# in Aristotelis de Anima libros commentaria ΠΕΡΙ ΨΥΧΗΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ.1

Joannes Philoponus, in Aristotelis de Anima libros commentaria, ΠΕΡΙ ΨΥΧΗΣ ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-de-anima-libros-commentaria/%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%A8%CE%A5%CE%A7%CE%97%CE%A3%20%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%A4%CE%A1%CE%99%CE%A4%CE%9F%CE%9D.1

p. 424b22 Ὅτι δ’ οὐκ ἔστιν αἴσθησις παρὰ τὰς πέντε, λέγω δὲ ταύτας ὄψιν, ἀκοήν, ὄσφρησιν, γεῦσιν, ἁφήν, ἐκ τῶνδε πιστευσειεν αν τις. Ἐπειδήπερ ἐν τοῖς προλαβοῦσι περὶ φυτικῆς καὶ ἀλόγου τὸν κάματον ἐποιήσατο, νῦν καὶ περὶ τῆς λογικῆς βούλεται εἰπεῖν ἡμῖν ψυχῆς καὶ ζητῆσαι τὴν οὐσίαν αὐτῆς καὶ τὰς δυνάμεις καὶ τὰς διαφορὰς τῶν δυνάμεων αὐτῶν τε πρὸς ἑαυτὰς καὶ τὰς ἐντιμοτέρας δυνάμεις τῆς ἀλόγου. ζητεῖ γὰρ διαφορὰν φαντασίας καὶ δόξης πρὸς διάνοιαν καὶ διανοίας πρὸς νοῦν ἐπειδὴ γὰρ ἡ δόξα τῆς λογικῆς ψυχῆς οὖσα δύναμις δοκεῖ κοινωνίαν ἔχειν πρὸς τὴν κοινὴν αἴσθησιν καὶ τὴν φαντασίαν, διὰ τοῦτο ζητεῖ τούτων τὴν διαφοράν. ἔμεινεν ἄρα ὁ σκοπὸς τοῦ παρόντος λόγου περὶ τῆς λογικῆς ψυχῆς. οὐ γὰρ ὡς νομίζουσί τινες, σκοπός ἐστι τῷ παρόντι λόγῳ περὶ τῆς ἀλόγου ψυχῆς διαλεχθῆναι. εἰ γὰρ καὶ μέμνηται κοινῆς αἰσθήσεως καὶ φαντασίας, οὐ τοῦτον ἔχων προηγούμενον σκοπόν, ἵνα δὲ τὴν διαφορὰν τῶν δυνάμεων τῆς λογικῆς ψυχῆς πρὸς τὰς δυνάμεις τῆς ἀλόγου παραστήσῃ, τούτου χάριν μέμνηται ἀλόγου ψυχῆς. ὥστε ὅλου τοῦ λόγου ὁ σκοπὸς περὶ τῆς λογικῆς ψυχῆς ἐστι καὶ οὐδαμῶς περὶ ἀλόγου. ἀλλ’ ἀποροῦσι πρὸς τοῦτο οἱ φιλεγκλήμονες λέγοντες ὅτι οὐκοῦν ἐχρῆν αὐτὸν περὶ μόνης φαντασίας καὶ κοινῆς αἰσθήσεως διαλεχθῆναι, οὐκέτι δὲ καὶ αἰσθήσεως· νυνὶ δὲ ὁρῶμεν ὅτι ἀρχόμενος τοῦ λόγου εὐθὺς τὸν ἀριθμὸν τῶν αἰσθήσεων λέγει ζητῶν εἴτε πέντε εἰσὶν αἱ αἰσθήσεις εἴτε πλείους. ταῦτα δὲ οὐκ ἦν ἀνάγκη νυνὶ ζητεῖσθαι, εἴ γε τῶν τιμίων μόνον προέθετο μνείαν ποιήσασθαι δυνάμεων τῆς ἀλόγου, ἵνα διαφορὰν αὐτῶν παραδώσει πρὸς τὰς ἐλάττους τῆς λογικῆς. ἀεὶ γὰρ αἱ τίμιαι δυνάμεις τῶν δευτέρων οὐσιῶν κοινωνίαν καὶ ἐμφέρειαν ἔχουσι πρὸς τὰς ἀτίμους δυνάμεις τῶν πρώτων οὐσιῶν, ὥσπερ καὶ νῦν· αἱ γὰρ ἔντιμοι δυνάμεις τῆς ἀλόγου, οἷον κοινὴ αἴσθησις καὶ φαντασία, κοινωνίαν ἔχουσι πρὸς τὴν δόξαν, ἥτις ἀτιμοτέρα ἐστὶ δύναμις πασῶν τῶν λογικῶν. καὶ αὕτη μὲν ἡ ἀπορία πρὸς ἣν ἐροῦμεν ὅτι κἄν ἐμνήσθη τῶν πέντε αἰσθήσεων, οὐ μάτην τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα μή τις οἰηθῇ ἄλλην τινὰ αἴσθησιν τῶν κατὰ μέρος εἶναι τὴν κρίνουσαν τὰ τῶν πέντε αἰσθήσεων αἰσθητά. εἰ γὰρ μὴ νῦν ἔδειξεν ὅτι πέντε εἰσὶ μόνον αἰσθήσεις καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, ἴσως τις ἐνόμιζεν ὅτι οὐ μόνον πέντε εἰσὶν ἀλλὰ καὶ ἕκτη ἄλλη αἴσθησις μερική, ἥτις κρίνει ἅμα ὁρατὸν καὶ ἀκουστὸν καὶ ὀσφραντόν, καὶ οὐ χρεία τις κοινῆς αἰσθήσεως. ἵνα οὖν μὴ ὑπολάβῃ τις τοῦτο, διὰ τοῦτο νῦν δείκνυσιν ὅτι πέντε εἰσὶ μόναι αἰσθήσεις, καὶ οὐκ ἔστιν ἄλλη τις μερικὴ ἡ κρίνουσα, οὐκοῦν χρεία τῆς κοινῆς αἰσθήσεως. ὥστε κἀν ζητῇ τὸν ἀριθμὸν τῶν αἰσθήσεων, οὐ δι’ αὐτὰς τὰς αἰσθήσεις τοῦτο ποιεῖ, ἀλλὰ διὰ τὴν κοινὴν αἴσθησιν. κοινῆς δὲ αἰσθήσεως καὶ φαντασίας μέμνηται οὐ δι’ αὐτὰς ἀλλὰ διὰ τὴν πρὸς τὰς λογικὰς δυνάμεις διαφοράν. μενέτω οὖν ὁ σκοπὸς περὶ λογικῆς ψυχῆς. ὁ μὲν οὖν σκοπὸς οὗτος· δείκνυσι δὲ λοιπὸν ἐξ ἀρχῆς αὐτῆς ὅτι πέντε μόνον εἰσὶν αἱ αἰσθήσεις οὕτω κεχρημένος ὑποθετικῷ συλλογισμῷ. φησὶ γὰρ οὕτως· εἰ ἔλειπεν αἴσθησις, ἔλειπεν ἂν καὶ αἰσθητήριον· ἀλλὰ μὴν οὐ λείπει αἰσθητήριον· οὐκ ἄρα οὐδὲ αἴσθησις λείπει. καὶ αὕτη μὲν ἡ ἀπόδειξις. ἀλλ’ ἐπειδὴ καὶ τὸ συνημμένον ἀμφιβάλλεται πόθεν γὰρ τῷ ὄντι, εἰ ἔλειπεν αἴσθησις, ἔλειπεν ἄν καὶ αἰσθητήριον;) καὶ ἡ πρόσληψις δὲ ἀμφιβάλλεται ἡ λέγουσα ‘ἀλλὰ μὴν αἰσθητήριον οὐ λείπει’, οὐκοῦν οὐδὲ αίσθησις (πόθεν γὰρ δῆλον, εἰ οὐ λείπει αἰσθητήριον;) φέρε οὖν ἀποδείξωμεν, καὶ τὸ συνημμένον καὶ τὴν πρόσληψιν. ἀλλὰ πρότερον τὸ συνημμένον ἀποδείξωμεν τὸ λέγον ὅτι εἰ λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον. τοῦτο τοίνυν διὰ τριῶν λόγων ἀποδείκνυμεν, ὧν ὁ πρῶτός ἐστιν οὗτος· ἡ αἴσθησις καὶ τὸ αἰσθητήριον τῶν πρός τι· ἡ γὰρ αἴσθησις δι’ αἰσθητηρίου αἰσθάνεται, καὶ τὸ αἰσθητήριον αἰσθήσεως ἐστιν αἰσθητήριον. ὡς δὲ ἔχει ἓν τῶν πρός τι, οὕτω ἔχει καὶ τὸ λοιπόν. δῆλον ἄρα ὅτι ἐὰν λείπῃ αἴσθησις, λείπει καὶ αἰσθητήριον διὰ τὴν ἀνάγκην τῶν πρός τι. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· ἡ αἴσθησις χρώμενόν ἐστι, τὸ δὲ αἰσθητήριόν ἐστιν ᾧ χρῆται, εἰ μὴ μάτην μέλλει εἶναι. εἰ οὖν λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον, εἰ μὴ μάτην ἐστίν, ὅπερ ἄτοπον τὸ λέγειν τὴν φύσιν μάτην ποιεῖν. οὗτός ἐστι καὶ ὁ δεύτερος λόγος. τρίτος λόγος· αἱ αἰσθήσεις οὐδέποτε δύνανται ἀμέσως τοῖς αἰσθητοῖς προσβάλλειν, ἀλλ’ ἀεὶ διὰ μέσων τῶν αἰσθητηρίων προσβάλλουσιν. ὅπου οὖν ἐστιν αἴσθησις, χρεία πάντως καὶ αἰσθητηρίου, δι’ οὗ καὶ προσβάλλει | τοῖς τοῖς αἰσθητοῖς ἡ αἴσθησις. εἰ οὖν λείπει αἴσθησις, δῆλον ὅτι καὶ αἰσθητήριον λείπει δι’ οὗ τοῖς αἰσθητοῖς προσβάλλει ἡ αἴσθησις. οὗτοι μὲν οὖν εἰσιν οἱ λόγοι οἱ τὸ συνημμένον κατασκευάσαντες. φέρε δὲ λοιπὸν καὶ τοὺς τὴν πρόσληψιν κατασκευάζοντας παραθώμεθα. οὗτοι δέ εἰσι δύο λόγοι ἐπαγωγικοί, ὧν ὁ πρῶτός ἐστιν οὗτος. ἐκ πάντων ὧν ἔδει γενέσθαι αἰσθητήρια γεγόνασιν· εἰ δὲ τοῦτο, οὐδὲν ἄρα λείπει αἰσθητήριον. τεσσάρων γὰρ ὄντων στοιχείων καὶ ἑνὸς τοῦ πέμπτου σώματος τοῦ οὐρανίου, ἐκ μὲν τοῦ πέμπτου σώματος αἰσθητήριον οὐ γέγονεν· τὸ γὰρ πέμπτον σῶμα ἀίδιόν ἐστιν, ὥς τινες λέγουσι, τὰ δὲ αἰσθητήρια φθαρτά ἐστι. πάλιν ἐκ πυρὸς οὐκ ἠδύνατο γενέσθαι αἰσθητήριον· τὸ γὰρ πῦρ φθαρτικόν ἐστιν· ἐκ τοῦ φθείροντος δὲ πῶς εἶχεν αἰσθητήριον γενέσθαι; πάλιν ἐκ γῆς αὐτῆς καθ’ ἑαυτὴν οὐκ ἐδύνατο γενέσθαι αἰσθητήριον· δυστύπωτος γὰρ αὐτὴ καθ’ ἑαυτήν, καὶ οὐκ εὐχερῶς ἐδέχετο τῶν αἰσθητῶν τοὺς τύπους· συμμιγὴς δὲ γινομένη ἡ γῆ μετὰ ἄλλων δύναται ποιῆσαι αἰσθητήρια. καὶ γοῦν τὸ αἰσθητήριον τῆς τε ἁφῆς καὶ τῆς γεύσεως πλείονος γῆς μετέχει· τῆς γὰρ ἁφῆς καὶ τῆς γεύσεως αἰσθητήριόν ἐστιν ἡ σὰρξ πλείονος γῆς μετέχουσι τὸ δὲ πῦρ, ὥς φησιν αὐτός, ἐν ὅλοις ἐστὶ τοῖς αἰσθητηρίοις. ὥστε πῦρ καὶ γῆν ἐν τοῖς αἰσθητηρίοις ἔστιν εὑρεῖν· οὔτε δὲ πῦρ οὔτε γῆ ποιοῦσι ποτὲ καθ’ ἑαυτὰ αἰσθητήρια διὰ τὰς εἰρημένας αἰτίας. ὑπολείπεται τοίνυν ἀὴρ καὶ ὕδωρ, ἅτινα δύναται ποιῆσαι αἰσθητήρια. καὶ γοῦν τὸ ὕδωρ ἐποίησε τὸ κρυσταλλοειδές, ὅπερ ἐστὶ τῆς ὄψεως αἰσθητήριον· ἀλλὰ καὶ ὁ ἀὴρ αἰσθητήριόν ἐστιν ἀκοῆς καὶ ὀσφρήσεως· ὁ γὰρ ἐγκατῳκοδομημένος ἀὴρ ἐν τῆ ῥινὶ καὶ τοῖς ὠσὶν αὐτός ἐστι τὸ αἰσθητήριον ἀκοῆς καὶ ὀσφρήσεως. εἰ οὖν ἐκ πάντων ὧν δυνατὸν ἦν γενέσθαι αἰσθητήριον γέγονεν, οὐδὲν ἄρα λείπει αἰσθητήριον. οὗτος ὁ πρῶτος λόγος ἐπαγωγικὸς κατασκευάζων τὴν πρόσληψιν. ἀπορεῖ δὲ πρὸς τοῦτον τὸν λόγον Ἀριστοτέλης δύο ἀπορίας· πρώιην μὲν ὅτι πῶς φησι μὴ λείπειν αἰσθητήριον· ἰδοὺ γὰρ λείπουσιν. πέντε γὰρ οὐσῶν αἰσθήσεων τρία μόνον εἰσὶν αἰσθητήρια, ὕδωρ, ἀήρ, γῆ. ὥστε οὐδὲν κατεσκεύασεν ὁ ἐπαγωγικὸς λόγος, ἀλλὰ καὶ μᾶλλον ηὔξησε τὴν ἀπορίαν. πῶς οὖν λέγει ἡ πρόσληψις ‘ἀλλὰ μὴν λείπει αἰσθητήριον’; ἰδοὺ γὰρ λείπουσι δύο αἰσθητήρια. καὶ αὕτη μὲν ἡ ἀπορία· πρὸς ἣν ἐροῦ ὅτι τῷ μὲν ὀνόματι τρία μόνον ἐστὶν αἰσθητήρια, τῷ δὲ πράγματι πέντε. κἄν γὰρ πρὸς τῇ γῇ ἐστιν τὸ αἰσθητήριον τῆς ἁφῆς καὶ τῆς γεύσεως, ἀλλ’ οὐχ ἡ αὐτὴ γῆ ἐστιν. εἰ γὰρ ἦν ἡ αὐτὴ γῆ αἰσθητήριον ἁφῆς καὶ γεύσεως, ἐχρῆν ἐν παντὶ μορίῳ ἔνθα ἦν ἁφὴ καὶ γεῦσιν εἶναι, εἴ γε ἡ ἄλογος ψυχὴ ἐν παντί ἐστι τῷ ζῴῳ μετὰ πασῶν αὐτῆς τῶν δυνάμεων, καί φαμεν ὅτι διὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου οὐκ ἐνεργεῖ κατὰ πάσας αὐτῆς τὰς δυνάμεις ἐν ὅλῳ τῷ ζῴῳ· ἐχρῆν γάρ, εἰ ἡ αὐτὴ γῆ ἐστιν αἰσθητήριον καὶ πάρεστι καὶ ἡ δύναμις, ἵνα μὴ ταύτην αἰτιάσῃ. ἀλλὰ μὴν οὐκ ἐν παντί ἐστιν ἡ γεῦσις· πῶς γοῦν ἡ χεὶρ οὐ γεύεται, καίτοι ἁφὴν ἔχουσα; οὐκ ἄρα ἡ αὐτὴ γῆ ἐστιν. ὁρᾷς ὅτι ὀνόματι μὲν τὸ αὐτό, πράγματι δὲ διάφορος. πάλιν κἄν ἀήρ ἐστιν ἐν ἀκοῇ καὶ ὀσφρήσει, ἀλλ’ οὐχ ὁ αὐτός. ἀέρα δὲ λέγω οὐ τὸν ἔξω πᾶς γὰρ ὁ ἔξω ἀὴρ διακονεῖ καὶ ὀσμὰς καὶ ψόφους) ἀλλὰ ἀέρα λέγω τὸν ἐγκατῳκοδομημένον ἐν ἀκοῇ καὶ ῥινὶ τὸν ἰδιάζοντα. οὗτος οὖν οὐχ ὁ αὐτός ἐστιν, ἀλλὰ διάφορος· οὐ γὰρ ὁ ἐν ἀκοῇ ἀὴρ δύναται διακονῆσαι ὀσμὰς οὔτε ὁ ἐν ῥινὶ διακονῆσαι ψόφους. ὥστε κἄν ὀνόματι τρία ἐστίν, ἀλλ’ οὖν πράγματι πέντε ὑπάρχει. αὕτη ἡ λύσις τῆς πρώτης ἀπορίας. δευτέρα ἀπορία ἐκ τοῦ ἐναντίου τῇ πρώτῃ ἀπορίᾳ προἰοῦσα, ἐστι δὲ αὕτη· πλείονα τὰ αἰσθητήρια τῶν αἰσθήσεων, ὅπερ ἐστὶν ἄτοπον. εἰ γὰρ διὰ τὰς αἰσθήσεις γέγονε τὰ αἰσθητήρια. ὅσαι ἄρα εἰσὶν αἱ αἰσθήσεις, τοσαῦτα ὤφελον εἶναι τὰ αἰσθητήρια καὶ μὴ πλείονα· νυνὶ δὲ ὁρῶμεν ὅτι πλείονά εἰσι τῶν αἰσθήσεων. καὶ γοῦν μιᾶς αἰσθήσεως δύο εἰσὶν αἰσθητήρια· τῆς γὰρ ὀσφρήσεως ἐπὶ πεζῶν μὲν καὶ πτηνῶν ὁ ἀήρ ἐστιν αἰσθητήριον, ἐπὶ δὲ ἐνύδρων τὸ ὕδωρ ἐστὶ τὸ αἰσθητήριον· φασὶ γοῦν ὅτι οἱ ἰχθύες ὑγρότητά τινα ἔχουσιν ἐν τοῖς μυκτῆρσι τὴν διακονοῦσαν τὰς ὀσμάς· ὥστε μιᾶς αἰσθήσεως δύο εἰσὶν αἰσθητήρια. λύομεν δὲ τὴν ἀπορίαν λέγοντες ὅτι οὐκ ἐπὶ τοῦ αὐτοῦ ζῴου δύο ἐστὶ τὰ αἰσθητήρια, ἀλλ’ ἐπὶ ἄλλου μὲν ὕδωρ ἐστὶ τὸ αἰσθητήριον τῆς ὀσφρήσεως, ἐπὶ ἄλλου δὲ ἀήρ· ὥστε οὔτε πλείονά ἐστιν οὔτε ἐλάττονα. ὁ μὲν οὖν τὴν πρόσληψιν κατασκευάζων πρῶτος λόγος ἐπαγωγικός ἐστι καὶ οὐκ ἔχει τὸ ἀναγκαῖον. πρῶτον μὲν γὰρ διττὸν τὸ πῦρ, τὸ μὲν φθαρτικόν, τὸ δὲ ζωογόνον· ὥστε κἄν ἐκ τοῦ φθαρτικοῦ οὐκ ἠδύνατο γενέσθαι αἰσθητήριον, ἀλλ’ οὖν ἐκ τοῦ ζωογόνου ἠδύνατο γενέσθαι. ἄλλως τε ὥσπερ ὁρῶμεν ὅτι ὁ ἀὴρ ἔξωθεν διακονεῖ καὶ ὀσμὰς καὶ χροιὰς καὶ ψόφους, ἀλλ’ ὅμως ἐπὶ τῶν ἐχόντων τρεῖς μόνας αἰσθήσεις, ἁφὴν λέγω καὶ ὄσφρησιν καὶ γεῦσιν, οὐ διακονεῖ χροιάς, ἔστι δὲ ὁμοίως τῶν τοιούτων διακονητής, ἀλλὰ παρὰ τὸ μὴ εἶναι δύναμιν οὐ διακονεῖ, τί ἄτοπον καὶ ἐπὶ ἡμῶν τῶν ἐχόντων πέντε αἰσθήσεις λέγειν ὅτι ἔστι μὲν θλᾶ αἰσθητήρια, οὐκ ἀντιλαμβάνονται δὲ παρὰ τὸ μὴ εἷναι αἰσθήσεις ἐν αὐτοῖς; ὥστε ἐπαγωγικός ἐστι καὶ οὐκ ἀληθὴς ὁ πρότερος λόγος. ἔστι δὲ ὁ δεύτερος λόγος Ἀριστοτέλους ἐπαγωγικὸς οὗτος· εἰ λείπει αἰσθητήριον, λείπει καὶ αἰσθητόν· ἀλλὰ μὴν οὐ λείπει αἰσθητόν. τοῦτο γάρ ἐστι τὸ συνημμένον, ὃ καὶ δεῖται ἀποδείξεως. τοῦτο, φησίν, ἐκ τῆς ἐπαγωγῆς δῆλόν ἐστι· καὶ τῶν πόρρω γὰρ ἀντιλαμβανόμεθα, ἅ ἐστι ψόφοι καὶ χρόαι καὶ ὀσμαί, καὶ μὴν καὶ τῶν πλησίον, ἁπτῶν φημι καὶ χυμῶν. εἰ οὖν καὶ τῶν πλησίον καὶ τῶν πόρρω ἀντιλαμβανόμεθα, δῆλον ἄρα ὅτι πάντων λαμβανόμεθα. οὐδὲν οὖν αἰ|σθητὸν λείπει. εἰ δὲ αἰσθητὸν οὐ λείπει, δῆλον ὅτι οὐδὲ αἰσθητήριον· τῇ γὰρ σὺν ἀντιθέσει ἀντιστροφῇ τοῦτο δείκνυται. οὗτός ἐστι καὶ ὁ δεύτερος λόγος Ἀριστοτέλους μὴ ὢν ἀναγκαῖος. ἔστω γὰρ τῶν πόρρω ἡμᾶς ἀντιλαμβάνεσθαι· πόθεν δῆλον, εἰ καὶ πάντων τῶν πλησίων ἀντιλαμβανόμεθα; ἔστω γὰρ ὅτι τῶν ἁπτῶν πάντων αἰσθανόμεθα· ἆρα δὲ καὶ πάντων τῶν γευστῶν; πόθεν δῆλον, ἐὰν ᾖ γευστά τινα λανθάνοντα ἡμᾶς; καὶ γοῦν καμήλου κρέας οὐκ ἔφαγέ τις ἡμῶν. ὥστε λείπουσί τινα αἰσθητά. ἐπειδὴ οὖν ἐπαγωγικώτεροί εἰσιν οἱ λόγοι Ἀριστοτέλους, ἄμεινον τῷ Θεμιστίου λόγῳ χρήσασθαι, ὃν λέγει ἐν τῷ ὑπομνήματι. φησὶ γὰρ ὅτι οὐκ ἦν δυνατὸν τὴν λογικὴν ψυχὴν ἐπιφοιτῆσαι, εἰ μὴ πρότερον πάσαις ταῖς τῆς ἀλόγου ψυχῆς δυνάμεσιν ἐκοσμήθη τὸ ζῷον. εἰ γὰρ ὅπου τὰ κρείττονα, ἐκεῖ καὶ τὰ χείρονα ἐν τοῖς ὑπὸ σελήνην, δῆλον ἄρα, εἰ ἔχομεν λογικὰς ψυχάς, καὶ πάσας ἕξομεν τῆς ἀλόγου τὰς δυνάμεις. εἰ οὖν πέντε μόνον αἰσθήσεις ἔχει ὁ ἄνθρωπος, δῆλον ἄρα ὅτι καὶ πέντε εἰσὶ μόναι. ὅσαι γάρ εἰσιν αἱ τοῦ ἀνθρώπου, τοσαῦταί εἰσι μόναι, καὶ οὔτε πλείονες οὔτε ἐλάττονες, διότι πάσας ἔχει ὁ ἄνθρωπος ὡς καὶ τὴν τιμιωτέραν τούτων ἔχων; τὴν λογικὴν λέγω ψυχήν. οὐκ ἄν δὲ αὐτὴν εἶχεν, εἰ μὴ πᾶσαι αἱ καταδεέστεραι παρῆσαν· πάσας ἄρα ἔχει, καὶ ἐπειδὴ πέντε ἔχει, πέντε καὶ μόνον εἰσί. καὶ οὗτος μὲν ὁ Θεμιστίου λόγος· τροφεῖ δὲ τῷ Ἀριστοτέλει νέμοντες δείξομεν καὶ τοῦτο τὸ ἐπιχείρημα αὐτοῦ ὄν. εἰ γὰρ ζητεῖ ἐν τῇ λέξει, διὰ τί ἡ ἀσπάλαξ κινουμένη οὐκ ἔχει ὄψιν ἄτοπον γάρ, ὅπου τὸ κρεῖττον, μὴ εἶναι καὶ τὸ χεῖρον) καὶ λύει ὅτι ἔχει μέν, ἀλλ’ ἀποκρύπτεται ὑπὸ ὑμένος ἔδει γὰρ τοῦτο, ἐπειδὴ τρέφεται ὑπὸ τῆς γῆς, καὶ ἔμελλεν τυφλοῦσθαι, εἰ μὴ ἐκέκρυπτο· τῆς οὖν τροφῆς μᾶλλον ἡ φύσις προενενοήσατο), εἰ οὖν δείκνυσιν ἐπὶ ταύτης κινουμένης ὅτι πέντε εἰσὶν αἰσθήσεις, οἶδεν ἄρα τὸ ἐπιχείρημα ὅτι ἀνάγκη πέντε μόνον αὐτὰς εἶναι· ὅπου γὰρ τὸ κρεῖττον, ἐκεῖ καὶ τὸ χεῖρον. ἔστι δὲ καὶ ἄλλως Πλατωνικῶς τοῦτο συμβολαιώσασθαι. ὥσπερ γάρ, φησί, τὰ ἀπλᾶ σώματα πέντε εἰσί τέσσαρα γὰρ στοιχεῖα καὶ τὸ αἰθέριον) καὶ ὥσπερ τὰ στερεὰ σώματα πέντε εἰσὶν διὰ τὰ ἁπλᾶ σώματα ἔστι γὰρ πυραμίς. κύβος, ὀκτάεδρον, δωδεκάεδρον, εἰκοσάεδρον), ὥσπερ οὖν διὰ τὰ ἁπλᾶ σώματα πέντε ὄντα πέντε καὶ τὰ σχήματα ἐγένοντο, οὕτω δῆλον ὅτι καὶ αἰσθήσεις πέντε καὶ οὐ πλείους. