθεν τὸ ἐν αὐτοῖς χρῶμα τοῖς ἔξω προσάπτοντες. ὁρᾶν δὲ δοκοῦσι καὶ κωνώπια ἔξω πολλάκις παχέος ὄντος τοῦ ἐν τῷ ὄμματι χυμοῦ. ὃν ἡ αἴσθησις ὁρῶσα τούτου ἔξω νομίζει εἶναι. ῥητέον οὖν πρὸς τοῦτο ὅτι τὸ ὀπτικὸν πνεῦμα ἐν τῷ κρυσταλλοειδεῖ ὑγρῷ τὴν κρίσιν τῶν ὁρατῶν ποιεῖται. δεικνύουσι γὰρ οἱ ἰατροὶ ὅτι ἐκεῖ ἡ κρίσις γίνεται ἐκ τῶν ἀνατομῶν. τὸ δὲ κρυσταλλοειδὲς ὑγρὸν ἐσωτέρω ἐστὶ δῆλον· ὅτι οὐ μόνον τῶν χιτώνων τοῦ τε κερατοειδοῦς καὶ τοῦ ῥαγοειδοῦς καλουμένου, ἀλλὰ καὶ τοῦ ᾠοειδοῦς ὑγροῦ, ὅπερ καὶ αὐτὸ διαφανὲς ὑπάρχει. τοῦτο οὖν τὸ ᾠοειδὲς ὑγρὸν διαφανὲς ὂν ὥσπερ καὶ τὸ κρυσταλλοειδὲς μεταξὺ γίνεται τοῦ τε ὀπτικοῦ πνεύματος, ὅπερ ἐν τῷ κρυσταλλοει)δεῖ ποιεῖται τὴν κρίσιν, καὶ τοῦ ἐπιχύματος, ὃ περὶ τὸν κερατοειδῆ συνίσταται· ὥστε ἔστι καὶ ἐνταῦθα τὸ μεταξύ. διὰ τοῦτο δὲ τὸ ἐντὸς χρῶμα ἔξω ὑπολαμβάνει, ἐπεὶ καὶ ὅταν δι’ ὑέλου κεχρωσμένης ὁρῶμέν τινα, τοιοῦτο χρῶμα ἔχειν κἀκεῖνα νομίζομεν οἷονπερ καὶ ἡ ὕελος. τοῦτο δὲ διότι; ὡς δέδεικται, τὸ ἐπὶ τῆς ἐπιφανείας χρῶμα τοῦτό ἐστι τὸ ὁρατόν· τὸ δὲ ἐν τῷ βάθει οὐχ ὁρῶμεν, ἀλλ’ ἐὰν ᾖ τὸ ὁρώμενον διαφανές, δοκοῦμεν τῷ αὐτῷ χρώματι κεχρῶσθαι τὸ βάθος, οἵῳπερ καὶ ἡ ἐπιφάνεια. καὶ ἐὰν ἄλλο τι παραθῶμεν ἀμυδροτέρῳ χρώματι κεχρωσμένον, κἀκεῖνο τοιοῦτο φανήσεται. ἐπεὶ οὖν διὰ τοῦ χυμοῦ τοῦ συστάντος κεχρωσμένου ὄντος ὁρῶμεν, δοκοῦμεν καὶ τὰ ἔξω τῷ αὐτῷ κεχρῶσθαι χρώματι. καὶ διὰ τοῦτο ἔλεγε τὸ δεκτικὸν χρώματος ἄχρουν δεῖν εἶναι, ἵνα μὴ τῷ αὑτοῦ χρώματι ἐμποδίζῃ τοῖς ὁρατοῖς ὁρᾶσθαι τοιαῦτα οἷά εἰσιν. ἀλλὰ καὶ πρὸς τὰ εἰρημένα πάλιν ἐπαποροῦσι καί φασιν ὅτι, εἰ ἀρκεῖ τὸ ᾠοειδὲς ὑγρὸν ἀναπληρῶσαι τὴν τοῦ μεταξὺ χρείαν, καὶ διὰ τοῦτο ὁρῶμεν τὸν συνεστῶτα χυμὸν περὶ τὸν κερατοειδῆ, ἔδει καὶ τὴν λήμην ἁπτομένην τοῦ ὀφθαλμοῦ καὶ ἀπλῶς πᾶν ὁρατὸν μὴ ἐμποδίζειν τῇ ὄψει διὰ τὸ μὴ εἶναι μεταξὺ ἀέρα, ἀλλ’ ὁρᾶσθαι· ἀναπληροῦν γὰρ ἔδει κἀν τούτοις τὴν τοῦ μέσου χρείαν τὸ ᾠοειδὲς ὑγρόν. φαμὲν οὖν ὅτι ὥσπερ ὁ ἀὴρ δεχόμενος τὸ φῶς γίνεται ἐνεργείᾳ διαφανής, οὕτω καὶ πάντα τὰ διαφανῆ. ὅταν οὖν τὴν λήμην προσοίσωμεν τῷ ὀφθαλμῷ, ἐπισκοτεῖ καὶ οὐκ ἐᾷ τὰ ἐν τῷ ὀφθαλμῷ διαφανῆ ὑγρὰ δυνάμει δεξάμενα τὸ φῶς γίνεσθαι δυνάμει] διαφανῆ ἐνεργείᾳ. ὁ δὲ χυμὸς ὁ συνιστάμενος διαφανὴς ὢν διαβιβάζει τὸ φῶς ἐπὶ τὰ ὑγρά· ὅθεν ἐὰν μύσωμεν, οὐκέτι ὁρῶμεν τὸν χυμὸν διὰ τὸ ἀντιφράξαι τῷ φωτὶ τὰ βλέφαρα. καὶ αὐτὸς δὲ ὁ χυμὸς ὅταν παχυνθῇ, οὐκέτι ὁρᾶται, καὶ οὐδὲ ἄλλο τι ὁραθῆναι ἐᾷ ἀντιφράττων τῷ φωτί. ὅταν δὲ παχυνθεὶς ὁ χυμὸς ὀλίγος ᾖ, ὡς μὴ ὅλην ἀπολαμβάνειν τὴν κόρην, τοῦ μὲν κατ’ αὐτὸν μέρους τῶν ὑγρῶν μὴ γινομένου διαφανοῦς οὐκέτι ὁρῶσιν αἱ κατ’ ἐκεῖνο τὸ μέρος προσπίπτουσαι ὄψεις, ὥστε σκότος ἐστὶ κατ’ ἐκεῖνα τὰ μέρη, τῶν δὲ πέριξ ὄψεων συμβαίνει ὁρωσῶν τὸ τὸ μικρὸν ὂν τὴν φαντασίαν τῶν κωνωπίων παρέχειν. ἀλλ’ εἰ ἡ λήμη ἐπιτιθεμένη διὰ τὸ μὴ εἶναι διαφανὴς ἀντιφράττει τῷ φωτί, ἔδει, εἴπερ ἐπινοηθείη ὑελίνη λήμη ἢ ἐξ ἄλλης διαφανοῦς ὕλης, μὴ ἐμποδίζειν ἐπιτιθεμένην ἐν τῷ ὀφθαλμῷ, ὥστε ὁρᾶσθαι αὐτήν· ἀλλ’ ἔδει, κἄν εἰς αὐτὸ τὸ ὄμμα ἐπιτεθείη, ὁραθῆναι, ὅπερ καὶ συμβαίνει. ἐὰν γὰρ ἐν αὐτῷ τῷ σφέκλῳ προσκολλήσωμεν τὸ ὄμμα, ὁρῶμεν δι’ αὐτοῦ, ἀλλὰ δεδιότες μὴ πληγῶμεν τὸ ὄμμα τῇ ἀφῇ, αὐτομάτως οὐκ ἀνεχόμεθα τῆς ἁφῆς, ἀλλὰ συγκλείομεν τὰ βλέφαρα· ὡς εἴ γε καρτερήσομεν ἀτενὲς τὸ ὄμμα ἔχοντες προσπελάσαι αὐτὸ διαφανεῖ τινι, ὀψόμεθα πάντως, ὥσπερ οὖν καὶ τοῦ ἀέρος ἁπτόμενον τὸ ὄμμα ὁρᾷ, ἀλλὰ καὶ οἱ ἐν ὕδατι καταδεδυκότες ὁρῶσι τὰ ἐν βάθει, τοῦ ὄμματος αὐτῶν προσεχῶς τοῦ ὕδατος ἁπτομένου· ἀλλ’ ὅταν σκληρὸν ᾖ τι οὗ μέλλει θιγγάνειν τὸ ὄμμα, αὐτομάτως δεδιότες μὴ βλαβῶμεν ἐκ τῆς ἁφῆς καὶ τὰ βλέφαρα συγκλείομεν. καὶ διὰ τοῦτο συμβαίνει, κἄν διαφανὴς ᾖ ἡ λήμη, μὴ ὁρᾶν δι’ αὐτῆς, οὐ μέντοι διὰ τὸ ἐπιαὑτοῦ κἂν ἀτενὲς ᾖ τὸ ὄμμα, μὴ οὔσης διαφανοῦς οὐκ ὀψόμεθα δι’ αὐτῆς. p. 419a21 Δι’ ἣν μὲν οὖν αἰτίαν τὸ χρῶμα ἀναγκαῖον ἐν φωτὶ ὁρᾶσθαι, εἴρηται. Διότι κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, τὸ δὲ κατ’ ἐνέργειαν διαφανὲς φωτὸς γίνεται παρουσίᾳ. πῦρ δ’ ἐν ἀμφοῖν ὁρᾶται, καὶ ἐν σκότει καὶ ἐν φωτί. διὰ τοῦτο τὸ πῦρ οὐ μόνον ἐν φωτὶ ὁρᾶται, ἀλλὰ καὶ ἐν σκότῳ, διότι ἔχε. φωτιστικὴν ἐνέργειαν οἵαν τε οὖσαν ἀπαγγέλλειν αὐτοῦ τὸ χρῶμα. καὶ τοῦτο ἐξ ἀνάγκης· τὸ γὰρ διαφανὲς ὑπὸ τούτου γίνεται διαφανές. πέφυκε γὰρ καὶ ἡ τοῦ πυρὸς οὐσία τὰ δυνάμει διαφανὲς ποιεῖν ἐνεργείᾳ διαφανές· διὸ καὶ ὁρῶμεν ἐν νυκτὶ πυρὸς ὄντος τὰ χρώματα. ἀλλ’ οὐ τοῦτό φησιν ὅτι διὰ τοῦτο ὁρᾶται, ἐπειδὴ γενόμενος ὁ ἀὴρ ἐνεργείᾳ διαφανὴς διαπορθμεύει αὐτοῦ τὴν ἐνέργειαν τῖς ὄψεσι (καὶ γὰρ καὶ πόρρωθεν ὄντος τοῦ πυρὸς καὶ μὴ δρῶντος εἰς τὸν περὶ ἡμᾶς ἀέρα ὅμως ὁρᾶται, καὶ αἱ πυγολαμπίδες καὶ οἱ πολλοὶ τῶν ἀστέρων), ἀλλ’ ὅτι, εἰ φύσιν ἔχει τὸ πῦρ εἰς ἐνέργειαν ἄγειν τὸ διαφανές, ὡς δι’ αὐτοῦ τὰ ὁρατὰ φαίνεσθαι, πόσῳ μᾶλλον αὐτὸ ὀφθήσεται καὶ ἐν νυκτί. τὸ αὐτὸ δέ φαμεν καὶ ἐπὶ τῶν ἐν νυκτὶ πάντων ὁρωμένων· καὶ γὰρ καὶ αἱ πυγολαμπίδες εἰ πλησίον πάνυ γένωνται καὶ ἀποτεθῶσιν ἐν τῇ χειρί, δεικνύουσι τοῦ μορίου τῆς χειρὸς χρῶμα ἐν ᾧ ἀπετέθησαν· ἀλλ’ ἐπειδὴ πάνυ ἀμυδρὸν αὐτῶν ἐστι τὸ φῶς, δοκεῖ ὅλως μηδὲν εἰς τὸν ἀέρα δρᾶν. p. 419a25 | Ὁ δ’ αὐτὸς λόγος καὶ περὶ ψόφου καὶ ὀσμῆς ἐστιν. Μετὰ τὸν περὶ τῶν ὁρατῶν λόγον μέτεισιν εἰς τὸν περὶ τῶν ἀκουστῶν, καὶ οὕτως εἰς τὸν περὶ τῶν ὀσφραντῶν, τάξει προϊὼν ἀπὸ τῶν τελειοτέρων ἐπὶ τὰ ἀτελέστερα. ζητήσειε δ’ ἄν τις πῶς ἄνω εἰπὼν ὡς ἐκ τῶν ἀτελεστέρων καὶ κοινοτέρων ἄρξασθαι δεῖν, μὴ ἀπὸ τῆς ἁφῆς ἤρξατο τῆς διδασκαλίας αὕτη γὰρ κοινοτάτη τῶν αἰσθήσεων καὶ τῇ τάξει ἐσχάτη καὶ ἀτιμοτέρα), ἀλλ’ ἀπὸ τῆς ὄψεως, ἥτις τῶν ἄλλων καὶ μερικωτέρα ἐστὶ καὶ τελειοτέρα. φαμὲν οὖν ὅτι ἄνω ἔλεγεν ἐκ τῶν κοινοτέρων καὶ ἀτελεστέρων δεῖν ἄρξασθαι, ὡς σαφεστέρων οὐσῶν τῶν κοινοτέρων· δεῖ δὲ ἀπὸ τῶν σαφεστέρων ἄρχεσθαι, σαφεστέρα δὲ ἡ φυτικὴ τῆς λογικῆς, μᾶλλον δὲ καὶ τῆς αἰσθητικῆς· νῦν μέντοι ἐπὶ τῶν αἰσθήσεων παραδόξως συνδεδράμηκε τὸ τὰς τελειοτέρας αἰσθήσεις καὶ μερικωτέρας ταύτας καὶ σαφεστέρας εἶναι. σαφεστέρα γοῦν πασῶν ἡ ὄψις, ἐπεὶ καὶ τὸ ὁρατόν, λέγω δὴ τὰ χρώματα, καὶ τοῦ ἁπτοῦ καὶ τῶν ἄλλων αἰσθητῶν σαφέστερα. διὰ τοῦτο οὖν ταύτῃ ἐχρήσατο τῇ τάξει τῆς διδασκαλίας. καὶ εἰπὼν περὶ ὁρατῶν μέτεισιν ἐπὶ τὰ ἀκουστά· ταῦτα γὰρ ἦν τὰ τῇ ἀκοῇ ἀντικείμενα· καὶ οὕτως ἐρεῖ τὰ ὀσφραντά. περὶ οὖν ψόφου, φησί, καὶ ὀσμῆς ὁ αὐτὸς λόγος, ὥσπερ καὶ ἐπὶ τῶν ὁρατῶν. τίς δὲ ὁ αὐτὸς λόγος, σαφῶς ἐπήγαγεν, ὅτι καὶ ταῦτα κινητικά ἐστί τινος μεταξὺ αὐτῶν τε καὶ τῶν οἰκείων αἰσθητηρίων, οὗ κινουμένου, τοῦ μεταξὺ λέγω, καὶ τὰ αἰσθητήρια αὐτῶν κινοῦνται. ὥσπερ γὰρ ἡ τοῦ ὁρατοῦ ἐνέργεια διαπορθμεύεται διὰ τοῦ μεταξὺ ἐπὶ τὸ αἰσθητήριον καὶ οὐκ αὐτὸ ἅπτεται αὐτοῦ, οὕτω καὶ τὸ ὀσφραντὸν καὶ τὸ ἀκουστὸν διαπορθμεύεται ἐπὶ τὰ αἰσθητήρια αὐτῶν δι’ ὕδατος ἢ δι’ ἀέρος· ἄμφω γὰρ ὥσπερ ἔχουσι τὴν διαφανῆ δύναμιν, οὕτω καὶ τὴν διηχῆ καὶ δίοσμον. ὅτι γὰρ καὶ ἐν ὕδατί εἰσιν αἱ δυνάμεις αὗται, ἡ διηχής τε καὶ ἡ δίοσμος, δηλοῦσιν οἱ ἰχθύες τούς τε ψόφους φεύγοντες καὶ τῇ ὀσμῇ τοῖς δελέασιν ἐφεπόμενοι. οἱ γοῦν παρ’ ἡμῖν ἐν τῇ λίμνῃ τοὺς ἰχθύας ἀγρεύοντες ψοφεῖν εἰώθασιν ἐν ταῖς σανίσι τῶν ἀκατίων, ἵνα τοὺς ἰχθύας ἐπὶ τὰ δίκτυα εἰσελάσωσιν. ὅτι δὲ καὶ ὀσφραίνονται, δῆλον μὲν ἐξ ὧν καὶ νύκτωρ ἀγρεύονται. ἔπειτα εἰ ὄψεως καὶ ἀκοῆς ἐναργῶς μετέχουσιν, ἀδύνατον δὲ τῶν τελειοτέρων μετασχεῖν τὸν μὴ μετασχόντα τῶν ἀτελεστέρων , ἀτελεστέρα δ’ ἡ ὄσφρησις, καὶ ταύτης ἄρα μετέχουσιν. ἔστιν ἄρα καὶ ἐν τῷ ὕδατι οὐ μόνον ἡ διηχὴς ἀλλὰ καὶ ἡ δίοσμος δύναμις. καὶ ἡμεῖς δὲ καταδύντες ἐν ὕδατι αἰσθανόμεθα τοῦ ἄνωθεν βοῶντος· τῶν μέντοι ὀσμῶν οὐκ αἰσθανόμεθα ἐν ὕδατι, ὥσπερ οἱ ἰχθύες, ἐπειδὴ πάντα μὲν τὰ ἀναπνέοντα τῷ ἀναπνεῖν ὀσφραίνεται, ἐν δὲ ὕδατι ἀναπνεῖν οὐ δυνατὸν ἀέρος οὐκ ὄντος· οἱ δὲ ἰχθύες οὐκ ἀναπνέουσιν, ἐπειδὴ μηδὲ πνεύμονα ἔχουσι. δι’ ἣν δὲ αἰτίαν πάντα τὰ ἀναπνέοντα οὐκ ἄνευ τοὺ ἀνα- πνεῖν περιραίνεται, ἐρεῖ ἐν τῷ περὶ ὀσφρήσεως λόγῳ. ὅτι δὲ καὶ αἱ ὀσμαὶ καὶ οἱ ψόφοι τοῦ διαπορθμεύοντος δέονται, δῆλον· ἐὰν γάρ τις, φησί, τὸ ὀσφραντὸν αὐτῷ τῷ αἰσθητηρίῳ προσαγάγῃ, ὥστε ἐφάπτεσθαι, οὐκ ὀσφρανθήσεται· οὐδὲ γὰρ ἡ ῥίς ἐστι τὸ αἰσθητήριον, ἀλλ’ ἐντὸς ἡ μαστοειδὴς τοῦ ἐγκεφάλου ἀπόφυσις· ἐὰν οὖν τις διὰ τῆς ῥινὸς λεπτὸν ποιήσας τὸ ὀσφραντὸν ἐπὶ ταύτην διαγάγοι, ὡς ἅπτεσθαι αὐτῆς, οὐκ αἰσθήσεται. ὁμοίως οὐδὲ τὸ οὖς ἐστι τὸ ἀκουστικὸν αἰσθητήριον, ἀλλ’ ἡ ἐντὸς μῆνιγξ ἡ τὸ ἐν ταύτῃ πνεῦμα· πρὸς ἣν τὸ ἀκουστὸν εἰ προσαγάγῃς, οὐκ αἰσθή- σεται. δῆλον δὲ τοῦτο καὶ ἐπὶ τῆς ὄψεως. εἰ οὖν αἱ τρεῖς αὗται αἰσθήσεις δέοντι τοῦ μεταξὺ καὶ ἄνευ τούτου οὐκ αἰσθήσονται, δῆλον ὅτι καὶ αἱ λοιπαί, ὡς δείξει, εἰ καὶ δοκοῦσιν αὗται ἀμέσως τοῦ αἰσθητοῦ θιγγά- νουσαι πάσχειν ὑπ’ αὐτοῦ. p. 419a30 Περὶ δὲ ἁφῆς καὶ γεύσεως ἔχει μὲν ὁμοίως, οὐ φαίνεται δέ· δι’ ἣν δ’ αἰτίαν, ὕστερον ἔσται δῆλον. Ομοίως, φησί, καὶ ἁφὴ καὶ γεῦσις διά τινος μεταξὺ τῶν γευστῶν. καὶ ἁπτῶν ἀντιλαμβάνονται· δοκοῦσι δὲ αὗται μὴ δεῖσθαι τοῦ μεταξύ. διὰ τί δὲ δοκοῦσι μὴ κεχρῆσθαι τῷ μεταξὺ ἀέρι, ἐν τῷ περὶ ἁφῆς λόγῳ ῥηθήσεται. καὶ γὰρ τούτων τὸ μεταξὺ οὐκ ἔξωθεν ὥσπερ τῶν ὤων, διὸ καὶ ἄδηλον. τὸ δὲ μεταξὺ ψόφων μὲν ἀήρ, ὀσμῆς δ’ ἀνώ- νυμον. νῦν μὲν τὸν ἀέρα λέγει μόνον διαπορθμευτικὸν εἶναι τῶν καὶ γὰρ καὶ οἱ ἰχθύες ψόφων ἐπαίουσιν, ὡς εἴπομεν. ὅτι δὲ ἡ γῆ οὔτε τὴν δίοσμον, οὔτε τὴν διηχῆ δύναμιν ἔχει, δῆλον ἐντεῦθεν· εἰ γάρ τις κηρῷ ἢ πηλῷ ἢ γεώδει τινὶ ἀποφράξοι τὰ ὦτα ἢ τὰς ῥῖνας, οὔτε ἀκούσεται οὔτε ὀσφρήσεται. ἀνώνυμον δὲ λέγει τὴν κοινὴν ἀέρος καὶ ὕδατος δύναμιν, καθ’ ἣν αἱ ὀσμαὶ διαπορθμεύονται· οἱ μέντοι μεταγενέστεροι, ὧν ἐστι Θεόφραστος, τεθείκασιν αὐτῇ ὄνομα τὸ δίοσμον. ὥσπερ καὶ τῇ τῶν ἤχων διαπορθμευτικῇ τὸ διηχές, καθάπερ καὶ Ἀριστοτέλης τὸ διαφανὲς τῇ τῶν χρωμάτων διαπορθμευτικῇ δυνάμει. p. 419b4 Ἔστι δὲ διττὸς ὁ ψόφος· ὁ μὲν γὰρ ἐνεργεία τις, ὁ δυνάμει. Ὥσπερ ἐπὶ τῆς ὄψεως διττὸν ἔλεγεν εἶναι τὸ ὁρατόν, τὸ μὲν ἐνεργείᾳ τὸ δὲ δυνάμει τὸ γὰρ χρῶμα φωτὸς μὴ παρόντος δυνάμει ἦν ὁρατόν), οὕτως καὶ ἐπὶ τοῦ ἀκουστοῦ, τοῦτο δέ ἐστιν ὁ ψόφος, ὁ μὲν ἐνεργείᾳ ἐστὶν ὁ δὲ δυνάμει· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν. τίς δέ ἐστιν ὁ δυνάμει ψόφος, δείκνυσι χωρίσας τῶν ψοφούντων τὰ μηδὲ ὅλως δυνάμενα ψοφεῖν. ἐν οὖν τοῖς δυναμένοις ψοφεῖν, ταῦτα δέ ἐστι τὰ στερεὰ καὶ λεῖα, ἐν τούτοις ἐστὶν ὁ δυνάμει ψόφος, ὅταν μὴ ἐνεργῆ, καθό ἐστι ψοφητικά· ἡ γὰρ ἐπιτηδειότης αὐτὴ τοῦ δύνασθαι ψοφεῖν, οὗτός ἐστιν ὁ δυνάμει ψόφος· ὅταν δὲ δυνάμενα ποιῇ, οὗτός ἐστιν ὁ ἐνεργείᾳ. ἔστι δὲ διττὸς ὁ ψόφος. περὶ ψόφου πρόκειται εἰπεῖν, ἐπεὶ καὶ περὶ ἀκοῆς, δὲ πρῶτον περὶ τῶν ἀντικειμένων εἰπεῖν, ἀντίκειται δὲ τῇ ἀκοῇ ὁ ψόφος. λέγει οὖν ὃ καὶ ἐν τῇ Περὶ οὐρανοῦ εἶπεν, ὅτι ἔστιν ὁ ψόφος, ἵνα συντόμως εἴπω, πληγὴ ἀέρος τοιώσδε γινομένη. δεῖ γὰρ πρὸς τὸ γενέσθαι ψόφον δύο σκληρῶν καὶ λείων σωμάτων ἀθρόαν συνέμπτωσιν πρὸς Μήλα γενέσθαι. ἐν γὰρ τούτοις ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόος ἐκθλιβόμενος βιαίως ποιεῖ τὸν ἦχον. οὔτε γὰρ τὰ μαλακὰ τῶν σωμάτων ψοφεῖ, οἷον σπόγγοι, ἔρια, οὔτε τὰ σκληρὰ μέν, μὴ ἀθρόως δὲ προσκρουόμενα ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν· φθάνει γὰρ κατὰ μέρος οἷον θρυφθῆναι ὁ ἀήρ. διὸ δεῖ τῆς σφοδρᾶς τῶν σκληρῶν σωμάτων συνεμπτώσεως, ἵνα πολὺς ἐναποληφθῇ μεταξύ, ὃς ἐναπολαμβανόμενος καὶ ἀθρόως ἐξωθούμενος ποιεῖ τὸν ψόφον· φθάνουσα γὰρ ἡ πληγὴ τὴν ἔξοδον αὐτοῦ ἀποκλείει καὶ ἀθρόον ἐκπυρηνίζει. τὰ δὲ μαλακὰ οὐ ψοφεῖ, διότι οὐχ οἷά τέ ἐστιν ἀθρόον ἐξωθῆσαι τὸν ἐναπολαμβανόμενον ἀέρα· διὰ γὰρ τῶν πόρων μανὰ γάρ εἰσι τὰ μαλακά) κατακερματισθεὶς ἔξεισι. δεῖ δὲ καὶ λειότητος τοῖς πλήττουσιν, καὶ μάλιστα πρὸς τὸ πλείονα γενέσθαι τὸν ψόφον, διότι πᾶς ὁ ἐναπολαμβανόμενος ἀὴρ ἀθρόως ἐκθλίβεται, ἐν δὲ τοῖς μὴ λείοις κατακερματίζεται ἐν τοῖς κοιλώμασι πλείοσιν οὖσι καὶ οὐκ ἀθρόος ἔξεισι. τὰ δὲ ἠχεῖα καὶ τὰ κύμβαλα πληττόμενα ἐπίμονον ποιεῖ τὸν ψόφον. τοῦτο δὲ διὰ τὴν κοιλότητα. ἀπολαμβάνεται γὰρ ὁ ἀὴρ ἐν τῇ κοιλότητι, ὃς εἰλούμενος ἐπὶ πολὺ περὶ τὸ κοίλωμα ἐξελθεῖν μὴ δυνάμενος παρατείνει τὸν ψόφον. καὶ ἐν τοῖς κυρτοῖς δὲ ἑαυτοῦ μέρεσι πληττόμενος ὁ κώδων ἐπὶ πλείονα χρόνον ἠχεῖ, ὅταν ἀπό τινος λεπτοῦ ἱμάντος ἀπηρτημένος ᾖ. ἡ δὲ αἰτία ἡ αὐτή· πληττόμενος <γὰρ> κινεῖται, κινούμενος δὲ κινεῖ τὸν τοῖς κοιλώμασιν ἐναπειλημμένον ἀέρα, ὃς πάλιν ἐπὶ πολὺ εἰλούμενος καὶ τῷ χαλκῷ προσκρούων παρατείνει τὸν ψόφον. καὶ ὅτι τοῦτό ἐστιν· ἐὰν μὴ ᾖ ἠρτημένος ἀπὸ λεπτοῦ ἱμάντος, ἀλλ᾿ ὑπὸ τῆς χειρὸς κατεχόμενος, μὴ κραδαίνεσθαι ὑπὸ τῆς πληγῆς, οὐ παρατείνει τὸν ἦχον· τοῦτο δὲ διότι μὴ κινούμενον τὸ ἠχεῖον οὐ κινήσει τὸν ἐντὸς ἀέρα. τί οὖν; εἰ κινήσω τῇ χειρὶ τὸ ἠχεῖον, οὐ κινεῖ ἆν ἐντὸς ἀέρα, ἢ ἐὰν ξύλῳ πατάξω; πῶς οὖν οὐ γίνεται ψόφος ὁμοίως τοῦ ὅταν χαλκῷ προσκρούῃ τις ἢ ἄλλῃ τοιαύτῃ τινὶ ὕλῃ; ὁμολογουμένως οὖν δεῖ καὶ ὕλης ἐπιτηδειότητος τῶν πληττομένων σωμάτων. ἴσως οὖν διὰ τὸ ἐν τῆ οὐσίᾳ τοῦ χαλκοῦ ἢ τοῦ ἀργύρου ἢ τῶν τοιούτων μετάλλων πολὺν ἐγκατεσπάρθαι ἀέρα, ὅσπερ ἐστὶ τῶν ψόφων αἴτιος, διὰ τοῦτο ἠχητικά ἐστι τὰ τοιαῦτα τῶν μετάλλων. ἔστι μὲν γὰρ καὶ ἐν τῇ οὐσίᾳ τοῦ ξύλου ἀήρ, ἀλλὰ γῇ σύμμικτος, διὸ καὶ ἄψοφος ἢ ἐπ’ ὀλίγον ψοφεῖ· ὁ δὲ ἐν τῇ τοῦ χαλκοῦ οὐσίᾳ ἢ τοῖς τοιούτοις ὕδατί ἐστι συμμιγής, ὅπερ καὶ αὐτὸ ἔχει τὴν διηχῆ δύναμιν. σημεῖον δὲ τῶν εἰρημένων καὶ τὸ ἐπὶ τῶν ποτηρίων συμβαῖνον· ἐὰν γὰρ ὑγρὸν τὸν δάκτυλον περὶ τὸ χεῖλος περιαγάγωμεν, γίνεται ἦχός τις τοῦ ἐκθλιβομένου ὑπὸ τοῦ δακτύλου ἀέρος προσπίπτοντος εἰς τὸ κοίλωμα τοῦ ποτηρίου καὶ τῇ πληγῇ ἀποτελοῦντος τὸν ἦχον. καὶ ὅτι τοῦτό ἐστιν, αἰσθητῶς φανερὸν γίνεται ἐντεῦθεν· εἰ γὰρ ἐμβάλῃς ὕδωρ ἐν τῷ ποτηρίῳ, ὄψει ἐν τῇ περιαγωγῇ τοῦ δακτύλου φρῖκα κάτω ἐν τῷ ὕδατι ἐγγινομένην, τοῦ εἰσπίπτοντος δηλονότι ἀέρος τῇ θλίψει τοῦ δακτύλου τὴν κίνησιν τοῦ ὕδατος ποιοῦντος. ἐὰν δὲ ὀλίγου πλῆρες ᾖ τὸ ποτήριον ὕδατος, καὶ ῤανίδες πλεῖσται ἀναρριπτοῦνται καὶ συνεχεῖς. καὶ ἐὰν μὲν ἐκ τοῦ πυθμένος κατέχῃ τις τὸ ποτήριον, συμβαίνει τὰ εἰρημένα· ἐὰν μέντοι μὴ ἐκ τοῦ πυθμένος, ἀλλ’ αὐτὸ κατέχῃ τις τὸ ποτήριον, οὐδ’ ὅλως ἦχος γίνεται περιαγομένου ἀγομένου τοῦ δακτύλου. τοῦτο δὲ διότι δεῖ κραδαίνεσθαι ἡρέμα τὸ πληττόμενον, ἵνα μὴ ἐξωθῆται ὁ ἀήρ, ἀλλὰ ἀνακλώμενος εἰς τὸ ἔνδον συνεχῶς καὶ πλήττων τοῦ ποτηρίου τοὺς τοίχους καὶ ἀντωθούμενος εἰς ἕτερον μόριον διὰ τὸ περιφερὲς καὶ κοῖλον ἐπὶ πολὺ μένει καὶ μὴ σκεδάννυται, καὶ οὕτω μένων μακρὸν ἀποτελεῖ ψόφον. οὕτως καὶ σιδήριον ἢ ἄλλο τι τοιοῦτον ἐὰν λεπτῷ ἰναρίῳ ἀπαρτήσωμεν καὶ πλήξωμεν ἠρέμα χαλκῷ ἤ τινι τοιούτῳ, μένει ἐπὶ πολὺ ὁ ἦχος, διὰ τὸ ὡς εἶπον τῷ κραδαίνεσθαι τὸν σίδηρον ἀντώθησιν γίνεσθαι αὐτοῦ τε καὶ τοῦ ἀέρος ἐπὶ πολύ. ὅθεν ἐὰν μεταξὺ ἠχοῦντος κατάσχωμεν τὸν σίδηρον, παύεται καὶ ὁ ἦχος τοῦ ἀέρος λοιπὸν σκεδασθέντος καὶ μηκέτι ἀντανακλωμένου ἐπὶ τὸ ἠχητικόν, ὅπερ καὶ ἐπὶ τῶν ἠχείων καὶ κωδώνων γίνεται. διόπερ καὶ ἐὰν μὴ ἀρτήσωμεν ἰναρίῳ τὸν σίδηρον, ὥστε κραδαίνεσθαι, ὁμοίως δὲ καὶ τὸ κωδώνιον, ἀλλὰ καὶ τῇ χειρὶ κατέχοντες πλήξωμεν, ἅπαξ ψοφήσας εὐθὺς ἀπεπαύσατο διὰ τὸ μὴ γίνεσθαι τοῦ ἀέρος ἀντανάκλασιν. ἀλλὰ καὶ ἐὰν ἰναρίῳ μὲν λεπτῷ τὸν σίδηρον ἀρτήσωμεν, μὴ ἡρέμα δὲ ἀλλὰ μεγίστην δῶμεν πληγήν, οὐ διαμένει ὁ ἦχος διὰ τὸ μὴ γίνεσθαι πλεονάκις τὴν ἀντώθησιν τοῦ σιδήρου καὶ τοῦ ἀέρος, ἀλλ’ ἅπαξ ὠσθέντα τὸν ἀέρα τῆς βιαίας πληγῆς μὴ παλινδρομῆσαι. καὶ. ἴσως ἔνθεν καὶ κωδώνιον ὠνόμασται παρὰ τὸ ἐν τῷ κινεῖν ᾄδειν· ἐπειδὰν οὖν τις κατασχὼν στήσῃ, παύσεται τὸ ψοφοῦν διὰ τὴν εἰρημένην αἰτίαν· στάντος γὰρ καὶ ὁ ἐντὸς ἢ ἐκτὸς κραδαινόμενος ἀὴρ ἵσταται. p. 419b8 Τοῦτο δέ ἐστιν αὐτοῦ μεταξὺ καὶ τῆς ἀκοῆς ἐμποιῆσαι ψόφον ἐνεργείᾳ. Ὁ ψόφος εἰ ὡς ἀκουστὸν λαμβάνηται, οὐ δύναται γίνεσθαι ἐνεργείᾳ αὐτὸ τοῦτο ἀκοῆς μὴ οὔσης τῆς αἰσθανομένης, ὥσπερ οὐδὲ τὸ χρῶμα ὁρατόν ἐστι μὴ ὄντος τοῦ ὁρῶντος. | εἰπὼν 〈οὖν〉 ὅτι ἔστι τὸ ἔχον τὸν δυνάμει ψόφον λέγει τὸν αἰσθητὸν ἀκοῇ), ἐπήγαγε τοῦτο δέ ἐστι καὶ τὰ ἑξῆς. δύναται γὰρ ψόφος εἶναι καὶ ἐν τῷ μεταξὺ τοῦ ψοφοῦντος καὶ ἄλλου τινός, οὐχὶ τῆς ἀκοῆς, ἀλλ’ οὗτος δυνάμει ἀκουστὸς καὶ οὐκ ἐνεργείᾳ. ἵνα οὖν τὸν κατ’ ἐνέργειαν ἀκουστὸν σημάνῃ, προσέθηκε τὸ μεταξὺ αὐτοῦ, τουτέστι τοῦ ψοφοῦντος, καὶ τῆς ἀκοῆς. p. 419b9 Γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ἀεί τινος πρός τι καὶ ἐν τινι. Εἰπὼν ἐν τίσιν ἐστὶν ὁ ψόφος ὁ κατὰ δύναμιν, ὅτι ἐν τοῖς δυναμένοις κατ’ ἐνέργειαν ψοφῆσαι, πῶς γίνεται ὁ κατ’ ἐνέργειαν ψόφος , διὰ τούτων προστίθησιν. ἐπεὶ γάρ, φησί, πληγή ἐστιν ἡ ποιοῦσα τὸν ψόφον, ἡ δὲ πληγή τινός ἐστι πρός τι καὶ ἔν τινι, τινὸς μὲν τοῦ πλήσσοντος, πρός τι δὲ τὸ πλησσόμενον, ἔν τινι δὲ τῷ μεταξύ ἡ γὰρ πληγὴ κινήσει γίνεται τῇ κατὰ τόπον· αὕτη δέ τινός ἐστιν ἔν τινι, τινὸς μὲν τοῦ κινουμένου, ἔν τινι ’δε οὐ τῳ τυχόντι· οὔτε γὰρ διὰ κένου οὔτε διὰ στερεοῦ οἷόν τε γενέσθαι τὴν κίνησιν, ἀλλ’ ἐν ἀέρι ἢ ἐν ὕδατι), ἀνάγκη οὖν πᾶσα καὶ τὸν ψόφον τινὸς εἶναι πρός τι καὶ ἔν τινι, τινὸς μὲν τοῦ πλήττοντος, πρός τι δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ ἀέρι. ἀδύνατον γὰρ ἐν ὕδατι γενέσθαι ψόφον· εἰ γὰρ βαπτισθεὶς εἰς βάθος ἐν ὕδατι τὰς χεῖρας συμπλήξειας, οὐ ποιήσεις ψόφον, διότι, ὡς ἤδη εἶπον, ὁ μεταξὺ τῶν πληττομένων ἀὴρ ἐκθλιβόμενος βίᾳ ποιεῖ τὸν ψόφον. ἔχει μὲν γὰρ τὸ ὕδωρ τὴν διηχῆ δύναμιν, λέγω δὴ τὴν διαπορητικὴν τῶν ψόφων, δίχα μέντοι ἀέρος ψόφον ἐμποιῆσαι οὐ δύναται. ὅπερ ἐστὶ καὶ ἀπορίας ἄξιον· εἰ γὰρ διὰ τοῦτο ὁ ἐν τοῖς πληττομένοις στερεοῖς σώμασιν ἀὴρ ψοφεῖ, διὰ τὸ ἔχειν αὐτὸς τὴν διηχῆ δύναμιν, καὶ διὰ τοῦτο δεῖ πάντως ἀέρος, ἵνα γένηται ψόφος, τί δήποτε καὶ ἐν ὕδατι πληττομένων τῶν στερεῶι σωμάτων τὸ ὲναπολαμβανόμενον ὕδωρ οὐ ψοφεῖ, ἔχον γε καὶ αὐτὸ τὴν διηχῆ δύναμιν; φαμὲν οὖν πρὸς τοῦτο πρῶτον μὲν ὅτι , ὡς ἤδη εἴπομεν, δεῖ ἀθρόαν γενέσθαι τὴν συνδρομὴν τῶν πληττομένων , ἵνα ἀθρόως ἐκθλίβηται καὶ μὴ κατὰ μικρὸν ὁ ἐναπολαμβανόμενος ἀήρ· τοῦτο δὲ γενέσθαι ἐν τῷ ὕδατι οὐ δυνατὸν διά τὴν παχυμέρειαν αὐτοῦ· φθάνει οὖν συνιόντων τῶν πληττομένων πρὸ τῆς πλήξεως κατὰ μικρὸν ἐκθλιβῆναι τὸ ὕδωρ. ἔπειτα ὁ μὲν ἀὴρ εὐκίνητος ὢν φύσει διὰ τὸ ἀνώφορον, ἀρχῆς ἐὰν τύχῃ ὑπὸ τοῦ ὠθοῦντος, φέρεται τῇ ῥύμῃ τοῦ ἐφεξῆς αὐτῷ διισταμένου· ἐπὶ μέντοι τοῦ ὕδατος οὐκέτι τοῦτο συμβαίνει· βαρὺ γὰρ ὂν φύσει τὸ ὕδωρ πολλῆς δεῖται βίας, ἵνα ὠθηθῇ· τοῦτο δέ, ὡς εἶπον, ἐν τῷ ὕδατι γενέσθαι οὐ δύναται. καὶ ἄλλως μήτε εὐκινήτου ὄντος τοῦ ὕδατος τοῦ ὠθουμένου μήτε τοῦ ἐφεξῆς εὐχερῶς αὐτῷ διισταμένου καὶ διδόντος πάροδον συμ- βαίνει μὴ γίνεσθαι τοῦ ὕδατος ὤθησιν ἢ μὴ ἱκανήν. διόπερ οὐδὲ ψόφον συμβαίνει γενέσθαι· καὶ γὰρ ἐπὶ τοῦ ἀέρος οὐχ ἡ τυχοῦσα κίνησις τοῦ ἀέρος ἐποίει τὸν ψόφον. καὶ ἄλλως δεῖ νομίζειν, εἰ καὶ ἔστιν ἡ διηχὴς δύνα- μις καὶ ἐν τῷ ὕδατι καὶ ἐν τῷ ἀέρι, ἀλλ’ οὐχ ὁμοίως, ἀλλὰ μᾶλλον ὁ ἀὴρ διηχής. ἐπεὶ οὖν καὶ μᾶλλον διηχὴς καὶ μᾶλλον εὐκίνητος, εἰκότως ἐν τούτῳ μὲν γίνεται ὁ ψόφος, ὃς, ἐν δὲ τῷ ὕδατι οὐκέτι. ἀλλ’ εἴ καὶ μὴ ψοφεῖ τὸ ὕδωρ, ψοφοῦντος μέντοι τοῦ ἀέρος διαπορθμεύειν τοὺς ψόφους τὸ ὕδωρ δύναται διὰ τὸ ὅλως ἔχειν τὴν διηχῆ δύναμιν· οὐ δεῖ γὰρ ἐνταῦθα κινηθῆναι τὸ ὕδωρ, ἀλλὰ μόνον τελειωθῆναι αὐτοῦ τὴν δύναμιν. διόπερ, ὡς εἶπον, καὶ τῶν ἐν τῷ ἀέρι γινομένων ψόφων ἐπαισθάνονται οἱ ὑποβρύχιοι καὶ οἱ ἰχθύες, εἰ καὶ μὴ ὁμοίως. ὥσπερ γὰρ οὐδὲ διαφανὲς ὁμοίως ἐστὶ τῷ ἀέρι τὸ ὕδωρ, οὕτως οὐδὲ διηχὲς οὐδὲ δίοσμον. ὥστε ποιητικὸν μὲν αἴτιον τῶν ψόφων τὰ στερεὰ καὶ λεῖα σώματα καὶ τούτων τὰ κοῖλα, ὑλικὸν δὲ ὁ ἀήρ· ἐν αὐτῷ γὰρ τὴν ὑπόστασιν ἴσχει, καὶ οἷον εἶδος αὐτοῦ γίνεται ὁ ψόφος. οὐ μόνον δὲ ἐπὶ τῶν ποιητικῶν μεγέθους τε δεῖ καὶ στερεότητος καὶ λειότητος, ἀλλὰ καὶ ποιᾶς οὐσίας· ἄλλως γὰρ χαλκὸς ἠχεῖ καὶ ἄλλως σίδηρος καὶ ὁ μόλιβδος καὶ ἄργυρος καὶ διὸ καὶ τὰ ὀξύβαφα εἰώθασιν ἐκ διαφόρου κατασκευάζειν ὕλης, ἵνα τῆ διαφορᾷ τῶν ἀπηχήσεων τὴν ἁρμονίαν ἀποτελέσωσιν· ἡ γὰρ ἀΜνία πολυμιγέων ἐστὶ καὶ διχᾶ φρονεόντων ἕνωσις. p. 419b11 Διὸ καὶ ἀδύνατον ἑνὸς ὄντος γενέσθαι ψόφον. Ἐπειδὴ πληγὴ μέν τις ὁ ψόφος, τὸ δὲ πλῆσσον πλησσόμενον πλήσσει. τί οὖν; τῇ μάστιγι πλήξαντες τὸν ἀέρα οὐ ποιοῦμεν ψόφον, ὁμοίως καὶ ταῖς ῥιπίσιν; ἀλλά τότε ὁ ἀὴρ τὰς δύο χρείας ἀναπληροῖ καὶ τὴν τοῦ πληττομένου καὶ τὴν τοῦ μεταξύ. ὁ γὰρ ὑπὸ τῆς μάστιγος τῇ πληγῇ ὠθούμενος ἀὴρ ἐκθλίβεται προσκρούων τῷ μετ’ αὐτόν, ἐκεῖνος δὲ τὴν τοῦ πληττομένου ἀναδέχεται τάξιν, καὶ ὁ μέσος ἐκθλιβόμενος ὑπό τε τῆς μάστιγος καὶ τοῦ μετ’ αὐτὸν ἀέρος ἠχεῖ. πολλάκις δὲ καὶ τῶν τριῶν τὴν τάξιν ἀναδέχεται ὁ ἀήρ, καὶ τοῦ πλήττοντος καὶ τοῦ πληττομένου καὶ τοῦ μεταξύ, ὡς ὅταν σφοδρῶς ἐμφυσήσωμεν. ὁ μὲν γὰρ εὐθὺς ἐξιὼν πλήττει, ὁ δὲ ἐφεξῆς ὠθούμενος ὑπ’ αὐτοῦ ἑτέρῳ προσκρούει καὶ ὑπ’ ἀμφοῖν βιαζόμενος καὶ ἐκθλιβόμενος ὠθεῖ. μᾶλλον δὲ καὶ ἐνταῦθά ἐστι τὸ πλῆττον· καὶ γὰρ τὰ χείλη καὶ ἡ ὑπερῴα, καὶ τούτοις προσκρούων ὁ ἀὴρ ἐξωθεῖται εἰς τὸ ἔξω. διὸ καὶ τὰ χέῃ δεῖ συναγαγεῖν φυσῶντας, ἵνα στενοτέροις γενομένοις προσκρούῃ ἐκθλιβόμενος. καὶ ἐν ταῖς χάσμαις δ’ ὠθεῖται μὲν ὑπὸ τοῦ πνεύμονος, προσκρούει δὲ καὶ τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ παντὶ τῷ στόματι. ἀλλὰ καὶ ἐπὶ τῆς μάστιγος οὐχ ὑπὸ ἑνὸς ὁ ἀὴρ ὠθεῖται, ἀλλὰ τρόπον τινὰ ὑπὸ δύο· καμπτομένη γὰρ ἡ μάστιξ τῶν | δύο ἀποτελεῖ τὴν χρείαν· ἑκάτερον γοῦν μόριον αὐτῆς πλῆξαν τὸν ἐντὸς ἀπειλημμένον ἀέρα οὕτως ὠθεῖ. ἀμέλει γοῦν εἰ ξύλον εἴη παχὺ ἢ ἕτερόν τι, ὅπερ ἐν τῇ κινήσει μὴ κάμπτηται, οὐ ποιεῖ ψόφον ὁμοίως, ἤγουν ὡς σχεδὸν μηδ’ ἀκουστὸν εἶναι. ὥστε δῆλον ὅτι καὶ ἐπὶ τῆς μάστιγος καὶ ἐπὶ τῆς ῥάβδου πληττούσης τὸν ἀέρα διὰ τὸν εἰρημένον λόγον γίνεται ὁ ψόφος τῶν δύο τῶν πληττόντων ποιούσης τῆς μάστιγος τὴν χρείαν. ὅθεν καὶ διὰ τὸ πολλάκις πλείους αὐτὴν κάμπτεσθαι κάμψεις πλειόνων ἐν τῇ μιᾷ πληγῇ τῶν ψόφων αἰσθανόμεθα. p. 419b13 Πληγὴ δὲ οὐ γίνεται ἄνευ φορᾶς. Δείξας ὅτι τινὸς πρός τι ὁ ψόφος, εἰπὼν ὅτι πληγή τίς ἐστι, τὸ δὲ πλῆσσον πλησσόμενον πλήσσει, διὰ τούτου κατασκευάζει ὅτι καὶ ἔν τινι. εἰ γὰρ πληγὴ ὁ ψόφος, ἡ δὲ πληγὴ οὐκ ἄνευ φορᾶς, τοῦτο δέ ἐστι τῆς κατὰ τόπον κινήσεως, ἡ δὲ κίνησις οὐ διὰ κενοῦ, ἀλλ’ ἔν τινι ἢ τῷ ἀέρι ἢ τῷ ὕδατι, καὶ ὁ ψόφος ἄρα ἔν τινι, τουτέστι τῷ ἀέρι, ὡς ἤδη ἐδείξαμεν· οὗτος γὰρ ἀθρόος ἐναπολαμβανόμενος ὑπὸ τοῦ πλήττοντος πρὸς τῷ λείῳ ἢ κοίλῳ τῷ πληττομένῳ σώματι ψοφεῖ. τὸ μὲν οὖν λεῖον διὰ τοῦτο τυπτόμενον ψόφον ποιεῖ, διὰ τὸ ἀθρόον ὑπὸ τοῦ τύπτοντος πρὸς τοῦτο ἀπολαμβάνεσθαι τὸν ἀέρα, τὸ δὲ κοῖλον, ὅτι ὁ ἀὴρ ἐν τούτοις ἀδύνατος ὢν ἐξελθεῖν ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη τοῦ κοίου φερόμενος καὶ ἀνακλώμενος καὶ ἀνειλούμενος βιαίως ἐπὶ πλέον ἠχεῖ πλείους πληγὰς ποιῶν. p. 419b13 Ὥσπερ δ’ εἴπομεν, οὐ τῶν τυχόντων πληγὴ ὁ ψόφος. Ἐπειδὴ εἶπεν ὅτι πληγή τίς ἐστιν ὁ ψόφος, οὐ πᾶσα δὲ πληγὴ ψόφος οὐδὲ ὑπὸ τῶν τυχόντων γινομένη, αὐτὸ τοῦτο διὰ τούτων διορίζεται, τίνων τε πληγὴ ὁ ψόφος καὶ πῶς ἐχόντων, ὅτι τῶν στερεῶν· οὐ γὰρ ἔρια πληττόμενα ψοφεῖ * * ψοφεῖ γὰρ καὶ τὰ τραχέα τὰ τυπτόμενα, ἀλλ’ ὅτι μᾶλλον ἐκεῖνα. p. 419b18 Ἔτι ἀκούεται ἐν ἀέρι καὶ ὕδατι, ἀλλ’ ἧσσον. ἐνταῦθα τὸ ἄνω ἐλλιπῶς εἰρημένον διαρθροῖ. ἄνω μὲν γὰρ ἔλεγε τὸν ἀέρα μόνον διαπορθμευτικὸν εἶναι τῶν ἤχων· νῦν δέ φησι καὶ τὸ ὕδωρ τοιοῦτον εἶναι, ἀλλ’ ἧσσον τοῦ ἀέρος· παχύτερον γὰρ τὸ ὕδωρ καὶ ἐπιφράσσον τοὺς ἀκουστικοὺς πόρους. ἄλλο δέ ἐστι τὸ ἐν ὕδατι ἀκούεσθαι τοῦ δι’ ὕδατος, ὡς δείξει προελθών· ψόφος γὰρ δι’ ἀέρος ἀκούεται μόνου, γίνεται μέντοι καὶ ἐν ὕδατι καὶ ἀκούεται, ὥσπερ καὶ ἐν ἀέρι. p. 419b19 Οὐκ ἔστι δὲ ψόφου κύριος ὁ ἀὴρ οὐδὲ τὸ ὕδωρ. Oὐκ ἐπειδὴ λέγομεν, φησί, διαπορθμευτικὰ τῶν ψόφων εἶναι τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἤδη ταῦτα κύριά ἐστι τοῦ ψόφου· ταῦτα γὰρ τῇ αὐτῶν φύσει ἄψοφα, διὸ καὶ δεκτικὰ ψόφου, ὡς καὶ τὸ ἄχρουν χρώματος· ἀλλ᾿ ἔστι κύρια καὶ ποιητικὰ τοῦ ψόφου τὸ τύπτον καὶ τὸ τυπτόμενον, στερεὰ ὄντα· τὰ γὰρ κυριώτατα τῶν αἰτίων τὰ ποιητικά ἐστιν. ἢ τοῦτο οὖν φησιν, ἢ ὅπερ καὶ μᾶλλον, ὅτι οὐκ αὐτάρκης ἀὴρ καὶ τὸ ὕδωρ ψόφον ποιῆσαι, ἀλλὰ δεῖ καὶ τῶν τυπτόντων στερεῶν σωμάτων. καὶ τοῦτο δηλῶν ἐπήγαγεν ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα καὶ πρὸς τὸν ἁέρα. καὶ γὰρ οὗτος ὑπὸ τῶν ἐναπολμβανόντων αὐτὸν στερεῶν σωμάτων πλήσσεται, καὶ τότε γε ποιεῖ ψόφον, ὅταν τάχ’ ἕως ὑπὸ τῶν πλησσόντων ἀπωσθῇ, ὥστε φθάσαι τὴν πληγὴν γενέσθαι, πρὶν ὁ ἀὴρ θρυφθῇ· τότε γὰρ ἀθρόος ἐξωθούμενος ψοφεῖ. ὥσπερ οὖν κἄν εἰ ἀπό τινος χώνης ῥέοι οἷον ὁρμαθὸς ψάμμου, εἰ μὲν οὖν ἀθρόον τύπτοι τις ὑποκάτω, ὥστε φθάσαι τὴν πληγήν, πρὶν τὴν ψάμμον κατακερματισθῆναι, ποιήσει κἀκεῖ ψόφον, εἰ δὲ ἠρέμα, οὐκέτι διαθρύπτεται γὰρ ἡ ψάμμος) τὸ αὐτὸ συμβαίνει καὶ ἐπὶ τοῦ ἀέρος· εὐδιάθρυπτος γὰρ καὶ οὗτος. p. 419b25 Ἠχὼ δὲ γίνεται, ὅταν ἀπὸ τοῦ ἀέρος ἑνὸς γενομένου διὰ τὸ ἀγγεῖον τὸ διορίσαν καὶ κωλῦσαν θρυφθῆναι πάλ’ ἱν ὁ ἀὴρ ἀπωσθῇ, ὥσπερ σφαῖρα. Διαλεχθεὶς κοινῶς περὶ ψόφου † κοινῶς λέγοντι ὁ περὶ τῆς ἠχοῦς λόγος. γίνεσθαι οὖν φησι τὴν ἠχὼ κατὰ ἀνάκλασιν τὴν ἀπὸ τῶν ἀντὶ τύπων καὶ λείων σωμάτων, μάλιστα δὲ κοίλων, τοῦ πληγέντος ὑπὸ τῆς φωνῆς ἀέρος. ὁ γὰρ διαλεγόμενος ὠθεῖ σχεδὸν μὲν πάντα τὸν πέριξ ἀέρα, μάλιστα δὲ τὸν ἔμπροσθεν· διὸ μᾶλλον ἀκούομεν πρὸς ἡμᾶς ὁρῶντος τοῦ διαλεγομένου ἢ ἀπεστραμμένου. οὗτος δὴ ὁ ἔμπροσθεν ἀὴρ ὠθούμενος ὅταν ἐνεχθῇ ἐπί τι ἀντίτυπον ἔχον κοιλότητα, οἷά ἐστι τὰ ἄντρα, συνεχὴς ὢν καὶ ἀδιασκέδαστος μείνας διὰ τὸ περιέχεσθαι ὑπὸ τοῦ κοιλώματος τούτου, ὃ ἀγγεῖον ὠνόμασε, προσπεσὼν αὐτῷ ἀντιτύπῳ ὄντι σώματι ὠθεῖται εἰς τὸ ἔμπαλιν, ὥσπερ ἡ ῤιπτουμένη κτὰ τοίχου σφαῖρα, καὶ οὕτω χωρεῖ ἐπὶ τὸν πλήξαντα, ἐνεργοῦντος δηλονότι τοῦ ἀέρος δι’ ἀμφοτέρων κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν. οὐ μόνον γὰρ διὰ τὸ συγχωρεῖσθαι ὑπὸ τοῦ κοίου τόπου διασκεδασθῆναι | οἷος ἠνέχθη ὑπὸ 14v τῆς ἀντιτυπίας τοῦ σκληροῦ σώματος εἰς τοὐναντίον ἀπωθεῖται, ἀλλ’ ὅτι καὶ τῷ κοίλῳ τούτῳ ᾧ προσπίπτει, οὐ κενῷ ὄντι προσπίπτει, ἀλλ’ πλήρει, ὅσπερ ἀὴρ συνεχής ἐστι καὶ ἡνωμένος διὰ τὸ περιέχον. οὖν ὁ ὑπὸ τοῦ φωνήσαντος πληγεὶς ἀὴρ καὶ ψοφῶν ὦν διελὼν τῇ φορᾷ καὶ κωλυθεὶς ὑπ’ αὐτοῦ συνεχοῦς ὄντος καὶ ἡνωμένου διασκεδασθῆναι προσπταίει τῷ σκληρῷ σώματι καὶ μὴ δυνάμενος πρόσω χωρῆσαι ἀντανακλᾶται εἰς τοὐπίσω μετὰ τῆς οἰκείας ἐνεργεῖς, λέγω δὴ τοῦ ψόφου, καὶ οὕτω συμβαίνει παλινδρομεῖν τὸν ψόφον. δεῖ δὲ νομίζειν, ὡς Ἀλεξάνδρῳ δοκεῖ, οὕτω γίνεσθαι τὴν ἠχώ, οὐχ ὡς πάντως αὐτοῦ τοῦ πληγέντος πρῶτον ἀέρος φερομένου μέχρι τοῦ ἀγγείου, καὶ πάλιν αὐτοῦ τούτου ἀνακλωμένου μέχρι τοῦ πλήξαντος, ἀλλ’ ὅτι ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας τὸν μετ’ αὐτὸν σχηματίζει τῇ ὁμοίᾳ πληγῇ, ὡς αὐτὸς ὑπὸ τῆς πληγῆς ἐσχηματίσθη, οὗτος δὲ πάλιν τὸν μετ’ αὐτόν, καὶ οὕτω κατὰ συνέχειαν ἡ πρόοδος μέχρι τοῦ ἀγγείου γίνεται. μέχρι γὰρ ἄν ἰσχυροτέρα ἡ διαδιδομένη πληγὴ ὑπάρχῃ τῆς θρύψεως τοῦ ἀέρος, μέχρι τότε μένει ἄλλος παρ’ ἄλλου σχηματιζόμενος. ὁ δὴ τελευταῖος πρὸς τὸ ἀγγεῖον πληγείς τε καὶ σχηματισθεὶς καὶ κωλυθεὶς εἰς τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθεὶς ὥσπερ σφαῖρα ἀπὸ στερεοῦ τινος τὸν ἐπὶ τάδε αὐτοῦ πάλιν ἔπληξε καὶ ἐσχημάτισε, καὶ οὕτως ἡ διάδοσις πάλιν ἐπὶ ταῦτα τῆς τε πληγῆς καὶ τοῦ ψόφου γίνεται. ἔναρθρος δὲ ἡ ἠχὼ γίνεται, ἐπειδὴ ὁ πρῶτος ὑφ’ ἡμῶν διαλεγομένων πληττόμενος ἀὴρ πρῶτος καὶ ἀνακλᾶται φέρων εἰς ἡμᾶς πάλιν τῆς πρώτης λέξεως τὴν ἠχώ, καὶ ὁ δεύτερος τῆς δευτέρας, καὶ οὕτως ἡ τάξις τῆς διαλέκτου φυλάττεται. ἐντεῦθεν πιθανῶς ἔστι συλλογίσασθαι καὶ τὸ ἐπὶ τοὐ κατὰ τὰς ἐνεργείας τῶν ὁρατῶν. ἠπορεῖτο γὰρ πῶς οἷόν τέ ἐστιν ἀσωμάτων οὐσῶν τῶν ἐνεργειῶν τῶν ὁρατῶν ἀνακλάσεις ὑποτίθεσθαι· τίς γὰρ ἂν εἴη ἀσωμάτου ἀνάκλασις; εἰ τοίνυν ὁ ψόφος ἐνέργειά τίς ἐστι τοῦ ἀέρος καὶ τελείωσις τοῦ ἐν αὐτῷ διηχοῦς, αὕτη δ’ ἡ ἐνέργεια σαφῶς ἀνακλᾶται, ὅταν λείῳ τε καὶ κοίλῳ προσπέσῃ, ὡς ἐπὶ τῆς ἠχοῦς οὐδεμία γὰρ ἐνταῦθα ἀμφιβολία ὡς ἀνάκλασις γίνεται) τί ἀδύνατον τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἐνεργειῶν τῶν ὁρατῶν συμβαίνειν; φημὶ δὲ πρὸς τοῦτο ὅτι, καὶ ὁ ψόφος ἀνακλᾶται, ἀλλ’ οὐκ αὐτὸς καθ’ αὑτόν, ἀλλὰ μετὰ τοῦ οἰκείου ὑποκειμένου, λέγω δὴ τοῦ ἀέρος· τοῦτο γὰρ ἐλέγετο ὅτι διὰ τοῦτο μάλιστα ἀπὸ τῶν κόων ἡ ἠχὼ γίνεται, ὅτι μὴ σκεδαννύμενος ἀλλὰ συνέχειαν φυλάττων διὰ τὸ περιέχον ὁ ἀὴρ ἀνακλᾶται· τὰς μέντοι τῶν ὁρατῶν ἐνεργείας αὐτὰς καθ’ αὑτὰς ἄνευ ὑποκειμένου ἀνακλᾶσθαί φασι. μήποτε δὲ οὐδὲ ἐπὶ τῶν ψόφων ἀληθὲς τὸ αὐτὸν ἀνακλᾶσθαι τὸν ψοφοῦντα ἀέρα. ὁρῶμεν γὰρ ὅτι οὐ μόνον οἱ κατ’ εὐθεῖαν ὄντες τῶν ἀφ’ ὧν ἡ ἀνάκλασις ἀκούουσι τῆς ἠχοῦς, ἀλλὰ καὶ οἱ ἐκ πλαγίων. εἰ οὖν μὴ οἷόν τε πανταχοῦ τὸν ἀέρα ἀθρόως ἀπιέναι, θρυφθεὶς δὲ οὐκέτ’ ἂν ἐψόφει, μήποτε κἀνταῦθα μόνης τῆς ἐνεργείας, λέγω δὴ αὐτοῦ τοῦ ψόφου, ἡ ἀνάκλασις κλάσις γίνεται. εἰ γὰρ ὅλως μὴ φοιτῶντος πρὸς τὸ αἰσθητήριον τοῦ πληγέντος ἀέρος κτὰ τοῦ ὕδατος δύντων διαβιβάζονται οἱ ψόφοι ἐπὶ τὰ αἰσθητήρια, δῆλον δήπου ὅτι καὶ ἐπὶ τὸ λεῖον ἢ κοῖλον ᾧ προσέπεσεν οὐ μετὰ τοῦ πληγέντος ἀέρος ἥκει, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ φωτὸς ποιά τις ὕλη δεξαμένη τὸ φῶς οἵα τέ ἐστι καὶ αὐτὴ ὁμοίως φωτίζειν τὰ παρακείμενα, καὶ τὴν τοιαύτην ἐνέργειαν ἀντανάκλασιν καλοῦμεν, τί κωλύει τὸ αὐτὸ καὶ ἐπὶ τῶν ψόφων συμβαίνειν ; ὅτι δὲ οὐκ ἔστι σῶμα τὸ φῶς, σαφῶς δέδεικται. p. 419b27 ἔοικε δὲ ἀεὶ γίνεσθαι ἠχώ, ἀλλ’ οὐ σαφής, ἐπεὶ συμβαίνει γε ἐπὶ τοῦ ψόφου, καθάπερ καὶ ἐπὶ τοῦ φωτός· καὶ γὰρ τὸ φῶς ἀεὶ ἀνακλᾶται. Ὅτι τοῦ φωτὸς ἡ ἀνάλλασις οὐ μόνον ἀπὸ τῶν λείων, ἀλλὰ καὶ ἀπὸ παντὸς γίνεται σώματος, συντόμως κατασκευάζει ἀπὸ τῆς ἐναργείας τῷ πάντα τόπον πεφωτίσθαι , μὴ μόνον τὸν κατάντικρυς τοῦ ἡλίου τόπον, ἀλλὰ καὶ τὸν ὑπεσταλμένον καὶ σκεπόμενον ὑπό τινος στερεοῦ σώματος, οἷον τὰ ὑπὸ στέγης ἢ τοίχου. εἰ γὰρ μὴ ἐγίνετο ἐν τούτοις μηδεμία φωτὸς ἀνάκλασις ἢ ἀπὸ γῆς ἢ ἀπὸ τοίχου τινός, ἐσκοτισμένα ἔμελλον