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ὅτι μὲν οὖν οὐκ ἔστιν αἴσθησις ἑτέρα παρὰ τὰς πέντε. ἐπειδὴ ἐν τῷ πέρατι τοῦ δευτέρου λόγου ἐζήτει, εἰ μία ἐστὶν ἡ ἁφὴ ἢ πολλαί, νῦν δείκνυσιν ὅτι πέντε εἰσὶ καὶ μόνον αἰσθήσεις, ἵνα τούτου δεικνυμένου δῆλον ᾖ ὅτι μία ἐστὶν ἡ ἁφή. δικαίως δὲ τοῦτο ποιεῖ, ἐπειδὴ τῶν ζῴων τὰ μὲν δύο ἔχει αἰσθήσεις, τινὰ δὲ τρεῖς, καὶ διὰ τοῦτο ζητεῖ πόσαι εἰσὶν αἱ αἰσθήσεις· εἰ γὰρ πάντα τὰ ζῷα εἶχον τὰς πέντε αἰσθήσεις, περιττὴ ἦν ἡ περὶ τούτου ζήτησις. p. 424b24 Εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις ἁφή. Μῆ εἰπὼν τὸ συνημμένον μηδὲ τὴν πρόσληψιν κατασκευάζει τὴν πρόσληψιν, καὶ συναισθόμενος αὐτοῦ ἀσαφείας λέγει ἐν τῷ μέσῳ τὸ συνημμένον, καὶ εἶθ’ οὕτως τὸ ὑπόλοιπον τῆς προσλήψεως κατασκευάζει. ὀφείλων γὰρ εἰπεῖν ἱεῖ λείπει αἴσθησις, λείπει καὶ αἰσθητήριον· ἀλλὰ μὴν αἰσθητήριον τήριον οὐ λείπει· οὐκ ἄρα οὐδὲ αἴσθησις’, εἶτα ὀφείλων κατασκευάσαι ὅτι οὐ λείπει αἰσθητήριον, τὴν πρόσληψιν, καὶ τοῦτο δεῖξαι ἐκ τοῦ πᾶσαν αἴσθησιν ἢ ἀμέσως ἢ διὰ μέσου ἀντιλαμβάνεσθαι ἔχομεν δὲ ἄμφω καὶ τὸ ἀμέσως καὶ τὸ διὰ μέσου), πάντα τὰ ἄλλα ἐάσας ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν ὅτι ἔχομεν ἀμέσως αἴσθησιν. εἰ γάρ, φησίν, ἐν πᾶσιν οἷς ἐστιν ἴσωσις ἡ ἁφή, ἀμέσως ἐνεργοῦμεν (τὰ γὰρ ἄπιά πάθη ἐστὶ τῆς ἁφῆς, καὶ ἄμεσά ἐστιν αἰσθητά) ἔχομεν δὲ ἁφήν, ἀμέσως ἄρα ἔχομεν αἴσθησιν. καὶ τοῦτο σκολιῶς ἔφρασεν, ὅτι ὀφείλων κατασκευάσαι ὡς καὶ ἀμέσως ἔχομεν αἴσθησιν, τοῦτο ἐάσας φησὶν ‘ἀνάγκη, ἔνθα λείπει αἴσθησις καὶ αἰσθητήριον’· ἐπιγνοὺς γὰρ τὴν ἀσάφειαν τέθεικεν ἐν μέσῳ τὸ συνημμένον· εἶτα στρέφεται καὶ κατασκευάζει τὴν πρόσληψιν λέγων, <ὡς> εἴρηται, ὅτι τῶν ἁπτῶν ἀμέσως ἀντιλαμβανόμεθα, ἔστι δὲ καὶ ἄλλα ὧν διὰ τοῦ μεταξὺ ἀντιλαμβανόμεθα. ὅσα δὲ διὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς. τὴν πρόσληψιν κατασκευάζει ὅτι ἔστιν ἐν ἡμῖν τινα καὶ διὰ μέσου ἀντιλαμβανόμενα, οἷον ὄψις, ἀκοή, ὄσφρησις· ταῦτα δὲ διὰ τῶν ἁπλῶν ἀντιλαμβάνεται μεταξὺ ὄντων. ἁπλᾶ δὲ λέγει ὕδωρ καὶ ἀέρα, διότι στοιχεῖά ἐστι· διὰ τούτων δὲ ἀντιλαμβάνονται αἱ τρεῖς αἰσθήσεις. p. 424b31 Ἔχει δ’ οὕτως, ὥστε εἰ μὲν δι’ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ἀλλήλων ὄντα τῷ γένει. Σιγηθεῖσαν ἀπορίαν ἐπιλύεται. ὃ γὰρ οὐκ ἠπόρησε, τοῦτο ἐπιλύεται. καὶ χάρις πλείστη τοῖς οὕτω μαντευσαμένοις τοῦ παλαιοῦ τὴν διάνοιαν. ὀφείλων γὰρ ἀπορῆσαι ὅτι εἰ δύο ἐστὶν αἰσθητήρια, ἀὴρ καὶ ὕδωρ, τρία δὲ αἰσθητά, χρῶμα ψόφος ὀσμή, καὶ εἶθ’ οὕτως ἐπιλύσασθαι, ὡς ἤδη ἀπορήσας φησίν. ἔχει δὲ οὕτως ἡ λύσις ὅτι δι’ ἑνὸς αἰσθητηρίου πλειόνων αἰσθητῶν ἀντιλαμβάνεται, ἅπερ αἰσθητὰ τῷ γένει διαφέρειν εἶπεν· ψόφος γὰρ καὶ ὀσμὴ ἑτερογενῆ. ἀνάγκη γάρ, φησί, τὸν ἀέρα ὄντα ἐν ἀκοῇ καὶ ὀσφρή|σει τῶν δύο ἀντιλαμβάνεσθαι καὶ ψόφου καὶ ὀσμῆς. καὶ ὀφείλων εἰπεῖν ὀσμὴν χρόαν εἶπεν ἀντὶ ὀσμῆς, ἵνα μὴ φύγῃ τὴν ἀσφάλειαν. καὶ οὕτω μέν τινες ἐξῆ ἰήσαντο. ἕτεροι δέ φασιν ὅτι μᾶλλον πρὸς τὸν Ἐμπεδοκέα ἐνίσταται, ὡς λέγοντος ἐκείνου ὅτι εἰ μὴ δύναται, Ἀριστότελες, κατά σε μήτε ἐκ πυρὸς μήτε ἀπὸ γῆς καθ’ αὑτὰ γενέσθαι αἰσθητήρια δὸς αἰσθητήρια, ἵνα ἀντιλαμβάνωνται αὐτῶν καὶ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου γνωσθῇ. φησὶν οὖν πρὸς αὐτὸν Ἀριστοτέλης ὅτι εἰ δι’ ἑνὸς μεταξὺ ὄντος αἰσθητικοῦ καὶ αἰσθητηρίου πλείονα αἰσθητὰ γινώσκεται, ὥσπερ ὑπὸ ἀέρος τυχὸν καὶ χρῶμα γινώσκεται καὶ ψόφος, διότι διαφανής ἐστι καὶ διηχής, τί ἄτοπον καὶ ὑπὸ μιᾶς αἰσθήσεως πολλὰ γινώσκεσθαι; p. 424b34 Εἰ δὲ πλείω τοῦ αὐτοῦ, οἷον χρόας καὶ ἀὴρ καὶ ὕδωρ· ἄμφω γὰρ διαφανῆ. Τὸ ἕτερον ἄπορον ἀπορεῖ. φησὶ γὰρ ὅτι λείπει αἰσθητήριον· πλείω γάρ ἐστι τὰ μετέχοντα τοῦ ἑνός. τοῦ γὰρ διαφανοῦς, ὃ εἶπεν χρόας, καὶ ἀὴρ καὶ ὕδωρ μετέχει· λείπει ἄρα αἰσθητήριον, διότι δύο μέν ἐστι τὰ διακονοῦντα, μία δὲ ἡ ὄψις. καὶ λύει τοῦτο, ὅτι δι’ ἑνὸς αἰσθητηρίου τῶν δύο ἀντιλαμβάνεται. ὁ γὰρ ἔχων τὸ ἕτερον τοῦ ἀέρος], φησί, τουτέστι τὸ ὑγρόν, ἵνα εἴπῃ τὴν κόρην, ἄμφω τὰ διαφανῆ οἶδεν. p. 425a3 Τῶν δὲ ἁπλῶν ἐκ δύο τούτων αἰσθητήρια μόνον ἐστίν, ἐξ ἀέρος καὶ ὕδατος. Τὴν πρόσληψιν κατασκευάζει ὅτι ἀνάγκη τρία εἶναι τὰ διὰ μέσου αἰσθητήρια, ἐπειδὴ ἐξ ἀέρος καὶ ὕδατος μόνον δύναται εἶναι, ταῦτα δὲ ὄψις καὶ ἀκοὴ καὶ ὄσφρησις ἔχουσιν. ἡ δὲ ὄσφρησις θατέρου. τινές φασιν ὅτι τοῦτο λέγει, ὅτι ἡ ὄσφρησις θατέρου μετέχει, τουτέστιν ἑκατέρου καὶ ἀέρος καὶ ὕδατος, ἐπὶ ἡμῶν μὲν ἀέρος, ἐπὶ δὲ τῶν ἐνύδρων ὕδατος· τινὲς δὲ θατέρου λαμβάνουσι τὸ ἕτερον, τουτέστι τοῦ ἑτέρου μετέχει, οἷον ἀέρος. p. 425b5 Τὸ δὲ πῦρ ἢ οὐθενὸς ἢ κοινὸν πάντων. Καλῶς εἶπεν κοινὸν πάντων. πᾶσα γὰρ αἴσθησις τρέφεται· εἰ δὲ τρέφεται, καὶ πέττει· πᾶσα δὲ πέψις διὰ θερμοῦ· δεῖται ἄρ πυρὸς ὡς θερμοῦ πᾶσα αἴσθησις. γῆ δὲ ἢ οὐδενὸς ἢ ἐν τῇ ἁφῇ. εἰ καὶ τὸ γήινον τῇ ἁφῇ ἀποκεχώρισται, ἀλλ’ οὖν νῦν οὐ καλῶς τὴν ἁφὴν ἤνεγκεν εἰς μέσον· περὶ γὰρ τῶν διὰ μέσου αἰσθήσεων ἐστιν ὁ λόγος. p. 425a8 Ταῦτα δὲ καὶ νῦν ἔχουσιν ἔνια ζῷα. Ἔχουσι, φησί, τινὰ τῶν ζῴων τὰς πέντε αἰσθήσεις, ὅσα τέλειά ἐστι καὶ μὴ πηρώματα. καὶ ἵν μή τις αὐτῷ εἴπῃ ὅτι ἰδοὺ ἡ ἀσπάλαξ τέλειόν ἐστι ζῷον, ὄψιν δὲ οὐκ ἔχει, φησὶν ὅτι ἔχει μὲν ὀφθαλμούς, ἀλλὰ δι’ ὑμένος αὐτοὺς ἐσκέπασεν ἡ φύσις, ἵνα μὴ ἐν τῷ ὀρύττειν τὴν γῆν ῥᾳδίως ἐκτυφλωθῇ. καὶ ἀπλῶς ὅσα ἔχει τὴν κατὰ τόπον κίνησιν τὰς πέντε ἔχει αἰσθήσεις. κρείττων γὰρ ἡ κίνησις τῆς αἰσθήσεως, καὶ ὅπου τὰ κρείττω, ἐκεῖ καὶ τὰ χείρω. εἰ δὲ καί τινα τὴν κατὰ τόπον ἔχει κίνησιν, οὐ μὴν τὰς πέντε αἰσθήσεις, ὡς πελωρίδες καὶ σκώληκες, ἀλλ’ οὖν ἄλλῳ τρόπῳ ἡ φύσις τὸ λεῖπον αὐτοῖς ἐνεπλήρωσεν. ἰδοὺ οὖν καὶ τοῦτο σαφῶς αὐτοῦ ἐστι τὸ ἐπιχείρημα, ὅτι ὅπου τὸ κρεῖττον, ἐκεῖ καὶ τὸ χεῖρον, καὶ οὐκ ϊοτον τῶν υπομνησαντων. p. 425a11 Ὥστε εἰ μή τι ἕτερόν ἐστι σῶμα καὶ πάθος ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἄν ἐκλείποι αἴσθησις. Σῶμα καὶ πάθος λέγει, τουτέστι σωματικὸν πάθος. τί δὲ βούλεται; συμπερᾶναι τὰ πρώην· εἰ γάρ, φησίν, οὐκ ἔστιν ἔξω τῶν στοιχείων σωματικὸν πάθος τοῦτο δὲ εἶπεν διὰ τὴν πέμπτην οὐσίαν) τὸ ποιοῦν αἰσθητήριον, (παθητικὸν γὰρ πάντως θέλει εἶναι, ἐκείνη δὲ ἀπαθής), οὐκ ἄρα λείπει αἰσθητήριον. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 425a13 Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήριον ἴον ἴδιον, ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, οἷον κινήσεως, στάσεως, σχήματος , μεγέθους, ἀριθμοῦ. Δείξας ὅτι οὐκ ἔστιν ἄλλη ἕκτη αἴσθησις παρὰ τὰς πέντε ἐν τῇ προλαβούσῃ πράξει, καὶ νῦν πάλιν τὸ αὐτὸ δείκνυσιν. ἐπειδὴ γὰρ εἴρηται ἐν τῷ δευτέρῳ λόγῳ τῆσδε τῆς πραγματείας ὅτι ἔστι κοινὰ αἰσθητά, οἷον μέγεθος καὶ σχῆμα, ἀριθμός, κίνησις, ἠρεμία καὶ ἔστι μέγεθος μὲν καὶ σχῆμα κοινὰ ὄψεως καὶ ἁφῆς, τὰ δὲ λοιπὰ τρία, λέγω δὴ κίνησιν, ἀριθμόν, ἠρεμίαν τῶν πέντε αἰσθήσεων εἰσι κοινά), ἴσως οὖν τις οἰηθείη ὅτι ταῦτα τὰ κοινὰ αἰσθητὰ ἄλλη τίς ἐστιν ἕκτη αἴσθησις παρὰ ταύτας τὰς πέντε κρίνουσα. νῦν οὖν δείκνυσι διὰ τῆς παρούσης θεωρίας ὅτι οὐκ ἔστιν ἄλλη τις ἕκτη αἴσθησις μερική, ἥτις κρίνει τὰ κοινὰ αἰσθητά. τοῦτο δὲ δείἢ κνυσι τοῦτον τὸν τρόπον. εἰ τὰ κοινὰ αἰσθητὰ ἴδιά ἐστι ταύτης τῆς ἰδικῆς αἰσθήσεως, οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός ἐστιν αἰσθητά. εἰ γὰρ πρᾶγμα δύο τισὶν ὑπάρχει καὶ τοῦ ἑνὸς ἴδιόν ἐστι, δῆλον ὅτι τῷ ἄλλῳ κατὰ συμβεβηκὸς ὑπάρχει· εἰ γὰρ καὶ τοῦ ἄλλου ἴδιον, οὐκέτι ἐστὶν ἴδιον ἐκείνου· ἰδοὺ γὰρ καὶ τῷ ἄλλῳ ὑπάρχει. ὥστε εἰ τὰ κοινὰ αἰσθητὰ ἴδιά ἐστι τῆς ἕκτης αἰσθήσεως, οὐκοῦν ταῖς πέντε ταύταις κατὰ συμβεβηκός ἐστιν αἰσθητά. ἀλλὰ μὴν οὔκ εἰσι τῖς πέντε ταύταις κατὰ συμβεβηκὸς αἰσθητά, ὡς δείξω· οὐκ ἄρα ἐστὶν ἕκτη αἴσθησις, ἧς ἴδιά ἐστιν αἰσθητὰ ταῦτα τὰ λεγόμενα κοινὰ αἰσθητά. ὅτι δὲ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητὰ | ταῖς πέντε αἰσθήσεσι τὰ κοινὰ αἰσθητά, πάλιν τοῦτο ὑποθετικῶς κατασκευάζει λέγων οὕτως· τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσιν πάθος εἰς τὴν αἴσθησιν, ὡς δείξω· ταῦτα δὲ ποιοῦσι περὶ τὴν αἴσθησιν πάθος· οὐκ ἄρα κατὰ συμβεβηκός εἰσιν αἰσθητά. καὶ πόθεν δῆλον ὅτι οὐ ποιοῦσιν πάθος περὶ τὴν αἴσθησιν τὰ κατὰ συμβεβηκὸς αἰσθητά; δείκνυσι καὶ τοῦτο οὕτως· φησὶ γὰρ ὅτι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ διττά ἐστιν, ἢ τὸ ἄλλῃ αἰσθήσει ὑποπῖπτον, ὥσπερ ἡ ὄψις κρίνει τὸ γλυκὺ ἀπὸ τῆς χροιᾶς καὶ γοῦν ἐὰν ἴδωμεν ὑγρόν τι ξανθόν, λέγομεν ὅτι τοῦτο μέλι ἐστίν, καὶ λέγεται τοῦτο κατὰ συμβεβηκὸς αἰσθητόν, ὅταν ἀπὸ τῆς χροιᾶς ἡ ὄψις ἐπιγνῷ τὸ γλυκύ), ἢ οὖν τοῦτό ἐστι κατὰ συμβεβηκὸς αἰσθητόν, ἢ ὅπερ οὐδεμιᾷ αἰσθήσει ὑποπίπτει, ὡς ἡ οὐσία· ἡ γὰρ οὐσία οὐδεμιᾷ αἰσθήσει ὑποπίπτει, ἀλλὰ γινώσκεται ἐκ τῶν αὐτῇ συμβεβηκότων. τὸν γὰρ Κλέωνος υἱὸν γινώσκομεν οὐχ ὡς Κλέωνος υἱόν, τουτέστιν οὐχ ὡς οὐσίαν, ἀλλ’ ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων, οἷον ὅτι λευκός ἐστιν, ὅτι προγάστωρ φέρε εἰπεῖν καὶ εἴ τι τοιοῦτο. διττοῦ οὗν ὄντος τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ, οὐδέτερον τῶν σημαινομένων τούτων πάθος ποιεῖ. τὸ γὰρ ἄλλης αἰσθήσεως αἰσθητὸν οὐ ποιεῖ πάθος ἐν ἄλλῃ αἰσθήσει, κἄν γινώσκηται ἐξ αὐτῆς· καὶ γοῦν τὸ γλυκὺ οὐ ποιεῖ πάθος περὶ τὴν ὄψιν, κἂν γινώσκηται ὑπὸ τῆς ὄψεως διὰ μέσου τοῦ ξανθοῦ χρώματος· οὔτε δὲ πάλιν τὸ μηδεμιᾶς αἰσθήσεως αἰσθητὸν ποιεῖ πάθος περὶ τὴν ὄψιν, κἂν γινώσκηται ὑπ’ αὐτῆς. ὥστε δέδεικται ὅτι τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσι πάθος περὶ τὴν αἴσθησιν ἐκείνην, ἧς ἐστι κατὰ συμβεβηκὸς αἰσθητά. ἔστιν οὖν ὅλου τοῦ λόγου ἡ σύντομος ἐπαγωγὴ αὕτη· τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστιν ἴδια αἰσθητὰ ἄλλης τινὸς αἰσθήσεως ἕκτης παρὰ ταύτας τὰς πέντε· εἰ γὰρ ἄλλης τινὸς ἕκτης ἴδιά εἰσιν αἰσθητά, οὐκοῦν τῶν πέντε τούτων κατὰ συμβεβηκός εἰσιν αἰσθητά. ὥσπερ γὰρ τὰ χρώματα, ἴδια ὄντα αἰσθητὰ τῆς ὄψεως, τῆς γεύσεως κατὰ συμβεβηκός εἰσιν, οὕτω καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος καὶ τὰ λοιπὰ <εἴ> εἰσιν ἄλλης αἰσθήσεως ἕκτης, οὐκοῦν τῶν πέντε τούτων κτὰ συμβεβηκός εἰσιν αἰσθητά. ἀλλὰ μὴν οὔκ εἰσι κτὰ συμβεβηκὸς τῶν πέντε τούτων· τὰ μὲν γὰρ κατὰ συμβεβηκὸς αἰσθητὰ οὐ ποιοῦσιν πάθος περὶ τὴν αἴσθησιν, τὰ δὲ κοινὰ αἰσθητὰ ποιοῦσι πάθος περὶ τὰς αἰσθήσεις. ἔδειξε τοῦτο ἐκ τοῦ εἰπεῖν ὅτι <τὰ> κατὰ συμβεβηκὸς αἰσθητὰ διττά ἐστιν· ἢ γὰρ τὸ ἄλλης τινὸς αἰσθήσεως γινωσκόμενον καθ᾿ αὑτὸ ἄλλης δὲ κατὰ συμβεβηκός, ἢ ὃ μηδεμιᾷ αἰσθήσει καθ’ αὑτὸ ὑποπίπτει, ὡς ἡ οὐσία. οὐδέτερον δὲ τούτων πάθος ποιεῖ περὶ τὴν αἴσθησιν· τὰ δὲ κοινὰ αἰσθητὰ πάθος ποιοῦσιν, ὡς δέδεικται ἐν τῷ δευτέρῳ λόγῳ τῆσδε τῆς πραγματείας· κίνησις γὰρ συνεχὴς καὶ μικρὰ γράμματα ἀμβλυώττειν ποιεῖ τὴν ὄψιν. δῆλον οὖν ὅτι τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά. καὶ αὕτη ἐστὶν ὅλου τοῦ λόγου ἡ διασκευὴ συγκειμένη ἔκ τε δύο ὑποθετικῶν συλλογισμῶν καὶ ἑνὸς κατηγορικοῦ. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον κεφάλαιόν ἐστιν, ἐν ᾧ ἀπορίαν τοιαύτην ἀπορεῖ ὅτι τί δήποτε οὐκ ἰδιοπραγοῦσιν αἱ αἰσθήσεις, καὶ ἑκάστη τὰ ἑαυτῆς οἶδεν, ἀλλὰ ποτὲ καὶ ἡ ἄλλη τὰ ἄλλης ἐπίσταται; καὶ γοῦν ἐάν ποτε συνεργήσωσιν ὄψις καὶ γεῦσις περί τι πρᾶγμα, οἷον περὶ μέλι, καὶ ἅμα γευσώμεθα καὶ θεασώμεθα μέλι, τῇ αὔριον μέλιτος ὑποπεσόντος ἡ ὄψις οὐ μόνον τὸ οἰκεῖον εἰδέναι βούλεται, οἷον ὅτι ξανθόν, ἀλλὰ προπηδᾷ καὶ τῆς γεύσεως καὶ οἶδεν ὅτι καὶ γλυκύ ἐστιν. καὶ αὕτη μέν ἐστιν ἡ ἀπορία. λέγομεν δὲ λύσιν αὐτῆς τοιαύτην ὅτι συμβαίνει ποτὲ συνεργῆσαι δύο αἰσθήσεις, οἷον περὶ μέλι ἅμα ὄψιν καὶ γεῦσιν, τὴν μὲν γευσαμένην ὅτι γλυκύ, τὴν δὲ ἰδοῦσαν ὅτι ξανθόν, εἶτα ταύτας τὰς δύο αἰσθήσεις ἀποπερατωθῆναι εἰς τὴν κοινὴν αἴσθησιν κἀκεῖ καταλεῖψαι τοὺς τύπους, εἶτα τῇ αὔριον μέλιτος φανέντος καὶ τοῦ χρώματος ξανθοῦ ἡ φαντασία ἀνακινεῖ τοὺς ἐν αὐτῇ τύπους οὓς τῇ προτεραίᾳ ἐδέξατο γλυκέος ἅμα καὶ ξανθοῦ, καὶ ἀποφαίνεται ὅτι γλυκύ ἐστιν τὸ τοιοῦτον. αὕτη οὖν ἐστιν ἡ λύσις τῆς τοιαύτης ἀπορίας, τὸ τὴν κοινὴν αἴσθησιν δεξαμένην ἄμφω τοὺς τύπους, τὸν μὲν ἐκ τῆς γεύσεως, τὸν δὲ ἐκ τῆς ὄψεως, εἶτα τῇ ὑστεραίᾳ τοῦ ἐκ τῆς ὄψεως τύπου ἀνακινηθέντος τῷ θεαθῆναι ἡμῖν μέλι, λοιπὸν ἀνακινεῖσθαι καὶ τὸν ἐκ τῆς γεύσεως τύπον, καὶ ὡς ἔστιν εἰπεῖν ἀναχλίζεσθαι θάτερον ὑπὸ θατέρου τύπον, καὶ ταύτῃ γινώσκειν ὅτι γλυκύ ἐστι, κἂν μὴ γευσώμεθα. ἀμέλει τοι ἐντεῦθεν καὶ ἀπάτη γίνεται, καὶ τῆς Κολοφωνίας ὁ μὴ γευσάμενος, ἀλλὰ μόνον αὐτὴν θεασάμενος εἴποι μέλι εἶναι διὰ τὸ προσεοικέναι τῷ χρώματι. οὕτως ἐπιλυσάμενος τὴν ἀπορίαν λοιπὸν ἀπορεῖ ἑτέραν δριμυτέραν ἀπορίαν, ὅτι ὅσον ἐπὶ τούτῳ καθ’ αὑτὸ γινώσκει ἡ κοινὴ αἴσθησις τὸ γλυκὺ καὶ οὐ κατὰ συμβεβηκός· εἰ γὰρ ἀμφοτέρων ἔχει τοὺς τύπους, καὶ τῆς ὄψεως ὅτι ξανθόν, καὶ τῆς γεύσεως ὅτι γλυκύ, δῆλον ἄρα ὅτι τῇ ὑστεραίᾳ, κἄν μὴ ἐγευσάμεθα ἀλλ’ ἐθεασάμεθα μόνον τὸ μέλι, καθ’ αὑτὸ λέγομεν ὅτι γλυκύ ἐστιν. ἡ γὰρ κοινὴ αἴσθησις ἔχει τοὺς τῆς γεύσεως τύπους, καὶ πάλιν ἐκείνους ἀνακινοῦσα λέγει ὅτι γλυκύ ἐστιν. εἰ οὖν κατὰ τοὺς τύπους τοῦ γλυκέος κινουμένη λέγει ὅτι γλυκύ ἐστι, καθ’ αὑτὸ ἄρα ἡ κοινὴ αἴσθησις καὶ οὐ κατὰ συμβεβηκὸς τοῦτο δρᾷ. καὶ αὕτη μὲν ἡ ἀπορία. λέγομεν δὲ ὅτι κἂν ἔχῃ τοὺς τύπους τῶν γλυκέων, ἀλλ’ οὖν ὅμως οὐκ ἀφ’ ἑαυτῶν ἐκινήθησαν· οὔτε γὰρ ὑπέκειτο γευσάμενος τοῦ μέλιτος, ἀλλὰ θεασάμενος αὐτὸ μόνον. ὥστε κατὰ συμβεβηκὸς ἀποφαίνεται ὅτι γλυκύ ἐστι. καθ’ αὑτὸ γὰρ ἐκινήθησαν οἱ τύποι τῆς ὄψεως· εἶδεν γὰρ ὅτι ξανθόν· κτὰ συμβεβηκὸς δὲ ἐκινήθη καὶ ὁ τύπος τῆς γεύσεως τῷ κινηθῆναι τὸν τῆς ὄψεως τύπον. ταῦτα καὶ πρὸς τὴν δευτέραν ἀπορίαν, ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται | κεφάλαιον. Τρίτον κεφάλαιόν ἐστιν ἐν ᾧ ἀπορεῖ, διὰ τί ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος δύο αἰσθήσεις ἀντιλαμβάνονται ἢ καὶ πλείους, οἷον τοῦ σχήματος ὄψις καὶ ἁφὴ ἀντιλαμβάνεται καὶ τοῦ μεγέθους, τοῦ ἀριθμοῦ πάλιν αἱ πέντε αἰσθήσεις· διὰ τί οὖν τοῦτο, καὶ μὴ ἑκάστη αἴσθησις ἰδίου ἀντιλαμβάνεται; αὕτη ἡ ἀπορία, πρὸς ἣν Ἀριστοτέλης φησὶν ὅτι διὰ τοῦτο πλείους αἰσθήσεις τῶν αὐτῶν ἀντιλαμβάνονται πραγμάτων, ἵνα ὦσι κοινὰ αἰσθητά. καὶ ὁ μὲν Ἀριστοτέλης ταῦτα εἰπὼν ἔπαυσε τὴν λέξιν. εἰ δέ τις ἀπορήσει καὶ τί ὅλως χρεία κοινῶν αἰσθητῶν, ἐροῦμεν πρὸς αὐτόν, ἅτινα Πλάτων’ ἐν <τῷ> Ζ τῆς Πολιτείας καὶ ἐν Τιμαίῳ λέγει· φαμὲν γὰρ ὅτι ταῦτα κοινὰ αἰσθητὰ αὐτά ἐστιν τὰ ταῖς μαθηματικαῖς ἐπιστήμαις ὑποκείμενα· σχήματα γὰρ καὶ ἀριθμοὶ καὶ κινήσεις καὶ μεγέθη καὶ ἠρεμίαι εἰσὶν τὰ κοινὰ αἰσθητά, ἅτινα ταῖς μαθηματικαῖς ἐπιστήμαις εἰσὶν ὑποκείμενα. ἐπειδὴ οὖν ἐχρῆν τὰ μαθηματικὰ ὑποκείμενα ἀκριβῶς γινώσκεσθαι, ἀκριβῶς δὲ γινώσκοντι τῷ ὑπὸ πολλῶν αἰσθήσεων γνωρίζεσθαι, καὶ διὰ τοῦτό ἐστι κοινὰ αἰσθητά. ἀλλ’ εἰ ταῦτα οὕτως ἔχει, ἐναντιοῦται ἑαυτῷ Ἀριστοτέλης· αὐτὸς γὰρ ἐν τῷ δευτέρῳ λόγῳ τούτου τοῦ βιβλίου λέγει ὅτι τὰ ἴδια αἰσθητὰ ἀκριβέστερον γινώσκεται· πῶς οὖν νῦν λέγει ὅτι τὰ κοινὰ αἰσθητὰ ἀκριβέστερά ἐστι; λέγομεν οὖν ὅτι οὐκ ἐναντιοῦται ἑαυτῷ, ἀλλὰ τὰ ἴδια αἰσθητὰ ὑπὸ τῆς οἰκείας αἰσθήσεως ἀκριβέστερον γινώσκοντι τῶν κοινῶν αἰσθητῶν, οἷον ἴδιον ὄψεως τὸ λευκόν, κοινὸν δὲ αὐτῆς αἰσθητὸν τὸ μέγεθος· ἡ οὖν ὄψις ἀκριβέστερον γινώσκει τὸ λευκὸν ἤπερ τὸ μέγεθος· ὥστε πρὸς ἑκάστην αἴσθησιν τὸ ἴδιον αἰσθητὸν τοῦ κοινοῦ ἀκριβέστερον γινώσκεται. οἶδεν οὖν ἡ ὄψις ἀμυδρῶς τὸ κοινὸν αἰσθητόν, οἶδεν δὲ αὐτὸ καὶ ἁφὴ ἀμυδρῶς, καὶ ἁπλῶς ἑκάστη ἀμυδρότερον τοῦ οἰκείου αἰσθητοῦ οἶδεν αὐτό· συνερχομένη δὲ ἡ τῶν πλειόνων αἰσθήσεων γνῶσις ἀκριβῆ ποιεῖ τὴν τοῦ κοινοῦ αἰσθητοῦ γνῶσιν. οὕτω γάρ φησι καὶ Ἡσίοδος “εἰ γάρ <κεν> καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθείης καὶ θαμὰ τοῦτ’ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο”. ἰστέον δὲ ὅτι κἀν ἄμφω ἀκριβεῖς εἰσιν αἰ γνώσεις, καὶ ἡ τῶν ἰδίων αἰσθητῶν καὶ ἡ τῶν κοινῶν, ἀλλ’ οὖν ἡ τῶν ἰδίων αἰσθητῶν γνῶσις ἀκριβεστέρα ἐστὶ τῆς τῶν κοινῶν αἰσθητῶν γνώσεως. ἄμφω μὲν γάρ, καὶ τὰ κοινὰ αἰσθητὰ καὶ τὰ ἴδια, καθ’ αὑτὸ γινώσκει ἡ ὄψις, ἀλλὰ μᾶλλον τὰ ἴδια γινώσκει ἡ αἴσθησις. ἐν οἷς ἡ θεωρία. Ἀλλὰ μὴν οὐδὲ τῶν κοινῶν οἷόν τε εἶναι αἰσθητήριόν τι ἴδιον. ὧν ἑκάστῃ αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός, οἷον κινήσεως, στάσεως. πάλιν μὴ εἰπὼν τὸ συνημμένον ἢ τὴν πρόσληψιν ἀνατρέπει τὴν πρόσληψιν. ὀφείλων γὰρ εἰπεῖν ‘εἰ τῶν κοινῶν αἰσθητῶν οὐδεμία αἴσθησις ὡς ἰδίων ἀντιλαμβάνεται, ὧν δὲ ὡς ἰδίων οὐδεμία αἴσθησις αἰσθάνεται, ταῦτα ἑτέρᾳ αἰσθήσει ὑπόκειται, τὰ κοινὰ ἄρα αἰσθητὰ ἑτέρᾳ αἰσθήσει ὑπόκειται, καὶ ἔσται ἕκτον αἰσθητήριον καὶ αἴσθησις’ ὀφείλων γὰρ ταῦτα εἰπεῖν καὶ ἀνατρέψαι ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις, ἐκ τούτου ἄρχεται καὶ δείκνυσιν ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις. οὐ γάρ ἐστι, φησίν, ἴδιον αἰσθητήριον τῶν κοινῶν, ἐπεὶ κατὰ συμβεβηκὸς αὐτῶν αἱ ἄλλαι αἰσθήσεις <ἂν> ἀντελαμβάνοντο· νῦν δὲ πάσχουσιν ὑπ’ αὐτῶν. καὶ πῶς ἀσαφῶς τὸ κατὰ συμβεβηκὸς εἶπεν. ὀφείλων γὰρ εἰπεῖν ‘ἐπεὶ συμβεβηκὸς ἄν αἱ ἄλλαι αἰσθήσεις αὐτῶν ᾐσθάνοντο᾿, φησὶν ὅτι ὧν αἰσθήσει αἰσθανόμεθα κατὰ συμβεβηκός. εἰ γὰρ ἦν τῷ ὄντι αἰσθητήριον τῶν κοινῶν αἰσθητῶν, κατὰ συμβεβηκὸς ἄν αὐτῶν ᾐσθάνοντο αἱ πέντε αἰσθήσεις· ἀλλὰ μὴν κατὰ συμβεβηκὸς αὐτῶν οὐκ αἰσθάνονται, ὡς ἀπεδείξαμεν ἐν τῇ θεωρίᾳ· οὐκ ἄρα ἐστὶν αὐτῶν ἴδιον αἰσθητήριον. ἀριθμοῦ, ἑνός. σκόπει ὅτι ἀντιδιέστειλε τῷ ἀριθμῷ τὸ ἕν· οὐδὲ γάρ ἐστιν ἡ μονὰς ἀριθμός, ὡς ἀποδέδεικται ἐν τοῖς ἀριθμητικοῖς λόγοις. p. 425a16 Ταῦτα γὰρ πάντα κινήσει αἰσθανόμεθα. Ἐντεῦθεν ἡ λύσις τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι τὰ κοινὰ αἰσθητὰ οὐκ ἔστι κατὰ συμβεβηκὸς αἰσθητά, διότι τούτων κινήσει αἰσθανόμεθα· κίνησιν δὲ λέγει τὸ πάθος, τὴν ἀλλοίωσιν. τὰ οὖν κοινὰ αἰσθητά, φησί, πάθος ποιεῖ· οὐδὲν δὲ τῶν κατὰ συμβεβηκὸς αἰσθητῶν ποιεῖ πάθος. καὶ ἴσως ἀπορήσει τις ὅτι πῶς λέγει τὰ κοινὰ αἰσθητὰ διὰ κινήσεως γινώσκεσθαι, τουτέστι κίνησιν ποιεῖν. ἰδοὺ γὰρ ἡ ἠρεμία καὶ αὐτὴ μία ἐστὶ τῶν κοινῶν αἰσθητῶν, καὶ ὅμως οὐ ποιεῖ κίνησιν ἐν τῇ αἰσθήσει, εἴ γε ἠρεμία ἐστί. καὶ ταύτην λύων τὴν ἀπορίαν ὁ φιλόσοφος Πλούταρχός φησιν ὅτι ἐπειδὴ πρὸς τὰς ἀντικειμένας κινήσεις κρίνοντες γινώσκομεν τὴν ἠρε- μίαν, ταύτῃ κινεῖσθαι λέγοιτό τις· πᾶσα δὲ κίνησις διάθεσίς τίς ἐστι, πᾶσα δὲ διάθεσις οἱονεὶ πάθος τί ἐστιν· ὥστε εἰκότως λεγόμεθα καὶ κτὰ τὴν ἠρεμίαν πάσχειν πὼς καὶ διατίθεσθαι. ἀποροῦσι δὲ καὶ ἄνην ἐνταῦθα· πῶς λέγομεν, φασίν, ὅτι τὰ μὲν ἴδια αἰσθητὰ ποιοῦσί τι περὶ τὴν αἴσθησιν, τουτέστιν ὅτι τὰ μὲν καθ’ αὑτὸ αἰσθητὰ διὰ κινήσεως γίνονται, τὰ δὲ κτὰ συμβεβηκὸς οὐ διὰ κινήσεως. καὶ μὴν εἶδον τυχὸν ξανθόν τι, καὶ ὁ τύπος οὗτος τοῦ ξανθοῦ ἐκίνησε τὸν ἄλλον τύπον τὸν ἐν ἐμοὶ τοῦ γλυκέος ὄντα, καὶ εἶπον ὅτι τοῦτο μέλι ἐστίν· ἰδοὺ οὖν καὶ τοῦτο διά τινος ἔγνων κινήσεως. φησὶ δὲ καὶ πρὸς τοῦτο ὁ Πλούταρχος ὅτι ἡνίκα λέγομεν τῶν κοινῶν αἰσθητῶν κινήσει ἡμᾶς αἰσθάνεσθαι, δέον προσδιορισμὸν λέγειν τινά, ὃν παρέλειπεν μὲν Ἀριστοτέλης ἐν τῇ παρούσῃ λέξει, ἐν ἄλλοις δὲ φαίνεται λέγων αὐτόν, ὅτι τῶν κοινῶν αἰσθητῶν διὰ κινήσεως μὲν αἰσθανόμεθα, οὐ μὴν κατὰ τὸ αἰσθητικὸν ἰδίωμα. εἰ γὰρ καὶ ἐκινήθη ἐν ἐμοὶ ὁ τύπος τοῦ γλυκέος, ἀλλ’ οὐ κατὰ τὸ αἰσθητικὸν ἰδίωμα· οὐδὲ γὰρ διὰ τῆς γλώττης ἐκινήθη ἐν ἐμοὶ ἡ γλυκύτης. τὰ μέντοι γε ἴδια αἰσθητὰ δι’ αὐτοῦ τοῦ αἰσθητικοῦ | ἰδιώματος γινώσκω· ὁρῶ γὰρ τὸ λευκὸν καὶ γεύομαι τῶν γλυκέων, ὡσαύτως καὶ ἐπὶ τῶν ἄλλων. ὅρα δὲ ὅτι τὰ πέντε κοινὰ αἰσθητὰ τῶν πέντε δέδωκεν αἰσθήσεων εἶναι κοινά· οὐκ ἔστι δὲ εἰ μὴ τὰ τρία κοινά, ὡς εἴρηται, εἰ μὴ ἄρα εἴποις ὅτι μέγεθος λέγει τὸ ἐν ἑκάστῃ αἰσθήσει καὶ οὐκ ἐν ποσῷ, οἷον μέγαν ψόφον ἢ μέγα λευκόν· τότε γὰρ κοινόν ἐστι πάντων. καὶ τὸ σχῆμα δὲ εἰ λάβοις κατὰ τὸ λεῖον καὶ τραχύ, καὶ τὸ μὲν λεῖον εἴποις ἡδὺ τὸ δὲ τραχὺ ἀνιαρόν, καὶ τοῦτο κοινὸν εὑρίσκεται αἰσθητὸν πάσης αἰσθήσεως. μέγεθος γάρ τι τὸ σχῆμα. φασί τινες ὅτι ἰδοὺ αὐτὸς λέγει ὡς καὶ τὸ σχῆμα μέγεθός ἐστι, καὶ πῶς ἐν Κατηγορίαις ἐλέγετο; ὅτι τὸ μὲν μέγεθος ποσοῦ ἐστιν εἶδος, τὸ δὲ σχῆμα ποιοῦ. ἰδοὺ γὰρ αὐτὸς ταὐτὸν οἶδε μέγεθος καὶ σχῆμα. καὶ λέγομεν ὅτι οὐδὲ νῦν εἶπεν Ἀριστοτέλης ὅτι ταὐτόν ἐστι μέγεθος καὶ σχῆμα, ἀλλ ἐπειδὴ πάντως συνακολουθεῖ τῷ σχήματι τὸ μέγεθος καὶ οὐκ ἔστι σχῆμα χωρὶς ἐπινοῆσαι μεγέθους, διὰ τοῦτο εἶπεν ὅτι μέγεθος γάρ τι τὸ σχῆμα, τουτέστιν ὅτι μέγεθός ἐστι τὸ ἐσχηματισμένον, οὐ τὸ σχημα. τὸ δὲ ἠρεμοῦν τῷ μὴ κινεῖσθαι ἀντιλαμβάνεται εἶπε πρὸς τοῦτο. ὅτι ἄνω τὸ πάθος εἶπε κίνησιν· νυνὶ δὲ ἐπειδὴ τὰ ἱστάμενα ὁρῶμεν μήτε μειουμένου μήτε αὐξανομένου τοῦ πάθους, διότι ἵστανται, τὰ δὲ κινούμενα ἄλλως καὶ ἄλλως ὁρῶμεν ἢ μειουμένου ἢ αὐξανομένου τοῦ πάθους πρὸς τὴν κίνησιν αὐτῶν, διὰ τοῦτο εἶπεν ὅτι ἀκινήτως τοῦ ἠρεμοῦντος αἰσθανόμεθα, τουτέστιν ὡσαύτως. p. 425a19 Ὁ δὲ ἀριθμὸς τῇ ἀποφάσει τοῦ συνεχοῦς καὶ τοῖς ἰδίοις. Φησὶν ὁ ἀριθμὸς ἐξ ἀποφάσεως, ὅτι οὐκ ἔστι συνεχής, εἴ γε ὁ ἀριθμὸς τῶν διωρισμένων ἐστί. τί δὲ λέγει συνεχές; τὴν μονάδα, ὃ εἶπεν ἄνω ἑνὸς ἀριθμοῦ· οὕτω δὲ καλεῖ αὐτὴν διὰ τὸ ἀδιαίρετον. τοὺς οὖν πολλοὺς ἀριθμούς, φησί, τῷ μὴ εἶναι ἓν γνωρίζομεν· καὶ καλῶς εἴρηται. οὐ μόνον δὲ ἐν τοῖς κοινοῖς αἰσθητοῖς τοῦτό ἐστι τὸ τῇ ἀποφάσει γνωρίζειν, ἀλλὰ καὶ ἐν τοῖς ἰδίοις αἰσθητοῖς. τὰ μὲν γὰρ ἴδια αἰσθητὰ καθ’ αὑτὸ γινώσκεται καὶ πρώτως, τὰ δὲ κοινὰ αἰσθητὰ καθ’ αὑτὸ μέν, δευτέρως δέ· οἷον τὰ δέκα οὐ μόνα γινώσκεται, ἀλλὰ καὶ τὰ ἴδια αὐτῶν δέκα λευκά, δέκα ὠχρά, δέκα ἐρυθρά. ὥστε δεῖ τὰ κοινὰ αἰσθητὰ ἔχειν καὶ ἴδιά τινα αἰσθητά. διττῶς οὖν ὁ ἀριθμὸς γινώσκεται, ἢ τῇ ἀποφάσει τοῦ συνεχοῦς ἢ τῷ γινώσκεσθαι τὰ ἴδια αἰσθητά. p. 425a19 Ἑκάστη γὰρ ἓν αἰσθάνεται αἴσθησις. Ἑκάστη, φησίν, αἴσθησις ἑνός τινος ἀντιλαμβάνεται καί τι λέγει ἓν αἰσθητόν) τουτέστι μονάδος, δεῖξαι ἐντεῦθεν βουλόμενος ὅτι ταῖς πέντε αἰσθήσεσιν ὑποπίπτει ὁ ἀριθμός. εἰ δὲ τοῦτο, καὶ τὰ ἄλλα ἄρα κοινὰ αἰσθητά. ὅτι γὰρ τοῦτο λέγει, δηλοῖ αὐτὸς ἐπὶ λέξεως ταῦτα λέγων· p. 425a20 Ὥστε δῆλον ὅτι ἀδύνατον ὁτουοῦν ἰδίαν αἴσθησιν εἶναι τούτων. Ὡσεὶ ἔλεγεν ὅτι δῆλον γεγονὸς ἀδύνατον εἶναι ἕκτην αἴσθησιν, ἥτις ἀντιλαμβάνεται τῶν κοινῶν αἰσθητῶν. καὶ τέθεικε τὴν κίνησιν παράδειγμα τῶν κοινῶν αἰσθητῶν. εἰ γάρ ἐστι, φησίν, ἄλλη τις αἴσθησις μερικὴ ἕκτη, ἥτις ὡς ἰδίων ἀντιλήψεται τῶν κοινῶν αἰσθητῶν, ἔσται ταῦτα τὰ κοινὰ αἰσθητὰ ταῖς πέντε ἄλλαις αἰσθήσεσι κατὰ συμβεβηκὸς γινωσκόμενα. καὶ παράδειγμα εἶπεν αὐτὸς τὸ γινώσκεσθαι τῇ ὄψει τὸ γλυκύ· τοῦτο δὲ κατὰ συμβεβηκὸς αὐτῇ γινώσκεται. λέγει δὲ ἐντεῦθεν τὰ δύο σημαινόμενα τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ. p. 425a22 Τοῦτο δ’ ὅτι ἀμφοῖν ἔχοντες τυγχάνομεν αἴσθησιν, ᾗ ὅταν συμπέσωσι γνωρίζομεν. Τὴν ἔννοιαν λέγει, πῶς ἀπὸ τοῦ ξανθοῦ ἔστι γνῶναι τὸ γλυκύ, διότι ἔχομεν ἀμφοῖν αἴσθησιν πρότερον λείπει γὰρ ἐν τῷ ῥητῷ τὸ πρότερον, ὥς φησι Πλούταρχος), τοῦ γλυκέος τυχὸν καὶ τοῦ ξανθοῦ· ἀμφοῖν δὲ λέγει τὴν κοινὴν αἴσθησιν. ἐπειδὴ γὰρ ἔχομεν, φησίν, αἴσθησιν καὶ γλυκέος καὶ ξανθοῦ, ὄψιν καὶ γεῦσιν, ταύτῃ ὅταν ἐμπέσῃ χρῶμα ξανθόν, κινουμένου τοῦ τύπου τοῦ γλυκέος γινώσκομεν ὅτι μέλι ἐστὶν ἐκ τοῦ τύπου οὗ ἔλαβεν, ὅτε ἅμα ὄψις καὶ γεῦσις ἐνήργησαν. εἰ δὲ μή, οὐδαμῶς ἂν ἀλλ’ ἢ κατὰ συμβεβηκὸς αἰσθανόμεθα. τοῦτο πρὸς τῷ ἄνω ἐστίν· ἒν εἴπῃς, φησίν, ὅτι τὰ κοινὰ αἰσθητὰ ἑτέρᾳ αἰσθήσει ὑπόκειται, οὐδὲν ἄλλο λέγεις ἢ ὅτι κατὰ συμβεβηκὸς αὐτῶν αἰσθάνονται αἱ ἄλλαι αἰσθήσεις, ὅπερ οὐκ ἔστιν. p. 425a25 Οἷον τὸν Κλέωνος υἱόν, οὐχ ὅτι Κλέωνος υἱός. Παράδειγμα λέγει τοῦ ἑνὸς συμβεβηκότος τῇ αἰσθήσει τὴν οὐσίαν· αὕτη γὰρ οὐδεμιᾷ αἰσθήσει ὑπόκειται. ὁ γὰρ Κλέωνος, φησίν, υἱὸς οὐχ ὡς οὐσία ὁρᾶται, ἀλλὰ καθό ἐστι λευκός· τὸ δὲ λευκὸν συμβέβηκε τῷ Κλέωνος υἱῶ. p. 425a27 Τῶν δὲ κοινῶν ἔχομεν ἤδη αἴσθησιν κοινήν, οὐ κατὰ συμβεβηκός. Τὰ κοινὴ φησίν, αἰσθητὰ ἔχουσιν αἴσθησιν κοινήν. κοινὴν δὲ αἴσθησιν λέγει οὐ περὶ ἧς ἑξῆς διαλέγεται ἐκείνης τῆς κοινῆς αἰσθήσεως, ἀλλὰ κοινὴν αἴσθησιν καλεῖ τὰς πέντε αἰσθήσεις. ἔστιν οὖν ὃ λέγει τοῦτο· τὰ κοινὰ αἰσθητὰ ἔχουσιν αἴσθησιν κοινὴν ἄλλην, ἀλλ’ οὐ κατὰ συμβεβηκὸς αὐτῶν ἀντιλαμβανομένην. τοῦτο γὰρ ἔδειξεν, ὡς καὶ ἡμεῖς ἐν θεωρίᾳ ἐδείξαμεν. | p. 425a28 Οὐκ ἄρα ἐστὶν ἰδία· οὐδαμῶς γὰρ ἂν ᾖ σθανόμεθα ἀλλ’ ἢ οὕτως ὥσπερ εἴρηται τὸν Κλέωνος υἱὸν ἡμᾶς ὁρᾶν. Συμπέρασμα λέγει τοῦ λόγου ἐνταῦθα, καί φησιν οὐκ ἄρ ἄρα ἐστὶν ἰδία αἴσθησις ἡ τῶν κοινῶν αἰσθητῶν, ἀλλ’ ἢ οὕτως ὡς εἴπομεν τὸν Κλέωνος υἱόν, τουτέστι κατὰ συμβεβηκός. δέδεικται δὲ ὅτι αἱ πέντε αἰσθήσεις οὐ κατὰ συμβεβηκὸς τῶν κοινῶν ἀντιλαμβάνονται αἰσθητῶν· διὰ γὰρ κινήσεως αὐτῶν ἀντιλαμβάνονται, τοῦτο δὲ οὐχ ὑπάρχει τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς. τὰ δὲ ἀλλήλων ἴδια κατὰ συμβεβηκὸς αἰσθάνονται αἱ αἰσθήσεις. p. 425a31 Οὐχ ᾗ αὑταί, ἀλλ’ ᾗ μία, ὅταν ἅμα γένηται ἡ αἴσθησις. Τὸ ἕτερον σημαινόμενον τοὐ κατὰ συμβεβηκὸς λέγει τὸ ἑτέρᾳ αἰσθήσει ὑποκείμενον, οἷον τὸ ἀπὸ ξανθοῦ εἰδέναι γλυκύ. ἄνω γὰρ εἶπεν τὸ ἄλλο συμβεβηκὸς τὸ μηδεμιᾷ αἰσθήσει ὑποκείμενον. τί δὲ νῦν λέγει; ὅτι τῶν ἀλλήλων αἰσθητῶν ἀντιλαμβάνονται αἱ αἰσθήσεις κατὰ συμβεβηκὸς οὐχ <ᾗ> αὑταί, ἀλλὰ κατὰ τὸ ἔχειν μίαν κοινὴν αἴσθησιν· αὕτη γὰρ ἐκ τοῦ χρώματος συλλογίζεται κτὰ συμβεβηκὸς περὶ γλυκέος. καλῶς εἶπεν ἐπὶ τοῦ αὐτοῦ, ἵνα τοῦ αὐτοῦ πράγματος τὴν χροιὰν καὶ τὴν γεῦσιν κρίνῃ διὰ τῶν δύο αἰσθήσεων ἡ κοινή. τότε γὰρ κρίνει ἡ κοινὴ αἴσθησις τὸ κατὰ συμβεβηκός, ὅταν πρότερον διὰ τῶν δύο αἰσθήσεων εἶχεν τοὺς τύπους τοῦ αὐτοῦ πράγματος. ὅρα δὲ τί φησιν, ὅτι ἡ κοινὴ αἴσθησις κατὰ συμβεβηκὸς οἶδεν τὴν διάκρισιν τοῦ λευκοῦ καὶ γλυκέος· ἡμεῖς δὲ ἐλέγομεν ἐν τῇ θεωρίᾳ ὅτι καθ’ αὑτὸ ὑπάρχει αὐτῇ τοῦτο. λέγομεν δὲ ὅτι ἡ μὲν διάκρισις καθ’ αὑτὸ ὑπάρχει τῇ κοινῇ αἰσθήσει, τὸ δὲ ἀπὸ χρώματος περὶ γλυκέων συλλογίζεσθαι κατὰ συμβεβηκός, ἐπειδὴ ἀπὸ ἑτέρου ἕτερον συλλογίζεται. p. 425a2 Οὐ γὰρ δὴ ἑτέρας γε τὸ εἰπεῖν ὅτι ἄμφω ἕν· διὸ καὶ ἀπατᾶται, καὶ ἐὰν ᾖ ξανθόν, χολὴν οἴεται εἶναι. Τῆς κοινῆς, φησίν, αἰσθήσεως ἐστι καὶ οὐ μιᾶς αἰσθήσεως μερικῆς τὸ εἰπεῖν ὅτι τὸ μέλι ἕν ἐστι πρᾶγμα, εἰ καὶ γευστὸν τὸ γλυκὺ καὶ χρῶμα τὸ ξανθόν. ἀπατᾶται γὰρ ἡ μερικὴ αἴσθησις καὶ πᾶν ὃ ἄν ἴδῃ ξανθὸν νομίζει μέλι εἶναι. ζητήσειε δ’ ἄν τις, τίνος ἕνεκα πλείονας ἔχομεν αἰσθήσεις ἢ μίαν. ἀλλὰ διὰ τί πλείους ἔχοντες αἰσθήσεις τὰ κοινὰ αἰσθητὰ μὴ μιᾷ αἰσθήσει ἀντιλαμβανόμεθα; καὶ ἐπιλύεται, ἵνα μὴ ἧττον τῶν αἰσθητῶν ἀντιλαμβανώμεθα. ἀκολουθοῦντα δὲ ἐκάλεσε τὰ κοινὰ καὶ] αἰσθητὰ οὐχ ὡς πάρεργά τινα, ἀλλ’ ὅτι τοῖς ἰδίοις αἰσθητοῖς ἑκάστης αἰσθήσεως ἕπονται τελειότερά τινα καὶ νοερώτερα συμπαραθέοντα. αὐτὸς δὲ οὐ λέγει ὃ εἴπομεν, ὅτι μεγάλαις ἐπιστήμαις ταῦτα τὰ κοινὰ ὑπόκειται. κίνησις γὰρ καὶ ἠρεμία ἀστρονομίᾳ ὑπόκειται. εἰ γὰρ καὶ ἀεικίνητα τὰ ἄστρα, ἀλλ’ οὖν θέλει εἰδέναι καὶ τὸν καταστερισμὸν αὐτῶν· ἐν γὰρ τῇ φαντασίᾳ καταστερίζει αὐτὰ ἔν τινι τόπῳ ὄνια. τὸ δὲ σχῆμα καὶ τὸ μέγεθος τῆ γεωμετρίᾳ ὑπόκειται, ὁ δὲ ἀριθμὸς ὡς μὲν ἄυλος τῇ ἀριθμητικῇ, ὡς δὲ ἔνυλος καὶ ἐν φθόγγοις ὢν μουσικῇ. p. 425b6 οἷον κίνησις καὶ μέγεθος καὶ ἀριθμός. Tαῦτα εἶπεν διὰ τούτων συμπεριλαμβάνων καὶ τὰ ἄλλα· διὰ μὲν γὰρ τῆς κινήσεως τὴν ἠρεμίαν συμπεριέλαβε, διὰ δὲ τοῦ μεγέθους τὸ σχῆμα· ἐν γὰρ μεγέθει τὸ σχῆμα. p. 425b6 Εἰ γὰρ ἦν ὄψις μόνη καὶ αὐτὴ λευκοῦ, ἐλάνθανεν ἄν μᾶλλον κἄν ἐδόκει ταὐτὸν εἶναι πάντα. Πλούταρχος ὁ φιλόσοφος ἣν εἴπομεν ἀπορίαν ἐν τῷ τρίτῳ τῆς θεωρίας κεφαλαίῳ οὕτω λέγει, ὅτι διὰ τί ἡ φύσις τὰ κοινὰ αἰσθητὰ μὴ ἀφώρισε μιᾷ αἰσθήσει, εἴ γε ὁρῶμεν καὶ ἐν αὐταῖς ταῖς πέντε πολλὰς ἀντιθέσεις αἰσθητῶν; καὶ μᾶλλον τοῦτο λέγει Ἀριστοτέλης· ἁρμόζει γὰρ ἡ ἐπίλυσις. καὶ λύει τὴν ἀπορίαν διὰ τοῦ παρόντος ῥητοῦ λέγων ὅτι εἰ μιᾷ μόνον αἰσθήσει ὑπέπιπτον τὰ κοινὰ αἰσθητά, οἷον τυχὸν τῇ ὄψει, ὑπέπιπτε δὲ τῇ αὐτῇ ὄψει καὶ τὰ ἴδια αἰσθητά, οἷον τὸ λευκὸν ἤτοι τὸ χρῶμα, ἐλάνθανον τὰ κοινὰ αἰσθητά, καὶ ταὐτὸν ἐνομίζοντο τῷ χρώματι ἀριθμὸς καὶ σχῆμα καὶ κίνησις καὶ τὰ λοιπά. νυνὶ δὲ οὐ μόνον ἐν χρώματι θεωροῦμεν ἀριθμόν, ἀλλὰ καὶ ἐν ψόφοις καὶ χυμοῖς, καὶ ταύτῃ διακρίνονται ἀπ’ ἀλλήλων. εἰ δὲ μία τῶν πέντε αἰσθήσεων ταῦτα ἔκρινε, πολὺ μᾶλλον ἐλάνθανον ἡμᾶς, ὅπου γε καὶ νῦν ἡμῖν εἰσι δυσθήρατα διὰ τῶν πέντε γινωσκόμενα αἰσθήσεων, εἰ δέ γε μία ἔλειπε τῶν πέντε αἰσθήσεων, ἔτι ἦσαν δύσγνωστα. καὶ τί λέγω ταῦτα; εἰ μία αὐτὰ ἔκρινεν, οὐδὲ ἐγινώσκοντο. νυνὶ δέ, φησίν, ἐπειδὴ διαφόροις αἰσθήσεσιν ὑπάρχει τὰ κοινὰ αἰσθητὰ καὶ ἐν πολλαῖς θεωροῦνται, διὰ τοῦτο δῆλά εἰσιν καὶ κατὰ τί διαφέρουσιν ἀλλήλων τε καὶ τῶν ἰδίων αἰσθητῶν. ἐν οἷς ἡ πρᾶξις. p. 425b12 Ἐπειδὴ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἢ τῇ ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ ἢ ἑτέρα, καὶ τὰ λοιπά. Ἐπειδὴ ἐν τοῖς προλαβοῦσιν ἔδειξεν ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις, ἥτις τὰ κοινὰ αἰσθητὰ ἴδια ἔχει αἰσθητά, | νῦν βούλεται διὰ τούτων ἄλλην τινὰ ζήτησιν προβάλλεσθαι· ζητεῖ γὰρ μήποτε οὔκ εἰσι πέντε μόνον αἰσθήσεις, ἀλλὰ δέκα. ἐπειδὴ γάρ, φησίν, ὁρῶμεν καὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν, πάλιν ἀκούομεν καὶ αἰσθανόμεθα ὅτι ἀκούομεν, ζητεῖ πότερον τῇ αὐτῇ αἰσθήσει καὶ ὁρῶμεν καὶ αἰσθανόμεθα ὅτι ὁρῶμεν, ἢ ἄλλη μέν ἐστιν αἴσθησις ἡ τὰ ὑποκείμενα χρώματα ὁρῶσα, ἄλλη δέ ἐστιν αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας, τουτέστιν ἡ αἰσθανομένη ὅτι ὁρῶμεν. δύο οὖν δεῖ ζητῆσαι, ἓν μὲν πότερον τῇ αὐτῇ αἰσθήσει, λέγω δὲ τῇ ὁρατικῇ, καὶ ὁρῶμεν τὰ χρώματα καὶ αἰσθανόμεθα τῆς ἐνεργείας τῆς ὁρώσης τὰ χρώματα, δεύτερον δὲ εἰ ἄλλη μέν ἐστιν αἴσθησις ἡ ὁρῶσα τὰ χρώματα, ἄλλη δὲ ἡ αἰσθανομένη ὅτι ὁρῶμεν, ταὐτὸν δὲ εἰπεῖν ἡ αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας. τοιαῦτα διαπορήσας ἐπιλύεται καί φησιν ὅτι οὐ δυνατὸν ἄλλην μὲν εἶναι αἴσθησιν τὴν ὁρῶσαν, ἄλλην δὲ τὴν αἰσθανομένην τῆς ὁρατικῆς ἐνεργείας, ἐπεὶ οὐδὲν ἴδιον ἔσται αἰσθητόν, ἀλλὰ πάντα τὰ αἰσθητὰ κοινὰ ἔσονται. κἄν γὰρ χρώματα εἴπῃς, κοινὰ ἔσονται τῆς ὁρώσης δυνάμεως καὶ τῆς αἰσθανομένης ὅτι ὁρῶμεν, κἂν ψόφους εἴπῃς, κοινοὶ ἔσονται τῆς ἀκουστικῆς αἰσθήσεως καὶ τῆς ἀντιλαμβανομένης τῆς ἀκουστικῆς ἐνεργείας, τουτέστι τῆς αἰσθανομένης ὅτι ἀκούομεν· ὡσαύτως καὶ ἐπὶ τῶν λοιπῶν αἰσθήσεων. ἀλλὰ τὸ μηδὲν εἶναι ἴδιον αἰσθητὸν ἀλλὰ πάντα κοινὰ οὔπω δοκεῖ ἄτοπον εἶναι· ἄλλο δὲ ἄτοπον συνάγει τῷ λόγῳ. φησὶ γάρ, εἰ ἄλλῃ αἰσθήσει φέρε εἰπεῖν ὁρῶμεν, ἄλλῃ δὲ αἰσθήσει οἴδαμεν ὅτι ὁρῶμεν, ἐκείνη ἡ αἴσθησις ἡ αἰσθανομένη τῆς ὁρατικῆς ἐνεργείας ἆρα καὶ αὐτὴ αἰσθάνεται τῆς οἰκείας ἐνεργείας, ἢ πάλιν ἄλλη ἐστὶν αἴσθησις ἡ ἀντιλαμβανομένη τῆς ἐνεργείας αὐτῆς; εἰ μὲν γὰρ εἴποις ὅτι αὐτὴ ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας, διὰ τί μὴ καὶ ἡ πρώτη ἡ τῶν χρωμάτων ἀντιλαμβανομένη τῆς οἰκείας ἐνεργείας ἀντιλήψεται; ἐπειδὴ οὖν ἀποκληρωτικός ἐστιν ὁ λόγος, οὐκ ἄρα ἄλλη ἐστὶν ἡ τῶν χρωμάτων ἀντιλαμβανομένη καὶ ἄλλη ἡ αἰσθανομένη τῆς ἐνεργείας. ἀλλ’ οὐδὲ ταύτης τῆς αἰσθανομένης ὅτι ὁρῶμεν ἢ ἀκούομεν δυνατὸν ἄλλην αἴσθησιν εἶναι τὴν ἀντιλαμβανομένην αὐτῆς τῆς ἐνεργείας. ἔσται γὰρ καὶ ταύτης ἄλλη, καὶ τοῦτο ἐπ’ ἄπειρον. εἰ δὲ τὸ ἐπ’ ἄπειρον ψευδές, ψευδὴς ἄρα καὶ ὁ λόγος ὁ λέγων ἄλλας μὲν εἶναι αἰσθήσεις τὰς ἀντιλαμβανομένας τῶν αἰσθητῶν, ἄλλας δὲ τὰς ἀντιλαμβανομένας τῶν ἐνεργειῶν αὐτῶν. λοιπὸν δὲ καὶ πρὸς τὸν ἕτερον ἀποτείνεται λόγον τὸν λέγοντα ὅτι αἱ αὐταὶ αἰσθήσεις καὶ τῶν ὑποκειμένων ἀντιλαμβάνονται καὶ τῶν οἰκείων ἐνεργειῶν. καὶ φέρει ἀπορίαν καὶ ταύτην ἐπιλύεται, ὡς ἐντεῦθεν ἡμᾶς στοχάσασθαι ὅτι ταύτης τῆς δόξης ἐστὶν Ἀριστοτέλης καὶ οἴεται ὅτι αἱ αὐταὶ αἰσθήσεις καὶ τῶν ὑποκειμένων αἰσθητῶν καὶ τῶν ἐνεργειῶν ἀντιλαμβάνονται. ἔστι δὲ ἡ ἀπορία τοιαύτη <ἡ> λέγουσα ὅτι οὐχ ἡ αὐτὴ αἴσθησις καὶ τῶν αὐτῇ ἀντιλαμβάνεται καὶ τῆς ἐνεργείας αὐτῆς αἰσθάνεται· καὶ γυμνάζει τὸν λόγον ὡς ἐπὶ ὄψεως καί φησιν ὅτι τὸ ὁρᾶν οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ τῶν χρωμάτων ἀντιλαμβάνεσθαι, αἱ δὲ ἐνέργειαι τῶν αἰσθήσεων οὔκ εἰσι χρώματα· ἀσώματοι γάρ εἰσιν αἱ ἐνέργειαι· οὐκ ἄρα ἡ ὄψις ἐνεργειῶν ἀντιλαμβάνεται. λύει δὲ τὴν ἀπορίαν λέγων ὅτι οὐκ ἀεὶ τὸ ὁρᾶν χρωμάτων ἐστὶν ἀντίληψις, ἐπεὶ καὶ τοῦ σκότους ἀντιλαμβανόμεθα· καίτοι τὸ σκότος οὔκ ἔστι χρῶμα· ὥστε ψευδὴς ὁ λόγος ἄλλως τε δὲ ὅτε καὶ συγχωρήσω ὅτι τὸ ὁρᾶν χρωμάτων ἐστὶν ἀντίληψις, καὶ οὕτως οὐδὲν ἄτοπον· καὶ γὰρ καὶ αἱ ἐνέργειαι κεχρωματισμέναι πώς εἰσιν. ὅτι δὲ κεχρωσμέναι πώς εἰσιν, εἰ καὶ μὴ κυρίως ἀσώματον γὰρ πῶς ἂν κυρίως λέγοιτ’ ἂν κεχρῶσθαι;) ἀλλ’ οὖν γε δῆλον ὡς λέγοιτ’ ἄν κεχρῶσθαι ἐκ τῶν μαρμαρυγῶν τῶν φαινομένων πὼς καὶ μετὰ τὴν ἀπουσίαν τοῦ ὁρατοῦ. μένουσι γὰρ οἱονεὶ λαμπάδες περὶ τὴν ὄψιν καὶ μετὰ τὴν ἀναχώρησιν τοῦ λαμπροῦ αἰσθητοῦ, ᾧ δηλονότι ἡ ἐνέργεια ἐχρωματίσθη. καὶ τοῦτο ἐπὶ ἐμψύχων γίνεται τῶν δυναμένων καὶ μετὰ ἀπουσίαν τοῦ αἰσθητοῦ κρατῆσαι τοὺς τύπους· ἐπὶ δὲ ἀψύχων οὐ γίνεται τοῦτο, οἷον ἐπὶ τοῦ κατόπτρου· μετὰ τὴν ἀπουσίαν γὰρ τοῦ αἰσθητοῦ οὐδὲν μένει· οὐ γάρ ἐστι τὸ κατέχον. φαμὲν δὲ ἡμεῖς πρὸς τοῦτο ὅτι κακῶς λέγεις, Ἀριστότελες· οὔτε γὰρ αἱ ἐνέργειαι τῆς ὄψεως εἰσι κεχρωματισμέναι, ἀλλὰ τὸ διαφανὲς τῶν μαρμαρυγῶν ἐστιν αἴτιον. αὐτὸ γὰρ τὸ διαφανὲς μετὰ τὴν ἀπουσίαν τοῦ ὁρατοῦ μαρμαρυγάς τινας καὶ προαυγάσματα τῆς ὄψεως. καὶ ταῦτα μὲν τὰ διὰ τῆς λέξεως ἀναφαινόμενα, καὶ ἔστιν ὡς ἐν συντόμῳ εἰπεῖν ὁ νοῦς Ἀριστοτελικὸς κατάδηλος· βούλεται γὰρ τὰς κατὰ μέρος αἰσθήσεις καὶ τῶν ὑποκειμένων αὐταῖς ἀντιλαμβάνεσθαι καὶ μὴν καὶ τῶν οἰκείων ἐνεργειῶν. Ἀλέξανδρος δὲ ἐν τῷ ὑπομνήματι τὰς μὲν πέντε αἰσθήσεις τῶν ὑποκειμένων αὐταῖς αἰσθητῶν βούλεται εἶναι ἀντιληπτικάς, τὴν δὲ κοινὴν αἴσθησιν εἶναι βούλεται καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν αὐτῶν ἀντιληπτικήν. Πλούταρχος δὲ λογικῆς ψυχῆς ἔφη εἶναι ἔργον τὸ γνῶναι τὰς ἐνεργείας τῶν αἰσθήσεων· φησὶ γὰρ ὅτι κατὰ τὸ ἄτιμον μέρος τῆς λογικῆς ψυχῆς, ὅπερ ἐστὶν ἡ δόξα, τοῦτο γίνεται. ἡ γὰρ δόξα, τὸ κοινότατον μέρος τῆς ψυχῆς καὶ ἄτιμον, συνάγει τὴν λογικὴν τῇ ἀλόγῳ. ἀεὶ γάρ, ὡς πολλάκις ἔγνωμεν, κατὰ ἄτιμα μέρη ἑαυτῶν τὰ πρῶτα συνάπτεται τοῖς δευτέροις, ὥσπερ οὖν καὶ νῦν. τῆς οὗν δόξης εἶναι λέγει τὸ ταῦτα ποιεῖν καὶ ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν τῶν αἰσθήσεων. οἱ δέ γε νεώτεροι ἐξηγηταὶ μήτε τὴν Ἀλεξάνδρου καταιδεσθέντες ὀφρὺν μήτε Πλουτάρχῳ πειθόμενοι, ἀλλὰ καὶ αὐτὸν Ἀριστοτέλη ἀπωσάμενοι νεωτέραν ἐφεῦρον ἐξήγησιν. φασὶ γὰρ ὅτι τοῦ προσεκτικοῦ μέρους τῆς λογικῆς ψυχῆς ἐστι τὸ ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν τῶν αἰσθήσεων. ἡ γὰρ λογικὴ ψυχὴ οὐ μόνον πέντε δυνάμεις ἔχει, νοῦν, διάνοιαν, δόξαν, βούλησιν καὶ προαίρεσιν κατ’ αὐτούς, ἀλλὰ καὶ ἄνην ἕκτην τινὰ δύναμιν προστιθέασι τῇ λο|γικῇ ψυχῇ, ἣν καλοῦσι προσεκτικήν, δ προσεκτικόν, φασίν, ἐφιστάνει τοῖς γινομένοις ἐν τῷ ἀνθρώπῳ καὶ λέγει ἐγὼ ἐνόησα, ἐγὼ διενοήθην, ἐγὼ ἐδόξασα, ἐγὼ ἐθυμώθην, ἐγὼ ἐπεθύμησα, καὶ ἀπλῶς τοῦτο τὸ προσεκτικὸν μέρος τῆς λογικῆς ψυχῆς διὰ πασῶν τῶν δυνάμεων δίεισιν, τῶν τε λογικῶν καὶ τῶν ἀλόγων καὶ τῶν φυτικῶν. εἰ οὖν δεῖ, φασί, τὸ προσεκτικὸν διὰ πάντων διιέναι, καὶ διὰ τῶν αἰσθήσεων χωρείτω καὶ λεγέτω ἐγὼ εἶδον, ἐγὼ ἥκουσα· τοῦ γὰρ ἀντιλαμβανομένου τῶν ἐνεργειῶν ἴδιον τὸ ταῦτα λέγειν. εἰ οὖν τὸ προσεκτικόν ἐστι τὸ ταῦτα λέγον, αὐτὸ ἄρα ἐστὶ τὸ τῶν ἐνεργειῶν ἀντιλαμβανόμενον τῶν αἰσθήσεων. δεῖ γὰρ ἓν εἶναι τὸ πάντων ἀντιλαμβανόμενον, ἐπειδὴ καὶ εἷς ἐστιν ὁ ἄνθρωπος. εἰ γὰρ ἄλλο μὲν τῶνδε ἀντιλαμβάνοιτο, ἄλλο δὲ τῶνδε, ὅμοιόν ἐστιν, ὡς ἐν ἄλλοις αὐτὸς λέγει, ὡς εἰ σὺ μὲν τοῦδε αἴσθοιο, τοῦδε δὲ ἐγώ. δεῖ οὖν ἓν εἶναι, ὅ ἐστι τὸ προσεκτικόν· τοῦτο γὰρ τὸ προσεκτικὸν διὰ πάντων φοιτᾷ τῶν δυνάμεων καὶ τῶν γνωστικῶν καὶ τῶν ζωτικῶν. ἀλλ’ εἰ μὲν διὰ τῶν γνωστικῶν φοιτᾷ, λέγεται προσεκτικόν, ὅθεν ὅτε κατὰ τὰς γνωστικὰς ἐνεργείας ῥεμβομένῳ τινὶ θέλομεν ἐπιπλῆξαι, φαμὲν αὐτῷ ‘πρόσεχε σαυτῷ’· εἰ δὲ διὰ τῶν ζωτικῶν χωρεῖ, λέγεται συνειδός, ὅθεν ἡ τραγῳδία φησὶν ‘ἡ σύνεσις, ὅτι σύνοιδα ἐμαυτῷ δεινὰ εἰργασμένῳ’. τὸ οὖν ἐστι τὸ τῶν ἐνεργειῶν τῶν αἰσθήσεων ἀντιλαμβανόμενον. καὶ κακῶς, φασίν, ὁ Πλούταρχος τὴν δόξαν ᾐτιάσατο· δεῖ γὰρ ἓν εἶναι τὸ ἀντιλαμβανόμενον τῶν ἐνεργειῶν πασῶν τῶν δυνάμεων, ἡ δὲ δόξα οὐκ ἀντιλαμβάνεται τῶν ἐνεργειῶν τοῦ νοῦ· οὐ γὰρ λέγει ἡ δόξα ἐγὼ ἐνόησα ἢ ἐγὼ διενοήθην. κἀν γὰρ εἴπῃ ὅτι ἐγὼ ἐδόξασα, ἐγὼ ἐθυμώθην, ἀλλὰ τὰς τῶν κρειττόνων ἐνεργείας οὐ δύναται θεωρῆσαι. ταῦτα δὲ λέγοντες οὐ κατηγοροῦσι Πλουτάρχου· οὐδαμοῦ γὰρ αὐτὸν εὗρον λέγοντα ὅτι ἡ δύναμις ἡ αἰσθανομένη τῶν ἐνεργειῶν τῶν αἰσθήσεων τῆς δόξης ἐστίν, ἀλλὰ συμφωνεῖ κατὰ τοῦτο τῷ Ἀλεξάνδρῳ, τὴν κοινὴν αἴσθησιν καὶ αὐτὸς αἰτιώμενος, καὶ ἀμφότεροι κακῶς λέγοντες ἐξελέγχονται, τὴν κοινὴν αἴσθησιν φάσκοντες ἀντιλαμβάνεσθαι τῶν ἐνεργειῶν ἑκάστης αἰσθήσεως. καὶ γὰρ ἡ κοινὴ αἴσθησις οὐδενὸς ἀντιλαμβάνεται ὃ μή ἐστιν αἰσθητόν· πᾶν δὲ αἰσθητὸν ἐν σώματί ἐστιν, ἡ δὲ ἐνέργεια οὐκ ἔστιν ἐν σώματι· διὸ οὐδὲ ἔστιν αἰσθητή. εἰ δὲ μή ἐστιν αἰσθητή, οὐδὲ ὑποπίπτει τῇ κοινῇ αἰσθήσει. καὶ ἡμεῖς δὲ τούτοις συντιθέμεθα ὅτι οὐκ ἔστιν ἕκτη αἴσθησις ἡ τὸ ὅτι γινώσκουσα, οὔτε μὴν ὅτι καὶ ἡ αὐτὴ ὁρᾷ καὶ οἶδεν ὅτι ὁρᾷ, ἀλλ’ ὅτι τῆς λογικῆς ἐστι τοῦτο ψυχῆς, καὶ ταύτης τοῦ προσεκτικοῦ. ὅτι μὲν γὰρ οὐκ ἔστιν ἕκτη αἴσθησις ἡ τὸ ὅτι εἰδυῖα, δεχόμεθα κατὰ τὰ παρὰ Ἀριστοτέλους εἰρημένα· ὅτι δὲ ἡ αὐτή ἐστιν ἡ αἰσθα- νομένη καὶ γινώσκουσα ὅτι ἤσθετο, οὐ δεχόμεθα αὐτὸν εἰπόντα, ὅτι οὐ χρώματος μοι τὸ ἐνέργειαν κεχρωματίσθαι, κἂν ἡ αὐτὴ οἶδεν τὸ διότι οὐ χρῶμα μόνον οἶδεν ἡ ὄψις, ἀλλὰ καὶ φῶς καὶ σκότος. ἐροῦμεν γὰρ πρὸς αὐτὸν ὅτι μόνον καθ’ αὑτὸ τὸ χρῶμα οἶδεν ἡ ὄψις, τὰ δὲ ἄλλα τῷ μὴ εἶναι χρῶμα οἶδε κατὰ ἀπόφασιν, καὶ οὐ πάσχει ἐξ αὐτῶν· οὐδεὶς δὲ τὴν οἰκείαν ἐνέργειαν οἶδεν ὁμοίως τοῖς κατὰ ἀπόφασιν. ἀπόφασιν. οὐδ’ ὅτε τοῦ χρώματος ἀντιλαμβάνεται, οἶδεν ὅτι χρωματίζεται ἡ ἐνέργεια. ὅτι δὲ ἄτοπον τὸ λέγειν ὡς καὶ ἡ ἐνέργεια κεχρωμάτισταί πως, δῆλον· αὕτη μὲν γὰρ ἀσώματός ἐστι, τὸ δὲ ἀσώματον πῶς δύναται κεχρωματίσθαι; ἔσται δὲ καὶ ἅμα μετέχουσα λευκοῦ καὶ μέλανος, ἐπειδὴ ἅμα ταῦτα ὁρᾷ, ὅπερ ἄτοπον. κρεῖττον οὖν ἦν εἰπεῖν ὅτι τὸ αἰσθητήριον κεχρωμάτισται, οὐχ ἡ ἐνέργεια. εἰ δὲ καὶ πιστοῦται τοῦτο ἐκ τῶν λαμπάδων, φαμὲν ὅτι τοῦτο οὐχ ἔστι χρωματισμὸς ἐνεργείας, ἀλλὰ σφοδρὰ πληγὴ τοῦ αἰσθητοῦ πάθος ποιήσασα ἐν τῷ αἰσθητηρίῳ, οὗ πάθους τὸν τύπον λαβοῦσα ἡ φαμτασία ἐκράτησε, καὶ διὰ τοῦτο ὁρῶνται αὐτῇ αἱ λαμπάδες. ὅτι δὲ οὐκ ἔστι χρωματισμός, δῆλον, ἐπειδὴ καὶ κλειόντων ἡμῶν τοὺς ὀφθαλμοὺς ὁρᾶται. δεῖ γὰρ εἰδέναι ὅτι οὐδὲν ἄλλο ἐστὶ φαντασία ἢ μικρὰ αἴσθησις, ὥσπερ καὶ αἴσθησις σφοδρά ἐστι φαντασία. καὶ ἄλλως δὲ ἄτοπον τὸ τὴν αὐτὴν αἴσθησιν εἰδέναι ὅτι ὁρᾷ. πάντως γὰρ μετὰ τὸ εἰδέναι τὸ χρῶμα ἐπιστρέφουσα πρὸς ἑαυτὴν γινώσκει ὅτι ὁρᾷ· εἰ δὲ ἐπιστρέφει πρὸς ἑαυτήν, καὶ χωριστῆς ἐστιν ἐνεργείας, τὸ δὲ χωριστῆς ὂν ἐνεργείας καὶ χωριστῆς ἐστιν οὐσίας, καὶ διὰ τοῦτο καὶ ἀίδιον καὶ ἀσώματον. ἔσται οὖν ὁ ἀμφιβόλως τὴν λογικὴν ψυχὴν λέγων ἀθάνατον φανερῶς βοῶν εἶναι τὴν ἄλογον ἀθάνατον, ὅπερ ἄτοπον· οὔτε γάρ εἰσιν αἱ αἰσθήσεις ἀίδιοι, καὶ διὰ τοῦτο οὐκ ἐπιστρέφουσι πρὸς ἑαυτάς· εἰ δὲ μὴ ἐπιστρέφουσι πρὸς ἑαυτάς, οὐκ ἀντιλαμβάνονται τῶν οἰκείων ἐνεργειῶν· οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πρὸς ἑαυτὸ ἐπιστρέφειν ἢ τὸ τῶν οἰκείων ἐνεργειῶν ἀντιλαμβάνεσθαι. ὥστε οὐκ ὀρθῶς λέγει Ἀριστοτέλης, ἀλλ’ ὡς εἴπομεν τοῦ προσεκτικοῦ ἐστι τῆς ψυχῆς τὸ γινώσκειν τὰς ἐνεργείας τῶν αἰσθήσεων. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐκ τῶν πραγμάτων ἔστιν ἰδεῖν· ἀσχολουμένου γὰρ τοῦ λόγου περί τι, κἀν ὁρᾷ ἡ ὄψις, οὐκ οἴδαμεν ὅτι εἶδεν, διότι ἠσχόληται ὁ λόγος· καὶ μετὰ ταῦτα ἐπειδὴ ἦλθεν εἰς ἑαυτὸν ὁ λόγος, καὶ μὴ ὁρῶν τὸν φίλον καὶ νῦν φησιν ὅτι εἶδον αὐτόν, οἱονεὶ μικρὸν ἐναπολαβὼν τύπον τοῦ ὁραθέντος, εἰ καὶ ἠσχόληται νῦν, ἀνανήψας εἶπεν ὅτι εἶδον. ὥστε τοῦ λόγου ἐστὶ τὸ εἰπεῖν ὅτι εἶδον. εἰ δέ τις ἀπορήσει καὶ πῶς εἴρηται ὅτι περὶ τὰ καθόλου ὁ λόγος ἀσχολεῖται, νυνὶ δὲ μετὰ τῶν κατὰ μέρος αἰσθήσεων εἴπομεν αὐτὸν ἐνεργεῖν, εἰπὲ πρὸς τοῦτο ὅτι ἡνίκα μὲν κέχρηται ὀργάνῳ τῷ σώματι, περὶ τὰ κατὰ μέρος ἐνεργεῖ, ὅτε δὲ οὐ κέχρηται αὐτῷ ὡς ὀργάνῳ, περὶ τὰ καθόλου ἐνδιατρίβει· νυνὶ δὲ τῷ σώματι κέχρηται. καὶ ταῦτα μὲν οὕτως· τροφεῖα δὲ οὐκ ἀποδίδομεν Ἀριστοτέλει, ἀλλὰ ψευδῆ τὸν αὐτοῦ λόγον ποιού|μεθα. μέθᾳ. φαμὲν οὖν ὅτι συμφωνεῖ ἡμῖν. ὅτε γὰρ λέγει ὅτι ἡ αἴσθησις οἶδεν τὸ ὅτι ἐνεργεῖ, τοῦτο λέγει αὐτὴν εἰδέναι οὐχ ὡς αἴσθησιν ἀλλ’ ὡς ὄργανον οὖσαν τοῦ λόγου· ὥσπερ γὰρ ἄνω εἶπεν ὅτι ἡ ὄψις οἶδεν τὸ γλυκὺ οὐχ ὡς ὄψις ἀλλ’ ὡς κοινὴ αἴσθησις, οὕτω καὶ νῦν τοῦτο εἶπε. καὶ οὐ μόνον αὐτὸς τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἡ κοινὴ συνήθεια ἔθος ἔχει τοῦτο, ἔνθα λέγει ὅτι ὁ σκέπαρνος τὸν θρόνον ἐποίησε. καὶ ἰδοὺ τῷ ὀργάνῳ φιλοτιμεῖται τὸ ἔργον, οὐχ ὅτι αὐτὸ ἐποίησεν αὐτό, ἀλλ’ ὁ χρησάμενος ἐργάτης. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἐπεὶ δ’ αἰσθανόμεθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν. καλῶς εἶπεν ὅτι αἰσθανόμεθα ὅτι ὁρῶμεν, καὶ οὐκ εἶπεν ‘εἶπεν ‘ἐπεὶ δὲ ὁρῶμεν’· ἐπὶ ὄψεως μόνον τὸν λόγον γυμνάζει, ἀλλὰ καὶ ἐπὶ πάσης αἰσθήσεως· διὸ κοινὸν εἶπεν τὸν λόγον ἀπὸ τοῦ αἰσθάνεσθαι. ἀλλ’ ἡ αὐτὴ ἔσται τῆς ὄψεως καὶ τοῦ ὑποκειμένου χρώματος. ἐπειδὴ δὲ κατὰ διαίρεσιν εἶπεν φάσκων ἢ τῇ αὐτῇ αἰσθήσει τὸ ὑποκείμενον καὶ τὴν ἐνέργειαν οἴδαμεν, ἢ ἄλλῃ μὲν τὸ ὑποκείμενον, ἄλλῃ δὲ τὴν ἐνέργειαν, διὰ τῆς] τῶν λοιπῶν ἐλέγχει τὸ ἓν σκέλος τῆς διαιρέσεως τὸ λέγον ὅτι ἄλλη ἐστὶν ἡ ἀντιλαμβανομένη τῆς ὄψεως, ὅ ἐστι τῆς ἐνεργείας, καὶ ἄλλη ἡ τοῦ ὑποκειμένου. αὐτὸς δὲ οὐκ εἶπε ‘καὶ ἄλλη ἡ τοῦ ὑποκειμένου’, διὸ ἀσαφῆ ἐποίησε τὸν λόγον. εἶτα βουλόμενος σαφηνίσαι τί ἐστι τὸ ὑποκείμενον, ἐπήγαγε χρῶμα· ὄψεως γὰρ ὑποκείμενον τὸ χρῶμα. p. 425b14 Ὥστε ἢ δύο τοῦ αὐτοῦ ἔσονται ἢ αὐτὴ αὑτῆς. Ἐντεῦθεν τὸ ἄτοπον ἐπάγει. φησὶ γὰρ ὅτι εἰ ταῦτα οὕτως ἔχει καὶ ἄλλη μὲν τοῦ ὑποκειμένου αἰσθάνεται, ἄλλη δὲ τῆς ἐνεργείας, συμβήσεται δύο εἶναι τοῦ αὐτοῦ αἰσθήσεις, οἷον τοῦ χρώματος τὴν ὄψιν καὶ τὴν ἄλλην αἴσθησιν τὴν αἰσθανομένην τῆς ἐνεργείας τῆς ὄψεως, καὶ δύο τοῦ αὐτοῦ εὑρεθήσεται αἰσθανόμενα καθ’ αὑτὸ καὶ οὐ κατὰ συμβεβηκός, ὅπερ ἄτοπον. εἰ δὲ πάλιν ἡ αὐτή ἐστιν ἡ αἰσθανομένη καὶ τοῦ χρώματος καὶ τῆς οἰκείας ἐνεργείας, πάλιν ἄλλο ἕψεται ἄτοπον τὸ αὐτὴν ἑαυτῆς αἴσθησιν εἶναι. p. 425b15 Ἔτι δ’ εἰ καὶ ἑτέρα εἴη. Ἐντεῦθεν ἕτερον ἄτοπον συνάγει τῇ αὐτῇ ὑποθέσει τῇ λεγούσῃ ὅτι ἄλλη ἔστι δύναμις ἡ αἰσθανομένη τῆς ἐνεργείας. ὥστε ἐπὶ τῆς πρώτης τοῦτο ποιητέον, ὡσεὶ ἔλεγεν ὅτι δεῖ στῆναι ἐπὶ τῆς πρώτης καὶ εἰπεῖν ὅτι αὐτὴ ἑαυτῆς ἀντιλαμβάνεται καὶ γινώσκει ἡ ὄψις ὅτι αἰσθάνεται τοῦ χρώματος, ὁμοίως καὶ ἡ ἀκοὴ τοῦ ἀκουστοῦ, ὡσαύτως καὶ αἱ λοιπαί. εἰ γὰρ τὸ εἰδέναι ἄλλην αἴσθησιν τὸ ὅτι εἰς ἀπορίαν ἄγει τὸν λόγον, ἀνάγκη, φησίν, ἐπὶ τὸ πρῶτον ἐλθεῖν καὶ εἰπεῖν ὅτι αὐτὴ οἶδεν τὴν οἰκείαν ἐνέργειαν. καὶ ἔδει μᾶλλον εἰπεῖν τὸ εὐθύς, ἵνα εἶπεν ὥστε ἐπὶ τῆς πρώτης εὐθὺς τοῦτο ποιητέον’. τινὲς δὲ καὶ οὕτω τὸ παρὸν ῥητὸν ἐξηγήσαντο, ὅτι εἰ ἡ αἴσθησις ἡ ἀντιλαμβανομένη τῆς ἐνεργείας τῆς ἄλλης αἰσθήσεως ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας, διὰ τί μὴ καὶ ἡ πρώτη. ὅ ἐστιν ἡ ἀντιλαμβανομένη τοῦ ὑποκειμένου, ἀντιλαμβάνεται τῆς οἰκείας ἐνεργείας; ἀποκληρωτικὸν γὰρ τὸ τοιοῦτόν ἐστιν. p. 425b17 Ἔχει δ’ ἀπορίαν· εἰ γὰρ τὸ τῇ ὄψει αἰσθάνεσθαί ἐστιν ὅραν. Ἐντεῦθεν τὴν ἀπορίαν τὴν κατὰ τῆς ἄλλης ὑποθέσεως λύει τὴν λέγουσαν ὅτι εἰ ἡ αὐτὴ αἴσθησις καὶ τῶν ὑποκειμένων καὶ τῶν ἐνεργειῶν ἀντιλαμβάνεται, καὶ χρῶμα ἕξει τὸ ὁρῶν πρῶτον. καλῶς πρόσκειται τὸ πρῶτον, ἐπειδὴ τὰ εἴδη τῶν αἰσθητῶν δέχεται ἡ ὄψις ἐν τῶ ἐνεργεῖν πρὸς τὰ ἔξω, λέγει δὲ ὅτι καὶ πρὸ τούτου αὐτὴ καθ’ ἑαυτὴν χρῶμα ἕξει, εἴπερ ἐστὶν ὁρατὸν ὑπὸ ἄλλου. p. 425b20 Φανερὸν τοίνυν ὅτι οὐχ ἓν τὸ τῇ ὄψει αἰσθάνεσθαι. Ἐντεῦθέν ἐστιν ἡ λύσις τῆς εἰρημένης ἀπορίας. καὶ σκόπει ὅτι ταύτην μὲν ἔλυσε τὴν ἀπορίαν, εἰ δὲ βούλει, παρεμυθήσατο ὡς ἄν μᾶλλον ταύτῃ τῇ δόξῃ πειθόμενος, παρῆκε δὲ τὴν λοιπὴν ἀπορίαν ἄλυτον τὴν φερομένην κατὰ ταύτης τῆς δόξης τὴν λέγουσαν ὅτι εἰ μία ἐστὶ δύναμις καὶ ἡ ὁρῶσα καὶ ἡ γινώσκουσα τὴν ἐνέργειαν, ἔσται τὸ αὐτὸ αἰσθητὸν καὶ αἰσθανόμενον. ἀλλὰ διὰ τοῦ τὴν ἀντικειμένην ἀναιρεῖν δόξαν δοκεῖ καὶ ταύτην ἐπιλύεσθαι. παραμυθίαι δέ εἰσιν αὗται τῶν ἀποριῶν. p. 425b22 Ἔτι δὲ καὶ τὸ ὁρῶν ἔστιν ὡς κεχρωμάτισται. Τὸ ἔστιν ὡς πρόσκειται ἀντὶ τοῦ ἁμωσγέπως· κεχρωμάτισται γάρ, φησίν, ἡ ἐνέργεια. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 425b25 Ἡ δὲ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ τῆς αἰσθήσεως ἡ αὐτὴ μέν ἐστι καὶ μία, τὸ δὲ εἶναι αὐταῖς οὐ ταὐτόν. Ἐπειδὴ ἀνωτέρω εἶπεν ὅτι ἁμωσγέπως κεχρωμάτισται ἡ ἐνέργεια τοῦτο δὲ ἔδειξεν ἐκ τῶν προφαινομένων λαμπάδων καὶ μετὰ τὴν ἀπουσίαν τοῦ αἰσθητοῦ) καὶ ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἐνεργεῖ τῷ δέχεσθαι τὰ εἴδη τῶν αἰσθητῶν, καὶ μέχρι τούτου κατὰ τὴν προτεραίαν καταντήσας, ἐντεῦθεν αὐτὸ βούλεται ἐπιτεῖναι, ὡσεὶ ἔλεγε καὶ τί φημι ὅτι τὰ εἴδη τῶν αἰσθητῶν χωρεῖ εἰς τὴν κατ’ ἐνέργειαν αἴσθησιν τῷ ἐνεργείᾳ αἰσθητῷ; διττὸν γὰρ τὸ αἰσθητόν, τὸ μὲν δυνάμει τὸ δὲ ἐνεργείᾳ, καὶ διττὴ ἡ αἴσθησις, | ἡ μὲν δυνάμει ἡ δὲ ἐνεργείᾳ. ἡ οὖν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ἐστι τῷ ἐνεργεία αἰσθητῷ. εἰ γὰρ ἡ μὲν ἐνέργεια κεχρωμάτισται, τὸ δὲ αἰσθητὸν χρῶμά ἐστι, ταὐτὸν ἄρα ἐστὶν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ· αἰσθητῷ λέγει δηλονότι τῷ συμμέτρῳ· τὸ γὰρ ἄμετρον φθείρει τὴν ὄψιν. εἰ δὲ ἦν αὕτη τῷ ἀμέτρῳ αἰσθητῷ ταὐτόν, ἑαυτῆς ἔμελλεν εἶναι φθαρτική, ὅπερ ἄτοπον. μὴ νόμιζε δέ, ἐπειδὴ ταὐτὸν λέγει εἶναι τὴν κατ’ ἐνέργειαν αἴσθησιν τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, ὅτι καὶ τοὺς λόγους φησὶ τῶν αἰσθητῶν εἶναι ἐν τῇ αἰσθήσει, ὅπου γε οὐδὲ τὴν λογικὴν ψυχήν φησι ἔχειν λόγους τῶν πραγμάτων, ἀλλ’ ἀγράφῳ ἐοικέναι γραμματείῳ. τὸ γὰρ λόγους ἔχειν Ἐμπεδοκλέους ἐστίν, ἐν οἷς φησι “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν.” ὁ γὰρ Ἀριστοτέλης οὐ τοῦτο ἀλλὰ διὰ τὸ εὐτύπωτον· ἡ γὰρ ἐνεργείᾳ αἴσθησις εὐτύπωτός ἐστι καὶ εὔπλαστος πρὸς τὸ δέξασθαι τὰ εἴδη τῶν κατ’ ἐνέργειαν αἰσθητῶν πραγμάτων· καὶ διὰ τοῦτο τὴν αὐτὴν λέγει εἶναι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ τὴν κατ’ ἐνέργειαν αἴσθησιν. καὶ τοῦτο κατασκευάζει οὕτως. πρῶτον μέν, εἰ οὐδέν ἐστι, φησίν, ἡ κατ’ ἐνέργειαν αἴσθησις εἰ μὴ τὸ ἔχειν τὰ κατ’ ἐνέργειαν αἰσθητά, αἰσθητὰ δὲ κατ’ ἐνέργειάν ἐστι τὰ ἐχόμενα ὑπὸ αἰσθήσεως, τὸ δὲ ἐχόμενον καὶ ἔχον ταὐτόν ἐστι, καὶ ἡ κατ’ ἐνέργειαν ἄρα αἴσθησις ταὐτόν ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ. καὶ ἐξ ἄλλου δὲ δριμύτερον καὶ φυσικώτερον τὸν λόγον ἀποδείκνυσιν. φησὶ γὰρ οὕτω· δέδεικται ἐν τῷ τρίτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως ὅτι πᾶν ποιοῦν καὶ πάσχον τῷ μὲν ὑποκειμένῳ ταὐτό ἐστι, τῇ δὲ σχέσει διάφορον· καὶ γοῦν ἐμεμνήμεθα λέγοντες ὅτι ἡ μάθησις καὶ ἡ δίδαξις ἡ αὐτὴ ἦν τῷ ὑποκειμένῳ, τῇ δὲ σχέσει διάφορος. τὸ γὰρ αὐτὸ θεώρημα πρὸς μὲν τὸν μαθητὴν μάθησις λέγεται, πρὸς δὲ τὸν διδάσκαλον δίδαξις. ὥστε πᾶν ποιοῦν καὶ πάσχον τῷ μὲν ὑποκειμένῳ ταὐτόν ἐστι, τῇ δὲ σχέσει διάφορον. εἰ οὖν καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησίς τι πάσχον ἐστὶ καὶ τὸ κατ’ ἐνέργειν αἰσθητόν τι ποιοῦν ἐστι, δῆλον ἄρα ὅτι συναχθήσεται καὶ αὐτὰ τῷ μὲν ὑποκειμένῳ ταὐτὰ εἶναι, τῇ δὲ σχέσει διάφορα. οὕτως οὖν καὶ φυσικῶς τὸν λόγον ἀποδείκνυσιν. ἰστέον δὲ ὅτι δύο οὐσῶν σχέσεων, τῆς μὲν πρὸς τὴν κατ’ ἐνέργειαν αἴσθησιν, ἥτις ἐστὶ τὸ ἔχειν, τῆς δὲ πρὸς τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ἥτις ἐστὶ τὸ ἔχεσθαι, ἐπὶ μιᾶς τῆς ἀκοῆς λαμβάνει τὸ διττὸν τῆς σχέσεως, διὰ τὸ ἐπ’ ἐνίων ἑκατέραν τῶν σχέσεων μὴ κατονομάζεσθαι. πέντε γὰρ οὐσῶν αἰσθήσεων, ἐπὶ μιᾶς μόνον, λέγω δὴ τῆς ἀκοῆς, ἄμφω αἱ σχέσεις εἰσὶ κατωνομασμέναι, ἥ τε τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ καὶ ἡ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. ἐπὶ μὲν γὰρ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἡ σχέσις ἄκουσις λέγεται, ἡ δὲ τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ σχέσις ψόφησις λέγεται. ἐπὶ δὲ τῶν λοιπῶν αἰσθήσεων οὐκ ἔστιν εὑρεῖν ὄνομα· τὴν μὲν γὰρ τῆς κατ’ ἐνέργειαν ὄψεως σχέσιν λέγομεν ὅρασιν, τὴν δὲ τῆς κατ’ ἐνέργειαν ὁρατοῦ σχέσιν ὀφείλομεν μὲν εἰπεῖν χρῶσιν, οὐ λέγομεν δέ, καὶ διὰ τί, ἐν τῇ λέξει μαθησόμεθα. ἐπειδὴ οὖν οὐκ ἐπὶ πασῶν τῶν αἰσθήσεων τὸ διττὸν τῆς σχέσεως κατωνόμασται, διὰ τοῦτο λανθάνει πολλάκις, καὶ οὐκ ἐφορῶμεν τὸ διττὸν τῶν σχέσεων. ταῦτα εἰπόντος τοῦ Ἀριστοτέλους, ὁ Ἀλέξανδρος πόρισμα ἐντεῦθεν συνάγειν δοκεῖ τοῖς τῇ προτεραίᾳ αὐτῷ Ἀριστοτέλει λεχθεῖσιν ὅτι αἱ πέντε αἰσθήσεις τῶν οἰκείων ἐνεργειῶν ἀντιλαμβάνονται· φησὶ γὰρ Ἀλέξανδρος, εἰ ταὐτόν ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν, ἀντιλαμβάνεται δὲ ἡ κατ’ ἐνέργειαν αἴσθησις τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, δῆλον ἄρα ὅτι ἑαυτῆς ἀντιλαμβάνεται ἡ κατ’ ἐνέργειαν αἴσθησις. οὐδὲν γὰρ ἕτερόν ἐστιν αὕτη, εἰ μὴ ἐνέργεια τῆς αἰσθήσεως· τότε γὰρ λέγεται κατ’ ἐνέργειαν, ὅτε ἐνεργεῖ· ὥστε ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἑαυτῆς ἀντιλαμβάνεται, δῆλον ἄρα ὅτι τῆς ἐνεργείας ἑαυτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις, ὅπερ Ἀριστοτέλει δοκεῖ. καὶ ὁ μὲν Ἀλέξανδρος ταύται φαμὲν δὲ ἡμεῖς ὡς οὐκ ἀληθῆ λέγει. οὔτε γὰρ τοῦτο πόρισμα ἐνταῦθα συνάγεται· τὸ μὲν γὰρ πρῶτον ἀληθὲς εἰπεῖν ὅτι ταὐτόν ἐστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ κατὰ τὸ ὑποκείμενον, καὶ ὅτι ἀντιλαμβάνεται ἡ κατ’ ἐνέργειαν αἴσθησις τοὐ κατ’ ἐνέργειαν αἰσθητοῦ· τὸ δὲ δεύτερον οὐκέτι ἐστὶν ἀληθές, τὸ λέγον ὅτι εἰ αἰσθάνεται τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ, ἤδη καὶ αὑτῆς ἀντιλαμβάνεται. καὶ ἄλλως οὐ κατὰ τὸ κοινὸν γινώσκει ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἀλλὰ κατὰ τὸ διάφορον· καθὸ γὰρ πάσχει γινώσκει, διάφορον δέ ἐστι κατὰ τοῦτο· ἡ μὲν γὰρ αἴσθησις πάσχει, τὸ δὲ αἰσθητὸν ποιεῖ· ὥστε οὐ προσίεμαι τοῦτο, ὦ Ἀλέξανδρε, ὅτι καθὸ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἡ κατ’ ἐνέργειαν αἴσθησις, κατὰ τοῦτο γινώσκει. εἰ δὲ καὶ τοῦτο συγχωρήσω σοι αἰσθάνεται γὰρ ἡ κατ’ ἐνέργειαν αἴσθησις οὐ τῆς σχέσεως ἀλλ’ ἐκείνου καθ’ ὃ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ), τί δέ ἐστι τοῦτο; δῆλον ὅτι τὸ ὑποκείμενον· τῷ γὰρ ὑποκειμένῳ ταὐτόν ἐστι, τῇ σχέσει διάφορα. τί δὲ τὸ ὑποκείμενον; δῆλον ὅτι τὰ εἴδη. τούτων οὖν μόνον αἰσθάνεται. συνῆκται οὖν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις τοῦ ὑποκειμένου ἑαυτῆς ἀντιλαμβάνεται, οὐ μὴν τῆς ἐνεργείας ἑαυτῆς, ὑποκείμενα δὲ αὐτῇ εἰσι τὰ εἴδη τῶν χρωμάτων. καὶ ταῦτα μὲν ἐν τούτοις. ὁ δὲ Ἀριστοτέλης συνάγει ἐκ τῶν λεχθέντων ἓν μὲν ὅτι εἰ ἡ κατ’ ἐνέργειαν αἴσθησις τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἡ αὐτή ἐστι, δῆλον ὅτι εἰ ἔστιν ἡ κατ’ ἐνέργειαν αἴσθησις, ἔστι καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητόν, καὶ φθαρείσης πάλιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως φθείρεται καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν ὡς ὁρώμενον, οὐχ ὡς ὑφιστάμενον. τοῦτο δὲ οὐκ ἔστιν ἐπὶ τῆς δυνάμει αἰσθήσεως καὶ τοῦ δυνάμει αἰσθητοῦ, οὐχ ὅτι οὔκ εἰσιν ἅμα· καὶ αὐτὰ γὰρ κατὰ τὸν νόμον τῶν πρός τί εἰσι, καὶ εἰ ἔστιν ἡ δυνάμει αἴσθησις, ἔστι καὶ τὸ δυνάμει αἰσθητόν, καὶ εἰ μή ἐστιν αὕτη, οὐδὲ ἐκεῖνο ἔσται· ὥστε κατὰ μὲν τὸ εἶναι συμφωνεῖ τὸ δυνάμει αἰσθηIτὸν τῷ ἐνεργείᾳ αἰσθητῷ καὶ ἡ δυνάμει αἴσθησις τῇ ἐνεργείᾳ αἰσθήσει· διαφωνεῖ δὲ καθὸ ἡ μὲν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ἐστι τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει αἴσθησις οὐκ ἔστιν ἡ αὐτὴ τῷ δυνάμει αἰσθητῷ, καὶ τοῦτο εἰκότως· οὔτε γάρ ἐστιν ἐνταῦθα τὸ συμφῦον καὶ ἑνοῦν. ἐπὶ γὰρ τῶν ἐνεργείᾳ τὰ εἴδη τῶν αἰσθητῶν γινόμενα ἐν τῇ ἐνεργείᾳ τῆς αἰσθήσεως σχέσιν τινὰ ἐντεῦθεν καὶ συμφυίαν ἐποίουν· αὐτὴ γὰρ ἡ ἐνέργεια συνῆπτε καὶ ἐποίει τὴν αἴσθησιν τῷ αἰσθητῷ ταὐτόν. ἐπὶ δὲ τῶν δυνάμει οὔπω μετῆλθε τὰ εἴδη τῶν αἰσθητῶν ἐπὶ τὴν ἐνέρτγειαν τῆς αἰσθήσεως, καὶ διὰ τοῦτο οὔπω γέγονέ τις κοινωνία τε καὶ ἕνωσις. διὰ τοῦτο οὖν ἡ μὲν ἐνεργείᾳ αἴσθησις ἡ αὐτή ἐστι τῷ ἐνεργείᾳ αἰσθητῷ, ἡ δὲ δυνάμει αἴσθησις οὐκ ἔστιν ἡ αὐτὴ τῷ δυνάμει αἰσθητῷ. οἱ δέ γε Πρωταγόρειοι οὐ διέστειλαν, ἀλλ’ ἔλεγον ὅτι ἡ αἴσθησις ἡ αὐτή ἐστι τῷ αἰσθητῷ, μὴ διαστείλαντες καὶ εἰπόντες ὅτι ἡ μὲν ἐνεργείᾳ ἡ αὐτή ἐστιν, ἡ δὲ δυνάμει οὐκ ἔστιν ἡ αὐτή· καὶ τοῦτο εἰκότως. οἱ γὰρ Πρωταγόρειοι οὐκ ἔλεγον ὅλως εἶναι τὸ δυνάμει οὔτε ὑπόστασιν τοῖς αἰσθητοῖς παρεῖχον, ἀλλ’ ἔλεγον εἶναι] τὰ αἰσθητά, ἔστ’ ἄν ὑποπίπτωσι τῇ αἰσθήσει, μόνον εἶναι, ἐπειδὴ οὐκ ἔλεγον τὸ δυνάμει, ἀλλὰ τὸ ἐνεργείᾳ μόνον, καὶ γέννημα αὐτὸ ἔλεγον τῶν αἰσθήσεων. εἰ μὲν γὰρ εἴδομεν, φασίν, ἔστι χρῶμα, εἰ δὲ μή, οὐκ ἔστι· νόμῳ γὰρ γλυκὺ καὶ νόμῳ λευκόν. διὰ τοῦτο οὖν καλῶς ἔλεγον, κἄν ἀδιορίστως ἔλεγον, ὅτι ἡ αἴσθησις τῷ αἰσθητῷ ταὐτόν ἐστιν· † ὡς ἄν γὰρ δήποτε εἰ εἶπον τὸ ἐνεργείᾳ, εἰσηγάγετο. τοῦτο πρῶτον πόρισμα. δεύτερον πόρισμα ἐν ᾧ ζητεῖ, διὰ τί αἰ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὴν κατ’ ἐνέργειαν αἴσθησιν. καὶ δείκνυσι τοῦτο οὕτως· ἡ κατ’ ἐνέργειαν αἴσθησις συμφωνία ἐστίν, ἡ δὲ συμφωνία λόγος ἐστίν, ὁ δὲ λόγος καὶ ὑπὸ μειώσεως καὶ ἐξ ὑπερβολῆς φθείρεται. οἷον ὁ ςݲ πρὸς τὸν γݲ διπλάσιον λόγον ἔχει, καὶ τὸ ἓν δύο. κἄν οὖν τοῖς βݲ προσθῇς ἕν, οὐ φυλάττεται τὸ διπλάσιον, κἀν τῶν ςݲ ἀφέλῃς ἕν, οὐ φυλάττεται τὸ διπλάσιον· ὁ γὰρ λόγος οὐκ ἑνὸς ὅρου προσθήκης ἢ ἐλλείψεως. καλῶς δὲ εἶπεν ἑνὸς ὅρου· εἰ γὰρ ἀμφοτέροις προσθῇς, οἷον τῷ μὲν γݲ ἕν, τῷ δὲ ςݲ δύο, πάλιν ὁ λόγος φυλάττεται ηݲ πρὸς δ, διὸ εἴρηται ἑνός. εἰ οὖν ὁ λόγος οὐκ προσθήκης ἑνὸς ὅρου ἢ ἐλλείψεως, ἐπεὶ φθείρεται, οὐκ ἄρα οὐδὲ ἡ αἴσθησις προσδέχεται ἔλλειψιν ἢ πρόσθεσιν τοῦ αἰσθητοῦ, ἐπεὶ ψθείρεται. ἀλλ’ ἡ μὲν ὑπερβολὴ ἀθρόως φθείρει ἅμα γὰρ 〈ἐὰν〉 ἀντιλάβηται, πάσχει ἢ διακρινομένη ἢ συγκρινομένη καὶ φθείρεται) ἡ δὲ ἔνδεια χρόνῳ βλάπτει· τὸ γὰρ μὴ ἐνεργεῖν βλάπτει. οἱ γὰρ ἐν σπηλαίῳ ὄντες ἐὰν μὴ ἴδωσι πολὺν χρόνον, τυφλοῦνται, ὥσπερ καὶ οἱ μὴ ἀκούοντες τὸ αὐτὸ πάσχουσι τῷ μὴ ἐνεργεῖν μόνον, διὰ τὸν ‘Ιπποκράτην εἰρηκότα ‘κίνησις κρατύνει, ἀργίη τήκει. καὶ ἡμεῖς μὲν καθόλου ἐπὶ τῆς αἰσθήσεως καὶ τοῦ αἰσθητοῦ τὸν λόγον ἐγυμνάσαμεν, αὐτὸς δὲ ἐπὶ ἀκοῆς γυμνάζει τὸν λόγον, καὶ δικαίως, ἐπειδὴ ἐπὶ αὐτῆς ἐστι καὶ ἀπὸ τοῦ ὑποκειμένου ὄνομα, οἷον ἡ ψόφησις, καὶ ἀπὸ τῆς αἰσθήσεως ἡ ἄκουσις. ἐπὶ δὲ ὄψεως καὶ γεύσεως ἐρρήθη ὅτι οὐκ ἔστιν ὄνομα ἀπὸ τοῦ ὑποκειμένου. καὶ δι’ ἄλλο δὲ ἐπὶ ἀκοῆς ἐγύμνασεν, ἐπειδὴ μέμνηται συμφωνίας, ἡ δὲ συμφωνία κυρίως ἐπὶ φωνῆς λέγεται, ὡς δείξομεν· ὑπόκειται γὰρ τῇ ἀκοῇ ἡ φωνή. διὰ ταῦτα οὖν ἐπὶ ἀκοῆς ἐγύμνασεν. προάγει δὲ τὸν λόγον οὕτως· εἰ ἡ κατ’ ἐνέργειαν ἀκοὴ ταὐτόν ἐστι τῇ φωνῇ, ἡ δὲ φωνὴ συμφωνία ἐστὶν οὐκ αὐτὴ πρὸς ἑαυτὴν ἀλλὰ πρὸς τὴν ἀκοήν τοῦτο γὰρ θέλει ὁ λόγος, συμφωνίαν δὲ τὴν κοινωνίαν λέγει), εἰ οὖν ἡ φωνὴ συμφωνία, ἡ δὲ συμφωνία ὁ] λόγος, τουτέστι τῆς φωνῆς πρὸς τὴν ἀκοὴν λόγος λόγον δὲ οὐ λέγει τὴν κρᾶσιν· οὐδὲ γὰρ τοῦτο δοξάζει· ἀλλ’ ὥσπερ τὸ φορτίον λέγομεν λόγον ἔχειν πρὸς τὸν ὦμον τοῦ βαστάζεσθαι, οὐ μέντοι καὶ κρᾶσιν, οὕτω καὶ ἡ φωνὴ λόγον ἔχει πρὸς τὴν ἀκοήν, τῷ εἶναι τὴν αὐτὴν τῷ ὑποκειμένῳ, οὐ μέντοι κρᾶσιν), εἰ οὖν ἡ συμφωνία λόγος, ὁ δὲ λόγος οὐκ ἀνέχεται ἑνὸς ὅρου προσθήκης, καὶ τὰ λοιπὰ ὡς ἀνωτέρω εἴρηται. ἔδοξε δὲ Συριανῷ εἰπεῖν ὅτι κἄν μὴ ἐμνήσθη ἐν τῇ πλοκῇ τῆς φωνῆς, οὐκ ἔλειπεν ὁ λόγος. εἰ γὰρ εἶπεν ‘ἡ κατ’ ἐνέργειαν ἀκοὴ συμφωνία ἐστί,’ δῆλον ὅτι συμφωνία ἐστὶν ἡ ἀκοὴ ἐκείνου οὗ ἐστιν ἀκοή· τίνος δέ ἐστιν, εἰ μὴ φωνῆς; ὥστε συμπεριελαμβάνετο. κἂν εἶπε δὲ μόνον φωνήν, συμπεριελάμβανε ἀκοήν· τίνος γάρ ἐστιν ἡ φωνὴ συμφωνία, εἰ μὴ οὗ ἔστιν ἡ φωνή; τῆς δὲ ἀκοῆς ἐστιν ἡ φωνή. διὰ τί οὖν ἐμνήσθη φωνῆς; διὰ τὴν συμφωνίαν, ἵνα δείξῃ ὅτι ἐπὶ φωνῆς ἐστι κυρίως ἡ συμφωνία· ἢ καὶ διὰ τοῦτο ἠθέλησεν ἄμφω εἰπεῖν, ἵνα εἴπῃ ποῖά ἐστι τὰ κοινωνοῦντα. ὁ δὲ φιλόσοφος Ἀμμώνιος ἠπόρησεν, διὰ τί διὰ μέσου τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ συνῆξε τὴν κατ’ ἐνέργειαν αἴσθησιν συμφωνίαν εἶναι. διὰ τί γὰρ μὴ εἶπεν αὐτόθεν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις συμφωνία ἐστίν; ὥσπερ γὰρ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν συμφωνία ἐστίν. εἰ οὖν ἑκάτερον διὰ τὴν πρὸς τὸ ἕτερον ἁρμονίαν συμφωνία ἐστί, τί δήποτε μὴ τῇ αἰσθήσει προσένειμε τὴν συμφωνίαν, ἀλλὰ τῷ κατ᾿ ἐνέργειαν αἰσθητῷ; οὕτως ἀπορήσας ἐπελύσατο λέγων ὅτι ἡ συμφωνία ἀπὸ φωνῆς εἴληπται, ὡς αὐτὴ ἡ λέξις δηλοῖ, ἡ δὲ φωνὴ αἰσθητόν ἐστι. διὰ τοῦτο οὖν τὴν συμφωνίαν τῷ κατ’ ἐνέργειαν αἰσθητῷ ἀπένειμε, καὶ οὐ τῇ κατ’ ἐνέργειαν αἰσθήσει. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. p. 425b28 ἔστι γὰρ ἀκοὴν ἔχοντα μὴ ἀκούειν. Εἰπὼν ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ κατ’ ἐνέργειαν αἰσθητὸν τῷ ὑποκειμένῳ ταὐτόν εἰσιν, ἐπεὶ κατὰ τὸ εἶναι, τουτέστι κατὰ τὸν λόγον, διαφέρουσιν, ὥσπερ ἀνάβασις καὶ κατάβασις ταὐτὸν τῷ ὐποκει|μένῳ (ἐν κλίμακι γὰρ ἄμφω) τῶ δὲ λόγῳ διάφορα ἄλλο γάρ ἐστιν ἀνάβασις καὶ ἄλλο κατάβασις), φησὶν τι τοῦτο μόνον ἁρμόζει ἐπὶ τῶν κατ’ ἐνέργειαν, ἐπεί τοί γε ἐπὶ τῶν δυνάμει οὔ. ἔστι γὰρ καὶ δυνάμει αἴσθησις καὶ δυνάμει αἰσθητόν. δυνατὸν * * ἔχοντά τινα μὴ ἀκούειν· ἐὰν γὰρ ἡ ἀκοὴ δυνάμει ὑπάρχῃ, οὐκ ἀκούει, καὶ πάλιν ἐὰν ᾖ τὸ ἀκουστὸν δυνάμει, οὐκ ἀκούει αὐτοῦ. p. 426a2 Εἰ δή ἐστιν ἡ κίνησις καὶ ἡ ποίησις καὶ τὸ πάθος ἐν τῷ ποιουμένῳ. Ἐντεῦθεν δείκνυσι τὸ ἐκ τῆς Φυσικῆς ἀκροάσεως θεώρημα, ὅτι ἡ κατ’ νιν αἴσθησις τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, τῇ δὲ σχέσει διάφορος. διαφέρει δὲ κίνησις ποιήσεως, ὅτι ὅπου μὲν κίνησις, ἐκεῖ καὶ ποίησις, οὐχ ὅπου δὲ ποίησις, ἐκεῖ καὶ κίνησις. ὁ γὰρ δημιουργὸς ποιεῖ μέν, ἀκίνητος δὲ ὢν ποιεῖ. καὶ τὸ πάθος δὲ καὶ ἡ ποίησις κινήσεις εἰσίν, ἀλλ’ αὕτη ἡ κίνησις, εἰ μὲν πρὸς τὸ ποιοῦν παραβάλλεται, ποίησις λέγεται, εἰ δὲ πρὸς τὸ πάσχον, πάθησις. ἐν τῷ ποιουμένῳ δὲ εἶπεν ἀντὶ τοὐ ἐν τῷ πάσχοντι. βούλεται οὖν συνάξαι ὅτι εἰ ταὐτόν ἐστι πάθησις καὶ ποίησις τῷ ὑποκειμένῳ ἀμφότερα γὰρ κινήσεις) ἡ δὲ κίνησις ἐν τῷ ποιουμένῳ, τουτέστιν ἐν τῷ πάσχοντι, ἀνάγκη, φησί, καὶ τὴν κατ’ ἐνέργειαν αἴσθησιν καὶ τὸ κατ’ ἐνέργειν αἰσθητὸν ταὐτὸν εἶναι· τὶ μὲν γὰρ πάσχον ἐστὶν ἡ αἴσθησις, τὶ δὲ ποιοῦν τὸ αἰσθητόν. ὅτι δὲ ἡ κίνησις ἐν τῷ πάσχοντί ἐστι, δῆλον· εἰ γὰρ ἐν τῷ ποιοῦντι, ἔσται πᾶν κινοῦν κινούμενον, καὶ τὸ πρῶτον αἴτιον, ὅπερ ἄτοπον. καὶ τὴν ἀκοὴν τὴν κατ’ ἐνέργειαν ἐν τῆ κατὰ δύναμιν εἶναι. ἐλλείπει τῇ λέξει τὸ ἀκοῇ, ἵνα ᾖ τὸ λεγόμενον ἐν τῇ κατὰ δύναμιν ἀκοῇ. p. 426a5 Διὸ οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι. Λαβὼν τὸ λῆμμα λοιπὸν καὶ μεταξυλογίᾳ κέχρηται καί φησιν ὅτι ἡ κίνησις οὐκ ἔστιν ἐν τῷ κινοῦντι, ἀλλ’ ἐν τῷ κινουμένῳ. εἰ γὰρ ἦν ἐν τῷ κινοῦντι, καὶ αὐτὸ ἐκινεῖτο. ἡ δὲ τοῦ ἀκουστικοῦ ἀκοὴ ἡ ἄκουσις. ἄλλο ἐστὶν ἀκοή, ἄλλο ἄκουσις. ἀκοὴ μὲν γάρ ἐστιν αὐτὴ ἡ ἐνέργεια, ἄκουσις δὲ ἡ ἀντίληψίς ἐστιν, ὥσπερ καὶ ψόφος μὲν λέγεται αὐτὸς ὁ κτύπος, τὸ δ’ ἐν ἐμοὶ πάθος ἐκ τοῦ κτύπου γινόμενον ψόφησις. εἰδὼς οὖν ὅτι διαφέρει, διέκρινεν αὐτὰ εἰπὼν διττὸν γὰρ ἡ ἀκοή, καὶ διττὸς ὁ ψόφος· τὰ μὲν γάρ εἰσι δυνάμει, τὰ δὲ ἐνεργείᾳ. οὕτω καὶ ἡ τοῦ αἰσθητοῦ ἐνέργεια καὶ ἡ τοῦ αἰσθητικοῦ ἐν τῷ αἰσθητικῷ. ἵνα σαφὲς τὸ λεγόμενον ποιήσομεν, ἐπὶ παραδείγματος τὸν λόγον γυμνάσωμεν. ὥσπερ τέκτονος ποιοῦντος θύραν ἡ ἐνέργεια αὐτοῦ ἐν τοῖς ξύλοις ἐστί. καὶ τὸ πάθος τῶν ξύλων ἐν αὐτοῖς τοῖς ξύλοις, οὕτω καὶ ὅταν ὁρῶμεν, ἡ μὲν τοῦ αἰσθητοῦ ἐνέργεια, τυχὸν τοῦ χρώματος, ἐν τῇ ὄψει ἐστί, καὶ ἡ τοῦ αἰσθητικοῦ κίνησις αἰσθητικὸν δὲ λέγει τὴν αἴσθησιν ἐκ τοῦ ὑποκειμένου) πάλιν ἐν αὐτῇ ἐστι τῇ ὄψει καὶ οὐκ ἐν τῷ αἰσθητῷ, τουτέστι τῷ χρώματι, ὥσπερ οὐδὲ ἐν τῷ τέκτονι. ἀλλ’ ἐπ’ ἐνίων μὲν καὶ ὠνόμασται, οἷον ἡ ψόφησις καὶ ἡ ἄκουσις. διὰ τί ὥσπερ ἐπὶ τῆς ἀκοῆς λέγομεν καὶ ἀπὸ τῆς αἰσθήσεως ἄκουσιν καὶ ἀπὸ τοῦ ὑποκειμένου αἰσθητοῦ ψόφησιν, μὴ καὶ ἐπὶ τῆς ὁράσεως οὕτω λέγομεν, ἀλλ’ ἀπὸ τῆς αἰσθήσεως λέγομεν ὅρασιν, ἀπὸ δὲ τοῦ ὑποκειμένου οὐ λέγομεν χρῶσιν; καὶ λέγομεν, ἐπειδὴ ἡ χρῶσις οὐδὲν ἄλλο δηλοῖ εἰ μὴ τὸ χρωσθὲν σῶμα ἐκ τοῦ ἔχοντος ἄλλο χρῶμα, ὥστε οὐκ ἐξ αὐτοῦ τοῦ ὑποκειμένου ἐστίν, ἡ δὲ ψόφησις ἐξ αὐτοῦ ἐστι τοῦ ὑποκειμένου. εἶτα πάλιν ζητοῦμεν, διὰ τί μὴ λέγομεν χύμωσιν ἐκ τοῦ ὑποκειμένου τῇ γεύσει, ὥσπερ λέγομεν γεῦσιν ἐκ τῆς αἰσθήσεως. εἰπὲ πρὸς τοῦτο ὅτι τὸ τῆς χυμώσεως ὄνομα μαγειρικόν ἐστι, διὸ ἐπὶ φυσικῶν οὐκ εἴρηται. p. 426a15 ἐπεὶ δὲ μία μέν ἐστιν ἐνέργεια ἡ τοῦ αἰσθητικοῦ τοῦ αἰσθητοῦ, τὸ δὲ εἶναι ἕτερον, ἀνάγκη ἅμα φθείρεσθαι καὶ σώζεσθαι. Ἐντεῦθεν τὸ πρῶτον πόρισμα συνάγει ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις ἡ αὐτή ἐστι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ, τουτέστι τῷ ὑποκειμένῳ, τῇ δὲ σχέσει διάφορος. οὐ δεῖ δὲ εἰπεῖν αὐτὸ πόρισμα· οὐ γὰρ διὰ τὸ εἶναι ταῦτα διάφορα τῷ λόγῳ ἕπεται τὸ ἅμα φθείρεσθαι καὶ σώζεσθαι, ὡς λέγει, ἀλλὰ διὰ τὸ εἶναι αὐτὰ πρός τι· ὥστε ἕτερον δεῖ λέγειν τοῦτο πρόβλημα καὶ οὐ πόρισμα. p. 426a19 Τὰ δὲ κατὰ δύναμιν λεγόμενα οὐκ ἀνάγκη. Τὰ δὲ δυνάμει, φησίν, οὐκ ἀνάγκη. τί οὐκ ἀνάγκη; οὐ δήπου ἅμα εἶναι· ἀνάγκη γὰρ καὶ αὐτὰ τῷ νόμῳ τῶν πρός τι ἅμα εἶναι. τὸ δυνάμει γὰρ αἰσθητὸν ἅμα ἐστὶ τῇ δυνάμει αἰσθήσει, ὥσπερ καὶ τὸ ἐνεργείᾳ αἰσθητὸν τῇ ἐνεργείᾳ αἰσθήσει. τί οὖν λέγει τὸ οὐκ ἀνάγκη; ἢ δῆλον ὅτι τὸ πρῶτον, ὅτι οὐκ ἀνάγκη τὴν δυνάμει αἴσθησιν τὴν αὐτὴν εἶναι τῷ δυνάμει αἰσθητῷ, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται. p. 426a22 τῇ μὲν γὰρ ἔλεγον ὀρθῶς, τῇ δ’ οὐκ ὀρθῶς. Τοὺς Πρωταγορείους αἰνίττεται. λέγει δὲ αὐτοὺς ὀρθῶς λέγειν κατὰ τὸ λέγειν τὴν κατ’ ἐνέργειαν αἴσθησιν ταὐτὸν εἶναι τῷ κατ’ ἐνέργειαν αἰσθητῷ· οὐκ ὀρθῶς δὲ ἔλεγον, ἐπειδὴ καὶ τὰ δυνάμει ταὐτὰ καὶ ἁπλῶς ταὐτὰ ἔλεγον πάντα ἃ οὐ δεῖ ἁπλῶς ταὐτὰ λέγειν. ἤλεγξε δὲ καὶ Πλάτων’ τὸ δόγμα τοῦτο ἐν Πρωταγόρᾳ τῷ διαλόγῳ. p. 426a27 Εἰ δὴ συμθωνία ία φωνή τίς ἐστιν. Τὸ η τὸ ἐν τῇ δευτέρᾳ συλλαβῇ τοῦ εἰ δὴ οὐκ ἔστιν ἄρθρον, ἀλλὰ μέρος συνδέσμου, ὡσεὶ ἔλεγεν ὅτι ἐπειδή τις φωνὴ συμφωνία ἐστί· τὶς δέ ἐστιν ἥτις φωνή, δηλονότι ἡ κατ’ ἐνέργειαν· αὕτη γάρ ἐστιν ἡ δυμμέτρως ἔχουσα πρὸς τὴν κατ’ ἐνέργειαν ἀκοήν. οὐ δύναται δὲ εἶναι ἄρθρον, ἐπειδὴ συνῆπται τῷ κατηγορουμένῳ· τὰ γὰρ ἄρθρα τοῖς προσδιορισμοῖς ἰσοδυναμεῖ, οἱ δὲ προσδιορισμοὶ ἀεὶ τῷ ὑποκειμένῳ συνάπτονται· νυνὶ δὲ τὴν συμφωνίαν ὡς κατηγορούμενον λαμβάνει ἀκοῆς καὶ φωνῆς. καὶ διὰ τοῦτο οὐ δεῖ τὸ η ὡς ἄρθρον λαμβάνεσθαι, ἵνα μὴ εὑρεθῇ συμπλεκόμενον μένον τῷ κατηγορουμένῳ. διὸ εἶπε τὸ εἰ δὴ ἓν μέρος λόγου. ἐντεῦθεν δέ ἐστι τὸ β πόρισμα τῆς θεωρίας, ἐν ᾧ βούλεται εἰπεῖν, διὰ τί αἱ ἀκρότητες τῶν αἰσθητῶν φθείρουσι τὰς αἰσθήσεις. καὶ δείκνυσι τοῦτο διὰ τῆς συμφωνίας καὶ τοὐ λόγου, ὡς εἴρηται. ἡ δὲ φωνὴ καὶ ἀκοὴ ἔστιν ὡς ἓν καὶ ἔστιν ὡς οὐχ ἕν. καλῶς τοῦτο εἶπεν· τῷ γὰρ ὑποκειμένῳ μία ἐστὶν ἡ ἀκοὴ καὶ ἡ φωνή, τῶ δὲ λόγῳ καὶ τῇ σχέσει οὐ μία ἀλλὰ διάφορος· ὥστε καὶ ἓν καὶ οὐχ ἕν. p. 426a28 Λόγος δὲ ἡ συμφωνία. Τοῦτο εἶπεν, ἵνα δηλώσει ὅτι οὐκ ἔστι κρᾶσις τὸ συμφωνεῖν ἀκοὴν τῇ φωνῇ, ἀλλὰ λόγῳ τινὶ συμφωνεῖ. καὶ εἴρηται πῶς ἐν τῇ θεωρίᾳ. p. 426a30 Καὶ διὰ τοῦτο φθείρει ἕκαστον ὑπερβάλλον. Δέον ἐστὶ κατὰ κοινοῦ λαβεῖν τὸ ὑπερβάλλον φθείρει, ὡς ἐπὶ ἀκοῆς, γεύσεως, ὄψεως, ὀσφρήσεως· αἱ γὰρ ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις. ἑκάστη γὰρ αἴσθησις ἔχει τὰ φθαρτικὰ ἑαυτῆς, ὄψις μὲν τὸ ὑπέρλαμπρον, οἷον τὸ ἡλιακὸν φῶς, ἀκοὴ δὲ τὸν ἦχον τὸν ἐκ τῶν βροντῶν, ὄσφρησις τὰ Χαρώνια πνεύματα, γεῦσις τὰ δηλητήρια, ἁφὴ πῦρ, χιόνα. διὸ ἐπενοήθησαν τέχναι ἥδουσαι τὰς αἰσθήσεις, τῇ μὲν ὄψει ζωγραφία, τῇ δὲ ἀκοῇ μουσική, τῇ δὲ ὀσφρήσει ἡ μυρεψική, τῆ γεύσει ἡ μαγειρική, τῇ ἁφῇ τὰ λουτρὰ καὶ ἡ ὑφαντική. p. 426b2 Καὶ γλυκεῖα καὶ πικρά, ὡς λόγου τινὸς ὄντος αἰσθήσεως. Παραδείγματα βουλόμενος εἰπεῖν τῶν φθειρόντων αἰσθητῶν τὴν αἴσθησιν τέθεικε καὶ τὸ γλυκύ. καὶ μήποτε τοῦτο τῷ ἐκλύειν τὴν αἴσθησιν φθείρει αὐτήν, ὥσπερ καὶ τὸ λιπαρόν. τὸ δὲ ὡς λόγου τινὸς ὄντος τῆς αἰσθήσεως εἶπεν, ἐπειδή, φησίν, λόγος ἐστὶν ἡ αἴσθησις, ὁ δὲ λόγος ὑπερβολῆς οὐκ ἀνέχεται· διὰ τοῦτο οὐδὲ ἡ αἴσθησις ὡς λόγος καὶ συμμετρία τις· p. 426b3 Διὸ καὶ ἡδέα μέν, ὅταν ἄγηται εἰλικρινῆ καὶ ὄντα εἰς τὸν λόγον, οἷον τὸ ὀξὺ ἢ γλυκὺ ἢ ἁλμυρόν. Ἐντεῦθεν βούλεται εἰπεῖν ποῖόν ἐστιν ἡδὺ αἰσθητόν, καί φησιν ὅτι ἐκεῖνό ἐστιν ἡδὺ αἰσθητὸν τὸ πρώην μὲν ὂν εἰλικρινὲς καὶ ἄμικτον † μὴ μείνῃ δὲ εἰλικρινές, ἀλλ’ ἀχθῇ εἰς λόγον, τουτέστιν εἰς μῖξιν. τὰ γὰρ μικτὰ ἡδέα ὡς τὸ ἄκρον καθαιροῦντα, οἷον τὸ βαρὺ καὶ ὀξὺ οὐκ ἔστιν ἡδέα, εἰ μὴ μίξεις αὐτά· τῇ γὰρ μίξει ἕπεται ἡ συμφωνία καὶ ἡ ἡδύτης ὡς μεσότητι. p. 426b6 Ἁφῇ δὲ τὸ θερμαντὸν ἢ ψυκτόν. Τῇ ἀφῇ, φησίν, ἐστὶν ἡδὺ τὸ θερμαντὸν καὶ ψυκτόν· καὶ ὅρα πῶς εἶπεν τὸ θερμαντόν, τουτέστι τὸ δυνάμενον θερμανθῆναι, καὶ ψυκτὸν τὸ δυνάμενον ψυχθῆναι. τότε γάρ ἐστιν ἡδύ, ὅταν δύνηται δέχεσθαι ἐπίτασιν· τὸ γὰρ ἄμετρον ψυχρὸν καὶ θερμὸν ἀνιαρόν. καλῶς οὖν εἶπεν ὅτι ἡδύ ἐστι τῇ ἁφῇ τὸ θερμαντὸν καὶ ψυκτόν, καὶ οὐκ εἶπεν τὸ θερμὸν ἢ ψυχρόν· εἰ γὰρ τοῦτο εἶπεν, τὸ ἄκρως ἐνόει τὸ] θερμὸν καὶ ψυχρόν, ὅπερ οὐχ ἡδύνει τὴν ἁφήν, ἀλλὰ καὶ φθείρει αὐτήν. ἐν οἷς ἡ πρᾶξις. p. 426b8 ‘Εκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἐστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον. Διαλεχθεὶς περὶ τῶν πέντε αἰσθήσεων καὶ διδάξας ὅτι οὐκ ἔστιν ἄλλη αἴσθησις ἕκτη ἀντιδιῃρημένη ταῖς πέντε ταύταις, ἵνα μή τις οἰηθῇ ὅτι τούτῳ τῷ λόγῳ οὐδὲ ἡ κοινή ἐστιν αἴσθησίς, βούλεται διὰ τούτων δεῖξαι ὅτι ἔστιν ἡ κοινὴ αἴσθησις, καὶ οὐ μόνον τοῦτο, ἀλλ’ ὅτι καὶ ἀσώματός ἐστιν αὕτη ἡ κοινὴ αἴσθησις, 1 τρίτον πρὸς τούτοις, ὅτι ἀχρόνως ἐνεργεῖ· οὔτε γὰρ ἐν ἄλλῳ χρόνῳ οἶδεν τὸ γλυκύ, ἐν ἄλλῳ δὲ τὸ λευκόν, ἀλλ’ ἐν τῷ αὐτῷ νῦν γινώσκει ὅτι τόδε μὲν γλυκύ ἐστι, τόδε δὲ λευκόν. τέταρτον δὲ ἀπορίαν προβάλλεται πρὸς τὴν κοινὴν αἴσθησιν καὶ λύει τὴν ἀπορίαν ψευδῶς, εἶτα ἀνατρέπει τὴν ψευδῆ λύσιν, καὶ εἶθ’ οὕτω λοιπὸν λέγει τὴν ἀληθῆ λύσιν. ἁ καὶ ἡ μὲν διασκευὴ τῆς θεωρίς τοιαύτη. φέρε δὲ καὶ ἕκαστον τούτων ἀναπτύξωμεν. πρῶτον τοίνυν δεικτέον ὅτι ἔστιν ἡ κοινὴ αἴσθησις τὸν τρόπον τοῦτον. ἐπειδήπερ οὐ μόνον ἴσμεν τὴν διαφορὰν τῶν ὁμογενῶν, οἷον λευκοῦ καὶ μέλανος καὶ φαιοῦ καὶ ξανθοῦ καὶ τῶν τοιούτων, ἀλλὰ καὶ τῶν ἀνομοιοειδῶν, οἷον λευκοῦ καὶ γλυκέος, ζητητέον ποῖόν ἐστι μόριον τῆς ψυχῆς τὸ γινῶσκον ταύτην τὴν διαφοράν. κἄν γὰρ ὁ νοῦς γινώσκῃ τὴν τοιαύτην διαφορὰν καὶ λέγῃ τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκύ, ἀλλ’ οὐ καθ’ ἑαυτὸν ὁ νοῦς λέγει τὴν τοιαύτην διαφοράν, ἀλλὰ προσκεχρημένος τῇ αἰσθήσει ὀργάνῳ. ἄνευ γὰρ αἰσθήσεως οὐκ ἦν γνῶναι τὰ αἰσθητά· εἰ οὖν τὸ λευκὸν καὶ γλυκὺ αἰσθητά ἐστιν, πῶς ὁ νοῦς τὴν διαφορὰν τούτων εἶχε γνῶναι μὴ προσκεχρημένος ὀργάνῳ τῇ αἰσθήσει; ὥστε οὐκ ἀμέσως οὐδὲ καθ’ αὑτὸ ὁ νοῦς εἶχε λέγειν τὴν διαφορὰν τούτων. καὶ ὅτι τὰ μὴ ἔχοντα νοῦν ἴσασι τὴν διαφορὰν τούτων. καὶ γοῦν ὁ κύων θεασάμενος μόνον, οὐ μὴν γευσάμενος οἶδε τὰ γευστά· οἶδε γοῦν ὅτι τὸ κρέας γευστόν ἐστι, κἄν μὴ γεύσηται αὐτοῦ, ἀλλὰ μόνον θεάσηται, καὶ τὸν λίθον ὅτι οὐκ ἔστι γευστὸς οἶδε καὶ πρὶν γεύσηται. ὥστε οὐ τοῦ νοῦ ἐστι λέγειν τὴν διαφορὰν γλυκέος πρὸς λευκόν, ἀλλ’ αἰσθήσεως. καὶ ποίας ἄρα αἰσθήσεως; πότερον μιᾶς τῶν πέντε ἢ δύο, οἷον ὄψεως καὶ γεύσεως; λέγομεν οὖν ὅτι οὐκ ἔστι μιᾶς αἰσθήσεως τὸ γνῶναι τὴν τοιαύτην διαφοράν. εἰ γὰρ μία αἴσθησις οἶδε τὴν διαφορὰν ταύτην, οὐκοῦν εἴσεται οὐ μόνον τὸ οἰκεῖον αἰσθητόν, ἀλλὰ καὶ τὸ ἀλλότριον. τὸ γὰρ γινῶσκον τὴν διαφορὰν πρῶτον τὰ διαφέροντα οἶδε τίνα ἐστίν, ἵνα καὶ καθὸ διαφέρουσι γνῷ. ἡ οὖν αἴσθησις ἡ γινώσκουσα τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκὺ εἴσεται οὐ μόνον τὸ λευκὸν ἀλλὰ καὶ τὸ γλυκύ. ἀλλὰ μὴν τοῦτο ἄτοπον τὸ συγχεῖν τὰ αἰσθητὰ καὶ λέγειν τὴν ὄψιν τὰς γευστὰς ποιότητας εἰδέναι. ἄτοπον ὄρα τὸ μίαν τῶν πέντε αἰσθήσεων εἰδέναι τὰς διαφορὰς τῶν ἀνομογενῶν. καὶ μή τις λεγέτω ὅτι οὐκ ἀναγκαῖον τὸ εἰδέναι τὰ ἀλλότρια αἰσθητά· ἅπαξ γὰρ τὰ οἰκεῖα οἶδεν ὅτι λευκόν, λοιπὸν ἐξ ἀποφάσεως οἶδεν ὅτι οὐ λευκόν· καὶ ταύτῃ οἶδε τὴν διαφορὰν τῷ εἰδέναι ὅτι οὐ λευκόν. μή τις οὖν ταῦτα λεγέτω· οὐ γὰρ εἴπομεν τί ἐστι τὸ γινῶσκον τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ οὐ λευκόν, ἀλλὰ πρὸς τὸ γλυκύ. τὸ γὰρ οὐ λευκὸν δύναται καὶ ὀσμὴ εἶναι καὶ θερμὸν εἶναι· ἡμεῖς δὲ ὡρισμένως εἴπομεν γλυκύ· δεῖ οὖν εἰδέναι πάντως τὸ γλυκὺ ἐκ καταφάσεως, ἵνα τὴν διαφορὰν αὐτοῦ πρὸς τὸ λευκὸν μάθωμεν. ὥστε οὐκ ἔστι μία αἴσθησις ἡ τὴν τοιαύτην διαφορὰν ἐπισταμένη. ἀλλ’ οὐδὲ δύο αἰσθήσεις, οἷον ὄψις καὶ γεῦσις· δεῖ γὰρ ἓν εἶναι τὸ λέγον τὴν διαφορὰν αὐτῶν. εἰ γὰρ μή ἐστιν ἓν τὸ δεχόμενον ἀμφοτέρων τὰ εἴδη, πῶς ἔχει γνῶναι αὐτῶν τὸ διάφορον, εἴπερ ἄλλη μὲν τὸ λευκὸν ἄλλη δὲ τὸ γλυκὺ δέχεται εἶδος; ἐπεὶ καὶ οἱ δικασταὶ ἀμφοτέρων τῶν μερῶν βούλονται ἀκούειν, ἵνα τὸ διάφορον αὐτῶν γνῶσιν. εἰ οὖν ἕν ἐστι τὸ λέγον διαφορὰν λευκοῦ πρὸς γλυκύ, ἓν ἔσται καὶ τὸ κρῖνον αὐτήν. ὥστε οὐδὲ τῶν δύο αἰσθήσεων ἴδιόν ἐστι τὸ γνῶναι τὴν διαφορὰν τούτων οὔτε μιᾶς τινος μερικῆς· ἄλλης ἄρα ἐστὶν αἰσθήσεως παρὰ τὰς πέντε αἰσθήσεις τὸ γνῶναι τὴν διαφορὰν λευκοῦ πρὸς γλυκύ. καὶ ἆρα αὕτη διακεκριμένη ἐστὶ τῶν πέντε αἰσθήσεων ἢ οὔ; λέγομεν ὅτι οὐκ ἔστι διακεκριμένη· δέδεικται γὰρ ὅτι οὐκ ἔστιν ἕκτη τις ἑτέρα διακεκριμένη τῶν πέντε τούτων· κοινὴ ἄρα ἐστίν. οὐκοῦν δέδεικται οὖσα ἡ κοινὴ αἴσθησις. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερον κεφάλαιόν ἐστιν ἐν ᾧ δείκνυσιν ὅτι οὐκ ἔστι σῶμα ἡ κοινὴ αἴσθησις. εἰ γὰρ ἦν σῶμα, μεριστῶς ἐνήργει· πᾶν γὰρ σῶμα μεριστῶς ἐνεργεῖ. εἰ οὖν ἦν σῶμα, οὐδέποτε ἐν τῷ αὐτῷ καὶ γλυκὺ καὶ λευκὸν ἐδέχετο, ἀλλ’ ἐν τῷδε μὲν ἑαυτῆς μέρει τὸ γλυκύ, ἐν ἄλλῳ δὲ τὸ λευκόν, καὶ οὐκ ἦν ὅλως τὸ κρῖνον· ὅμοιον γὰρ ἦν τὸ τοιοῦτο, φησίν, ὡς εἰ σὺ μὲν τοῦδε αἴσθοιο, τοῦδε δὲ ἐγώ. οὐκοῦν ὅλη ὡς ὅλη ἡ κοινὴ αἴσθησις αἰσθάνεται γλυκέος καὶ λευκοῦ. εἰ δὲ μὴ ὅλη ὡς ὅλη ἀντελαμβάνετο, πῶς εἶχεν αὐτὰ κρῖναι μὴ γινώσκουσα ἀμφότερα; εἰ δὲ καὶ συγχωρήσω ὅτι δύναται λευκὸν καὶ γλυκὺ ἐν τῷ αὐτῷ μέρει δέξασθαι, ἀλλ’ οὐ δὴ καὶ τὰς ἐναντίας ποιότητας, οἷον λευκοῦ καὶ μέλανος, θερμοῦ καὶ ψυχροῦ. ἄλλως τε δὲ εἰ ἦν σῶμα, ἐχρῆν αὐτὴν ἁπτομένην τῶν αἰσθητῶν ἐνεργεῖν· πᾶν γὰρ σῶμα ἁπτόμενον δρᾷ. ἀλλὰ μὴν ἡ κοινὴ αἴσθησις οὐχ ἁπτομένη τῶν αἰσθητῶν δρᾷ· οὐκ ἄρα ἐστὶ σῶμα. τοῦτο καὶ τὸ δεύτερον κεφάλαιον. Tρίτον ἐστὶ κεφάλαιον ἐν ᾧ δείκνυσιν ὅτι ἀχρόνως ἐνεργεῖ· τοῦτο δὲ δείκνυσιν οὕτως. ὡς λέγει ἡ κοινὴ αἴσθησις, οὕτω καὶ γινώσκει. εἰ οὖν ἐν ἑνὶ νῦν λέγει τὴν διαφορὰν γλυκέος καὶ λευκοῦ, καὶ οὐκ ἐν ἄλλῳ μὲν νῦν τὴν διαφορὰν τοῦ λευκοῦ, ἐν ἄλλῳ δὲ νῦν τὴν διαφορὰν τοῦ γλυκέος, δῆλον ἄρα ὅτι καὶ ἐν ἑνὶ νῦν οἶδε τὴν διαφορὰν γλυκέος καὶ λευκοῦ. ὅταν γὰρ λέγῃ ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ νῦν, οὐ κατὰ συμβεβηκὸς λέγει, ἀλλὰ καθ’ αὑτό, οἷον ἐπὶ παραδείγματος νόει ὃ λέγω ‘νῦν ἤκουσα ὅτι Πλάτων’ ἐν Σικελίᾳ γενόμενος συνέτυχε Σωκράτει’. ἰδοὺ ἐνταῦθα τὸ νῦν πρὸς μὲν τὴν ἐμὴν ἀκοὴν καθ’ αὑτό ἐστιν νῦν γὰρ τῷ ὄντι ἐγὼ ἤκουσα), πρὸς δὲ τὴν Πλάτωνος ἄφιξιν τὸ νῦν κατὰ συμβεβηκός ἐστι· κἂν γὰρ ἐγὼ νῦν ἤκουσα, οὐδὲν ἄτοπον ἐκεῖνον ἐκ πολλοῦ ἐκεῖ παραγενέσθαι. εἰ δὲ συμβῇ νῦν ναυμαχίαν γενέσθαι, καὶ ἐν ᾧ νῦν γέγο|νεν ἡ ναυμαχία, ἐν τούτῳ εἴπω ‘νῦν ἤκουσα ναυμαχίαν γενομένην’, τότε τὸ νῦν καὶ πρὸς 〈καθ’ αὑτό〉 ἐστιν νῦν γὰρ ἤκουσα) καὶ πρὸς τὴν ναυμαχίαν καθ’ αὑτὸ πάλιν ἐστί. νυνὶ γὰρ κἀκείνη γέγονεν. ἡ οὖν κοινὴ αἴσθησις ἐν ᾧ νῦν λέγει τὴν διαφορὰν τοῦ λευκοῦ πρὸς τὸ γλυκύ, ἐν τῷ αὐτῷ αἰσθάνεται καὶ τῆς διαφορᾶς, τοῦ νῦν καθ’ αὑτὸ ὑπάρχοντος καὶ πρὸς τὸ λέγειν καὶ πρὸς τὸ εἰδέναι· ὥστε ἀχρόνως ἐνεργεῖ ἡ κοινὴ αἴσθησις. τοῦτο καὶ τὸ τρίτον κεφάλαιον. Tέταρτον κεφάλαιόν ἐστιν ἐν ᾧ τὴν ἀπορίαν προβάλλεται. πῶς, φησίν, ἡ κοινὴ αἴσθησις τὰ ἐναντία κρίνει, οἷον λευκὸν καὶ μέλαν ἢ θερμὸν καὶ ψυχρόν; οὔτε γὰρ μόνον τὰ ἀνομογενῆ κρίνει, ἀλλὰ καὶ τὰ ὁμογενῆ. ἄξιον οὖν ἀπορῆσαι πῶς τὰ ἐναντία εἴδη γίνεται παρὰ τὴν κοινὴν αἴσθησιν. εἰ μὲν γὰρ ἦν σῶμα, οὐκ ἦν ἀπορῆσαι· δυνατὸν γὰρ ἦν λέγειν ὅτι κατ’ ἄλλο καὶ ἄλλο μέρος γίνεται τὰ ἐναντία· ἀλλ’ ἐπειδὴ ἀσώματος οὖσα καὶ ἀμερής ἐστιν, ἀποροῦμεν πῶς ἐν τῷ αὐτῷ γίνεται τὰ ἐναντία εἴδη. καὶ πάλιν εἰ ἀσώματος οὖσα ἐν χρόνῳ ἐνήργει, δυνατὸν ἦν λέγειν ὅτι ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ ἐγίνετο τὰ ἐναντία, οἷον ἐν τῷδε μὲν τῷ χρόνῳ τὸ θερμὸν ἐν τῷδε δὲ τὸ ψυχρόν. ἀλλ’ ἐπειδὴ ἀχρόνως ἐνεργεῖ καὶ ἐν τῷ αὐτῷ νῦν, διὰ τοῦτο ἄξιον ἀπορῆσαι. ὥστε ἐκ τῶν δύο κεφαλαίων τῶν φθασάντων δεινοῦται ἡ ἀπορία. εἴτε γὰρ σῶμα ἦν, οὐκ ἦν ἄπορον κατ’ ἄλλο γὰρ μέρος καὶ ἄλλο ἠδύνατο δέξασθαι τὰ ἐναντία) εἴτε ἀσώματος οὖσα ἐν χρόνῳ ἐνήργει, πάλιν ἠδύνατο ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ δέξασθαι τὰ ἐναντία· ἀλλ’ ἐπειδήπερ καὶ ἀσώματός ἐστι καὶ ἀχρόνως ἐνεργεῖ, διὰ τοῦτο ἀποροῦμεν πῶς δέχεται τὰ ἐναντία εἴδη ἅμα. αὕτη μέν ἐστιν ἡ ἀπορία, ἣν ἐπὶ μὲν τῆς κοινῆς αἰσθήσεως γυμνάζει, ἁρμόζει δὲ ἐπὶ τῶν κατὰ μέρος αἰσθήσεων μᾶλλον· αὗται γὰρ μᾶλλον τῶν ἐναντίων ἀντιλαμβάνονται ἤπερ ἡ κοινὴ αἴσθησις. ἀλλ’ ἐπειδὴ ὧν μὲν ἀντιλαμβάνονται αἱ κατὰ μέρος αἰσθήσεις, καὶ ἡ κοινὴ ἀντιλαμβάνεται, ὧν δὲ ἡ κοινή, οὐ πάντως καὶ αἱ κατὰ μέρος, διὰ τοῦτο ὡς ἐπὶ κοινῆς αἰσθήσεως τὸ ἄπορον γυμνάζει. καὶ οὕτω μὲν ἠπόρησεν. εἶτα ἐπιλύεται αὐτὴν οὕτως ὅτι ἡ κοινὴ αἴσθησις καὶ μία ἔστι καὶ πολλαί, μία μὲν τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῇ σχέσει, ταὐτὸν δὲ εἰπεῖν τῷ λόγῳ· ὡς ἀπὸ κοινῆς γὰρ πηγῆς τῆς κοινῆς αἰσθήσεως προέρχονται αἱ ἄλλαι αἰσθήσεις, ὥστε μία μέν ἐστιν αὕτη τῷ ὑποκειμένῳ, πολλαὶ δὲ τῷ λόγῳ. καθὸ μὲν οὖν μία ἐστί, κατὰ τοῦτο κρίνει τὴν διαφοράν, καθὸ δὲ πολλαὶ τῷ λόγῳ, κατὰ τοῦτο δέχεται τὰ ἐναντία. αὕτη μέν ἐστιν ἡ ψευδὴς λύσις· ἀνατρέπει δὲ αὐτὴν Ἀριστοτέλης λέγων ὅτι τὰ τῷ ὑποκειμένῳ ταὐτὰ τῷ δὲ λόγῳ διάφορα δυνάμει μὲν ὄντα τὰ ἐναντία δύναται δέξασθαι, ἐνεργείᾳ δὲ γενόμενα οὐ δύναται δέξασθαι τὰ ἐναντία. οἷον τυχὸν τὸ θερμὸν καὶ ψυχρὸν τῷ μὲν ὑποκειμένῳ ταὐτά ἐστιν ἐν ἑνὶ γὰρ ὑποκειμένῳ γίνεται) τῷ δὲ λόγῳ διάφορα, καὶ ὅμως οὐ δύναται ἐνεργείᾳ ἅμα εἶναι. ὥστε οὐδὲ ἡ κοινὴ αἴσθησις, ἐπειδὴ τῷ μὲν ὑποκειμένῳ μία ἐστί, τῷ δὲ λόγῳ πολλαί, ἤδη παρὰ τοῦτο δύναται δέξασθαι τὰ ἐναντία εἴδη τῶν αἰσθητῶν ἅμα. οὕτως ἀνατρέψας τὴν ψευδῆ λύσιν λέγει ἄλλην λύσιν ἀληθῆ· φησὶ γὰρ ὅτι ἡ κοινὴ αἴσθησις καὶ μία ἐστὶ τῷ ὑποκειμένῳ καὶ πολλαὶ πάλιν τῷ ὑποκειμένῳ. κατὰ τοῦτο γὰρ διαφέρει αὕτη ἡ λύσις τῆς προτέρας λύσεως, ὅτι ἐκείνη μὲν μίαν ἔλεγε τὴν κοινὴν αἴσθησιν τῷ ὑποκειμένῳ, πολλὰς δὲ τῷ λόγῳ, αὕτη δὲ καὶ μίαν καὶ πολλὰς λέγει αὐτὴν τῷ ὑποκειμένῳ. οἷον ὡς ἐπὶ παραδείγματος γυμνάσωμεν τὸν λόγον, νόησόν μοι κέντρον καὶ ἐξ αὐτοῦ πέντε εὐθείας ἐκβαλλομένας καὶ μετὰ τοῦτο διαιρουμένας ἀπ’ ἀλλήλων. τοῦτο δὴ τὸ κέντρον καὶ ἕν ἐστι πρὸς τὴν οἰκείαν φύσιν, ἀλλὰ μὴν καὶ πολλά· ἑκάστης γὰρ πέρας ἐστὶ τὸ ἓν ἐκεῖνο καὶ μετὰ τὸ διαιρεθῆναι αὐτὰς ἐξ ἀλλήλων. καὶ μὴ εἴπῃς ‘πῶς τὸ ἀμερὲς ὃν πρὸς ἑκάστην ἀπονέμεται’; τοιαύτη γὰρ ἡ τῶν ἀσωμάτων φύσις, ὥσπερ γοῦν καὶ τὸ ζῷον ἕν ἐστι πρὸς τὴν φύσιν καὶ πολλά· ὅλον γὰρ ὡς ὅλον ἐν τῇ ἑκάστου ἀτόμου ἐστὶ φύσει. εἰ οὖν καὶ ἕν ἐστιν ἡ κοινὴ αἴσθησις καὶ πολλὰ τῷ ὑποκειμένῳ, ὡς μὲν ἓν ταύτῃ κρίνει, ὡς δὲ πολλὰ γινώσκει πολλά, κἄν ὦσι ταῦτα ἐναντία. καὶ τὰ μὲν διὰ τῆς λέξεως ταῦτα. ἀλλ’ ἐπειδὴ λογικωτέρα ἐστὶν ἡ τοιαύτη ἀπόδοσις, φέρε φυσικωτέραν λύσιν ἐπινοήσωμεν· ἔστι δὲ αὕτη. ἡ κοινὴ αἴσθησις αὐτὴ μὲν ἀσώματός ἐστιν, ἐν ὑποκειμένῳ δέ ἐστι τῷ σώματι· ὑπόκειται γὰρ αὐτῇ τὸ πνευματικὸν σῶμα. τὰ οὖν εἴδη τῶν αἰσθητῶν, κἄν ὦσιν ἐναντία, ἐν τῷ πνευματικῷ γίνονται κατ’ ἄλλο καὶ ἄλλο αὐτοῦ μέρος· λοιπὸν ἡ δύναμις αὕτη τὰ ἐν τῷ πνεύματι πάθη κρίνει. καὶ οὕτως ἐπιλυόμεθα τὸν λόγον, καὶ οὔ φαμεν ἐν ἀμερεῖ τὰ ἐναντία εἴδη γίνεσθαι, ἀλλ’ ἐν μεριστῷ, τουτέστι τῷ πνευματικῷ, κατ’ ἄλλο καὶ ἄλλο μέρος. εἰπὲ δέ καὶ τὸ ἄλλο ὅτι ὑλικῶς μὲν οὐχ ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεται, κριτικῶς δὲ ἅμα, ἐπειδὴ ἅμα κρίνει τὰ ἐναντία. πλὴν ἐὰν προσσχῇς, οὐδὲ κριτικῶς· εἴρηται γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι ἐναντίαι δόξαι εἰσὶν οὐχ αἱ περὶ ἐναντίων ἐναντία λέγουσαι, οἷον ὅτι τὸ μὲν λευκὸν διακρίνει τὸ δὲ μέλαν συγκρίνει, ἀλλ’ αἱ περὶ τοῦ αὐτοῦ τὰ ἐναντία λέγουσαι, οἷον ὅτι τὸ λευκὸν καὶ διακρίνει καὶ συγκρίνει. αὗται οὖν εἰσιν αἱ ἐναντίαι δόξαι. εἰ οὖν ἡ κοινὴ αἴσθησις εἴποι ὅτι τὸ μὲν λευκὸν διακρίνει, τὸ δὲ μέλαν συγκρίνει, οὐδὲν πείσεται, τᾶι, διότι οὐ τὰ ἐναντία ἔκρινε, καὶ ἄμφω ἀληθῶς καὶ οὐ περὶ τοῦ αὐτοῦ ἐναντία ἀπεφήνατο. ὥστε οὐδὲ κριτικῶς τῶν ἐναντίων ἀντιλαμβάνεται. ἡ πρὸ ταύτης οὖν λύσις καλῶς ἔχει. ὅρα δὲ ὅτι μεμφόμενος Πλάτωνι, διότι κατεμαθηματικεύσατο τὴν φύσιν, αὐτὸς διὰ μαθηματικῶν ἐπελύσατο τὰ φυσικά· ἰδοὺ γὰρ εἶπεν τὴν τῆς στιγμῆς λύσιν. πρὸς ὃ λέγομεν ὅτι οὐ διὰ τὸ ἐπιλύεσθαι ἐκ τῶν μαθηματικῶν τὰ φυσικὰ ἐπιμέμφεται αὐτῷ, ἀλλ’ ὅτι τὰ φυσικὰ μεγέθη ἐκ τῶν μαθηματικῶν συνίστησι. ταῦτα εἰπών, ἐπειδὴ ταὐτὸν λέγει φαντασίαν καὶ κοινὴν αἴσθησιν, τὸν περὶ φαντασίας λόγον γυμνάζει καὶ τρέπεται εἰς τὴν περὶ τῆς λογικῆς ψυχῆς διδασκαλίαν, ἵνα δείξῃ ὅτι αὕτη ἐστὶν ἡ πρώτως κινοῦσα καὶ οὐχ ἡ ἄλογος· ἐν οἷς ἡ θεωρία. | p. 426b8 ‘Εκάστη μὲν οὗν αἴσθησις τοῦ ὑποκειμένου αἰσθητοῦ ἐστιν, ὑπάρχουσα ἐν τῷ αἰσθητηρίῳ ᾗ αἰσθητήριον. ‘Eκάστη, φησίν, αἴσθησις τῶν οἰκείων αἰσθητῶν ἀντιλαμβάνεται, οὖσα ἐν τῷ αἰσθητηρίῳ ἑαυτῆς, ὅτε κατὰ φύσιν ἔχει τὸ αἰσθητήριον. αἰσθητήριον δὲ λέγει ἢ τὸ πνεῦμα τὸ ὀστρέινον. ἡ αἴσθησις οὖν ἡ οὖσα ἐν τῷ αἰσθητηρίῳ αὐτὴ οἶδε τὰ ὁμογενῆ, ἐντεῦθεν δὲ εὐφυῶς εἰσβάλλει εἰς τὴν κοινὴν αἴσθησιν. εἰ γὰρ ἑκάστη αἴσθησις τὰ ἴδια ὁμογενῆ οἶδεν ἐναντία, τὰ δὲ ἐναντία] ἀνομογενῆ ἡ κοινὴ αἴσθησις οἶδεν, ἔστιν ἄρα ἡ κοινὴ αἴσθησις. καὶ Πλάτων’ δὲ πρὸ Ἀριστοτέλους καλεῖ κοινὴν αἴσθησιν, ἔνθα φησὶν ‘εἰ γὰρ μή ἐστιν, ὅμοιοί ἐσμεν τοῖς ἐν τῷ δουρίῳ ἵππῳ’, ἐν οἷς οὐκ ἔστι κοινὴ αἴσθησις ἐν τῷ δουρίῳ οὖσα ἵππῳ. p. 426b12 ἐπεὶ δὲ τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ ἕκαστον τῶν αἰσθητῶν πρὸς ἕκαστον κρίνομεν, τινὶ καὶ αἰσθανόμεθα ὅτι διαφέρει. ἀνάγκη δὴ αἰσθήσει· αἰσθητὰ γάρ ἐστιν. Ἀνάγκη, φησί, τὰ ἀνομογενῆ αἰσθήσει τινὶ γινώσκειν, ἐπειδὴ ἀντιλαμβάνεται, τὰ δὲ αἰσθητὰ πρὸς ἀναφορὰν αἰσθήσεων λέγεται, ὡς ὅτι ὁ λόγος οὐκ ἀντιλαμβάνεται αἰσθητῶν, ὥστε οὐδὲν ἔδειξεν ἐκ τούτου. ἀλλ’ ἡμεῖς καλῶς ἐδείξαμεν ἐκ τῶν ἀλόγων τοῦτο ὅτι οὐκ ἔστι λογικῆς· καὶ κύων γὰρ κρίνει διαφορὰν γλυκέος καὶ λευκοῦ, εἴπερ οὐ παντὶ λευκῷ ἐπέρχεται οὐ γὰρ λίθῳ), ἀλλὰ μόνον τῷ ἐγχύμῳ. p. 426b15 Ἧι καὶ δῆλον ὅτι ἡ σὰρξ οὐκ ἔστι τὸ ἔσχατον αἰσθητηριον. Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον· καὶ σημείωσαι ὅτι τὸ σῶμα σάρκα ἐκάλεσε καὶ τὴν αἴσθησιν αἰσθητήριον. δέον δὲ ἦν αὐτὴν εἰπεῖν ὅτι ἡ ἐσχάτη αἴσθησις οὐκ ἔστι σῶμα· εἶπε δὲ αὐτὸς ὅτι τὸ ἔσχατον αἰσθητήριον οὐκ ἔστι σάρξ. ἐσχάτην δὲ αἴσθησιν ἀκουστέον τὴν κοινὴν αἴσθησιν· ἐσχάτην δὲ αὐτὴν ἐκάλεσε, διότι εἰς αὐτὴν ἀποπερατοῦνται αἱ αἰσθήσεις, καὶ οἱ ἐν αὐταῖς τύποι μετὰ τὸ παρελθεῖν πάντα εἰς αὐτὴν ἔρχονται. εἰ δὲ ἦν σῶμα, φησίν, ἡ κοινὴ αἴσθησις, ἀνάγκη ἦν αὐτὴν ἀπτομένην τῶν αἰσθητῶν κρίνειν αὐτά. καὶ ὅτι οὐ κεχωρισμένως ἐν ἅλῳ καὶ ἄλλῳ μορίῳ αἰσθάνεται οὗ ἐστι σώματος, ἐπεὶ ἔσται ὡς εἰ τοῦ μὲν ἐγώ, σὺ δὲ τοῦδε αἴσθοιο. εἰ γὰρ μὴ μία ἐστὶ δύναμις ἡ κρίνουσα τὸ λευκὸν καὶ τὸ γλυκύ, ὅμοιόν ἐστιν ὡς εἰ δύο τινὲς διαφόρων αἰσθανόμενοι διάφορα αὐτὰ ἔφασαν, ὧν ἑκάτερος οὐκ οἶδε τίνος ὁ ἕτερος ᾔσθετο. p. 426b20 Δεῖ δὲ τὸ ἓν λέγειν ὅτι ἕτερον. Μίαν, φησίν, αἴσθησιν δεῖ εἰπεῖν ὅτι ἕτερόν ἐστι τὸ γλυκὺ καὶ τὸ λευκόν, καὶ τὸ λευκὸν καὶ τὸ γλυκύ. τὸ γὰρ αὐτὸ λέγει, καὶ οὐ δεῖ κεχωρισμένον εἶναι σῶμα τὸ λέγον. ὥστε ὡς λέγει, οὕτως καὶ νοεῖ καὶ αἰσθάνεται. νοεῖ λέγει ἀντὶ τοὐ φαντάζεται. p. 426b23 Ὅτι δ’ οὐδ’ ἐν κεχωρισμένῳ χρόνῳ. ‘Εντεῦθεν τὸ τρίτον τῆς θεωρίας κεφάλαιον λέγεται, ὅτι ἀχρόνως ἐνεργεῖ ἡ κοινὴ αἴσθησις. ὥσπερ γάρ, φησί, μία ἐστὶν ἀσώματος αἴσθησις ἡ λέγουσα ὅτι διαφέρει τὸ ἀγαθὸν τοῦ κακοῦ, καὶ τὸ κακὸν ἄρα ὅτε λέγει διαφέρειν τοῦ ἀγαθοῦ, ἐν τῷ αὐτῷ χρόνῳ τῷ πρώτῳ λέγει· νῦν γὰρ λέγει ἄμφω, καὶ νῦν κατὰ τὸ κύριον νῦν καὶ οὐ κατὰ συμβεβηκός, <ὡς> ὅταν πάλαι γενόμενον νῦν εἴπω γενέσθαι, οἷον ἐπειδὴ νῦν ἤκουσα, νῦν ἐγένετο τὰ Τρωϊκά. λέγεται δὲ καὶ κυρίως νῦν, ὅταν τὸ νῦν γινόμενον νῦν εἰδῶ, ὥσπερ, φησί, καὶ ἡ κοινὴ αἴσθησις νῦν λέγει τὴν διάκρισιν κατὰ τὸ κυρίως νῦν· ὅτε γὰρ αἰσθάνεται, διακρίνει· τὸ γὰρ περὶ ἀπὸν ἐνεργεῖν φαντασίας ἐστίν. p. 426b28 Ὥστε ἀχώριστον καὶ ἐν ἀχωρίστῳ χρόνῳ. Τοῦτο κοινόν ἐστι συμπέρασμα τῶν δύο κεφαλαίων· φησὶ γὰρ ὅτι εἰ ἅμα ἐν τῷ αὐτῷ νῦν διακρίνει καὶ τὸ γλυκὺ τοῦ λευκοῦ καὶ θάτερον, τουτέστι τὸ λευκὸν τοδ’ γλυκέος, δῆλον ὅτι καὶ ἀχώριστός ἐστι σώματι καὶ ἐν ἀχωρίστῳ χρόνῳ ἐνεργεῖ, τουτέστιν ἀχρόνως. p. 426b29 Ἀλλὰ μὴν οὐ δυνατὸν ἅμα τὰς ἐναντίας κινήσεις κινεῖσθαι τὸ αὐτό. Ἐντεῦθέν ἐστι τὸ τέταρτον κεφάλαιον τῆς θεωρίς, ἐν ᾧ ἄρχεται τῆς ἀπορίας καί φησιν, εἰ ἀσώματός ἐστιν ἡ κοινὴ αἴσθησις καὶ ἀχρόνως ἐνεργεῖ, πῶς δύναται ἅμα τῶν ἐναντίων ἀντιλαμβάνεσθαι; εἰ γὰρ ἦν σῶμα, ἠδύνατο κατ’ ἄλλο καὶ ἄλλο καὶ λευκοῦ καὶ μέλανος ἀντιλαμβάνεσθαι ἅμ. νόησιν δὲ ἢ τὴν φαντασίαν λέγει ἢ τὴν ἐνέργειαν τοῦ νοῦ. p. 427a2 Ἄρ’ οὖν ἅμα μὲν καὶ ἀριθμῷ ἀδιαίρετον καὶ χρόνῳ ἀχώριστον τὸ κρῖνον. | Ἐντεῦθεν ἡ ψευδής ἐστι λύσις τῆς ἀπορίας. ἀριθμῷ δὲ μίαν καὶ χρόνῳ p 2r ἀχώριστον λέγει, τουτέστι μίαν μὲν τῷ ὑποκειμένῳ, πολλὰς δὲ τῷ λόγῳ· ἀντὶ δὲ τοῦ εἰπεῖν τῷ λόγῳ εἶπεν πολλὰς δὲ τῷ εἶναι. καθὸ μὲν οὖν ἐστι πολλά, τὰ ἐναντία δέχεται, καθὸ δὲ ἕν ἐστι, κρίνει αὐτά· τῷ μὲν γὰρ λόγῳ διαιρετόν ἐστι, τουτέστι πολλά τὸ γὰρ διαιρούμενον πολλὰ γίνεται), τῷ δὲ ὑποκειμένῳ ἀδιαίρετον καὶ ἐν. ὅπερ ὑποκείμενον δηλῶσι βουλόμενος εἶπεν ἀριθμῷ δὲ καὶ τόπῳ ἀδιαίρετον. p. 427a5 Ἢ οὐχ οἷόν τε; Ἐντεῦθέν ἐστιν ἡ ἀνατροπὴ τῆς ψευδοῦς λύσεως τῆς ἀπορίας. δυνάμει γάρ, φησί, τὸ αὐτὸ δύναται δέχεσθαι τὰ ἐναντία ἀδιαίρετον ὄν, τῷ δὲ εἶναι οὔ, ἀντὶ τοῦ ἐνεργείᾳ δὲ οὐ δύναται δέξασθαι τὰ ἐναντία· ἐν γὰρ τῷ ἐνεργεῖσθαι διαιρεῖται. ἐνεργοῦντος γὰρ φέρε εἰπεῖν τοῦ λευκοῦ καὶ τοῦ μέλανος διαιρεῖται τὸ ὑποκείμενον καὶ διασπᾶται καὶ οὐ μένει ἀδιαίρετον. p. 427a9 Ἀλλ’ ὥσπερ ἣν καλοῦσί τινες στιγμήν, ᾗ μία καὶ δὺο, ταύτῃ καὶ διαιρετή. Ἐντεῦθέν ἐστιν ἡ δευτέρα λύσις, ὅτι ὥσπερ ἡ στιγμὴ καὶ μία ἐστὶν ὡς στιγμὴ καὶ δύο καὶ πολλαί, καθὸ συμπερατοῦται ταῖς εὐθείαις καὶ ὡς πολλαὶ κεχώρισται, οὕτω καὶ ἡ αἴσθησις· καθὸ ὡς στιγμή ἐστιν, ἕν ἐστι τὸ αἰσθανόμενον καὶ ἅμα, καθὸ <δὲ> συνεξέρχεται τοῖς αἰσθητοῖς, ὡς στιγμὴ ταῖς εὐθείαις, καὶ δύο καὶ πολλὰ κρίνει· καθὸ δὲ ὅν ἐστιν, ἅμα καὶ ἀχρόνως ἀντιλαμβάνεται. p. 427a14 Περὶ μὲν οὖν τῆς ἀρχῆς ᾗ φαμεν τὸ ζῷον αἰσθητικὸν εἶναι, διωρίσθω τὸν τρόπον τοῦτον. Τὸ ᾗ ἀντὶ τοῦ καθό ἐστι· οὐχ ὅτι πολλὰς ἔχει ἀρχὰς τὸ ζῷον, διὰ τοῦτο εἶπεν Ἀριστοτέλης ὅτι περὶ ἐκείνης τῆς ἀρχῆς λέγω περὶ] ᾗ τὸ ζῷον λέγομεν αἰσθάνεσθαι, ἀλλ’ ὅτι μία ἐστὶ καὶ πολλαί, ὥς φησιν ὁ Πλούταρχος. ἐν οἷς ἡ πρᾶξις καὶ τὸ πρῶτον τμῆμα σὺν θεῷ πληροῦται. p. 427a17 ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ κρίνειν καὶ αἰσθάνεσθαι, καὶ τὰ λοιπά. Ἐπειδὴ ἡ ἀθρόα μεταβολὴ καὶ ἐν λόγῳ καὶ ἐν πράγματι κακή, διὰ τοῦτο οὐκ εὐθὺς ἀπὸ τῆς ἀλόγου χωρεῖ ἐπὶ τὴν λογικήν, ἀλλὰ πρότερον λέγει διάκρισίν τινα τῶν γνωστικῶν τῆς ἀλόγου καὶ τῆς λογικῆς, εἶτα καὶ φαντασίαν διακρίνει ἀπὸ τῆς γνώσεως τοῦ λόγου, καὶ ἐν τῷ μέσῳ διακρίνει φαντασίαν ἀπὸ τῶν κατὰ μέρος αἰσθήσεων, αὐτὴν τὴν ἄλογον πρὸς ἑαυτὴν διακρίνων, ὅπερ οὐκ ἦν σκοπός, καὶ λέγει ὅτι ἡ φαντασία οὔτε αἴσθησίς ἐστιν οὔτε δόξα οὔτε δὲ ἐξ ἀμφοτέρων συνίσταται. πρὶν δὲ διακρίνει ταῦτα, θέλων αὐξῆσαι τὴν διάκρισιν κοινωνίαν αὐτῶν λέγει· κοινωνοῦσι γάρ, φησίν, αἱ γνώσεις τῆς ἀλόγου καὶ τῆς λογικῆς, ἐπειδὴ ἄμφω κρίσεις εἰσί. καὶ κατ’ ἄλλο δὲ κοινωνοῦσι, κατὰ τὸ συγχύσαι τοὺς ἀρχαίους τὰς γνωστικὰς δυνάμεις τῆς τε λογικῆς καὶ τῆς ἀλόγου· τὰς γὰρ τῶν αἰσθήσεων ἐνεργείας νόησιν ἐκάλεσαν, καὶ τὸ ὄνομα τῆς ἀλόγου ἐνεργείας τῷ ὀνόματι τῆς λογικῆς ἐνεργείας ὠνόμασαν, τὴν αἴσθησιν καὶ τὴν φαντασίαν καλέσαντες νόησιν. τοῦτο δὲ πεποίηκεν Ἐμπεδοκλῆς εἰπὼν “πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν”. συλλογιζόμεθα γὰρ ἐκ τῆς χρήσεως ταύτης ὅτι τὴν μῆτιν καὶ τὴν νόησιν εἶπε τῶν αἰσθητῶν εἶναι. ὁ δὲ συλλογισμὸς τοιοῦτος· ἡ αἴσθησις τῶν αἰσθητῶν ἀντιλαμβάνεται· τὸ τῶν αἰσθητῶν