εἶναι καὶ οὐ πεφωτισμένα. ἀλλ’ οὐχ ὁμοία ἡ ἀνάκλασις ἡ ἀπὸ τοῦ τυ- χόντος σώματος γινομένη ἢ ἀπὸ ὕδατος ἢ χαλκοῦ ἢ καἰ τινος τῶν λείων· ἐναργεστέρα γὰρ ἡ ἀπὸ τῶν τοιούτων σωμάτων ἀνάκλασις καὶ ἰσοδυνα- μοῦσα σχεδὸν τῷ κατὰ πρώτην προσβολὴν τοῦ ἡλίου φωτισμῷ. σκιᾷ γοῦν περιορίζεται τὰ ὑπὸ τοῦ ἡλίου καταλαμπόμενα τῶν λοιπῶν , ὁμοίως δὲ καὶ τὰ ἀπὸ τῶν τοιούτων ἀνακλάσεων· ἐπιπροσθοῦντος γὰρ σώματος τῇ ἀπὸ τῶν τοιούτων σωμάτων ἀνακλάσει τοῦ φωτὸς σκιὰ γίνεται ἐν τῷ ἐπιπροσθουμένῳ μέρει. ἐναργῶς δὲ πρόδηλον τὸ διάφορον τῶν ἀνακλάσεων καὶ ἐντεῦθεν· εἰ γὰρ ὦσι δύο τόποι, ὁ μὲν ἡλιωμένος ὁ δὲ ἐσκιασ- μένος κατά τινα ἐπιπρόσθησιν τοίχου, ὅτι μὲν γέγονεν ἀνάκλασίς τις φω- τὸς εἰς τὸν ἐσκιασμένον τόπον ἢ ἀπὸ γῆς ἢ ἀπό τινος τοιούτου πρόδηλον ἐκ τοῦ μὴ σκότος εἶναι ἐν αὐτῷ ἀλλὰ φῶς· βραχεῖα μέντοι ἡ ἀνάκλασις, ὡς μὴ σκιὰν ποιεῖν τὰ ἐν τούτῳ ὄντα στερεὰ σώματα· ἐν γὰρ τοῖς ἐσκι- ασμένοις ἱστάμενοι τόποις σκιὰν οὐ ποιοῦμεν· ἐὰν μέντοι ἐν τῷ ἡλιωμένῳ τόπῳ θῇς ἢ χαλκὸν ἢ ὕδωρ ἢ ὕελον ἤ τι τῶν λείων ἀντιπρόσωπον τῷ ἐσκιασμένῳ | τόπῳ, ὄψει ἑτέραν γινομένην ἐπὶ τὸν ἐσκιασμένον τόπον 15r ἀνάκλασιν, ὡς καὶ τὸν ἐσκιασμένον λοιπὸν ἡλιοῦσθαι, ὥσπερ καὶ τὸν λοιπόν, καὶ οὕτως ὡς καὶ ὅπερ ἤδη εἶπον σκιὰν ἄλλην δύνασθαι γενέσθαι ἐν αὐτῷ, εἴ τι ἐπιπροσθήσοι. ὥσπερ οὖν, φησίν, ἐπὶ τοῦ φωτὸς ἀπὸ παντὸς μὲν σώματος ἀνάκλασις γίνεται, οὐκ ἀπὸ παντὸς δὲ ὁμοία, ἀλλὰ τρανὴς μὲν ἡ ἀπὸ τῶν λείων, ἀμυδρὰ δὲ ἡ ἀπὸ τῶν μὴ τοιούτων, οὕτω, φησί, καὶ ἐπὶ τοὐ ψόφου ἔοικε μὲν ἀπὸ παντὸς τοῦ ἀντιτυπήσαντος ανακλασις γίνεσθαι, οὐ μὴν ὁμοία οὐδ’ οὕτω σαφὴς ὁποία ἐπὶ τῆς ἠχοῦς ἀπὸ τῶν κόων ὁμοῦ καὶ λείων γινομένη τόπων διὰ τὰς εἰρημένας αἰτίας. εἰ γὰρ μὴ εἴη κοῖλον ἀλλ’ ἐπίπεδον, σκεδάννυται ὁ ἀὴρ καὶ οὐ πρὸς ἡμᾶς ῥεῖ, ἀλλὰ διαχεῖται ἢ ὀλίγος φέρεται πρὸς ἡμᾶς. εἰ δὲ μὴ εἴη λεῖον τὸ ἐπίπεδον, ἐπὶ πλέον ἀμυδροτέρα ἡ ἀνάκλασις διὰ τὰς εἰρημένας αἰτίας γίνεται. ἀλλ’ οὐχ οὕτως ἀνακλᾶται ὥσπερ ἀφ’ ὕδατος ἢ χαλκοῦ ἢ καί τινος ἄλλου τῶν λείων, ὥστε σκιὰν ποιεῖν, ᾧ τὸ φῶς ὁρίζομεν. ἔνθα γὰρ ᾖ πολὺ τὸ φῶς, ἐκεῖ ἐπιπροσθοῦντός τινος σκιὰ γίνεται. ἐν οὑν τῷ ἄλλῳ μέρει, ἔνθα μήτε ἡ ἀνάκλασις ἀπὸ λείων μήτε αὐτόθεν ἥλιος ἐλλάμπει, γίνεται μέν τις ἀνάκλασις, οὐ τοσαύτη δὲ ὥστε σκιὰν ποιῆσαι ἐπιπροσθοῦντός τινος, ὅπερ γίνεται ἐπὶ τῆς ἀπὸ τῶν λείων ἀνακλάσεως. p. 419b33 Τὸ δὲ κενὸν ὀρθῶς λέγεται κύριον τοῦ ἀκούειν. Εἰπὼν τὸν ἀέρα τοῦ ψόφου καὶ τοῦ ἀκούειν αἴτιον, καὶ μὴ μόνον, ἀλλὰ συναίτιον ὡς ὕλην εἶπε γὰρ τὸν ψόφον πληγὴν εἶναί τινος πρός τι καὶ ἔν τινι, τοὐ τε πλήττοντος καὶ τοῦ πληττομένου καὶ τοῦ μεταξύ, τὸ δὲ μεταξὺ τοῦτο τὸν ἀέρα εἶναι) ἔτι δὲ καὶ μέλλων πάλιν τοῦτο δεικνύναι, βούλεται αὐτοῦ τούτου μάρτυρας πάντας τοὺς πρὸ αὐτοῦ φυσικοὺς ἐπαγαγέσθαι. πάντες γάρ, φησίν, ἔλεγον τὸ κενὸν κύριον εἶναι τοῦ ψόφου· τοῦτο δέ, φησίν, ὀρθῶς ἔλεγον· τὸν γὰρ ἀέρα κενὸν ἐνόμιζον. ἧ μὲν οὖν τὸν ἀέρα κενὸν νομίζοντες κύριον εἶναι λέγουσι τὸ κενὸν τοῦ ψόφου, ὀρθῶς λέγουσιν· ᾗ δὲ τὸν ἀέρα μὴ] κενὸν ἐνόμιζον, οὐκέτι ὀρθῶς. οὗτος οὖν ὁ ἀὴρ κύριός ἐστι τοὐ ἀκούειν ὡς συναίτιος, ὅταν συνεχὴς ὢν καὶ εἷς κινηθῇ ὑπὸ τοῦ τύπτοντος καὶ τυπτομένου. συνεχὴς δὲ καὶ εἷς γινεται, ὅταν λεῖον ᾖ τὸ πλῆττον· ὅλος γὰρ ἅμα κινεῖται. τὸ γὰρ λεῖον ἕν ἐστιν. ὡς ἀπὸ ἑνὸς οὖν καὶ τοῦ αὐτοῦ κινούμενος εἷς ἐστι. τὸ δὲ τραχὺ οὐχ ἕν· καθ’ ἑκάστην γὰρ ἐξοχὴν καὶ ἀνωμαλίαν ἄλλο ἐπίπεδον ἐκβάλλει· εὔθρυπτος οὖν ὢν ὁ ἀὴρ ὅταν ἀπὸ τραχέος ὠθεῖται, οὐχ εἷς μένων κινεῖται, ἀλλὰ θρυπτόμενος. p. 420a3 ψοφητικὸν μὲν οὖν τὸ κινητικὸν ἑνὸς ἀέρος μέχρις ἀκοῆς. Ἐπειδὴ μὴ πᾶν ἁπλῶς τὸ τύπτον καὶ τὸ τυπτόμενον ποιεῖ ψόφον, ὁρίζεται τί ποτέ ἐστι τὸ ψοφητικόν, ὅτι τὸ δυνάμενον, φησίν, ἕνα καὶ συνεχῆ τὸν ἀέρα τηρῆσαν κινῆσαι μέχρι τῆς ἀκοῆς. τοιοῦτον δέ ἐστι τὸ στερεὸν καὶ λεῖον διὰ τὰς εἰρημένας αἰτίας. εἰπὼν δὲ κινητικὸν ἑνὸς ἀέρος προσέθηκε συνεχείᾳ μόνον, οὐχὶ λέγων τῷ ἀριθμῷ, ὥστε συνεχῆ καὶ ἄθρυπτον διὰ τὴν πληγὴν μεῖναι καὶ τὸ τοιοῦτον ἀποδοῦναι σχῆμα τῷ μετ᾿ αὐτόν, καὶ τοῦτο κατὰ συνέχειαν μέχρι τῆς ἀκοῆς. εἴη δ’ ἄν τοῦτο λεγόμενον οὐχ ἁπλῶς περὶ ψόφου, ἀλλὰ τοῦ ἀκουομένου ὅσου, διόπερ καὶ προσέθηκε μέχρι τῆς ἀκοῆς· δύναται γὰρ καὶ περαιτέρω τῆς ἀκοῆς κινηθῆναι ὁ ψόφος, ἀλλ’ οὐκέτι ὡς ἀκουστός. ταῦτα εἰπών, ἵνα μήτις νομίσῃ τοῦτο λέγειν αὐτὸν ὅτι μέχρις αὐτῆς τῆς μήνιγγος ἔξωθεν κινούμενος ἀὴρ ἀφικνεῖται, καὶ αὐτός ἐστιν ὁ προσεχῶς κινῶν τὸ αἰσθητήριον, ἐπήγαγε τὸ ἐφεξῆς ὅτι ἀκοῇ δὲ συμφυὴς ἀήρ. ἔστι γὰρ ἀήρ τις συμφυὴς ἐγκατῳκοδομημένος ἐν τοῖς κοιλώμασι τῶν ὤτων πρὸς αὐτῇ τῇ μήνιγγι, ὃς πρῶτος πάσχων ὑπὸ τοῦ ἔξωθεν κινουμένου ἀέρος καὶ δεχόμενος τὰς τῶν ψόφων ἐνεργείας διαπορθμεύει ἐπὶ τὸ πρῶτον αἰσθητικόν. τοῦτο δ’ ἔστι τὸ ἀκουστικὸν πνεῦμα τὸ ἐν αὐτῇ τῇ μήνιγγι ἱδρυμένον. αἱ γὰρ αἰσθήσεις ἀπὸ τοῦ ἐγκεφάλου ἀρχόμεναι διὰ τῶν νεύρων ἄχρι τῶν αἰσθητηρίων προίασιν. πρόεισιν οὖν καὶ ἡ ἀκουστικὴ δύναμις μέχρι τῆς ῥίζης τῶν ὤτων, ἃς καλοῦσι μήνιγγας. ἔστι δὲ νεῦρον ἀπὸ τοῦ ἐγκεφάλου προιὸν πεποροποιημένον, ἐν ᾧ πόρῳ ἐστὶ τὸ ἀκουστικὸν πνεῦμα. ἔστιν οὖν ἀπειλημμένος τις ἀὴρ ἐν τῷ κοιλώματι τῆς ἀκοῆς συμφυὴς ὢν τῇ μήνιγγι καὶ τῷ ὑμένι. οὗτος οὖν ὁ ἀὴρ δεχόμενος ἐκ τοῦ ἔξωθεν ἀέρος τοὺς ψόφους, ἔχων καὶ αὐτὸς τὴν διηχῆ δύναμιν δι’ ἑαυτοῦ ἐπὶ τὴν μήνιγγα διαπορθμεύει τοὺς ψόφους. πρόεισι δ᾿ ἀπὸ πόρου ἐπὶ στενότερον, λέγω δὴ τοῦ κοιλώματος τοῦ ὠτὸς μέχρι τοῦ πόρου τῆς μήνιγγος. οὐ δεῖ δὲ νομίζειν τοῦτον τὸν ἀέρα, εἰ καὶ συμφυής ἐστιν, ἤδη καὶ ἄφθαρτον εἶναι ὡς ἀεὶ ἕνα καὶ τὸν αὐτὸν ἀριθμῷ ὄντα. ἀλλὰ ἔστι κατὰ μέρη φθαρτὸς καὶ γεννητὸς ὥσπερ καὶ τὸ ἄλλο τοῦ ἀνθρώπου σῶμα. εἰ δὲ καθ’ ὅλον ἑαυτὸν πάθοι οὗτος ὁ ἀὴρ καὶ φθαρείη, ἀπόλλυται καὶ ἡ ἀκουστικὴ τοῦ ζῴου ἐνέργεια· διὰ γὰρ τοῦτο καὶ ὑπὸ τῆς φύσεως τῆς μήνιγγος προβέβληται, ἵνα δέχηται τὰς τοῦ ἔξωθεν ἀέρος προσβολάς, καὶ μὴ τῇ μήνιγγι προσβάλλων ὁ ἔξωθεν ἀὴρ φθείρῃ αὐτήν, ὥσπερ καὶ ἐπὶ τῆς ὄψεως. καὶ γὰρ καὶ ἐπὶ ταύτης κατεσκεύασεν ἡ φύσις συμφυές τι τῷ ὀφθαλμῷ διαφανές, λέγω δὴ τό τε κρυσταλλοειδὲς ὑγρὸν καὶ ἁπλῶς τὰ ὑγρὰ καὶ τὸν κερατοειδῆ χιτῶνα, ἅπερ διαφανῆ ὄντα καὶ πρῶτα δεχόμενα τὴν τοῦ ἔξωθεν διαφα|νοῦς ἐνέργειαν δι’ ἑαυτῶν διαπορθμεύουσι ταύτην ἐπὶ τὸ ὀπτικὸν νεῦρον, ἐν ᾧ τὸ ὀπτικὸν πνεῦμα, ὅπερ νεῦρον κατιὸν ἀπὸ τοῦ ἐγκεφαλου τελευτᾷ μέχρι τῆς ἀργῆς τοῦ κρυσταλλοειδοῦς. ὥσπερ οὖν ἐπὶ τῆς ὄψεως εἰ πάθοι τὰ προβλήματα ταῦτα ἢ ἕν τι αὐτῶν, φθείρεται ἡ τῆς ὄψεως ἐνέργεια, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς εἰ τὸ ἀερῶδες τοῦτο πρόβλημα φθαρῇ, φθείρεται ἡ ἀκουστικὴ ἐνέργεια παθούσης τῆς μήνιγγος τῷ ἀμέσως δέχεσθαι τἀς τοῦ ἔξωθεν ἀέρος προσβολάς. διὸ καὶ ὑπὸ μεγάλων ψόφων πάσχει ἡ ἀκοή, τοῦ ἔξωθεν ἀέρος σφοδρῶς ὠθουμένου καὶ τῇ βίᾳ ὠθοῦντος τὸν ἐν τοῖς ὠσὶ συμφυᾶ ἀέρα καὶ πολλάκις διασκεδαννύντος αὐτόν. διά τε οὖν τοῦτο ἡ φύσις ἐγκατῳκοδόμησε τοῖς ὠσὶ τοῦτον τὸν ἀέρα καὶ διὰ τὰς περιστατικὰς τοῦ ζῴου ἐνεργείας, οἷον τὰς ἐν τοῖς ὕδασι καταδύσεις· εἰ γὰρ μὴ ἦν οὗτος, ἐν τῖς καταδύσεσιν ἤμελλε τὸ ὕδωρ αὐτῷ προσπελάζειν τῷ αἰσθητηρίῳ καὶ βλάπτειν, ἢ εἴ τι καὶ ἐπινενόηται πρόβλημα ὑπὸ τῆς φύσεως διὰ τὸ μὴ εἰσιέναι τὸ ὕδωρ, οὐκ ἂν ἤκουσε τὸ ζῷον ὑποβρύχιον ὂν μὴ ὄντος τοῦ διηχοῦς τοῦ μέχρι τοῦ αἰσθητηρίου διαβιβάζοντος τοὺς ψόφους. εἰς φυλακὴν οὖν τοῦ αἰσθητηρίου ἐγκατῳκοδόμηται· διὰ τοῦτο δὲ καὶ ἑλικοειδεῖς ἐποίησεν ἡ φύσις τοὺς πόρους τῶν ὤτων, ἵνα μὴ ῥᾳδίως εἰσιόντα ἢ τὸ ὕδωρ ἢ ὁ ἀὴρ ἢ ἄλλο τι πλήξῃ τὴν μήνιγγα. p. 420a4 Διὰ δὲ τὸ ἐν ἀέρι εἶναι κινουμένου τοῦ ἔξω τὸ εἴσω κινεῖται. Τουτέστι διὰ τὸ τὸν ἐγκατῳκοδομημένον συμφυᾶ τῇ ἀκοῇ συνεχῆ εἶναι τῷ ἔξω ἀέρι τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἐν ἀέρι εἶναι) κινουμένου τοῦ ἔξω ἀέρος κατὰ συνέχειαν καὶ ὁ ἐντὸς κινεῖται ἀκίνητος ὢν καθ’ αὑτὸν ὡς συμφυής. ἴσως δὲ οὐ λέγει κινεῖσθαι αὐτὸν κατὰ τόπον καὶ γὰρ ἀκίνητον αὐτόν φησιν ἐφεξῆς) ἀλλὰ κατὰ τὸ διακομίζειν τοὺς ψόφους· κατὰ τοῦτο * * κινουμένου διακομίζει καὶ ὁ ἐντὸς ὡς συνεχὴς ὢν τῷ ἔξω. καὶ τοῦτο αἴτιόν φησι τοῦ μόνον κατὰ τὰ ὦτα ἡμᾶς ἀκούειν, καὶ μὴ διὰ παντὸς μορίου τοῦ σώματος, διότι ἐν μόνοις τοῖς ὠσίν ἐστιν συμφυὴς ἀὴρ ἐναπειλημμένος καὶ συνεχὴς πρός τε τὸν ἔξω ἀέρα καὶ πρὸς τὸ ἀκουστικὸν αἰσθητήριον, ὡς δύνασθαι δι’ ἑαυτοῦ διαδιδόναι τὸ ἐν τῷ ἔξω ἀέρι γενόμενον πάθος. ὥσπερ οὖν τὸ ὀπτικὸν πνεῦμα οὐ πανταχόθεν ἔχει ὑγρὸν διακομίζον αὐτῷ τὰς ἐν τῷ ἀέρι τῶν χρωμάτων ἐνεργείας οὐδὲ γάρ ἐστιν ἐπὶ τὸν τένοντα κρυσταλλοειδὲς ἡ ἄλλο τι τῶν τοιούτων συνεχὲς τῷ ἀέρι καὶ τῷ ὀπτικῷ νεύρῳ, ἀλλὰ σῶμα ἕτερον παχὺ καὶ ἀντιφρακτικόν, διὸ οὐχ ὁρῶμεν ὄπισθεν), οὕτως ἐπεὶ οὐ ἔστι τις ἀὴρ συμφυὴς ἐναπειλημμένος καὶ συνεχὴς τῷ τε ἔξω καὶ τῷ ἀκουστικῷ μορίῳ, ἀλλ’ ἐν μόνοις τοῖς ὠσί, διὰ τοῦτο οὐκ ἀκούομεν δι’ ἄλλου μορίου. ὅτι δέ ἐστιν ὁ συμφυὴς ἐν τοῖς κοιλώμασι τῶν ὤτων ἀήρ, δῆλον ἐντεῦθεν. ἐὰν γάρ τις τῷ δακτύλῳ ἐμφράξῃ τὰ ὦτα, αἰσθήσεται ἤχου τινὸς καὶ κινήσεως τοῦ ἐντὸς ἀέρος. γίνεται δὲ τοῦτο τὸ πάθος τοῦ ἔξωθεν περὶ τὰ ὧτα ἀέρος τῷ δακτύλῳ ὠθουμένου καὶ πιλουμένου εἰς βραχύτερον τόπον καὶ πιλοῦντος τὸν συμφυῆ ἀέρα, καὶ τῇ βίᾳ τῆς πιλήσεως κινούμενος προσκρούει τοῖς ἐντὸς σώμασι χονδρώδεσιν οὖσι καὶ σκληροῖς, καὶ οὕτω ποιεῖ τὸν ψόφον. καὶ μέγα φησὶ σημεῖον εἶναι τοῦ ὑγιαίνειν τὸ οὖς τὸ ἠχεῖν τὸν ἐντὸς ἀέρα· εἰ γὰρ μὴ ὑγίαινεν, οὐκ ὅν ᾐσθάνετο τοῦ γινομένου ὑπὸ τοῦ ἐντὸς ἀέρος ψόφου. οὐ γὰρ πάντῃ ἔχει ἀέρα τὸ κινησόμενον μέρος καὶ ἔμψυχον, ὥσπερ ἡ κόρη τὸ ὑγρόν. ὥσπερ τῆς κόρης τὸ ὑγρὸν προβέβληται, ὥστε δι’ αὐτοῦ ἀντιλαμβάνεσθαι τῶν ὁρατῶν κόρην δὲ λέγοι ἄν οὐ τὸ τρῆμα τὸ ἐν τῷ ῥαγοειδεῖ χιτῶνι· ἐσωτέρω γὰρ τούτου ἔστι τὰ ὑγρά· ἀλλὰ τὸν πόρον τοῦ ὀπτικοῦ νεύρου, δι’ οὗ τὸ ὀπτικὸν πνεῦμα ἔξεισιν), οὕτως καὶ τοῦ ἀκουστικοῦ αἰσθητηρίου προβέβληται ὁ συμφυὴς ἀήρ. ἐπεὶ οὖν τὸ ἔμψυχον καὶ ἀκουστικὸν μόριον, λέγω δὴ ἡ μῆνιγξ, μὴ πανταχόθεν ἔχει συμφυῆ ἀέρα συνεχῆ ὄντα ἑαυτῇ τε καὶ τῷ ἔξω ἀέρι, ἀλλὰ μόνον κατὰ τὰ ὦτα, διὰ τοῦτο οὐ πανταχόθεν ἀκουστικὸν τὸ ζῷον, ἀλλὰ μόνον διὰ τῶν ὥτων. p. 420a7 Αὐτὸ μὲν δὴ ἄψοφον ὁ ἀὴρ διὰ τὸ εὔθρυπτον· δὲ κωλυθῇ θρύπτεσθαι, ἡ τούτου κίνησις ψόφος. Καὶ ἀρχόμενος εἶπεν ὅτι ὥσπερ τὸ χρώματος δεκτικὸν ἄχρουν ἐστίν, οὕτω καὶ ἄψοφον τὸ ψόφου δεκτικόν. ἀλλ’ οὐ πᾶν ἄψοφον ψόφου δεκτικόν. ἀλλὰ τὸ τοιοῦτον οἷον ὁ ἀήρ. καὶ τὴν αἰτίαν, διὰ τί ἄψοφος. προσέθηκε· διὰ γὰρ τὸ εὔθρυπτος εἶναι, φησί, ἄψοφός ἐστιν. ὅταν δὲ κωλυθῇ κατὰ τὴν οἰκείαν φύσιν θρύπτεσθαι ὑπό τινος λείου καὶ στερεοῦ πληγῆς ἀθρόας, τότε ἡ τούτου κίνησις ψόφος γίνεται. σαφῶς δὲ ἐν τουτοις τὸν ψόφον εἶπε κίνησιν ἀέρος εἶναι συνεχοῦς καὶ ἑνὸς μεμενηκότος, κεκωλυμένου θρυφθῆναι διὰ ποιὰν πληγήν. p. 420a9 Ὁ δ’ ἐν τοῖς ὠσὶν ἐγκατῳκοδόμηται πρὸς τὸ ἀκίνητος εῖναι. Ὥσπερ ὁ ἔξω ἀὴρ καθ’ αὑτὸν ἄψοφος διὰ τὸ εὔθρυπτον, οὕτω καὶ ὁ ἐντὸς διὰ τὸ ἀκίνητος εἶναι. εἶπε γὰρ τὴν τοιάνδε κίνησιν τοῦ ἀέρος ψόφον εἶναι. διὰ τοῦτο οὖν ὁ ἐν τοῖς ὠσὶν ἀκίνητος κατεσκεύασται, ἵνα ἄψοφος ὢν καὶ πάντων εἴη τῶν ψόφων διαπορθμευτικός· εἰ γὰρ οἰκεῖον ψόφον, ἐξέκρουεν ἂν τὸν ἔξωθεν. ὥστε καὶ αὕτη ἂν εἴη ἡ αἰτία τοῦ τὸν ἐν τοῖς ὠσὶν ἀέρα ἐγκατῳκοδο|μῆσθαι ἀκίνητον ὄντα, ἵνα πάντας 16r τὰς δύνηται διαβιβάζειν τοὺς ψόφους. εἰ γὰρ ἐκινεῖτο, εἶτα ὑπὸ πληγῆς κινηθεὶς ἐψόφησε, πρὸς τῷ ὅπερ πρόσθεν εἶπον λυμαίνεσθαι τὸ αἰσθητήριον, οὐδὲ πάντων οἷός τε ἦν τότε τῶν ψόφων διαβιβαστικὸς εἶναι· καὶ γὰρ ὁ ἔξω ἀὴρ ἐπειδὰν ψοφήσῃ, οὐκέθ’ ὁμοίως τοὺς ἐν ἄλλῳ ἀέρι γενομένους διαβιβάζει ψόφους, ἀλλὰ συγχεῖ. p. 420a11 Διὰ ταῦτα δὲ καὶ ἐν ὕδατι ἀκούομεν, ὅτι οὐκ εἰσέρχεται πρὸς αὐτὸν τὸν συμφυῆ ἀέρα. Ὅτι τὸ ἀκούειν γίνεται οὐ κατ’ εἴσοδον τοῦ ἐκτὸς ἀέρος εἰς τὸ οὖς, ἀλλὰ κατὰ ἁφὴν τὴν πρὸς τὸν ἐγκατῳκοδομημένον ἀέρα ἐν τοῖς τεκμήριον τὸ καὶ ἐν ὕδατι ἀκούειν ἡμᾶς οὐκ εἰσιόντος τοῦ ὕδατος εἰς τὸ οὖς. εἴ γὰρ εἰσέλθοι, φθείρει μὲν καὶ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα, ὃς ὑπηρετεῖ τῇ ἀκοῇ, ἀμέσως δὲ τῆς μήνιγγος ἁπτόμενον βλάπτει αὐτὴν τῇ πληγῇ καὶ προσέτι ἐναπομένον ἐν ταῖς κοιλότησι φθείρεται καὶ ταύτῃ βλάπτει τὸ αἰσθητήριον· πολλοὶ γοῦν ἐντεῦθεν ἐβλάβησαν), καὶ ταύτης βλαπτομένης συμφθείρεται καὶ ἡ αἴσθησις. ὥσπερ οὖν ἐν ὕδατι ὄντες ἀκούομεν οὐκ εἰσιόντος τοῦ ὕδατος, ἀλλὰ κατὰ τὴν διηχῆ αὐτοῦ δύναμιν διαπορθμεύοντος τοὺς ψόφους μέχρι τοῦ συμφυοῦς ἀέρος, κἀκείνου λοιπὸν μέχρις αὐτῆς τῆς μήνιγγος, οὕτω καὶ ἐν ἀέρι ὄντων ἡμῶν τὸ ἀκούειν γίνεται τοῦ ἔξωθεν ἀέρος ἐφαπτομένου τοῦ συμφυοῦς καὶ διαδιδόντος τοὺς ψόφους ἐπὶ τὴν μήνιγγα. καὶ αὐτὸ δὲ τοῦτο τεκμήριον μέγιστον τοῦ εἶναί τινα ἀέρα οἱονεὶ συμπεφυκότα τῇ μήνιγγι, τὸ καὶ ἐν ὕδατι ὄντων μὴ εἰσιέναι ὕδωρ εἰς τὸ οὖς ἄνευ πολλῆς πάνυ βίας, διὰ τὸ ἐξωθεῖσθαι αὐτοῦ τὴν εἴσοδον ὑπὸ τοῦ ἐντὸς ἀέρος καὶ δεῖ πολλῆς βίας, ἵνα ἐξακοντισθῇ τὸ ἐντὸς ὕδωρ ἡ τι τοιοῦτον ὑγρόν), ἅμα συμβαλλομένης πρὸς τὸ μὴ ἐξωθεῖσθαι ὑπὸ τῶν ἔξωθεν εἰσιόντων τὸν ἐντὸς ἀέρα καὶ τῆς σκολιᾶς κατασκευῆς τοῦ ὠτός. καὶ αὐτὸς γοῦν τὴν αἰτίαν τοῦ μὴ εἰσιέναι τὸ ὕδωρ εἰς τὸ οὖς ἐπήγαγεν εἰπών· p. 420a12 Ἀλλ’ οὐδ’ εἰς τὸ οὖς διὰ τὰς ἕλικας. Οὐ γὰρ μόνον, φησίν, οὐκ ἐξωθεῖ τὸν ἐγκατῳκοδομημένον ἀέρα εἰσιὸν τὸ ὕδωρ, ἀλλ’ οὐδὲ εἰς τὸ οὖς αὐτὸ εἴσεισι διὰ τὰς ἐν αὐτῷ καμπάς, ἅμα τὴν αἰτίαν ἡμᾶς διὰ τούτων διδάσκων τοῦ τοιοῦτον ὑπὸ τῆς φύσεως γενεσθαι τὸ οὖς, ἵνα μηδὲν ῥᾳδίως ἐπεισιὸν λυμαίνηται τὸν ἐγκατῳκοδομημένον ἐν αὐτῷ ἀέρα. οὐδ’ ἂν ἡ μῆνιγξ, ὥσπερ τὸ ἐπὶ τῇ κόρῃ δέρμα ὅταν κάμῃ. κόρην καλεῖ ἤτοι τὰ ὑποκείμενα αὐτῇ μόρια ἢ τὰ προβεβλημένα, ταῦτα δέ ἐστιν οἵ τε χιτῶνες καὶ τὰ ὑγρά. ὥσπερ οὖν, ὅταν τι τούτων κάμῃ, οὐχ ὁρῶμεν, οὕτω καὶ ὅταν ἡ μῆνιγξ ἀπό τινος νόσου κάμῃ, οὐκ ἀκούομεν. ἢ καὶ ἁπλούστερον κόρην ἀκουστέον κατὰ τὸ σύνηθες αὐτὸ τὸ τρῆμα τοῦ ῥαγοειδοῦς, τὸ δὲ ἐπὶ ταύτῃ δέρμα τὸν κερατοειδῆ καλούμενον χιτῶνα. ὥσπερ οὖν, ὅταν ὁ χιτὼν οὗτος κάμῃ ἢ παχυνθεὶς ἢ ἄλλως οὐλῶν τινων ἐκ τραυμάτων ἐνσκιρωθεισῶν ἐν αὐτῷ, συμβαίνει μὴ ὁρᾶν, μηκέτι τῶν ἐνεργειῶν τῶν ὁρατῶν διαβῆναι δι’ δυναμένων διὰ τὸ ἀπολέσαι αὐτὸν τὴν διαφάνειαν, οὕτω καὶ ὅταν ἡ μῆνιγξ κάμῃ πεπονθυῖά τι ὑπὸ χρόνου ἢ ὑπὸ νόσου, οὐκέτι δέξασθαι τὰς τῶν ψόφων ἐνεργείας δύναται. p. 420a15 Ἀλλὰ καὶ σημεῖον τοῦ ἀκούειν ἢ μὴ τὸ ἠχεῖν ἀεὶ τὸ οὑς ὥσπερ τὸ ωσπερ το κερας. Ἐπειδὴ εἶπεν ὅτι ἐὰν ὁ συμφυὴς ἀὴρ ἢ ἡ μῆνιγξ πάθῃ τι, οὐκ ἀκούομεν, συμβαίνει δὲ πολλάκις καὶ μηδενὸς τούτων ὄντος δυσκωφεῖν τινας, οἷον ὅταν ῥύπος τις προβεβλημένος τοῦ συμφυοῦς ἀέρος κωλύοι ἀνεμποδίστως διαδοθῆναι ὑπὸ τοῦ ἔξωθεν ἀέρος τὸν ψόφον διὰ τὸ μὴ ἔχειν τὴν γῆν τὸ διηχές, ἤ τι ἄλλο τῶν τοιούτων συμβῇ, λέγει οὗν ὅτι κριτέον εἰ ὑγιαίνει τὸ ἀκουστικὸν ἢ μὴ ἐπιφράξαντας τῷ δακτύλῳ τὸ οὖς ἢ τῇ χειρὶ τὸ οὖς ἐπιπωμάσαντας. εἰ μὲν γὰρ ὑγιαίνει, αἰσθανόμεθά τινος βόμβου· ἡ γὰρ πίλησις τοῦ δακτύλου <ἢ> τῆς χειρὸς ὠθεῖ ἔξωθέν τινα ἀέρα ὃς στενούμενος καὶ προσκρούων τῷ συμφυεῖ ποιεῖ τὸν βόμβον· εἶτα ὁ συμφυὴς κατὰ τὸ εἰωθὸς διαπορθμεύει τοῦτον τὸν βόμβον ἐπὶ τὴν αἴσθησιν. ὥσπερ, φησί, καὶ ὁ ἐν τοῖς κέρασι τοῖς κόοις ἐναπειλημμένος ἀὴρ ἀεὶ καὶ αὐτὸς ἦχόν τινα κινούμενος ποιεῖ, ὅταν κινῆται ὑπὸ τοῦ ἔξωθεν ἀέρος φυσῶντος καὶ κινούμενος πλήττῃ τὸ κέρας, οὕτως οὖν καὶ ὁ ἐν τοῖς ὠσίν, ὅταν κινηθῇ ὑπὸ τοῦ ἔξωθεν ψόφου. τοῦτο δ᾿ ὡς δεικτικὸν τοῦ εἶναί τινα ἐν τοῖς ὠσὶν ἀέρα ἴδιον οὗτος γάρ ἐστιν ὁ τοῦ ἔξωθεν ψόφου δεκτικός), ὃς ὅταν πάθῃ τι, ἅτε δὴ μὴ κινούμενος τὴν οἰκείαν κίνησιν οὐ διαπορθμεύει εἰς τὴν αἴσθησιν τοὺς ἤχους, κἀντεῦθεν τὸ μὴ ἀκούειν. ζητοῦσι δὲ εἰκότως ὅτι πῶς εἰπὼν ἀκίνητον εἶναι τὸν ἐν τοῖς ὠσὶν ἐγκατῳκοδομημένον ἀέρα νῦν λέγει ὅτι ἀεὶ οἰκείαν τινὰ κίνησιν κινεῖται ὁ ἀὴρ ἐν τοῖς ὠσίν. ἀκίνητον οὖν ἄνω ληπτέον τὴν ὑπ’ ἄνου κίνησιν ἀντὶ τοῦ τὸν αὐτὸν ἀεὶ μένοντα ἐν τοῖς ὠσὶν καὶ μὴ μεθιστά- μενον μηδὲ ἄλλοτε ἄλλον γινόμενον, ὥσπερ τὸν ἐν τοῖς κέρασι τοῖς κοίλοις, ἀλλ’ ἀεὶ μένοντα συμφυῆ. ὅτι δὲ ὁ ἀὴρ κινεῖταί τινα οἰκείαν κίνησιν, δῆλον ἐκ τοῦ καὶ ἐν τῖς νηνεμίαις τὰ ξύσματα φαίνεσθαι κινούμενα ἐν τῷ διὰ τῶν θυρίδων ἡλίῳ. δυνατὸν δὲ καὶ κινεῖσθαι λέγειν τὸν συμφυῆ ἀέρα μὴ κατὰ τόπον ἀλλὰ ζωτικῶς, κίνησιν αὐτοῦ λέγοντος τὴν τῶν ψόφων ἐπὶ τὴν αἴσθησιν. καὶ αὕτη ἐστὶν ἡ οἰκεία κίνησις αὐτοῦ, οὐ τὸ διαπορθμεύειν ἁπλῶς τοῦτο γὰρ καὶ ὁ ἔξω ἀὴρ ἔχει), ἀλλὰ τὸ ἐπὶ τὴν αἴσθησιν διαπορθμεύειν. ὅταν οὖν ὁ μὲν συμφυὴς ἀὴρ συνήθως ἀπαγγέλλῃ τῇ αἰσθήσει | τοὺς ψόφους, ἡ δ’ αἴσθησις ἀντιλαμβάνηται, τᾶι, πρόδηλον ὡς τὸ ἀκουστικὸν ὑγιαίνει. p. 420a17 Ἀλλ’ ὁ ψόφος ἀλλότριος καὶ οὐκ ἴδιος. καὶ διὰ τοῦτό φασιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι, ὅτι ἀκούομεν τῷ ἔχοντι ὡρισμένον ἀέρα. Ὁ γὰρ ψόφος ὃς ὁ γενόμενος ἐν τοῖς ὠσὶν οὐ τοῦ συμφυοῦς ἐστιν ἀέρος, οὐδ’ ὅταν φραξάντων ἡμῶν τὸ οὖς βόμβος γένηται, ἀλλὰ τοῦ ἔξωθεν ἀέρος ἢ ἔξωθεν μετὰ ψόφου εἰσιόντος ἢ ἔσω τῇ πιλήσει ψοφήσαντος· τοῦ δὲ συμφυοῦς ἐστι τὸ ἀπαγγεῖλαι τὸν γινόμενον ἐν ἄλλῳ ψόφον. οὐ γὰρ ἐπειδὴ καὶ ψοφεῖ· οὐδὲ γὰρ πᾶν τὸ κινούμενον ψοφεῖ, ἀλλὰ δεῖ τὸ ψοφοῦν βιαίῳ πληγῇ κινεῖσθαι. καὶ διὰ τοῦτο, φησί, λέγουσιν ἀκούειν τῷ κενῷ καὶ ἠχοῦντι. κενῷ μὲν γὰρ ἔλεγον ἀκούειν, ἐπειδὴ τὸν ἀέρα κενὸν ὑπελάμβανον, ἀκούομεν δὲ τῷ ἐναπειλημμένῳ ἐν τοῖς ὠσὶν ἀέρι, ἠχοῦντι δέ, ὅτι οὗτος ὁ ἀὴρ ὡρισμένος ἐστὶ καὶ ἀεὶ ὁ αὐτός, καὶ παραπέμπει τοὺς ψόφους οὐκ αὐτὸς ψοφῶν, ἀλλὰ μόνον κατὰ τὴν διηχῆ ἑαυτοῦ δύναμιν ἐνεργῶν. p. 420a19 Πότερον δὲ ψοφεῖ τὸ τυπτόμενον ἢ τὸ τύπτον; ἢ καὶ ἄμφω, τρόπον δ’ ἕτερον. Εἰπὼν τὸν ψόφον τινὸς εἶναι πρός τι καὶ ἔν τινι, λέγω δὴ τοῦ τύπτοντος καὶ τοῦ τυπτομένου καὶ τοῦ μεταξὺ ἀέρος, ζητεῖ ἐνταῦθα εἰκότως, ποῖόν ἐστι τὸ ποιητικὸν τοῦ ψόφου, πότερον τὸ τύπτον ἢ τὸ τυπτόμενον, καὶ λέγει ὅτι ἄμφω. τὸ γὰρ ἢ καὶ ἄμφω, ἄμφω καὶ τελείαν εἶναι τὴν διαίρεσιν ἐκτιθεμένου ἢ γὰρ τὸ. τύπτον ἀνάγκη εἶναι τό τε] ψοφοῦν ἢ τὸ τυπτόμενον ἢ ἀμφότερα) καὶ ἔτι ἐπικρίνοντος ὅτι οὐ τὸ ἕτερον, ἀλλ’ ἀμφότερα ποιοῦσι τὸν ψόφον. ἀλλ’ εἰ καὶ ἀμφότερα, οὐ τὸν αὐτὸν τρόπον, ἀλλὰ τὸ μὲν τύπτον ὡς κινούμενον καὶ ὠθοῦν τὸν ἀέρα, τὸ δὲ ὡς μένον καὶ μὴ ἐῶν αὐτὸν διελθεῖν, ἵνα ἐκ τῆς ἀμφοτέρων ἐκθλίψεως ἀποπαλλόμενος ἠχήσῃ· καὶ τὸ μὲν ποιεῖ τὸ δὲ πάσχει. δυνατὸν δὲ ἀμφότερα ἐπινοῦσαι καὶ τύπτοντα καὶ τυπτόμενα, ὅταν μὴ τὸ μὲν ἀκίνητον μένῃ τὸ δὲ κινούμενον, ἀλλ’ ἄμφω κινηθέντα πλήττηται. p. 420a21 Ἔστι γὰρ ὁ ψόφος κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὥσπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν τις κρούσῃ. Ὁτι οὐ τὸ ἕτερόν ἐστι τὸ ψοφοῦν, ἀλλ’ ἀμφότερα, δείκνυσι διὰ τούτων. ἐπεὶ γὰρ ὁ ψόφος ἐστὶ κίνησις ἀθρόου τοῦ ἀέρος ὥσπερ ἀφαλλομένου, καθάπερ τὰ ἐκπυρηνιζόμενα ἀπό τινων λείων σωμάτων, τοῦτο δὲ οὐχ οἷός τε ἀφ’ ἑαυτοῦ ποιεῖν ὁ ἀήρ, δεῖ ἄρα λεῖόν τι εἶναι ἀφ’ οὗ δεῖ αὐτὸν ἀφάλλεσθαι. ἀλλ’ ἐπειδὴ πάλιν ἀφάλλεσθαι αὐτὸν ἀπό τινός λείου σώματος μηδενὸς ὄντος τοῦ πλήσσοντος καὶ ἀθρόον τὸν ἀέρα ἀπολαμβάνοντος πρὸς τῷ λείῳ τούτῳ καὶ στερεῷ ἀδύνατον, οὐκ ἀφ’ ἑνὸς μόνου δῆλον ὅτι ἅλοιτο ἄν, ἀλλὰ δεῖ ἀμφοτέρων καὶ τοῦ πλήσσοντος καὶ τοῦ πλησσομένου. ὅτι γὰρ ἀμφοτέρων δεῖ, δῆλον καὶ ἐντεῦθεν· εἰ γὰρ μὴ εἴη ἄμφω λεῖα καὶ στερεά, οὐ ποιεῖ ψόφον, οἷον εἰ ἐρίῳ ἡ σπόγγῳ χαλκὸν πλήξῃς, οὐκ ἂν γένοιτο ψόφος. οὐ πᾶσα οὖν κίνησις ἀέρος ψόφος, ἀλλ’ ἡ τοιαύτη οἵα ἡ ἀπὸ τῶν λείων. εἰ γὰρ μὴ εἴη λεῖα τὰ πληττόμενα, οὐκ ἀφάλλεται ὁ ἀὴρ ἀθρόος, ἀλλ’ ἐνίσχεται ἐν τοῖς κοιλώμασιν, ὥσπερ ἡ ῥιπτομένη κατὰ τοίχου σφαῖρα, ἐὰν μὲν ᾖ λεῖος ὁ τοῖχος, τῇ ἀντιτυπίᾳ ἀποπάλλεται ἐξ αὐτοῦ ἡ σφαῖρα, ἐὰν δὲ μή, μένει πολλάκις ἐν τοῖς κοιλώμασιν. ὥσπερ οὖν τὰ τοιαῦτα ἀπὸ τῶν λείων ἀφάλλεται, οὕτω καὶ ὁ ἀήρ. κατὰ μόνον δὲ τὸ ἀποπάλλεσθαι τὸν ἀέρα ἐκ τῶν λείων ἔλαβε τὴν ὁμοιότητα τῶν ἐκ τῶν λείων ἀποπαλλομένων, οἷον τῆς σφαίρας,. οὐχὶ καὶ κατὰ τὴν αἰτίαν τῆς ἀποπάλσεως ἐξομοιῶν, εἰ μὴ τοῦτό τις εἴποι, ὅτι ὥσπερ ὁ τὴν σφαῖραν βιαίως ἐκπέμπων συνωθεῖ αὐτῇ ἀέρα, ὃς βιαίως ὠθούμενος καὶ ἐκθλιβόμενος ὑπὸ τῆς σφαίρας καὶ τοῦ τοίχου ἐκπυρηνίζεται καὶ ἀποπαλλόμενος συνωθεῖ ἑαυτῷ καὶ τὴν σφαῖραν, οὕτω καὶ ἐπὶ τῶν αὐτόθεν πληττόντων ἄλληλα ἀποπάλλεται ὁ ἀὴρ καὶ τῇ κινήσει ψοφεῖ. ἔστι γὰρ ὁ ψόφος κίνησις. δύναται κίνησιν μὴ τοπικὴν λέγειν, ἀλλὰ τὴν ἐνέργειαν· τὸ δὲ τοῦ δυναμένου κινεῖσθαι τὴν τοπικὴν κίνησιν ἐκληπτέον, ὡς εἶναι τὸ ὅλον, ὅτι ἔστι ψόφος ἐνέργεια τοῦ δυναμένου κατὰ τόπον κινεῖσθαι τοῦτον τὸν τρόπον οἷον τὰ ἀφαλλόμενα ἀπό τινων λείων, ὥσπερ ἡ σφαῖρα ἀπὸ τοῦ τοίχου. κἀν δὲ ἐπὶ τῆς κατὰ τόπον κινήσεως ἀκούσωμεν, ὡς ἤδη ἐξειλήφαμεν, οὐδὲν ἄτοπον· οὐ γὰρ ἁπλῶς πᾶσαν κίνησιν ἀέρος ψόφον λέγων, ἀλλά τινα, τὴν ἀπὸ τῶν λείων. p. 420 a 23 Οὐ δὴ πᾶν, ὥσπερ εἴρηται, ψοφεῖ τυπτόμενον καὶ τύπτον. Ἐπειδὴ εἶπεν ὅτι δύο στερεῶν πληττόντων ἄλληλα χρεία πρὸς τὸ γενέσθαι ψόφον, ἵνα μή τις νομίσῃ ὅτι οἷα δήποτε στερεὰ καὶ λεῖα σώματα αὐτάρκη ἐστὶν εἰς τὸ ποιῆσαι ψόφον, ταῦτα προσέθηκεν, ὅτι οὐ μόνον δύο δεῖ εἶναι καὶ στερεὰ καὶ λεῖα τὰ ποιοῦντα τὸν ψόφον, ἀλλὰ καὶ μέγεθος σύμμετρον ἔχειν αὐτὰ δεῖ καὶ σχῆμα τοιόνδε. ἄν γὰρ μικρὰ πάνυ ὦσι τὰ μεγέθη, οἷον βελόναι, ἐλάχιστον ἀπολαμβάνουσιν ἀέρα, ὥστε μηδὲ αἰσθητὸν γενέσθαι τὸν ψόφον. ἀλλ’ ὥσπερ ἐν τῇ Φυσικῇ ἔλεγεν ὅτι τὸ εἶδος ἀπὸ ὡρισμένου μεγέθους ἄρχεται, ἐν οἷς πρὸς Δημόκριτον . ἀπετείνετο ἀνασκευάζων τὸ εἶναι ἄτομα σώματα τὰ γὰρ μεγέθη, φησί, δυνάμει μὲν φησίν] ἐπ’ ἄπειρόν εἰσιν ὡς μεγέθη διαιρετά· δυνατὸν γὰρ ἀεὶ ὅσον ἐπὶ τῇ ἰδίᾳ φύσει τὸ δοθὲν τεμεῖν τῇ ἐπινοίᾳ, κἀκεῖνο εἰς ἄλλο, καὶ τοῦτο ἐπ’ ἄπειρον· ὡς <δ᾿> εἶδός τι ἔχοντα, οἷον σαρκὸς ἢ νεύρου τινος τοιούτου, οὐδὲ δυνάμει τὴν ἐπ’ ἄπειρον ἐπιδέχεται διαίρεσιν, ἀλλ’ ἀνάγκη | λαβεῖν ἔσχατά τινα μόρια ἀδιαίρετα, ὥστε τὸ ἀπ’ ἐκείνου μηκέτι 17r διαιρεῖσθαι εἰς ἄλλο τοιοῦτο οἷον αὐτό. οἷον τὴν σάρκα δυνατὸν τεμεῖν εἰς μόρια φυλάττοντα τὸ εἶδος τῆς σαρκός, κἀκεῖνα εἰς ἄλλα φυλάττοντα πάλιν τὸ αὐτὸ εἶδος· τοῦτο δ’ <οὐκ> ἐπ’ ἄπειρον δυνατὸν ποιῆσαι, καταλήγεις πάντως εἴς τι μέγεθος, ὅπερ ἐὰν τέμῃς, οὐκέτι φυλάττεις τὸ τῆς σαρκὸς εἶδος διὰ σμικρότητα πολλήν. ὡς γὰρ εἶπον, τὰ εἴδη ὥσπερ δεῖται τοιᾶσδε κράσεως, ἵνα ὑποστῇ, οὕτω καὶ τοσοῦδε μεγέθους, καὶ ὥσπερ οὐκ ἐνδέχεται δακτυλιαῖον ἄνθρωπον ἢ ἵππον γενέσθαι, ἀλλὰ δεῖ σύμμετρον τούτοις μέγεθος εἶναι, οὕτω δὴ καὶ τὰ μόρια τοῦ ζῴου τά τε ὀργανικὰ καὶ τὰ ὁμοιομερῆ καὶ ἀπλῶς πᾶν εἶδος ἐν ὡρισμένῳ τινὶ μεγέθει πέφυκε γίνεσθαι)· ὥσπερ οὖν ἐπὶ τούτων ἔχει, οὕτω καὶ ἐπὶ τῶν ψόφων οὐ πᾶν μέγεθος τύπτον καὶ τυπτόμενον ποιεῖ ψόφον, οἷον αἱ βελόναι, ἀλλὰ δεῖ σύμμετρον ταῦτα μέγεθος ἔχειν. δεῖ δὲ καὶ σχήματος ἐπιτηδείου· ἐὰν γὰρ σφαῖρα σφαίρας ἅψηται, οὐ ποιήσει ψόφον· δέδεικται γὰρ ὅτι σφαῖρα σφαίρας κατὰ σημεῖον ἅπτεται· διὰ τὸ οὖν μὴ ἐναπολαμβάνειν αὐτάρκη ἀέρα οὐ ποιήσει ψόφον. τῶν δὲ παρ’ ἡμῖν τεχνητῶν σφαιρῶν ἐπεὶ μὴ δυνατὸν ἀκριβῶς ἀποτορνευθῆναι τὴν ἐπιφάνειαν, οὐδὲν θαυμαστὸν εἰ σφαῖρα πλήττουσα σφαῖραν ποιήσει βραχὺν ψόφον, διότι μὴ οὔσης ἀκριβῶς σφαίρας παρ’ ἡμῖν, οὐδὲ ἀκριβῶς κατὰ σημεῖον ἀλλήλων ἅπτονται. p. 420 a 25 Ἀλλὰ δεῖ τὸ τυπτόμενον ὁμαλὸν εἶναι, ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι καὶ σείεσθαι. Ὁμαλὸν εἶπεν ἀντὶ τοῦ πλατύ. καλῶς δὲ εἶπεν τὸ τυπτόμενον δεῖν εἶναι πλατύ, οὐχὶ δὲ πάντως καὶ τὸ τύπτον· κἄν γὰρ τὸ τύπτον μὴ ᾖ πλατύ, ἀλλὰ κυλινδρικόν, γίνεται ψόφος. ἡ δὲ αἰτία, διότι οὐ μόνος ὁ ἀὴρ ὑπὸ τοῦ τύπτοντος μορίου ἐναπολαμβάνεται, ὅσπερ σχεδὸν ἀδιάστατός ἐστι, ἀλλὰ καὶ ὁ ὑπὸ τῶν λοιπῶν μερῶν τοῦ κυλίνδρου ἀὴρ ὠθούμενος, ὅσπερ εἰ μὲν λεπτῷ τινι καὶ ὀξεῖ ἀντιπέσοι σώματι, ἅτε μὴ κωλυόμενος διελθεῖν, διαχεῖται καὶ οὐκ ἠχεῖ, εἰ δὲ πλατεῖ προσπέσοι, οὐ χεόμενος ἀλλ’ ἐναπολαμβανόμενος ἀκοντίζεται ὑπὸ τῆς λειότητος καὶ ἀντιτυπίας, καὶ οὕτως ἠχεῖ ἀφαλλόμενος. σείεσθαι δέ φησι τοῦτον, οὐχ ἁπλῶς τὸν ἀπὸ παντὸς ἀφαλλόμενον, ἀλλὰ τὸν ἐναπολαμβανόμενον ἐπὶ τῶν κοίλων καὶ ἠχητικῶν, ὥσπερ ἐπὶ τοῦ ἠχείου συμβαίωει πληττομένου ὑπὸ τῆς ψηφῖδος· σειομένου γὰρ τούτου σείεται καὶ ὁ ἐν τῷ κοιλώματι αὐτοῦ ἐναπειλημμένος ἀήρ, καὶ ἄλλοτε ἄλλοις μέρεσι προσπίπτων τῆς κοίλης τοῦ ἠχείου ἐπιφανείας παοιεῖ ἦχον. ἀμέλει ἐὰν κατάσχωμεν τὸ ἠχεῖον, παύεται καὶ ὁ ἦχος, διότι παυσαμένου τοῦ ἠχείου κινεῖσθαι συμπαύεται καὶ ὁ ἀὴρ κινούμενος. δυνατὸν μὲν οὖν, ὅπερ εἶπον, τὸ ὁμαλὸν καὶ ἀντὶ τοῦ πλατέος ἀκούειν. εἰπὼν γὰρ ὅτι οὐ πᾶν τὸ τύπτον καὶ τυπτόμενον ψοφεῖ (οὐδὲ γὰρ ψοφεῖ βελόνη βελόνην τύπτουσα) ὡς πρὸς ἀντιδιαστολὴν τῶν βελονῶν ἐπήγαγεν τὸ ἀλλὰ δεῖ τὸ τυπτόμενον ὁμαλὸν εἶναι, οὐ δήπου ὡς ἀνωμάλων οὐσῶν τῶν βελονῶν κατὰ τὰ μόρια, ἀλλὰ δῆλον ὅτι παρὰ τὸ σχῆμα αὐτῶν καὶ τὸ μέγεθος ἀντιδιέστειλε τὸ ὁμαλόν. δυνατὸν δὲ τὸ ὁμαλὸν καὶ ἐπὶ τοῦ μὴ τραχέος ἀκούειν, καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπαγαγεῖν τὸ ὥστε τὸν ἀέρα ἀθροῦν ἀφάλλεσθαι. ἀπὸ μὲν γὰρ τῶν τραχέων καὶ ἀνωμάλων κατακερματίζεται καὶ οὐκ ἀθροῦς ἀφάλλεται, ἀπὸ δὲ τῶν ὁμαλῶν διὰ τὸ συνεχὴς εἶναι καὶ εἷς. p. 420 a 26 Αἱ δὲ διαφοραὶ τῶν ψοφούντων ἐν τῷ κατ’ ἐνέργειαν ψόφῳ δηλοῦνται· ὥσπερ γὰρ ἄνευ φωτὸς οὐχ ὁρᾶται τὰ χρώματα, οὕτως οὐδὲ ἄνευ ψόφου τὸ ὀξὺ καὶ τὸ βαρύ. Τῶν ψοφούντων εἶπεν ἀντὶ τοῦ τῶν ψόφων, ἐπειδὴ κατὰ τὰς διαφορὰς τῶν ψοφούντων διάφοροι καὶ οἱ ψόφοι γίνονται. διαφορὰς οὖν τῶν ψόφων εἶναί φησι τὸ ὀξὺ καὶ τὸ βαρύ. ταύτας δέ φησι γνωρίζεσθαι οὐκ ἐν τοῖς κατὰ δύναμιν ψόφοις ἀλλ’ ἐν τοῖς κατ’ ἐνέργειαν. τὰ. γὰρ δυνάμει σχεδὸν οὐδ’ εἰσίν· πῶς δὲ τῶν μὴ ὄντων διάκρισις ἄν γένοιτο; ἕκαστον γὰρ κρίνεται κατὰ τὴν οἰκείαν ἐντελέχειαν. ὥσπερ γὰρ τῶν διφόρων, φησί, χρωμάτων ἀντιλαμβανόμεθα οὐχ ὅταν ᾖ δυνάμει διαφανὴς ὁ ἀήρ, ἀλλ’ ὅταν ἐνεργείᾳ, τουτέστιν ὅταν φωτισθῇ, οὕτως οὐδὲ ὅταν δυνάμει διηχής, αἰσθανόμεθα τῆς τῶν ψόφων διαφορᾶς, ἀλλ’ ὅταν ἐνεργείᾳ γένηται, τουτέστιν ὅταν ἤδη δέξηται τὸν ψόφον. τοσοῦτον γὰρ διαφέρουσιν οἱ ψόφοι τῶν χρωμάτων, ὅτι τὰ μὲν χρώματα ἕτερά ἐστι τοῦ διαφανοῦς καὶ ἕτερα ὄντα κινοῦσιν αὐτό μόνας γὰρ τὰς ἐνεργείας αὐτῶν διακομίζει τὸ διαφανές), οἱ δὲ ψόφοι οὐχ ἕτεροί εἰσι τοῦ κατ’ ἐνέργειαν διηχοῦς ἀέρος, ἀλλ’ ἐν τούτῳ τὴν σύστασιν ἔχουσι. p. 420a 29 ταῦτα δὲ λέγεται κατὰ μεταφορὰν ἀπὸ τῶν ἁπτῶν. Τὸ ὀξὺ καὶ βαρύ, αἵτινές εἰσι ψόφων διαφοραί, κατὰ μεταφοράν, φησί, τὴν ἀπὸ τῶν ἁπτῶν ἐκλήθησαν· ἐν ὄγκοις γάρ, οἵ εἰσιν ἁπτοὶ κυρίως, τε ὀξὺ καὶ τὸ βαρύ, ὧν κατὰ μεταφορὰν λέγεται καὶ τὰ ἐπὶ τῶν ψόφων. ὀξὺ γὰρ λέγεται ἐπὶ τῆς ἁφῆς τὸ ταχέως ἐνεργοῦν, οἷον τὸ μαχαίριον ὀξύ, ὅτι ταχέως κεντεῖ, ἀμβλὺ δὲ τὸ βραδέως ἐνεργοῦν καὶ οἷον οὐ κεντοῦν ἀλλ’ ὠθοῦν, ὡς τὸ ὕπερον. ὅσα μὲν γὰρ ἐπιτήδεια εἰς τὸ κεντεῖν ποιῆσαι βουλόμεθα, ὀξυγώνια αὐτὰ ποιοῦμεν, ὅσα δὲ εἰς τὸ ὠθεῖν, ἀμβλυγώνια. οὕτως οὖν καὶ ἐπὶ τῶν ψόφων ὀξὺν μὲν λέγομεν τὸν ταχέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ἐπιμένοντα, βαρὺν δὲ τὸν ἀνάλογον τῷ ἀμβλεῖ τὸν βραδέως παραγινόμενον ἐπὶ τὴν αἴσθησιν καὶ ταχέως | ἀποπαυόμενον, οἷον ἐπὶ μιᾶς τῶν νευρῶν τῆς νεάτης· αὕτη γὰρ οὖσα καὶ τεταμένη τῶν ἄλλων μᾶλλον ἐν τῷ κρούεσθαι διὰ τὴν τάσιν ταχέως πλήττουσα τὸν ἀέρα ὀξύτατον ποιεῖ τὸν φθόγγον. καὶ ἐν ὀλίγῳ μὲν χρόνῳ ἐποίησε τοῦτο, ἐπὶ πολὺ δὲ ἐφύλαξεν, ὥσπερ καὶ τῶν τόξων τὰ σκληρὰ καὶ μᾶλλον τεταμένα· τούτων γὰρ ἡ νευρὰ ταθεῖσα ὑπὸ τοῦ τοξότου, εἶτα ἀφεθεῖσα ἐν ὀλίγῳ χρόνῳ διὰ τὴν τάσιν ἐπὶ τὸν οἰκεῖον ἀποκαθίσταται τόπον. διὸ τὸ βέλος ἐν ὀλίγῳ χρόνῳ ὠθήσασα δι’ αὐτὸ τοῦτο ἐπὶ πολὺ διάστημα πέμπει· μείζονος γάρ ἐστι δυνάμεως τὸ ἐν ὀλίγῳ χρόνῳ τὸ αὐτὸ κινῆσαι ἤπερ ἐν πλείονι· ὅπερ καὶ ἐπὶ τῶν μᾶλλον τεταμένων χορδῶν συμβαίνει. αἱ δὲ ἧττον τεταμέναι ἀνάπαλιν, οἷον ἡ ὑπάτη ἐν πολλῶ μὲν ἐκίνησεν τὸ διηχὲς τοῦ ἀέρος, ἐπ’ ὀλίγον δ’ ἐφύλαξεν. αἴτιον δ’ ὅτι αἱ μὲν λεπταί εἰσι καὶ μὴ πολὺν ἔχουσαι ἀέρα ἀντιπίπτοντα τάχιον αὐτὸν κινοῦσιν, ἔτι δὲ τεταμέναι οὖσαι καὶ μὴ ὑπὸ πολλοῦ ἀέρος ἐμποδιζόμεναι θᾶττον ἐπείγονται τὸν οἰκεῖον τόπον καὶ τὴν εὐθύτητα καταλαβεῖν, ἐξ ἧς ἐκινήθησαν πληγεῖσαι διὰ τὸ συντείνεσθαι ἀπὸ τῶν περάτων. διὰ ταῦτα μὲν οὖν ἐν ὀλίγῳ χρόνῳ κινοῦσι τὸ διηχὲς τοῦ ἀέρος, σώζουσι δὲ ἐπὶ πολὺ τὸν ἦχον, διότι πάνυ τεταμέναι σφοδρῶς πλήττουσι τὸν ἀέρα, σφοδρότερον δὲ πληγεὶς καὶ αὐτὸς ἀντιπλήττει τὴν νευρὰν καὶ πάλιν ὑπ’ αὐτῆς ἀντιπλήττεται, καὶ τοῦτο ἐπὶ πλείονα χρόνον γίνεται· κραδαινομένης οὖν τῆς νευρᾶς ἐπὶ πολὺ παρατείνει καὶ ὁ ἦχος ἐξ ἀνάγκης. αἱ δὲ παχεῖαι νευραὶ καὶ ἧττόν τι τεταμέναι οἷον ἡ ὑπάτη πᾶν τοὐναντίον ὑπομένει· πολὺν γὰρ ἔχουσα ἀέρα ἀντιπίπτοντα καὶ μηδὲ οὕτω τεταμένη βραδύτερόν τε κινεῖ τὸν ἀέρα καὶ σχολαίτερον ἀποκαθίσταται. διὸ καὶ βαρύτερον ἠχοῦσι οὖσι καὶ οὐδὲ ἐπὶ πολὺ τὸν ἦχον, διότι οὐ σφοδρῶς κινοῦσαι τὸν ἀέρα οὐδὲ σφοδρῶς ἀντιπλήττονται, καὶ διὰ τοῦτο οὐκ ἐπὶ πολὺ κραδαίνονται· τούτου δὲ μὴ γενομένου θᾶττον ἀπόλλυται ὁ ψόφος. p. 420a 31 Οὐ δὴ ταχὺ τὸ ὀξύ, τὸ δὲ βαρὺ βραδύ. Εἰπὼν ὅτι ὁ ὀξὺς ψόφος ταχέως κινεῖ τὴν αἴσθησιν καὶ αἰσθητὸς γενόμενος μένει ἐπὶ πλείονα χρόνον, ὁ δὲ βαρὺς ἀνάπαλιν, ἵνα μή τις νομίσῃ ὅτι αὐτὸς ὁ ὀξὺς ψόφος ταχέως ἢ βραδέως κινεῖται ἐνέργεια γάρ ἐστιν ἀέρος ἀσώματος, τὸ δὲ ἀσώματον οὐ κινεῖται κατὰ τόπον), ἀλλ’ ὀξὺς λέγεται ψόφος τῷ ὀξέως κινεῖσθαι τὸν ἀέρα οὗ ἐστιν ἐνέργεια, ὁμοίως δὲ καὶ βραδύς, ἢ οὗν τοῦτο σημαίνει διὰ τοῦ εἰπεῖν ἀλλὰ γίνεται τοῦ μὲν διὰ τάχος ἡ κίνησις τοιαύτη, τοῦ δὲ <διὰ> βραδυτῆτα, ἀντὶ διὰ τάχος τοῦ κινουμένου σώματος ἐν ᾧ ἐστι τοιαύτη γίνεται καὶ ἡ κίνησις τῆς αἰσθήσεως ὑπὸ τοῦ ψόφου· ἢ ὅτι ὥσπερ ἐπὶ τῶν ἁπτῶν διὰ τὴν ὀξύτητα τὴν ἐν τοῖς ὄγκοις ταχεῖα γίνεται ἡ διαίρεσις ὑπ’ αὐτῶν, καὶ ἔστιν ἄλλο μὲν τὸ ὀξύ, ἄλλο δὲ τὸ ταχέως ὑπ’ αὐτῶν διαιρεῖσθαι τὸ σῶμα ἐπακολουθεῖ γὰρ τοῦτο ἐκείνῳ καὶ συμβέβηκε τῷ ὀξεῖ τὸ ταχέως διαιρεῖν· ὀξὺ γὰρ ἦν καὶ μὴ ἐνεργοῦν· ὁμοίως καὶ ἐπὶ ἀμβλέος), οὕτω καὶ ἐν φωνῇ ὀξείᾳ ἄλλο μέν ἐστι τὸ ὀξύ, ἄλλο δὲ ὃ τούτῳ συμβέβηκε τὸ ταχέως κινεῖν τὴν ἀκοήν· ὁμοίως δὲ καὶ τὸ βραδὺ ἐπὶ τῆς βαρείας. τὸ δὲ ὥστε συμβαίνει τὸ μὲν ταχύ, τὸ δὲ βραδὺ εἶναι ἴσον ἐστὶ τῷ ὥστε ταῦτα κατὰ συμβεβηκὸς ἔχουσι τὸ ταχὺ καὶ τὸ βραδύ, καὶ οὐκ οὐσία αὐτῶν ἐστι· συμβέβηκε δὲ τῷ μὲν ὀξεῖ τὸ ταχὺ κινεῖν, οἷον τῷ μαχαιρίῳ, διὰ τὸ ὑπ’ ὀλίγου σώματος ἀντιβαίνεσθαι, τῷ δὲ ἀμβλεῖ τὸ βραδέως, οἷον τῷ ὑπέρῳ, διὰ τὸ ὑπὸ πολλοῦ σώματος ἀντιβαίνεσθαι. p. 420b4 Περὶ μὲν οὖν ψόφου ταύτῃ διωρίσθω. Εἴρηκε τί ἐστιν ὁ ψόφος, ὅτι κίνησις τοῦ δυναμένου κινεῖσθαι τὸν τρόπον τοῦτον, ὅνπερ τὰ ἀφαλλόμενα ἀπὸ τῶν λείων, ὅταν ἀντικρούσῃ, καὶ πῶς γίνεται, ὅτι τύπτοντός τινος καὶ τυπτομένου, διὰ τίνος, ὅτι πληγή ἐστι στερεῶν τινων πρὸς ἄλληλα ἐν ἀέρι σφοδροτέρα καθ’ αὑτῶν τῆς τοῦ ἀέρος διαιρέσεώς τε καὶ θρύψεως· ἀλλὰ καὶ ποταπὰ δεῖ εἶναι τὰ καὶ διὰ τίνος ἀκούεται καὶ πῶς ὁ ψόφος. p. 420b5 Ἡ δὲ φωνὴ ψόφος τίς ἐστιν ἐμφόχου. Εἰπὼν περὶ ψόφου οὐ ἀκολούθως καὶ περὶ φωνῆς διαλέγεται· εἶδος γὰρ ἡ φωνὴ τοῦ ψόφου. λέγει οὖν τὴν φωνήν τινα ψόφον εἶναι· οὐ γὰρ πᾶς ψόφος φωνή, οἷον ὁ τῶν ἀψύχων. οὐ γὰρ ὁ ἐκ τῶν κυμάτων ἢ τῶν ἀνέμων γινόμενος ψόφος ἢ τῶν προσαρασσομένων ἀλλήλοις λίθων φωνή ἐστιν, ἀλλ’ ἐμψύχου τις ψόφος ἐστὶν ἡ φωνή. ἀλλ’ οὐδὲ πᾶς ἐμψύχου ψόφος φωνή· οὐδὲ γὰρ ὁ διὰ χειρῶν κρότος οὐδὲ τὸ χρέμψασθαι ἢ βῆξαι φωνή ἐστι· ψόφοι γάρ εἰσι ταῦτα καὶ οὐ φωναί· ἀλλὰ φωνή ἐστιν ἐμψύχου ψόφος διὰ τῶν φωνητικῶν γινόμενος μορίων. φωνητικὰ δὲ μόρια πνεύμων καὶ τὰ ἀναπνευστικὰ πάντα μόρια, καὶ ἡ τραχεῖα ἀρτηρία καὶ ὁ φάρυγξ. ἀλλ’ οὐδὲ ὁ ὁπωσοῦν ὑπὸ τούτων γινόμενος ψόφος φωνή ἐστιν· ἡ γὰρ βὴξ ὑπὸ τούτων γίνεται, καὶ οὐ λέγεται φωνεῖν ὁ βήττων· ἀλλ’ ὅταν μετὰ φαντασίας σημαντικῆς ταῦτα κινηθῇ, τότε οὖν ὁ τούτων γινόμενος ψόφος φωνὴ καλεῖται. τίνι δὲ τρόπῳ διὰ τῶν τοιούτων ὀργάνων ἡ φωνὴ γίνεται, καὶ τίνι διαφέρει φωνὴ βηχὸς αὐτοῦ λέγοντος προιόντες εἰσόμεθα. ἐμψύχου οὖν | ψόφος τις ἡ φωνή. κἂν γάρ τινα τῶν ἀψύχων λέγηται φωνεῖν, κατὰ μεταφορὰν κα ὁμοιότητά τινα λέγεται ὡς ἔχοντά τι ἐμφερὲς τῇ τοῦ ἀνθρώπου φωνῇ. τρία γὰρ ταῦτα θεωρεῖται περὶ τὴν τοῦ ἀνθρώπου φωνήν, ῥυθμός, ἁρμονία καὶ λέξις. ἔχει δὲ ὁ μὲν ῥυθμὸς περὶ τὸν χρόνον τῆς ἐκφωνήσεως τὸν μακρὸν καὶ τὸν βραχύν· διόπερ οἱ παλαιοὶ τῶν φωνηέντων τὰ μὲν ἐν πλείονι χρόνῳ ἐκφωνούμενα μακρὰ ὠνόμασαν, τὰ δὲ ἐν ἐλάττονι βραχέα. ἐὰν γὰρ αὐτοφυῶς ἐκφωνήσωμεν, ὀψόμεθα ὅτι τὰ μὲν μακρὰ λεγόμενα οἷον τὸ Η καὶ τὸ Ω· ἐν πλείονι προφερόμεθα χρόνῳ, τὰ δὲ βραχέα ἐν ἐλάττονι. ἐκ δὲ τῆς τούτων πρὸς ἄλληλα συνθέσεως τὸ εὔρυθμον τῶν ἐπῶν γίνεται. ἡ δὲ ἁρμονία περὶ τὴν τοῦ ὀξέος καὶ βαρέος συμμετρίαν ἔχει· ἡ δὲ λέξις περὶ τὴν διατύπωσιν ἔχει τῶν συλλαβῶν, ἐξ ἧς ἡ τῶν λεγομένων σημαίνεται ἔννοια. ἐπεὶ οὖν ταῦτα ἔχει μὲν κυρίως ἡ τοῦ ἀνθρώπου φωνή, μιμοῦνται δέ πὼς ταύτην καὶ τὰ μουσικὰ ὄργανα, διὰ τοῦτο λέγονται καὶ αὐτὰ φωνεῖν κατὰ ἀναλογίαν. οὐ γὰρ μόνον τὸν ῥυθμὸν καὶ τὴν ἁρμονίαν μιμοῦνται, ἀλλὰ καὶ τὰς λέξεις. ἀμέλει γοῦν καὶ ἴσασι ποῖόν ποτέ ἐστι τὸ ᾆσμα τὸ λεγόμενον, καὶ συνᾴδουσι τοῖς ὀργάνοις. μιμοῦνται δὲ οὐ τὴν ἁπλῶς φωνὴν τοῦ ἀνθρώπου, ἀλλὰ τὴν διάλεκτον· ὡς γὰρ εἶπον, καὶ τὴν συνθήκην ἔχει τῆς λέξεως διὰ τῆς γλώττης γινομένην. ζητήσειε δ’ ἄν τις τίνι διαφέρει ῥυθμὸς μέτρου. φαμὲν οὖν ὅτι ὁ ῥυθμὸς γενικώτερόν τί ἐστιν, εἶδος δὲ τοῦ ῥυθμοῦ τὸ μέτρον. εἴ τι μὲν γὰρ μέτρον, τοῦτο καὶ ῥυθμός, οὐκέτι δὲ καὶ ἔμπαλιν. θεωρεῖται γὰρ ὁ ῥυθμὸς ἐπὶ τῶν κροτούντων τοῖς ποσί τε καὶ ταῖς χερσίν. ὅταν γὰρ ἡ ταχεῖα καὶ ἡ βραδεῖα τῶν ποδῶν ἄρσις καὶ θέσις λόγον ἔχωσι πρὸς ἄλληλα, ῥυθμὸς γίνεται· καὶ ἐντεῦθεν ἀπὸ μεταφορᾶς τούτων ἡ τοιάδε τῶν συλλαβῶν συμπλοκὴ ἡ παραλαμβανομένη πρὸς τὴν τῶν μέτρων γένεσιν πόδες ἐκλήθησαν. κατὰ τὴν αὐτὴν ἀναλογίαν καὶ ἐπὶ τοῦ κρότου τῶν χειρῶν καὶ ἐπὶ αὐλῶν καὶ τῶν ἄλλων τοιούτων ὁ ῥυθμὸς ἐκλήθη, συμμετρία ὢν Τοῦ χρόνου ἐν ᾧ ἡ κίνησις γίνεται. καὶ γὰρ ἐν τοῖς αὐλοῖς καὶ ῥυθμὸς θεωρεῖται· καὶ γὰρ τῶν τρημάτων τῶν αὐλῶν τὰ μὲν ἐπὶ πλέονα χρόνον τοῖς δακτύλοις ἐπιπωμάζουσι, τὰ δ’ ἐπ’ ἐλάττονα, καὶ οὕτως τῶν ἀπηχήσεων τὴν μὲν μακροτέραν ποιοῦσι, τὴν δὲ βραχυτέραν. καὶ τῶν τρημάτων τὰ μὲν μείζονά ἐστι, τὰ δὲ ἐλάττονα, καὶ τὰ μὲν ἐγγυτέρω τῆς ἐπιγλωττίδος, τὰ δὲ πορρωτέρω· καὶ τὰ μὲν στενότερα ὀξύτερά ἐστι τῶν εὐρυτέρων διὸ καὶ αἱ τῶν παίδων φωναὶ καὶ τῶν γυναικῶν ὀξύτεραι), τὰ δὲ εὐρύτερα βαρύτερα, ὁμοίως καὶ τὰ ἐγγυτέρω τῶν πορρωτέρω ὀξύτερα· ὧν τῇ συμμετρίᾳ ἡ ἁρμονία καὶ τὸ μέλος γίνεται, ῥυθμὸς δὲ τῇ τοῦ ταχέος καὶ βραδέος. ὅτι δὲ καὶ ἐν τοῖς λοιποῖς ὀργάνοις θεωρεῖται ὁ ῥυθμός, δῆλον πᾶσι· τῇ συμμέτρῳ γὰρ τῶν δακτύλων ἄρσει καὶ θέσει ἀποτελεῖται. ὁ μὲν οὖν ἐπὶ τῶν ἄλλων ῥυθμὸς κατὰ τὸ βραδὺ καὶ τὸ ταχὺ χαρακτηρίζεται, ὁ δὲ ἐπὶ τοῦ προφορικοῦ λόγου κατὰ τὸ μακρὸν καὶ βραχύ, ὅσπερ καὶ μέτρον μόνος λέγεται. ἀναλογεῖ δὲ τῷ μὲν βραδεῖ τὸ μακρόν, τῷ δὲ ταχεῖ τὸ βραχύ. οὐ μόνον δὲ ἐν τοῖς ποιητικοῖς λόγοις θεωρεῖται τὸ μέτρον, ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς· λέγομεν οὖν μακρὸν τὸ κῶλον εἶναι ἢ κολοβόν, καὶ ἐκ τοῦ μὴ σύμμετρα εἶναι τὰ κῶλα οὐκ εὔρυθμος ὁ λόγος γίνεται. οἱ γοῦν περὶ ἰδέας λόγου γεγραφότες παραδεδώκασι, ποῖοι καὶ πόσοι πόδες παραλαμβανόμενοι πρὸς τὸ ῥητορικὸν κῶλον εὖ τοῦτο ταῦτα μὲν ἐν παρεκβάσει· ἀναδράμωμεν δὲ ἐπὶ τὴν λέξιν. p. 420b 7 Καὶ 7 Καὶ ὅσα ἄλλα τῶν ἀψύχων ἀπότασιν ἔχει καὶ μέλος· καὶ διάλεκτον. Ἀπότασιν εἶπεν ἀντὶ τοῦ ῥυθμόν· ὡς γὰρ εἶπον, περὶ τὴν ἔκτασιν τοῦ χρόνου τὴν ἐπὶ πλεῖον ἢ ἔλαττον καὶ τὴν τούτων συμμετρίαν ὁ ῥυθμὸς θεωρεῖται· μέλος δὲ εἶπεν ἀντὶ τοῦ ἁρμονίαν, ἥτις ἔχει περὶ τὴν συμμετρίαν τοῦ ὀξέος καὶ τοῦ βαρέος, διάλεκτον δὲ τὴν τῶν λέξεων συνθήκην. p. 420b8 Ἒοικε δὲ ὅτι καὶ ἡ φωνὴ ταῦτα ἔχει. Ἒοικε, φησίν, ὁ τῶν μουσικῶν ὀργάνων ψόφος τῇ φωνῇ, καθὸ ἔχει αὐτῆς μίμημα τὰ εἰρημένα. δῆλον δὲ ὅτι φωνὴν μάλιστα νῦν λέγει τὴν διάλεκτον· περὶ ταύτην γὰρ μόνην ἡ λέξις θεωρεῖται. ἐν γὰρ ταῖς ἐνάρθροις φωναῖς μέλος μέν ἐστιν ἢ ῥυθμός, λέξις δ’ οὐκέτι. κἄν γὰρ ἐπὶ κίττης εἴπῃς ἢ ψιττακοῦ ἢ τῶν τοιούτων, οὐ κυρίως ἡ λέξις, κατὰ μίμησιν δὲ καὶ ἀναλογίαν, ὥσπερ καὶ ἐπὶ τῶν ἀψύχων. p. 420b9 Πόλλα δὲ τῶν ζῴων οὐκ ἔχουσι φωνήν, οἷον τὰ καὶ τῶν ἐναίμων ἰχθύες. Ἐπειδὴ εἶπεν τὴν φωνὴν ψόφον εἶναι ἐμψύχου, οὐ πᾶν δὲ ἔμψυχον φωνεῖ, ἀλλ’ ἔστι τινὰ ἄφωνα, αὐτὸ τοῦτο προσδιορίζεται. οὐ γὰρ ἁπλῶς τὰ ἔμψυχά ἐστι τὰ φωνοῦντα, ἀλλὰ τὰ ζῷα, καὶ οὐδὲ πάντα ζῷα ἀλλὰ μόνα τὰ ἔχοντα πνεύμονα, τοῦτο δέ ἐστιν ὅσα ἀναπνεῖ ὕλη γάρ ἐστι τῆς φωνῆς ὁ ἀναπνεόμενος ἀήρ, ὡς δείξει προιών), οὔτε δὲ τὰ ἔντομα, οἷον μυῖαι, μέλιτται καὶ τὰ ὅμοια, ὡς οὐδὲ τὰ ἄναιμα φωνεῖ, οἷον σκώληκες· ἀλλ’ οὐδὲ πάντα τὰ ἔναιμα, οἷον ὅσα τῶν ἐνύδρων μὴ ἀμφίβιά εἰσιν, οἷον ἰχθύες· οὔτε γὰρ ἔχουσι πνεύμονα, καὶ διὰ τοῦτο οὐ φωνοῦσι. καὶ διὰ τοῦτο ἔλλοπες ἐκλήθησαν ὡς ἐλλείποντες τῇ ὀπί. ἀλλ’ οὐδὲ πάντα τὰ ἀμφίβια φωνοῦσιν· οὔτε γὰρ τὰ ὀστρακόδερμα, οἷον κοχλίαι, οὐδὲ τὰ μαλακόστρακα, οἷον καρκίνοι, σκυτάλαι. φωνοῦσι δὲ τῶν ἀμφιβίων ὅ τε ποτά- μιος ἵππος καὶ ὁ κροκόδειλος· λέγεται γὰρ καὶ οὗτος φωνεῖν κατὰ βραχύ. ἀπορήσειε δ’ ἄν τις, πῶς λέγονται τὰ ἔντομα μὴ φωνεῖν· τί γὰρ τῶν τεττίγων πολυφωνότερον; καὶ αἱ μυῖαι δὲ βόμβον ἱκανὸν ἐν τῷ ἵπτασθαι ποιοῦσι. λέγω | οὖν ὅτι οὐκ ἔστι φωνὴ ἡ τούτων διαφώνησις· οὐδὲ γὰρ διὰ φωνητικῶν ὀργάνων γίνονται. ψὴν γάρ τίς ἐστι περὶ τὴν ἐπιφάνειαν ὑπὸ τὸ στῆθος τῶν τεττίγων, ὃν τύπτοντες ταῖς πτέρυξι καὶ ἐκθλίβοντες τὸν ἐναπειλημμένον ἀέρα ψοφοῦσιν. ὁμοίως δὲ καὶ μυῖαι τοῖς πτεροῖς πλήττουσαι τραχέσιν οὖσιν ἠχοῦσιν· ἀμέλει σταθεῖσαι οὐκέτι βομβοῦσι. p. 420a10 Καὶ τοῦτο εὐλόγως, εἴπερ κίνησίς τις ἀέρος ὁ ψόφος. εἰπὼν ὅτι οὐκ ἔχουσιν οἱ ἰχθύες φωνὴν τὴν αἰτίαν αὐτοῦ τούτου ἐπήγαγεν. εἰ γάρ, φησίν, ὡς δέδεικται, κίνησις ἀέρος ἐστὶν ὁ ψόφος, ἡ δὲ φωνὴ ψόφος τις, οὐκ ἐν ἀέρι δὲ διατρίβουσιν οἱ ἰχθύες ἀλλ’ ἐν ὕδατι, εἰκότως φωνὴν οὐκ ἔχουσιν, οὐ τὸν ἀέρα κινοῦντες ἀλλὰ τὸ ὕδωρ. καὶ τῶν ἀμφιβίων δὲ ὅσα φωνὴν ἔχει, οὐ δύναται ἐν ὕδατι φωνεῖν· οὐδὲ γὰρ ἡμεῖς καταδύσαντες εἰς τὸ ὕδωρ φωνῆσαι δυνάμεθα. ἁλλ’ οἱ λεγόμενοι φωνεῖν ἐν τῷ Ἀχελῴῳ * * * μεγάλους εἶναι, οὓς δοκοῦσί τινες φωνεῖν, ὅταν περὶ τὴν ἐπιφάνειαν τοῦ ὕδατος γένωνται. φησὶν οὖν ὅτι οὐ δεῖ οἴεσθαι φωνεῖν αὐτούς· οὐδὲ γὰρ διὰ φωνητικῶν μορίων τὸν ποιοῦσιν, ἀλλὰ κατά τινα τῶν βραγχίων κίνησιν. ὅταν γὰρ οὗτοι νήχωνται περὶ τὴν τοῦ ὕδατος ἐπιφάνειαν, μεγάλοι ὄντες καὶ ἐναπολαμβάνοντες πολὺ ὕδωρ ἐν τοῖς βραγχίοις, εἶτα συστέλλοντες τὰ βράγχια, ἐκπέμπουσι τὸ ὕδωρ καὶ ταράττουσι τῇ ἐκπομπῇ, κἀκεῖνο ταραττόμενον ἐναπολαμβάνει τινὰ ἀέρα, ὃς ἐκθλιβόμενος τῇ πληγῇ τοῦ ὕδατος ἠχεῖ. καὶ ταύτῃ δοκοῦσιν ἐκεῖνοι φωνεῖν, ὥσπερ καὶ ἐπὶ μυιῶν καὶ τεττίγων ἐλέγομεν. ὥστε ἔξω τοῦ ζῴου γίνεται ὁ ψόφος, καὶ οὐ διὰ φωνητικῶν ὀργάνων. καὶ παραλήσιον συμβαίνει ἐπὶ τῶν τοιούτων, οἷον καὶ ἐπὶ τῶν περιστερῶν, αἵτινες ἱπτάμεναι ψοφοῦσι ταῖς πτέρυξιν. ὅμοιος οὖν ὁ τοιοῦτος ψόφος τῷ διὰ χειρῶν κρότῳ. ὥστε εἰ καὶ οἱ σκάροι λέγονται φωνεῖν, τὸ αὐτὸ τοῦτο καὶ ἐπ’ αὐτῶν γίνεσθαι ὑποληπτέον. τὸ δ’ ἤ τινι ἑτέρῳ τοιούτῳ προσέθηκεν, ὅτι ἐνδέχεται μὴ μόνον τῇ συστολῇ τῶν βραγχίων τὸν εἰρημένον τρόπον ψοφεῖν αὐτούς, ἀλλὰ καὶ τῷ στόματι εἰσδεχομένους ὕδωρ καὶ ἐξωθοῦντας μετὰ ῥοίζου. ἀμέλει ἐν τῷ βάθει ὄντες οὐ ψοφοῦσιν· ἀδύνατον γὰρ ἐν τῷ ὕδατι γίνεσθαι ψόφον. διό, ὡς ἤδη εἶπον, ἐὰν <ἐν> ὕδατι συμπλήξωμεν τὰς χεῖρας οὐ ψοφοῦσι· διηχὲς μὲν γάρ ἐστι τὸ ὕδωρ, ψοφητικὸν δὲ οὔ. p. 420b13 Φωνὴ δ’ ἐστὶ ζῴου ψόφος, καὶ οὐ τῷ τυχόντι μορίῳ. Διακρίνας τὰ φωνοῦντα ἀπὸ τῶν μὴ φωνούντων καὶ ἐκ τούτων ἐφοδιασθεὶς εἰς τὸν περὶ φωνῆς λόγον, βούλεται λοιπὸν τὸν τῆς κυρίως φωνῆς ἀποδοῦναι λόγον. διακρίνει δὲ αὐτὴν ἐκ τῶν ἄλλων ψόφων διχῶς, ἔκ τε τοῦ τρόπου τῆς γενέσεως, καὶ ἐκ τοῦ τέλους. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως, ὅτι ἡ φωνὴ γίνεται τοῦ εἰσπνευσθέντος ἀέρος ἐκθλιβομένου τῇ συστολῇ τοῦ θώρακος κατὰ τὴν ἐνυπάρχουσαν αὐτῷ ψοφητικὴν δύναμιν καὶ προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ τῷ ἐναπειλημμένῳ ἐν αὐτῷ ἀέρι, ὃς τῇ ἀθρόᾳ πληγῇ ἄθρυπτος ἀποπαλλόμενος ἀεὶ τύπτει τὸν προσεχῆ ἀέρα ἕως τῆς ἀκοῆς. ἔστι γὰρ τὸ μὲν ἀχανὲς τοῦ στόματος τὸ μέχρι τῆς ῥίζης τῆς γλώττης φάρυγξ· ἐκεῖθεν δὲ δύο ἀγγεῖα φέρονται, τὸ μὲν ἐπὶ τὸν θώρακα, ὃ καλεῖται τραχεῖα ἀρτηρία, τὸ δὲ ἕτερον τὸ πρὸς τῷ τένοντι ἐπὶ τὴν γαστέρα, ὃ καλεῖται οἰσοφάγος. διὰ μὲν οὖν τοῦ οἰσοφάγου ἡ πάροδος τῶν σιτίων γίνεται, διὰ δὲ τῆς τραχείας ἡ πάροδος τοῦ πνεύματος ἥ τε κατὰ τὴν εἰσπνοὴν καὶ τὴν ἐκπνοήν, ὅπερ τῷ εἰρημένῳ τρόπῳ ἐκπνεόμενον ποιεῖ ψόφον, ὃς καλεῖται φωνή, ὅταν μετά τινος σημαντικῆς φαντασίας γένηται. ἐκ μὲν οὖν τοῦ τρόπου τῆς γενέσεως ταύτῃ διαφέρει ἡ φωνὴ τῶν ἄλλων ψόφων. ὅσοι γὰρ ψόφοι μήτε ἐμψύχων, μᾶλλον δὲ ζῴων, εἰσὶ μήτε διὰ τῶν εἰρημένων φωνητικῶν ὀργάνων γίνονται, οὔκ εἰσι φωναί. ἐκ δὲ τοῦ τέλους, ὅτι ἡ φωνὴ κατὰ ὁρμήν τινα τοῦ ζῴου γίνεται πρὸς τὸ σημᾶναί τι· διὸ καὶ μετὰ φαντασίας. διὸ καὶ οἱ τῶν ἀλόγων ψόφοι φωναί· ‘‘σύννομον ἣν μεθέπων ”, φησίν, “ὠρύεται”. καὶ γὰρ ὁ κύων ὁπηνίκα φαντασίαν ἔχει τοῦ ἀλλοτρίου, ὑλακτεῖ, ὅταν δὲ τοῦ οἰκείου, σαίνει· καὶ ἁπλῶς τοίως ἢ τοίως τυπούμενα κατὰ τὴν φαντασίαν διαφόρως φωνεῖ· διὸ καὶ σημαντικαί εἰσιν αἱ φωναὶ αὐτῶν τῶν ψυχικῶν διαθέσεων. καὶ γὰρ τροφῆς ὀρεγόμενα ποιᾷ φωνῇ χρῆται, καὶ ἄλλως ἀηδῶς διακείμενα καὶ ἐν ἡδονῇ ὄντα. ἡ δὲ βὴξ κἂν κατὰ ἔξοδον τοῦ πνεύματος διὰ τῆς τραχείας ἀρτηρίας γίνηται, οὐκ ἔστι φωνή· διαφέρει γὰρ καὶ τῷ τρόπῳ τῆς γενέσεως καὶ τῷ τέλει, τῷ μὲν τρόπῳ τῆς γενέσεως, ὅτι ἐπὶ μὲν τῆς φωνῆς τὸ ὠθούμενον πνεῦμα ἠρέμα καὶ κατὰ φύσιν ἐξιὸν πλήττει τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ εὐτάκτως καὶ αὐτὴν τὴν ἀρτηρίαν, κἀκεῖνο ὠθούμενον κατὰ βραχὺ ὑπό τε τοῦ πλήττοντος καὶ τῆς τραχείας ἀρτηρίας ἠχεῖ εὐρύθμως ἑκόντος γὰρ τοῦ ζῴου γίνεται), ἐπὶ δὲ τῶν βησσόντων ἅτε παρὰ φύσιν κινούμενον τὸ πνεῦμα ἀθρόως καὶ ἀτάκτως ἔξεισι τοῦ θώρακος καὶ ἑαυτό τε πλήττει καὶ τὸ ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ. ὑγροῦ γὰρ παρὰ φύσιν συστάντος ἐν τῷ θώρακι, τοῦτο ἡ φύσις ἐξωθῆσαι βούλεται διὰ τοῦ πνεύματος, εἶτα μὴ ἐξισχύοντος τοῦ πνεύματος ἐξωθῆσαι αὐτὸ ἀντιπλήττεται ὑπ’ αὐτοῦ καὶ πολλάκις ὁρμῆσαν διακόπτεται· ὅθεν καὶ ὁ κλόνος γίνεται τοῦ σώματος. αὐτὸ δὲ τὸ διακόπτεσθαι καὶ κλονεῖσθαι σημεῖόν ἐστι τοῦ μὴ ἐξισχύειν τὸ πνεῦμα ἐξωθῆσαι τὰ παρακείμενα. καὶ φλεγμαίνοντος δέ τινος τῶν περὶ τὸν θώρακα στενοχω|ρούμενον τὸ πνεῦμα m 1r δυσπνοίας τε καὶ τῆς κατὰ βῆχα ἀτάκτου κινήσεως αἴτιον γίνεται. καὶ ταύτῃ οὖν διαφέρει ἡ βὴξ τῆς φωνῆς καὶ τῷ τέλει, ὅτι οὐ μετὰ φαντασίας γίνεται οὐ γὰρ τοῦ σημᾶναί τι ἕνεκα) ἀλλ’ ἀκουσίως, εἰ μή τι κατά τινα συνθήκην γένηται, οἷον ὅτι ἐὰν χρέμψωμαι ἢ βήξω, τόδε τι σημαίνω· τότε γὰρ καὶ ταῦτα φωναί τινές εἰσιν. ἔστιν οὖν συνελόντα εἰπεῖν ὅτι ἔστιν ἡ φωνὴ ζῴου ψόφος διὰ τῶν φωνητικῶν μορίων μετὰ φαντασίας γινόμενος, φαντασίας δηλονότι ἕνεκα τοῦ σημᾶναί τι. διὸ καὶ κατὰ βραχὺ κινοῦμεν τὸν εἰσπνευσθέντα ἐν τῷ θώρακι ἀέρα, ὡς ἄν προαιρέσεως ἔχομεν μετὰ τάχους ἢ βραδυτῆτος φθέγξασθαι. τῆς μὲν οὖν φωνῆς ὄργανα ταῦτα· διαλέκτου δὲ γλῶττα, ὑπερῴα, ὀδόντες. τοίως γὰρ καἰ τοίως τὸ φωνοῦν πνεῦμα σχηματίζουσα ἡ γλῶττα διὰ τῆς ποιᾶς περιαγωγῆς, οὕτω τὰς λέξεις διόπερ ὅσοις ἡ γλῶττα πέρα τοῦ μετρίου ἢ κεχάλασται ἢ δέδεται, οὗτοι <οὐδὲ> διαλέγεσθαι ἢ οὐκ ἐνάρθρως διαλέγεσθαι δύνανται, μηκέτι γλώττης οἵας τε οὔσης κατὰ λόγον ποιεῖσθαι τὰς κινήσεις, δι’ ὧν ἡ φωνὴ σχηματίζεται. ὥσπερ γὰρ καὶ ἐν αὐλοῖς καὶ ἐν τοῖς ὀργάνοις οἱ δάκτυλοι τὸ διὰ τῶν ἀσκῶν ἢ τοῦ σώματος ἐκφυσώμενον εἰς τοὺς αὐλοὺς πνεῦμα καὶ ψοφοῦν τοίως καὶ τοίως σχηματίζοντες εἰς λέξεις ῥυθμίζουσιν, οὕτω καὶ ἡ γλῶττα τὸ ἐκ τοῦ θώρακος ἐκπνεόμενον καὶ πρὸς τῇ ἀρτηρίᾳ ψοφοῦν σχηματίζει εἰς τὰς λέξεις. ὅθεν τὰ ἄλογα ἐπεὶ μὴ λογικὴν ἔχει ψυχήν, τὴν γλῶτταν ἀνειμένην ἔχει καὶ σεσηρότα τὰ χείλη· οὐδὲ γὰρ ἐδεῖτο αὐτῆς εἰς διαλέκτου ὑπηρεσίαν. διὸ καὶ τῶν πτηνῶν ὅσα παραπλησίαν ἔχει τήν τε τῆς γλώττης καὶ τὴν τῶν γενύων διάθεσιν τοῖς τῶν ἀνθρώπων, μὴ πάνυ σεσηρυῖαν, μιμεῖσθαι διάλεκτον δύνανται, οἷαί εἰσι κίτται καὶ ψιττακοὶ καὶ τὰ ὅμοια. ἀλλ’ ἐπεὶ πᾶν ψοφεῖ τύπτοντός τινος καί τι καὶ ἔν τινι, τινὸς μὲν τοῦ πλήττοντος, τὶ δὲ τὸ πληττόμενον, ἔν τινι δὲ τῷ ἀέρι, ὅπερ αὐτὸς ἐδήλωσεν εἰπὼν τοῦτο δέ ἐστιν ἀήρ· εἰ δὲ οὕτως ὁ ψόφος γίνεται, εἰκότως πάντα ὅσα μήτε πνεύμονα ἔχει καὶ ὅσα ἐν ὕδατι οιαιταται, οὐκ ἔχει φωνὴν. p. 420b16 Ἢδη γὰρ τῷ ἀναπνεομένῳ καταχρῆται ἡ φύσις δύο ἔργα, καθάπερ τῇ γλώττῃ ἐπί τε τὴν γεῦσιν καὶ τὴν διάλεκτον. Ἐπειδὴ εἶπεν ὅτι ταῦτα τῶν ζῴων φωνῇ κέχρηται, ὅσα ἀναπνεῖ, ἔστι δὲ τοῦ ἀναπνεῖν προηγουμένη τις ἄλλη χρεία ἐν τοῖς ἀναπνέουσι, πῶς καὶ πρὸς τὴν φωνὴν ἡ ἀναπνοὴ συντελεῖ, διὰ τούτων προσέθηκεν. ὥσπερ γάρ, φησί, τὴν γλῶτταν ἐποίησεν ἡ φύσις πρὸς δύο ἔργα, ὧν τὸ μὲν εἰς τὸ εἶναι συμβάλλεται τοῖς ἔχουσιν, ἡ γεῦσις, τὸ δὲ εἰς τὸ εὖ εἶναι, ἡ διάλεκτος, οὕτω καὶ τῆς ἀναπνοῆς δύο ἐποίησε τὰ ἔργα, τὸ μὲν ἓν πρὸς τὸ εἶναι, τὸ δὲ ἕτερον πρὸς τὸ εὖ εἶναι. συντομίας γὰρ ἀντιποιεῖται ἡ φύσις· διὸ τοῖς αὐτοῖς ἐν πλείοσι κέχρηται. χρῆται οὖν τῇ γλώττῃ ἡ φύσις καὶ πρὸς τὴν χρῆσιν τῶν χυμῶν καὶ πρὸς τὴν διάλεκτον, ὧν τὸ μὲν πρὸς τὸ εἶναι συμβάλλεται δίχα γὰρ τροφῆς ζῆσαι ἀδύνατον) ἡ δὲ διάλεκτος πρὸς τὸ εὖ εἶναι· ἔνθεν γὰρ κοινωνικὸν ζῷον ὁ ἄνθρωπος, καὶ δι’ αὐτῆς ἐπιστήμονες ὑπὸ τῶν διδασκάλων γινόμεθα. διὰ τοῦτο ἡ μὲν γεῦσις ἐν πᾶσι τοῖς ζῴοις, ἡ διάλεκτος δὲ οὐκ ἐν πᾶσιν, ἀλλ’ οὐδ’ ὅλως ἡ φωνή, ἀλλ’ ἐν τοῖς τελειοτέροις. ὥσπερ οὖν ἐπὶ τῆς γλώττης ἔχει, οὕτω καὶ ἐπὶ τῆς ἀναπνοῆς. πρός τε γὰρ τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν συμβάλλεται, ὅπερ ἐστὶν ἀναγκαῖον ἔργον τῆς φύσεως· εἰς γὰρ τὸ εἶναι συντελεῖ τοῖς ἀναπνέουσιν, ὡς εἴρηκεν ἐν τοῖς Περὶ ζῴων μορίων καὶ ἐν τῷ Περὶ ἀναπνοῆς καὶ ἐκπνοῆς, εἰς ἃ καὶ ὑπερτίθεται ὡς ἐν ἐκείνοις ἐρῶν. δεῖται γάρ, φησί, καὶ ὁ πνεύμων ἀναπνοῆς, θερμότερος ὢν κατὰ φὐσιν ἐπὶ τῶν πεζῶν ζῴων διὰ τὸ ἐπικεῖσθαι τῇ καρδίᾳ, καὶ πολὺ πρότερον ἡ καρδία· ἀπὸ γὰρ ταύτης καὶ ἐν τῷ πνεύμονι τὸ θερμὸν πεπιττεύει. διὰ τοῦτο γὰρ εἶπεν πρῶτον δεῖσθαι ἐμψύξεως τὸν περὶ τὴν καρδίαν τόπον. ἐμψύχεται δὲ διὰ τοῦ πνεύμονος αὐτὴ δεχομένου τὸν ἀναπνεόμενον ἀέρα καὶ τῇ ἰδίᾳ ἐμψύξει ἐπιψύχοντος κἀκείνην. αὕτη μὲν οὖν ἡ ἀναγκαία τῆς ἀναπνοῆς χρεία πρὸς τὸ εἶναι συμβαλλομένη τοῖς ζῴοις. συμβάλλεται δὲ καὶ εἰς διάλεκτον, ἥτις ἡμῖν ὑπάρχει πρὸς τὸ εὖ εἶναι, εἴ γε καὶ πρὸς τὴν φωνήν· ἡ γὰρ φωνὴ ὕλη τῆς διαλέκτου. τῆς δὲ φωνῆς ὕλη ὁ ἐκπνεόμενος ἀήρ, ποιητικὸν δὲ αἴτιον ἡ φύσις, ὀργανικὸν δὲ ἡ τραχεῖα ἀρτηρία· οἷον γὰρ αὐλός ἐστιν. ἀμέλει καὶ οἱ μὲν νέοι εὐφωνότεροί εἰσιν ὡς λείαν ἔχοντες αὐτήν, οἱ δὲ γέροντες κακοφωνότεροι ὡς τραχυτέραν αὐτὴν ἔχοντες. τελικὸν δὲ ἡ σημασία· τέλος γὰρ τῷ ζῴῳ τῆς φωνῆς τὸ σημαίνειν δι’ αὐτῆς τὰς τῆς ψυχῆς διαθέσεις. τῆς δὲ διαλέκτου ὕλη μέν, ὡς εἴρηται, ἡ φωνή, ποιητικὸν δὲ αἴτιον ἡ λογικὴ ψυχή, ὀργανικὸν δὲ γλῶττα καὶ ὑπερῴα καὶ ὀδόντες, τελικὸν δὲ ἡ σημασία τῶν νοημάτων. ὄργανον δὲ τῆς φωνῆς ὁ φάρυγξ. φάρυγξ ὅτε μὲν θηλυκῶς λέγεται, σημαίνει τὴν κυρίως φάρυγγα· αὕτη δέ ἐστιν ἡ ἀχανία ἡ μετὰ τὴν τῆς γλώττης ῥίζαν· ὅτε δὲ ἀρσενικῶς, σημαίνει πολλάκις τὸν λάρυγγα, ὥσπερ καὶ ἐνταῦθα. ἔστι δὲ ὁ λάρυγξ τὸ ἔσχατον τῆς τραχείας ἀρτηρίας, ὅπερ ὑπὸ τῶν τριῶν χόνδρων περιέχεται, τοῦ τε ἀρυταινοειδοῦς καλουμένου καὶ τοῦ θυροειδοῦς καὶ τοὐ ἀνωνύμου, οἵτινες συστελλόμενοι καὶ διαστελλόμενοι ὑπὸ τῶν ἐκεῖ μυῶν τὴν φωνὴν ῥυθμίζουσιν. ὑπὸ γὰρ τῆς τοιᾶσδε τούτων συστολῆς καὶ διαστολῆς ἢ μᾶλλον ἢ ἧττον εἰδοποιεῖται ἡ φωνὴ κατά τε τὸ ὀξὺ καὶ τὸ βαρύ, καὶ εἲ τι ἄλλο εἶδος περὶ ταύτην θεωρεῖται, ὥσπερ ὑπὸ τῆς γλώττης καὶ τῆς ὑπερῴας καὶ τῶν ὀδόντων εἰδοποιεῖται ἡ διάλεκτος. ὄργανον οὖν φησιν εἶναι τῆς φωνῆς εἰς τὸ σύμπαν εἰπεῖν τὴν τραχεῖαν ἀρτηρίαν· ταύτης γὰρ ἀρχὴ ὁ λάρυγξ ἤτοι ὁ φάρυγξ, ὡς αὐτὸς εἶπ’ ἐν. οὗ δὲ ἕνεκα τὸ μόριον τοῦτο, πνεύμων· ἕνεκα γὰρ τοῦ πνεύμονός φησι γεγενῆσθαι τὴν | τραχεῖαν ἀρτηρίαν, ἣν φάρυγγα m 1v ἐκάλεσεν, ἵνα δι’ αὐτῆς εἰσιὸν τὸ πνεῦμα καταψύχῃ αὐτόν· ὅσα γὰρ πνεύμονα ἔχει, ταῦτα καὶ τραχεῖαν ἀρτηρίαν. ὅσα μὲν οὖν πνεύμονα ἔχει, τῇ τραχείᾳ ἀρτηρίᾳ καταψύχεται τὸ ἐντὸς θερμόν, δι’ αὐτῆς εἰσιόντος τοῦ ἀέρος. οἱ δὲ ἰχθύες διὰ τῶν βραγχίων καταψύχουσι τὸ ἐντὸς θερμὸν συστέλλοντες αὐτὰ καὶ εἰσδεχόμενοι τὸ ὕδωρ, ὥστε οὐ δέονται πνεύμονος. καὶ ἄλλως οὐδὲ πάνυ δέονται τὰ ἔνυδρα τοῦ εἰσιέναι ἔξωθεν τὸ ψυχρόν, ἵνα ἐμψύξῃ· τὸ γὰρ ὕδωρ αὐτοῖς περικείμενον αὐτῇ τῇ ἀφῇ τὴν ἔμψυξιν ἐργάζεται· εἰ δέ τι καὶ δέοιντο καὶ τῆς ἐν τῷ βάθει τοῦ ψυχροῦ παρόδου, διὰ τῶν βραγχίων τοῦτο ποιοῦσι συστελλομένων καὶ διαστελλομένων. p. 420b24 τούτῳ γὰρ τῷ μορίῳ πλεῖον ἔχει τὸ θερμὸν τὰ τῶν ἄλλων. Τὰ πεζὰ τῶν ζῴων, φησίν, ὅσα πνεύμονας ἔχει, πλεονεκτεῖ τὰ ἔνυδρα κατὰ τὴν ἐν τῷ πνεύμονι θερμότητα· μὴ ἔχοντα γὰρ ἐκεῖνα πνεύμονα οὐδὲ τὴν ἐν τούτῳ θερμότητα ἕξει. πνεύμονα δὲ οὐκ ἔχει, ἐπεὶ μηδὲ καρδίαν· τὰ γὰρ καρδίαν ἔχοντα καὶ πνεύμονα ἔχει. οὐ δεῖ δὲ νομίζειν τοῦτο λέγεσθαι ὅτι καθάπαξ θερμότερά ἐστι τὰ πεζὰ τῶν· ἐνύδρων, ἀλλὰ τῷ μορίῳ τούτῳ θερμότερα, ἐπειδὴ ὡς εἶπον οὐδ’ ἔχει ἐκεῖνα πνεύμονα, ἐπεί τοί γέ τινά εἰσι τῶν ἐνύδρων θερμότερα κατὰ φύσιν τῶν πεζῶν· πέττουσι γοῦν τῶν ἰχθύων τινὲς ψάμμον καὶ τὰ ἰλυώδη πάντα, ἅπερ τὰ πεζὰ οὐ πέττουσιν. p. 420b26 Διὸ καὶ ἀναγκαῖον εἴσω ἀναπνεομένου εἰσιέναι τὸν ἀέρα. Τῆς εἰσπνοῆς καὶ τῆς ἐκπνοῆς κοινὸν γένος ἡ ἀναπνοή. ἐνταῦθα οὖν ἀναπνεομένου εἶπεν ἀντὶ τοῦ εἰσπνέοντος τοῦ ζῴου ἀναγκαῖον εἴσω εἰσιέναι τὸν ἀέρα εἰς τὸν περὶ τὴν καρδίαν τόπον πρῶτον. οὗτος γὰρ πρῶτός ἐστιν ὁ τῆς ἐμψύξεως δεόμενος· πηγὴ γὰρ τοῦ ἐμφύτου θερμοῦ ἡ καρδία· διὰ δὲ τὸ ἐπικεῖσθαι ταύτῃ τὸν πνεύμονα καὶ πολὺ τὸ θερμὸν ἐξ αὐτῆς δέχεσθαι καὶ αὐτὸς ἐμψύξεως δεῖται. πρώτως οὖν ἡ καρδία δεῖται τῆς ἐμψύξεως, διὰ δὲ αὐτὴν καὶ ὁ πνεύμων. διὰ μὲν οὖν τῆς εἰσπνοῆς ἐμψύχεται, διὰ δὲ τῆς ἐκπνοῆς τὰ λιγνυώδη περιττώματα ἀποκρινεται. p. 420b27 ᾖστε ἡ πληγὴ τοῦ ἀναπνεομένου νοῦ ἀέρος καὶ τὰ ἐντεῦθεν ὁρίζεται τὴν φωνὴν ἀπὸ τοῦ τρόπου τῆς γενέσεως πρῶτον. ἔστι γὰρ ἡ φωνή, φησί, πληγὴ τοῦ ἐκπνεομένου ἀέρος πρὸς τὴν ἀρτηρίαν ὑπὸ τῆς ἐν τῷ πνεύμονι καὶ τῷ θώρακι ψυχικῆς δυνάμεως. προσθήσει δὲ τῷ ὁρισμῷ ἐφεξῆς καὶ τὸ οὗ ἕνεκα, λέγων ὅτι τὸ τύπτον καὶ ἔμψυχον ἕνεκά του μετὰ φαντασίας τινὸς τοῦτο ποιεῖ. διὸ ὁ τοιοῦτος ψόφος σημαντικός ἐστι, λέγω δὴ ἡ φωνή. p. 420b32 Σημαντικὸς γάρ τις ψόφος ἐστὶν ἡ φωνή, καὶ οὐ ἀναπνεομένου ἀέρος, ὥσπερ ἡ βήξ. Διχόθεν, ὥσπερ εἶπον ἤδη, χωρίζει τὴν βῆχα ἀπὸ τῆς φωνῆς, καὶ ἀπὸ τοῦ τέλους, ὅτι οὐ σημαντική, ἀλλ’ ἀκούσιος κατά τι πάθος γίνεται, καὶ ὅτι οὐδὲ κατὰ πάντα ὁμοίαν ἔχει τῇ φωνῇ τὴν γένεσιν. ἐπὶ μὲν γὰρ τῆς φωνῆς τὸ ἐκ τοῦ θώρακος ἐκθλιβόμενον πνεῦμα κατὰ βραχὺ προσπεσὸν τῷ ἐναπειλημμένῳ πνεύματι ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ πλήττει αὐτὸ πρὸς αὐτῇ τῇ ἀρτηρίᾳ θλῖβον, καὶ οὕτω πληττομένης ταύτης ὑπὸ τοῦ ἐν αὐτῇ πνεύματος γίνεται ὁ ψόφος ὁ κατὰ τὴν φωνήν· γίνεται δὲ ἔναρθρος, ὅταν λαβοῦσα τὸν ἐκ τῆς κοιλότητος τῆς ἀρτηρίας ὠσθέντα ἀέρα περὶ τὴν ἀχάνειαν ἡ γλῶττα τοίως ἢ τοίως σχηματίσῃ· ἐπὶ δὲ τῆς βηχὸς ἐξωθεῖται μὲν ἐκ τοῦ θώρακος, ἀλλ’ ἀθρόον, καὶ οὐ πλήττει μόνον τὸν ἐν τῇ τραχείᾳ ἀρτηρίᾳ ἀέρα, ἀλλὰ καὶ πλήττεται ὑπ’ αὐτοῦ, καὶ τὰ ἄλλα γίνεται, ὡς ηὸη πρόειπον. p. 421a1 Σημεῖον δὲ τὸ μὴ δύνασθαι φωνεῖν ἀναπνέοντα μηδ’ ἐκπνέοντα. Ἀναπνέοντά φησιν ἀντὶ τοῦ εἰσπνέοντα· τῷ γὰρ γενικῷ ὀνόματι ἀντὶ τοῦ εἰδικοῦ ἐχρήσατο. τί οὖν φησιν; ὅτι, φησίν, ὁ ἐκπνεόμενος ἀὴρ ποιεῖ τὴν φωνήν, σημεῖον τὸ μὴ δύνασθαι φωνοῦντα εἰσπνεῖν, διότι ἔξεισι τὸ πνεῦμα, καὶ ἐὰν ὑπαντήσῃ ἄλλῳ εἰσιόντι, διακόπτεται. οὐ μόνον δέ, φησίν, εἰσπνεῖν οὐ δυνατὸν φωνοῦντα, ἀλλ’ οὐδὲ ἐκπνεῖν. καίτοι αὐτὸ τοῦτο ἐκπνεόντων ἡ φωνὴ γίνεται, καὶ ταύτην εἶπεν γένεσιν φωνῆς, τὸν ἐκπνεόμενον ἀέρα. ἴσως οὖν ἐκεῖνό φησιν ὅτι ἀθρόως ἐκπνέοντες οὐ δυνάμεθα φωνεῖν· ἀναλίσκεται γὰρ τῇ ἀθρόᾳ ἐκπνοῇ τὸ πνεῦμα, καὶ οὐ πρότερον φωνῆσαι δυνάμεθα, πρὶν ἄν ἄλλο εἰσπνεύσωμεν, ὅπερ ὑπουργήσει ἐκπνεόμενον εἰς τὴν τῆς φωνῆς γένεσιν. διὸ καὶ θαυμάζομεν τοὺς τραγῳδοὺς ἐκτείνοντας τὰ μέλη ἀδιακόπως μετὰ σφοδρότητος, ὅτι ἐπὶ πολὺ αὐὅτε τοῖς ἐξαρκεῖ τὸ πνεῦμα. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δηλοῦσιν αὐτοὶ οὗτοι, μέλλουσιν ᾄδειν, πολὺ πρότερον εἰσπνέοντες πνεῦμα καὶ οὕτως ἀρχόμενοι φωνεῖν, ἵνα ἐξαρκῇ αὐτοῖς περὶ τὴν ἐκπνοήν. διὰ τοῦτο οὐδὲ ἐπὶ πολὺ ἀπνευστὶ διαλέγεσθαι δυνάμεθα, διὰ τὸ δαπανᾶσθαι τὸ πνεῦμα τὸ ἐν τῷ θώρακι· δεόμεθα οὖν πρότερον εἰσπνεῦσαι ἄλλο εἰς χορηγίαν τῆς φωτὸ νῆς. ἅμα δ’ εἰσπνεῖν τε καὶ διαλέγεσθαι ἀδύνατον, ἐπεὶ μηδὲ εἰσπνεῖν τε ἅμα καὶ ἐκπνεῖν· ἐναντία γάρ. κινεῖ τούτ’ ᾦ κατέχων. ὁ γὰρ μέλλων φωνεῖν κατέχων τὸ ἐν τῷ θώρακι πνεῦμα κινεῖ τούτῳ τὸ ἐν τῇ ἀρτηρίᾳ. ἀναλογεῖ δὲ τὸ ἐν τῇ τραχεία ἀρτηρίᾳ ἐναπειλημμένον πνεῦμα τῷ ἐγκατῳκοδομημένῳ ἀέρι ἐν τοῖς ὠσί, πλὴν ὅτι τὸ μὲν ἐν τοῖς ὠσὶν ἀκίνητόν ἐστιν καὶ ἀεὶ τὸ αὐτό, τὸ δὲ ἐν τῇ ἀρτηρίᾳ ἄλλοτε ἄλλο. | p. 421a3 Φανερὸν δὲ καὶ διότι οἱ ἰχθύες ἄφωνοι. Ἐx τῶν εἰρημένων δήλη ἡ αἰτία, δι’ ἣν οἱ ἰχθύες ἄφωνοι· διότι ἡ φωνὴ ὑπὸ τοῦ ἐκπνεομένου πνεύματος γίνεται προσπίπτοντος τῇ τραχείᾳ ἀρτηρίᾳ, ἐπειδὴ μηδὲ πνεύμονα ἔχουσιν, οὗ ἕνεκα τὸ μόριον τοῦτο, εἰκότως ἄφωνοί εἰσι. καὶ ὅσοι, φησί, φωνεῖν αὐτοὺς νομίζουσιν διὰ τὸ ψοφεῖν τοὺς ἐν τῷ Ἀχελῴῳ ἰχθύας, οὗτοι διαμαρτάνουσι τὸν ψόφον φωνεῖν νομίζοντες. εἰσὶ δέ τινες οἱ λέγοντες καὶ τοὺς ἰχθύας ἀναπνεῖν, καὶ διὰ τούτου γέ τινες πειρῶνται δεικνύναι ὅτι ἐστὶ καὶ ἐν τῇ θαλάττῃ ἀήρ. τὸ δέ ἐστι ψεῦδος· εἰ γὰρ ἀέρα ἀνέπνεον οἱ ἰχθύες ἐν ὕδατι ὄντες, διὰ τί οὐ ζῶσιν οἱ ἰχθύες ἐν ἀέρι, ὥσπερ οὐδ’ ἡμεῖς ἐν ὕδατι; οὐδὲ γὰρ αὐτάρκη τὰ βράγχια εἰς τὸ ἑλκύσαι ἐντὸς ἀέρα, ὅθεν ἐπὶ βραχὺν χρόνον διαρκοῦντα ἀπόλλυνται. διὰ τοῦτο οὖν, ἐπεὶ μὴ εἰσπνεῖν καὶ ἐκπνεῖν ἄρα δύναται, εἰκότως οὐδὲ φωνεῖ. ἄλλως τε πῶς οἷόν τε ἦν ἐν ὕδατι ἀέρα εἶναι; οὐδὲ γὰρ. πέφυκεν ὑφίστασθαι ὁ ἀὴρ τῷ ὕδατι. δηλοῦσι δὲ οἱ πεφυσημένοι ἀσκοὶ καὶ οἱ κενοὶ ἀμφορεῖς ἐπιπολάζοντες αἵ τε πομφόλυγες αἱ γινόμεναι ἐπειδὰν ὀλίγη μοῖρα τοῦ ἀέρος ἐναποληφθῇ. δι’ ἣν δὲ αἰτίαν, ἕτερος ἔς τὼ λόγος. ἤτοι λέγει δι’ ἣν αἰτίαν ἀπατῶνται καὶ παράγονται φωνεῖν αὐτούς, ἢ μᾶλλον δι’ ἣν αἰτίαν οὐκ ἀναπνέουσιν. εἴρηκε δὲ καὶ τούτου τὴν αἰτίαν ἐν τοῖς Περὶ ζῴων μορίων· οὐ γὰρ αὐτάρκης αὐτοῖς ψύξις ἡ ἐκ τῆς] τοῦ ἀέρος· διὸ οὐκ ἔχουσι τὰ ἀναπνευστικὰ τοῦ ἀέρος μόρια· οὐδὲ γὰρ ἔχουσιν ἀέρα περικείμενον· ἀλλὰ τὸ ὕδωρ αὐτοῖς τήνδε τὴν χρείαν παρέχει ἀνάλογον τῷ ἀναπνεομένῳ ἀέρι ἑλκόμενον ὑπ’ αὐτῶν διὰ τῶν βραγχίων καὶ αὖθις ἀποπτυόμενον. οὐδὲ τὰ ἄναιμα δὲ ἐμψύξεως δεῖται τῷ μὴ τοσοῦτον εἶναι ἐν αὐτοῖς τὸ θερμόν. τὰ δὲ ἔντομα, ὡς ἤδη εἴπομεν, διὰ τῶν ἐντομῶν, εἴ τι καὶ δέοι, ἐμψύχονται· καὶ ταῦτα δὲ ἢ πάντα ἢ τὰ πλείω ἄναιμά εἰσιν. p. 421a7 Περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ ἧττον εὐδιόριστόν ἐστι τῶν εἰρημένων· οὐ γὰρ δῆλον οἷόν τί ἐστιν ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα. Τὴν περὶ τῆς ὀσφρήσεως καὶ τὴν τῶν ὀσφραντῶν διδασκαλίαν μέσην ἔταξε, τρίτην μὲν τῆς ὄψεως καὶ τῆς ἀκοῆς, προτέραν δὲ τῆς γεύσεως καὶ τῆς ἁφῆς· τοῦτο δὲ ἐπειδὴ καὶ μέσην εἴληχε φύσιν τῶν ἄλλων κατά τε τὰς ἐνεργείας καὶ κατὰ τὰ ὑποκείμενα. κατὰ μὲν τὰς ἐνεργείας, ὅτι ἡ μὲν ὄψις τῶν πορρωτάτω ἀντιλαμβάνεται, ἡ δὲ ἀκοὴ καὶ αὐτὴ μὲν τῶν πόρρω, ἧττον δὲ τὴν ὄψεως οὐδὲ γὰρ ἐκ τοῦ αὐτοῦ διαστήματος, ἀφ’ οὗπερ ὁρῶμεν, ἀπὸ τοῦ αὐτοῦ καὶ ψόφων ἀκούομεν. οὕτω γοῦν ἐν τοῖς Μετεώροις ἐλέγετο ὅτι διὰ τοῦτο τῆς βροντῆς ὕστερον ἀκούομεν, τὴν δὲ ἀστραπὴν πρῶτον ὁρῶμεν, ὅτι θᾶττον ὁρᾶν ἢ καὶ ἀκούειν δυνάμεθα. τοῦ γὰρ πνεύματος προσρηγνυμένου τοῖς νέφεσιν ἡ βροντὴ γίνεται, ἐκ δὲ τῆς προσρήξεως ἡ ἔξαψις τοῦ πνεύματος γίνεται, ὥσπερ ἐπὶ τῶν λίθων τῶν τῇ παρατρίψει τε καὶ προσρήξει ἐξαπτόντων τὸ πῦρ. πρώτην οὖν ἐχούσης τῆς βροντῆς τὴν γένεσιν, πρώτην τὴν ἀστραπὴν ὁρῶμεν διὰ τὸ αὐτὴν μᾶλλον ὀξυτέραν εἶναι καὶ τῶν πορρωτάτω ἀντιλαμβάνεσθαι ἤπερ τὴν ἀκοήν. καὶ διὰ τοῦτο ἀστραπῆς γενομένης εὐθὺς καὶ βροντὴ ἐπακολουθεῖ· δεῖται γὰρ ἡ ἀκοὴ παθεῖν μᾶλλον τὸν πλησίον ἀέρα ὑπὸ τοῦ ψόφου, ἵν’ οὕτως αὐτοῦ ἀντιλάβηται. καὶ ἐπὶ τῆς εἰρεσίας, εἰ πόρρωθεν εἴη τις, πρότερον ὄψεταί τις τὴν κώπην ἀνενεχθεῖσαν, εἶτα τοῦ ψόφου αἰσθήσεται)· γεῦσις δὲ καὶ ἁφὴ ἁπτόμεναι τῶν αἰσθητῶν ἀντιλαμβάνονται· ἡ μέντοι ὀσμὴ οὔτε οὕτω πόρρωθεν ἀντιλαμβάνεται ὡς ἡ ὄψις καὶ ἡ ἀκοή, οὔτε οὕτως δεῖται ἐγγύθεν ἔχειν τὸ αἰσθητὸν ὡς ἡ ἁφὴ καὶ ἡ γεῦσις, μέσως δὲ πρὸς ἑκατέρας ἔχει. οὕτω μὲν οὖν κατὰ τὰς ἐνεργείας μέση ἡ οσφρησις· κατὰ δὲ τὰ ὑποκείμενα, διότι ἡ μὲν ὄψις περὶ χρώματα ἔχει καὶ τὸ φῶς, ἅπερ ἐστὶ πύρια, λεπτομερέστατον δὲ τὸ πῦρ καὶ ὡς ἐν σώμασιν ἀσώματον, ἡ δὲ ἀκοὴ περὶ ψόφους, οἵτινες ἀέρος εἰσίν, ὅσπερ τοῦ πυρὸς μὲν παχύτερός ἐστιν, τῶν δὲ λοιπῶν λεπτότερος κενὸν γοῦν τινες οἴονται εἶναι τὸν ἀέρα), ἡ δὲ γεῦσις περὶ χυμούς, οἵτινές εἰσιν ὕδατος· ὄχημα γὰρ τοῖς χυμοῖς τὸ ὑγρόν· ἁφὴ δὲ περὶ τὰ στερεὰ καὶ γεώδη. τούτων πάλιν τῶν τεσσάρων μέση ἐστὶν ἡ ὄσφρησις περὶ ἀτμοὺς ἔχουσα καὶ τὸ ἡμιγενὲς σῶμα, οἵτινες μεταξύ εἰσιν ἢ γῆς καὶ πυρός, ὡς ἡ ξηρὰ ἀναθυμίασις, ἢ ἀέρος καὶ ὕδατος, ὡς ἡ ὑγρά. οὕτω δὲ καὶ ὁ Πλάτων’ κατὰ τὴν εἰρημένην τῶν στοιχείων τάξιν τὰς αἰσθήσεις ἑκάστῳ ἀφορίζει. εἰκότως οὖν μέσην ἐχούσης τάξιν τῆς ὀσφρήσεως μέσην καὶ τὴν περὶ αὐτῆς ἐποιήσατο διδασκαλίαν. λέγει οὖν ὅτι ὁ περὶ ὀσμῆς λόγος ἧττον τῶν ἄλλων αἰσθήσεων ἐστιν εὐδιόριστος, διότι καὶ ὁ περὶ ὀσφραντοῦ λόγος οὐκ εὔδηλος. αἴτιον δέ φησιν εἶναι τῆς ἐν τούτοις ἀσαφείας τὸ μὴ ἔχειν ἡμᾶς ἀκριβῆ τὴν αἴσθησιν ταύτην, ἀλλὰ χείρονα πολλῶν ζῴων. ὥσπερ γὰρ τῇ ἁφῇ πλεονεκτοῦμεν τὰ ἄλλα πάντα, οὕτω ταύτῃ ἐλλείπομεν. δηλοῦσι δὲ οἵ τε κύνες ἰχνεύοντες καὶ τὰ πτηνὰ ἀπὸ διαστήματος πολλοῦ ὀσμώμενα· “κυνός,” φησί, “Λακαίνης ὥς τις εὔρινος βάσις” , καὶ πάλιν “ὅν τε καὶ ὑψόθ’ πόδας ταχὺς οὐκ ἔλαθε πτώξ”. διά τοι τοῦτο, λέγω δὴ τὸ ἀμυδρὰν ἔχειν παρὰ τὰς ἄλλας αἰσθήσεις τὴν ὄσφρησιν, ἐπὶ μὲν τῶν ἄλλων αἰσθήσεων οὐ μόνον τί τὸ γένος τῶν αἰσθητῶν τὸ ὑποκεί|μενον ἑκάστῃ αἰσθήσει m 2v γινώσκομεν, ἀλλὰ καὶ τὰ ὑπὸ τὸ γένος εἴδη. ἴσμεν γὰρ ὅτι τὸ χρῶμά ἐστι τὸ γένος τῶν ὁρατῶν, καὶ τὰ εἴδη τοῦ γένους τούτου ἀκριβῶς διαγινώσκομεν οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ ἐρυθρόν, τὸ φαιὸν καὶ τὰ ἄλλα. ὁμοίως καὶ ἐπὶ ἀκοῆς γένος μὲν οἱ ψόφοι, εἶδος δ' ὁ ὀξύς, ὁ βαρύς. ὁμοίως τῶν γευστῶν γένος μὲν οἱ χυμοί, εἶδος δὲ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ λοιπά. καὶ ἐπὶ τῶν ἁπτῶν τὸ μὲν γένος οὐκ εὔδηλον οὐ γὰρ ἔχομεν ἑνὶ ὀνόματι τοῦτο κεκλημένον· διὸ καὶ ἀπορεῖ περὶ αὐτῆς, εἰ μία ἐστὶν αἴσθησις ἢ πολλαί, διότι οὐ δυνατὸν ἑνὶ γένει πάντα περιλαβεῖν τὰ ἁπτά, πλειόνων οὐσῶν ἀντιθέσεων κατὰ τὰ εἴδη), τὰ μέντοι εἴδη αὐτῶν καὶ πάνυ ἐναργῆ, τὸ θερμὸν τὸ ψυχρόν, τὸ ξηρὸν τὸ ὑγρόν, βαρὺ κοῦφον, μαλακὸν σκληρόν, καὶ τὰ λοιπά. ἐπὶ μέντοι τῆς ὀσφρήσεως οὐ μόνον τί τὸ γένος τῶν ὀσφραντῶν ἀγνοοῦμεν, ἀλλ’ οὐδὲ τὴν κατ’ εἶδος αὐτῶν διαφορὰν ἐπιγινώ- σκομεν· διόπερ οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν. ὅταν γὰρ εἴπωμεν ὀσφραντά, παρωνύμως ἐκ τῆς αἰσθήσεως αὐτὰ ὀνομάζομεν, ὥσπερ καὶ τὰ χρώματα ὁρατὰ καὶ τοὺς χυμοὺς γευστὰ καὶ τοὺς ψόφους ἀκουστά· ταῦτα γὰρ τὰ ὀνόματα οὐ τῆς φύσεως ἐστι τῶν αἰσθητῶν, ἀλλὰ τῆς σχέσεως αὐτῶν τῆς πρὸς τὰς αἰσθήσεις. τοῖς γὰρ χρώμασι καθ’ αὑτὰ μὲν ὑπάρχει τὸ χρώμασιν εἶναι· κἄν γὰρ μὴ ἡ ὄψις ἡ ἀντιλαμβανομένη αὐτῶν, οὐδὲν ἧττόν εἰσι χρώματα· ὁρατοῖς δ’ αὐτοῖς εἶναι ἐν τῇ σχέσει ἐστὶ τῇ πρὸς τὰς ὄψεις. οὕτως οὖν καὶ ὅταν λέγωμεν ὀσφραντὰ καὶ ἁπτά, ὀνόματά φαμεν τῆς σχέσεως αὐτῶν, ἧς ἔχουσι πρὸς τὰς αἰσθήσεις, τῆς μέντοι φύσεως αὐτῶν σημαντικὸν ὄνομα οὐδὲν ἔχομεν, ὥσπερ ἐπὶ τῶν ὁρατῶν τὸ χρῶμα καὶ τῶν γευστῶν χυμοὺς καὶ τῶν ἀκουστῶν ψόφους. ἀλλ’ ἐπὶ μὲν τῶν ἁπτῶν εἰ καὶ μὴ τὸ κοινὸν ὠνόμασται, τῶν γοῦν εἰδῶν ἕκαστον διακέκριται, οἷον θερμὸν ψυχρόν, μαλακὸν σκληρόν, καὶ τὰ λοιπά. ἐπὶ μέντοι τῶν ὀσφραντῶν οὔτε ἡ κοινὴ αὐτῶν φύσις τίς ποτέ ἐστι δήλη ἡμῖν, οὔτε τῶν εἰδῶν ἕκαστον· διακρῖναι γὰρ τὰ ὀσφραντὰ κατ’ εἶδος οὐ δυνάμεθα, μόνῳ δὲ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ αὐτὰ διακρίνομεν, μὴ εἰδότες ποία τις ἰδιότης τοῦ ὀσφραντοῦ ᾖσεν ἢ ποία ἐλύπησεν, ὥσπερ ἴσμεν ἐπὶ τῶν χρωμάτων ὅτι τόδε χρῶμα, φέρ’ εἰπεῖν τὸ ἄγαν λευκόν, λυπηρόν ἐστι, τὸ δὲ μέλαν οὐ λυπεῖ τὴν αἴσθησιν, καὶ ὅτι ὁ γλυκὺς μὲν χυμὸς ἥδει, ὁ δὲ πικρὸς ἀνιᾷ· ὁμοίως καὶ ἐπὶ ψόφων καὶ τῶν ἄλλων. τὸ γὰρ εὐῶδες καὶ δυσῶδες οὔκ εἰσιν ὀνόματα τῆς φύσεως τῶν ὀσφραντῶν δηλωτικά, ἀλλὰ τῆς διαθέσεως τῆς ἐξ αὐτῶν ἐγγινομένης τῇ αἰσθήσει, ὥσπερ καὶ ἐπὶ τῶν ὁρατῶν φαμεν εὐειδὲς καὶ δυσειδές, καὶ ἐπὶ τῶν ἀκουστῶν εὔηχον καὶ δύσηχον. τοῦ δὲ μὴ δύνασθαι διακρίνειν τῶν ὀσφραντῶν τὰ εἴδη αἴτιον τὸ ἀμυδρὰν ταύτην <τὴν> αἴσθησιν ἔχειν τὸν ἄνθρωπον. οὖν ἀσθενῆ τὴν αἴσθησιν ταύτην ἔχομεν παρὰ τὰ ἄλλα ζῷα, διὰ τοῦτο, φησί, καὶ ὁ περὶ αὐτῆς λόγος δυσδιόριστός ἐστιν. οὕτως οὖν, φησίν, ἔχομεν ἡμεῖς τὴν ὄσφρησιν, ὥσπερ καὶ τὰ σκληρόφθαλμα τῶν ζῴων τὴν ὄψιν, οἷον καρκίνοι, ἰχθύες. διὰ τοῦτο γοῦν ἡ φύσις οὐδὲ προκαλύμματα ἐποίησε τούτοις, ὥσπερ ἐν τοῖς ἄλλοις ζῴοις τὰ βλέφαρα, διὰ τὸ μὴ ῥᾳδίως δύνασθαι βλαβῆναι διὰ τὴν σκληρότητα. ὥσπερ οὖν ἡμεῖς οὐκ ἀκριβῶς ἀντιλαμβανόμεθα τῶν ὀσφραντῶν διὰ τὸ μὴ ἀκριβῆ ἔχειν τὴν αἴσθησιν ταύτην, ἀλλὰ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ μόνῳ διακρίνομεν αὐτά, οὕτως εὔλογον καὶ τὰ σκληρόφθαλμα τῶν χρωμάτων ἀντιλαμβάνεσθαι, τῷ ἡδεῖ μόνον καὶ τῷ λυπηρῷ ἀντιλαμβανόμενα αὐτῶν, οὐ μέντοι ὡς λευκοῦ ἢ μέλανος, τῶν ἄλλων ζῴων εἰδότων τήν τε τοῦ λευκοῦ χρόαν, καὶ ὅτι ἥδει ἢ λυπεῖ. ὅτι γὰρ ἐφιστάνει τὰ ἄλογα τῇ τῶν χρωμάτων καὶ τῇ τῶν ἄλλων αἰσθητῶν διαφορᾷ, δῆλον ἐκ τῆς ἐναργείας. ὥσπερ γὰρ τὸν δεσπότην γνωρίζει τῷ τοιῷδε ἐπιστήσαντα σχήματι, ὅτι γρυπός, εἰ τύχοι, ἢ σιμὸς ἡ τι τῶν ἄλλων τῶν τοιούτων, οὕτως οἶδε καὶ ὅτι λευκός, εἰ τύχοι, ἢ αἰθίοψ. καὶ τὸν ἄρτον διακρίνει ἢ τὸν χόρτον οὐ τῇ ὀσμῇ μόνον, ἀλλὰ καὶ τῷ τοιῷδε χρώματι· ὅθεν καὶ πλανηθεῖεν ἂν πρὸς τὸ ὁμόχρουν. τὰ μὲν οὖν ἄλλα τῶν ζῴων οὕτως· τὰ μέντοι σκληρόφθαλμα εὔλογόν φησι μὴ αὐτῆς τῆς διαφορᾶς τῶν χρωμάτων ἀντιλαμβάνεσθαι διὰ τὴν ἀσθένειαν τῆς ὄψεως, μόνον δὲ τῷ ἡδεῖ καὶ ἀνιαρῷ διακρίνειν αὐτά. ὡς γοῦν τὰ σκληρόφθαλμα τὴν ὄψιν ἔχει, οὕτως ἡμεῖς τὴν ὄσφρησιν, διότι τῇ οὐσίᾳ τῶν ὀσφραντῶν μὴ ἐπιστήσαντες οὐδὲ ὀνομάσαι αὐτὰ ἠδυνήθημεν, ἀλλ’ ἢ ἐκ περιφράσεως καλοῦμεν τὰς ὀσμάς, κρόκου ὀσμὴν λέγοντες, ἢ δριμεῖαν ἢ πικρὰν ἤ τινα τῶν ἄλλων γευστῶν. τίς δὲ ἡ ἀναλογία καὶ διὰ τί οὕτω καλοῦμεν, ἐν τῷ ῥητῷ ἐπισκεψόμεθα. περὶ δὲ ὀσμῆς καὶ ὀσφραντοῦ. ἤτοι ταὐτόν φησιν ὀσμὴν καὶ ὀσφραντὸν τὸ οἷον γένος τῶν ὀσφραντῶν, ὣσπερ τῶν ἀκουστῶν τὸ ψοφοῦν, γένος δ’ οὐ κυρίως, ἀλλ’ ἁπλῶς τὸ κοινὸν ὄνομα παρωνύμως ἐκ τῆς ὀσφρήσεως παρηγμένον, ὥσπερ ἐκ τῆς ὄψεως τὸ ὁρατὸν καὶ τῆς ἀκοῆς τὸ ἀκουστόν, ἢ ὀσμὴν μὲν αὐτὴν τὴν τῆς ὀσφρήσεως ἐνέργειαν, ὀσφραντὸν δὲ αὐτὸ τὸ ἀντιληπτὸν τῇ αἰσθήσει, οἷον τὸν ἀτμὸν ἢ ἀπλῶς τὸ τοιόνδε πάθος τὸ τῇ ὀσφρήσει ἀντιληπτόν. οὐ γὰρ δῆλον οἷόν τί ἐστιν ὀσμή, οὕτως ὡς ὁ ψόφος ἢ τὸ φῶς ἢ τὸ χρῶμα. ἰδοὺ τὴν ὀσμὴν ψόφῳ καὶ φωτὶ καὶ χρώματι ἀπείκασε τοῖς γενικωτέροις. εὔλογον δ’ οὕτω. ἐπειδὴ ἄδηλον ἦν, εἰ οὕτως ὁρῶσι τὰ σκληρόφθαλμα, καλῶς εἶπεν εὔλογον. τὸ γὰρ εἰκὸς ἔχει, σκληροῦ ὄντος τοῦ δέρματος, μὴ ἀκριβῶς τὰς ἐνεργείας τῶν χρωμάτων ἐπὶ τὴν αἴσθησιν διαπορθμεύεσθαι. τὸ δὲ πλὴν τῷ φοβερῷ καὶ ἀφόβῳ, ἀντὶ τοῦ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ. p. 421a16 Ἒοικε μὲν γὰρ ἀνάλογον ἔχειν πρὸς τὴν γεῦσιν. Ἀναλογίαν τινὰ ἔχει, φησίν, ἡ ὄσφρησις πρὸς γεῦσιν, διότι ἐκ μεταφορᾶς κατά τινα ἀναλογίαν τοῖς τῶν χυμῶν ὀνόμασι καλοῦμεν καὶ τὰ ὀσφραντά, γλυκεῖαν ὀσμὴν λέγοντες καὶ δριμεῖαν καὶ τὰς ἄλλας. ἀλλ’ εἰ καὶ ἀναλογία τίς ἐστιν ἐπί τε τῆς ὀσφρήσεως καὶ τῆς γεύσεως, ἀλλ’ οὖν τὴν μὲν ὄσφρησιν ἀμυδρὰν ἔχομεν, ἀκριβεστάτην δὲ τὴν γεῦσιν. εἶτα καὶ τὴν αἰτίαν ἐπήγαγεν τοῦ ἔχειν ἡμάς ἀκριβῆ τὴν γεῦσιν· διότι, φησίν, ἁφή τίς ἐστιν ἡ γεῦσις, τὴν δὲ ἁφὴν ἀκριβεστάτην ἔχομεν οἱ ἄνθρωποι. κατὰ γὰρ τὰς ἄλλας αἰσθήσεις πολλῶν ζῴων λειπόμενοι, ταύτῃ πάντων ἐσμὲν ἀκριβέστεροι, διότι, φησίν, πάντων φρονιμώτερον ζῷον ὁ ἄνθρωπος· ὡς γὰρ μαλακόσαρκος, ἐξ οὗ καὶ κατὰ τὴν ἁφὴν αἰσθητικώτερός ἐστι, θᾶττον διαφορεῖται τὰ περιττώματα καὶ οὐκ ἐπιθολοῦται αὐτοῦ τὸ φανταστικὸν καὶ λογιστικόν. ἐπιστῆσαι δὲ χρὴ ὅτι ὡς ὑλικὸν αἴτιον αἰτιᾶται τὴν σάρκα· οὐ γὰρ ποιητική ἐστι φρονήσεως, εἰ μὴ ὡς συναίτιον· διὰ γὰρ τὸν σύνδεσμον συνδιατίθεται τὰ ψυχικὰ κινήματα ταῖς τοῦ σώματος κράσεσιν, οὐ γεννώμενα ὑπὸ τῆς κράσεως, ἀλλ’ οὐκ ἄνευ τῆς τοιαύτης κράσεως τοιώσδε ἢ τοιώσδε ἐνεργοῦντα. εἰ δέ τινα εἴη ἄλλα τοῦ ἀνθρώπου μαλακωτέραν ἔχοντα τὴν σάρκα, οἷον σκώληκες, τοῖς ἄλλοις δῆλον ὅτι ἐλλείπουσιν· οὐ γὰρ ἔχουσι τέλειον τὸ φανταστικόν· νῦν δὲ περὶ τῶν τελείων ζῴων ὁ λόγος. τάχα δὲ οὐδὲ σὰρξ ἡ τῶν σκωλήκων ὡς οὐδὲ ἡ τῶν μυιῶν. ὅτι δὲ τῷ μαλακωτέραν ἔχειν τὴν σάρκα ὁ ἄνθρωπος φρονιμώτερος, κατασκευάζει ἐκ τοῦ καὶ ἐπ’ αὐτῶν τῶν ἀνθρώπων τοὺς μαλακοσάρκους μᾶλλον φρονιμωτέρους καὶ εὐφυεστέρους εἶναι· διὸ καὶ τοὺς ἀνοήτους παχυδέρμους καλοῦμεν. δῆλον δὲ ὅτι τῶν ἄλλων τῶν αὐτῶν φυλαττομένων, οἷον ἀγωγῆς τῆς αὐτῆς, φύσεως τῆς αὐτῆς, ἵνα μὴ παρατῷ βάλλῃς ἄνδρα πρὸς γυναῖκα, ὁμοίως ἐν τῷ κατὰ φύσιν ἀμφοτέρων ὂντων οἱ μαλακόσαρκοι εὐφυέστεροι, διὰ τὸ ὡς εἶπον θᾶττον τῶν περιττωμάτων διαφορουμένων καθαρώτερον γίνεσθαι τὸ πνεῦμα, ἔνθα τὸ φανταστικὸν ἵδρυται. εἴπομεν δὲ τῶν ἄλλων τῶν αὐτῶν ὄντων, διότι ἐνδέχεταί τινα ἀπὸ γυμνασίων πλειόνων καὶ τῶν περὶ τὰς βαναύσους τέχνας ἐνεργειῶν σκληροτέραν ἴσχειν τὴν σάρκα τῶν σκιατραφουμένων καὶ ἐν ἀργίᾳ διατριβόντων. ὁ δὲ λόγος τὴν ἐκ φύσεως ζητεῖ σύστασιν· δεῖ οὖν τὰ ἄλλα πάντα τὰ αὐτὰ εἶναι, καὶ τότε τὴν τοῦ λόγου ζητεῖν ἀλήθειαν. παρ’ ἄλλο δὲ μηδὲν εἶπεν ἀντὶ τοῦ παρ’ ἄλλο μηδὲν αἰσθητήριον χεῖρον ἔχον ἢ βέλτιον εὐφυεῖς ἢ ἀφυεῖς εἶναι, ἀλλὰ παρὰ μόνην τὴν ἁφήν. εἰ δέ τις εἰπόντος αὐτοῦ τὴν ἁφὴν ἀκριβεστέραν εἶναι τῶν ἄλλων ἀποροίη, πῶς ἐκ τῆς ὄψεως ἤρξατο δέον γὰρ ἐκ τῶν σαφεστέρων ἄρξασθαι), λέγομεν ὅτι, εἰ καὶ ἀκριβεστέραν ἔχομεν τὴν ἁφήν, ἀλλ’ οὖν δυσχερεστέρα ἐστὶ τῶν ἄλλων κατὰ τὴν διδασκαλίαν. ἀπορήσει γὰρ περὶ αὐτῆς, μήποτε οὐδὲ μία τις αἴσθησίς ἐστιν ἡ ἁφή, ἀλλὰ πλείους. πάσης γὰρ αἰσθήσεως περὶ μίαν ἀντίθεσιν ἐχούσης, ὄψεως μὲν περὶ τὸ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξύ, ἀκοῆς περὶ τοὺς ὀξεῖς καὶ βαρεῖς φθόγγους, γεύσεως περὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ μεταξύ, ἡ ἁφὴ περὶ πλείους ἔχει ἀντιθέσεις, τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, καὶ ἄλλας πλείους. p. 421a26 ἔστι δ’ ὥσπερ χυμὸς ὁ μὲν γλυκὺς ὁ δὲ πικρός, οὓτω καὶ αἱ ὀσμαί. Εἰπὼν ὅτι ἀναλογίαν τινὰ ἔχει τὰ ὀσφραντὰ πρὸς τὰ γευστά, καὶ ὅτι οὐχ ὁμοίως ἡ ὄσφρησις τῶν ὀσφραντῶν ἀντιλαμβάνεται ὡς ἡ γεῦσις τῶν γευστῶν, καὶ δείξας, διὰ τί ἡ γεῦσις τῆς ὀσφρήσεως ἀκριβεστέρα, βούλεται δεῖξαι ὅτι καὶ τίς ἡ ἀναλογία τῶν ὀσφραντῶν πρὸς τὰ γευστά, ὅτι ὥσπερ τῶν χυμῶν οἱ μὲν γλυκεῖς χυμοὶ λέγονται οἱ δὲ δριμεῖς οἱ δὲ λιπαροί, οὕτω καὶ ἐπὶ τῶν ὀσφραντῶν κατὰ μεταφορὰν λέγομεν τὰ ὀνόματα ταῦτα, κοινωνίας τινὸς ἀμυδρᾶς ἐπ’ ἀμφοτέρων θεωρουμένης. τῶν δὲ γευστῶν φησιν ἅμα καὶ ὀσφραντῶν τὰ μὲν σύμφωνον ἔχειν τὸν χυμὸν τῆ ὀσμῇ, οἷον κρόκος τε καὶ μέλι γλυκεῖα γὰρ ἐπ’ ἀμφοτέρων λέγεται ἡ ὀσμή, ὥσπερ καὶ ὁ χυμός· ὁμοίως τὸ θύμον, σκόροδον, πράσον δριμὺ καὶ τῇ ὀσφρήσει καὶ τῇ γεύσει), τὰ δὲ ἀσύμφωνον, οἷον ὁ ἀλόας τὴν μὲν γεῦσιν πικρὰν ἔχει, γλυκεῖαν δὲ τὴν ὀσμήν, ὁμοίως δὲ καὶ ὁ στύραξ. δῆλον δὲ ὅτι ἐπὶ μὲν τῶν γευστῶν κυρίως λέγονται τὰ ὀνόματα ταῦτα, ἐπειδὴ καὶ ἡ οὐσία αὐτῶν κατείληπται, ἐπὶ δὲ τῶν ὀσφραντῶν κατὰ ἀναλογίαν, ἐπειδὴ δακνώδης ἐστὶν ὁ δριμὺς χυμός, ἔστι δὲ καί τι ὀσφραντὸν τοιοῦτον τρόπον, διὰ τοῦτο καὶ τοῦτο δριμὺ ἐκαλέσαμεν. καὶ ἐπὶ τῶν ἄλλων ἡ αὐτὴ ἀναλογία. p. 421b3 ἐστι δ’ ὥσπερ ἡ ἀκοὴ καὶ ἑκάστη τῶν αἰσθήσεων, μἑν τοῦ ἀκουστοῦ καὶ ἀνηκούστου, ἡ δὲ τοῦ ὁρατοῦ καὶ ἀνοράτου, καὶ ὄσφρησις τοῦ ὀσφραντοῦ καὶ ἀνοσφράντου. Ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἔλεγεν, ὄψεως τε καὶ ὅτι ἀντιλαμβάνονται οὐ μόνον τῶν οἰκείων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων καὶ τῶν ὑπερβολῶν τὸ γὰρ σκότος μὴ ὁρατὸν ὂν * * * οὐδενὶ ἄλλῳ ἢ τῇ ἀκοῇ), οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως λέγει ὅτι ἀντιλαμβάνεται οὐ μόνον τοῦ ὀσφραντοῦ, ἀλλὰ καὶ τοῦ ἀνοσφράντου. τὸ γὰρ ἄοσμον τίνι ἄλλῳ κρίνομεν ἢ τῇ ὀσφρήσει; οὐ πᾶν δ’ ἀπλῶς τὸ ἄοσμον κρίνει, ὥσπερ οὐδ’ ἡ ὄψις τὸ ἀνόρατον. οὐ γὰρ ἐπειδὴ οἱ ψόφοι καὶ οἱ χυμοὶ καὶ ἄοσμοι καὶ ἀνόρατοι, διὰ τοῦτο φήσομεν ἢ τὴν ὄψιν τούτων εἶναι ἀντιληπτικὴν ἢ τὴν ὄσφρησιν· λόγος γάρ ἐστιν ὁ κρίνων ὅτι ὁ ψόφος ἀνόρατος καὶ ἄοσμος, οὐκ αἴσθησις· ἀλλὰ ταύτης ἀντιλαμβάνεται τῆς στερήσεως τῆς ἀντικειμένης τῇ ἰδίᾳ τῶν αἰσθητῶν ἕξει, οἷον ὅταν τὸ πεφυκὸς ὁρατὸν εἶναι μὴ ὁρᾶται, ὡς τὸ διαφανές, ἢ τὸ πεφυκὸς ὀσφραντὸν εἶναι μὴ ἔχῃ ὀσμήν, ὡς τὸ σεσηπὸς μῆλον. τούτων δὲ δῆλον ὅτι κατὰ συμβεβηκὸς καὶ κατὰ ἀπόφασιν ἀντιλαμβάνεται. τὸ δὲ ἀνόσφραντον πάλιν διττόν φησιν, ἢ τὸ μηδ’ ὅλως ὀσφραντὸν τὸ κατὰ στέρησιν, ὡς τὸ ἄοσμον, ἢ τὸ ὀσφραντὸν μέν, ἀμυδρῶς δὲ ὀσφραντόν, ὡς τὸ λυκόφωτον ἀνόρατον ἐλέγετο, οἷον αἱ Χαρώνιοι ὀσμαὶ πνιγώδεις οὖσαι καὶ ἕτερα τοιαῦτα. οὕτω δέ, φησί, καὶ τὸ ἄγευστον λέγεται διχῶς, ὥσπερ καὶ τὸ ἀνόσφραντον. ἐρεῖ δ’ ἐν τῷ περὶ γεύσεως. p. 421b8 ἐστι δὲ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ, οἷον ἀέρος ἢ ὕδατος. Ὃτι ὥσπερ ἐπὶ ὄψεως καὶ ἀκοῆς τοῦ μεταξὺ ἦν χρεία πρὸς τὴν ἀντίληψιν τῶν αἰσθητῶν, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως διὰ τοῦ μεταξὺ ἡ ἀντίληψις γίνεται. ἔστι δὲ μεταξὺ τῇ ὀσφρήσει ὕδωρ καὶ ἀήρ, ὥσπερ καὶ ὄψει καὶ ἀκοῇ· ἡ γὰρ δίοσμος αὕτη δύναμις κοινή ἐστιν ἀέρος καὶ ὕδατος. ὅτι γὰρ καὶ τὸ ὕδωρ δίοσμόν ἐστι, κατασκευάζει ἐναργῶς ἐκ τῶν ἰχθύων· πολλὰ γὰρ τῶν ἐνύδρων ὀσφραίνεται καὶ πόρρωθεν τῇ ὀσμῇ ἐπὶ τὸ δέλεαρ ἀπαντᾷ, ὥσπερ καὶ τῶν πτηνῶν πολλά, οἷον γῦπες· ἐκ πολλῶν γὰρ οὗτοι διαστημάτων τῆς ὀσμῆς τῶν νεκρῶν σωμάτων ἀντιλαμβάνονται. ἔτι δὲ καὶ ἐπὶ τῶν πεζῶν, οἷον αἱ θηρῶσαι κύνες, καθὼς καὶ Σοφοκλῆς φησι κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις’’. ὥσπερ οὖν τῶν πτηνῶν τε καὶ πεζῶν πολλὰ πόρρωθεν τῶν ὀσμῶν ἀντιλαμβάνονται διὰ τὴν δίοσμον τοῦ δύναμιν, οὕτω καὶ τῶν ἐνύδρων διὰ τὸ ἐνεῖναι καὶ ἐν ὕδατι τὴν δύναμιν ταύτην. αἱ κογχύλαι γοῦν ὄψιν οὐκ ἔχουσαι φαίνονται δελέατι ἐφεπόμεναι, ὁμοίως καὶ οἱ κροκόδειλοι τῶν κρεῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος κρεμαμένων ἐφέπονται αὐτοῖς. ὅτι δὲ οὐχ ἁπλῶς ὁρῶντες οἱ ἰχθύες τὰ δελέατα ἐφέπονται, δῆλον μέν, ὡς ἤδη εἶπον, καὶ ἐκ τῶν κογχυλίων, ἅτινα ὄψιν οὐκ ἔχοντα ἐφέπονται τῷ δελέατι, δηλοῦσι δὲ καὶ οἱ ἄλλοι ἰχθύες νύκτωρ θηρώμενοι. ἀπορήσειε δ’ ἄν τις, εἰ διὰ τοῦ μεταξὺ ἡ ὄσφρησις ἀντιλαμβάνεται ἀέρος ὄντος καὶ ὕδατος, διὰ τί ἐπικρατεστέρα γίνεται ὀσμὴ ὀσμῆς· πολλάκις γὰρ δυσώδους ὀσμῆς οὔσης εὐώδης ἐπιγινομένη ἐπεκράτησεν ἐκείνης, ἢ καὶ ἀνάπαλιν, ὅπερ οὐκ ἔδει γενέσθαι, εἰ διαπορθμευτικὸς ἦν τῶν ὀσμῶν ὁ ἀήρ, ἀλλὰ μὴ αὐτοὶ οἱ ἀτμοὶ οἱ ὀσφραντοὶ ἐπὶ τὸ αἰσθητήριον παρεγίνοντο, ὥσπερ πάντα τὰ χρώματα διαπορθμεύει καὶ οὐδέποτε ἐπικρατεστέρα γίνεται ἡ ἐνέργεια φέρ’ εἰπεῖν τοῦ λευκοῦ ἢ ἄλλου τινὸς χρώματος, οἷον τοῦ μέλανος, διὰ τὸ μὴ αὐτὰ τὰ χρώματα ἐν τῷ ἀέρι γίνεσθαι, ἀλλὰ τὰς ἐνεργείας αὐτῶν. οὕτως ἔδει καὶ ἐπὶ τῶν ὀσμῶν γενέσθαι, εἴ γε μόνον τὰς ἐνεργείας αὐτῶν διεπόρθμευε καὶ μὴ αὐτοὺς τοὺς ἀτμοὺς σώματα ὂντας. // ἔτι δὲ τὴν αὐτὴν ἀπορίαν ἐπιτείνει καὶ τόδε, λέγω τὸ μὴ διὰ τοῦ μεταξὺ τῶν ὀσφραντῶν ἀντιλαμβάνεσθαι τὴν αἴσθησιν. ἀλλ’ αὐτὸ τὸ ὀσφραντὸν ἐπὶ τὸ αἰσθητήριον παραγίνεσθαι· τῶν γὰρ θυμιαμάτων τηνικαῦτα ἀντιλαμβανόμεθα, ὅταν ἐπιτεθέντα ἐπὶ τὸ πῦρ εἰς ἀτμοὺς ἀναλύηται. ὁρᾶται γὰρ ἡ λιγνὺς ἐναργῶς ἀνιοῦσα καὶ πρὸς ἡμᾶς ἀφικνουμένη· ἀμέλει καὶ ὁπηνίκα θᾶττον τῆς ὀσμῆς ἀντιλαβέσθαι βουληθῶμεν, ὠθοῦμεν τὴν λιγνὺν ταῖς χερσὶν ἐπὶ τὴν ῥῖνα· ὥστε ἄντικρυς ἀπόρροια τις γίνεται σωματικὴ ἐξ αὐτῶν τῶν εὐωδῶν σωμάτων, καὶ οὐχ ὁ ἀὴρ διαπορθμεύει τὰς ἐνεργείας αὐτῶν, ὡς ἐπὶ τῶν χρωμάτων καὶ τῶν ψόφων. καὶ τὴν ἀπορίαν δὲ ἐκείνην οὕτως ἐπελυόμεθα, λέγω δὴ τὴν δοκοῦσαν δεικνύναι ἐκ τῆς τοῦ μήλου γινομένης εὐωδίας, ὡς αἱ ποιότητες χωρίζονται τῶν ὑποκειμένων, καὶ ἐλέγομεν ὡς οὐκ αὐτὴ καθ’ αὑτὴν ἐκ τοῦ μήλου ἡ εὐωδία χωρεῖ καὶ ἐκ τῶν παραπλησίων, ἀλλὰ μετά τινος οὐσίας, καὶ ἐπιστούμεθα τὸν λόγον ἔκ τε τοῦ χρόνῳ ῥυτιδοῦσθαι τὸ μῆλον, καὶ ἐκ τοῦ ῥάκους τοῖς μυκτῆρσιν ἐπιτεθέντος ἀναπνεῖν μὲν τὸν ἀέρα οὐ γὰρ ἄν ἐζῶμεν μὴ ἀναπνέοντες), τῆς ὀσμῆς δὲ μὴ ἀντιλαμβάνεσθαι ὡς παχὺ· μερεστέρς οὔσης τῆς οὐσίας, ἐν ᾗ ἵδρυται τὸ ἀσφραντόν, καὶ μὴ δυναμένης διὰ τοῦ ῥάκους διηθεῖσθαι, τοῦ δὲ ἀέρος διηθουμένου. πῶς οὖν συνά- γονται ἀμφότεροι οἱ λόγοι ὅ τε νῦν εἰρημένος καὶ ὁ λέγων ἀσωμάτως διὰ τήριον; λέγομεν οὖν πρὸς ταῦτα ὅτι κατὰ ἀλήθειαν μὲν γίνονται ἀπόρροιαί τινες λεπτομερεῖς σωμάτων ἀπὸ τῶν εὐωδῶν καὶ μάλιστα ἀπὸ τῶν θυμιωμένων, καὶ διὰ τοῦτο ἐγγινομένων ἐν τῷ ἀέρι ἡ πλείων καὶ δραστικωτέραν ἔχουσα τὴν ὀσμὴν ἐπικρατεῖ τῆς ἣττονος, ἐπεὶ καὶ ἐπὶ τῶν ψόφων, ἔνθα μὴ σωμάτων ἐστὶν ἀπόρροια, ὁ μείζων ψόφος ἐπικρατεῖ τοῦ ἐλάττονος, καὶ τὸ ἄγαν | λαμπρὸν τοῦ ἥττονος λαμπροῦ. ἀλλ’ εἰ καὶ γίνεταί τις ἀπόρροια, οὐκ αὐτὴ ἐν τῷ αἰσθητηρίῳ γινομένη τὴν ἀντίληψιν παρέχει, ἀλλὰ δεῖται τοῦ μεταξὺ ἢ ὕδατος ἢ ἀέρος διαπορθμεύοντος τὰς τῶν ὀσφραντῶν ἐνεργείας. ἐπεὶ πῶς τὰ ἔνυδρα ὀσφραίνονται τῶν ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος, οὐ γὰρ εἰκός ἐστι τὴν ἀπόρροιαν ταύτην διὰ τοῦ ὕδατος κάτω χωρεῖν, ἀλλὰ μᾶλλον ἄνω, εἴτε ἀτμιδώδης ἦν εἴτε καπνώ- δης, ὡς ἐφεξῆς ἐρεῖ. νῦν δὲ καὶ οἱ κροκόδειλοι ὀσφραίνονται τῶν ἐπικρεμαμένων ὑπὲρ τὴν ἐπιφάνειαν τοῦ ὕδατος κρεῶν καὶ ὅτι οὐχ ὁρῶντες ἐπιτρέχουσιν αὐτοῖς, ἀλλ’ ὀσφραινόμενοι, δῆλον ἐξ ὧν καὶ ἐν νυκτὶ θηρῶνται. καὶ γῦπες δ’ ἐκ μυρίων ὅσων διαστημάτων αἰσθάνονται τῶν νεκρῶν σωμάτων, καὶ οὐ δήπου ἐπὶ τοσοῦτον ἀπόρροιαι ἐκ τῶν σωμάτων διαφοιτῶσιν. ἀλλ’ ἔοικεν ἡ ἡμετέρα ὄσφρησις ἀμυδρὰ οὖσα καὶ ἀσθενὴς δεῖσθαι ἰσχυροτέρας τῆς ἐνεργείας. ἐπεὶ οὖν ἡ ἐν πολλῷ ἀέρι διαπορθμευομένη ἐνέργεια ἐλάττων γίνεται, ὥσπερ καὶ ἐπὶ ὁρατῶν ἔχει καὶ ἀκουστῶν, διὰ τοῦτο δεόμεθα πλησιαίτερον τῆς ῥινὸς τὴν ἀπόρροιαν γενέσθαι τοῦ ὀσφραντοῦ, ἵνα ἰσχυρᾶς ἔτι οὔσης τῆς ἐνεργείας εὐχερῶς πάθῃ ὑπ’ αὐτῆς ἡ ὄσφρησις ἀλλοιουμένου τοῦ ἐν τῇ ῥινὶ ἀέρος, ὥσπερ καὶ οἱ τὰς ὄψεις ἀσθενεῖς ἔχοντες ἢ οἱ τὰ ὦτα, εἰ μὴ πλησίον ποιήσωσι τὰ ὁρατὰ καὶ τὰ ἀκουστά, οὐκ ἀντιλαμβάνονται. καὶ διὰ τοῦτο ῥάκους ἐπικειμένου ἐπὶ τὸ αἰσθητήριον συμβαίνει μὴ ἀντιλαμβάνεσθαι τῆς ὀσμῆς, καὶ μάλιστα εἰ τὸ ῥάκος παχυμερὲς εἴη ἢ μὴ δραστήριος ἡ ὀσμή, ὡς εἰ δραστήριος εἴη ἡ ὀσμή, καὶ ῥάκους ἐπικειμένου ἐξαρκεῖ ἡ δίοσμος τοῦ ἀέρος δύναμις καὶ ἄνευ τοῦ πλησιάσαι τῷ αἰσθητηρίῳ τὸν εὐώδη ἀτμὸν δρᾶσαι εἰς τὸ αἰσθητήριον. ἔστι δὲ τὸ ὀσφραντικὸν αἰσθητήριον ἡ κατὰ τὰ ἐμπρόσθια τοῦ ἐγκεφάλου μαστοειδὴς αὐτοῦ ἀπόφυσις μετὰ τὰ ἰσθμοειδῆ ὀστέα ὡς ἐπὶ τὸ ενοον. p. 421b10 Ὁμοίως δὲ καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα. Τοῦτο μεταξυλογία ἐστίν. ἔστι δὲ τὸ ἀκόλουθον τῆς συντάξεως τοῦ ῥητοῦ οὕτως. καὶ γὰρ τὰ ἔνυδρα δοκοῦσιν ὀσμῆς αἰσθάνεσθαι, ὥσπερ καὶ τὰ ἐν τῶ ἀέρι. εἶτα τὸ ἑξῆς κατασκευαστικὸν τοῦ ὀσφραίνεσθαι τὰ ἔνυδρα, <καὶ> γὰρ τούτων ἔνια πόρρωθεν ἀπαντᾶ πρὸς τὴν τροφήν· δηλονότι τῶν ἐνύδρων. τὸ δὲ ὁμοίως δὲ καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα ἐπί τε τῶν ἐνύδρων καὶ τῶν ἐν τῷ ἀέρι· ἐν ἀμφοτέροις γάρ ἐστιν αὕτη ἡ διαφορά· ὀσφραίνονται δὲ καὶ τὰ ἄναιμα, οἷον τὰ ἔντομα. ἐὰν δὲ περιττεύῃ ὁ δέ τοῦ ὁμοίως δέ, καθαρὰ γίνεται ἡ σύνταξις. p. 421b13 Διὸ καὶ ἄπορον φαίνεται, εἴπαντα μὲν ὁμοίως ὁ δὲ ἄνθρωπος ἀναπνέων. Εἰπὼν ὅτι οὐ μόνον τὰ χερσαῖα, ἀλλὰ καὶ τὰ ἔνυδρα ὀσφραίνεται καὶ ἐν ἑκατέροις καὶ τὰ ἔναιμα καὶ τὰ ἄναιμα, καὶ ὅτι πάντα διὰ τοῦ μεταξύ, ἐπειδὴ τούτων τὰ μὲν ἀναπνέοντα ὀσφραίνεται, οἷον ἄνθρωπος καὶ πάντα τὰ ἔχοντα πνεύμονα τὸν γὰρ ἄνθρωπον ἔλαβε παράδειγμα ἀντὶ πάντων τῶν ἀναπνεόντων), οὐκ ἀναπνέουσι δὲ οἵ τε ἰχθύες καὶ τῶν χερσαίων τὰ ἄναιμα, καὶ τῶν ἐναίμων γίνεται ἡ ἀντίληψις τῶν ὀσμῶν διὰ τῆς διόσμου τοῦ ἀέρος δυνάμεως, ἀπορεῖ ἐπὶ τούτοις ὅτι εἰ πάντα τὰ ὀσμώμενα ὁμοίως ἀντιληπτικά ἐστι τῶν ὀσμῶν, ὁ δὲ ἄνθρωπος, ταὐτὸν δὲ εἰπεῖν πάντα τὰ ἀναπνέοντα, εἰσπνέων ὀσμᾶται, οὔτε δὲ ἐκπνέων οὔτε κατέχων τὸ πνεῦμα, ὡς ἡ ἐνάργεια δηλοῖ, ἀλλ’ οὔτ’ ἄν πόρρω ἡ τὸ ὀσφραντόν, οὔτ’ ἄν πάνυ ἐγγύς, ὡς ἐπ’ αὐτὸν κεῖσθαι τὸν μυκτῆρα ἐντός, ἀκόλουθον ἂν εἴη καὶ τὰ ἄλλα τὰ ὀσμώμενα ἀναπνέοντα ὀσμᾶσθαι. καὶ γὰρ καὶ τὰ ἄλλα ὁμοίως ὀσφραίνεται τοῖς ἀναπνέουσιν· οὔτε γὰρ πόρρω ὄντος τοῦ ὀσφραντοῦ ἀντιλαμβάνονται οὔτ’ ἄν ἐντὸς τοῦ μυκτῆρος τεθῇ. τὸ δὲ διὰ τοῦ εἰσπνεῖν ὀσμᾶσθαι ἴδιόν ἐστι, φησί, τοῦ ἀνθρώπου, ταὐτὸν δὲ εἰπεῖν πάντων τῶν ἀναπνεόντων. εἰ δὲ τοῦτο οὕτως ἒχει, καὶ κοινωνοῦσι μὲν πάντα τὰ ὀσμώμενα ζῷα κατὰ τὰ ἄλλα πάντα, τὰ δὲ ἀναπνέοντα οὐκ ἄλλως ὀσμᾶται ἢ διὰ τοῦ εἰσπνεῖν, ἔοικεν ἄρα τὰ μὴ ἀναπνέοντα τῶν ζῴων, οἷον τὰ ἄναιμα, οὐκ ὄσφρησιν ἀλλ’ ἄλλην τινὰ αἴσθησιν ἔχειν. εἰ γὰρ ἡ δίοσμος τοῦ ἀέρος δύναμις καὶ μὴ ἀναπνέουσιν αὐτοῖς διαβιβάζει ἐπὶ τὸ αἰσθητήριον αὐτῶν τὰς ὀσμάς, διὰ τί μὴ καὶ ἐπὶ τῶν ἀναπνεόντων τοῦτο συμβαίνει, ἀλλὰ δέονται τοῦ εἰσπνεῖν; ἡ μὲν οὖν ἀπορία αὕτη. ἑξῆς δὲ ἐπισυνάπτει καὶ τὴν λύσιν, καὶ πρῶτον μὲν δείκνυσιν ὅτι καὶ τὰ μὴ ἀναπνέοντα οὐκ ἄλλην τινὰ αἴσθησιν ἔχει, ἔπειτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τί τὰ ἀναπνέοντα ἄνευ τοῦ εἰσπνεῖν οὐ δύναται ὀσφραίνεσθαι, τῶν ἄλλων πρὸς τὴν ἀντίληψιν τῶν ὀσφραντῶν ὅλως ἀναπνοῆς μὴ δεομένων. παρὰ δὲ τὴν ἀναπνοὴν ἀντὶ τῆς εἰσπνοῆς φησι τὸ γενικὸν ἀντὶ τοῦ εἰδικοῦ. τοῦ δὲ τὸ ὀσφραντὸν ἐπιτιθέμενον ἐπὶ τὸ ὀσφραντικὸν αἰσθητήριον μὴ παρέχειν αὐτοῦ τὴν ἀντίληψιν οὐκ ἔχομεν ἐκ τῆς ἐναργείας τὴν πίστιν· οὐδὲ γὰρ ὑποπίπτει ἡμῖν εἰς τὸ ἐμφανὲς τοῦτο τὸ αἰσθητήριον· συλλογίσασθαι δὲ ἔστι τοῦτο ἔκ τε τῶν ἂλλων αἰσθήσεων τῶν τοῦ μεταξὺ δεομένων καὶ ἐκ τοῦ μήτε ἐκπνέοντας μήτε κατέχοντας τὸν ἀέρα ὀσφρίνεσθαι, ὡς δέον πάντως παθεῖν τι τὸν ἀέρα ὑπὸ τῶν ὀσφραντῶν | καὶ τοῦτο εἰς ἡμᾶς ποιῆσαι. ἐπὶ γοῦν τῶν μὴ δεομένων τοῦ μεταξύ, γεύσεως λέγω καὶ ἁφῆς, εἰ μὴ αὐτοῦ ἅψηται τοῦ αἰσθητηρίου τὸ ἁπτὸν καὶ τὸ γευστόν, οὐ παρέχει ἡμῖν ἑαυτοῦ τὴν ἀντίληψιν διὰ τὸ μὴ πάσχειν τι τὸν ἀέρα ὑπὸ τῶν χυμῶν, καὶ τοῦτο εἰκότως· τῶν μὲν γὰρ χυμῶν τὸ ὕδωρ ἐστὶν ὄχημα, τῶν δὲ ὀσμῶν οἱ ἀτμοί· οὗτοι δὲ μᾶλλον ἀέρος. οὐ δεῖ δὲ νομίζειν, ὅπερ ἤδη εἶπον, ὅτι αὐτοὺς δεῖ τοὺς ἀτμούς, ἐν οἷς αἱ ὀσμαί, παραγενέσθαι εἰς τὸ αἰσθητήριον καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ οἱ ἰχθύες ὀσφραίνονται), ἀλλ’ ὅτι ποιοῦσιν οὗτοι τὴν δίοσμον δύναμιν τοῦ τε ἀέρος καὶ τοῦ ὕδατος, οὐκέτι τῆς οὐσίας τοῦ ὕδατος δεχομένης τὴν ὀσμήν, ἀλλὰ τῆς διόσμου δυνάμεως αὐτοῦ τελειουμένης, ὥσπερ καὶ ὑπὸ τῶν χρωμάτων οὐκ αὐτὴ ἡ τοῦ ἀέρος οὐσία ποιοῦται, ἀλλ’ ἡ διαπορθμευτικὴ τῶν χρωμάτων αὐτοῦ δύναμις τελειοῦται. p. 421b21 Ἀλλ’ ἀδύνατον, εἴπερ τῆς ὀσμῆς αἰ αἰσθάνεται· ἡ γὰρ τοῦ ὀσφραντοῦ αἴσθησις καὶ δυσώδους καὶ εὐώδους ὄσφρησίς ἐστιν. Ὃτι τὰ μὴ ἀναπνέοντα οὐκ ἄλλῃ κέχρηται αἰσθήσει παρὰ τὴν ὄσφρησιν, διὰ τούτων δείκνυσιν. εἰ γὰρ ὀσμῆς, φησίν, αἴσθησιν ἔχουσιν, ἡ δὲ ὀσμὴ οὐδεμιᾷ ἄλλῃ αἰσθήσει ἐστὶν αἰσθητή, ἀλλὰ μόνῃ τῇ ἀσφραντικῇ, τὴν ὄσφρησιν ἄρα καὶ οὐκ ἄλλην ἔχουσιν αἴσθησιν. ὅτι δὲ ὀσμῆς αἰσθάνονται, κατασκευάζει ἐκ τοῦ τῆς κατ’ αὐτὴν ἀντιθέσεως ἀντιλαμβάωεσθαι, εὐωδίας λέγω καὶ δυσωδίας, ὅπερ ἀνωτέρω ἔλεγεν ἡδὺ καὶ λυπηρόν. ἑνὶ μὲν οὖν τούτῳ ἐπιχειρήματι κατεσκεύασεν ὅτι τὴν ὄσφρησιν καὶ οὐκ ἄλλην αἴσθησιν ἔχουσι, λέγω δὴ ἐκ τοῦ τὰς αὐτὰς ἐνεργείας ἐνεργεῖν ἅσπερ καὶ τὰ ὁμολογουμένως ὀσφραινόμενα ὧν δὲ ἐνέργειαι αἱ αὐταί, τούτων πάντως καὶ αἱ δυνάμεις), ἑτέρῳ δέ, ὅτι ὥσπερ τὰ ἀναπνέοντα φθείρεται ὑπὸ τῶν φθαρτικῶν ὀσμῶν, οἷον ἀσφάλτου, θείου, οὕτω καὶ τὰ μὴ ἀναπνέοντα· εἰ δὲ τοῦτο, ὀσφραίνοιντο ἄν δηλονότι καὶ ταῦτα. p. 421b26 ἔοικε δὲ τοῖς ἀνθρώποις διαφέρειν τὸ αἰσθητή τοῦτο πρὸς τὸ τῶν ἄλλων ζῴων. Τὴν αἰτίαν ἐντεῦθεν ἀποδίδωσι, τίνος ἕνεκεν τὰ μὲν μὴ ἀναπνέοντα ὀσφραίνεται, τὰ δὲ χωρὶς ἀναπνοῆς ἀδύνατά ἐστιν ὀσφρανθῆναι. φησὶν οὖν ὅτι τοιοῦτό τι συμβέβηκεν ἐπὶ τῆς ὀσφρήσεως, οἷον καὶ ἐπὶ τῶν ὄψεων. ὥσπερ γὰρ ἐπὶ τούτων τὰ μὲν σκληρόφθαλμα τῶν ζῴων οὐκ ἔχουσι βλέφαρα προκαλύμματα τῶν ὀμμάτων καὶ φυλακτήρια, διὰ τὸ αὐτόθεν ἔχειν τὴν ἀσφάλειαν ἐκ τῆς δυσπαθείας τῆς κατὰ τὴν σκληρότητα, τὰ δὲ μαλακόοφθαλμα βλεφάροις ἐπικεκαλυμμένους ἔχει τοὺς ὀφθαλμοὺς πρὸς φυλακὴν τῶν αἰσθητηρίων ὡς εὐπαθεστέρων, καὶ διὰ τοῦτο τὰ μὲν ἔχοντα βλέφαρα, εἰ μέλλοι ὁρᾶν, δεῖ πρότερον ἀνασπάσαι τὰ βλέφαρα, τὰ δὲ μὴ ἔχοντα οὐ δεῖται τούτου, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως τὰ μὲν ἀναπνέοντα τῶν ζῴων ἐοίκασι προκάλυμμά τι καὶ ἔλυτρον τοῦ ὀσφραντικοῦ μορίου ἔχειν ἀσθενεστέρου κατὰ τὸ εἰκὸς τυγχάνοντος, τοῖς δὲ μὴ ἀναπνέουσιν ἀκάλυφές τε εἶναι τὸ αἰσθητήριον τοῦτο, καὶ μηδενὸς δεῖσθαι προκαλύμματος. ὅσα οὖν οἷον ἐπικάλυμμα ἔχει πρὸς τὸ αἰσθητήριον, δέον.ται τῆς εἰσπνοῆς, ὥστε εὐρῦναι τὸ φλέβιον φλέβιον δέ φησι τὸ ὀσφραντικὸν νεῦρον), ἵνα καθαρῶς δέξηται τὰς ἐνεργείας τῶν ὀσφραντῶν. αὐτὸς μὲν οὖν τοσοῦτον εἶπεν. ἴσως δ’ ἐπειδὴ ἐντὸς τῶν ἰσθμοειδῶν ὀστέων ἐστὶ τὸ ὀσφραντικὸν αἰσθητήριον, ἐν δὲ ταῖς τρήσεσι τοῦ ὀστοῦ τούτου συνάγεται περιττώματά τε ἄλλα καὶ μύξαι, γλίσχρα ὄντα, διὰ τοῦτο δεόμεθα τῆς εἰσπνοῆς καὶ σφοδροτέρας ἴσως, ἵνα καθάραντες τὰς τρήσεις ταύτας εὐρυτέραν τὴν ὁδὸν τῷ διόσμῳ ἀέρι ποιήσωμεν. ἴσως δὲ καὶ σαρκίον τί ἐστιν ἢ ὑμὴν ἐπικείμενος, ὅσπερ καὶ αὐτὸς τῇ εἰσπνοῇ κουφίζεται. ἀπορήσειε δ’ ἄν τις περὶ τῶν ἀμφιβίων, πότερον εἰ, ὥσπερ οὐ δέονται τοῦ εἰσπνεῖν ἐν ὕδατι ὄντα, ἵνα ὀσφρανθῶσιν, οὕτως οὐδὲ ἐν ἀέρι ὄντα δεῖται τῆς εἰσπνοῆς, ἵνα ὀσφρανθῇ. καὶ οὐδέν γε θαυμαστὸν ἐν μὲν ὕδατι ἀρκεῖσθαι αὐτὰ τῆς ἐκ τοῦ ὕδατος ἐμψύξεως, ὅταν δ’ ἐν ἀέρι γένηται, χρῆσθαι τοῖς ἀναπνευστικοῖς μορίοις· ἐπειδὴ γὰρ ἀμφίβιά ἐστι, πρὸς ἀμφότερα αὐτοῖς ὄργανα παρεσκεύασεν ἡ φύσις. p. 422a3 Καὶ διὰ τοῦτο τὰ ἀναπνέοντα οὐκ ὀσμᾶται ἐν τῷ ὁγρῷ. Ἀποδοὺς τὴν αἰτίαν δι’ ἣν τὰ ἀναπνέοντα δίχα τοῦ εἰσπνεῖν οὐκ ὀσφραίνεται, εἰκότως φησὶ τὰ τοιαῦτα οὐδὲ ἐν ὕδατι ὀσφρήσασθαι διὰ τὴν εἰρημένην αἰτίαν· ἐν ὕδατι δ’ ἀναπνεῖν οὐ δυνατόν. ἐπειδὴ μηδὲ ἐστιν ἐκεῖ ἀήρ, εἰκότως ὀσφρήσασθαι <οὐ> δύναται ἐν ὕδατι. p. 422a6 ἔστι δ’ ἡ ὀσμὴ τοῦ ξηροῦ, ὥσπερ ὁ χυμὸς τοὐ ὑγροῦ. Ὓλην τοῦ γευστοῦ φησιν εἶναι τὸ ὑγρόν, διὸ τὰ πάνυ κατεξηρασμένα καὶ ἄχυμά ἐστι παντελῶς· ἐρεῖ δὲ περὶ τούτων μετ’ ὀλίγον. ὥσπερ οὖν, φησίν, ὁ χυμὸς τοῦ ὑγροῦ ἐστιν, οὕτως ἡ ὀσμὴ τοῦ ξηροῦ. ξηρὸν δὲ λέγει οὐ τὸ γεῶδες, ἀλλὰ τὸ πυρῶδες, οἵαν ἐλέγομεν εἶναι τὴν καπνώδη ἀναθυμία|σιν· δεικνύουσι δὲ τὰ θυμιάματα τὴν τοιαύτην ἀνάδοσιν ἐν τῷ θυμιᾶσθαι ποιοῦντα. ὅτι δὲ ἡ ὀσμὴ τοῦ ξηροῦ ἐστιν, ἐπὶ πλέον ἐν τῷ Περὶ αἰσθήσεως λέγει. οὐκ ἀκουστέον δὲ ξηρὸν τὸ μηδεμίαν πάντῃ ἔχον ὑγρότητα τοῦτο γὰρ καὶ ἄοσμόν ἐστιν, ὡς δηλοῦσι καὶ τὰ πάνυ κατεξηρασμένα τῶν θυμιαμάτων), ἀλλὰ τὸ μετέχον μέν τινος ὑγρότητος, μᾶλλον δὲ ὂν ξηρὸν ἢ ὑγρόν. ἔδειξε δὲ καὶ ἐν τοῖς Μετεώροις ὅτι οὐκ ἄλλως ἡ καπνώδης ἀναθυμίασις ἐκ τῆς γῆς ἀναδίδοται, μὴ βρχείσης αὐτῆς. p. 422a7 Τὸ δὲ ὀσφραντικὸν αἰσθητήριον τὸ δυνάμει εἰπὼν περὶ τοῦ ὀσφραντοῦ λέγει καὶ περὶ τοῦ ὀσφραντικοῦ. καθόλου δὲ περὶ πάσης αἰσθήσεως εἶπεν ὅτι ἔστι δυνάμει τοῦτο ὅπερ τὸ αἰσθητὸν ἐνεργείᾳ. τὸ αὐτὸ οὖν φησι καὶ περὶ τοῦ ὀσφραντικοῦ, ὅτι δυνάμει ἐστὶν ὅπερ τὸ ὀσφραντόν. γίνεται δὲ ὅμοιον, ὅταν δέξηται τῶν ὀσφραντῶν τὰς ἐνεργείας καὶ γένηται ἐνεργείᾳ ὀσφραινόμενον. οὐ γὰρ δυσῶδες ἢ εὐῶδες γίνεται, ἀλλὰ διακρίνεται ἢ συγκρίνεται ὑπὸ τοῦ αἰσθητοῦ. εἶπε δὲ ἤδη ἐντελέστερον, πῶς γίνεται τὸ αἰσθητήριον ὅπερ τὸ αἰσθητόν. ὅπερ δὲ νῦν εἶπεν περὶ αἰσθήσεως, τοῦτο ἐρεῖ ἐφεξῆς καὶ περὶ ὄψεως καὶ περὶ τῶν λοιπῶν· δοκεῖ γὰρ ἐν τοῖς προλαβοῦσιν εἰπὼν περὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν μηδὲν εἰπεῖν περὶ ὄψεως καὶ ἀκοῆς. ἀπορήσειε δ’ ἄν τις εἰκότως, πῶς φησι τῶν μὲν ὀσμῶν ὕλην τὸ ξηρόν, τῶν δὲ χυμῶν τὸ ὑγρόν· καὶ γὰρ οὐδὲν μᾶλλον ξηρὰ τὰ ὀσφραντὰ ἢ ὑγρά, οἷον τὸ ὀποβάλσαμον καὶ ὅσοι ἄλλοι τῶν ὀπῶν εὐώδεις ἢ δυσώδεις. ἀλλὰ καὶ ὁ χυμὸς οὐ μᾶλλον ἐν ὑγρῷ ἢ ἐν ξηρᾷ, τὰ γὰρ βρωτὰ πάντα ξηρά, καί τινα τῶν ἐδωδίμων ἢ τῶν φαρμακωδῶν χυμῶν μετέχοντα οὕτως ἐστὶ ξηρὰ πολλάκις καὶ ἁφῇ καὶ δυνάμει, ὡς καὶ ξηραίνειν τοὺς προσφερομένους. ἄλλως τε τὸ ὕδωρ, ὃ μάλιστα τῶν ὑγρῶν τοῖς χυμοῖς ὑπόκειται, ἢ πάντῃ ἢ ἐγγὺς ἄχυμόν ἐστι, ποιοῦται δὲ ἐκ τῶν ἐν τῷ ξηρῷ ᾧ ἐμμί- γνυται· οὕτω γοῦν καὶ αὐτὸς ἐν τοῖς Μετεώροις τὴν θάλατταν ἐκ τῆς ὑποκειμένης γῆς τὸν πικρὸν καὶ ἁλμυρὸν χυμὸν ἔχειν ἔλεγεν. ἀλλὰ καὶ ἐν γῇ τὸ ὕδωρ γινόμενον τοὺς διαφόρους χυμοὺς τῶν τε βοτανῶν καὶ δένδρων ἴσχει. οὕτως ἄρα ἐκ τοῦ ξηροῦ μᾶλλον τοὺς χυμοὺς δέχεται. ὥστε καὶ εἴ τις συνηγορῶν τῷ τὰς ὀσμὰς ἐν ξηρῷ εἶναι λέγοντι τὰς ἐν τοῖς ὀποῖς εὐωδίας ἢ δυσωδίας ἐκ τῆς ξηρᾶς οὐσίας τῆς τε γῆς ἢ τῶν δένδρων οἷς ἐνεμίχθη τὸ ὕδωρ γεγενῆσθαι δώσει, οὕτως ἐξ ἀνάγκης τῷ αὐτῷ λόγῳ καὶ τοὺς χυμοὺς τοῦ ξηροῦ μᾶλλον εἶναι, εἴ γε καὶ τούτους ἐκ τῆς ἐμμιχθείσης ξηρᾶς οὐσίας τὸ ὑγρὸν δέχεσθαι. ἀλλὰ πρὸς ταῦτά φησι τὸ μὲν ὑγρὸν ὥσπερ ὕλην ὑποκεῖσθαι τοῖς χυμοῖς, ἐγγίνεσθαι μέντοι ἐμμιγνυμένου τοῦ ὕδατος τῷ ξηρῷ τοὺς χυμούς, οὐκ ἐνυπάρχοντας ἐνεργείᾳ ἐν τῷ ξηρῷ, ἀλλ’ οἷον ποιοῦντος ἐν τῷ ὑγρῷ τότε τοῦ ξηροῦ τοὺς χυμούς, ἵνα ποιητικὸν αἴτιον λάβωμεν τῶν χυμῶν τὸ ξηρόν, ὕλην δὲ τὸ ὑγρόν. ἀλλὰ πρῶτον μὲν τούτῳ τῷ λόγῳ καὶ ἐπὶ τῶν ὀσμῶν χρήσασθαι δυνατόν· τὸ γὰρ ὕδωρ ἄοσμον ὂν ἐγγινόμενον ἐν τῷ ξηρῷ μυρίας ὀσμῶν ἰδέας δέχεται, αἳ μὴ προυπῆρχον ἐνεργείᾳ ἐν τῇ γῇ. δυνατὸν οὖν πάλιν εἰπεῖν ὅτι ὡς ὕλη μὲν τὸ ὑγρὸν ἐδέξατο τὰς ὀσμάς, τὸ δὲ ξηρὸν ποιητικὴν ἔσχεν αἰτίαν. ἔπειτα δυνατὸν καὶ τὸν λόγον ἀντιστρέψαι, ἐφ’ ὧν ξηρά τινά ἐστιν ἢ ὀσφραντὰ ἢ γευστά, ἃ ἀκράτως μένοντα ξηρὰ οἷον γῆ οὔτε ὀσμὴν εἶχεν οὔτε χυμόν, ἐμμιχθέντα δὲ τῷ ὑγρῷ ἔσχεν ἀμφότερα, καὶ δυνατὸν λέγειν τὸ ὕδωρ ποιητικὴν ἐσχηκέναι τούτων αἰτίαν, τὸ δὲ ξηρὸν ὡς ὕλην ὑποκεῖσθαι. οὔκουν ὑγιὴς οὗτος ὁ λόγος ὁ ἀφορίζων τῷ ξηρῷ μὲν τὰς ὀσμάς, τῷ ὑγρῷ δὲ τοὺς χυμούς· ἀλλ’ ὥσπερ τοῖς χρώμασιν οὐχ ἀπλῶς ἕν τι τῶν ἁπλῶν ὑπόκειται, ἀλλ’ ἡ τοιάδε κρᾶσις τοῖς τοιοῖσδε ὦ ὑπόκειται χρώμασι, καὶ τῷδε μέν, εἰ τύχοι, τῷ χρώματι ὑγρότερον τὸ ὑποκείμενον, ἄλλῳ δὲ ξηρότερον, οὕτω δὴ καὶ ταῖς ὀσμαῖς καὶ τοῖς χυμοῖς σύνθετόν ἐστι τὸ ὑποκείμενον. πρὸς δὲ τὴν ἰδιότητα τῶν χυμῶν ἢ τῶν ὀσμῶν καὶ τὸ ὑποκείμενον ἢ ξηρότερόν ἐστιν ἢ ὑγρότερον. εἰ δὲ δέοι τῷ ὄντι τὰ δύο μερίζειν, τὸ ὑγρόν φημι καὶ ξηρόν, ἀφοριστέον τοῖς μὲν χυμοῖς τὸ ὑγρόν καὶ γὰρ τοῖς ἐδέσμασιν ὁ χυμὸς μάλιστα ὑπὸ τοῦ ὑγροῦ καὶ τῆς ἐν τούτῳ ποιότητος ἐγγίνεται, καὶ ὡς ἤδη εἶπον, ὅταν ἀποξηρανθῇ, οὐδὲ χυμοῦ μετέχει, τὸ δ’ ὑγρόν, οἷον τὸ ὕδωρ, ὅπως ἄν ᾖ ἁπλούστατον καὶ ἀμιγές, χυμοῦ τινος μετέχει), τοῖς δὲ ξηροῖς ὡσαύτως τὰς ὀσμάς· τὸ μὲν γὰρ ὕδωρ ὅταν μάλιστα ἁπλούστατον ᾖ, πάντῃ ἐστὶν ἄοσμον· τὸ μέντοι ξηρὸν οὐδὲν κωλύει μετέχειν τῶν ὀσμῶν, δέεται δὲ τοῦ ὑγροῦ, οὐχ ἵνα ὀσμῆς μεταδῷ, ἀλλ’ ἵνα ἀτμίσῃ ῥᾷον καὶ συνανενέγκῃ τὴν ξηρὰν ἀνα- θυμίασιν, καὶ οὕτω παθὼν ὁ ἀὴρ ποιήσῃ εἰς ἡμᾶς. οὕτω γοῦν πολλάκις τῆς γῆς βραχείσης ὑπὸ ὑετοῦ ἄνεισί τις εὐωδία ἐξατμιζούσης. p. 422a8 Τὸ δὲ γευστόν ἐστιν ἁπτόν τι, καὶ τοῦτο αἴτιον τοῦ εἶναι αἰσθητὸν διὰ τοῦ μεταξὺ ἀλλοτρίου ὄντος σώματος· οὐδὲ γὰρ ἡ ἁφή. Ἀκολούθως περὶ γεύσεως καὶ γευστῶν διαλαμβάνει. διαφέρειν δέ φησι ταύτην τὴν αἴσθησιν τῶν προειλημμένων τριῶν, διότι ἐκεῖναι μὲν διά τινος μεταξὺ τὴν ἀντίληψιν τῶν ἰδίων αἰσθητῶν ἐποιοῦντο, αὕτη δὲ οὐ διά τινος μεταξὺ ἀντιλαμβάνεται τῶν γευστῶν, ἀλλὰ δεῖ τὸ αἰσθητὸν αὐτοῦ θιγεῖν τοῦ αἰσθητηρίου. καὶ τὴν αἰτίαν ἀποδίδωσι τοῦ μὴ δεῖσθαι τὴν γεῦσιν εἰς ἀντίληψιν τῶν γευστῶν μεταξύ τινος· ἁφὴ γάρ τις, φησίν, ἡ γεῦσις καὶ τὸ γευστὸν ἁπτόν τί ἐστιν, ἡ δὲ ἁφὴ οὐ διά τινος μεταξὺ γίνεται· αὐτοῦ γὰρ θιγγάνει τοῦ αἰσθητηρίου τὸ αἰσθητόν, ὅθεν καὶ ἁφὴ κέκληται. ἐπεὶ οὖν καὶ ἡ γεῦσις ἁφή τίς ἐστιν, εἰκότως οὐ δεῖται τοῦ μεταξύ. ἁφὴν δέ τινα λέγει τὴν γεῦσιν, οὐχ ὅτι ὑπὸ τὴν ἁπτικὴν αἴσθησιν ἀνά· γεται, ἀλλ’ | ὅτι κατὰ θίξιν γίνεται. ἐπεὶ οὖν κοινὸν ἐπ’ ἀμφοτέρων τὸ m 5v τῇς θίξεως, ὥσπερ ἐπὶ τῆς ἁφῆς οὐκ ἔστι τὸ μεταξύ, οὕτως οὐδὲ ἐπὶ τῆς γεύσεως. τὴν δὲ αἰτίαν ἐροῦμεν ἐν τῷ περὶ ἁφῆς λόγῳ. προσέθηκε δὲ ἀλλοτρίου ὄντος σώματος, διότι, ὡς ἐρεῖ ἐν τῷ περὶ ἁφῆς λόγῳ, ἔστιν οὖν καὶ ἐν τούτοις μεταξύ τι, ἀλλ’ οὐκ ἀλλότριον, ὥσπερ ἐπὶ τῶν τριῶν αἰσθήσεων. ἐπὶ μὲν γὰρ ἐκείνων διττὸν ἦν τὸ μεταξύ, τὸ μὲν ἀλλότριον τὸ δὲ ἴδιον, ἀλλότριον μὲν ἀὴρ καὶ ὕδωρ, ἴδιον δὲ καὶ συμφυὲς ἐπὶ μὲν γὰρ] τῶν ὀφθαλμῶν τὰ ὑγρὰ καὶ οἱ χιτῶνες, ἐπὶ δὲ ἀκοῆς ὁ ἐγκατῳκοδομημένος ἀήρ, ἐπὶ δὲ ὀσφρήσεως ἤτοι τοῖς μυκτῆρσιν ἢ <ὁ> περὶ ἰσθμοειδῆ ὀστᾶ συμπεφυκὼς ἀὴρ ἢ τοιοῦτό τι ἕτερον· ἀνάλογον γὰρ ἔχει ταῖς ἄλλαις· ἐπὶ μέντοι ἁφῆς καὶ γεύσεως ἀλλότριον μὲν οὐδέν ἐστι μεταξὺ δι’ οὗ αἰσθάνονται, μόνον δὲ ἴδιον· τὴν γὰρ σάρκα βούλεται εἶναι τὸ μεταξύ, ἄλλο δέ τι τὸ αἰσθανόμενον, ὡς ἐκεῖ ἀκριβέστερον εἰσόμεθα. ὥσπερ δὲ ταῖς τρισὶ τὸ διαφανές τε καὶ διηχὲς καὶ δίοσμον ὑπόκειται, δι’ ὧν τὰ χρώματα οἱ ψόφοι τε καὶ αἱ ὀσμαὶ εἰς τὰς αἰσθήσεις διαβιβάζονται οὕτω καὶ τοῖς χυμοῖς τὸ ὑγρὸν ὑπόκειται. ἀλλ’ ἐκείνοις μὲν οὐχ ὕλη γίνεται τὸ διαφανὲς ἢ διηχὲς ἢ δίοσμον, ἀλλὰ μόνον ἀπαθῶς τὰς ἐνεργείας αὐτῶν ἀπαγγέλλει· τοῖς δὲ χυμοῖς τὸ ὑγρὸν ὡς ὕλη ὑπόκειται, καὶ πάσχον ὑπ’ αὐτῶν καὶ ποιούμενον οὕτω τῇ θίξει τῆ πρὸς τὸ αἰσθητήριον τὴν ἀντίληψιν αὐτῶν παρέχει. p. 422a10 Καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕλῃ. Ὃτι ἁφή τις ἡ γεῦσις καὶ διὰ τοῦτο οὐ δεῖται τοῦ μεταξύ, διὰ τούτων κατασκευάζει. τὸ γὰρ σῶμα, φησίν, ἐν ᾧ ὡς ἐν ὕλῃ τὸ εἶναι ἔχει ὁ χυμός, ὅσπερ ἐστὶ γευστόν, ὑγρόν ἐστιν· ἐρεῖ γὰρ ἐν τοῖς ἐφεξῆς ὑποκείμενον εἶναι τοῖς χυμοῖς τὸ ὑγρόν. ὥστε εἰ τὸ μὲν γευστόν, ὁ χυμός, ἐν ὑγρῷ τὸ εἶναι ἔχει, τὸ δὲ ὑγρὸν ἁπτόν ἁφὴ γὰρ ὑγροῦ ἀντιληπτική), τὸ γευστὸν ἄρα ἁπτόν. ὁ μὲν γὰρ χυμὸς αὐτὸς καθ’ αὑτὸν ἀσώματος, ὥσπερ καὶ τὸ χρῶμα καὶ αἱ ἄλλαι ποιότητες, ἐν σώματι μέντοι ὑγρῷ τὸ εἶναι ἔχει. ὥστε εἰ τὸ ὑγρὸν ὑποκείμενον τῷ χυμῷ, τοῦτο δὲ ἁπτόν, εἰκότως ἄρα οὐ δεῖται τοῦ μεταξὺ ἡ γεῦσις· δεῖ γὰρ τὸν ἀντιληψόμενον τοῦ χυμοῦ ἅψασθαι τοῦ σώματος, ἐν ᾧ τὸ εἶναι ἔχει, λέγω δὴ τοῦ ὑγροῦ. p. 422a11 Διὸ κἄν εἰ ἐν ὕδατι ἦμεν, ᾐσθανόμεθα ἄν τοῦ γλυκέος. Ὃτι τὸ ὑγρὸν ὕλη χυμῶν καὶ ὅτι οὐ δεόμεθα τοῦ μεταξὺ εἰς ἀντίληψιν τῶν χυμῶν, διὰ τοιούτων κατασκευάζει. εἰ γὰρ ἦμεν ἐν ὕδατι, ἐμβληθέντος ἐν αὐτῷ γλυκέος τινὸς ᾐσθανόμεθα ἂν αὐτοῦ, οὐχ οὕτω δὲ ὥσπερ καὶ τὰ χρώματα ὁρῶμεν δι’ ὕδατος, οὐδ’ ὥσπερ τὰ δι’ ὕδατος ὀσφραινόμενα· ἐπ’ ἐκείνων μὲν γὰρ καὶ μὴ ὄντων ἐν τῷ ὕδατι τῶν χρωμάτων, μηδὲ ὧν ἡ ὄσφρησις ἡ ἀντίληψις αὐτῶν γίνεται, ἐνταῦθα δὲ ἐν αὐτῷ τῷ ὕδατι δεῖ ἐμβληθῆναι τὸ γλυκὺ καὶ ὡς ὕλην τὸ ὕδωρ δέξασθαι τὴν γλυκύτητα καὶ εἰδοποιηθῆναι ὑπ’ αὐτῆς καὶ αὐτὸ γλυκὺ γενέσθαι. διόπερ ἐν τῷ μελικράτῳ κινήσεως δεῖ, ἵνα κατακερματισθῇ τὸ μέλι ἐν τῷ ὕδατι, ὥστε αὐτὴν τὴν οὐσίαν τοῦ μέλιτος ἐμμιχθῆναι τῷ ὕδατι. ἐκεῖ δὲ οὐχ οὕτως· οὐ γὰρ ἐμμίγνυνται τὰ χρώματα τῷ ὕδατι οὐδὲ τὰ ὀσφραντὰ οὐδὲ τὰ ψοφητικά. διὸ ἐνταῦθα μὲν γευόμενοι τοὐ ὕδατος τοῦ γλυκέος ἀντιλαμβανόμενθα, ἐκεῖ δὲ δι’ αὐτοῦ καὶ οὐκ αὐτοῦ ἁπτόμενοι. λέγει δὲ φέρεσθαι καὶ ἄλλην γραφὴν ὁ Ἀλέξανδρος, καὶ τὸ σῶμα ἐν ᾧ ὁ χυμός, τὸ γευστόν, ἐν ὑγρῷ ὡς ὕδατι· σημαίνειν δέ φησι τὴν γραφὴν ταύτην ὅτι ὁ χυμὸς ἐν τοιούτῳ ἐστὶν ὑγρῷ, ὁποῖόν ἐστι τὸ ὕδωρ· οὐ γὰρ δοκεῖ ὁ ἀὴρ χυμῶν εἶναι δεκτικός, καίτοι ὑγρὸς ὤν, εἰ μὴ πάνυ δραστήριος ᾖ ὁ χυμός. παρόντος γὰρ πολλάκις ἀψινθίου συναισθανόμεθα ἐν τῇ γεύσει τῆς πικρότητος, δηλονότι τοῦ ἀέρος τοῦ παρακειμένου πεποιωμένου καὶ πεπονθότος τῇ παραθέσει, ἢ οὐσίας τινὸς ἀπορρεούσης καὶ ἐγκαταμιχθείσης αὐτῷ, ὡς ἐπὶ τοῦ μέλιτος καὶ τοῦ ὕδατος διὰ τοῦτο γίνεται μάλιστα ἔτι νεοδρέπτου ὄντος καὶ μὴ κατεξηρασμένου)· πλὴν ἐπὶ τῶν γευστῶν πλείστων ποιοτήτων οὐ γίνεται αὐτῶν δεκτικὸς ὁ ἀήρ. ἔστι δὲ τὸ ὕδωρ ἢ καὶ παντελῶς ἄχυμον τῇ αὐτοῦ φύσει, ὡς τοῖς ἰατροῖς δοκεῖ, ἢ ἐγγὺς ἄχυμον· αἰσθανόμεθα γὰρ γλυκέος καὶ ἁλμυροῦ ὕδατος, εἰ καὶ προσγεγενῆσθαι αὐτῷ φασι τὰς τοιαύτας ποιότητας. διόπερ τὰ λεπτομερέστερα τῶν ὑδάτων ἀποιότερά ἐστι. σημεῖον δὲ ὅτι τὸ διηθούμενον ὕδωρ καὶ ἐξατμιζόμενον καὶ πολλάκις τούτων τι ὑπομένον ἐγγὺς ἄποιον γίνεται. εἰ δὲ τὸ διηθεῖν καὶ ἐξατμίζειν χωρίζειν ἐστὶ τοῦ παχυμερεστέρου τε καὶ γεώδους, δῆλον ὅτι αὐτὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιόν ἐστιν, εἴ γε τῇ μίξει τοῦ γεώδους ἔγχυμον γίνεται· πλὴν ἢ παντελῶς ἐστιν ἄχυμον καθ’ αὑτὸ ἢ ἐγγύς. ἔχει μέντοι δύναμιν πάντων τῶν χυμῶν δεκτικήν, διὸ καὶ ἀπολαύει παντὸς χυμοῦ, ἂν πλησιάσῃ αὐτῷ, καὶ ὕλη αὐτοῦ γίνεται. ἐν ὑγρῷ οὖν ὁ χυμὸς ὡς ἐν ὕδατι· οὐ γὰρ τῷ ὡς ἐν ἀέρι ὑγρῷ· οὐ γὰρ γευστὸν ὁ ἀὴρ οὐδὲ ὕλη χυμῶν. τὸ δὲ καθάπερ ἐπὶ τοῦ ποτοὖ, παράδειγμά ἐστι, πῶς ἂν ἐν ὕδατι ὄντες ᾐσθανόμεθα τοῦ γλυκέος, ὅτι τῷ γεύεσθαι, καθάπερ ἐπὶ τοῦ ποτοῦ, καὶ οὐχ ὡς διά τινος μεταξύ. p. 422a14 Τὸ δὲ χρῶμα οὐχ οὕτως ὁρᾶται τῷ μίγνυσθαι, οὐδὲ ταῖς ἀπορροίαις. Tοῦ μὲν γὰρ χυμοῦ αἰσθανόμεθα ἐν τῷ ὕδατι ὄντες τῷ ἐμμίγνυσθαι ἐν αὐτῷ τὸ γλυκὺ σῶμα· διό, ὡς εἶπον, καὶ κινήσεως δεῖ. οὐχ οὕτως δὲ τὰ χρώματα ὁρῶμεν δι’ ἀέρος ἢ δι’ ὕδατος· οὐ γὰρ ἐμμίγνυνται τὰ χρῶ· μάτα τῷ διαφανεῖ. οὐδὲ γὰρ ὕλη αὐτῶν γίνεται τὸ διαφανές, ὡς τῶν χυμῶν τὸ ὑγρόν, οὐδὲ | κεχρωσμένον τὸ διαφανὲς τῇ ὄψει ὑποπίπτει, ἀλλὰ δι’ αὐτοῦ τὰ χρώματα ὁρᾶται. ἀλλ’ οὐδ’ οὕτως ὁρατὰ τὰ χρώματα ὡς ἀπορροίας πέμποντα ἐπὶ τὴν ὄψιν· δείξει γὰρ τοῦτο ἐν τῷ Περὶ αἰσθήσεων καὶ αἰσθητῶν. εἰ γὰρ ἦν τὸ ὁρᾶν κατὰ ἀπόρροιαν τὴν ἀπὸ τῶν χρωμάτων, σῶμα ἄν ἦν ἡ ἀπόρροια· σῶμα δ’ οὖσαν αὐτὴν εὔλογον ἦν ὑπομένειν καὶ ὀλίγον παρενεχθέντων τῶν ἀφ’ ὧν ἀπορρεῖ. ἔτι εἰ ἀπόρροια ἦν, διὰ τί οὐ σκίδναται ὑπὸ τῶν ἀνέμων; οὔτε οὖν ὡς μιγνυμένου τοῦ χρώματος τῷ διαφανεῖ τὸ ὁρᾶν γίνεται οὔτε κτὰ ἀπόρροιαν, ἀλλ’ ὡς διὰ μέσου τοῦ διαφανοῦς· οὐ γὰρ ὕλη γίνεται τῷ χρώματι οὐδὲ χρώννυται ὑπ’ αὐτοῦ. ὥστε οὐχ ὁμοίως τῆς τε γεύσεως ἐν ὕδατι ὄντες καὶ τῶν χρωμάτων αἰσθανόμεθα. ὡς μὲν οὖν τὸ μεταξὺ οὐδέν ἐστιν· ὡς δὲ χρῶμα τὸ ὁρατόν, οὕτως τὸ γευστὸν ὁ χυμός. εἰπὼν τὴν διαφορὰν τῆς γεύσεως πρὸς τὰς ἄλλας αἰσθήσεις, νῦν λέγει τὴν κοινωνίαν τῆς γεύσεως πρὸς πάσας ἁπλῶς τὰς ἄλλας αἰσθήσεις. ἡ τοίνυν γεῦσις, φησί, κατὰ μὲν τὸ μὴ διά τινος μεταξὺ ἀλλοτρίου ποιεῖσθαι τὴν ἀντίληψιν τῶν ὑποκειμένων αὐτῇ αἰσθητῶν οὐδὲν ἔχει κοινὸν πρὸς τὰς προειλημμένας τρεῖς· τῇ γὰρ ἁφῇ κοινωνεῖ κατὰ τοῦτο· ἔχει δέ τι κοινὸν πρός τε ὄψιν καὶ ἀκοήν. ὥσπερ γὰρ ἑκατέρα τούτων τὰ ὑποκείμενα αὐτῇ ἔχει ἑνὶ ὀνόματι προσαγορευόμενα, ἡ μὲν ὄψις τὰ χρώματα, ἡ δὲ ἀκοὴ τοὺς ψόφους, οὕτω καὶ ἡ γεῦσις ὑποκείμενα ἑαυτῇ τοὺς χυμοὺς ἔχει. ἡ μέντοι ὄσφρησις οὐκ ἔχει κοινῷ ὀνόματι τὰ ὑποκείμενα αὐτῇ προσαγορευόμενα. εἰ γάρ τις εἴποι ὀσφραντά, παρωνύμως ἐκ τῆς αἰσθήσεως αὐτὰ ὀνομάζει, ὥσπερ καὶ ὁρατὰ καὶ ἀκουστὰ καὶ γευστά. τούτου δ’ αἴτιον, ἐπειδὴ οὐδὲ ἀκριβῆ τὴν ὄσφρησιν ἔχομεν οἱ ἄνθρωποι. ἡττώμεθα γὰρ τοῖς ἄλλοις ζῴοις κατὰ ταύτην· ἀκριβεστέραν γὰρ ἡμῶν αὐτὴν ἔχουσιν, ὥσπερ ἡμεῖς τὴν ἁφὴν ἔχομεν τῶν ἄλλων ἀκριβεστέραν. διόπερ οὑδὲ † κατ’ εἶδος καὶ τὰ μεταξὺ ὁμοίως ὀξύν τε φθόγγον καὶ βαρύν, καὶ τὸ μαλακὸν καὶ τὸ σκληρόν, τὸ βαρὺ καὶ τὸ κοῦφον, ὑγρὸν καὶ ξηρόν, θερμὸν καὶ ψυχρόν, καὶ λέγομεν ὅτι] εἰ τύχοι, ὅτι ψιμύθιον καὶ γάλα καὶ κύκνος ἓν ἔχει καὶ] χρῶμα τὸ λευκόν, ὕδωρ δὲ καὶ ἀὴρ καὶ γάλα καὶ οἶνος ὑγρᾶς μετέχει ποιότητος, οὕτω καὶ ἐπὶ τῆς ὀσφρήσεως κατ’ εἶδος τὰ ὀσφραντὰ δυνάμεθα διακρῖναι, ἀλλὰ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ μόνον αὐτὰ διακρίνομεν. οὐ γὰρ ἴσμεν τήνδε τὴν ὀσμήν, ποίου ἐστὶν εἴδους τῶν ὀσφραντῶν. τί μὲν γάρ ἐστι τὸ ἐξ οὗ ἡ ὀσμή, πολλάκις γινώσκομεν, αὐτὴν μέντοι τὴν ὀσμὴν ποίου ἐστὶν εἲδους τῶν ὀσφραντῶν, διακρῖναι οὐ δυνάμεθα. p. 422a17 οὐδὲν δὲ ποιεῖ χυμοῦ αἴσθησιν ἄνευ ὑγρότητος, ἔχει ἐνεργείᾳ ἢ δυνάμει ὑγρότητα. Εἰπὼν ὅτι πᾶς χυμὸς ἐν ὑγρῷ ὡς ὕλῃ ἐστίν, νῦν δείκνυσι καὶ τὰ δοκοῦντα ξηρὰ εἶναι χυμοῦ μετέχοντα τῷ ἔχειν δυνάμει ὑγρότητα. οὕτω τὸν χυμὸν ἔχει, οἷοί εἰσιν οἱ ἅλες· καὶ γὰρ οὗτοι, ὅταν ἡ γεῦσις αὐτῶν ἀντιλαμβάνηται, αὐτοί τε τήκονται ὡς ὄντες δυνάμει ὑγροί, καὶ προσέτι τῆς γλώττης συντηκτικοί εἰσιν ἐξικμάζοντες τὴν ὑγρότητα ἐξ αὐτῆς καὶ ταύτῃ ὑγραίνοντες αὐτήν. καὶ εἴ τι δὲ τῶν ἄλλων ξηρῶν γευστὸν ᾗ, οἷον ἄρτος καὶ τὰ ὅμοια, οὐχ ᾗ ξηρός ἐστιν, ταύτῃ γευστός, ἀλλ’ ἡ μετέχει ὑγρότητος. ἀμέλει τὰ ὑπερκαιόμενα ἢ ἐγγὺς ἢ καὶ παντελῶς ἄγευστα γίνεται, κατὰ μόνην λοιπὸν τὴν ἁπτικὴν αἴσθησιν ἐνεργοῦντα. εἰ δὲ μετὰ ὑγρότητος ἡ τῶν χυμῶν γίνεται αἴσθησις, εἰκότως ἁφήν τινα εἶπεν τὴν γεῦσιν. εἰ γὰρ ἐν ὐγρᾷ μὲν ἦν, μὴ μέντοι σὺν αὐτῷ ἡ ἀντίληψις αὐτοῦ ἐγίνετο, οὐκ ἄν ἦν ἁπτός· οὐδὲ γὰρ τὸ χρῶμα ἁπτόν, ἐπεὶ ἐν ἁπτῷ τὸ εἶναι ἔχει, διότι οὐ μετ’ αὐτοῦ τοῦ χρώματος ἡ ἀντίληψις. οὐ δοκεῖ δ’ ἀληθὲς εἶναι τὸ ἰδίως τοῖς χυμοῖς ἀφωρίσθαι τὸ ὑγρόν. τί γὰρ μᾶλλον τὸ ὑγρὸν ἢ τὸ ξηρόν; πέπερι γὰρ καὶ βῶλος ἡ Ἀρμένια, καὶ ἔτι λίθος καὶ μυρία ἄλλα ξηρὰ ὄντα φύσει, καὶ μήτε ἐνεργείᾳ μήτε δυνάμει ὑγρότητος μετέχοντα χυμοῦ μετέχει. ἄλλως τε οἱ μὲν ἐν ὑγρῷ χυμοὶ ὀλίγοι τέ εἰσι καὶ εὐπεριόριστοι, οἱ δὲ ἐν ξηροῖς πλείονες· πλείονα γὰρ τὰ βρώματα τῶν ποτῶν. ἄλλως τε καὶ αὐτὸς ἐν τοῖς Μετεώροις ἔδειξεν ὅτι αἱ διάφοροι ἐν τοῖς ὕδασι ποιότητες, οἷον τὰ νιτρώδη καὶ ἀσφαλτώδη καὶ πικρὰ καὶ ἁλμυρά, ἐκ τῆς ὑποκειμένης αὐτοῖς γῆς ἐγγίνεται. καὶ ὅλως ἐδείξαμεν ὅτι τὸ ὕδωρ ὅσον ἐπὶ τῇ ἑαυτοῦ φύσει ἐγγὺς ἄποιον <ἢ> καθάπαξ ἄποιόν ἐστιν. ὥστε δόξει μᾶλλον ἐν τῷ ξηρῷ τὴν σύστασιν ἔχειν ὁ χυμὸς τῇ γῇ, ἐπεὶ καὶ τὸ ὕδωρ ἁπλοῦν ὂν καὶ ἐγγινόμενον εἰπεῖν πρὸς ταῦτα, ὅτι κατὰ ἀλήθειαν μὲν οὐδὲν τῶν ἁπλῶν ἔστιν ἰδεῖν ἔγχυμον. οὔτε γὰρ πῦρ οὔτε ἀὴρ οὔτε ὕδωρ, ἀλλ’ οὐδὲ γῆ· καὶ γάρ, ὅπερ εἶπον, τὰ πάνυ ὑπερκεκαυμένα σχεδὸν ἄχυμα γίνεται. ὥσπερ γὰρ καὶ τὰ διάφορα γίνεται χρώματα παρὰ τὴν ποιὰν τῶν ἁπλῶν σύγκρασιν, οὕτως ὑπονοητέον καὶ τοὺς χυμοὺς γίνεσθαι. ὅτι γὰρ οὐδ’ ἐν τῇ γῇ εἰσιν ἐνεργείᾳ. δῆλον ἐξ ὧν οὐδὲ συναίσθησιν αὐτῶν λαμβάνομεν. ἔπειτα δὲ ὁρῶμεν ὅτι ἐν αὐτοῖς τοῖς φυτοῖς ὄντες οἱ χυμοὶ πεττόμενοι εἰς ἑτέραν μεταβάλλονται ἰδέαν· πολλάκις γὰρ πικρὸς πρῶτόν ἐστιν, εἶτα ὀξώδης, εἶτα γλυκύς, καὶ ἀνάπαλιν γλυκύς, εἶτα ὀξώδης, δῆλον ὅτι οὔκ εἰσιν ἐν τοῖς ἁπλοῖς, ἀλλὰ ἐν τοῖς συνθέτοις γίνεται. διὰ τί οὖν τὸ ὑγρὸν μᾶλλον ἀφώρισεν αὐτοῖς ὁ Ἀριστοτέλης ἤπερ τὸ ξηρόν; λέγω οὖν ὅτι συνεῖδεν ὡς τὸ μὲν ὑγρὸν πάντα χυμὸν δέξασθαι οἷόν τέ ἐστιν· ὅτι γὰρ οὖν τῶν ξηρῶν ἐμμιχθὲν τῷ ὕδατι ποιῶσαι αὐτὸ δύναται, εἰ καὶ μόνον ἀποβρέξει τις εἰς ὕδωρ, καὶ μὴ λεπτύνας ἐγκαταμίξῃ· τοῦτο δὲ ἐν τῷ ξηρῷ γίνεσθαι οὐ δυνατόν. οὔτε γὰρ παντὶ ξηρῷ δυνατὸν πάντα | χυμὸν δέξασθαι οὔτε ὅλως τινὶ πάντα, καὶ χυμὸν οὐ μόνον τὸν ἐν ὑγροῖς, ἀλλὰ πολλῷ μᾶλλον τὸν ἐν ξηροῖς. ἐν μέντοι τῷ ὑγρῷ καὶ τῷ τυχόντι καὶ τὸν ἐν ξηροῖς καὶ τὸν ἐν ὑγροῖς ἐγκαταμῖξαι χυμὸν ἐνδέχεται διὰ τοῦτο οὖν, ὡς ἔοικεν, μᾶλλον ὑποκεῖσθαί φησι τοῖς χυμοῖς τὸ ὑγρόν. p. 422a20 Ὣσπερ δὲ καὶ ἡ ὄψις ἐστὶ τοῦ τε ὁρατοῦ καὶ ἀοράτου. Εἶπον ἤδη ὅτι εἰπὼν τί διαφέρει ἡ γεῦσις τῶν ἂλλων αἰσθήσεων, βούλεται εἰπεῖν καὶ τί κοινὸν ἔχει πρὸς αὐτάς. εἰπὼν οὖν, τί κοινὸν ἔχει ἰδίᾳ πρός τε τὴν ὄψιν καὶ τὴν ἀκοήν, νῦν λέγει τί κοινὸν ἔχει πρὸς πάσας τὰς αἰσθήσεις. ὥσπερ γὰρ αἱ ἄλλαι ἀντιλαμβάνονται τῶν τε οἰκείων αἰσθητῶν καὶ τῶν στερήσεων τούτων, καὶ ἔτι τῶν ὑπερβολῶν τῶν αἰσθητῶν ἐνδειῶν, οὕτω καὶ ἡ γεῦσις. οἷον ἡ ὄψις ἀντιλαμβάνεται, φησι, τοῦ τε ὁρατοῦ καὶ τοῦ ἀοράτου, ὁρατοῦ μὲν τῶν χρωμάτων, ἀοράτου δὲ ἢ τοῦ κτὰ στέρησιν ἀοράτου, ὡς τοῦ σκότους ἑκάστη γὰρ αἴσθησις καθ’ αὑτὸ μὲν ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητῶν, κατὰ συμβεβηκὸς δὲ καὶ τῶν στερήσεων, ὥσπερ καὶ ἡ ὄψις τοῦ σκότους· τῷ γὰρ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν κατὰ συμβεβηκὸς ἀντιλαμβάνεσθαι λέγεται τοῦ σκότους)· ἀντὶ. λαμβάνεται οὖν καὶ τοῦ κτὰ στέρησιν ἀοράτου, καὶ τοῦ καθ’ αὑτὸ μὲν ὁρατοῦ, δι’ ὑπερβολὴν δὲ φθείροντος τὴν αἴσθησιν καἰ ταύτῃ ἀοράτου λεγομένου τὸ γὰρ λαμπρὸν ὁρατὸν ὂν ὅταν ᾖ μεθ’ ὑπερβολῆς, φθείρει τὴν αἴσθησιν) καὶ τοῦ λίαν ἀμυδροῦ καὶ ἐγγίζοντος τῇ στερήσει, οἷον λέγομεν εἶναι τὸ λυκόφως· ἐγγὺς γὰρ καὶ τοῦτο ἐλέγετο εἶναι ἀόρατον τῷ μὴ δύναι κινεῖν ἀκριβῶς τὴν αἴσθησιν. ὥσπερ οὖν ἐπὶ τῆς ὄψεως ἔχει, οὕτω καὶ ἐπὶ τῆς ἀκοῆς· ἔστι γὰρ ἀκουστὸν μὲν αὐτοὶ οἱ ψόφοι, ἀνήκουστον δὲ τὸ κατὰ στέρησιν, ὡς ἡ σιγὴ κατὰ συμβεβηκὸς λεγομένη αἰσθητή, ἢ ὁ ὑπερβάλλων ψόφος φθείρει γὰρ καὶ οὗτος τὴν αἴσθησιν, ὡς ἐπὶ τῶν ἐμβροντήτων), ἢ ὁ ἀμυδρός, ὡς ὁ ψιθυρισμός. ὥσπερ οὖν ἐπὶ τούτων ἔχει καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὁμοίως δὲ καὶ ἐπὶ γεύσεως· ἡ γὰρ αὐτὴ ἐπὶ πασῶν ἀναλογία φυλάττεται. p. 422a26 Ἀνόρατον δὲ τὸ μὲν ὅλως λέγεται, ὥσπερ καὶ ἄλλων τὸ ἀδύνατον, τὸ δὲ ἐὰν πεφυκὸς μὴ ἔχῃ ἢ φαύλως, ὥσπερ τὸ ἄπουν καὶ ἀπύρηνον. Ἐπειδὴ εἶπεν τὴν ὄψιν ἀντιληπτικὴν εἶναι τοῦ ὁρατοῦ καὶ ἀοράτου, πολλαχῶς δὲ τὸ ἀόρατον, διαιρεῖ τὰ τοῦ ἀοράτου σημαινόμενα. λέγεται γάρ, φησίν, ἀόρατον ἢ τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, ὡς λέγονται εἶναι καὶ τὰ ἀσώματα τὰ μετὰ τὸ χρῶμα ἀόρατα οὕτω γοῦν καὶ ἡ φωνὴ ἀόρατος καὶ ἡ ὀσμή, καὶ ἁπλῶς τὰ ταῖς ἄλλαις αἰσθήσεσιν ὑποπίπτοντα) ἢ τὸ πεφυκὸς μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ, ὅπερ ἐστὶ τὸ ἐν στερήσει, ὡς τὸ δυνάμει διαφανὲς φωτὸς μὴ παρόντος, ἢ τὸ οὕτω λεγόμενον ἀόρατον ὡς φαύλως ὁρατόν τοιοῦτον δέ ἐστιν ἢ τὸ δι’ ὑπερβολὴν λαμπρότητος φθαρτικὸν τῆς ὄψεως ἢ τὸ δι’ ἀμυδρότητα μὴ ποιοῦν εἰς τὴν αἴσθησιν. ἀντιλαμβάνεται οὖν τοῦ ἀοράτου ἡ ὄψις ὅτι ἀόρατον, οὐ τοῦ μὴ πεφυκότος ὁρᾶσθαι, οἷον τῶν ψόφων καὶ τῶν αἰσθητῶν ταῖς ἄλλαις αἰσθήσεσι ταῦτα γὰρ ὅτι μὴ ὁρατά, ὁ λόγος ἐστὶν ὁ κρίνων δι’ ὀργάνου τῆς αἰσθήσεως, οὐ μέντοι ἡ αἴσθησις), τοῦ μέντοι κατὰ στέρησιν ἀοράτου ἡ αἴσθησίς ἐστιν ἀντιληπτικὴ καὶ τῶν λοιπῶν· κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖς ὄψεσιν ὅτι σκότος κατὰ συμβεβηκὸς τῷ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰς τοὺς φωλεοὺς ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ στέρησιν ἀόρατον ἡ φαντασία ἐστὶν ἡ κρίνουσα, καὶ οὐχ ἡ ὄψις, εἴ γε αἱ μὲν αἰσθήσεις ἐν τῷ πάσχειν τι τὴν κρίσιν ἔχουσι, μὴ πάσχουσαι δὲ ἐν τῷ σκότῳ ἀνενέργητοί εἰσιν διὸ κτὰ τὴν ἕξιν μόνην θεωροῦνται), μὴ ἐνεργοῦσαι δὲ πῶς ἄν κρίνοιεν; ἄπουν δὲ καὶ ἀπύρηνον, οὐ τὸ πάντῃ μὴ ἔχον πόδας, ἀλλὰ τὸ μικροὺς καὶ φαύλους· καὶ γὰρ ἀπυρήνους ἐλαίας λέγομεν οὐ τὰς μὴ ἐχούσας πυρῆνας, ἀλλὰ μιμὰς ἐχούσας· οὕτω καὶ ἄποδά φαμεν ζῷα οὐ τὰ μὴ ἔχοντα πόδας, ἀλλὰ τὰ μικροὺς ἔχοντα. ἔστι δὲ πτηνόν τι τοιοῦτον ἐοικὸς χελιδόνι καθ’ ἑσπέραν ἱπτάμενον, ὃ καλεῖται νυκτερίς. ταῦτα εἰπὼν λέγει <ὅτι> καὶ ἡ γεῦσις ἀντιλαμβάνεται τοὐ γευστοῦ καὶ ἀγεύστου, οὐ ἀδυνάτου χυμὸν δέξασθαι οὕτω γὰρ ἄν ἦν καὶ χρώματος καὶ ψόφου κριτική) ἀλλὰ τῶν τε] δυνατῶν δέξασθαι, μὴ δεδεγμένων δέ, ἢ τῶν φαύλως δεδεγμένων ἢ δι’ ὑπερβολὴν ἢ δι’ ἔνδειαν. p. 422a31 Δοκεῖ δὲ εἶναι ἀρχὴ τὸ ποτὸν καὶ τὸ ἄποτον· γάρ τις ἀμφότερα. Ἐπεδὴ γὰρ εῖπεν ὅτι πᾶς χυμὸς ἐν ὑγρῷ (καὶ γὰρ τὰ ξηρὰ ἔφη, ᾗ μετέχει ὑγροῦ, ταύτῃ γευστὰ εἶναι) τὸ δὲ ὑγρὸν μάλιστα καὶ πρώτως ποτόν, εἰκότως ἀρχὴ τοῦ γευστοῦ τὸ ποτόν, ἀρχὴ δὲ δῆλον <ὅτι> ἀλλὰ καὶ τοῦ ἀγεύστου τὸ ἄποτον ὑγρὸν ἀρχή, ἄποτον γενὁμνον διὰ τὴν ἐπιμιξίαν τοῦ ἀπότου χυμοῦ, ὥσπερ καὶ τὸ ποτὸν πότιμον γέγονε διὰ τὴν ἐπιμιξίαν τοῦ χρηστοῦ χυμοῦ. τὸ δὲ γεῦσις γάρ τις ἀμφότερα ἀντὶ τοῦ γευστά. πῶς δὲ τὸ ἄποτον γευστόν, αὐτὸς ἐπήγαγεν, ὅτι οὐχ ὡς τελειωτικὸν ἀλλ’ ὡς φθαρτικὸν τῆς γεύσεως διὰ μοχθηρίαν χυμοῦ. ἢ οὖν οὕτως ἀκουσόμεθα ἀρχὴν εἶναι τῶν γευστῶν τὸ ποτὸν καὶ τὸ ἄποτον, ἢ ἀρχαὶ | τῶν γευστῶν τὸ ποτὸν καὶ τὸ ἄποτον ὡς εἰς ταῦτα πρώτως διαιρουμένων τῶν γευστῶν, τούτων δὲ πάλιν ὑποδιαιρουμένων εἰς τὰ κατ’ εἴδη γευστα. πάλιν δὲ τὸ μὲν ποτὸν γευστὸν ὡς σωστικὸν καὶ τοῦ κατὰ φύσιν γευστικοῦ, τὸ δ’ ἄποτον ὡς παρὰ φύσιν καὶ φθαρτικόν. p. 422a33 ἔστι δὲ κοινὸν ἁφῆς καὶ γεύσεως τὸ ποτόν. Ἐπεὶ τὸ ποτὸν ὑγρόν, τὸ δὲ ὑγρὸν τῆ ἁφῇ ἀντιληπτόν, ὡς μὲν οὖν ὑγρὸν ἁπτόν, ὡς δὲ τοιόνδε χυμὸν ἔχον γευστόν. διὰ τοῦτο οὖν κοινὸν ἁφῆς καὶ γεύσεως, τῆς μὲν ἁφῆς ὡς ἲδιον αὐτῆς αἰσθητόν, τῆς δὲ γεύσεως <ὡς> ὕλη καὶ ὄχημα τῶν p. 422a34 ἐπεὶ δὲ ὑγρὸν τὸ γευστόν, ἀνάγκη τὸ αἰσθητήριον αὐτοῦ μήτε ὑγρὸν εἶναι ἐντελεχεία μήτε ἀδύνατον ὑγραίνεσθαι. Ἐπεὶ δυνάμει ἐστὶ τὸ αἰσθητήριον οἷον τὸ αἰσθητὸν κατ’ ἐνέργειαν, ἔστι δὲ τὸ γευστὸν ὑγρόν, δεήσει τὴν γευστικὴν αἴσθησιν δυνάμει ὑγρὰν εἶναι, οὐκ ἐνεργείᾳ, ἵνα τῆς ὑγρότητος ἐν ᾧ ὁ χυμὸς αντιλαμβανομένη κἀκείνῳ ὁμοιουμένη γίνηται ἐνεργείᾳ ὑγρά. εἰ γὰρ ἦν ἐνεργείᾳ ὑγρά, οὐκέτ’ ἂν ὑπὸ τῆς ἐν τοῖς χυμοῖς ὑγρότητος ἔπασχε φθάσασα εἶναι τοιαύτη· οὕτω δ’ ἄν οὐδὲ ἀντελαμβάνετο τῶν χυμῶν παραμιγνῦσα τὴν οἰκείαν ὑγρότητα καὶ ἐξίτηλον ποιοῦσα τοῦ χυμοῦ τὴν δύναμιν. ἔτι δὲ καὶ τῷ ἐν αὐτῇ χυμῷ τῷ ἐν τῷ οἰκείῳ ὑγρῷ ἐπιθολοῦσα τὸν προσφερόμενον οὐκ <ἄν> αὐτοῦ· τοὐ γὰρ ἐγγυτέρου καὶ πρώτου τὸ ἁπτόμενον ἅπτεται, ὥστε τῆς οἰκείας ὑγρότητος ᾐσθάνετο ἄν, ἐπειδὴ καὶ πρώτης ἥπτετο. ὡς οὖν ἐπὶ τῶν ἄλλων αἰσθητῶν τε καὶ αἰσθήσεων ἔχει δυνάμει γὰρ ἦν ἕκαστον αἰσθητήριον τοιοῦτον, οἷον ἦν ἐνεργείᾳ τὸ οἰκεῖον αἰσθητὸν αὐτοῦ), οὕτω καὶ ἐπὶ τῆς γεύσεως ἔχει. ἀνάγκη ἄρα ὑγρανθῆναι τὸ δυνάμενον μἑν ὑγραίνεσθαι σώζομεν ὂν, μὴ ὑγρὸν δέ, τὸ γευστικὸν αἰσθη- τήριον. εἰ γὰρ πάσχει ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ, ὑγρὸν δὲ τὸ γευστόν, ἀνάγκη ἄρα τὸ γευστικὸν αἰσθητήριον οὕτω πεφυκέναι ὑγραίνεσθαι, ὥστε φυλάττειν καὶ ἐν τῇ ὑγρότητι τὴν οἰκείαν φύσιν· οὐ γὰρ φθαρτική ἐστιν ἡ ἐγγινομένη ὑγρότης τῷ αἰσθητηρίῳ, τοὐναντίον δὲ σωστικὴ καὶ τελειωτική. ὅτι δὲ οὐ πάντως ὑπὸ τῶν χυμῶν ὑγραίνεται τὸ γευστικὸν αἰσθητήριον, ἡ γλῶττα, ἀλλ’ ὑπ’ ἐνίων καὶ ξηροτέρα γίνεται, εἶπον ἤδη ἐν τοῖς ἔμπροσθεν· οὔτε γοῦν πέπερι οὔτε ταρίχη οὔτε ἄρτος ξηρὸς οὔτε ἄλλα μυρία τοιαῦτα ὑγραίνει τὴν γλῶτταν, καίτοι γευστὰ ὄντα, ξηραίνει δὲ μᾶλλον οὐχ ὡς ἔγχυμα, ἀλλὰ διά τινα ἁπτὴν ποιότητα, οἷον ξηρότητα ἢ θερμότητα. οὐδὲ γὰρ ὁ ξηρὸς ἄρτος ξηραίνει, ἢ εἰ τύχοι τρωγάλια καὶ τὰ ὅμοια, ἀλλὰ τῷ ξηρὰ εἶναι ἢ θερμὰ ἐξικμάζει τὴν ἐν τῇ γλώττῃ ὑγρότητα. τὸ δὲ σωζόμενον δύναται λέγεσθαι καὶ ὡς πρὸς ἀντιδιαστολὴν ἄλλων, νίτρου καὶ τῶν ὁμοίων· ταῦτα γὰρ ὑγραίνεται οὐ σωζόμενα· τήκεται γάρ. p. 422b5 Σημεῖον δὲ τὸ μήτε κατάξηρον οὖσαν τὴν γλῶτταν αἰσθάνεσθαι μήτε λίαν ὑγράν. Σημεῖόν φησι τοῦ δεῖν τὴν γλῶτταν δυνάμει μὲν ὑγρὰν εἶναι, ἐνεργείᾳ δ’ οὔ, ὅτι ὅσοι τὴν γλῶτταν ἀμέτρως· ἢ ξηρὰν ἔχ’ οὖσιν ἢ ὑγράν, οὗτοι οὐκ ἀντιλαμβάνονται τῶν γευστῶν. εἶτα καὶ τὴν αἰτίαν τούτου προσδυνατὸν τίθησιν. αὕτη γάρ, φησίν, ἁφὴ γίνεται τοῦ πρώτου ὑγροῦ, τουτέστιν διὰ τοῦτο οὐκ ἀντιλαμβάνεται ἡ λίαν ὑγρὰ γλῶττα τῶν χυμῶν, διότι ἡ ἐν αὐτῇ ὑγρότης ἔγχυμος οὖσα καὶ πρώτη αὐτῇ προσβάλλουσα γίνεται τῆς γλώττης ἁφὴ ἑαυτῆς ἀντίληψιν αὐτῇ παρέχουσα, καὶ ταύτῃ οὐκ ἐῶσα ἀντιλαμβάνεσθαι τῆς ἔξωθεν· τοῦ γὰρ παρακειμένου καὶ πρώτου ἁπτομένου ἡ γεῦσις γίνεται. σημεῖον δὲ τούτου, φησίν, ὅτι οἱ προγευσάμενοι ἂλλου χυμοῦ καὶ μάλιστα σφοδροτέρου οὐκέτι τῶν δευτέρων ὁμοίως αἰσθάνονται· ἀλλὰ καὶ τοῖς ἰκτεριῶσι πᾶς χυμὸς δοκεῖ πικρὸς εἶναι διὰ τὸ τὴν ὑγρότητα τὴν περὶ τὴν γλῶτταν τοῦτον ἔχειν τὸν χυμόν, οὗ πρῶτον γευομένη οὐκ ἀντιλαμβάνεται τῶν προσφερομένων. ζητήσειε δ’ ἄν τις· καίτοι εἰ πικρὸς ὁ περὶ τὴν γλῶτταν χυμός, ἔδει, ὁπηνίκα προσφέρεται τὸ μέλι, ἧττον δοκεῖν πικρὸν εἶναι, ἐμμιγνυμένου τοῦ γλυκέος καὶ κολάζοντος τὴν ἀμετρίαν τοῦ πικροῦ· νῦν δ’ ὅταν προσφέρηται τὸ γλυκύ, τότε τῆς πικρίας μᾶλλον ἀντιλαμβάνεται. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ μᾶλλον τότε ἀωτιλαμβάνεται, ἀλλὰ διὰ τὸ ἠρεμεῖν πρὸ τούτου τὴν αἴσθησιν οὐκ ἀντιλαμβάνεται τοῦ περὶ αὐτὴν χυμοῦ· ἐπεὶ ἐὰν καὶ μηδενὸς προσενεχθέντος μᾶλλον αἰσθήσεται τῆς πικρότητος. ὥσπερ οὖν ὁ ὑγρὰν ἔχων τὴν γλῶτταν ἧττον αἰσθάνεται, οὕτω καὶ ὁ ἄγαν ξηράν. δεῖ γάρ, ὡς εἶπον, παθεῖν τὸ αἰσθητήριον ὑπὸ τοῦ γευστοῦ, ὑγροῦ ὄντος· τὸ δὲ ἄγαν ξηρὸν ἧττον πάσχει ὑπὸ τοῦ ὑγροῦ καὶ διὰ πλείονος χρόνου. δηλοῦσι δὲ αἱ κατεξηρασμέναι τῶν βυρσῶν ἐπὶ πολὺν χρόνον μὴ πάσχουσαι ὑπὸ τοῦ ὑγροῦ· p. 422b10 Τὸ δὲ εἴδη τῶν χυμῶν, ὥσπερ καὶ ἐπὶ τῶν ἀπλᾶ μὲν τἀναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν. Ἀπαρίθμησιν ποιεῖται τῶν εἰδῶν τῶν γευστῶν. ὥσπερ γὰρ ἐπὶ τῶν χρωμάτων τὰ μὲν ἁπλᾶ ἐστι τὰ ἐναντία, τὸ λευκὸν καὶ τὸ μέλαν οὔτε γὰρ ἐξ ἄλλων μέμικται χρωμάτων ταῦτα οὔτε ἐξ ἀλλήλων) τὰ δὲ μεταξὺ τούτων οὐκέτι ἁπλᾶ, ἀλλὰ τῇ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα ἀποτελοῦνται, καὶ ἔστιν αὐτῶν τὰ μὲν ἐγγυτέρω τοῦ λευκοῦ, ὡς τὸ ξανθόν, τὰ δὲ ἐγγυτέρω τοῦ μέλανος, ὡς τὸ κυανοῦν, τὰ δὲ λοιπὰ μεταξὺ τούτων εἰσίν, οἷον τὸ φαιόν, τὸ ἐρυθρόν, οὕτω καὶ ἐπὶ τῶν χυμῶν. καὶ γὰρ ἐπὶ τούτων ἁπλᾶ μὲν πάλιν τὰ ἐναντία, τὸ γλυκὺ καὶ τὸ πικρόν, τὰ δὲ ἄλλα μικτὰ καὶ μεταξύ. ἀλλὰ τοῦ μὲν γλυκέος ἐγγυτέρω τὸ λιπαρόν, τὸ δ’ ἁλμυρὸν τοῦ πικροῦ, τὰ δὲ λοιπὰ ἅπερ ἀπαριθμεῖται τούτων μεταξύ. οὐ πάντως δὲ τὰ μεταξὺ καὶ μικτά· τὰ μὲν γὰρ μικτὰ καὶ μεταξύ, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οἷον ἐπὶ χρωμάτων τὸ μὲν φαιὸν μικτὸν ὂν καὶ μεταξύ ἐστι, τὸ μέντοι ἐρυθρὸν ἢ πράσιον οὐ πάντως ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνονται, ἀλλὰ μεταξὺ λέγονται ὡς μηδετέρου τῶν ἄκρων μετέχοντα· οὕτω δὲ καὶ ἐπὶ χυμῶν μικτὸν μὲν τὸ ἁλμυρόν, ὡς οἱ ἅλες ἐκ γὰρ πικροῦ τοῦ θαλασσίου ὕδατος καὶ γλυκέος τὴν γένεσιν ἔχουσι), τὸ δὲ δριμὺ καὶ αὐστηρὸν καὶ ὀξὺ τῷ μηδετέρου τῶν ἄκρων μετέχειν οὕτως εἰσὶ μεταξύ· οὐ γὰρ πάντως ἐκ τῆς τῶν ἄκρων μίξεως τὴν γένεσιν ἔχουσιν. ὀκτὼ δ’ ἀπαριθμεῖται εἴδη χυμῶν, καὶ σχεδὸν ταῦτα μὲν ἅ φησιν εἶναι· εἴ τι γὰρ ἄλλο ἐστίν, ἐγγύς ἐστι τοῦ ἄχυμον εἶναι, οἷον τὸ πλαδαρὸν ἤ τι τοιοῦτον. p. 422b15 Ωστε τὸ γευστικόν ἐστι τὸ δυνάμει Εἰπὼν περὶ τῶν ἀντικειμένων τῇ γευστικῇ δυνάμει, λέγω δὴ τῶν γευστῶν, ἑξῆς λέγει καὶ περὶ τοῦ γευστικοῦ, αὐτῆς λέγω τῆς ἧς χάριν καὶ τὸν περὶ τῶν ἀντικειμένων λόγον ἐποιήσατο, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν ὥστε τὸ γευστικὸν εἶναι τὸ δυνάμει τοιοῦτον, ὥσπερ συμπεραινόμενος τὸν λόγον. τοιοῦτον οὖν ἐστιν τὸ γευστικόν, φησί, δυνάμει, οἷον τὸ γευστὸν ἐνεργείᾳ., ἡ γλυκὺ ἡ πικρὸν ἤ τι τῶν μεταξύ, ὅπερ γευστὸν ποιεῖ τὸ γευστικὸν ἐνεργείᾳ τοιοῦτον, οἷόν ἐστιν αὐτό. p. 422b17 Περὶ δὲ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος. Ἒτι λείπεται ὁ περὶ ἁφῆς λόγος τῷ περὶ τῶν αἰσθήσεων, ὃν πρὸ· Χειρίζεται νῦν. δύο δὲ προβλήματα παράδοξα κατασκευάζει ἐν τούτοις, ἓν μὲν ὅτι ἁφὴ οὐ μία αἴσθησις, ἀλλὰ πλείους, δεύτερον δὲ ὅτι οὐκ ἔστιν ἡ σὰρξ τὸ ἁπτικὸν αἰσθητήριον, ἀλλὰ ἄλλο μέν τί ἐστι τὸ αἰσθητήριον, ἡ δὲ σὰρξ μεταξύ ἐστιν, ὥσπερ ἐπὶ τῶν ἄλλων ἢ τὸ διαφανὲς ἢ τὸ δίοσμον ἢ τὸ διηχές, ἢ ὡς τὸ σύνθετον ἀὴρ καὶ ὕδωρ. ὅτι οὖν οὐ μία ἡ ἁπτικὴ αἴσθησις, ἀλλὰ πλείους, κατασκευάζει διὰ δύο ἐπιχειρημάτων, ἑνὸς μὲν ὅτι πᾶσα μία αἴσθησις περὶ μίαν ἐναντίωσιν ἔχει, ἡ δὲ ἁφὴ οὐκ ἔχει περὶ μίαν ἐναντίωσιν ἀλλὰ πλείους· οὐκ ἄρα ἡ ἁφὴ μία αἴσθησις. ἥ τε γὰρ ὄψις ἔχει περὶ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τούτων μεταξύ, ὁμοίως ἡ γεῦσις περὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν καὶ τὰ τούτων μεταξύ, ἡ ἀκοὴ περὶ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ἡ δ’ ὄσφρησις, ὡς εἴπομεν, ἀμυδρὰ οὖσα οὐ διακρίνει κατ’ εἴδη τὰ ὀσφραντά, εἰ μὴ τῷ ἡδεῖ καὶ τῷ λυπηρῷ· ἡ μέντοι γε ἁφὴ περὶ πλείους ἐναντιώσεις ἔχει οὐχ ὑπαλλήλους οὐδὲ κατ’ οὐδὲν κοινωνούσας, οἷον τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ ξηρὸν καὶ τὸ ὑγρόν, μαλακὸν καὶ σκληρόν, βαρὺ καὶ κοῦφον, τραχὺ καὶ λεῖον, κραῦρον καὶ γλίσχρον καὶ τὰ ὅμοια. ὥστε εἰ πλείους αἱ ἀντιθέσεις αὗται οὐκ οὖσαι ὑπάλληλοι τί γὰρ ἐπικοινωνεῖ τὸ κοῦφον καὶ βαρὺ τῷ ξηρῷ καὶ ὑγρῷ ἢ τὸ ἲς λοιποῖς, ἢ τῶν ἄλλων ἕκαστον τοῖς λοιποῖς;) ἑκάστη δὲ μία αἴσθησις περὶ μίαν ἔχει τῶν αἰσθητῶν ἀντίθεσιν, ἔοικε μὴ μία εἷναι αἴσθησις ἡ ἁφή. μία μὲν οὖν ὅτι μὴ ἔστι μία αἴσθησις ἡ ἁφή, ἐπιχείρησις αὕτη· δευτέρα δὲ ὅτι πᾶσα αἴσθησις μία περὶ ἓν γένος, ἡ δὲ ἁφὴ οὐ περὶ ἓν γένος, ἡ ἁφὴ ἄρα οὐ μία αἴσθησις. ἡ μὲν γὰρ ὄψις περὶ τὰ χρώματα, ἡ δὲ γεῦσις περὶ τοὺς χυμούς, ἡ ἀκοὴ περὶ τοὺς ψόφους ἡ γὰρ ὄσφρησις διὰ τὴν αὐτὴν αἰτίαν δι’ ἣν τὰ εἴδη τῶν ὀσφραντῶν οὐ διαγινώσκει, οὐδὲ τὸ γένος αὐτῶν ἔχει κατωνομασμένον)· ἡ δὲ ἁφὴ καίτοι ἀκριβεστάτη οὖσα παρ’ ἡμῖν, ὅμως οὐκ ἔχει ἕν τι γένος οὔτε ὠνομασμένον οὕτε ἀνώνυμον τῶν οἰκείων αὐτῆς αἰσθητῶν περιεκτικόν. τὰ μὲν οὖν ἐπιχειρήματα ταῦτα ὅτι ἡ ἁφὴ οὐ μία αἴσθησις. ὁ δὲ Θεμίστιός φησιν ἀλύτους μὲν ταύτας εἶναι· τῷ ὄντι γὰρ οὐ μίαν εἶναι, ἀλλὰ πλείους αἰσθήσεις τὴν ἁφήν· τῶν δὲ δύο τῶν ἐπιχειρήσεων, φησί, πρὸς μὲν τὴν δευτέραν οὐδὲ ἐπεχείρησεν οὐδὲν εἰπεῖν ὁ Ἀριστοτέλης, τὴν δὲ προτέραν ἐπειράθη μὲν σαλεῦσαι, ἐσοφίσατο δὲ ἡμᾶς. λέγει γάρ, φησίν, ὡς οὐδὲ αἱ ἄλλαι αἰσθήσεις περὶ μίαν ἀντίθεσιν καταγίνονται, ἀλλὰ πλείους· ἡ γὰρ ἀκοὴ οὐ μόνον περὶ τὴν ὀξεῖαν καὶ βαρεῖαν ἔχει φωνήν, ἀλλ’ ἔστιν ἐν ταῖς φωναῖς τραχεῖά τε καὶ λεία, μέλαινα καὶ λευκή, μεγάλη καὶ μικρὰ καὶ βραχεῖα. ὁμοίως δὲ καὶ ἐν χρώμασίν ἐστι τὸ τραχὺ καὶ τὸ λεῖον, λεῖον μὲν τὸ ἦδον τὴν ὄψιν, οἷον τὸ τοῦ ἑωσφόρου, τραχὺ δὲ τὸ λυποῦν. ταῦτα δέ, φησί, λέγων παραλογίζεται ἡμᾶς. εἰπὼν γὰρ πᾶσαν αἴσθησιν περὶ μίαν ἀντίθεσιν τῶν αἰσθητῶν ἔχειν, δῆλον ὅτι τῶν ἰδίων αἰσθητῶν εἶπεν· εἶτα σαλεύειν τὸν λόγον τοῦτον πειρώμενός φησιν ὅτι καὶ ἡ ἀκοὴ οὐ μόνον περὶ τὸ ὀξὺ καὶ βαρὺ ἔχει, ἀλλὰ καὶ περὶ τὸ μέγα καὶ τὸ μικρόν· τὸ δὲ μέγα καὶ τὸ μικρὸν τῶν κοινῶν ἐστιν αἰσθητῶν. ἔδει δὲ δεῖξαι, εἰ αἱ ἄλλαι αἰσθήσεις περὶ πλείους ἀντιθέσεις ἔχουσιν | ἰδίων αἰσθητῶν. ταῦτα μὲν οὖν ὁ Θεμίστιος· ἠγνόησε δὲ ἑαυτὸν παραλογισάμενος. τὸ γὰρ μέγα καὶ μικρὸν τὸ ἐπὶ τῶν ψόφων λεγόμενον μόνης ἔστιν ἴδιον τῆς ἀκοῆς, διόπερ οὐδεμία ἄλλη αἴσθησις δύναται κρῖναι τὸ ἐν ψόφοις μέγα καὶ μικρὸν πλὴν τῆς ἀκοῆς. ἐλέγετο δὲ κοινὸν αἰσθητὸν εἶναι τὸ μέγα καὶ τὸ μικρὸν τὸ συνεχὲς τὸ ἐν σώμασι· τούτου δὲ ἡ ἁφὴ καὶ ἡ ὄψις ἐστὶ κριτήριον. δῆλον δὲ ὅτι κἂν λέγωμεν μέλαιναν καὶ λευκὴν φωνήν, κατὰ ἀναλογίαν καὶ ὁμοιότητα τὴν ἀπὸ τῶν χρωμάτων φαμέν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἀλλ’ ἔστι καὶ πρὸς τοῦτο εἰπεῖν ὅτι τὸ ἐν ψόφοις μέγα καὶ μικρὸν οὐκ ἔστιν ἑτέρα τις ἀντίθεσις παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον, ὥσπερ ἐπὶ τῆς ἁφῆς παρὰ τὸ θερμὸν καὶ ψυχρὸν ἑτέρα παντελῶς ἀντίθεσις τὸ βαρὺ καὶ κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄλλων ἑκάστη, ἀλλὰ τὴν ἄνεσιν ἢ τὴν ἐπίτασιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔστιν ἑτέρας ἀντιθέσεως ἴδιον. τὸ τοιοῦτο γοῦν μέγα καὶ μικρὸν ἐπὶ πάντων τῶν αἰσθητῶν εὑρίσκεται· οὕτω γοῦν καὶ χυμὸν μέγαν καὶ μικρὸν εὑρεῖν ἔστιν, οἷον τὸν μὲν τοῦ μέλιτος, εἰ τύχοι, μέγαν, τὸν δὲ τῆς ἰσχάδος, εἰ τύχοι, μικρόν, ὅτι ἐπιτέταται ἡ γλυκύτης ἐν τῷ μέλιτι, ἀνεῖται δὲ ἐν τῇ ἰσχάδι. ἀλλὰ καὶ τὸ μέλαν χρῶμα τὸ μὲν κατακορὲς εἴποι ἄν τις μέγα, τὸ δὲ μὴ οὕτως ἔχον ἀλλ’ ὑφειμένον μικρόν, τὸ σφοδρὸν ἀπλῶς καὶ ἀμυδρὸν τῇ τοῦ μεγάλου καὶ μικροῦ φωνῇ ὀνομάζων. ὥστε οὐκ ἔστιν ἑτέρα ἀντίθεσις τὸ τοιοῦτο. ἀλλὰ κἄν μέλαιναν φωνὴν καὶ λευκὴν λέγωμεν, οὐχ ἕτερον εἶδος ἀντιθέ- σεως εἴπομεν τῶν φωνῶν· οὐ γὰρ ἔστι διάκρισιν τούτων εὑρεῖν παρὰ τὸ ὀξὺ καὶ παρὰ τὸ βαρύ, ὥσπερ τὸ σκληρὸν καὶ μαλακὸν ἔστι τῶν ἄλλων κεχωρισμένον ἰδεῖν, ὁμοίως τὸ τραχὺ καὶ λεῖον, ἀλλ’ οἷον ἰδιότητές τινές εἰσιν ἐπὶ τοῦ ὀξέος θεωρούμεναι καὶ ἐπὶ τοῦ βαρέος, οὐ μὴν ἐξαλλαγή τινός ἐστιν εἴδους περὶ τὸν ὀξὺν ἢ βαρὺν φθόγγον. ζητῆσαι δ’ ἄξιον τί δήποτε ἐπὶ μόνων τῶν μεγεθῶν λεγομένου τοῦ μεγάλου καὶ μικροῦ ἐπὶ μόνων τῶν σφοδρῶν ψόφων καὶ ἀμυδρῶν τῇ μεταφορᾷ ἐχρησάμεθα, μέγαν ψόφον λέγοντες καὶ μικρὸν ψόφον, οὐ μέντοι μέγα γλυκὺ τὸ ἄγαν γλυκύ, οὐδὲ μικρὸν τὸ ἀμυδρὰν ἔχον τὴν γλυκύτητα, οὐδὲ ἐπ’ ἄλλου οὐδενός. φημὶ οὖν ὅτι ὁ ψόφος οὐκ ἔστιν ὑφεστηκός τι ἀθρόον πρᾶγμα, ἀλλ’ ἐν τῷ γίνεσθαι ὑφέστηκεν· γίνεται δὲ ἐν χρόνῳ, πᾶς δὲ χρόνος συνεχής. διὰ τοῦτο τὸν ἐν πολλῷ χρόνῳ γινόμενον ψόφον μέγαν φαμέν, μικρὸν δὲ τὸν ἐν ὀλίγῳ. τὸ δὲ ἄγαν γλυκὺ καὶ ἄγαν μέλαν καὶ ἐπὶ τῶν ἄλλων τῷ σφοδρῷ τῆς ποιότητος τοιαῦτά ἐστιν, οὐ τῷ μήκει τοῦ χρόνου. ὁ μὲν οὗν Θεμίστιος οὐ καλῶς πρὸς τὰ παρὰ Ἀριστοτέλους ἐνέστη· ἔστι δὲ ἐκεῖνο εἰπεῖν ὅτι ἐπὶ μὲν τῶν ἁπτῶν πλείους ἐλήφθησαν ἀντιθέσεις μηδὲν ἀλλήλαις ἐπικοινωνοῦσαι ἀλλὰ κεχωρισμέναι. τῆς τε γὰρ ψυχροῦ καὶ θερμοῦ ἀντιθέσεως κεχώρισται ἡ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν, ὅθεν πῦρ μὲν θερμὸν καὶ ξηρόν, ὕδωρ δὲ ψυχρὸν καὶ ὑγρόν· ὁμοίως σκληρὸν καὶ μαλακόν, τραχὺ καὶ λεῖον, κραῦρον καὶ γλίσχρον, ταῦτα πάντα κεχώρισται ἀλλήλων· οὐδὲν γοῦν τούτων οὕτε πυρὶ ἐνθεωρεῖται οὔτε ἐν ἀέρι οὔτε ἐν ὕδατι, ἀλλ’ οὐδὲ πᾶσι τοῖς συνθέτοις παρακολουθεῖ σώμασιν. οὐ γὰρ πᾶν ἢ κραῦρόν ἐστιν ἢ γλίσχρον· οἱ γοῦν στερροί τε καὶ δύσθραυστοι τῶν λίθων οὗτε κραῦροί εἰσι δι’ αὐτὸ τοῦτο οὕτε γλίσχροι· ἐν ὑγρῷ γὰρ τὸ γλίσχρον. τὰς μέντοι ἀντιθέσεις, ἃς ὁ Ἀριστοτέλης ἐπὶ τῶν ψόφων, ἐν πάσῃ φωνῇ ἔστιν εὑρεῖν· πᾶσα γὰρ φωνὴ μεγάλη ἐστὶν ἢ μικρά· καὶ γὰρ ἡ ὀξεῖα ἢ μεγάλη ἐστὶν ἢ μικρά, ἢ λεία ἢ τραχεῖα, καὶ ἡ βαρεῖα ὁμοίως. ὥστε συμβέβηκε πάσῃ φωνῇ· κατὰ τὸ ποσὸν γὰρ τῆς ἐκφωνήσεως τὸ μέγα ἴσχουσι καὶ τὸ μικρόν· ὁμοίως καὶ τὸ λεῖον καὶ τραχὺ κατὰ τὸ ποιόν· ὥστε οὐκ ἀντιθέσεις εἰσὶ διαφόρων ὖ· ἀκουστῶν ἢ ψόφων. ἐπὶ δὲ τῆς ἁφῆς, ὡς ἐδείξαμεν, κεχωρισμέναι εἰσὶν ἀλλήλων αἱ ἀντιθέσεις καὶ οὐδὲν ἐπικοινωνοῦσαι ἀλλήλαις οὐδὲ συμβεβηκυῖαι ἄλλαι ἄλλαις, ὅθεν οὐδ’ ἐν πᾶσιν τοῖς ἁπτοῖς ἐνθεωροῦνται. διὰ τί γὰρ μὴ ὡς πᾶσα φωνὴ ἢ μεγάλη ἐστὶν ἢ μικρὰ ἢ τραχεῖα ἢ λεία, οὕτω πᾶν ἁπτὸν ἢ κραῦρόν ἐστιν ἢ γλίσχρον, ἢ τραχὺ ἢ λεῖον; εἰ δὲ πᾶν ἐστιν ἢ θερμὸν ἢ ψυχρόν, ἢ ξηρὸν ἢ ὑγρόν, τοῦτο διὰ τὸ συστατικὰς εἶναι ταύτας τὰς ἀντιθέσεις τῆς τῶν σωμάτων ὑποστάσεως. εἰ δὲ καὶ τὸ βαρὺ καὶ κοῦφον πάντα διανενέμηται τὰ σώματα, ἀλλ’ οὐχ ὡς συμβεβηκότα ταῖς ἄλλαις ποιότησι, θερμότητι λέγω καὶ ψύξει, ἢ ξηρότητι καὶ ὑγρότητι· οὐ γὰρ ὥσπερ τῷ ποσῷ τῶν ψόφων καὶ τῷ ποιῷ παρηκολούθει τὸ μέγα καὶ μικρὸν καὶ τραχὺ καὶ λεῖον, οὕτω καὶ τῷ ποσῷ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, φημὶ δὴ τῇ ἐπιτάσει καὶ ἀνέσει, πάρα· κολουθεῖ τὸ τραχὺ καὶ λεῖον ἢ βαρὺ καὶ κοῦφον καὶ τὰ λοιπά. ὁμοίως οὐδὲ ἐπειδὴ πᾶν σύνθετον ἢ τραχύ ἐστιν ἢ λεῖον, διὰ τοῦτο ἤδη αἱ ποιό- τητες αὗται παρακολουθήματά εἰσιν ἄλλων ποιοτήτων· μᾶλλον γὰρ τῇ θέσει ἕπονται τῶν μορίων· παρὰ γὰρ τὴν ἴσην ἢ ἄνισον τῶν μορίων θέσιν τὸ τραχὺ γίνεται καὶ τὸ λεῖον. ὥστε πάντῃ κεχωρισμέναι εἰσὶν αὗται ἀλλήλων, καὶ οὐδὲν ὅμοιον αὐτοῖς ἐπὶ τῶν ἄλλων αἰσθητῶν ἔστιν ἰδεῖν. πρὸς δὲ τὴν δευτέραν ἐπιχείρησιν ὁ μὲν Θεμίστιος, ὡς εἶπον, οἴεται μηδὲν εἰρηκέναι τὸν’ Ἀριστοτέλη, λέγω δὴ τὴν ὅτι πάσης αἰσθήσεως περὶ ἕν τι γένος ἐχούσης ἡ ἁφὴ οὐκ ἔχει περὶ ἓν κοινὰν γένος τῶν ἁπτῶν· οἱ δὲ Ἀττικοὶ ἐξηγηταὶ ἀκριβῶς ἐπιστήσαντές φασιν ὅτι πάνυ συντόμως καὶ ταύτης τὴν λύσιν ἔθηκεν ὁ Ἀριστοτέλης εἰπὼν ὅτι καὶ αὐτὴ καταγίνεται περὶ ἕν τι γένος, οὐκ εἶναι δὲ ἔνδηλον τὸ ἓν γένος τὸ τῇ ἁφῇ ὑποκείμενον· διὰ δὲ τούτου ἐσήμανεν ὅτι ἔστι μέν, οὐ φανερὸν δέ. τί οὖν τοῦτό ἐστι; λέγομεν ὅτι τὸ ἀντίτυπον· ἀντίτυπον δὲ λέγω οὐ τὸ ἀντικείμενον τῷ μαλακῷ καὶ μὴ ὑπεῖκον τῇ ἁφῇ, ἀλλὰ πᾶν φυσικὸν σῶμα τὸ προσπῖπτον καὶ θιγγάνον τῆς ἁφῆς πρὸς ἀντιδιαστολὴν τῶν μαθηματικῶν σωμάτων, ἃ οὐ θιγγάνει οὐδὲ ἀντιβαίνει τῇ ἁφῇ. τὸ οὖν ὁπωσοῦν ἀντιβαῖνον τῇ ἁφῇ τοῦτό φαμεν ἀντίτυπον καὶ κοινὸν εἶναι γένος τῶν ἁπτῶν. οὐ δοκεῖ δὲ τοῦτο περιέχειν θερμότητα καὶ ψῦξιν· τούτων γὰρ οὐ κατὰ ὦσιν ἡ ἀντίληψις, εἰ μή τις μετὰ τῶν ὑποκειμένων ταῖς ποιότησι ταύταις σωμάτων, ἢ ἀέρος ἢ ἄλλου τινός, λέγοι καὶ αὐτῶν τὴν ἀντίληψιν γενέσθαι· οὕτως οὖν καθολικὸς ἔσται ὁ λόγος. ἀλλ’ εἰ τοῦτο, τί μᾶλλον τῶν ἁπτῶν γένος ἄν εἴη τὸ ἀντίτυπον ἢ καὶ τῶν ὁρατῶν καὶ ἀκουστῶν καὶ τῶν λοιπῶν; ὑπόκειται γὰρ τοῦτο οὐ μόνον ταῖς ἁπταῖς ποιότησιν, ἀλλὰ καὶ τοῖς χρώμασι καὶ τοῖς ψόφοις καὶ τοῖς χυμοῖς καὶ ταῖς ὀσμαῖς. εἰ γὰρ οὐδὲν ἄλλο σημαίνομεν διὰ τοῦ ἀντίτυπον λέγειν ἢ τὸ φυσικὸν σῶμα, τί μᾶλλον ὑποκείμενον αὐτὸ φήσομεν εἶναι τῶν ἁπτῶν ποιοτήτων ἢ τῶν ἄλλων πάντων; καὶ εἰ πᾶν ἕν τι γένος πάντως εἰς μίαν ἀντίθεσιν διαιρεῖται τὴν πρώτην, οἷον τὸ μὲν χρῶμα εἰς λευκὸν καὶ μέλαν, ὁ χυμὸς εἰς γλυκὺ καὶ πικρόν, αἱ ὀσμαὶ εἰς τὸ εὐῶδες καὶ δυσῶδες, ὁ ψόφος εἰς ὀξὺν καὶ βαρύν, δότωσαν καὶ τὴν τοῦ ἀντιτύπου διαίρεσιν καὶ λεγέτωσαν εἰς ποίαν πρώτην ἀντίθεσιν διαιρεθήσεται, πρὸς τῷ ὅπερ ἤδη εἶπον, μηδὲ λόγον ἔχειν ὑπὸ τοῦτο ἀναφέρειν θερμότητα καὶ ψῦξιν, ξηρότητα καὶ ὑγρότητα. ἔστιν οὖν τοῦτο τὸ ἀντίτοπον οὐ γένος τῶν ἁπτῶν, ἀλλ’ ὑποκείμενον ὥσπερ καὶ τῶν ἄλλων. οὐχ οὕτω δ’ εἴρηται τὸ πάσαν αἴσθησιν μίαν οὖσαν περὶ ἕν τι γένος αἰσθητῶν καταγίνεσθαι, τουτέστι περὶ ἕν τι ὑποκείμενον αἰσθητῶν κοινῶς γὰρ πάντων ἕν τί ἐστι τὸ ὑποκείμενον), ἀλλὰ γένος εἴρηται τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὥσπερ τὸ χρῶμα λευκοῦ καὶ μέλανος ἑκάτερον γὰρ χρῶμα), ὁ ψόφος ὀξέος καὶ βαρέος ἑκάτερον γὰρ ψόφος), ὁ χυμὸς γλυκέος καὶ πικροῦ ἑκάτερον γὰρ χυμός τις) καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ὥστε ὅσον ἐπὶ τούτοις, οὐδὲ ἓν τῶν εἰρημένων ἐπιχειρημάτων λύσεως ἔτυχε. Τὰ εἰρημένα οὖν δύο ἐπιχειρήματα θεὶς ὁ Ἀριστοτέλης ὅτι οὐ μία ἡ ἁπτικὴ αἴσθησις, ἐντεῦθεν τρίτον λόγον τίθησι συνηγοροῦντα τῷ μὴ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν ἀλλὰ πλείους. οὐκ αὐτόθεν δὲ κατασκευάζει τὸ τοιοῦτο, ἀλλ’ ἔστιν ἔνστασις πρὸς συλλογισμὸν πειρώμενον δεικνύναι ὅτι ἡ αἴσθησις ἡ ἁπτικὴ μία ἐστὶ καὶ οὐ πολλαί· ὃς συλλογισμὸς οὐ κεῖται μέν, ἀλλ’ ἐπεὶ ἡ παρὰ Ἀριστοτέλους ἀνασκευὴ δοκεῖ ὡς πρὸς τοιοῦτον συλλογισμὸν ἐνίστασθαι, διὰ τοῦτο οἱ ἐξηγηταὶ στοχασάμενοι τὸν συλλογισμόν, ὃν λύουσιν αἱ παρὰ Ἀριστοτέλους ἀνασκευαί, εἶναί φασιν δυνάμει τοιοῦτον. εἰ τὸ αἰσθητήριον τῆς ἁφῆς ἕν ἐστιν, ἡ σάρξ, ἀνάγκη καὶ τὴν ἁπτικὴν αἴσθησιν μίαν εἶναι· ὧν γὰρ τὸ αἰσθητήριον ἕν, ταῦτα ἀλλήλοις τὰ αὐτά ἐστι, τῶν αὐτῶν δ’ αἰσθητῶν καὶ ἡ αἴσθησις μία· ἀλλὰ μὴν ἓν τῶν ἁπτῶν τὸ αἰσθητήριον, ἡ σάρξ· καὶ ἡ ἁπτικὴ ἄρα αἴσθησις μία. τούτου οὖν τοῦ συλλογισμοῦ καὶ τὸ συνημμένον καὶ τὴν πρόσληψιν δείκνυσι ψευδῆ οὖσαν. καὶ τὸ μὲν συνημμένον οὕτως· οὐκ ἀνάγκη, φησί, εἰ ἓν αἰσθητήριον, διὰ τοῦτο καὶ τὴν αἴσθησιν μίαν εἶναι· ἰδοὺ γὰρ ἓν μὲν αἰσθητήριον ἡ γλῶττα, διάφοροι δὲ αἱ αἰσθήσεις καὶ τὰ αἰσθητά, ἥ τε ἁπτικὴ καὶ ἡ γευστική, καὶ τὰ ἁπτὰ καὶ τὰ γευστά. καὶ ὅτι διάφοροι, πρόδηλον, ὅτι κατὰ τὸ ἄλλο πᾶν σῶμα αἰσθανόμεθα μὲν κατὰ τὴν ἁφήν, οὐ γευόμεθα δέ, ἀλλ’ ὅμως ἐπὶ τῆς γλώττης ἑνὸς ὄντος αἰσθητηρίου ἀμφότεραι συνδεδραμήκασιν αἱ αἰσθήσεις. ψεῦδος οὖν τὸ λέγειν, εἰ τὸ αἰσθητήριον ἕν, καὶ ἡ αἴσθησις μία. καὶ γὰρ εἰ ὥσπερ, φησί, ἐπὶ τῆς γλώττης συνδεδραμήκασιν ἄμφω, οὕτω συνέβη καὶ ἐπὶ παντὸς τοῦ σώματος συνδραμεῖν, ὥστε μὴ μόνον ἅπτεσθαι ἡμᾶς παντί, ἀλλὰ καὶ γεύεσθαι, οὐδ’ ἄν διεκρίναμεν ὅτι διάφοροι αὗται αἱ αἰσθήσεις, ἀλλὰ μίαν εἶναι καὶ τὴν αὐτὴν ἐνομίσαμεν· νῦν δὲ διὰ τὸ μὴ ἀντιστρέφειν, μηδὲ πᾶν τὸ ἁφῆς μετέχον καὶ γεύσεως μετέχειν, δείκνυται ἑτέρα οὖσα τῆς γεύσεως ἡ ἁφή. οὐκ ἄρα διὰ τὸ ἓν εἶναι αἰσθητήριον καὶ τὴν αἴσθησιν ἀνάγκη μίαν εἶναι· τοὐναντίον δὲ διὰ τὸ πλείονα εἶναι τὰ αἰσθητὰ καὶ τὰς αἰσθήσεις εὔλογον πλείους εἶναι, ὥσπερ ἐπὶ τῆς γλώττης. ὥστε οὐδ’ εἰ τὸ ἁπτικὸν αἰσθητήριον ἕν, πάντως καὶ ἡ ἁπτικὴ αἴσθησις μία. οὕτω μὲν οὖν τὸ συνημμένον ἀνεῖλεν) ἀναιρεῖ δὲ καὶ τὴν πρόσληψιν, ὅτι ὅλως ἡ σὰρξ οὔκ ἔστιν αἰσθητήριον τῆς ἁφῆς. ἐπειδὴ δὲ εἰς ταὐτὸν συντρέχει ἥ τε τῆς προσλήψεως τοῦ συλλογισμοῦ ἀνασκευὴ καὶ τὸ δεύτερον τῶν προβλημάτων ἑκάτερον γὰρ βούλεται τὸ μὴ εἶναι τὴν σάρκα αἰσθητήριον) κοινοῖς ἐπιχειρήμασιν ἑκάτερον κατασκευάζει. δὲ τοῦτο, λέγω δὴ τὸ μὴ εἶναι τὴν σάρκα αἰσθητήριον, τοὺς λόγους, οἷς ἐχρῶντο οἱ τὴν σάρκα βουλόμενοι εἶναι αἰσθητήριον εἰς κατασκευὴν τοῦ εἶναι αὐτὴν αἰσθητήριον, καὶ ἐκτιθέμενος καὶ ἀναιρῶν. εἰσὶ δὲ οὗτοι τρεῖς τὸν ἀριθμόν· εἷς μὲν ἐκ τοῦ ἀχρόνου τῆς ἀντιλήψεως, διότι ἀχρόνως ἅμα τῷ θιγεῖν τῇ σαρκὶ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα αὐτῶν. εἰ γὰρ ἦν μεταξὺ ἡ σὰρξ καὶ μὴ αἰσθητήριον, ἔδει χρόνου τινὸς πρὸς τὴν ἀντίληψιν, λέγω ἐν ᾧ ἔδει τὴν σάρκα παθοῦσαν οὕτω διαδοῦναι τὸ πάθος εἰς τὸ αἰσθητήριον ἐντὸς ὄν. εὔλογον γάρ, ὥσπερ ἐπὶ τῆς ἀκοῆς διὰ τοῦ μεταξὺ ἡ ἀντίληψις οὐκ ἄχρονος γίνεται ἅμα τῷ γενέσθαι τὸν ψόφον, μάλιστα ὅταν πόρρω ᾖ τὸ ψοφοῦν, ἀλλὰ δεῖ τινος χρόνου, ὥστε παθεῖν τὸν ἀέρα, εἶτα τοῦτον εἰς τὴν ἀκοὴν ποιῆσαι. οὕτω γοῦν ἐν τοῖς Μετεώροις ἐδείχθη, ὅτι καίτοι προτέρας γενομένης τῆς βροντῆς ὕστερον αὐτῆς ἀντιλαμβανόμεθα, τῆς δ’ ἀστραπῆς καὶ πρότερον ὑστέρας γενομένης, διά τε τὸ παχυμερέστερον τῆς ἀκοῆς καὶ διὰ τὴν τοῦ φωτὸς ὀξεῖαν κίνησιν· ὁμοίως καὶ ἐπὶ τῆς εἰρεσίας πρότερον ὁρῶμεν τὴν κώπην ἀνενεχθεῖσαν, εἶτα τοῦ ψόφου αἰσθανόμεθα. ὁμοίως ἡ ὄσφρησις σωματοειδεστέρα οὖσα τῆς ἀκοῆς δεῖται πλείονος χρόνου εἰς τὴν ἀντίληψιν, κἄν πάνυ πλησίον ᾖ τὸ ὀσφραντόν, μέχρις ἄν παθὼν ὁ ἀὴρ διαβῇ εἰς τοὺς μυκτῆρας, ἵνα θᾶττον διαβῇ ἐπὶ τὸ αἰσθητήριον | τὸ πάθος. ἀλλὰ καὶ αὐτὴ ἡ ὀξυτάτη τῶν αἰσθήσεων ἡ ὄψις οὐκ ἄχρονον πάντως ἴσχει τὴν ἀκριβῆ τῶν ὁρατῶν ἀντίληψιν. εἰ γὰρ εἰ γὰρ πόρρωθεν κύκλος προσπέσῃ τῷ ὄμματι τὴν θέσιν ἔχων κατὰ τὸ αὐτὸ τῷ ὄμματι ἐπίπεδον, εὐθεῖα εἶναι δοκεῖ, καὶ τὰ τρίγωνα πόρρωθεν κυκλικὰ φαίνεται, καίτοι θιγούσης αὐτῶν τῆς ὄψεως. ὥσπερ οὖν ἐπὶ τούτων διὰ τοῦ μεταξὺ ἀντιλαμβανομένων ἡ σωματοειδεστέρα τῶν αἰσθήσεων δεῖται χρόνου πρὸς τὴν ἀντίληψιν, οὕτω εὔλογον δήπου καὶ τὴν ἁφήν, εἴ γε ἡ σὰρξ μὴ ἦν τὸ αἰσθητήριον ἀλλὰ μεταξύ, μὴ ἀχρόνως ἅμα τῷ θιγεῖν ἀντιλαμβάνεσθαι, ἀλλὰ δεῖσθαί τινος χρόνου πρὸς τὴν μέχρις ἄν παθοῦσα ἡ σὰρξ διαδῷ ἐπὶ τὸ αἰσθητήριον ἐντὸς ὂν τὸ πάθος. οὗτος μὲν οὖν εἷς λόγος τῶν βουλομένων τὴν σάρκα εἶναι αἰσθητήριον, ἕτερος δ’ οὗτος. οὐδὲ ὁρῶμεν, φησίν, ἄλλο τι αἰσθητήριον ἁπτικὸν παρὰ τὴν σάρκα, διὸ μάταιον τὸ τοῦτο μὲν ἐᾶν, ἄλλο δέ τι ζητεῖν μὴ φαινόμενον. ὁ δὲ τρίτος λόγος ἐνστάσεως ἐστι λύσις. οἱ γὰρ μὴ βουλόμενοι εἶναι τὴν σάρκα αἰσθητήριον ἀλλὰ μεταξὺ ἔνστασίν τινα τοιαύτην τοῖς βουλομένοις εἶναι αὐτὴν αἰσθητήριον προσφέρουσιν· εἰ ἡ σὰρξ αἰσθητήριόν ἐστιν, ὅπερ ἐπὶ πάντων τῶν αἰσθητηρίων ὑπάρχει, ἀναγκαῖον δήπου καὶ ἐπὶ αὐτῆς ὁρᾶσθαι. ὥσπερ οὖν ἐπ’ ἐκείνων διά τινος μεταξὺ γίνεται ἡ ἀντίληψις, ἀέρος λέγω ἢ ὕδατος, οὕτω καὶ ἐπὶ ταύτης ἔδει διά τινος μεταξὺ προσβάλλειν τῇ σαρκὶ τὰ ἁπτά· ἐπὶ γοῦν τῶν ἄλλων ἐπιτιθεμένου τοῦ αἰσθητοῦ ἐπὶ τὸ αἰσθητήριον οὐκ ἐγίνετο αἴσθησις. εἰ δὲ τοῦτο μὴ γίνεται, ἀλλ’ αὐτοῦ θιγγάνει τοῦ ἁπτοῦ ἡ σὰρξ πρὸς τὴν ἀντίληψιν, ἔοικε μὴ εἶναι αἰσθητήριον, ἀλλὰ μεταξύ, εἴ γε δεῖ φυλάττεσθαι ἐπὶ πασῶν τῶν αἰσθήσεων τὴν αὐτὴν συμφωνίαν καὶ μὴ διαφωνεῖν τὴν ἁφὴν πρὸς τὰς ἄλλας· ἡ γὰρ γεῦσις καὶ ἁφή τίς ἐστι καὶ τὰ αὐτὰ ἄπορα ἔχει. ταύτην τὴν ἔνστασιν ἐπιχειρεῖ σαλεύειν ὡς οἷόν τε ἐντρεχέστατα, συνηγορῶν τοῖς τὴν σάρκα αἰσθητήριον εἶναι βουλομένοις. φησὶν οὖν ὅτι φυλάττεται καὶ ἐπὶ τῆς ἁφῆς ἡ αὐτὴ ἀναλογία τῶν αἰσθήσεων, καὶ διά τινος μεταξὺ γίνεται ἡ ἀντίληψις. ὥσπερ γὰρ εἰ βάψωμεν τοὺς δακτύλους ἐν ὕδατι ἢ ἐν ἐλαίῳ, εἶτα θίγωμέν τινος, ἔστι μεταξὺ τοῦ τε δακτύλου καὶ οὗ ἅπτεται ὑγρόν τι σῶμα ἀμέλει διαστήσαντες τὸν δάκτυλον ὁρῶμεν ἐν αὐτῷ ἔτι τὴν ὑγρὰν οὐσίαν, διὰ δὲ τὴν μικρότητα τοῦ μεταξὺ δοκοῦσιν ἀμέσως ἅπτεσθαι ἀλλήλων τὰ ἁπτόμενα), οὕτως ἐξ ἀνάγκης καὶ ἐπὶ τοῦ ἀέρος συμβαίνει εἶναι μεταξὺ τῶν ἁπτομένων ἀέρα τινά, λανθάνειν δὲ διὰ τὴν σμικρότητα· ὥστε καὶ ἐπὶ τῆς ἁφῆς οὐκ ἄμεσος τῆς σαρκὸς ἡ ἀντίληψις, ἀλλὰ διά τινος μεταξύ· εἰ δὲ τοῦτο, φυλάττεται ἄρα καὶ ἐνταῦθα ἡ τῆς ἁφῆς πρὸς τὰς ἄλλας συμφωνία. Τούτους οὖν τοὺς λόγους δι’ ὧν δοκεῖ κατασκευάζεσθαι ὅτι ἡ σάρξ ἐστι τὸ ἁπτικὸν αἰσθητήριον ἀνελὼν ἔχει δεδειγμένον ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον ἀλλὰ μεταξύ. τὸν μὲν οὖν πρῶτον τῶν λόγων ἐκ τοῦ χρόνου τῆς ἀντιλήψεως κατασκευάζοντα τὸ αἰσθητήριον εἶναι τὴν σάρκα ἀνασκευάζει οὕτως· οὐκ ἀναγκαῖον, φησί, πρὸς τὸ δεῖξαι τὴν σάρκα εἶναι αἰσθητήριον τὸ ἅμα τῇ θίξει αὐτῆς τὴν ἀντίληψιν γίνεσθαι τῶν ἀπίων. καὶ γὰρ νῦν, φησίν, εἴ τις ὑμένα τινὰ περιτείνει περὶ τὸν δάκτυλον οἷον λέπος ᾠοῦ ἡ σκορόδων ἤ τινος τοιούτου, ουοεν ἧττον οὕτως ἅμα τῆ θίξει γίνεται ἡ ἀντίληψις. εἰ δὲ ἐπινοήσειέ τις καὶ συμπεφυκὸς τῷ δακτύλῳ τὸ λέπος, πολλῷ μᾶλλον ἥκιστα ἐμποδίσει. εἰ οὖν ἀλλοτρίου σώματος τῇ σαρκὶ περικειμένου οὐδὲν ἐμπόδιον γέγονε πρὸς τὴν ἄχρονον ἀντίληψιν, πολλῷ μᾶλλον τῆς σαρκὸς συμπεφυκυίας τῷ αἰσθητηρίῳ οὐδὲν ἔδει ἐμποδίζεσθαι τὴν ἀντίληψιν τῶν αἰσθητῶν. οὐκ ἄρα τὸ ἄχρονον τῆς ἀντιλήψεως αἰσθητήριον εἶναι τὴν σάρκα δείκυσι. πρὸς δὲ τὸν δεύτερον λόγον τὸν λέγοντα μηδὲ φαίνεσθαι ἄλλο τι αἰσθητήριον παρὰ τὴν σάρκα ἐκεῖνό φησιν· ὥσπερ, φησίν, εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει παχυνθεὶς οὕτως ὡς ἀποκρύπτειν τό τε ὀπτικὸν καὶ ἀκουστικὸν καὶ ὀσφραντικὸν αἰσθητήριον, ἐνομίσαμεν ἄν διὰ τὸ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ, λέγω δὴ τοῦ ἀέρος συμφυοῦς ἡμῖν ὄντος, καὶ ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι, μίαν τινὰ αἴσθησιν εἶναι τούτων πάντων ἀντιληπτικήν, τῷ μὴ ὁρᾶν διακεκριμένα τὰ μόρια δι’ ὧν αἱ τούτων ἀντιλήψεις ἀνὰ μέρος γίνονται, νῦν δὲ ἐπειδὴ ὁρῶμεν διῃρημένα τὰ αἰσθητήρια τῷ μὴ συμπεφυκέναι ἡμῖν τὸν ἀέρα, κἂν δι’ ἑνὸς τῶν διαφόρων ἀντιλαμβανώμεθα, λέγω δὴ τοῦ ἀέρος, ὃς τῇ διαφανεῖ τε καὶ διηχεῖ καὶ διόσμῳ ἑαυτοῦ δυνάμει προσάγει ἡμῖν τὰ αἰσθητά, ὅμως κρίνομεν διαφόρους εἶναι καὶ τὰς δυνάμεις, ὥσπερ καὶ τὰ αἰσθητήρια, οὕτως οὐ δεῖ νομίζειν, ἐπειδὴ δι’ ἑνός τινος τῆς σαρκὸς τὰ διάφορα ἁπτὰ ἀντιληπτὰ ἡμῖν γίνεται, ἤδη ἕν τι εἶναι καὶ τὸ αἰσθητήριον, ἀλλ’ ἐπειδὴ διάφοροι αἱ τῶν ἁπτῶν ἀντιθέσεις, δεῖ καὶ τὰ αἰσθητήρια πλείονα εἶναι, ταῦτα δὲ κρύπτεσθαι τῷ συμπεφυκέναι ἡμῖν τὴν σάρκα μεταξὺ οὖσαν τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων· ὡς εἴγε μὴ συμφυὴς ἦν ἡμῖν ἡ σάρξ, ἀλλ’ ἐπεφύκει χωρίζεσθαι ὥσπερ ὁ ἀήρ, ἐφάνη ἄν τὰ νῦν δι’ αὐτῆς κρυπτόμενα τῶν ἁπτῶν αἰσθητήρια, ὥσπερ ἐκ τοῦ ἐναντίου, εἴ τις ἐπὶ τοῦ νῦν λεχθέντος ὑποδείγματος μὴ ἐπέστησε τῇ διαφορᾷ τῶν ὁρατῶν καὶ ὀσφραντῶν καὶ ἀκουστῶν, τοῦ ἀέρος συμπεφυκότος ἡμῖν, εἰ οὕτως ἔτυχεν, ἐνόμισεν ἄν τούτων ἁπάντων εἶναι τὸ αἰσθητήριον τὸν συμπεφυκότα ἡμῖν ἀέρα. οὐκ ἄρα οὐδὲ παρὰ τὸ μὴ ὁρᾶσθαι ἄλλο τι τῶν ἁπτῶν αἰσθητήριον παρὰ τὴν σάρκα, ἤδη τοῦτο ἱκανὸν εἰς πίστιν τοῦ εἶναι τὴν σάρκα αἰσθητήριον. φήσαιμι δ’ ἄν ἔγωγε πρὸς τοῦτο ὅτι εἰ πλείονα ἦν τὰ τῶν ἁπτῶν αἰσθητήρια κρυπτόμενα ὑπὸ τῆς σαρκὸς μεταξὺ οὔσης, ἐπειδὴ ἀνάγκη σώματα εἶναι τὰ αἰσθητήρια, ἀνάγκη δήπου τοῖς τόποις αὐτὰ διῃρῆσθαι, ὥσπερ καὶ νῦν τοῖς τόποις διῄρηνται ἀπ’ ἀλλήλων τὰ αἰσθητήρια· εἰ δ’ ἀνάγκη τοῖς τόποις αὐτὰ διῃρῆσθαι, ἔδει μὴ τὸ τυχὸν ἁπτὸν τῷ τυχόντι μορίῳ τῆς | σαρκὸς προσπελάζον ἀντιληπτὸν εἶναι, ὥσπερ οὐδ’ εἰ ὁ ἀὴρ ἡμῖν περιεπεφύκει καὶ προσηνέχθη τὸ ὁρατὸν μὴ ἐν ἐκείνῳ τῷ μορίῳ τοῦ ἀέρος τῷ ὄντι κατ’ εὐθεῖαν τοῦ ὄμματος, ἀλλὰ τῷ κατ’ εὐθεῖαν τοῦ ἀκουστικοῦ πόρου, οὐκ ἂν ὤφθη. οὕτω δηλονότι καὶ νῦν ἀνάγκη ἦν πᾶσα, εἰ πλείονα ἦν τὰ τῶν ἁπτῶν αἰσθητήρια ὑπὸ τῆς σαρκὸς κρυπτόμενα, ἐπειδὴ διῄρηνται ταῦτα τοῖς τόποις, μὴ παντὶ μορίῳ τῆς σαρκὸς πᾶν εἶδος ἁπτὸν προσπελάζον ἀντιληπτὸν εἶναι· νῦν δέ ἐστι. δῆλον οὖν ὅτι οὐ πλείονά ἐστιν ἐντὸς τὰ αἰσθητήρια. εἰ δέ τις λέγοι πλείονα μὲν εἶναι, ἕκαστον δὲ πάντων ἀντιλαμβάνεσθαι, μάταιον· ἤρκει γὰρ καὶ τὸ ἕν. οὐκ ἄρα πλείονα τὰ τῶν ἁπτῶν αἰσθητήρια, ἀλλ’ ἕν. εἰ δὲ ἕν, ἀνάγκη πᾶσα τὴν σάρκα εἶναι· οὐδὲν γὰρ τῶν ὁμοιομερῶν δι’ ὅλου τοῦ ζῴου κατὰ συνέχειαν πεφοίτηκεν οὕτως ὡς ἡ σάρξ. οὕτω μὲν οὖν καὶ τὸν δεύτερον τῶν λόγων ὁ Ἀριστοτέλης ἀνεσκεύασε, καὶ ἡμεῖς πρὸς τοῦτον ἀντείπομεν. τὸν δὲ τρίτον τῶν λόγων ἀνασκευάζει τοῦτον τὸν τρόπον· ἦν δὲ ὁ τὸν ἐνιστάμενον τοῖς τὴν σάρκα βουλομένοις αἰσθητήριον εἶναι ἐπιλυόμενος. ἡ δ’ ἔνστασις ἦν ὅτι οὐ σώζει ἡ σὰρξ τὴν ἐπὶ τῶν ἄλλων αἰσθητηρίων ἀναλογίαν, λέγω δὴ τὴν διὰ τοῦ μεταξὺ ἀντίληψιν· ἐπιλύεται δὲ τῷ εἶναι καὶ ἐνταῦθα ὁμοίως τὸ μεταξύ, ὡς ἐπὶ τῶν ἐν ὕδατι ἁπτομένων τὸ προσιζάνον ὑγρόν· οὕτω δὴ καὶ ἐν τῷ ἀέρι εὔλογον εἶναί τινα μεταξὺ τῶν ἁπτομένων ἀέρα βραχύν. ταύτην οὖν τὴν ἐπίλυσιν διελέγχει ὁ Ἀριστοτέλης. εἰ γὰρ καὶ ἔστι, φησί, μεταξύ τι καὶ ἐπὶ τῶν ἁπτομένων, ἀλλ’ οὐ τὸ ἀνάλογον ταῖς ἄλλαις αἰσθήσεσιν. κοινὸν γάρ ἐστι τοῦτο τὸ μικρὸν τὸ μεταξὺ καὶ ἐπὶ τῶν ἄλλων. καὶ γὰρ ἐπὶ τῆς ἐπιτιθεμένης λήμης τῷ ὄμματι ἔστι τὸ τοιοῦτο μεταξὺ ἐξ ἀνάγκης· ἅπτεται γὰρ δῆλον· ὅτι καὶ ἡ λήμη τοῦ κερατοειδοῦς. εἰ οὗν τὰ ἁπτόμενα διά τινος μεταξὺ ἅπτεται, ἔστι δηλονότι καὶ τῆς λήμης καὶ τοῦ ὄμματος μεταξύ τι, ἀλλ’ ὅμως οὐχ ὁρῶμεν τὴν λήμην, διότι οὐχ ἁπλῶς δεῖ εἶναι τὸ μεταξύ, ἀλλὰ καὶ σύμμετρον τῷ διαστήματι. οὔτε γὰρ ἐὰν πολὺ εἴη ὑπὲρ τὴν ἀναλογίαν τοῦ ὄμματος καὶ τῶν ὁρατῶν τὸ μεταξὺ τούτων, ὀψόμεθα τὰ ὁρατά, οὔτε ἐὰν πάνυ ἐλάχιστον, ὡς ἐπὶ τῆς ἐπικειμένης λήμης τῷ ὄμματι. δεῖ ἄρα καὶ ἐπὶ τῆς ἁφῆς τὸ ἀνάλογον ταῖς ἄλλαις εἶναι μεταξύ· νῦν δὲ οὐκ ἔστι. δῆλον οὖν ὅτι κἂν παραδέξηταί τις τὴν λύσιν αὐτῶν, οὐδ’ οὕτως εὑρήσει φυλαττομένην τὴν ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἀναλογίαν. ἔστι δὲ καὶ πρὸς ταῦτα, λέγω δὴ τὰ παρὰ Ἀριστοτέλους, ἀντειπεῖν· τὸ γὰρ ὄμμα οὐχ ἁπλῶς τινος μεταξὺ δεῖται, ἀλλὰ καὶ διαφανοῦς, καὶ οὐ μόνον, ἀλλὰ καὶ πεφωτισμένου. ἐρεῖ οὖν τις ὅτι οὐχ ὁρῶμεν διὰ τοῦ μταξὺ τοῦ τε ὄμματος καὶ τῆς λήμης οὐ διὰ τὸ βραχὺ εἶναι αὐτό, ἀλλ’ ὅτι ἀντιφράττει τῷ φωτὶ ἡ λήμη καὶ οὐκ ἐᾷ ἐνεργείᾳ τὸ μεταξὺ ἐκεῖνο γενέσθαι διαφανές· ὡς εἴ γε μὴ ἀντέφραττεν ἡ λήμη τῷ φωτί, εἴδομεν ἄν αὐτήν. ὅλως δὲ καὶ τὸ τὴν αὐτὴν ἀναλογίαν κατὰ τὸ ποσὸν τοῦ μεταξὺ σώζεσθαι ἐπὶ πασῶν τῶν αἰσθήσεων ἄλογον. εἰ γὰρ αἱ σωματοειδέστεραι τῶν αἰσθήσεων ἥττονος δέονται τοῦ μεταξύ οὐδὲ γὰρ δι’ ὅσου ἡ ὄψις ἀντιλαμβάνεται τῶν· ὁρατῶν, διὰ τοσούτου καὶ ἡ ἀκοὴ τῶν ἀκουστῶν, ὡς δηλοῖ τὸ ἐπὶ τῆς εἰρεσίας συμβαῖνον, λέγω δὴ τὸ πρώτην ὁρᾶν ἀνιοῦσαν τὴν κώπην, εἶτα τοῦ ψόφου αἰσθάνεσθαι· οὐδὲ μὴν δι’ ὅσου ἡ ἀκοή, διὰ τοσούτου καὶ ἡ ὄσφρησις), εὔλογον οὖν καὶ τὴν ἁφὴν παχυμερεστέραν οὖσαν πασῶν ἥττονος δεῖσθαι τοῦ μεταξὺ παρὰ πάσας. ὅλως δὲ τὸ δεῖσθαι τὴν ἁφὴν τοῦ μεταξὺ οὐκ ἀναγκαίως κατεσκεύασται ἐκ τῆς πρὸς τὰς ἄλλας αἰσθήσεις ἀναλογίας· μάλιστα μὲν γὰρ οὐδὲ γεῦσις δεῖται. οὐδὲ γὰρ ὅσα συμβαίνει ἐπὶ τῶν ὄψεων, ἀνάγκη καὶ ἐν ταῖς λοιπαῖς συμβαίνειν, οὐδ’ ὅσα ἐπὶ ἀκοῆς καὶ ὀσφρήσεως, καὶ ἐπὶ τῶν λοιπῶν. οἷον ὅτι ἡ μὲν ὄψις κατ’ ἐκπομπὴν αἰσθάνεται, αἱ δὲ λοιπαὶ κατὰ εἰσπομπήν, καὶ οὐ διὰ ταύτας καὶ ἡ ὄψις κατὰ εἰσπομπήν. πάλιν ἐπὶ μὲν ἄλλων δεῖ τὸν ἀέρα αὐτὸν παθεῖν ὑλικῶς, ἵν οὕτως ἡ αἴσθησις πάθῃ, οἷον εὐώδη γενέσθαι ἢ ψοφεῖν, ἐπὶ δ’ ὄψεως οὐχ οὕτως· οὐ γὰρ χρώννυται ὁ ἀήρ. καὶ ὅτι ἡ μὲν ὄψις ἄνευ φωτὸς οὐκ ἐνεργεῖ, αἱ δὲ λοιπαὶ ναί. οὐκ ἀνάγκη ἄρα τὰ αὐτὰ ἐπὶ πασῶν τῶν αἰσθήσεων συμβαίνειν. ὥστε οὐδὲν θαυμαστὸν εἰ τῶν ἄλλων δεηθεισῶν τοῦ μεταξὺ γεῦσις καὶ ἁφὴ οὐκ ἐδεήθη. καὶ αὐτὴ γοῦν ἡ ὀνομασία αὐτοῦ τούτου δηλωτική ἐστι, τοῦ τὴν ἁφὴν τῷ θιγγάνειν ἔχειν τὴν ἀντίληψιν. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης, δι’ ὧν κατασκευάζειν ἔδοξεν ὅτι τε πλείους αἱ ἁπτικαὶ αἰσθήσεις καὶ οὐ μία, καὶ ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἁπτικὸν αἰσθητήριον ἀλλὰ μεταξύ, καὶ ὅπως ἡμεῖς πρὸς τὰ εἰρημένα ὑπηντήσαμεν. μήποτε δὲ οὐδὲ δύο τὰ εἰρημένα προὔθετο κατασκευάσαι, ἀλλὰ ἓν μόνον, ὅτι πλείους αἰσθήσεις αἰ ἁφαί, τὸ δὲ δεύτερον εἰς τοῦτο ἐπαναφέρεται. τὸν γὰρ συλλογισμὸν τὸν δεικνύντα ὅτι μία ἐστὶν αἴσθησις ἐκ τοῦ ἓν εἶναι τὸ αἰσθητήριον ἐλέγχων ἔδειξεν ὅτι οὔτε τὸ συνημμένον αὐτοῦ ἦν ὑγιὲς οὔτε ἡ πρόσληψις. ἡ δὲ πρόσληψις ἦν ὅτι ἡ σὰρξ μία οὖσα αἰσθητήριόν ἐστι τῆς ἁφῆς. ἵνα οὖν δείξῃ ὅτι οὐχ ἓν τὸ αἰσθητήριον * * * ἀλλὰ μεταξύ, ὅπερ ἔδειξε διὰ τῶν τριῶν εἰρημένων ἐπιχειρημάτων. Τοιαύτας μὲν οὖν ὁ Ἀριστοτέλης ἐπὶ τῶν δύο προβλημάτων, εἴπερ εἴη, ἐποιήσατο τὰς ἐπιχειρήσεις, γυμνάζων ἡμᾶς, ὅπερ ἤδη εἶπον, μὴ ἁπλῶς καὶ ὡς ἔτυχε πιθανοὺς παραδέχεσθαι λόγους, ἀλλ’ ἀληθεῖς. ἔστι δ’ ἡ τοῦ Ἀριστοτέλους δόξα καὶ ὅτι μία ἡ ἁπτικὴ αἴσθησις, καὶ ὅτι ἡ σὰρξ αἰσθητήριον. ὅτι γὰρ οἶδε μίαν τὴν ἁφήν, ἐν τῷ προοιμίῳ τοὐ τρίτου λόγου ἐδήλωσεν. “ ὁτι γάρ”, φησίν, “οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε”, καὶ ταύτας ἀπαριθμησάμενος μίαν τῶν πέντε καὶ τὴν ἁφὴν συνηρίθμησεν. ὥστε εἰ πέντε αἱ αἰσθήσεις, μία δὲ τούτων ἡ ἁφή, μία ἄρα ἡ ἁπτικὴ αἴσθησις. καὶ τὴν σάρκα δὲ αἰσθητήριον βούλεται ἐν οἷς φησιν “ἡ δὲ ἁφὴ τῷ αὐτῶν ἅπτεσθαί ἐστιν ” · ἔτι δὲ μᾶλλον ἐν οἷς πάλιν φησὶ “καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἀφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἒχοντες”. εἰ δὲ τῷ ἅπτεσθαι αἰσθανόμεθα, ἅπτεται δὲ ἡ σάρξ, αἰσθητήριον ἄρα ἡ σάρξ. μᾶλλον δὲ ἐκ τῶν διεσπαρμένως αὐτῷ εἰρημένων συναγαγόντα τὴν τοὐ φιλοσόφου διάνοιαν ἔστιν εἰπεῖν ὅτι καὶ μίαν καὶ πολλὰς αἰσθήσεις οἶδεν τὴν ἁφήν, καὶ οὐ μόνον αὐτὴν ἀλλὰ καὶ τὰς λοιπὰς αἰσθήσεις, καὶ τὴν σάρκα καὶ αἰσθητήριον εἶναι καὶ μεταξύ· ὁμοίως καὶ τὰ λοιπὰ αἰσθη- τήρια. καὶ γὰρ ἡ ἡμετέρα ψυχὴ καὶ μία ἐστὶ καὶ πολυμερής. ὥσπερ n 2r γὰρ ὁ μὲν τοῦ χρώματος λόγος καθ’ αὑτὸν μὲν ἀμερής ἐστι καὶ ἀσχημάτιστος, συνδιίσταται δὲ καὶ συσχηματίζεται τῷ ὑποκειμένῳ σώματι, οὕτω δὲ καὶ ἡ ἄλογος ψυχὴ ἔχει μὲν κατ’ οὐσίαν τὸ ἀμερὲς καὶ ἀδιάστατον ἐπεὶ πῶς ἄν ἅμα κατὰ ταὐτὸν τοῦ λευκοῦ καὶ τοῦ μέλανος ἀντελαμβά- νετο;) μεριστὴ δὲ γίνεται περὶ τὰ σώματα συνδιισταμένη αὐτοῖς. ἐπεὶ οὖν ἀμερής ἐστι κατά τι καὶ μεριστή, εἰκότως καὶ μία λέγοιτ’ ἄν καὶ πολλαί. καὶ διὰ τοῦτο οὖν καὶ ἑκάστη τῶν δυνάμεων αὐτῆς καὶ μία εἴη καὶ πολλαὶ ὡς συμμεριζομένη τῷ ὑποκειμένῳ καὶ ἄλλῳ μορίῳ ἄλλου αἰσθητοῦ ἀντι- λαμβανομένη. ἐζήτησε δὲ τοῦτο μάλιστα ἐπὶ τῆς ἁφῆς εἰκότως· ἐπειδὴ γὰρ αὕτη προσυλοτέρα ἐστὶ μᾶλλον καὶ σωματοειδεστέρα, εἰκότως προφατῆς νέστερον ἔχει τὸ πολυμερές, καὶ αἱ μὲν ἄλλαι μᾶλλον ἓν ἢ πολλά, αὕτη δὲ μᾶλλον πολλὰ ἢ ἕν. καὶ τί λέγω ἐπὶ τῆς ἀλόγου ψυχῆς, ὅπου γε καὶ ἡ λογικὴ ὡς πρὸς τὸν νοῦν παραβαλλομένη μεριστή πώς ἐστι, καὶ αὐτὴ προτάσεσι χρωμένη καὶ κατασκευαῖς καὶ συμπεράσμασιν; εὔλογον δὲ καὶ αἰσθητήριον τὴν σάρκα εἶναι. εἰ γὰρ ἦν μεταξύ, ἐπειδὴ παχυτέρα ἐστὶν ἀέρος καὶ ὕδατος, ἐν ἐκείνοις δὲ καίπερ λεπτοτέροις οὖσιν ὅμως γίνεταί τις χρόνος, ὥστε ἀντιλαβέσθαι τῶν αἰσθητῶν δι’ αὐτῶν τὰς αἰσθήσεις πρότερον γὰρ ὁρῶμεν ἀνεσπασμένην τὴν κώπην, εἶτα ὕστερον τοῦ ψόφου ἀκούομεν, καὶ τῆς βροντῆς γινομένης πρῶτον ἡμῖν ἡ ἀστραπὴ φαίνεται· καὶ οὐκ εὐθὺς δὲ ἅμα τῷ πλησιάσαι τὸ εὐῶδες ἀντιλαμβανόμεθα τῆς ὀσμῆς, ἀλλὰ δεῖ χρόνου τινὸς πρὸς τὴν ἀντίληψιν), εἰ τοίνυν δι’ ἀέρος λεπτομεροῦς ὄντος ὅμως δεῖ χρόνου πρὸς τὸ αἰσθέσθαι καὶ ψόφου καὶ ὀσμῆς, πολλῷ μᾶλλον ἐπὶ τῆς ἁφῆς, εἴπερ ἡ σὰρξ μὴ ἦν αἰσθητήριον ἀλλὰ μεταξύ, ἔδει χρόνου ἡμῖν πρὸς τὴν ἀντίληψιν τῶν ἁπτῶν διὰ τὴν παχύτητα τῆς σαρκός, εἰ μή τις ἐπὶ τῶν ἄλλων τὸ διάστημα αἰτιῷτο. ἀλλ’ ἐπὶ τῆς ὀσμῆς καὶ σύνεγγυς ὄντος τοῦ θυμιάματος ὅμως χρόνου τινὸς δεόμεθα πρὸς τὴν ἀντίληψιν. ἀλλ’ ὅμως εἰ καὶ αἰσθητήριον ἡ σάρξ ἐστιν, ἀλλὰ καὶ μεταξύ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων· τὸ μὲν γὰρ κυρίως αἰσθητήριον τὸ πνεῦμά ἐστι· καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ δὲ τὸ κρυσταλλοειδὲς καὶ τὰ λοιπὰ ὑγρὰ καὶ οἱ χιτῶνες ὡς μὲν πρὸς τὸ πνεῦμα μεταξύ εἰσιν, ὡς δὲ πρὸς ἀέρα καὶ τὰ ἄλλα αἰσθητήριον. ἀλλ’ ἐνταῦθα μὲν ταῦτα μᾶλλον αἰσθητήριον ἢ μεταξύ· ἐπὶ δὲ τῆς ἁφῆς ἡ σὰρξ μᾶλλον μεταξὺ ἢ αἰσθητήριον διὰ τὸ προσυλότερον καὶ γεωδέστερον. οἰκειότερον γὰρ μᾶλλον τῷ πνεύματι τὸ ὁρατικὸν αἰσθητήριον ἢ ἡ σάρξ. αὕτη καὶ ἡ τοῦ Ἀριστοτέλους δόξα. ἰστέον δὲ ὅτι ὁ Θεμίστιος καὶ ἄλλην τίθησι κατασκευὴν δεικνὺς ὅτι οὐκ ἔστιν ἡ σὰρξ αἰσθητήριον. τὰ μὲν γὰρ αἰσθητήρια, φησί, τῶν ἐναντίων εἰσὶ κριτικά· κρίνει γὰρ ἡ ὅψις τὸ λευκὸν τὸ μέλαν κιαὶ ἡ γεῦσις τὸ γλυκὺ καὶ τὸ πικρόν, ἡ ἀκοὴ τὸν ὀξὺν καὶ οὐκέτι, βαρὺν φθόγγον, ἡ δὲ ἁφὴ ἀντικειμένου τοῦ τε κούφου καὶ τοῦ βαρέος μὲν βαρὺ κρίνει τῷ πίλησιν αὐτῆς καὶ ὤθησιν γενέσθαι, τὸ δὲ κοῦφον ἀκοή· διότι μηδὲ πάσχει ὑπ’ αὐτοῦ. λέγω οὖν ὃτι ὣσπερ ἐπὶ τῶν ἀλλων ἐλέγομεν ὅτι ἀντιλαμβάνονται οὐ μόνον τῶν ἰδίων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων ἀντιλαμβάνεται γὰρ ἡ μὲν ὄψις τοῦ σκότους, σιγῆς δ’ ἡ ἀκοή· ἀντιλαμβάνεσθαι δὲ τούτων ἐλέγομεν οὐ κατὰ κατάφασιν, ἀλλὰ κατὰ ἀπόφασιν τῷ μηδὲν πάσχειν) οὕτω φαμὲν καὶ τῆς κουφότητος ἀντιλαμβάνεσθαι τὴν ἁφὴν κατὰ ἀπόφασιν, ἐπεὶ τῷ αὐτῷ λόγῳ ἐροῦμεν μηδὲ τὰς ἄλλας τῶν ἀντικειμένων ἀντιληπτικὰς εἶναι· οὐ γὰρ πάσχει ἡ ὄψις ὑπὸ τοῦ σκότους οὐδὲ ἡ ἀκοὴ ὑπὸ τῆς σιγῆς· ἀντίκειται δὲ φῶς μὲν σκότῳ, ψόφῳ δὲ ἤτοι τῇ φωνῇ ἡ σιγή * * ὁπότε ψυχροῦ καὶ θερμοῦ ἀντιλαμβάνεται, ξηροῦ καὶ ὑγροῦ, τραχέος καὶ λείου, ἐναντίων ὄντων. Ὃτι δὲ ἕν τέ ἐστι τὸ ἁπτικὸν αἰσθητήριον, καὶ τοῦτο οὐκ ἄλλο τι ἢ ἡ σάρξ, δεῖξαι ἔνεστι τὸν τρόπον τοῦτον· καὶ τέως ὅτι ἕν ἐστιν αἰσθητήριον δείξεις τὸν τρόπον τοῦτον. ὁποῖον γὰρ δήποτε τῶν ἁπτῶν, οἷον θερμόν, καθ’ οἷον δήποτε μόριον τοῦ σώματος προσαγάγῃς, πάντως ἴσχει αὐτοῦ ἀντίληψιν. ὁμοίως ψυχρόν τε καὶ ξηρὸν καὶ ὑγρὸν καὶ τὰ λοιπὰ πάντα. ὥστε εἰ ἑκάστου αἰσθητοῦ καθ’ οἰόνουν μόριον ἡ σὰρξ ἀντιλαμβάνεται, δῆλον δήπου ὅτι οὔκ εἰσι πλείονα αἰσθητήρια· κεχωρισμένα γὰρ ἄν ἦν τοῖς τόποις. εἰ δὲ τοῦτο, οὐ παντὶ μορίῳ τῆς σαρκὸς προσαγόμενον τὸ αὐτὸ αἰσθητὸν ἀντιληπτὸν ἐγίνετο. δῆλον γὰρ ὅτι τιθέμενον κατά τινος μορίου τῆς σαρκὸς εἰ οὐχ ὑπέκειτο τὸ ἀντιληπτικὸν αὐτοῦ αἰσθητήριον, οὐδεμίαν <ἄν> ἑαυτοῦ παρεῖχεν ἀντίληψιν, ὥσπερ οὖν ὄπισθεν τοῦ ὁρατοῦ ὄντος οὐκ ἀντιλαμβανόμεθα· οὐδὲ γὰρ εἰ περιεπεφύκει ἡμῖν ὁ ἀὴρ κατὰ τὴν ὑπόθεσιν καὶ ἔκρυπτεν τὸ ὁρατικόν τε καὶ ἀκουστικὸν καὶ ὀσφραντικὸν αἰσθητήριον, ἐν παντὶ μορίῳ τοῦ περιπεφυκότος ἀέρος τιθέμενον τὸ ὁρατὸν <ἄν> εἰ γὰρ ἐτέθη πρὸς τῷ μορίῳ τῷ κατ’ εὐθὺ τοῦ ἀκουστικοῦ πόρου, οὐκ ἄν ἑωράθη· καίτοι εἰ τὸ ἀκουστὸν κατὰ τοῦ αὐτοῦ τόπου ἐτέθη, μᾶλλον ἂν ἠκούσθη· ὁμοίως καὶ τὸ ὀσφραντὸν μᾶλλον ἄν παρέσχεν ἀντίληψιν κατ’ εὐθὺ τοῦ ὀσφραντικοῦ πόρου τεθέν· ὥστε ταύτῃ διεκρίθησαν ἄν καὶ τότε τὰ διάφορα αἰσθητήρια, καὶ διὰ τοῦτο αἱ διάφοροι αἰσθήσεις. ὥστε εἰ καὶ νῦν πλείοσιν ἁπτικοῖς αἰσθητηρίοις περιφῦσα ἡ σὰρξ καλύπτει, διὰ τί κατὰ πᾶν μόριον παντὸς ἁπτοῦ αἰσθάνεται; καίτοι εἰ καὶ ἐπὶ τῶν ἄλλων τριῶν περιφύντος τοῦ ἀέρος πάντα ᾐσθάνετο, ἐπὶ τῆς ἁφῆς γε τοῦτο συμβαίνειν οὐκ ὤφειλε διὰ τὸ μὴ τῶν πόρρωθεν, ἀλλὰ τῶν ἐγγύθεν τὴν ἁφὴν ἀντιλαμβάνεσθαι. ὅτι μὲν οὖν οὐ πλείονα τὰ ἁπτικὰ αἰσθητήρια, ἐντεῦθεν δῆλον. ὅτι δὲ οὐδὲ ἄλλο τί ἐστι παρὰ τὴν σάρκα τὸ ἁπτικὸν αἰσθητήριον, δῆλον ἐντεῦθεν. εἰ γὰρ μεταξὺ ἦν ὁ ἀήρ, ὧν δ’ αἰσθητηρίων ἐστί τι μεταξύ, ἐπὶ τούτων εἰ ἐπ’ αὐτὸ τεθῇ τὸ αἰσθητήριον τὸ αἰσθητόν, οὐδεμίαν ἑαυτοῦ παρέχει ἀντίληψιν, δῆλον δὴ κἀντεῦθεν ἄν τὸ αὐτὸ συνέβη. νῦν δ’ εἴ τις κατὰ βραχὺ ἀφαιροῖτο τῆς σαρκός, εἴ τε ἐπὶ τὸ λοιπὸν ἐπιθείη ἢ θερμὸν ἢ σκληρὸν ἢ ἄλλο τι τοιοῦτον, πάντως αἰσθήσεται, καὶ πάλιν εἰ κἀκείνης ἄλλο τι μόριον ἀφέλοις, καὶ μέχρις αὐτοῦ τοῦ ὀστοῦ. ὥστε εἰ τοῦτο ἀληθές, δῆλον ὅτι ἡ σάρξ ἐστι τὸ ἁπτικὸν | αἰσθητήριον. εἰ γὰρ ἄλλο τι ἦν ἐντός, ἔδει κατὰ μικρὸν n 2v ἀφαιρουμένης τῆς σαρκὸς φθάσαι ποτὲ εἰς τὸ αἰσθητήριον, ᾧ ἐπιτιθεμένου τοῦ αἰσθητοῦ οὐκέτι συναίσθησις ἐγίνετο. ὅτι δὲ καὶ μία ἐστὶν ἡ αἴσθῃ. τικὴ δύναμις καὶ οὐ πολλαί, ἐντεῦθεν ἄν συλλογίσαιο, εἴ γε πάσῃ αἰσθητικῇ δυνάμει ἴδιόν τι αἰσθητήριον ἀφώρισεν ἡ φύσις. τὸ γὰρ λέγειν ὅτι ἡ γλῶττα γευστικόν τέ ἐστι καὶ ἁπτικὸν γελοῖον· τὴν γὰρ ἁπτικὴν αἴσθησιν οὐχ ἡ γλῶττα μόνη ἔχει, ἄλλ’ ὅλον δι’ ὅλου τὸ σῶμα, καὶ εἴρηται ἡ αἰτία, ὅτι ἐκ τούτων συνεστήκαμεν, θερμοῦ ψυχροῦ, ξηροῦ ὑγροῦ. τί οὖν μᾶλλον ἐπὶ τῆς γλώττης ἄμφω συμβέβηκεν ἢ ἐπὶ ὀφθαλμοῦ καὶ ἀκοῆς καὶ τοῦ ὀσφραντικοῦ πόρου; καὶ γὰρ καὶ ταῦτα ἅμα καὶ τοιαῦτά τε καὶ ἁπτικά. τῷ δὲ τὸ γευστικὸν ἁπτόμενον αἰσθάνεσθαι, ὥσπερ τὸ ἁπτικόν, ἔδοξέν τι ἐξαίρετον ἔχειν παρὰ τὰ ἄλλα, ἐπεί τοί γε, ὡς εἶπον, οὐδὲν ἰδιάζον ἔχει παρὰ τὰ λοιπά. καὶ δῆλόν ἐστιν ὅτι οὐδ’ οὗτος ἰσχυρὸς ὁ λόγος ὁ λέγων δεῖν ἐπὶ τῆς ἁφῆς τὸ μεταξὺ εἶναι, ἵνα συμφωνῇ πρὸς τὰς ἄλλας αἰσθήσεις. πέντε γὰρ οὐσῶν τῶν αἰσθήσεων αἱ μὲν δύο, ὄψις καὶ ἀκοή, τῶν πορρωτάτω ἀντιλαμβάνονται, αἱ δὲ δύο, ἁφὴ καὶ γεῦσις, τῶν ἐγγυτάτω· αὐτοῦ γὰρ δεῖ θιγεῖν τοῦ αἰσθητηρίου, εἴ γε δέδεικται ὅτι αἰσθητήριον ἡ σάρξ· ἡ δὲ λοιπὴ ἡ ὄσφρησις μέσην εἴληχεν τάξιν, οὔτε τῶν πάνυ πόρρω ἀντιλαμβανομένη οὔτε μὴν τῶν] αὐτοῦ τοῦ αἰσθητηρίου ἁπτομένων τῶν ὀσφραντῶν. ὥστε μᾶλλον οὕτω ἐχούσης τῆς ἁφῆς καὶ τῆς γεύσεως, ὥσπερ νῦν ἔχει, συμφωνία τις καὶ τάξις σώζεται ἐπὶ τῶν αἰσθήσεων. εἰ μὲν γὰρ αἱ τέσσαρες ὁμοίως τῶν ἔξωθεν ἀντελαμβάνοντο, εἶχεν ἄν πὼς πιθανότητα τὸ λέγειν ‘διὰ τί μὴ καὶ ἡ λοιπή᾿; εἰ δὲ οὕτως ἔχει, ἀλλὰ ἡ μὲν γλῶττα ἁπτομένη, ἡ δὲ ὄσφρησις τῶν πάνυ σύνεγγυς καὶ σχεδὸν τῶν ἁπτομένων, τίς ἡ ἀνάγκη τοῦ καὶ ἁφὴν διὰ τοῦ μεταξὺ ἀντιλαμβάνεσθαι; τὸ γὰρ λέγειν ὅτι καὶ ἡ γεῦσις ἁφή τίς ἐστιν οὐκ ἀληθές· διὰ τί γὰρ μὴ ἡ ἁφὴ γεῦσις; ἐναργῶς γὰρ διακέκριται τά τε αἰσθητήρια αἵ τε δυνάμεις. εἰ δὲ διότι ἁπτομένη γεύεται, διὰ τοῦτο ἁφή, ταύτῃ ἂν εἴποι τις καὶ τὴν ἀκοὴν ὄψιν καὶ τὴν ὄψιν ἀκοήν· ἄμφω γὰρ διὰ τοῦ μεταξύ. τὸ δὲ τῶν ἁπτῶν αἰσθάνεσθαι, ὡς εἶπον, κοινὸν παντὸς τοῦ σώματος. Λείπεται οὖν ζητεῖν, μήποτε ὁ λόγος ἐκεῖνος ἀληθής ἐστιν ὁ λέγων ὅτι πᾶσα αἴσθησις περὶ μίν ἔχει ἀντίθεσιν αἰσθητῶν καὶ περὶ ἕν τι καὶ κοινὸν γένος τὸ προσεχές, ὄψις μὲν περὶ λευκὸν καὶ μέλαν καὶ τὰ μεταξὺ καὶ τὸ κοινὸν τούτων γένος τὸ χρῶμα, ἀκοὴ περὶ τὸν ὀξὺν καὶ βαρὺν καὶ τὸ κοινὸν γένος τὸν ψόφον, γεῦσις περὶ τὸ γλυκὺ καὶ πικρὸν καὶ τὸ μεταξὺ καὶ τὸ κοινὸν τούτων γένος τοὺς χυμούς, ἡ δὲ ὄσφρησις ὡς ἀμυδρὰ οὔτε τὰ εἴδη διέκρινεν οὔτε τὸ γένος, διὰ τὸ μηδὲ τὰ εἴδη διακρῖναι, ἐναργῶς δὲ ἐπὶ τῆς ἁφῆς πολλαὶ ἀντιθέσεις, ὡς εἴρηται, καὶ οὐδὲ ὑπό τι κοινὸν καὶ προσεχὲς ἀναγόμεναι γένος. ἐδείξαμεν δὲ καὶ ὅτι οὐκ ἔστιν ἐπὶ τῶν ἄλλων τὸ ὅμοιον· τὸ γὰρ μέγα καὶ μικρὸν τὸ ἐπὶ ψόφου καὶ τὸ τραχὺ καὶ λεῖον ἔστιν ἐπὶ παντὸς αἰσθητοῦ κατὰ ἀναλογίαν. τοιοῦτον γάρ ἐστιν ἐπὶ μὲν ὁρατῶν τὸ σφοδρὸν καὶ κατακορὲς μέλαν καὶ τὸ ἀμυδρότερον, ἐπὶ γεύσεως τὸ σφόδρα γλυκὺ καὶ ἧττον γλυκύ, ὁμοίως καὶ ἐπὶ ὀσφραντῶν· τό τε τραχὺ καὶ λεῖον ἐπὶ τῆς ἀκοῆς εἰ τὸ λυποῦν τε καὶ ἦδον ἦν, τὸ αὐτὸ δὲ τοῦτο ἐπὶ πάσης αἰσθήσεως ἐστιν. δῆλον δήπου ὅτι οὐ καλῶς εἴληπται ταῦτα παρὰ Ἀριστοτέλους· ταῦτα μὲν γὰρ παντὶ αἰσθητῷ παρακολουθεῖ, οὐ διαφορὰν αἰσθητῶν ποιοῦντα. ὡς γὰρ αὐτὸς ἐν τῷ πέμπτῳ τῆς Φυσικῆς ἔδειξεν, ἅπερ παντὶ τῷ γένει παρακολουθεῖ, ταῦτα οὐ ποιεῖ εἰδῶν διαφοράν. ἔχει δ’ ἐπὶ λέξεως τὰ ἐν τῇ Φυσικῇ οὕτως “διὸ οὐκ εἴδη κινήσεως τάχος καὶ βραδυτής, ὅτι πάσαις ἀκολουθεῖ ταῖς διαφόροις κατ’ εἶδος. ὥστε οὐδὲ βαρύτης καὶ κουφότης ἡ εἰς τὸ αὐτό, οἷον γῆς πρὸς αὑτὴν καὶ πυρὸς πρὸς αὑτό’’. λέγεται γὰρ ἄλλη ἄλλης γῆ βαρυτέρα ἢ κουφοτέρα, ἀλλ’ οὐ ποιεῖ τοῦτο διαφορὰν γῆς. πάσα γὰρ γῆ ἄλλης μέν ἐστι βαρυτέρα, ἄλλης δὲ καὶ κουφοτέρα· ὁμοίως καὶ πῦρ πυρὸς κουφότερον ἢ βαρύτερον. διὸ οὐ διαφέρει πῦρ πυρὸς ταύτῃ ἢ γῆ γῆς, γῆ δὲ πυρός· οὔτε γὰρ ἡ ἐν τῷ πυρὶ κουφότης τινὶ γῇ παρακολουθεῖ οὔτε ἡ ἐν τῇ γῇ βαρύτης τινὶ πυρί. καὶ πᾶσα δὲ κίνησις ἄλλης μέν ἐστι ταχυτέρα, ἄλλης δὲ βραδυτέρα. ὥστε εἰ καὶ τοῖς αἰσθητοῖς πᾶσι παρακολουθεῖ, οὐ λέγω μόνοις ἀκουστοῖς ἀλλὰ πᾶσιν ἁπλῶς, τὸ ἄλλα ἄλλων 〈μᾶλλον〉 ἐπιτεταμένην ἔχειν τὴν οἰκείαν ποιότητα ἢ ἀνειμένην, ὅπερ ἔλαβεν ὁ Ἀριστοτέλης μέγα καὶ μικρόν, ὁμοίως καὶ τὸ ᾔδειν ἢ λυπεῖν, καθ’ ὃ ἔλαβεν τὸ τραχὺ καὶ λεῖον ἐπὶ τῆς ἀκοῆς, οὐκ ἄρα αἰσθητῶν διαφορὰν τὰ τοιαῦτα ποιήσειεν, ἐπεὶ μηδὲ τάχος καὶ βραδυτὴς διαφορὰν ἐποίει κινήσεων. ὁπότε δὲ καὶ ἐπὶ μιᾶς μόνης αἰσθήσεως τοῦτο συνέβαινεν, οὐδ’ οὕτως διαφορὰν ἐποίει αἰσθητῶν. τὸ γὰρ μέγα καὶ μικρὸν παντὶ ψόφῳ παρακολουθεῖ, ὁμοίως καὶ τὸ τραχὺ καὶ λεῖον· οὐκ ἄρα διαφορὰ ψόφων τὰ τοιαῦτα. οὐ πάσῃ δ’ ἁπτῇ ποιότητι παρακολουθεῖ τραχύτης καὶ λειότης ἢ τὸ κραῦρον καὶ γλίσχρον· ἀλλ’ οὐδὲ αὐταὶ αἱ συστατικαὶ τῶν σωμάτων ποιότητες, θερμότης, ψυχρότης, ξηρότης, ὑγρότης ἀλλήλαις παρακολουθοῦσιν, ὡς τῷ ψόφῳ τὸ μέγεθος ἢ ἡ σμικρότης, ἀλλὰ διάφοροι οὖσαι καὶ ἐξηλλαγμέναι κατ’ εἶδος συμπλέκονται εἰς σύστασιν τῶν σωμάτων. ἐκεῖ δὲ τοῦ ποσοῦ τῆς φωνῆς ἐστι τὸ μέγα καὶ μικρόν, καὶ τοῦ ποιοῦ τὸ τραχὺ καὶ λεῖον, οὐ μὴν ποιότητες. ἄλλως τε ὁμολογοῦμεν ὡς ταύτῃ διαφέρει ἡ ἁφὴ τῶν ἄλλων· εἰ δὲ τοῦτο ποιεῖ μὴ μίαν εἶναι αἴσθησιν τὴν ἁφὴν ἀλλὰ πλείους, ζητητέον. μήποτε δ’ ὥσπερ ἔδοξε μὲν μόνη ἡ ὄΦις κατ’ ἐκπομπὴν ποιεῖσθαι τὰς ἀντιλήψεις τῶν ὁρατῶν, μηδεμιᾶς ἄλλης ὑπονοηθείσης τοιοῦτό τι ποιεῖν, οὕτω καὶ ἡ ἁφὴ ἔσχεν τι ἐξαίρετον πτω τὸ πλειόνων ἀντιθέσεων ἀντιλαμβάνεσθαι. ὅλως δὲ τὸ λέγειν ὅτι πλειόνων ἀντιλαμβάνεται ἐπιστῆσαι μέν ἐστι τῷ ἐξαιρέτῳ αὐτῆς παρὰ τὰς ἄλλας, οὐ μὴν ἔτι] ἤδη διὰ τοῦτο ἀνάγκη καὶ μὴ μίαν αὐτὴν εἷναι ἀλλὰ | πλείους. εἰ γὰρ διὰ τοῦτο πλείους, ἐπειδὴ ὅλως ἔσχεν τινὰ διαφορὰν πρὸς τὰς ἄλλας, διὰ τί μὴ μᾶλλον μία ἐκ τοῦ ἓν εἶναι τὸ αἰσθητήριον; περὶ γὰρ τῆς γλώττης ἀπελογισάμεθα ὅτι οὐχ ὡς γλῶττα ἁπτική ἐστιν, ἀλλ’ ᾗ πᾶν τὸ σῶμα τοιοῦτόν ἐστιν· καὶ τὸ ὀπτικὸν γοῦν αἰσθητήριον καὶ τὰ λοιπὰ ἅμα καὶ ἁπτικά ἐστιν. ὥστε οὐδὲν ἐναργὲς τεκμήριον οὐδὲ πιθανός τις λόγος δείκνυσι τὴν ἁφὴν μὴ μίαν οὖσαν αἴσθησιν ἀλλὰ πλείους. Περὶ δὲ τοῦ ἁπτοῦ καὶ περὶ ἁφῆς ὁ αὐτὸς λόγος. ποῖος; ὅτι ἀπὸ τῶν ἀντικειμένων ἀρκτέον, ὅτι κἀνταῦθα διὰ τοῦ μεταξὺ ἀντίληψις, ὅτι κἀνταῦθα περὶ ἓν γένος καὶ μίαν ἀντίθεσιν ἡ ἐνέργεια τῆς ἁφῆς, ὅσον γε ἐκ τῆς πρὸς τὰς λοιπὰς ἀκολουθίας. εἰ γὰρ ἡ ἁφὴ μὴ μία ἐστὶν αἴσθησις ἀλλὰ πλείους, ἀναγκαῖον καὶ τὰ 〈ἁπτὰ〉 αἰσθητὰ πλείω εἶναι. ὁ γάρ σύνδεσμος αἰτίας σημαίνων ἀπόδοσιν ποιεῖ τὴν ὅλην τοῦ ῥητοῦ διάνοιαν τοιαύτην· ἐπειδὴ περὶ ἁφῆς καὶ περὶ ἁπτοῦ ὁ αὐτό ἐστι λόγος ὡς γὰρ ἂν ἔχῃ τὸ ἁπτόν, οὕτως ἀνάγκη καὶ τὴν ἁφὴν ἔχειν, καὶ ἔμπαλιν), ἐξ ἀνάγκης δήπου, εἴτε πλείονα εἶεν τὰ ἁπτά, πολλὰς εἶναι καὶ τὰς ἀφ’ ἅς, εἴτε αἱ ἁφαὶ πλείους, καὶ τὰ ἁπτὰ πλείονα εἶναι, εἴπερ ὁ αὐτὸς λόγος ἐπ’ ἀμφοτέρων. δυνατὸν δὲ τὸν γάρ σύνδεσμον μὴ πρὸς τὰ προειρημένα ἀποδοῦναι, ἀλλὰ πρὸς τὴν τῶν ἐπαγομένων διάνοιαν. ἔσται δὲ σαφὴς ἡ διάνοια τοῦ ῥητοῦ τὴν τάξιν παραμείψασι τοιώσδε· ἔχει δὲ ἀπορίαν πότερον πλείους εἰσὶν ἢ μία· εἰ γὰρ τὰ ἁπτὰ αἰσθητὰ πλείω ἐστίν, ἀναγκαῖον καὶ τὴν ἁφὴν μὴ μίαν αἴσθησιν εἶναι, ἀλλὰ πλείους. ἴσως δὲ καὶ ὡς ἀντιστρέφοντος τοῦ λόγου ἀδιαφόρως ἐχρήσατο· ἔδει γάρ, ὡς εἶπον, οὕτως εἰπεῖν ὅτι εἰ τὰ ἁπτὰ πλείω, καὶ αἱ ἁφαὶ πλείους, ἵνα ἐκ τῶν ὡμολογημένων τὰ ἄδηλα κατασκευάσῃ· νῦν δὲ τοὐναντίον εἶπεν ‘εἰ αἱ ἁφαὶ πλείους, καὶ τὰ ἁπτά.’ δυνατὸν δέ, ὡς εἶπον, καὶ ὑπερβιβάσαι τὴν λέξιν. προτίθεται οὖν ἐντεῦθεν ἀπορητικῶς τὰ εἰρημένα μοι ἐν τῇ προθεωρίᾳ δύο προβλήματα δεῖξαι, πότερον μία ἐστὶν ἡ ἁπτικὴ αἴσθησις ἢ πλείους, καὶ πότερον ἡ σάρξ ἐστιν τὸ αἰσθητήριον τῶν ἁπτῶν, ὡς ἡ ὄψις τῶν ὁρατῶν, καὶ ἐν τοῖς ἄλλοις ζῴοις τοῖς οὐκ ἔχουσι σάρκα ἀνάλογον δέ] τι τῇ σαρκί ἔστι γάρ τινα τῶν ζῴων, ἃ οὐκ ἔχει μὲν σάρκα, ἀνάλογον δέ τι τῇ σαρκί, ὥσπερ τὰ ἔντομα, μύρμηκες καὶ μυῖαι καὶ τὰ ὅμοια) ἢ οὐκ ἔστι μὲν ἡ σὰρξ τὸ αἰσθητήριον, οὐδὲ τὸ ταύτῃ ἀνάλογον, ἀλλ’ αὐτὴ μέν ἐστι μεταξὺ δι’ ἧς ἡ αἴσθησις, ὥσπερ ἦν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ μεταξὺ τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων, τὸ δὲ κυρίως καὶ πρώτως αἰσθανόμενον τῶν ἁπτῶν ἄλλο τί ἐστιν ἔνδον τῆς σαρκὸς ἀνάλογον ἐν] τοῖς ἄλλοις αἰσθητηρίοις. p. 422b23 Πᾶσά τε γὰρ αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι δοκεῖ. ἐντεῦθεν τὸ πρῶτον ἐπιχείρημα ὅτι οὐ μία αἴσθησις ἡ ἁφή. εἰ γὰρ πᾶσα αἴσθησις μιᾶς ἐναντιώσεως ἐστι κριτική, ἡ δὲ ἁφὴ πλειόνων, ἀνάγκη ἄρ, ὅσαι εἰσὶν αἱ ἐναντιώσεις ὧν ἀντιλαμβάνεται ἡ ἁφή, τοσαύτας εἶναι καὶ τὰς ἁπτικὰς αἰσθήσεις. p. 422b27 Ἔχει δέ τινα λύσιν πρός γε ταύτην τὴν ἀρίαν. Σαλεύει διὰ τούτων τὸ πρότερον ἐπιχείρημα, ὅτι οὐ μόνον ἡ ἁφὴ περὶ πλείους ἀντιθέσεις ἔχει, ἀλλὰ καὶ αἱ λοιπαί. προείπομεν δὲ ἤδη ὅτι τὸ τραχὺ καὶ λεῖον ἐπὶ φωνῆς καὶ λευκὸν καὶ μέλαν κατὰ ἀναλογίαν λέγεται, καὶ ὅτι τὸ μέγα καὶ τὸ μικρὸν τὸ ἐν ψόφοις οὐκ ἔστι τὸ αὐτὸ τῷ ἐπὶ τῶν μεγεθῶν, ὡς λέγομεν μεγάλην γραμμὴν ἢ μέγα σῶμα. ἐπὶ δὲ χρωμάτων μέγα μὲν καὶ μικρὸν οὐ λέγομεν, τραχὺ μέντοι καὶ λεῖον, καὶ σφοδρὸν καὶ ἀμυδρόν. ὁμοίως οὐδὲ ὀσμὴ μεγάλη καὶ μικρὰ λέγεται, ἀλλὰ γλυκεῖα καὶ πικρά, καὶ δριμεῖα καὶ βαρεῖα. δῆλον οὖν ὅτι καὶ ἐνταῦθα οὐ κατὰ ἀναλογίαν τὸ μέγα καὶ τὸ μικρὸν λέγεται, ἀλλ’ ἐπὶ μόνων τῶν ψόφων, διότι τὸ μέγα καὶ τὸ μικρὸν τοῦ συνεχοῦς ποσοῦ ἐστι, καὶ τὸ μακρὸν καὶ τὸ βραχύ. ὥσπερ οὗν μακρὸν καὶ βραχὺν ψόφον λέγομεν τὸν ἐν πλείονι ἢ ἐλάττονι παρατάσει χρόνου γινόμενον, διότι ὁ χρόνος συνεχὲς ποσόν, οὕτως ἐπεὶ ἐν κινήσει ἀέρος ὁ ψόφος, ἡ δὲ κίνησις πάλιν συνεχὲς ποσόν, τὸν ἐν μεγάλῃ ἢ μικρᾷ κινήσει γενόμενον ψόφον ἢ μικρὸν ἢ μέγαν λέγομεν. ἐπεὶ οὖν ὁ μὲν ψόφος πάντως μετὰ κινήσεως, λέγω δὴ τῆς κατὰ τόπον, αὕτη δὲ τοῦ ποσοῦ, οὐδὲν δὲ τῶν ἄλλων δεῖται τῆς κτὰ τόπον κινήσεως ὑποκειμένου, εἰκότως οὐ σώζεται ἐπὶ ἐκείνων ἡ τοῦ μεγάλου καὶ μικροῦ ἀναλογία. p. 422b32 Ἀλλὰ τί τὸ ἓν τὸ ὑποκείμενον, ὥσπερ ἀκοῇ ψόφος, οὕτω τῇ ἁφῇ, οὐκ ἔστιν ἔνδηλον. Τὸ δεύτερον ἐπιχείρημα ὅτι οὐ μία ἡ αἴσθησις. πᾶσα γὰρ αἴσθησις περὶ ἕν τι γένος ἔχει, ὄψις χρώματα, ἀκοὴ ψόφους, γεῦσις χυμούς, ὄσφρησις ὀσμάς· τὰ μέντοι τῇ ἁφῇ ὑποπίπτοντα οὐκ ἔχει ἓν κοινὸν γένος. δόξειε δ’ ἂν μηδὲ ἡ ὄψις περὶ ἕν τι γένος καταγίνεσθαι, εἴ γε αὐτὸς προεῖπεν ὅτι ὁρατόν ἐστι χρῶμά τε καὶ ὃ λόγῳ μὲν ἔστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν. λέγω δὲ ὅτι καὶ τοῦτο ὑπὸ τὸ χρῶμα ἀνακτέον· ἔστι γὰρ τὸ ὅλον τοῦτο λαμπρὸν χρῶμα. p. 422b34 Πότερον δ’ ἐστὶ τὸ αἰσθητήριον ἐντὸς ἢ οὔ, ἀλλ’ εὐθέως ἡ σάρξ, οὐδὲν δοκεῖ σημεῖον εἶναι τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένων. | Tὸν παρ’ ἡμῶν ἐν τῇ προθεωρίᾳ εἰρημένον ὑποθετικὸν συλλογισμὸν οὐκ ἔστιν ἄντικρυς ἐν τῷ ῥητῷ εὑρεῖν, ἀλλ’ ἐξ ὧν τήν τε πρόσληψιν αὐτοῦ καὶ τὸ συνημμένον ἀνασκευάζει, δυνάμει καὶ ὁ συλλογισμὸς ἐν τούτοις ἐμπεριέχεται. τίς δ’ ἦν ὁ συλλογισμός; εἰ τὸ αἰσθητήριον τῆς ἁφῆς ἕν, τοῦτο δ’ ἐστὶν ἡ σάρξ, ἀνάγκη καὶ τὴν αἴσθησιν μίαν εἶναι· ἀλλὰ μὴν ἓν τὸ αἰσθητήριον ἡ σάρξ· καὶ ἡ ἁφὴ ἄρα μία αἴσθησις. ἀνασκευάζει οὖν ὅτι οὗτε εἰ τὸ αἰσθητήριον ἓν εἴη, μίαν ἀνάγκη εἶναι τὴν αἴσθησιν, ὥσπερ ἔχει ἐπὶ τῆς γλώττης ἑνὸς γὰρ ὄντος αἰσθητηρίου δύο αἰσθήσεις, ἁφή τε καὶ γεῦσις) καὶ ὅτι ὅλως ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον. ἀλλ’ ἡμεῖς μὰν ἐν τῇ προθεωρίᾳ προτέραν ἐξεθέμεθα <τὴν> τοῦ ἀνασκευήν, δευτέραν δὲ τὴν τῆς προσλήψεως, ἵνα συνεχῆ ποιήσωμεν τὸν λόγον τὸν κατασκευάζοντα ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον, ἀλλὰ μεταξύ. αὐτὸς μέντοι οὐ ταύτῃ κέχρηται τῇ τάξει· ἀλλ’ ἐπεί, ὡς εἶπον, τό τε δεύτερον τῶν προβλημάτων καὶ ἡ ἀνασκευὴ τῆς προσλήψεως τοῦ ὑποθετικοῦ συλλογισμοῦ ἓν ἦν καὶ τὸ αὐτό, λέγω δὴ ὅτι ἡ σὰρξ οὐκ ἐστιν αἰσθητήριον, πρότερον τὰ δύο τῶν ἐπιχειρημάτων, δι’ ὧν δείκνυσι μὴ εἶναι τὴν σάρκα αἰσθητήριον, τίθησιν, εἶτα ἐφεξῆς τὸ συνημμένον τοῦ συλλογισμοῦ διελέγχει καὶ τὴν πρόσληψιν ἐν ταύτῃ τῇ τοῦ δευτέρου προβλήματος κατασκευῇ. δυνάμει δὲ δήπου καὶ τὸν εἰρημένον παρ’ ἡμῶν ὑποθετικὸν συλλογισμὸν ἔθηκεν· μὴ κειμένου γὰρ αὐτόθεν τοῦ συλλογισμοῦ παρὰ τῷ Ἀριστοτέλει, ἐκ τῶν εἰρημένων συνελογίσαντο οἱ ἐξηγηταὶ ὡς τοιοῦτον εἴη τινὰ συλλογισμὸν διελέγχων. πότερον δ᾿ ἐστὶ τὸ αἰσθητήριον ἐντὸς ἢ οὔ, ἀλλ’ εὐθέως ἡ σάρξ, οὐδὲν δοκεῖ σημεῖον τὸ γίνεσθαι τὴν αἴσθησιν ἅμα θιγγανομένου. τῶν τριῶν ἐπιχειρημάτων, δι’ ὧν δείκνυται ὅτι οὐκ ἔστιν ἡ σὰρξ αἰσθητήριον, τὸ ἓν διὰ τούτων τίθησιν, τοῦτο δ’ ἐστὶν τὸ διελέγχον τὸ ἐπιχείρημα δι’ οὗ ἐδόκει δείκνυσθαι αἰσθητήριον εἶναι ἡ σάρξ, λέγω δὴ τὸ τῆς ἀχρόνου ἀντιλήψεως. τοῦτο οὖν, φησίν, οὐχ ἱκανὸν σημεῖον εἰς τὸ εἶναι τὴν σάρκα αἰσθητήριον, ὁπότε κἂν δι’ ὑμένος τῶν ἁπτῶν θίγωμεν, ἀχρόνως αὐτῶν ἀντιλαμβανόμεθα, καίτοι οὐκ ὄντος τοὐ ὑμένος ἐκείνου αἰσθητηρίου, μεταξὺ δ’ ὄντος τῆς τε σαρκὸς καὶ τῶν αἰσθητῶν. τί οὖν κωλύει καὶ τὴν σάρκα τοιοῦτόν τι εἶναι. p. 423a6 Διὸ τὸ τοιοῦτον μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν ὥσπερ εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ, καὶ τὰ ἑξῆς. Ὁ δεύτερος λόγος κατασκευάζων τὴν σάρκα αἰσθητήριον ἐκ τοῦ μηδὲν φαίνεσθαι ἄλλο τι παρὰ ταύτην, δι’ οὗ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα. τοῦτον οὖν διελέγχει ὅτι ἔοικε τοῦτο εἶναι ἡ σάρξ, οἷον ἄν συνέβη, εἰ ὁ ἀὴρ ἡμῖ‘ν περιεπεφύκει κύκλῳ καὶ συμφυὴς ἐγεγόνει ἡμῖν οἷον παχυνθείς. ὥσπερ οὖν εἰ τοῦτο συνέβη, διὰ τὸ καλύπτεσθαι τὰ αἰσθητήρια, δι’ ἑνὸς δὲ καὶ τοῦ αὐτοῦ ἀέρος καὶ ἀκούειν καὶ ὁρᾷν καὶ ὀσφραίνεσθαι, ἐδόξαμεν ἓν εἶναι τὸ αἰσθητήριον πάντων τῶν εἰρημένων, ὁρατῶν, ἀκουστῶν, ὀσφραντῶν, τὸν συμφυέντα ἡμῖν ἀέρα, καὶ μηδὲ εἶναι ὅλως ἄλλο τι αἰσθητήριον παρ’ αὐτόν μηδὲ γὰρ φαίνεται ἡμῖν ἕτερόν τι), ὅπερ νῦν διελέγχεται διὰ τὸ διακρίνεσθαι σαφῶς τὰ αἰσθητήρια, τοῦτο νῦν οἰητέον ἐπὶ τῆς σαρκὸς συμβῆναι περιφυείσης ἡμῖν καὶ κρυπτούσης τὰ ἁπτικὰ αἰσθητήρια. ὥστε οὐ παρὰ τὸ μὴ φαίνεσθαι ἕτερόν τι παρὰ τὴν σάρκα, δι’ οὗ τῶν ἁπτῶν ἀντιλαμβανόμεθα, ἤδη τοῦτο ἱκανὸν εἰς ἔλεγχον νομιστέον τοῦ εἶναι τὴν σάρκα αἰσθητήριον. δύναται δὲ τοῦτο τὸ ἐπιχείρημα καὶ τοῦ συνημμένου τοῦ συλλογισμοῦ ἔλεγχος εἶναι. ἐφεξῆς γοῦν τούτου καὶ τὸν εἰρημένον παρ’ ἡμῶν τοῦ συνημμένου ἔλεγχον τίθησιν ὁ Ἀριστοτέλης καὶ συνεχῆ ποιεῖ τῷ νῦν ἐπιχειρήματι καὶ ἠρτημένον αὐτοῦ. ἵνα δὲ τοῦτο δείξωμεν, λέγω δὴ ὅτι καὶ διὰ τῶν προκειμένων ῥήσεων τὸ συνημμένον τοῦ συλλογισμοῦ διελέγχεται, ἄνωθεν τὴν λέξιν τὴν προκειμένην καὶ ἐκθήσομεν καὶ ἐξηγησόμεθα. διὸ τὸ τοιοῦτο μόριον τοῦ σώματος ἔοικεν οὕτως ἔχειν, ὥσπερ εἰ κύκλῳ ἡμῖν περιεπεφύκει ὁ ἀήρ· ἐδοκοῦμεν ἂν ἢ] ἑνί τινι αἰσθάνεσθαι καὶ ψόφου καὶ χρώματος καὶ ὀσμῆς, καὶ μία τις αἴσθησις εἶναι ὄψις, ἀκοή, ὄσφρησις. δείξας μὴ εἶναι τὴν σάρκα αἰσθητήριον δι’ ὧν τὴν ὑπόνοιαν δι’ ἣν ἐδόκει εἷναι αἰσθητήριον ἤλεγξε, τὸ ἄχρονον λέγω τῆς ἀντιλήψεως, καταλειπομένου δὲ τοῦ ταύτην μὲν εἶναι τὸ μεταξὺ σῶμα συμφυές, ἔνδοθεν δὲ εἶναι τὸ ἁπτικὸν αἰσθητήριον, ταύτῃ τῇ δόξῃ χρώμενος τὸ συνημμένον τοῦ ὑποθετικοῦ συλλογισμοῦ ἐλέγχει, δεικνὺς ὅτι οὐκ ἀνάγκη μίαν εἶναι τὴν ἁπτικὴν δύναμιν, ἐπεὶ δι’ ἑνὸς καὶ τοῦ αὐτοῦ γίνεται τῆς σαρκὸς ἡ τῶν ἁπτῶν ἀντίληψις. εἰ γάρ, φησίν, ὁ περικεχυμένος ἡμῖν ἀὴρ συμφυὴς ἡμῖν ἐγεγόνει παχυνθείς, ὥστε ἀποκρύπτειν τὰ αἰσθητήρια, ἐπεὶ δι’ αὐτοῦ ὁρῶμεν καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα, ἔδοξαν ἂν ἡμῖν αἱ τρεῖς αἰσθήσεις αὗται μία εἶναι, διὰ τὸ δι’ ἑνὸς μὲν τοῦ ἀέρος τῶν τε ὁρατῶν καὶ ἀκουστῶν καὶ ὀσφραντῶν ἀντιλαμβά- νεσθαι, ἀποκεκρύφθαι δὲ τὰ κριτικὰ τούτων αἰσθητήρια. ὥσπερ οὖν εἰ καὶ δι’ ἑνὸς ἐγίνετο ἡ ἀντίληψις συμφυοῦς ἡμῖν ὄντος, οὐ παρὰ τοῦτο μία ἂν ἦν ἥ τε ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄφρησις ἀλλὰ πλείους, διὰ τὸ πλείονα καὶ τὰ αἰσθητὰ εἶναι, χρώματα, ψόφους καὶ ὀσμάς, οὕτως οὐδὲ ἐπειδὴ ἡ σὰρξ ἡμῖν προσπέφυκε μία οὖσα, δι’ ἧς πασῶν τῶν ἁπτῶν ἐναντιώσεων πλειόνων οὐσῶν ἀντιλαμβανόμεθα, μία ὅν εἴη ἡ ἁπτικὴ αἴσθησις ἀλλὰ πολλαὶ διὰ τὴν τῶν αἰσθητῶν ἑτερότητα. ἐπὶ μὲν γὰρ τῶν ἄλλων αἰσθήσεων τῷ κεχωρίσθαι ἡμῶν τὸ μεταξὺ δι’ οὗ ἡ ἀντίληψις τῶν αἰσθητῶν, τὸν ἀέρα λέγω, διωρίσθαι δὲ καὶ τὰ ὄργανα αὐτὰ ἀπ’ ἀλλήλων, φανερά ἐστιν | αὐτῶν ἡ ἑτερότης· ἐπὶ δὲ τῆς σαρκὸς διὰ τὸ προσπεφυκέναι ἡμῖν αὐτὴν μεταξὺ οὖσαν, ἄδηλον εἰ πολλαὶ αἱ ἁφαί, τῆ μέντοι τῶν ἁπτῶν ἑτερότητι διαγινώσκομεν τὸ τῶν αἰσθήσεων τῶν ἁπτικῶν πλῆθος. μήποτε δὲ καὶ τὸ προκείμενον ἐπιχείρημα ἔτι τῆς προσλήψεως τοῦ συλλογισμοῦ ἐστιν ἀνασκευαστικόν ὅπερ καὶ μᾶλλόν ἐστιν ἀληθές· βούλεται γὰρ καὶ διὰ τούτου δεῖξαι ὅτι οὐκ, ἐπειδὴ δι’ ἑνὸς τῆς σαρκὸς ἡ τῶν ἁπτῶν ἀντίληψις, ἤδη καὶ τὸ ἁπτικὸν αἰσθητήριον ἕν. μήποτε γὰρ ἡ μὲν σὰρξ συμφυής ἐστι μεταξύ, ἔσωθεν δὲ τὰ αἰσθητήρια πλείονα ὄντα, ὡς ἐπὶ τοῦ ὑποδείγματος. p. 423a12 Ἐξ ἀέρος μὲν γὰρ ἡ ὕδατος ἀδύνατον συστῆναι ἔμψυχον σῶμα· δεῖ γὰρ στερεὸν εἶναι. Tὴν αἰτίαν εἰπεῖν βούλεται, τίνος ἕνεκα δι’ οὗ μὲν ἡ ἁφὴ γίνεται, προσπέφυκεν ἡμῖν, ἡ σὰρξ λέγω, οὐκέτι δὲ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, δι’ ὧν αἱ εἰρημέναι αἰσθήσεις ἀντιλαμβάνονται, συμπεφύκασιν ἡμῖν, ἀλλ’ ἔξωθέν εἰσιν. διότι γάρ, φησίν, ἀδύνατον ἦν τὸ ἔμψυχον σῶμα καὶ ἐν γῇ μέλλον βιοτεύειν ἐξ ἑνὸς τῶν ἁπλῶν συστῆναι ἢ ὕδατος ἢ ἀέρος δεῖ γὰρ ἕκαστον ὡμοιῶσθαι μάλιστα τοῖς ἔνθα διατρίβειν μέλλει), διὰ τούτων δὲ ἡ τῶν εἰρημένων αἰσθήσεων ἀντίληψις, ἀέρος λέγω καὶ ὕδατος, εἰκότως οὐκ ἔστιν ἡμῖν ταῦτα συμπεφυκότα. καὶ γὰρ ὁ τοῖς ὠσὶν ἀγκατῳκοδομημένος ἀὴρ οὐ συμφυής ἐστιν, ἀλλ’ ἀχώριστος. ἐπειδὴ δὲ ἡ ἁφὴ διὰ σαρκὸς ἔχει τὴν ἀντίληψιν, καὶ τοῦτό ἐστιν αὐτῇ τὸ μεταξύ, τοιοῦτον δὲ καὶ τὸ τοῦ ζῴου σῶμα στερεὸν καὶ μικτόν, εἰκότως ἄρα προσπέφυκεν ἡμῖν, καὶ διὰ ταύτην τὴν αἰτίαν διὰ προσπεφυκότος ἡμῖν σώματος τοῦ μεταξὺ ἡ ἀντίληψις τῆς ἁφῆς γίνεται. p. 423a15 Ὥστε ἀναγκαῖον τὸ σῶμα εἶναι τὸ μεταξὺ τοῦ ἁπτικοῦ προσπεφυκὸς, καὶ τὰ ἐξῆς. Οὐκέτι γὰρ ἐκωλύετο προσπεφυκέναι ὡς τὰ ἄλλα τῷ μὴ δύνασθαι τοιοῦτον εἶναι τὸ σῶμα τοῦ ζῴου, ὡς εἴ γε ἠδύναντο, ἀναγκαῖον ἦν κἀκεῖνα προσπεφυκέναι. εἰ γὰρ καὶ ἐκ τοιούτου αὐτοὶ συνεστήκαμεν καὶ διὰ τοῦ τοιούτου ἡ τῶν αἰσθητῶν ἀντίληψις, τί ἐκώλυεν διὰ τοῦ οἰκείου ὁρᾶν καὶ μὴ δεῖσθαι τοὐ ἀλλοτρίου; ἐπεὶ οὖν ἡ τῶν ἁπτῶν ἀντίληψις διὰ σαρκός, ὡς μεταξὺ τοῦτο, δι’ οὗ γίνεται ἡ τῶν ἁπτῶν ἀντίληψις· τοῦ ἀναγκαίου γὰρ καὶ συντόμου ἡ φύσις στοχάζεται. διὰ τοῦτο οὖν, ἐπεὶ εὗρεν ἐν τοῖς μορίοις τοῦ ζῴου τὴν σάρκα, δι’ ἧς πεφύκασι τὰ ἁπτὰ ἀντιληπτὰ εἶναι, ταύτῃ ἐχρήσατο καὶ οὐκ ἐδεήθη ἑτέρου τινὸς ἔξωθεν μεταξύ. p. 423a17 Δῆλοί δ’ ὅτι πλείους ἡ ἐπὶ τῆς γλώττης ἁφή· γὰρ τῶν ἁπτῶν αἰσθάνεται κατὰ τὸ αὐτὸ μόριον καὶ χυμοῦ. Ὁρᾷς ὅπως, ὡς ἔλεγον, καὶ τὰ πρὸ τούτων ἔλεγχος ἦν τοῦ συνημμένου τοῦ ὑποθετικοῦ συλλογισμοῦ, λέγω δὴ ὅτι οὐκ ἀνάγκη, εἰ δι’ ἑνός τινος αἰσθανόμεθα, ἤδη καὶ τὴν αἴσθησιν μίαν εἶναι. ὡς γὰρ τοῦτο προδείξας διὰ τῶν προλαβόντων ὅτι ἐνδέχεται ἑνὸς ὄντος τοῦ ἁπτικοῦ αἰσθητηρίου τῆς σαρκὸς τὰς αἰσθήσεις πλείονας εἶναι, ἐκ τοῦ ὑποθέσθαι τοῦτο συμβῆναι περὶ τὴν σάρκα. ὅπερ ἄν συνέβη, εἰ συμπεφυκὸς ἡμῖν ὁ ἀὴρ ἦν, δι’ οὗ ὁρῶμέν τε καὶ ἀκούομεν καὶ ὀσφραινόμεθα, οὕτως ἐπήγαγε τὸ δηλοῖ δ’ ὅτι πλείους ἡ ἐπὶ τῆς γλώσσης ἁφή. ἐπειδὴ γὰρ οὐκ ἐξ αὐτῶν τῶν πραγμάτων ἡ δεῖξις προῆλθεν, ἀλλὰ δι’ ὑποθέσεως συνήγαγε τὸ ἐνδέχεσθαι δι’ ἑνὸς μὲν γίνεσθαι τὴν τῶν αἰσθητῶν ἀντίληψιν, μὴ μίαν δὲ τὴν αἰσθητικὴν δύναμιν, ὅτι οὐκ ἀδύνατος ἡ ὑπόθεσις, ἐπ’ αὐτῶν τῶν πραγμάτων αὐτὸ] πιστοῦται, λέγω δὴ ἐπὶ τῆς ἁφῆς τῆς ἐπὶ γλώττης. ἰδοὺ γοῦν ἡ γλῶττα καὶ γευστῶν καὶ ἁπτῶν ἐστιν αἰσθητήρι.ον, ἀλλ’ ὅμως ἑτέρα ἐστὶν ἡ γευστικὴ δύναμις τῆς ἁπτικῆς. οὐκ ἄρα ἀληθὴς ὁ λόγος ὁ λέγων, εἰ ἓν εἴη τὸ αἰσθητήριον, ἀνάγκη καὶ τὴν αἴσθησιν μίαν εἶναι· ὅτι γὰρ ἑτέρα ἐστὶν ἡ ἁφὴ παρὰ τὴν γεῦσιν, πρόδηλον, ὅτι ἐν τῷ λοιπῷ σώματι ἁφὴ μέν ἐστι, γεῦσις δὲ οὔ, ἡ δὲ γλῶττα καὶ πάντων τῶν ἁπτῶν ἀντιλαμβάνεται καὶ πρὸς τούτοις χυμῶν. p. 423a21 Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει. Ἐντεῦθεν τὸ τρίτον ἐπιχείρημα τῶν δεικνύντων ὅτι ἡ σὰρξ οὐκ ἔστιν αἰσθητήριον ἀλλὰ μεταξύ. ἔστιν δὲ τοῦτο τοιοῦτον. ἔνστασιν, ὡς ἤδη εἶπον, προσφέρει τοῖς αἰσθητήριον εἶναι τὴν σάρκα βουλομένοις καὶ λύει αὐτὴν καὶ πάλιν τὴν λύσιν ἐλέγχει. ἡ δὲ ἔνστασις, ὅτι εἰ ἐπὶ τῶν αἰσθητηρίων τῶν ἄλλων διά τινος μεταξὺ ἡ ἀντίληψις, ἡ δὲ σὰρξ τῷ ἅπτεσθαι τῶν ἁπτῶν ἀντιλαμβάνεται, ἔοικε μὴ εἶναι αἰσθητήριον. δείκνυσιν | οὖν ὅτι οὐδὲ ἡ σὰρξ ἅπτεται τοῦ ἁπτοῦ, ἀλλ᾿ ἔστι τι μεταξύ. εἰ γὰρ πᾶν σῶμα, φησί, βάθος ἔχει, τοῦτο δέ ἐστι τὸ τρίτον μέγεθος ἀντὶ τοῦ ἡ τρίτη διάστασις· πρώτη γὰρ διάστασις τὸ μῆκος, δευτέρα τὸ πλάτος, τρίτη τὸ βάθος), ὧν ἄρα ἐστὶ μεταξύ τι σῶμα. ἀνάγκη βάθος ἀλλότριον εἶναι τούτων μεταξύ, ὁπόσον ἄν ᾖ καὶ ὁπηλίκον. ὧν δ’ ἐστί τι βάθος μεταξὺ ἀλλότριον, ἀδύνατον ταῦτα ἅψασθαι ἀλλήλων. ὅσα δὲ ἀλλοτρίαν ὑγρότητα ἔχει ἐπιπολῆς σῶμά τι ἔχει περικεχυμένον· ὅσα ἄρα ἐν ὕδατι ἅπτεται ἀλλήλων, ἅτε δὴ βεβρεγμένα ὄντα ἔχει τι μεταξὺ σῶμα καὶ ἀλλήλων οὐχ ἅπτεται. ὥσπερ δὲ τὰ ἐν ὕδατι ἅπτεται ἀλλήλων, οὕτω καὶ τὰ ἐν ἀέρι· καὶ τῶν ἐν ἀέρι ἄρα ἁπτομένων ἐστί τις μεταξὺ ἀήρ. λανθάνει δὲ διὰ τὴν σμικρότητα, ἐπεὶ καὶ τὰ ἐν ὕδατι ἁπτόμενα ἀλλήλων λάθοι ἄν, ὅτι ἔστι μεταξύ τι ὕδωρ, ἀλλ’ οὐ διὰ τοῦτο εἴποιμεν ἄν μὴ εἶναι αὐτῶν τι μεταξύ. ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα βάθος ἔχει. ἀσύντακτον δοκεῖ τὸ χωρίον· εἰπὼν γὰρ ἀπορήσειε δ’ ἄν τις, οὐκ ἐπήγαγε τί ἀπορήσειεν. ἔστι δὲ ἡ ἀπορία αὐτοῦ κατωτέρω· δεῖ γὰρ ἐπισυνάψαι τὸ εἰ διερὸν διεροῦ ἅπτεται· τοῦτο γάρ, φησίν, ἀπορεῖται, εἰ τὰ διερὰ ἅπτονται ἀλλήλων καὶ μὴ ἔστι τι μεταξὺ ἀλλότριον σῶμα. καὶ ἔδειξεν ὅτι ἔστι τὸ ὑγρόν, τοῦτο δὲ σῶμα. τὸ δὲ ὑγρὸν οὐκ ἔστιν ἄνευ σώματος οὐδὲ τὸ διερόν. ὑγρὸν μέν ἐστι τὸ σύμφυτον ἔχον ὑγρότητα, ὡς τὸ ὕδωρ, διερὸν δὲ τὸ ἀλλότριον, ὡς ὁ πηλός. τὸ δὲ ὑγρὸν ἐν σώματι ἔχει τὸ εἶναι. οὐκοῦν ἀνάγκη τὸ μὲν ὑγρὸν ὕδωρ εἶναι, τὸ δὲ διερὸν μετέχειν ὕδατος. ἐπεὶ οὖν τὰ ἁπτόμενα ἀλλήλων ἐν ὕδατι οὐκ ἔχει ξηρὰς τὰς ἐπιφανείας, πᾶν δὲ ὑγρὸν μετὰ σώματος, ἔστιν ἄρα τι αὐτῶν μεταξὺ σῶμα, καὶ οὐχ ἅπτονται ἀλλήλων. οὕτως οὖν καὶ τὰ ἐν ἀέρι, εἴ καὶ μᾶλλον λανθάνει ὁ ἀὴρ τοῦ ὕδατος μεταξὺ ὤν, ὁπότε καὶ τὰ ἐν ὕδατι ἁπτόμενα λάθοι ἄν, εἰ ἔστι τι μεταξὺ αὐτῶν. λανθάνει δὲ μᾶλλον ἡμάς τὰ ἐν τῷ ἀέρι καὶ τὰ ἐν τῷ ὕδατι ζῷα, εἰ διερὸν διεροῦ ἅπτεται. καὶ πρὸς τὸ προσεχές, ὅτι τὰ ἐν ὕδατι ζῷα καὶ τὰ ἐν ἀέρι λανθάνει ἡμᾶς, εἰ ἅπτεται ἀλλήλων, διερῶν οὐσῶν τῶν οἷς ἅπτεται, τουτέστι τῶν ἐπιφανειῶν· διὰ γὰρ τὴν συνέχειαν τὴν πρὸς τὸ ὕδωρ ἢ τὸν ἀέρα οὐκ ἔστιν ἔνδηλον. δείκνυσι δὲ τοῦτο ὅτι εἰ ἐν ὕδατι βρέξαντες τοὺς δακτύλους ἁψόμεθα, μετὰ τὸ χωρισθῆναι ἔτι σώζουσι τὴν ὑγρότητα. ἀλλ’ εἰ καὶ λανθάνει ἡμᾶς, ἀλλ’ οὖν ὁ λόγος ἐλέγχει ἐκ τοῦ συμβαίνοντος ἐπὶ τῶν βεβρεγμένην ἐχόντων τὴν σάρκα καὶ οὕτως ἁπτομένων· ὁρᾶται γὰρ μετὰ τὸν χωρισμὸν ἔτι ὑγρὰ οὖσα ἡ σάρξ. καὶ εἰ παχυμερέστερον ὂν τὸ ὕδωρ ὅμως διὰ τὴν ὑγρότητα οὐκ ἐκθλίβεται, ἀλλ’ ἐνιζάνει τῇ σαρκί, πολλῷ μᾶλλον τὸν ἀέρα λεπτομερέστερον ὄντα ἀδύνατον καθάπαξ ἐκθλιβῆναι ὑπὸ τῶν ἁπτομένων. τί οὖν; εἰ ταῦτα οὕτως ἔχει καὶ ἀληθὴς οὗτος ὁ λόγος, συμβήσεται μηδὲν μηδενὸς τῶν στερεῶν σωμάτων ἅπτεσθαι, εἴ γε πάντα τὰ ἁπτόμενα ἀλλήλων ἢ ἐν ἀέρι ἅπτεται ἢ ἐν ὕδατι. συμβαίνει οὖν τὰ στερεὰ σώματα μόνων ἅπτεσθαι τῶν ὑγρῶν, στερεὸν δὲ στερεοῦ μηδέποτε ἅπτεσθαι. ἔστι δὲ πρὸς ταῦτα εἰπεῖν ὅτι ὅταν βρέξαντες τὸν δάκτυλον ἢ ἄλλο τι τοῦ σώματος μόριον ἁψώμεθα ἑτέρου τινὸς στερεοῦ, μανὴ οὖσα καὶ μαλακὴ ἡ σὰρξ διαδέχεται ἐν τῇ πιλήσει εἰς τοὺς ἐνυπάρχοντας πόρους ἤτοι τὰ ἐν αὐτῇ κοιλώματα τὸ ὑγρόν, καὶ εἰς ἑαυτὴν δὲ διὰ τὴν μανότητα, καὶ οὕτω μετὰ τὸ χωρισθῆναι συμβαίνει πάλιν φαίνεσθαι τὴν ὑγρότητα. συμβαίνει οὖν ἀκριβῶς ὅλην ἅπτεσθαι τὴν σάρκα, ἀλλ’ ἐκείνοις τοῖς κοιλώμασιν ἐν οἷς συνερρύη τὸ ὑγρὸν μὴ ἅψασθαι ἑτέρου τινός· μετὰ γοῦν τὸ διαστῆναι χεῖται πάλιν τὸ ἐν ἐκείνοις ὑγρὸν καὶ πληροῖ τὴν ἐπιφάνειαν· συμβαίνει δὲ καὶ ἐν ἀδήλοις πόροις ὠθούμενον τὸ ὑγρὸν γενέσθαι, ὅπερ πάλιν μετὰ τὴν βίαν χεῖται περὶ τὴν ἐπιφάνειαν, ἐπεί τοί γε, ἐὰν σκληρὰ πάνυ καὶ λεῖα σώματα λάβοις, οἷον ὑέλινα ἡ χαλκᾶ στιλβωθέντα ἀκριβῶς ἢ σιδήρεα καὶ οὕτως ἐσχηματισμένα, ὥστε ἐπιτιθεμένων ἀλλήλοις ἐφαρμόζειν ἀκριβῶς τὰς ἐπιφανείας, ὡς μηδὲ τὴν τυχοῦσαν καταλιμπάνειν μεταξὺ κενὴν χώραν, εἶτα βρέξας ταῦτα ἐπιθήσεις ἀλλήλοις καὶ πιλήσεις, ὡς ἅψασθαι αὐτὰ ἀκριβῶς, εἶτα διαστήσεις, οὐκ ἄν οἶμαι εὕροις οὐδὲ τὴν τυχοῦσαν ἐν αὐτοῖς ὑγρότητα· οὐδὲ γὰρ πέφυκε τὸ ὕδωρ τοῖς στερεοῖς ἀντιβαίνειν σώμασιν. εὔλογον οὖν πιλουμένων ἐκείνων τοῦ ὕδατος μὴ πεφυκότος ἀντιβαίνειν στερεοῖς σώμασιν μήτε δὲ χώρας μηδεμιᾶς μεταξὺ οὔσης, μήτε φανερᾶς μήτε ἀδήλου, ἐν ᾗ δεῖ χωρῆσαι τὸ ὕδωρ, ἐκθλίβεσθαι αὐτὸ καὶ ἐκχωρεῖν, καὶ πολλῷ μᾶλλον τὸν ἀέρα, εὐκίνητόν τε ὄντα καὶ ἥκιστα ἀντιβατικὸν καὶ παντὶ σώματι ὑποχωρεῖν πεφυκότα. ἄλλως τε οὐδὲ ἀνάγκη πάντως τὰ ἁπτόμενα διά τινος ἅπτεσθαι μεταξύ. εἰ γὰρ ἀνάγκη τὰ ἁπτόμενα διά τινος μέσου ἅπτεσθαι ἀλλήλων, ἐπ’ ἄπειρον ἀνάγκη τοῦτο συμβαίνειν. εἰ γὰρ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἁπτά αἰσθανόμεθα γοῦν αὐτῶν ψυχρῶν ἢ θερμῶν ὄντων), ὁπηνίκα ἁπτόμεθα τοῦ ὕδατος, πότερόν ἐστί τι μεταξὺ ἡμῶν τε καὶ τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ἢ οὐκ ἔστιν; εἰ μὲν οὖν μὴ ἔστιν * * * πάλιν περὶ ἐκείνου ὁ αὐτὸς λόγος, εἴτε ἔστι τι μεταξὺ αὐτοῦ τε καὶ ἡμῶν εἴτε μή, καὶ τοῦτο ἐπ’ ἄπειρον. οὐκ ἄρα ἀνάγκη τὰ ἁπτόμενα διά τινος μέσου ἅπτεσθαι ἀλλήλων. ὅλως δὲ τὰ κυρίως ἁπτόμενα ἀνάγκη μὴ ἔχειν τι μεταξύ, ἐπεὶ οὐδ’ ἄν ἅπτεσθαι λέγοιντο ἀλλήλων, εἴ γε ἅπτεσθαι ταῦτα λέγεται, ὡς αὐτὸς ἐν τῷ E τῆς Φυσικῆς ὡρίσατο, ὧν ἅμα τὰ ἔσχατα, ἅμα δὲ οὐκ ἔστιν ὧν ἐστί τι μεταξὺ τὸ διεῖργον. ὅτι δ’ οὐκ ἀνάγκη τὰ ἐν τῷ ἀέρι ἁπτόμενα μεταξύ τι ἔχειν ἀέρος, μάθοις ἄν καὶ ἐντεῦθεν· τὰ γὰρ μαλακὰ τῶν σωμάτων, οἷον σὰρξ ἤ τι τοιοῦτον, εἴ τις βιαιότερον τῷ δακτύλω ὤσει, εἴκει ὡς ἐκστῆναι τῆς οἰκείας θέσεως· καὶ τί λέγω τὰ μαλακά; ἐνδέχεται βεβρεγμένας ἔχοντα τὰς χεῖρας ὠθεῖν λίθον ἧ τι τοιοῦτον. εἰ γοῦν μὴ ἀμέσως θιγγάνουσα ἡ | χεὶρ οὕτως ὠθεῖ, ἀλλὰ διὰ τοῦ μεταξὺ σώματος, λέγω δὴ τοῦ ὑγροῦ, συμβήσεται οὕτως δι’ αὐτοῦ ὠθεῖν ὥσπερ διὰ τῆς βακτηρίας τὴν θύραν. πῶς οὖν οὐκ ἄτοπον στερεὸν σῶμα ὑπὸ ῥυτοῦ καὶ παντὶ εἴκοντος λέγειν ὠθεῖσθαι; ἴσως τις ἐρεῖ ὅτι οὕτως ὠθεῖ διὰ μέσης τῆς ὑγρότητος τῆς ἐν τῇ χειρί, ὥσπερ κἂν εἰ ὑμένα τις περιτείνας τῇ χειρὶ ἢ ἱμάτιον οὕτως ὤσει. καὶ τί λέγω; αὐτὴ ἡ σὰρξ μαλακή ἐστιν, ἀλλ’ ὅμως διὰ τὸ μὴ αὐτὴν καθ’ αὑτὴν ὠθεῖν, ἀλλὰ μετὰ τῶν ὀστῶν διὰ μέσης αὐτῆς ὠθούντων, καὶ τὰ σκληρότατα ὠθεῖν δύναται. λέγω οὗν πρὸς ταῦτα ὅτι ἡ μὲν σὰρξ συνεχής τε οὖσα ἑαυτῇ καὶ οὐ σκεδαστή, ἔτι δὲ καὶ συμπεφυκυῖα τοῖς ὀστοῖς οὐ διαρρεῖ οὐδὲ διαπίπτει ἐν τῇ ὤσει, εἰ καὶ φαίνεται τῷ ὄντι καὶ αὐτὴ εἴκουσα παρ’ ἑκάτερα διὸ κἂν εἰ πολλῇ βίᾳ τις χρήσαιτο, ῥαγείη, οὐ μήν γε ὁμοίως, τῷ καὶ αὐτὸς μὴ σκεδαστὸς εἶναι καὶ τῷ περιτετάσθαι καὶ οἷον συμφῦναι τὰ αὐτὰ τῇ σαρκὶ ὑπομένειν)· τὸ δὲ ὕδωρ καὶ ὁ ἀὴρ σκεδαστά ἐστι καὶ εὔθρυπτα καὶ ἐπὶ τῇ τυχούσῃ βίᾳ ὑποχωρεῖ καὶ ἀντιπεριίσταται τοῖς ὠθοῦσι. μάθοις δ’ ἂν κἀντεῦθεν· ὁ κενὸς ἀμφορεὺς δῆλον δήπου ὡς ἀέρος ἐστὶ πλήρης· ὅταν οὖν τοῦτον ὕδατος πληρώσω, πᾶς ὁ ἀὴρ ὑπεξίσταται, ὡς μηδὲ τὸ βραχύτατον αὐτοῦ καταλειφθῆναι. ἀμέλει γοῦν εἴ τι λειφθείη, διὰ τὸ μὴ πεφυκέναι ὑφίστασθαι τῷ ὕδατι πομφόλυγας ποιεῖ ἐν τῷ ὕδατι καὶ ταύτας ῥήξας προσχωρεῖ τῇ οἰκείᾳ ὁλότητι. εἰ τοίνυν τῷ οὕτως μαλακῷ καὶ ῥυτῷ ὕδατι καὶ σχεδὸν ὁμοίῳ οὐ πέφυκεν ὑφ’ ἵστασθαι οὐδὲ τὴν πίλησιν αὐτοῦ ὑπομένειν, πόσῳ μᾶλλον στερεῶν τινων καὶ ἀντιτύπων σωμάτων ἀντιβαινόντων ἀλλήλοις μεταξὺ ἀπολειφθῆναι <οὐ> δυνήσεται ὁ μηδὲ κώνωπος ὁρμὴν ὑπομένων, ἀλλ’ ἅπαξ ὑποχωρῶν; ὥστε ἀδύνατον μεταξὺ τῶν ἁπτομένων ἀπολειφθῆναι ὕδατός τι ἢ ἀέρος, εἰ μή τινες εἶεν μεταξὺ χῶραι ἀφανεῖς ἡ φανεραί, καθ’ ἃς οὐκ ἐφαρμόζουσιν ἀλλήλοις τὰ ἁπτόμενα· οὐδὲ γὰρ οὕτως εἰσὶ τῶν σωμάτων διαπεπλασμέναι αἱ ἐπιφάνειαι, ὡς ἀκριβῶς ὅλαι ὅλαις ἐφαρμόζειν. ὥστε ἐν τοῖς διαλείμμασιν ἡ ὑγρότης ἐναπομένει, ἥτις μετὰ τὸ διαστῆναι ἀλλήλων τὰ ἁπτόμενα χεομένη πάλιν πληροῖ τὴν ἐπιφάνειαν, καὶ μάλιστα εἰ μαλακὰ εἴη τὰ ἁπτόμενα καὶ ὠθοῦντα, ἢ ἄμφω ἢ θάτερον. πιλουμένης γὰρ τῆς σαρκός, ἣ μᾶλλον πιλεῖσθαι δύναται, ἐν ταῖς κοιλότησι συρρεῖ ἡ ὑγρότης· ἐπειδὰν οὖν διαστῇ ἁπτόμενα, ἐπανέρχεται ἡ σὰρξ εἰς τὴν οἰκείαν θέσιν, καὶ οὕτως ἐν ἑνὶ ἐπιπέδῳ γενομένη ἡ ὑγρότης περιχεῖται καὶ εἰς τὰ λοιπὰ μόρια· p. 423b1 Πότερον οὖν πάντων ὁμοίως ἐστὶν ἡ αἴσθησις ἢ ἄλλων ἄλλως; Δείξας ὅτι οὔτε ἐν ὕδατι οὔτε ἐν ἀέρι ἅπτονται ἀλλήλων τὰ ἐν τούτοις ἅπτεσθαι δοκοῦντα, διὰ τὸ εἶναι μεταξὺ τούτων ἢ ἀέρα ἢ ὕδωρ, ὥσπερ λήμματι τούτῳ χρώμενος μέτεισιν ἐπὶ τὸ προκείμενον. τοῦτο δ’ ἦν τὸ δεῖξαι ὅτι καὶ ἐπὶ τῆς ἁφῆς σώζεται ἡ αὐτὴ ἀναλογία ταῖς ἄλλαις αἰσθήσεσι, λέγω δὴ τὸ διὰ τοῦ μεταξὺ καὶ ἐπὶ τῆς ἁφῆς γίνεσθαι τὴν ἀντίληψιν. ταύτῃ γὰρ ἐδόκουν δεικνύναι μὴ οὖσαν τὴν σάρκα αἰσθητήριον, διὰ τὸ μὴ σώζεσθαι τὴν αὐτὴν ἀναλογίαν, ἥτις ἦν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων. οὐκ ἔστιν οὖν, φησί, διάφορος ἡ τῶν αἰσθητηρίων ἀντίληψις, ὥσπερ νῦν δοκεῖ. δοκεῖ γὰρ γεῦσις μὲν καὶ ἁφὴ αὐτῶν τῶν αἰσθητηρίων ἁπτομένων τῶν αἰσθητῶν οὕτως αὐτῶν ἀντιλαμβάνεσθαι, αἱ δὲ λοιπαὶ οὐχ οὕτως, πόρρωθεν δὲ ὄντων ἀλλήλων τῶν τε αἰσθητῶν καὶ τῶν αἰσθητηρίων, οὕτω διὰ τοῦ μεταξὺ ἀντιλαμβάνεσθαι. τοῦτο οὖν, φησίν, οὐκ ἔστιν ἀληθές, ἀλλὰ καὶ ἐπὶ τῆς ἁφῆς ἐστί τι μεταξὺ ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. ἀλλ’ ἐπὶ μὲν ἀκοῆς καὶ ὄψεως καὶ ὀσφρήσεως πολὺ τὸ μεταξύ διὸ ἐπίδηλόν ἐστι καὶ οὐ λανθάνει), ἔπι δὲ γεύσεως καὶ ἁφῆς ὀλίγον, διὸ καὶ λανθάνει. εἰ γὰρ οὕτως ἔχει τὰ ἐν τῷ ἀέρι ἁπτόμενα ὥσπερ καὶ τὰ ἐν τῷ ὕδατι, ἐκεῖνα δὲ ὑγρῶν ὄντων τῶν ἄκρων οὕτως ἅπτεται, καὶ τὰ ἐν τῷ ἀέρι ἄρα οὐκ ἀμέσως ἅπτεται ἀλλήλων. ἀλλ’ ἐπεὶ ὀλίγος ὁ ἐναπολαμβανόμενος μεταξὺ ἀήρ, εἰκότως λανθάνει καὶ οὐδὲ εἶναι δοκεῖ. καὶ οὐ θαυμαστόν γε, εἰ λανθάνει, ὁπότε κἂν εἰ ὑμὴν ἡμῖν περιετέτατο ἁπτομένοις, ἐδόξαμεν ἂν ἀμέσως ἅπτεσθαι, λανθάνοντος ἐκείνου τῇ σμικρότητι καὶ οὐκ ὄντος ἐνδήλου ὅτι διείργει δι’ ἑαυτοῦ μέσου τὰ ἁπτόμενα. οὕτως οὖν καὶ νῦν λανθάνει ἡμᾶς διὰ τὴν σμικρότητα διείργων ὁ ἀὴρ καὶ μὴ ἐῶν ἀμέσως ἅπτεσθαι τῶν ἁπτῶν. ἀλλ’ εἰ καὶ λανθάνει τὴν αἴσθησιν, ἀλλ’ ὁ λόγος ἐλέγχει ἐκ τοῦ συμβαίνοντος | ἐπὶ τῶν ἐν ὕδατι ἁπτομένων καὶ βεβρεγμένην ἐχόντων τὴν σάρκα. p. 423b12 Ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς. Εἰπὼν ὅτι κοινὸν ἐπὶ πασῶν τῶν αἰσθήσεων τὸ διά τινος μεταξὺ γίνεσθαι τὴν ἀντίληψιν, λέγει νῦν πῇ διαφέρει γεῦσίς τε καὶ ἁφὴ τῶν λοιπῶν. αἱ μὲν γὰρ ἄλλαι, φησίν, αἰσθήσεις οὐχ ὑπ’ αὐτῶν πρώτως πά|σχουσι τῶν αἰσθητῶν, ἀλλὰ τοῦ μεταξὺ πρώτως πάσχοντος ὑπὸ τῶν n 5v αἰσθητῶν οὕτω τὸ αἰσθητήριον ὑπὸ τοῦ μεταξὺ πάσχει· καὶ γὰρ τὰ χρώ- μάτα κινητικὰ ἐλέγοντο εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς καὶ ὁ ψόφος κινητικὸς τοῦ διηχοῦς, ὁμοίως καὶ αἱ ὀσμαὶ τοῦ διόσμου· ἐπὶ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως οὐ τοῦ μεταξὺ πάσχοντος ὑπὸ τῶν αἰσθητῶν πρώτως οὕτω διαδίδοται εἰς ἡμᾶς διὰ τοῦ μεταξὺ τὸ πάθος αὐτοῦ ποιοῦντος εἰς ἡμᾶς, ἀλλ’ ἅμα σὺν τῷ μεταξὺ πάσχομεν ὑπὸ τοῦ αἰσθητοῦ· τὰ γὰρ ἁπτὰ ἅμα καὶ τὸ μεταξὺ καὶ τὸ αἰσθητήριον διατίθησιν. ἐναργεῖ δὲ κέχρηται εἰς πίστιν τούτου παραδείγματι· ὁ γὰρ ὑπὸ δόρατος ἢ λίθου ἡ τινος τοιούτου δι’ ἀσπίδος πληγεὶς ἅμα τῇ ἀσπίδι καὶ αὐτὸς ὑπὸ τοῦ δόρατος ἢ τοῦ λίθου τέτρωται, ἀλλ’ οὐχ ὑπὸ μὲν τῆς ἀσπίδος αὐτός, ἡ δὲ ἀσπὶς ὑπὸ τοῦ δόρατος, ἀλλὰ μετὰ ταύτης καὶ αὐτός· τούτου γὰρ τὸ ἅμ δηλωτικόν. ὥσπερ γὰρ τὸ ὑγρὸν τὸν χυμὸν δεξάμενον αὐτὸ αἰσθητὸν γίνεται τῷ δέξασθαι τὸν χυμὸν ἐν ἑαυτῷ, διὸ οὐ δι’ αὐτοῦ αἰσθανόμεθα τοῦ χυμοῦ, ἀλλὰ σὺν αὐτῷ πάσχομεν ὑπὸ τοῦ χυμοῦ, οὕτως καὶ τῶν ἁπτῶν ἡ διὰ τῶν μεταξὺ αἴσθησις γίνεται αὐτῶν πασχόντων ὁμοίως τῷ αἰσθητηρίῳ. οὐχ οὕτως δὲ καὶ ἡ ὄψις ἀντιλαμβάνεται τῶν χρωμάτων, τῷ χρώννυσθαι τὸν ἀέρα, ἀλλὰ διὰ τούτου μέσου. ἀλλὰ διαφέρει τὸ ἁπτὸν τῶν ὁρατῶν καὶ ψοφητικῶν, καὶ τὰ ἑξῆς. ἐπειδὴ ἐδείκνυεν ὁ λόγος ὁ τὴν σάρκα αἰσθητήριον εἷναι βουλόμενος, ἐλεγχόμενος δὲ τῷ μὴ σώζεσθαι ἐπὶ τῆς ἁφῆς τὴν ὁμοιότητα τὴν πρὸς τὰς ἄλλας αἰσθήσεις, ὅτι ἔστι καὶ ἐπὶ τῆς ἁφῆς τὸ μεταξύ, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ οὐκ ἀμέσως ἡ σὰρξ τοῖς ἁπτοῖς προσπελάζει, τούτῳ δὲ πάλιν ἀντέπιπτε τῷ λόγῳ τὸ μὴ σώζεσθαι μηκέτι τῆς ἁφῆς ἰδιότητα καὶ σημασίαν οὐ γὰρ ἅπτονται ἀλλήλων τὰ διά τινος μεταξὺ ὄντος διειργόμενα· ταύτῃ γοῦν καὶ ἁφὴ κέκληται, τῷ τὰς μὲν ἰλλὰς μὴ ἀμέσως ὑπὸ τῶν αἰσθητῶν πάσχειν, ἀλλὰ ὑπὸ μὲν τῶν αἰσθητῶν τὸ μεταξύ, ὑπὸ δὲ τούτου τὰς αἰσθήσεις, τὴν δὲ ἁφὴν ὑπ’ αὐτῶν τῶν ἁπτῶν ἀμέσως πάσχειν) τοῦτο οὖν τὸ ἀντιπῖπτον ὥσπερ ἐπιλυόμενος ταῦτα ἐπήγαγεν, ὅτι εἰ καὶ ἔστι τὸ μεταξὺ καὶ ἐπὶ τῆς ἁφῆς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἀλλ’ οὖν οὐκ ἀπόλλυται διὰ τοῦτο τὰ τῆς αἰσθήσεως τῆς ἁπτικῆς ἴδια. πάσχει γὰρ ἡ αἴσθησις οὐχ ὑπὸ τοῦ μεταξύ, ὥσπερ αἱ ἄλλαι, ἀλλ’ ὑπ’ αὐτῶν τῶν αἰσθητῶν σὺν τῷ μεταξύ· ὥστε καὶ ἡ ὁμοιότης ἡ πρὸς τὰ ἄλλα αἰσθητὰ σώζεται καὶ ἐπὶ τῆς ἁφῆς, τὸ εἶναι καὶ ἐπὶ ταύτης τὸ μεταξύ, καὶ τὸ ἴδιον τῆς ἁφῆς οὐκ ἀπόλλυται. αὐτὸ γὰρ τὸ μεταξὺ ποιοῦται καὶ ὕλη γίνεται τοῦ θερμοῦ ἢ ψυχροῦ ἢ ὑγροῦ ἢ ξηροῦ, καὶ σὺν αὐτῷ τὸ αἰσθητήριον, ὅπερ ἐπὶ τῶν ἄλλων οὐκ ἐγίνετο· μόνον γὰρ τὰς ἐνεργείας τῶν αἰσθητῶν ἐδέχοντο αἱ αἰσθήσεις. ἰστέον δὲ ὅτι οὐδὲ τὸ ἁπτικὸν αἰσθητήριον ὑπὸ πάσης αἰσθήσεως ποιοῦται· οὐδὲ γὰρ ὅταν ἀντιλαμβάνηται βαρέος καὶ κούφου, γλίσχρου καὶ κραύρου, τραχέος καὶ λείου, τοιαύτη γίνεται ἡ σάρξ, ἀλλὰ μόνον γνωστικῶς τὰ εἴδη αὐτῶν δέχεται. ἐπειδὴ δέ, ὡς πολλάκις εἴρηται, πᾶν σῶμα ἐκ τῆς συγκράσεως τοῦ ὑγροῦ καὶ ξηροῦ, θερμοῦ τε καὶ ψυχροῦ συνέστηκε, διὰ τοῦτο καὶ ὁπηνίκα πάσχει ὑπὸ τούτων, ὡς μὲν αἴσθησις ἀντιλαμβάνεται αὐτῶν καὶ γινώσκει αὐτά, ὡς μέντοι φυσικὸν σῶμα πάσχει ὑλικῶς ὑπ’ αὐτῶν. καὶ ἐντεῦθεν δὲ ἔστι συλλογίσασθαι ὅτι αὗται μόναι δύο ἀντιθέσεις εἰσίν, ἐξ ὧν συνέστηκε πᾶν σῶμα φυσικόν, ὅτι μόναι ποιοῦσι τὰ πάσχοντα ὑπ’ αὐτῶν αἰσθητήρια καὶ οὐσιωδῶς ἐν αὐτοῖς ἐγγίνονται, βαρύτης δὲ καὶ κουφότης, καίτοι παντὶ σώματι παρακολουθοῦσαι πᾶν γὰρ γενητὸν σῶμα ἢ βαρύ ἐστι ἢ κοῦφον), ὅμως ὁπηνίκα δρῶσιν εἰς τὴν ἁφήν, οὐ μεταβάλλουσι τὴν σάρκα εἰς τὴν ἑαυτῶν ἰδιότητα ὥσπερ θερμότης καὶ ὑγρότης καὶ ψύξις καὶ ξηρότης. p. 423b17 Ὅλως δὲ ἔοικεν ἡ σὰρξ καὶ ἡ γλῶσσα, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ πρὸς τὴν ὄψιν καὶ τὴν ἀκοὴν καὶ τὴν ὄσφρησιν ἔχουσιν, οὕτως ἔχειν πρὸς τὸ αἰσθητήριον ὥσπερ ἐκείνων ἕκαστον. Ἀπορήσας μήποτε καὶ ἐπὶ τῆς ἁφῆς καὶ ἐπὶ τῆς γεύσεως ἐστί τι τὸ μεταξὺ τῆς τε σαρκὸς καὶ τῶν ἁπτῶν ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἐκ τούτου τῆς αὐτῆς ἀναλογίας φυλαττομένης καὶ ἐπὶ τῆς ἁφῆς, ὥστε εἶναι τὴν σάρκα αἰσθητήριον, ἐντεῦθεν δὲ πάλιν εἰς τὸ ἐναντίον ἐπιχειρεῖ ὅτι οὐκ ἔστιν αἰσθητήριον οὔτε ἡ σὰρξ οὔτε ἡ γλῶττα. κατασκευάζει δὲ τοῦτο, ὥσπερ ἤδη εἶπον, ἐκ τῆς ἀναλογίας τῆς πρὸς τὰ ἄλλα αἰσθητήρια. συλλογίζεται δὲ τοῦτο ἐν δευτέρῳ σχήματι οὕτως· ἐπὶ τὰ αἰσθητήρια ἐπιτιθέμενα τὰ αἰσθητὰ οὐ ποιεῖ αἴσθησιν, ἐπὶ δὲ τὴν σάρκα καὶ τὴν γλῶτταν ἐπιτιθέμενα ποιεῖ αἴσθησιν· οὐκ ἄρα ἡ σὰρξ καὶ ἡ γλῶττα αἰσθητήριον. καίτοι ἐπιτιθεμένου τοῦ λευκοῦ σώματος ἐπὶ ὄμμα ἀνάγκη πάντως εἶναί τι μεταξύ, οἷον ἦν καὶ ἐπὶ τῆς ἁφῆς, ἀλλ’ ὅμως οὐκ ἀντιλαμβάνεται, διότι δεῖ τοσοῦδε μεταξύ. εἰ τοίνυν δεῖ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν τῶν αἰσθήσεων φυλάττειν, ἐπὶ δὲ τῶν ἄλλων ἐπιτιθεμένων τοῖς αἰσθητηρίοις τῶν αἰσθητῶν οὐ γίνεται αὐτῶν ἀντίληψις, ἐπὶ δὲ τὴν σάρκα ἐπιτιθεμένων τῶν ατῶν γίνεται, ἔοικε μὴ εἶναι αἰσθητήριον ἀλλὰ μεταξύ. οὐκοῦν εἰ δεῖ εἶναί τι αἰσθητήριον τῆς τε ἁφῆς καὶ τῆς γεύσεως, ὥσπερ ἐπὶ τῶν ἄλλων ὀφθαλμός, ἀκοή, ὄσφρησις ἔστι γὰρ τῆς μὲν ἀκουστικῆς δυνάμεως αἰσθητήριον ἡ μῆνιγξ, τῆς δὲ ὀσφραντικῆς ἡ μαστοειδὴς ἀπόφυσις τοῦ ἐγκεφάλου), ἀνάγκη ἄρα ἐντὸς εἶναι τῆς σαρκὸς τὸ γευστικὸν καὶ ἁπτικὸν αἰσθητήριον. τὸ γὰρ πνεῦμα κοινόν ἐστι πασῶν αἰσθητήριον· καὶ γὰρ ἡ κοινὴ αἴσθησις ἐν τούτῳ. μέχρι μὲν οὖν τῶν ἐνταῦθα ἐφ’ ἑκάτερα προῆλθεν ἡ ἐπιχείρησις τῷ Ἀριστοτέλει. ὡς δὲ ἤδη εἶπον, τὴν ὅλην αὐτοῦ διάνοιαν ἐκλεξάμενός τις ἐκ τῶν εἰρημένων ἐρεῖ ὅτι καὶ μεταξὺ καὶ αἰσθητήριον βούλεται εἶναι τὴν σάρκα διὰ τοὺς εἰρημένους λόγους. οὐκ ἀνάγκη δὲ πάντως τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν τῶν αἰσθήσεων ἀπαιτεῖν, ἐπεὶ εἰ μεταξὺ ἡ σάρξ, ἔδει τὸ ἀνάλογον φυλάττεσθαι ἐπὶ πασῶν τῶν αἰσθήσεων, καὶ ὥσπερ τῶν ἄλλων τὸ μεταξὺ δι’ οὗ ἡ αἴσθησις οὐκ ᾐσθάνετο, οὕτως ἐνδεῖ μηδὲ τὴν σάρκα αἰσθάνεσθαι, εἰ διὰ ταύτης μέσης ἡ ἁφὴ γίνεται. οὐκ ἄρα δεῖ τὴν αὐτὴν ἀναλογίαν ἐπὶ πασῶν φυλάττεσθαι. p. 423b26 Ἁπτὰ μὲν οὖν εἰσιν αἱ διαφοραὶ τοῦ σώματος, ᾗ σῶμα. Ἀπορήσας περὶ τῆς ἁφῆς ἀναλαμβάνει τὸν λόγον καὶ ζητεῖ τίνα ποτέ ἐστι τὰ ἁπτά, καὶ τούτων τὰ εἴδη ἀπαριθμεῖται, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων ἐποίησε. λέγει δ’ οὖν ὅτι ἁπτά ἐστιν αἱ διαφοραὶ τοῦ σώματος, ᾗ σῶμα, διαφοραὶ δηλονότι αἱ συστατικαί. ἐζήτησε δὲ καὶ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς τοῦτο γάρ φησι τὸ περὶ τῶν στοιχείων), τίνες ἂν εἶεν κοινῶς πάντων σωμάτων αἱ συστατικαὶ ποιότητες, καὶ εἶπεν ὅτι οὔτε τὰ χρώματα οὔτε οἱ χυμοὶ οὕτε τῶν τοιούτων οὐδέν, διότι ζητοῦμεν τὰς κοινοτάτας ἀρχάς, αὗται δὲ οὐκ ἐπὶ πάντων διήκουσιν. εἰσὶ γὰρ καὶ ἀχρωμάτιστα σώματα, ὡς ὁ ἀήρ, καὶ ἄχυμα, ὡς αὐτός τε οὗτος καὶ ἕτερα πλείονα, κατὰ δὲ τοὺς ἰατροὺς καὶ τὸ ὕδωρ. κοινόταται δὲ ἀρχαὶ τῶν σωμάτων αἱ ἁπταὶ ποιότητες, διότι πᾶν σῶμα εὐθὺς καὶ ἁπτόν ἐστιν. ἀλλὰ τῶν ἁπτῶν ἀπαριθμησάμενος πλείους ἀντιθέσεις πάσας ἀνήγαγεν ὑπὸ τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, καὶ ἔδειξε ταύτας κοινοτάτας οὔσας τῶν σωμάτων ἀρχάς, καθ’ ἃς καὶ τὰ στοιχεῖα εἴδοποιεῖται. προσέθηκε δὲ καὶ τὸ ᾗ σῶμα εἰκότως. οὐ γὰρ ᾗ σώματά εἰσι τὰ κεχρωσμένα κέχρωσται· εἰ γὰρ τοῦτο, πᾶν σῶμα ἔδει κεχρῶσθαι· νῦν δὲ οὐκ ἔχει οὕτως. ἀλλ’ οὐδὲ τὰ εὐώδη οὐδὲ τὰ ἔγχυμα οὐδὲ τὰ ψοφητικά, τι, ᾗ σώματά ἐστι, τοιαῦτά ἐστιν· εἰ γὰρ ἦν τοῦτο, πᾶν σῶμα εὐθὺς ἔδει καὶ ταύτας τὰς ποιότητας ἔχειν· νῦν δὲ οὐκ ἔστιν. ἡ δὲ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ ἀντίθεσις ἐπὶ πάντων τῶν σωμάτων διήκει· πᾶν γὰρ σῶμα εὐθὺς ἢ ξηρὸν ἢ ὑγρόν ἐστιν, ἢ θερμὸν ἢ ψυχρόν. ὥστε καλῶς εἴρηται ταύτας μόνας τῶν ποιοτήτων τὰς ἀντιθέσεις συστατικὰς εἶναι διαφορὰς τῶν σωμάτων. τί οὖν; οὐχὶ καὶ τὸ βαρὺ καὶ τὸ κοῦφον ἐπὶ πάντων διαιρεῖται τῶν σωμάτων; σωμάτων δὲ νῦν τῶν γενητῶν δηλονότι. ἀλλὰ λέγω ὅτι μάλιστα μὲν τὸ βαρὺ καὶ τὸ κοῦφον ἁπταί εἰσι ποιότητες καὶ ἀνάγονται ὑπὸ τὰς εἰρημένας, ὡς ἐν τῷ Περὶ γενέσεως ἔδειξεν· ἔπειτα δὲ πᾶν σῶμα ἐν τῇ οἰκείᾳ ὁλότητι ὂν οὔτε βαρύ ἐστιν οὔτε κοῦφον, βαρὺ δὲ ἢ κοῦφον τότε γίνεται, ὅταν ἐκστῇ τῆς οἰκείας ὁλότητος. ἐπεὶ οὖν οὐδέν ἐστιν ἀεὶ ἐν τῷ παρὰ φύσιν, ὅταν τὸ πῦρ παρὰ φύσιν κάτω γένηται, ἐπείγεται τὸν κατὰ φύσιν τόπον καταλαβεῖν, καὶ διὰ τοῦτο κινεῖται ἐπὶ τὸ ἄνω, τὸ δὲ ἐπὶ τὸ ἄνω κινούμενον κοῦφον λέγομεν· ὁμοίως καὶ ἡ βῶλος παρὰ φύσιν ἄνω γενομένη ἐπειγομένη ἐπὶ τὸν ἴδιον τόπον κινεῖται ἐπὶ τὸ κάτω, τὸ δὲ ἐπὶ τὸ κάτω κινούμενον βαρὺ λέγομεν. εἰ δὲ τὰ σώματα ἐν τῶ κατὰ φύσιν ὄντα τόπῳ οὔτε ἐπὶ τὸ ἄνω οὔτε ἐπὶ τὸ κάτω κινεῖται, οὐδὲ βαρέα ἄν εἴη οὐδὲ κοῦφα. ἄλλως τε θερμότης μὲν καὶ ψυχρότης, ξηρότης καὶ ὑγρότης δραστικαὶ καὶ παθητικαί εἰσι διαφοραί, κουφότης δὲ καὶ βαρύτης οὐκέτι· ἐκείνων δὲ δεῖ εἰς τὴν τῶν στοιχείων γένεσίν τε καὶ σύστασιν. p. 423b31 Τὸ γὰρ αἰσθάνεσθαι πάσχειν τί ἐστιν. Eἰπὼν τὸ ἁπτικὸν δυνάμει ὅπερ τὸ ἁπτόν, τοῦτο αὐτὸ κατασκευάζει. καθόλου γάρ, φησί, τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ὡς εἴρηται· ἔκειτο δὲ ἡμῖν ὅτι τὸ πάσχον πῇ μὲν ταὐτόν ἐστι τῷ ποιοῦντι, πῇ δ’ οὐ ταὐτόν, δυνάμει μὲν ταὐτόν, ἐνεργείᾳ δ’ οὐ ταὐτόν· πάσχον μὲν γὰρ οὐ ταὐτόν, πεπονθὸς δὲ ταὐτόν. εἰ δὲ πάσχον ὑπὸ τοὐ αἰσθητοῦ γίνεται αὐτῷ ὅμοιον, δυνάμει ἄρα ἦν πρὶν παθεῖν ὅπερ τὸ αἰσθητόν. p. 424a2 Διὸ τοῦ ὁμοίως θερμοῦ ἢ ψυχροῦ ἢ σκληροῦ ἢ μαλακοῦ οὐκ αἰσθανόμεθα, ἀλλὰ τῶν ὑπερβολῶν. Ἐπεὶ γὰρ τὸ αἰσθητήριον σῶμα, πᾶν δὲ σῶμα ἁπτόν, τὸ δὲ ἁπτικὸν πάσχον ὑπὸ τοῦ ἁπτοῦ γίνεται ὅμοιον αὐτῷ ἐνεργείᾳ, οὐδὲν δὲ ὑπὸ τοὺ ὁμοίου πάσχει οὐδὲ γὰρ αἰσθάνεταί τι τοῦ ὁμοίως κεκραμένου ἁπτοῦ), ὥστε εἰ τῶν ὁμοίων μὴ ἀντιλαμβάνεται, τῶν ὑπερβολῶν καὶ τῶν ἐνδειῶν εἴη ἂν ἡ ἀντίληψις. ὡς τῆς αἰσθήσεως μεσότητός τινος οὔσης τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως, καὶ διὰ τοῦτο κρίνει τὰ αἰσθητά. αἴσθησιν νῦν τὸ αἰσθητήριον λέγει, μεσότητα δ’ εἶπε τὴν αἴσθησιν ἤτοι τὴν ἁφήν περὶ ταύτης γὰρ νῦν ὁ λόγος) ἢ καὶ πᾶσαν· πᾶσαι γὰρ ἐν μέσῳ εἰσὶ τῆς ἐναντιώσεως ἧς ἐστιν ἑκάστη κριτική, οὕτως δ’ ἐστὶν ἐν μέσῳ, τῷ ἑκατέρου τῶν ἐναντίων δύνασθαι τὸν λόγον δέξασθαι. οὐ γὰρ ἁπλῶς τῷ ἐν μηδετέρῳ τῶν | ἐναντίων εἶναι ἐν μέσῳ ἤδη κυρίως τὸ γὰρ ἄχρουν πῶς ἂν λέγοιτο μέλανος καὶ λευκοῦ μέσον;) ἀλλ’ ὡς εἶπον, καθὸ δύναται ἑκατέρου τῶν ἐναντίων τὸν λόγον δέξασθαι. ὁμοίως δὲ καὶ τὸ ἄψοφον καὶ τὸ ἄοσμον καὶ τὸ ἄχυμον. οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἁφῆς ἀνάγκη τὸ αἰσθητήριον κατ’ ἐνέργειαν μέσως κεκρᾶσθαι τῶν ἐναντιώσεων τῶν ἁπτῶν, οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων τῷ ἐν μεσότητι πεποι- ῶσθαι τῆς ἐναντιώσεως οὕτως αὐτῶν αἰσθητικά εἰσιν· οὐ γὰρ τοῖς σώμασι τοῖς φυσικοῖς κατ’ ἐκείνας τὰς ποιότητας τὸ εἶναι, ἀλλὰ κατὰ τὰς ἁπτάς. διὸ ἡ ἁφὴ τῷ ὄντι μεσότης· ἔχει γὰρ μεταξὺ ποιότητά τινα τῶν ἄκρων· τὰ δὲ μὴ ἐν μίξει τῶν ἄκρων ἀλλ’ ἐν ἀπουσίᾳ πῶς ἄν μέσα ἐκείνων εἴη, εἰ μὴ κατὰ τὸν εἰρημένον λόγον, τῷ δύνασθαι τῶν ἐναντίων τὸν λόγον δέξασθαι; γίνεται γὰρ πρὸς ἑκάτερον αὐτῶν θάτερον τῶν ἄκρων. πῶς τὸ μέσον γίνεται τῶν ὑπερβολῶν κριτικὸν ἔδειξε. τὸ γὰρ ἐν μεσότητί τινων ὂν πρὸς ἑκάτερον τῶν ἄκρων θάτερόν πώς ἐστιν· πρὸς μὲν γὰρ τὸ ὑπερβάλλον τὴν οἰκείαν αὐτοῦ θερμότητα ψυχρόν, πρὸς δὲ τὸ τὴν ψυχρότητα ὑπερβάλλον θερμόν. οὕτω δὲ δυνάμει ὅμοιον ἔσται τοῖς ἐναντίοις καὶ οὐκ ἐνεργείᾳ, καὶ πάσχει ὑπ’ αὐτῶν οὐχ ὡς ὑπὸ ὁμοίων, ἀλλ’ ὡς ὑπὸ ἀνομοίων· ὑπὸ μὲν γὰρ τοῦ θερμοτέρου ὡς ψυχρόν, ὑπὸ δὲ τοῦ ψυχροτέρου ὡς θερμόν. τοῦτο δὲ ἰδίως ἄν εἴη περὶ τῆς ἁφῆς εἰρημένον. p. 424a10 Ἔτι δ’ ὥσπερ τοῦ ὁρατοῦ καὶ τοῦ ἀοράτου ἦν πὼς ἡ ὄψις, ὁμοίως δὲ καὶ αἱ λοιπαὶ τῶν ἀντικειμένων, οὕτω καὶ ἡ ἁφὴ τοῦ ἁπτοῦ καὶ τοῦ ἀνάπτου. Ὥσπερ εἶπεν καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ὅτι κριτικαί εἰσιν οὐ μόνον τῶν ἰδίων αἰσθητῶν, ἀλλὰ καὶ τῶν στερήσεων, οὕτω καὶ ἐπὶ τῆς ἁφῆς λέγει ὅτι καὶ τὰ ἁπτὰ κρίνει καὶ τὰ ἄναπτα. ἀλλ’ ἐπὶ μὲν ἐκείνων ἦν ἡ κυρίως στέρησις, ὡς ἐπὶ τῆς ὄψεως τὸ σκότος καὶ ἐπὶ τῆς ἀκοῆς ἡ σιγὴ καὶ τῆς ὀσφρήσεως καὶ γεύσεως τὸ ἄοσμόν τε καὶ ἄχυμον· ἐπὶ δὲ τῶν ἁπτῶν οὐδέν ἐστι σῶμα καθάπαξ ἄναπτον, ἐπειδή ὡς εἴρηται, ὅτι αἱ ἁπταὶ ποιότητες συστατικαί εἰσι τῶν σωμάτων, ἀλλ’ ἄναπτά φησιν εἶναι ἢ τὰ φθαρτικὰ δι’ ὑπερβολὴν ἢ τὰ ἠρέμα ἁπτά· τοιαῦτα δ’ ἂν εἴη τὰ μὴ πολὺ ἀφεστηκότα τῶν αἰσθητηρίων κατὰ τὰς ἁπτὰς ποιότητας, ἀλλ’ ἐγγὺς ὅμοια καὶ ταύτῃ ἠρέμα ἁπτὰ ὄντα, τῷ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι. τοιοῦτο δ’ ἐστὶν ὁ ἀήρ· διὸ τῶν ὑπερβολῶν αὐτοῦ αἰσθανόμεθα, λέγω δὴ ὅταν ἄγαν ψυχθῇ ἢ ὅταν ἄγαν θερμανθῇ· ἐκβαίνει γὰρ λοιπὸν τὴν ὁμοιότητα τὴν πρὸς τὰ αἰσθητήρια, καὶ λοιπὸν ὡς ἐναντίον ὑπὸ ἐναντίου πάσχει· ὅτε δὲ ἐν συμμετρίᾳ ἐστί, σχεδὸν οὐδ’ αἰσθανόμεθα τῆς ἐν αὐτῷ ποιότητος. δυνατὸν δὲ κἀνταῦθα ἄναπτον ἢ τὸ μὴ πεφυκὸς ὅλως ἁφῇ ὑποπίπτειν ἐξακούειν, ἢ] ὡς τὸ χρῶμα ἢ τὸν ψόφον, ἢ τὸ ἀμυδρὸν ἢ τὸ βλαβερόν. p. 424a17 Καθόλου δὲ περὶ πάσης αἰσθήσεωςς δεῖ λαβεῖν ὅτι ἡ μὲν αἴσθησίς ἐστι τὸ δεκτικὸν τῶν αἰσθητῶν εἰδῶν ἄνευ τῆς ὕλης. Eἰπὼν ἰδίᾳ περὶ ἑκάστης αἰσθήσεως καὶ τῶν ἰδίων αἰσθητῶν ἑκάστης βούλεται νῦν περὶ πασῶν κοινῶς εἰπεῖν καὶ διορίσασθαι, περὶ ὧν ἀσαφῶς ἐν τῷ περὶ ἑκάστου λόγῳ εἶπεν. οἷον ἔλεγεν ἐν ἑκάστῃ ὅτι ἡ αἴσθησις δυνάμει οὖσα ὅπερ τὸ αἰσθητὸν ἄγεται εἰς ἐνέργειαν ὑπ’ αὐτοῦ· καὶ γάρ ἐστιν ὅπερ ἐκεῖνο. πῶς οὖν ἡ αἴσθησις πάσχει ὑπὸ τῶν αἰσθητῶν καὶ ἐξομοιοῦται αὐτοῖς, νῦν λέγει. οὕτω γάρ, φησί, γίνεται ὅπερ τὸ αἰσθητόν, οὐ λευκὴ γινομένη ἢ γλυκεῖα, ἀλλὰ τὸ εἶδος τοῦ αἰσθητοῦ ἄνευ τῆς ὕλης δεχομένη, τουτέστι γνωστικῶς τοὺς λόγους αὐτῶν καθαροὺς ἀποματτομένη. καθόλου γὰρ οὐδὲν πάσχον ὑπό τινος τὴν ὕλην τὴν τοῦ ποιοῦντος δέχεται, ἀλλὰ τὸ εἶδος τὸ ἐν αὐτῷ, ὥσπερ καὶ ὁ κηρὸς τὴν ἐν τῷ χρυσῷ σφραγῖδα, οὐ τὸν χρυσόν. οὐ γὰρ καθὸ χρυσῆ ἡ ἀργυρᾶ ἡ σφραγὶς ὁμοιοῦται αὐτῇ, ἀλλὰ καθὸ τοιόνδε εἶδος ἔχει. εἰ γὰρ καθὸ χρυσῆ ἢ σιδηρᾶ ἡ σφραγίς, ὡμοίωτο αὐτῇ ὁ κηρός, γένεσις ἄν ἦν καὶ φθορά, γένεσις μὲν χρυσοῦ ἢ σιδήρου, φθορὰ δὲ κηροῦ. οὕτως οὖν καὶ ἡ αἴσθησις δέχεται τὸ ἐν τῷ μέλιτι τῆς γλυκύτητος εἶδος, οὐ καθὸ μέλι ἐστίν, ἀλλὰ καθὸ ἔχει τοιόνδε γλυκύτητος εἶδος. διαφέροι δ’ ἂν τὰ αἰσθανόμενα τῶν πασχόντων ἁπλῶς, μὴ αἰσθανομένων δέ, ὅτι οὕτω ταῦτα δέχεται ὥστε γνωρίζειν καὶ κρίνειν τὸ ἐν αὐτοῖς γινόμενον εἶδος, ἐκείνων πασχόντων μέν, οὐ γνωριζόντων δέ, οἷά ἐστι τά τε κάτοπτρα καὶ τὰ ἐκμαγεῖα καὶ τὰ ὅμοια τούτοις. τὰ μὲν οὖν κάτοπτρα καὶ τὰ ἐκμαγεῖα διαφέρει τῆς αἰσθήσεως τῷ μὴ δύνασθαι κρίνειν τὸ πάθος τὸ ἐν αὐτοῖς γενόμενον. διαφέρουσι δὲ αὐτά τε ταῦτα καὶ αἱ αἰσθήσεις τῶν λοιπῶν, διότι εἰ καὶ πάσχει τὰ φυσικὰ πάντα σώματα πάσχει γὰρ ὑπὸ θερμότητος καὶ ψυχρότητος λευκότητός τε καὶ τῶν παραπλησίων), ἀλλ’ οὖν ὅτι ταῦτα μὲν ὑπὸ τῶν ποιούντων κατὰ τὸ συναμφότερον ποιούντων οὕτω πάσχει· τὸ γὰρ πῦρ οὐ κατ’ εἶδος μόνον δρᾷ εἰς τὸν ἀέρα καὶ θερμαίνει αὐτόν, ἀλλὰ κατὰ τὸ συναμφότερον· ὡς γὰρ σῶμα δρᾷ εἰς αὐτόν σαφὲς δὲ τεκμήριον τὸ ἐπὶ τῆς εὐωδίας τε καὶ δυσωδίας· μετὰ γὰρ τοῦ ὑποκειμένου δρᾷ εἰς τὸν ἀέρα καὶ εἰς τὰ ἱμάτια ἡ εὐωδία, ἐγκαταμιγνυμένης αὐτοῖς οὐσίας τινὸς ἀπὸ τοῦ εὐώδους σώματος. ὁμοίως καὶ | τὰ χρωννύμενα τῶν ἱματίων πάσχει. καὶ οἱ χυμοὶ δὲ δρῶσιν εἰς τὰ σώματα· ἄλλως γοῦν ὑπὸ τῶν γλυκέων ὑδάτων διατίθεται τῶν λουομένων τὰ σώματα καὶ ἄλλως ὑπὸ τῶν ἁλμυρῶν, ὄας τινὸς ἐγκαταμιγνυμένης μετὰ τοῦ χυμοῦ. καὶ τοὺς λίθους δ’ οἱ οἰκοδόμοι, οὓς ἄν ἰσχυροὺς εἶναι βούλωνται, προβρέξαντες ἐπὶ χρόνον γλυκέσιν ὕδασιν οὕτω παραλαμβάνουσιν εἰς τὴν οἰκοδομίαν. φαίνεται δὲ καὶ ἡ τῆς θαλάττης ἅλμη διαβιβρώσκουσα τὰς πέτρας)· τὰ μὲν οὖν ἄψυχα καὶ καθόλου πᾶν σῶμα ᾗ σῶμά ἐστι πάσχει ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων, τοῦ τε δρῶντος κατὰ τὸ συναμφότερον δρῶντος, καὶ τοῦ πάσχοντος κατὰ συναμφότερον πάσχοντος· ἡ μέντοι αἴσθησις οὔτε ὑπὸ τοῦ συναμφοτέρου πάσχει, ἀλλ’ ὑπὸ μόνου τοῦ εἴδους, ὥσπερ καὶ ὁ κηρὸς ὑπὸ τῆς σφραγῖδος, οὔτε αὐτὴ κατὰ τὸ συναμφότερον πάσχει οὐ γὰρ δὴ χρώννυται τὸ αἰσθητήριον ἢ εὐῶδες γίνεται), ἀλλὰ κατὰ μόνον τὸ εἶδος, λέγω δὲ αὐτὴν τὴν αἰσθητικὴν δύναμιν. ἐπεὶ καὶ τὸ σῶμα πάσχει ὑπὸ τῆς θερμότητος, πάσχει δὲ καὶ ἡ ἁπτικὴ αἴσθησις, ἀλλ’ οὐ τὸ αὐτὸ πάθος· ἀλλ’ ἡ μὲν αἴσθησις ὑπὸ μόνου τοῦ εἴδους τοῦ θερμοῦ πέπονθε γνωστικῶς, τὸ δὲ αἰσθητήριον ἡ σὰρξ ὡς ὕλη κατὰ τὸ συναμφότερον, ὑποκείμενον αὐτῇ γενομένη τῇ θερμότητι καὶ ὑπὸ τοῦ θερμαίνοντος ὅλου ὡς ὅλον παθοῦσα. καὶ οὐδέν γε θαυμαστόν, εἰ ὑπὸ τῶν αἰσθητῶν ἄλλως μὲν πάσχει ἡ αἴσθησις, ἄλλως δὲ τὸ αἰσθητήριον καὶ ὅλως τὸ σῶμα· ἄλλο γὰρ αὐτοῖς ἐστι τὸ χρώμασιν εἶναι ἢ χυμοῖς ἢ ψόφοις ἢ θερμοῖς ἢ ψυχροῖς, καὶ ἄλλο τὸ αἰσθητοῖς εἶναι. διὸ χρώματα μέν ἐστι καὶ χυμοὶ καὶ ψόφοι καὶ τὰ λοιπὰ καὶ αἰσθήσεως μὴ οὔσης, αἰσθητὰ δὲ οὔκ εἰσιν, εἰ μὴ αἴσθησις εἴη ἀντιλαμβανομένη αὐτῶν. εἰς μὲν οὖν τὰς αἰσθήσεις ὡς αἰσθητὰ ποιεῖ, εἰς δὲ τὰ σώματα οὐκέτι ὡς αἰσθητά, ἀλλ’ ὡς χρώματα ἢ χυμοὶ καὶ καθὸ ἕκαστον εἶδός τι ἔχει καὶ οὐσίαν, ὅλον εἰς ὅλον ἐνεργεῖ, καὶ τὸ πάσχον ὅλον ὑπὸ ὅλου πάσχει. p. 424a24 Αἰσθητήριον δὲ πρῶτον ἐν ᾧ ἡ τοιαύτη δύναμις. Εἰπὼν περὶ αἰσθήσεως λέγει καὶ περὶ τοῦ αἰσθητηρίου. πρῶτον δὲ εἶπεν αἰσθητήριον ἐν ᾧ ἡ αἰσθητικὴ δύναμις τὸ ὑποκείμενον τῇ ἀλόγῳ ψυχῇ πνεῦμα· ἐν τούτῳ γὰρ πρώτως ἡ αἴσθησις ἔχει τὸ εἶναι. ἐπεὶ αἰσθητήριά γε καὶ ὀφθαλμοὶ καὶ ὦτα καὶ ῥίς, ἀλλ’ οὐ πρῶτα· οὐ γάρ ἐστιν ἐν τούτοις ἡ αἰσθητικὴ ψυχή, ἀλλὰ διὰ τούτων τὸ πάθος ἐπ’ ἐκεῖνο ἀναπέμπεται. ἔστι μὲν οὖν ταὐτόν, τὸ δὲ εἶναι ἕτερον. ἡ αἴσθησις, φησί, τουτέστιν ἡ δύναμις ἡ αἰσθητική, καὶ τὸ αἰσθητήριον ἐν ᾧ πρώτῳ ἡ δύναμις αὐτὴ ἵδρυται, ταὐτὰ μέν εἰσι τῷ ἀριθμῷ οὐ γάρ ἐστιν αὐτὴ καθ’ αὑτὴν ἡ αἴσθησις ἄνευ τοῦ ὑποκειμένου, τουτέστι τοῦ πνεύματος, ὅπερ πρῶτόν ἐστιν αἰσθητήριον), ἓν οὖν ταῦτα τῷ ὑποκειμένῳ, ὡς ἕνα ἄνθρωπόν φαμεν καὶ μίαν ναῦν τὴν ὕλην μετὰ τοῦ οἰκείου εἴδους, τὸ ὅλον σύνθετον ἓν λέγοντες, τῇ μέντοι οὐσίᾳ δύο εἰσίν· ἄλλο γὰρ αἴσθησις καὶ ἄλλο τὸ ὑποκείμενον αὐτῇ· ἡ μὲν γὰρ ἀσώματος καὶ ἀμεγέθης, τὸ δὲ ὑποκείμενον αὐτῇ σῶμα καὶ μέγεθιος, καὶ αἰσθητικὸν λέγεται οὐ καθὸ ἔχει μέγεθος, ἀλλὰ καθὸ ἔχει αἴσθησιν. p. 424a28 Φανερὸν δ’ ἐκ τούτων καὶ διὰ τί ποτε τῶν αἰσθητῶν αἱ ὑπερβολαὶ φθείρουσι τὰ αἰσθητήρια. Δείξας ὅτι τὰ αἰσθητήρια καθὸ αἰσθητήρια ἐν λόγῳ τινὶ καὶ συμμετρίᾳ εἰσί καθὸ γὰρ ἔχει τὴν αἰσθητικὴν δύναμιν, λόγον αὐτῶν οὖσαν καὶ εἶδος, κατὰ τοῦτο ἔχει τὸ αἰσθητήριον εἶναι) ἐκ τούτων φησὶ δῆλον εἶναι τὴν αἰτίαν τοῦ τὰς τῶν αἰσθητῶν ὑπερβολὰς φθείρειν τὰ αἰσθητήρια. εἰ γὰρ καθὸ αἰσθητήριά εἰσιν, ἐν συμμετρίᾳ τινὶ καὶ μεσότητί εἰσιν, ὡς ἤδη εἶπεν τοιώσδε γὰρ κεκραμένον τὸ αἰσθητήριον ἐπιτήδειον γίνεται πρὸς τὴν τῆς αἰσθήσεως ὑποδοχήν), ἔτι δὲ τῶν αἰσθητηρίων κινουμένων ὑπὸ τῶν αἰσθητῶν οὕτω γίνεται τῶν αἰσθητῶν ἡ αἴσθησις, εἰκότως ἄρα καὶ ἡ ἄμετρος κίνησις τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν φθείρει αὐτῶν τὴν συμμετρίαν· φθαρείσης δὲ τῆς συμμετρίας ἀνεπιτήδεια γίνεται εἰς τὸ στέγειν τὴν αἰσθητικὴν δύναμιν. δύο γὰρ πάθη πάσχει τὸ αἰσθητήριον, ἓν μὲν ὡς ἁπλῶς σῶμα, ἕτερον δὲ ὡς αἰσθητήριον. ὡς μὲν οὖν σῶμα ὑπὸ σώματος πάσχει, ὡς δὲ αἰσθητήριον ὑπὸ τῆς τῶν αἰσθητῶν ἐνεργείας·) οἷον τὸ ὄμμα ὡς μὲν αἰσθητήριον πάσχει συγκρινόμενον ἢ διακρινόμενον ὑπὸ τῆς τῶν χρωμάτων ἐνεργείας, ὡς δὲ σῶμα πάσχει ὑπὸ πυρός, εἰ τύχοι, θερμαίνοντος· καὶ ἡ ἀκοὴ ὁμοίως ὡς μὲν αἰσθητήριον πάσχει ὑπὸ τῶν ψόφων, ὡς δὲ σῶμα ὑπὸ τῆς σφοδρᾶς τοῦ ἀέρος κινήσεως. οὐ ταὐτὸν μὲν γὰρ ψόφος καὶ κίνησις ἀέρος, οὐκ ἄνευ μέντοι κινήσεως ἀέρος ὁ ψόφος· ἐν οὖν τοῖς μεγάλοις ψόφοις μεγάλης γινομένης τῆς κινήσεως, τῇ πιλήσει ἡ κίνησις βλάπτει τὸ ἀκουστικὸν αἰσθητήριον ὡς σῶμα. πῶς δὲ ὑπὸ τῆς βιαιοτέρας πληγῆς λύεται ὁ λόγος τῶν αἰσθητηρίων ὑπὸ τῶν αἰσθητῶν, ἔδειξε τῇ παραθέσει τῶν ἡρμοσμένων· καὶ γὰρ ἐπὶ τούτων ἡ ἐν ταῖς χορδαῖς συμφωνία, μεσότης τις καὶ εἶδος οὖσα τῆς τοιαύτης τῶν χορδῶν παραθέσεως, ἐκ τῆς ποιᾶς ἐπιτάσεως καὶ ἀνέσεως λύεται καὶ φθείρεται, εἰ καὶ μὴ αἱ χορδαὶ φθείρονται· ὁμοίως κἂν εἰ σφοδρότερον αἱ χορδαὶ κρούοιντο· αἱ γὰρ ὑπερβολαὶ φθαρτικαὶ τῶν ἐν συμμετρίᾳ τινὶ καὶ μεσότητι τὸ εἶναι ἐχόντων. λόγον δὲ οὐ τὴν ἁρμονίαν τῶν συγκειμένων λέγει· οὕτως γὰρ ἁρμονίαν λέγοι ἂν τὴν ψυχήν, τοῦτο δὲ ἀνεῖλεν ἐν τῷ πρώτῳ λόγῳ· ἀλλὰ λόγον τὸ εἶδος λέγει τὸ ἐπιγινόμενον τῇ τοιαύτῃ συνθέσει τε καὶ συμμετρίᾳ, ἧς λυομένης καὶ τὸ εἶδος φθείρεται ἐξ ἀνάγκης. διαφέροι δ᾿ ἄν ἡ ἁρμονία τῶν χορδῶν καὶ ἡ αἰσθητικὴ δύναμις ἐν τῇ τῶν αἰσθητηρίων συμμετρίᾳ τῷ τὴν μὲν ἁρμονίαν εἶναι αὐτὴν τὴν συμμετρίαν, ἥτις ὑπὸ τῆς ὑπερβολῆς καὶ ἐπὶ τῆς ἐπιτάσεως τῶν χορδῶν λύεται, τὴν δὲ αἴσθησιν τὴν ἐπὶ τῇ τοιᾷδε συμμετρίᾳ δύναμιν, ἥτις καίτοι ἄλλη οὖσα τῆς συμμετρίας φθειρομένης συμφθείρεται· ἐκείνης γὰρ τί ἐστι καὶ ἐν ἐκείνῃ· εἶδος γὰρ ταύτης ἐστί. p. 424a32 Καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, ἔχοντά τι μόριον ψυχικὸν καὶ πάσχοντα ὑπὸ τῶν ἁπτῶν· καὶ γὰρ ψύχεται καὶ θερμαίνεται. Εἰπὼν ὅτι ἐκ τῶν εἰρημένων περί τε τῆς αἰσθήσεως καὶ τῶν αἰσθητηρίων φανερὸν γίνεται τὸ αἴτιον τοὐ τὰς ὑπερβολὰς τῶν αἰσθητῶν φθείρειν τὰ αἰσθητήρια, διότι ἐν μεσότητί ἐστιν, αἱ δὲ μεσότητες ὑπὸ τῶν ὑπερβολῶν φθείρονται, ἐκ τῶν αὐτῶν τούτων φησὶν εἶναι φανερὸν καὶ διὰ τί ποτε τὰ φυτὰ οὐκ αἰσθάνεται, καίτοι τὸ φυτικὸν μόριον τῆς ψυχῆς ἔχοντα τρέφεται γοῦν καὶ αὔξεται καὶ γεννᾷ ὅμοια ἑαυτοῖς) καὶ ἔτι πάσχοντα ὑπὸ τῶν ἁπτῶν· θερμαίνεται οὖν καὶ ψύχεται. αἴτιον οὖν τούτου τὸ μὴ ἔχειν αὐτὰ μόριον τὸ ἐν μεσότητι ὂν τῶν ἁπτῶν, καὶ ἔτι δύναμιν καἰ ἀρχὴν ἐν τούτῳ δεκτικὴν τῶν εἰδῶν τῶν ἐν τοῖς αἰσθητοῖς ἄνευ τῆς ὕλης· οὐδὲ γὰρ τὸ ὁπωσοῦν ἔμψυχον ἦν τὸ αἰσθανόμενον, ἀλλὰ τὸ ἔχον τὴν τοιαύτην δύναμιν. μεσότητα δὲ λέγει τὰ αἰσθητήρια ἢ διὰ τὸ τῆς μεσότητος τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι καὶ βλάπτεσθαι ὑπὸ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας, ἢ μεσότητα διὰ τὸ ἐν μεταιχμίῳ εἶναι τῶν αἰσθητῶν καὶ τῶν αἰσθήσεων. ἀλλὰ πάσχει μετὰ τῆς ὕλης· τουτέστιν εἰ καὶ πάσχει ὑπὸ τῶν αἰσθητῶν, οὐχ οὕτω πάσχει ὥσπερ τὰ αἰσθητικὰ κατὰ τὸ εἶδος πάσχοντα καὶ οὐ κατὰ τὴν ὕλην, ἀλλὰ πάσχει μετὰ τῆς ὕλης, τουτέστιν ὑλικῶς καὶ σωματικῶς. ἡ γὰρ ὑποκειμένη αὐτοῖς ὕλη ὑπὸ τῶν αἰσθητῶν πάσχουσα ἐν ἑαυτῇ δέχεται τὰ πάθη τῶν αἰσθητῶν, ὕλη αὐτῶν γινομένη καὶ ὡς ὕλη αὐτὰ δεχομένη εἰς ἑαυτήν, ὡσεὶ καὶ ἄψυχος ἦν. τὸ γὰρ μετὰ τῆς ὕλης σημαντικόν ἐστι τοῦ ὡς ὕλην πάσχειν αὐτά· πάσχει δὲ ὡς ὕλη τὸ εἰδοποιούμενον τῷ πάθει ὃ πάσχει. τινὲς μὲν οὕτω τὸ πάσχειν μετὰ τῆς ὕλης ἐξεδέξαντο ἀντὶ τοῦ κατὰ τὴν ἰδίαν ὕλην πάσχειν τρεπομένην καὶ μεταβάλλουσαν. τί δέ; τὸ πάσχει μετὰ τῆς ὕλης τῆς τοῦ αἰσθητοῦ ὕλης φησίν, ὅτι αἱ μὲν αἰσθήσεις, ὅπερ ἤδη φθάσαντες εἴπομεν, πάσχουσιν ὑπὸ τῶν εἰδῶν μόνων τῶν αἰσθητῶν, ὄψις μὲν ὑπὸ τοῦ χρώματος, οὐ μέντοι ὑπὸ τοῦ ψιμυθίου ἢ ἐρίου ἢ ὅτι ποτ’ ἄν εἴη τὸ ὑποκείμενον τῷ χρώματι· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων· τὰ μέντοι ἄψυχα πάσχοντα ὑπὸ τῶν αἰσθητῶν οὐχ ὑπὸ τῶν εἰδῶν αὐτῶν πάσχει μόνον, ἀλλ’ ὑπὸ τοῦ συναμφοτέρου. τῷ γὰρ ἐγκαταμίγνυσθαι τὸ μὲν εἰ τύχοι τῷ ὕδατι, οὕτω γλυκὺ γίνεται· ὁμοίως ὁ ἀτμὸς τῷ ἱματίῳ προσιζάνων εὐῶδες αὐτὸ ποιεῖ. ὡσαύτως δὲ καὶ τὰ χρώματα ποιεῖ εἰς τὰ σώματα, οἷον τὰ βαπτόμενα· ἐμμίγνυται γὰρ μετὰ τῆς ἰδίας ὕλης τοῖς ἱματίοις· ὁμοίως καὶ ὁ ψόφος ῥηγνύων τὸ ξύλον τῇ ὤσει τοῦ ὑποκειμένου ἀέρος τοῦτο ποιεῖ. δοκεῖ δὲ μόνον ἐπὶ θερμοῦ καὶ ψυχροῦ τοῦτο μὴ συμβαίνειν· μόνη γὰρ ἡ θερμότης παρατεθέντος τοῦ πυρὸς ἠλλοίωσε τὰ ὑποκείμενα, οἷον τὸν ἀέρα· καὶ ἐπὶ ψύξεως ὡσαύτως· παρακείμενος γὰρ ὁ κρύσταλλος ψύχει οὐκ ἐμμιχθείσης αὐτοῦ τῆς οὐσίας τῷ ψυχομένῳ, ἀλλὰ ποιότητι μόνον ἀλλοιώσας. τοῦτο δὲ διότι αὗται μόναι τῶν ποιοτήτων τὴν ποιητικὴν αἰτίαν ἔχουσι τῆς γενέσεως καὶ τῆς φθορᾶς, φθορὰ δὲ καὶ γένεσις τῇ τροπῇ τῆς ὑποκειμένης οὐσίας γίνεσθαι πέφυκε. p. 424b3 Ἀπορήσειε δ’ ἄν τις, εἰ πάθοι ἄν τι ὑπὸ ὀσμῆς τὸ ἀδύνατον ὀσφρανθῆναι, ἢ ὑπὸ χρώματος τὸ μὴ δυνάμενον ἰδεῖν. Eἰπὼν ὅτι τὰ ἄψυχα καίπερ αἴσθησιν οὐκ ἔχοντα πάσχει ὑπὸ τῶν ἁπτῶν ποιοτήτων, πάσχει δὲ σωματικῶς καὶ ὑλικῶς, ζητεῖ ἐπὶ τούτοις εἰκότος εἰ καὶ ὑπὸ τῶν ἄλλων ποιοτήτων οἷόν τέ τι παθεῖν τὰ αἰσθήσεως ἀμοιροῦντα. p. 424b5 Εἰ δὲ τὸ ὀσφραντὸν ὀσμή. Ἐντεῦθεν τὴν ἀπορίαν ἐπιλύεται καὶ δείκνυσιν ὅτι οὐδὲν πάσχει τῶν μὴ ἐχόντων αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν. εἰ γὰρ τὸ ὀσφραντόν φησίν, οὐδὲν ἄλλο ἐστὶν ἢ ὀσμή, καὶ τὸ γευστὸν οὐδὲν ἄλλο ἢ χυμός εἴ τι γὰρ γεῦσιν ποιεῖ, χυμός ἐστιν, καὶ εἴ τι ὄσφρησιν, ὀσμή· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων) ἡ δὲ ὀσμὴ οὐδενὶ ἄλλῳ ἐστὶν ἢ ὀσφρήσει πρὸς αὐτὴν γὰρ καὶ ἔστι καὶ λέγεται, ὁμοίως δὲ καὶ τὸ γευστὸν πρὸς τὴν γεῦσιν καὶ τὸ ὁρατὸν πρὸς ὄψιν, καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως), οὐδὲν ἄν πάθοι ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων ὡς αἰσθητῶν τῶν μὴ ἐχόντων αἴσθησιν οὐδὲ τῶν ἀδυνάτων, ἀλλ’ ᾗ αἰσθητικὸν ἕκαστον. καὶ αὐτά, φησί, τὰ δυνατὰ παθεῖν ὑπὸ τῶν αἰσθητῶν οὐ καῖ’ ἄλλο τι πάσχει ὑπ’ αὐτῶν ἢ καθὸ αἰσθητικά ἐστιν, οἷον ὁ ὀφθαλμὸς παθητὸς μέν ἐστι καὶ κατ᾿ ἄλλον τρόπον, ἀλλ’ ὑπὸ τοῦ ὁρατοῦ οὐκ ἂν ἄλλως πάθοι ἡ καθὸ ὁρατικός ἐστιν. ὥστε εἰ τὸ πάθος τὸ ὑπὸ τῶν αἰσθητῶν ποιοτήτων οὐ κατ’ ἄλλο τι γίνεται ὑπ’ αὐτῶν ἢ καθὸ αἰσθητικά ἐστι τὰ πάσχοντα, ὃ ἄρα μὴ ἔστιν αἰσθητικόν, οὐκ ἂν πείσεται ὑπ’ αὐτῶν. δύναται δὲ ἴσως καὶ | οὕτω τὸ ῥητὸν νοηθῆναι, ὅτι οὐδὲ τῶν δυνατῶν παθεῖν τι ὑπὸ τῶν αἰσθητῶν πάθοι ἄν ὑπ’ αὐτῶν κατ’ ἄλλο τι ἢ κατ’ ἐκεῖνο, καθ’ ὅ ἐστιν αἰσθητικόν. οἷον ὁ ὀφθαλμὸς παθητικός ἐς ὑπὸ αἰσθητοῦ, ἀλλ’ ὑπὸ τοῦ αἰσθητοῦ οὐκ ἄλλου ἢ καθὸ πέφυκε πάσχειν· οὐ γὰρ ἂν πάθοι ὁ ὀφθαλμὸς ὑπὸ ἀκουστοῦ, ἀλλ’ ὑπὸ ὁρατοῦ μόνον, οὐδὲ ἡ ἀκοὴ ὑπὸ ὀσφραντοῦ ἀλλ’ ὑπὸ ἀκουστοῦ μόνον. πολλῷ οὖν μᾶλλον τὰ μηδὲ ὅλως πεφυκότα πάσχειν ὑπὸ τῶν αἰσθητῶν <οὐ> πάθοι ἄν τι ὑπ’αὐτῶν. p. 424b9 Ἅμα δὲ δῆλον καὶ οὕτως· οὔτε γὰρ φῶς καὶ σκότος οὔτε ψόφος οὔτε ὀσμὴ οὐδὲν ποιεῖ τὰ σώματα, ἀλλ’ ἐν οἷς ἐστιν. Οὐ μόνον, φησίν, ἐκ τοῦ ἀκολούθου τοῦτο δῆλόν ἐστιν ὅτι οὐδὲν πάσχει ὑπὸ τῶν αἰσθητῶν, καθὸ αἰσθητά, τῶν μὴ ἐχόντων αἴσθησιν ἡ γὰρ αἴσθησις πρὸς αἰσθητόν, καὶ τὸ αἰσθητὸν πρὸς τὴν αἴσθησιν), ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς ἐναργείας τοῦτο δῆλόν ἐστιν. οὐδὲν γάρ, φησίν, οὔτε τὸ φῶς καὶ τὸ σκότος, τουτέστι τὸ ὁρατὸν καὶ δι’ οὗ τὰ ὁρατὰ ὁρῶμεν, καθό ἐστιν ὁρατά, ποιεῖ εἰς τὸ σῶμα τὸ μὴ ἔχον ὄψιν· οὐ γὰρ ἀντιλαμβάνεται αὐτοῦ ὡς ὁρατοῦ τὸ μὴ ἔχον ὄψιν· ἀλλ’ οὔτε τὸ ἀκουστὸν οὔτε τὸ ὀσφραντὸν ποιεῖ, καθὸ τοιαῦτά ἐστιν, εἰς τὰ μὴ ἀκουστικὰ μηδὲ ὀσφραντικά. εἶτα ἐπειδὴ δοκεῖ τινα σώματα τῶν μὴ αἰσθητικῶν πάσχειν ὑπὸ ψόφων διίστανται γάρ τινα σώματα ὑπὸ βροντῶν, ξύλα καὶ λίθοι καὶ τὰ τοιαῦτα), πάσχουσι δὲ καὶ ὑπὸ τοῦ πεφωτισμένου ἀέρος θερμαινόμενα ὑπ’ αὐτοῦ, καὶ ὁ ἀὴρ δὲ εὐώδης γίνεται ὑπὸ ὀσμῶν, λέγει πρὸς τοῦτο ὅτι οὐχ ὑπὸ τῆς βροντῆς, ᾗ ἀκουστόν, πάσχει τὰ ῥηγνύμενα ὑπ’ αὐτῆς σώματα, ἀλλ’ ὑπὸ τοῦ ἀέρος τοῦ ψοφοῦντος κινουμένου βιαίως πλησσόμενα διίσταται, καθὸ πλήσσεται, οὐχ ὑπὸ τοῦ ψόφου, ᾗ ψόφος ἐστὶ καὶ ἀκουστός. τοῦτο γὰρ σημαίνει διὰ τοὐ εἰπεῖν ἀλλ’ ἐν οἷς ἐστι, τουτέστιν ὑπὸ τῶν ὑποκειμένων τῷ ψόφῳ ὑπόκειται δὲ αὐτῷ ὁ ἀήρ) ὑπὸ τούτου πάσχουσι τὰ διιστάμενα ὑπὸ βροντῆς. ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ἄλλων. θερμαίνονται γὰρ τὰ ἄψυχα ὑπὸ τοῦ πεφωτισμένου ἀέρος οὐχ ᾗ πεφώτισται, οὐδ’ ὑπὸ τοῦ φωτός, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀέρος, ᾗ θερμός ἐστι, διακρινόμενα ὑπ’ αὐτοῦ. πάσχουσι δὲ καὶ ὑπὸ τῶν ὀσμῶν καὶ ὁ ἀὴρ καὶ τὰ λοιπά, οὐχ ᾗ ὀσφραντὰ αἱ ὀσμαί, ἀλλὰ κατὰ τὸ ὑποκείμενον αὐταῖς, συνανακιρνάμενα τῇ οὐσίᾳ τῶν ἀτμῶν αὐτῶν, ἐν οἷς αἱ ὀσμαί, ὡς ἐπὶ τοῦ μελικράτου. p. 424b12 Ἀλλὰ τὰ ἁπτὰ καὶ οἱ χυμοὶ ποιοῦσιν· εἰ γὰρ μή, ὑπὸ τίνος ἂν πάσχοι τὰ ἄψυχα καὶ ἀλλοιοῖτο; Εἰπὼν ὅτι οὐ πάσχουσι τὰ μὴ ἔχοντα αἴσθησιν ὑπὸ τῶν αἰσθητῶν, καὶ δείξας ἐπὶ χρώματος καὶ ψόφου καὶ ὀσμῆς, ἐνταῦθά φησιν ὅτι εἰ καὶ μὴ τὰ ἄλλα αἰσθητὰ ποιοῦσιν εἰς τὰ ἀναίσθητα, τὰ ἁπτὰ γοῦν καὶ γευστὰ ποιοῦσιν· θερμαίνονται γὰρ τὰ σώματα καὶ ψύχονται, ξηραίνονταί τε καὶ ὑγραίνονται ὑπὸ τῶν ἁπτῶν ποιοτήτων πάντα τὰ σώματα, ἀλλ’ οὐχ ᾗ αἰσθητικά ἐστιν, ἀλλ’ ᾗ σώματα ἁπλῶς. εἰ γὰρ μὴ πάσχει, φησίν, ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν ποιοτήτων, ὑπὸ τίνος ἄν πάθοι; κινδυνεύει οὖν ἀπαθῆ αὐτὰ εἶναι καὶ ἀναλλοίωτα, ὅπερ ἄτοπον. εἰ γὰρ μήτε ὑπὸ τῶν ἄλλων ποιοτήτων πάσχει μήτε ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν, οὐχ ἕξει ἄλλο τι ὑφ’ οὗ πείσεται· πάντῃ ἄρα ἀπαθῆ ἔσται. p. 424b14 Ἆρ᾿ οὖν κἀκεῖνα ποιεῖ; ἢ οὐ πᾶν σῶμα παθητικὸν ὑπὸ ὀσμῆς καὶ ψόφου· καὶ τὰ πάσχοντα ἀόριστα. Εἰπὼν ὅτι ὑπὸ τῶν ἁπτῶν ποιοτήτων πάσχει τὰ σώματα καὶ ὑπὸ τῶν γευστῶν, ζητεῖ εἰ καὶ ὑπὸ τῶν ἄλλων αἰσθητῶν πάσχει τὰ σώματα, οὐκ αἰσθητικῶς δέ, ὥσπερ οὐδὲ ὑπὸ τῶν ἁπτῶν καὶ γευστῶν, καί φησιν ὅτι οὐ πάντα παθητικά ἐστιν ὑπὸ ὀσμῆς ἢ ψόφου τὰ σώματα, ἀντὶ τοῦ παθητά. ὥστε οὐ πάντα πάσχει ὑπὸ τούτων, ὥσπερ ὑπὸ τῶν ἁπτῶν· ὑπὸ γὰρ τούτων πᾶν ἐμπαθὲς σῶμα πάσχει· ἀλλ’ ἔστι τὰ ὑπὸ τούτων πάσχοντα ὑγρά, ὡς ὁ ἀὴρ καὶ τὸ ὕδωρ· τοιαῦτα γὰρ τὰ ὑπὸ χρωμάτων καὶ ψόφων καὶ ὀσμῶν πάσχοντά τε καὶ κινούμενα. οὐ δοκεῖ δὲ πάσχειν, φησίν, ὅτι ἀόριστα ὄντα καὶ ὑγρὰ οὐ τηρεῖ τὰ πάθη τοῦ ψόφου ἢ τὰ τῆς ὀσμῆς ἢ τὰ τοῦ χρώματος· ἴδιον γὰρ τῶν ἀορίστων τό τε ἐφ’ ἑαυτῶν μὴ μένειν διὰ τὸ μὴ ἔχειν οἰκεῖον σχῆμα καὶ διὰ τὸ εὔτρεπτον. ὑπὸ χρωμάτων μὲν οὖν καὶ ψόφων τὰ ὑγρὰ καὶ ἀόριστα πάσχει, ὑπὸ δὲ ὀσμῆς οὐ μόνον ταῦτα, ἀλλὰ καὶ στερεά τινα εὐώδη γίνεται παθόντα· ἀλλ’ ἰήιον τοῦ ἀέρος τὸ ταχέως διατίθεσθαί τε καὶ τὴν διάθεσιν ἀποβάλλειν. καὶ ἄλλως τὸ ὑποκείμενον τῆς ὀσμῆς, φημὶ δὴ ὁ ἀτμός, ὅταν ἐγκαταμιχθῇ τοῖς σώμασιν ὥσπερ τὸ ἔγχυμον ὑγρόν, οἷον τὸ μέλι, λεπτομερὴς ὢν καὶ εὐδιαφόρητος θᾶττον διαλύεται καὶ ἀφίησι τὰ ἐν οἷς ἐγένετο· τούτου δὲ διαφορηθέντος καὶ ἡ ὀσμὴ συναπόλλυται. ὥστε κἂν τὸ δεδεγμένον τὴν ὀσμὴν μὴ εὐαλλοίωτον ᾖ, οἷον τὸ ἱμάτιον, ἀλλ’ οὖν διὰ τὴν τοῦ ἀτμοῦ ἀσθένειαν οὐκ ἐπὶ πολὺ μένει τὸ πάθος. ταύτῃ δ’ ἂν διαφέροι τοῦ πάθους τοῦ ἐν τῇ αἰσθήσει γινομένου· φυλάττει γὰρ ἡ αἴσθησις τὸ γινόμενον πάθος· οὐ γὰρ ἀπορρεῖ ἡ γνῶσις τοῦ εἴδους. δυνατὸν δὲ καὶ ἐπὶ πάντων τῶν αἰσθητῶν ἐκτείνειν τὸν λόγον καὶ τὸ ἀόριστον οὕτως ἀκούειν, ὥστε καὶ τούτῳ διακρίνειν τὸ πάθος τὸ γινόμενον ὑπὸ τῶν αἰσθητῶν εἴς τε τὴν αἴσθησιν καὶ εἰς τὰ σώματα. τὸ μὲν γὰρ εἰς τὰ σώματα γινόμενον πάθος ἀόριστόν ἐστιν, οὔτε ἀθρόως γινόμενον οὔτε τὸ αὐτὸ μένον· ὅσῳ γὰρ πλησιάζει τῷ θερμῷ τὸ σῶμα, τοσούτῳ θερμαίνεται· ἡ δ’ αἴσθησις ἅμα τῷ προσβαλεῖν τῷ αἰσθητῷ ἣν ἔσχε γνῶσιν καὶ τὸ πάθος δὲ ἀεὶ τὸ αὐτὸ ἴσχει ἀνεπίτατον καὶ ἀνάνετον. ἀφ’ οὗ γὰρ ἡ ἁπτικὴ αἴσθησις τὸ θερμὸν γνῷ, κἂν ἐπὶ πολὺ μένῃ, οὐδὲν πλέον γνώσεται· τὸ μέντοι σῶμα οὐ τὸ αὐτὸ πάσχει πάθος ὑπὸ τοῦ θερμοῦ, ἀλλὰ | ἄλλοτε ἄλλο κατὰ τὸ μᾶλλον n 8v καὶ ἧττον ἐπιτεινόμενον ἢ ἀνιέμενον. μήποτε οὖν καὶ τοῦτο δηλοῖ αὐτῷ τὸ ἀόριστον. p. 424b16 Τί οὖν ἐστι τὸ ὀσμᾶσθαι παρὰ τὸ πάσχειν; ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθάνεσθαι, ὁ δ’ ἀὴρ ταχέως αἰσθητὸς γίνεται. Δείξας ὅτι πάσχει ὑπὸ τῶν αἰσθητῶν καὶ τὰ μὴ αἴσθησιν ἔχοντα ὑπὸ γὰρ τῶν χρωμάτων τὸ κατ’ ἐνέργειαν διαφανὲς καὶ ὑπὸ τῶν ὀσμῶν καὶ τῶν ψόφων ἀήρ) ζητεῖ εἰκότως, ἐπεὶ καὶ τὰ αἰσθητικὰ ὑπὸ τούτων πάσχει, τίνι διαφέρει τὰ αἰσθητικὰ τῶν μὴ αἰσθητικῶν, πασχόντων δὲ ὑπὸ τῶν αἰσθητῶν· δοκεῖ γὰρ ὁμοίως ἀμφότερα ὑπ’ αὐτῶν πάσχειν. ἐπιλυόμενος οὖν ταύτην τὴν ἀπορίαν φησὶν ἢ τὸ μὲν ὀσμᾶσθαι αἰσθά- νεσθαί ἐστιν, ὁ δὲ ἀὴρ ταχέως αἰσθητὸς γίνεται. οὐ γὰρ ἀρκεῖ πρὸς τὸ αἰσθάνεσθαι τὸ δύνασθαι τὸ εἶδος χωρὶς τῆς ὕλης δέχεσθαι, ἀλλὰ καὶ δυνάμεως δεῖ ψυχικῆς, ἥτις οὐκ ἐν πᾶσίν ἐστι τοῖς τὰ εἴδη τῶν αἰσθητῶν χωρὶς τῆς ὕλης δεχομένοις. οὐ γὰρ εἴ τι ὑπό τινος πάσχει αἰσθητοῦ, ἤδη καὶ αἰσθάνεται, ἐπεὶ ἦν ἂν καὶ τὸ ὕδωρ καὶ ὁ ἀὴρ καὶ τὰ κάτοπτρα αἰσθανόμενα, ἀλλὰ δεῖ καὶ δυνάμεως τοιαύτης τῆς κρίνειν δυναμένης τὰ πάθη τὰ ὑπὸ τῶν αἰσθητῶν γινόμενα, ἥτις οὐκ ἐν παντὶ σώματί ἐστιν, ἀλλ’ ἐν τῷ φυσικῷ ὀργανικῷ, ὡς ἔδειξε, καὶ οὐδὲ τούτῳ παντί, ἀλλ’ ἐν τούτῳ τῷ μέρει αὐτοῦ τῷ διὰ τὴν ποιὰν συμμετρίαν τε καὶ εὐκρασίαν δέχεσθαι ταύτην τὴν δύναμιν δυναμένῳ. πῶς οὖν οὐ λύεται τὸ τὰ αἰσθητὰ πρὸς τὰς αἰσθήσεις εἶναι καὶ τὴν αἴσθησιν πρὸς τὰ αἰσθητά, εἴ γε μὴ μόνον τὰ αἴσθησιν ἔχοντα ὑπὸ τῶν αἰσθητῶν πάσχει, ἀλλὰ καὶ τὰ μὴ ἔχοντα; ἢ ὅτι ἑκάστῳ τῶν αἰσθητῶν οὐ ταὐτόν ἐστι τὸ εἶναι τῷδε καὶ αἰσθητῷ εἶναι. οὔτε γὰρ τῷ χρώματι τὸ εἶναι χρώματι ταὐτόν ἐστι καὶ τὸ ὁρατῷ εἶναι, ἀλλ’ ἡ μὲν οὐσία τοῦ χρώματος ἄλλη, εἴ γε πέρας τοῦ διαφανοῦς ᾗ διαφανές, τὸ δὲ ὁρατὸν αὐτῷ συμβέβηκε· καθὸ γὰρ κινητικόν ἐστι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, κατὰ τοῦτό ἐστιν ὁρατόν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. ὡς μὲν οὖν αἰσθητὰ τὰ αἴσθησιν ἔχοντα διατίθησι μόνον, ὡς δὲ ταῦτα, ἅ ποτε ὄντα ἐστὶν αἰσθητά, ἄλλα τινὰ ὄντα ἄλλο γὰρ τὸ αἰσθητῷ εἶναι καὶ χρώματι εἶναι) κατὰ τοῦτο οὐδὲν κεκώλυται καὶ ἄλλων τινῶν αὐτὰ εἶναι ποιητικά. ὑπὸ γὰρ τῆς εὐωδίας ὡς μὲν αἰσθητοῦ οὐδὲν ἄλλο πείσεται παρὰ τὴν ὄσφρησιν, ὡς δὲ ὑπὸ ὀσμῆς ἁπλῶς καὶ εὐώδους καὶ ὁ ἀὴρ πάσχει ἄψυχος ὤν· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. πάσχει γὰρ ἕκαστον τῶν ἀψύχων ὑπὸ τῶν αἰσθητῶν οὐχ ὡς αἰσθανόμενον, ἀλλ’ ὡς καὶ αὐτὸ γινόμενον αἰσθητὸν καθ’ ὃ ὑπ’ αὐτῶν πάσχει πάθος· κατὰ γὰρ τὴν οὐσίαν αὐτὴν τὸ πάθος ὑπομένει καὶ μεταβάλλεται. τὰ μὲν γὰρ ἄψυχα ὑπὸ τῆς οὐσίας τῶν αἰσθητῶν, οὐ καθὸ αἰσθητά εἰσι, πάσχοντα καὶ αὐτὰ αἰσθητὰ γίνεται συνεξομοιούμενα αὐτοῖς, τὰ δὲ ἔμψυχα ὑπὸ τῆς ἐνεργείας αὐτῶν πάσχοντα κατ’ ἐνέργειαν γίνεται αἰσθητικά.

---

John Philoponus, in Aristotelis de Anima libros commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg008.local001/.