ἀντιλαμβανόμενον τῶν παρόντων ἀντιλαμβάνεται· ἡ αἴσθησις ἄρα τῶν παρόντων ἀντιλαμβάνεται. οὕτως ἐν πρώτῳ σχήματι συνῆκται ὅτι ἡ αἴσθησίς ἐστιν ἡ τῶν παρόντων ἀντιλαμβανομένη, ἣν αὐτὸς μῆτιν ἐκάλεσεν. ὥστε συνέχυσε τὰ ὀνόματα τὴν αἴσθησιν νοῦν καλέσας. τινὲς δέ φασιν ὅτι οὐ τὸν νοῦν ἐκάλεσε μῆτιν, ἀλλὰ τὴν διάνοιαν· πρὸς τὸ παρὸν γάρ, φησίν, ἡ διάνοια ἐνεργεῖ. τὸ γὰρ ἀέξεται ἀντὶ τοῦ ἐνεργεῖ ἔλαβε, καὶ καλῶς εἶπεν αὔξεται· ἡ γὰρ ἐνέργεια αὔξει τὴν δύναμιν, ὥσπερ καὶ τοὐναντίον ἡ ἡσυχία βλάπτει· κίνησις γὰρ κρατύνει. εἰ οὖν περὶ τὰ παρόντα λέγει τὴν διάνοιαν ἐνεργεῖν, τὸ δὲ παρὸν ἡ αἴσθησις οἶδε, ταὐτὸν ἄρα <λέγει> αἴσθησιν καὶ διάνοιαν. κακῶς δὲ τοῦτο λαμβάνεται· οὐδὲ γὰρ περὶ τὸ παρὸν μόνη αἴσθησις ἐνεργεῖ, ἀλλὰ καὶ διάνοια· ἀλλὰ καὶ μᾶλλον αὕτη, εἴπερ ἡ μὲν αἴσθησις ἔξω ἔχει τὸ αἰσθητόν, ἡ δὲ διάνοια ἐντὸς τὸ ἴδιον πρᾶγμα καὶ ὅτε θέλει προχειρίζεται αὐτό. ὥστε κἂν εἶπε τὴν διάνοιαν περὶ τὸ παρὸν ἐνεργεῖν, οὐκ αἴσθησιν αὐτὴν ἐποίησεν. τὸ αὐτὸ δὲ ἔστιν εἰπεῖν καὶ ἐὰν τὴν αἴσθησιν εἷπε νοῦν. καὶ αὕτη μὲν ἡ πρώτη χρῆσις, ἣν ἐδείξαμεν νῦν ἀπρόσφορον οὖσαν· φέρει δὲ καὶ ἄλλην χρῆσιν αὐτοῦ ’Εμπεδοκλέους πρόσφορον τῷ ὄντι. ὁ γὰρ Ἐμπεδοκλῆς τὰς διαφορὰς τῶν ὀνειπάτων λέγων φησὶν ὅτι ἐκ τῶν μεθ’ ἡμέραν ἐνεργημάτων αἱ νυκτεριναὶ γίνονται φαντασίαι· ταύτην δὲ τὴν φαντασίαν φρόνησιν καλεῖ ἐν οἷς φησιν ‘‘ὅθεν σφίσιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”. ἰδοὺ γὰρ τηλαυγῶς τὴν γνῶσιν τῆς ἀλόγου, τὴν φαντασίαν φημί, φρόνησιν καλεῖ· καὶ οὐ μόνον ’Εμπεδοκλῆς, ἀλλὰ καὶ Ὅμηρος αὐτός φησι “τοῖος γὰρ νόος ἐστὶν ἐπιχθονίων ἀνθρώπων, οἷον ἐπ’ ἦμαρ ἄγῃσι πατὴρ ἀνδρῶν τε θεῶν τέ’. νόον γὰρ νῦν λέγει τὴν αἴσθησιν, ἐπ’ ἦμαρ δὲ τὸ αἰσθητόν· τοιαύτη οὖν ἐστιν ἡ αἴσθησις οἷον τὸ αἰσθητόν. ἰδοὺ οὖν, φησί, καὶ Ὅμηρος τὴν αἴσθησιν νοῦν καλεῖ, καὶ ἐντεῦθεν τύρβη γέγονε τῶν ὀνομάτων. λέγομεν δὲ ἡμεῖς ὑπὲρ Ὁμήρου ὅτι, ὧ Ἁρι|στότελες, κακῶς ἐνόησας τὸ τί· νόον γὰρ λέγει τὸν νοῦν, ἐπ’ ἦμαρ δὲ οὐ τὸ αἰσθητόν, ἀλλὰ τὴν τύχην ἤτοι τὴν εἱμαρμένην. οἱ στίχοι οὖν τοιαύτην ἔννοιαν ἔχουσιν ὅτι ὁ νοῦς τῶν ἀνθρώπων τοιοῦτός ἐστιν, οἵα καὶ ἡ τύχη αὐτῶν. καὶ ἐοικὸς τὸ διστίχιον τοῦτο ἐκείνῳ τῷ τραγικῷ τῷ λέγοντι “πρὸς τὰς τύχας δὲ τὰς φρένας κεκτήμεθα”. πένης γάρ τις ὢν μέτριός ἐστι τὸ ἦθος, πλουτήσας δὲ μοχθηρὸς γίνεται. τοῦτο δὲ οὐκ ἐπὶ παντὸς ἀνθρώπου ἁρμόζει τὸ πρὸς τὰς τύχας εἶναι τὰς φρένας, ἀλλ’ ἐπὶ μόνων τῶν ῥᾳθύμων καὶ ἀκολάστων καὶ ἔνυλον ζωὴν ἐχόντων· ὅθεν ὁ ποιητὴς οὐκ εἶπεν ἀνθρώπων μόνον καὶ ἐσιώπησεν, ἀλλὰ προσέθηκε τὸ ἐπιχθονίων, τὸ ἔνυλον τῆς ζωῆς ἐντεῦθεν ἐμφαίνων ἡμῖν. οἱ δὲ μὴ ἐνύλως ζῶντες οὐχ οὕτω συμμετατρέπονται. ὥστε οὐδὲ ἡ Ὁμήρου χρῆσις συνέχυσε τὰ ὀνόματα. ἀπελογήσαντο δέ τινες καὶ ὑπὲρ Ἐμπεδοκέους ὅτι οὐ μόνον ἐκ τῶν λειψάνων τῶν αἰσθήσεων τὰ ἐνύπνια γίνονται, ἀλλὰ καὶ ἐξ ἄλλων. τρεῖς γὰρ τούτου εἰσὶν αἰτίαι, τό τε εἰρημένον, ὅταν ἡ φαντασία ἐκ τῶν αἰσθήσεων ποιήσῃ τὰ ὀνείρατα· ἀλλὰ μὴν καὶ ἡ λογικὴ ψυχή ἐστιν αἰτία τῶν ὀνειράτων, ὅταν ζητοῦσα εὕρῃ, καὶ ἡ θεία ἔκλαμ- ψις, ὅτε τὰ μέλλοντα προλέγομεν. εἰ οὖν φησιν “ὅθεν σφίσιν αἰεὶ καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται”, ὡς πρὸς τοὺς ὀνείρους ἀπέβλεψεν τοὺς ἀπὸ τῆς λογικῆς ψυχῆς. ἀλλοία δὲ γίνεται ἡ φρόνησις ἐν ὀνείροις, διότι ἐν νυκτὶ ἐναργέστεραι αἱ φυσικαὶ δυνάμεις εἰσὶ καὶ ἀμβλύνεται ἡ λογική, ἐν δὲ τῆ ἡμέρᾳ αὕτη μᾶλλον ἐνεργεῖ. ἐγκαλεῖ δὲ πάλιν Ἀριστοτέλης τῷ ’Εμπεδοκλεὶ οὐ μόνον ὅτι σύγχυσιν ἐποιήσατο τῶν ὀνομάτων, ἀλλ’ ὅτι καὶ εἰπὼν ὡς τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, περὶ μὲν γνώσεως εἶπε, περὶ δὲ ἀπάτης οὐκ εἶπε· καίτοι ἐχρῆν περὶ ἀπάτης μᾶλλον εἰπεῖν ἢ περὶ ἐπιστήμης, διότι πλέον οὗ γινώσκομεν ἀπατώμεθα. τούτου δὲ αἴτιον ἡ γένεσις καὶ ἡ ἐν τῇ ὕλῃ ἀμβλυωπία τῆς ψυχῆς. ὥσπερ γὰρ τῶν ἐν λοιμώδει χωρίῳ ὄντων πλείους νοσοῦσι τῶν ὑγιαινόντων, οὕτω καὶ τῶν ἐν γενέσει ψυχῶν μᾶλλον αὐθεντεῖ ἄγνοια ἤπερ γνῶσις. ἐπειδὴ οὖν μᾶλλον ἀπατώμεθα, ἐχρῆν αὐτὸν πλέον περὶ ἀπάτης διαλεχθῆναι· οὐδὲ γὰρ ὁ Ἐμπεδοκλῆς δοξάζει μὴ εἶναι ἀπάτην. αὐτὴ γὰρ ἡ δόξα ἡ λέγουσα μὴ εἶναι ἀπάτην ἠλέγχθη ὑπὸ Πλάτωνος. εἰ μὲν οὖν μὴ δοξάζει εἶναι ἀπάτην, τοῖς Πρωταγορείοις ἐλεγχέσθω λόγοις· εἰ δὲ δοξάζει, διὰ τί μὴ εἶπεν τὸ αἴτιον αὐτῆς; εἰ μή τι ἄρα συνάξομεν ὅτι εἰ ἡ γνῶσις τοῦ ὁμοίου ἐστὶ γνῶσις, ἡ ἀπάτη ἄρα τοῦ ἀνομοίου ἐστὶ θίξις, καὶ διὰ τοῦ ἀντικειμένου ἠθέλησε καὶ τὸ ἀντικείμενον ὑπακουσθῆναι. καὶ τοῦτο μὲν αὐτῷ συνάγεται, ἡμεῖς δὲ οὐ συγχωροῦμεν τὴν ἐπιστήμην τοῦ ὁμοίου γνῶσιν εἶναι. διὰ συλλογισμοῦ τοῦτο ἀναιροῦντες· εἰ τὰ ἐναντία μία ἐπιστήμη οἶδε, τὰ δὲ ἐναντία ἀνόμοιά ἐστιν, οὐκ ἄρα τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. ἰδοὺ γὰρ ἡ ἐπιστήμη μία ἐστί, καὶ δύο ἐναντία οἶδεν· εἰ οὖν ἑνὶ τῶν ἐναντίων ἐστὶν ὁμοία ἡ ἐπιστήμη, τῷ ἄλλῳ ἄρα οὐκ ἔστιν ὁμοία, καίτοι γινώσκουσα αὐτό. ὥστε οὐ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται, ὦ Ἐμπεδόκλεις. εἰ οὖν ἡ γνῶσις οὐκ ἔστι τοῦ ὁμοίου θίξις, οὐδὲ ἡ ἀπάτη τοῦ ἀνομοίου θίξις ἐστί. καὶ ταῦτα μὲν πρὸς τὸν Ἐμπεδοκλέα. Λοιπὸν δὲ τὴν διαφορὰν τῶν γνωστικῶν δυνάμεων τῆς ἀλόγου, ὅ ἐστιν αἰσθήσεως καὶ φαντασίας, πρὸς τὰς γνωστικὰς δυνάμεις τῆς λογικῆς παραδίδωσι. καὶ πρῶτον μὲν λέγει τὴν διαφορὰν αἰσθήσεως πρὸς νοῦν, διότι καὶ πλείστην κοινωνίαν ἔχουσι· μόναι γὰρ αὗται τῶν ἄλλων δυνάμεων καὶ τῆς ἀλόγου καὶ τῆς λογικῆς ἀμερῶς ἐπιβάλλουσι τοῖς πράγμασιν. ἥ τε γὰρ αἴσθησις ἀχρόνως ἀντιλαμβάνεται τῶν οἰκείων αἰσθητῶν, ὡς δέδεικται μικρὸν ἀνωτέρω, καὶ ὁ νοῦς δὲ ὁμοίως ἀχρόνως ἐνεργεῖ. ἐπειδὴ οὖν πολλή ἐστιν αὐτῶν ἡ κοινωνία, δἰὰ τοῦτο πρῶτον αὐτῶν λέγει τὴν διαφοράν. διαφέρει τοίνυν ὁ νοῦς τῆς αἰσθήσεως, ὅτι ἡ μὲν αἴσθησις ἐν πᾶσι τοῖς ζῴοις ἐστίν, ὁ δὲ νοῦς οὐκ ἐν πᾶσιν, ἀλλ’ ἐν μόνῳ ἀνθρώπῳ. οὕτω μὲν οὗν διαφέρει νοῦς αἰσθήσεως. εἶτα μετὰ ταῦτα λέγει διαφορὰν αἰσθήσεως καὶ διανοίας· φησὶ γὰρ ὅτι ἡ μὲν αἴσθησις οὐ ταχέως ἀπατᾶται, ἡ δὲ διάνοια ταχέως ἀπατᾶται. ταχέως δὲ ἀπατᾶται ἡ διάνοια διὰ δύο αἰτίας, ἢ ὅτι ἡ μὲν αἴσθησις περὶ φανερὰ καὶ δῆλα καταγίνεται πράγματα, ἡ δὲ διάνοια περὶ κρυπτά, ἢ ὅτι ἡ μὲν αἴσθησις ἀχρόνως καὶ ἁπλῶς εἰπεῖν κατὰ πρώτην προσβολὴν προσβάλλει τοῖς πράγμασιν, ἡ δὲ διάνοια διὰ μέσων προτάσεων καὶ συμπερασμάτων, ἐξ ὧν ἀπάτη φιλεῖ γίνεσθαι· μόνη γὰρ διάνοιά ἐστιν ἡ συλλογιζομένη, ὅθεν καὶ ἀπατᾶται. καὶ οὗτοί εἰσιν οἱ δύο λόγοι δι’ οὓς ἡ διάνοια ἀπατᾶται. ἢ οὖν ταύτῃ διαφέρει αἴσθησις διανοίας ἢ ὅτι ἡ μὲν αἴσθησις πᾶσι τοῖς ζῴοις ὑπάρχει, ἡ δὲ διάνοια τοῖς ἔχουσι λόγον. εἶτα μετὰ τοῦτο λέγει διαφορὰν φαντασίας πρὸς αἴσθησιν καὶ διάνοιαν, καί φησιν ὅτι διαφέρει τούτων ἡ φαντασία, καθὸ μέση ἐστὶν αἰσθήσεως καὶ διανοίας. ἄρχεται μὲν γὰρ ἀπὸ τῆς αἰσθήσεως· ἀρχὰς γὰρ ἡ αἴσθησις δίδωσιν τῇ φαντασίᾳ· τασίᾳ· ἐκείνη δὲ λοιπὸν τῇ διανοίᾳ ἀρχὰς δίδωσιν· ἄνευ γὰρ φαντασίας οὐ δύναται ἡ διάνοια ἐνεργῆσαι. καὶ ταύτῃ διαφέρει φαντασία αἰσθήσεως καὶ διανοίας. εἶτα πρὸς τούτοις λέγει δόξης καὶ φαντασίας διαφοράν, ὅτι φαντασθῆναι μὲν ὅτι καὶ θέλομεν δυνάμεθα καὶ γὰρ καὶ τρίπηχυν καὶ εἰκοσάπηχυν ἄνθρωπον φανταζόμεθα, καὶ δυνάμεθα ἀναπλάσασθαι καὶ τραγέλαφον καὶ καὶ Ἱπποκένταυρον) δοξάσαι δὲ ἃ θέλομεν οὐ δυνάμεθα. τὸ γὰρ δὶς δύο εἰπεῖν μὲν δέκα δυνάμεθα, δοξάσαι δὲ τοῦτο οὐ δυνάμεθα· καὶ τὸ πῦρ δὲ εἰπεῖν ὅτι οὐ θερμαίνει δυνάμεθα, δοξάσαι δὲ τοῦτο οὐ δυνάμεθα. ὥστε ἡ μὲν φαντασία ἐφ’ ἡμῖν, ἡ δὲ δόξα οὐκ ἐφ’ ἡμῖν. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐδὲ πᾶσα φαντασία ἐφ’ ἡμῖν ἐστιν· ἡ γὰρ ἐν τῷ καθεύδειν γινομένη οὐκ ἔστιν ἐφ’ ἡμῖν· οὐ γὰρ ἃ | θέλομεν ἐν τοῖς ὕπνοις φανταζόμεθα. καὶ τί λέγω τὴν ἐν τῷ καθεύδειν; ἀλλ’ οὐδὲ πᾶσα ἐν τῷ ἐγρηγορέναι. ὅτε μὲν γὰρ τὰ ὄντα ὡς ὄντα φαντάζομαι, οὐ δύναμαι εἰ μὴ ὡς ἔχουσι φαντάζεσθαι αὐτά, οἷον τὸν Σωκράτην εἰ προθῶμαι φαντάζεσθαι, οὐ δύναμαι αὐτὸν φαντασθῆναι ἀστεῖον καὶ λευκὸν καὶ κομῶντα, ἀλλὰ πάντως φαλακρὸν καὶ μέλανα καὶ προγάστορα. ὥστε ἡ ἀκριβὴς διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν δόξα οὐδέποτε ἐφ’ ἡμῖν ἐστιν, ἡ δὲ φαντασία ἐστί ποτε ἐφ’ ἡμῖν. αὕτη μὲν ἡ πρώτη διαφορά, λέγω δὲ καὶ δευτέραν τοιαύτην διαφοράν· φαντασθέντες μὲν πόλεμον οὐδέποτε φοβούμεθα, ἀλλ’ οὕτως ἐσμὲν ὡς ἐν γραφῇ τοῦτον θεώμενοι, δοξάσαντες δὲ πόλεμον εὐθὺς καὶ φοβούμεθα. αὕτη ἐστὶ καὶ ἡ δευτέρα διαφορά. πρὸς ἣν ἔστιν ἀπορῆσαι οὕτω· τί φῄς; φανταζόμενοι τὰ δεινὰ οὐ πτοούμεθα; καὶ μὴν καὶ ἵππος δόξαν μὴ ἔχων, ἐὰν ἴδῃ μάστιγα ἀναταθεῖσαν ἀναποδίζει ὡς ἄν τῇ φαντασίᾳ τῶν δεινῶν φοβηθείς. αὕτη μέν ἐστιν ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι ἐστὶ συγκατάθεσις, ἥτις καθ’ αὑτὸ μὲν ὑπάρχει τῇ δόξῃ καὶ οὐσία ἐστὶ τῆς δόξης, συμβεβηκὸς δὲ τῇ φαντασίᾳ· καὶ ὅταν οὖν δοξάσας τὰ δεινὰ συγκαταθῶμαι, πτοοῦμαι, καὶ πάλιν ὅταν φαντασθεὶς τὰ δεινὰ συγκαταθῶμαι, πτοοῦμαι. καὶ ὁ ἵππος οὖν πτοεῖται ὑπὸ τῆς φαντασίας διὰ τὴν συγκατάθεσιν, ὡς εἴ γε μὴ γένηται συγκατάθεσις, οὐ πτοεῖται. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται. p. 427a17 ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζονται μάλιστα τὴν ψυχήν, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ κρίνειν. Ἀλέξανδρος δοκεῖ μάτην εἶναι τὸ ἐπειδή· οὔτε γὰρ ἔχει ἀπόδοσιν· ὁ μέντοι Πλούταρχός φησι κατωτέρω εἶναι τὴν ἀπόδοσιν, ὅπου λέγει ‘ὅτι μὲν οὖν οὐ ταὐτὸν τὸ αἰσθάνεσθαι καὶ φρονεῖν’. καὶ ἔστιν ὁ νοῦς ὅλου τοῦ ῥητοῦ οὗτος· ἐπειδὴ δύο διαφοραῖς ὁρίζονται τὴν ψυχὴν οἱ παλαιοί, κινήσει τε τῇ κατὰ τόπον καὶ τῷ νοεῖν καὶ τῷ κρίνειν καὶ αἰσθάνεσθαι, καὶ τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι ἓν καὶ τὸ αὐτὸ ὑπολαμβάνουσιν, ὅτι δὲ οὐ ταὐτὸν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι φανερὸν ἐκ τούτου. τοῦτο δὲ ἐποίησεν Ἀριστοτέλης, ἵνα τὴν πλάνην τῶν ὀνομάτων διελέγξῃ ‘Oμήρου καὶ Ἐμπεδοκλέους. ἰστέον δὲ ὅτι τὸ κρίνειν ὡς κοινότερον ἔλαβε καὶ κατὰ λογικῆς καὶ ἀλόγου φερόμενον, τὸ δὲ νοεῖν ἐπὶ μόνης τῆς λογικῆς εἶπεν, τὸ δὲ αἰσθάνεσθαι ἐπὶ μόνης τῆς ἀλόγου. p. 427a19 Δοκεῖ δὲ καὶ τὸ νοεῖν καὶ τὸ φρονεῖν ὥσπερ αἰσθάνεσθαί τι εἶναι· ἐν ἀμφοτέροις γὰρ τούτοις ἡ ψυχὴ κρίνει. Διὰ τῶν παρόντων ῥητῶν τὴν αἰτίαν τῆς πλάνης τῶν παλαιῶν Ἀριστοτέλης διεξέρχεται, τὸ πόθεν ἐπλανήθησαν. φησὶ γὰρ ὅτι ἐπειδὴ κοινὴ τῇ αἰσθήσει πρὸς τὴν λοιπὴν ἅπασαν γνῶσιν ἡ κρίσις, διὰ τοῦτο ταὐτὸν πάντα ὑπέλαβον, καὶ τοῦτο γέγονεν αὐτοῖς αἴτιον τῆς πλάνης, ὥσπερ καὶ ἐν τοῖς κατ’ ἀρχὰς λόγοις διωρίσαμεν. εἴρηται γὰρ ἄνω ὅτι τῷ ὁμοίῳ γίνεται ἡ γνῶσις, ἔνθα εἴπομεν “γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ”, καὶ τὰ λοιπὰ τοῦ Ἐμπεδοκλέους ῥήματα. ἐντεῦθεν δὲ ἄλλο ἐπιλαμβάνεται Ἐμπεδοκλέους· λέγει γὰρ ὅτι ταὐτὸν ποιεῖ τῇ ἁφῇ τὴν διάνοιαν. τῇ γὰρ θίξει τοῦ ὁμοίου λέγει γίνεσθαι τὴν νόησιν· θίξει δὲ ἡ ἁφὴ ἀντιλαμβάνεται μόνη, ὥστε τὴν νόησιν ἁφὴν εἶπεν. ἔστι δὲ εἰπεῖν πρὸς Ἀριστοτέλην ὅτι ὁμώνυμός ἐστιν ἡ θίξις καὶ ἐν αὐταῖς ταῖς αἰσθήσεσιν· ἄλλη γὰρ θίξις ἁφῆς καὶ ἄλη ὄψεως. ἔστω οὖν εἶναι καὶ ἄλλην θίξιν τῆς νοήσεως καὶ μὴ συνάγεσθαι ταὐτὸν εἶναι τῇ ἀφῇ τὴν νόησιν. ἢ τὴν τοῦ ἀνομοίου θίξιν ἀπάτην εἶναι. ὥσπερ, φησί, τοῦ ὁμοίου ἡ θίξις γνῶσίς ἐστιν, οὕτω ἡ τοῦ ἀνομοίου θίξις ἁπτή ἐστίν, ἴνα θίξιν λάβῃς μὴ πάντως τὸ ἅπτεσθαι· ὁμώνυμος γὰρ αὕτη, ὡς εἴπομεν. εἰ δὲ τοῦτο οὕτω, φησί, καὶ οἶδας τί ἐστι γνῶσις, ἔχεις καὶ τί ἐστιν ἀπάτη· μία γὰρ τῶν ἀντικειμένων ἡ γνῶσις. ἀπορία δέ τις ἡμᾶς οὐχ ἡ τυχοῦσα διασέχεται· εἰ γὰρ τῇ θίξει τοῦ ὁμοίου ἡ γνῶσις, μία δὲ τῶν ἀντικειμένων ἡ γνῶσις, ἔσται ἄρα ἡ αἴσθησις ἅμ πρὸς τὰ ἀντικείμενα ὁμοιουμένη, ὅπερ ἄτοπον, ἐπειδὴ ὁμοιουμένη ἐνεργεῖ, ἅμα δὲ τῶν ἀντικειμένων ἀντιλαμβάνεται. ἀλλ’ οὐδὲν ἄτοπον ὁμοιοῦσθαι τοῖς ἀντικειμένοις κατὰ κρίσιν. εἰ γὰρ ὁ ἀὴρ ἄψυχος ὢν ἅμα τὰ ἐναντία διακρίνει, πῶς οὐκ ἄτοπον τὴν ἔμψυχον αἴσθησιν μὴ ἅμα τὰ ἐναντία κρίνειν. p. 427b6 Ὅτι μὲν οὖν οὐ ταὐτόν ἐστι τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν, φανερόν. Ἴδου ἡ ἀπόδοσις τοῦ ἄνω· ἐπεὶ δὲ δύο διαφοραῖς ὁρίζεται ἡ ψυχή, κινήσει τε καὶ τῷ νοεῖν, ὅτι μὲν οὐ ταὐτόν ἐστι γνῶσις ψυχῆς καὶ αἴσθησις, ἐντεῦθεν δῆλον. τὸ δὲ οὖν διὰ τὴν μεταξυλογίαν κεὶ|ται· ἔθος γὰρ εἶχον οἱ παλαιοὶ ἐν ταῖς μακραῖς ἀποδόσεσι προστιθέναι τὸ οὖν. ὅρα δὲ ὅτι τὸν θεωρητικὸν νοῦν ἐνταῦθα καταχρηστικῶς φρονεῖν τοῦτο γὰρ τοῦ δυνάμει ἐστὶ νοῦ. ἐπειδὴ οὖν κέχρηταί τισι λέξεσι πῇ μὲν κυριολεκτῶν, πῇ δὲ καταχρηστικῶς, φέρε ἀπὸ διαιρέσεως τὴν τῆς λέξεως τραχύτητα ἐξομαλίσωμεν. ἡ τοίνυν γνῶσις ἢ περὶ τὰ ἔξω καταγίνεται καὶ ποιεῖ τὴν αἴσθησιν, ἢ περὶ τὰ ἐντὸς καὶ ποιεῖ τὴν κοινοτέραν νόησιν. καλῶς δὲ εἶπον κοινοτέραν, ἐπειδὴ καὶ ἡ φαντασία περὶ τὰ ἐντὸς ἐνεργεῖ, ἥτις καὶ παθητικὸς νοῦς λέγεται ἀλλ’ ἡ περὶ τὰ ἐντὸς ἐνέργεια ἢ περὶ καθόλου τι καταγίνεται ἢ περὶ μερικόν· καὶ εἰ μὲν περὶ μερικόν, ποιεῖ φαντασίαν, εἰ δὲ περὶ καθόλου, ποιεῖ τὸν κυρίως νοῦν. ἀλλ’ αὐτὴ ἡ περὶ τὰ καθόλου γνῶσις ἢ κρείττων γίνεται ἢ κατὰ συλλογισμὸν καὶ ποιεῖ τὸν θεωρητικὸν νοῦν τὸν καθ’ ἕξιν καὶ κατ’ ἐνέργειαν, ἢ κατὰ συλλογισμὸν ἐνεργεῖ καὶ ποιεῖ τὴν κυρίως διάνοιαν καὶ κοινοτέραν ὑπόληψιν· ἡ γὰρ ὑπόληψις καὶ κατὰ διανοίας καὶ κατὰ δόξης φέρεται· εἰ δὲ χειρόνως ἢ κατὰ συλλογισμὸν ἐνεργήσει, ποιεῖ τὴν κυρίως δόξαν καὶ ὑπόληψιν. ἡ μέντοι διάνοια ἢ περὶ θεωρητὰ γίνεται καὶ ποιεῖ τὴν ἐπιστήμην, ἢ περὶ πρακτά· καὶ εἰ μὲν βουλῆς δεῖται τὰ πρακτά, ποιεῖ φρόνησιν· ἐνδεῖ γὰρ βουλῆς ἡ φρόνησις· εἰ δὲ οὐ δεῖται βουλῆς τὰ πρακτά, ποιεῖ τὰς τέχνας· ὁ γὰρ τεχνίτης, καθὸ μὲν τεχνίτης, οὐ βουλεύεται, ἀλλὰ καθὸ ἄνθρωπος. ἐκ τῆς διαιρέσεως οὖν ἀνεφάνη ὅτι καταχρηστικῶς εἶπεν ἐνταῦθα τὸν θεωρητικὸν νοῦν φρονεῖν. ἐν τῷ τεθέντι δὲ ῥητῷ διακρίνει τὸν ἐνεργείᾳ νοῦν ἀπὸ τῆς αἰσθήσεως, ὅτι ή μὲν αἴσθησις παντὶ ζῴῳ ὑπάρχει (οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ πᾶν ζῷον), ὁ μέντοι νοῦς οὐ παντὶ ζῴῳ ὑπάρχει, ἀλλὰ καὶ οἷς ὑπάρχει, οὐκ ἀεὶ κατ’ ἐνέργειαν ὑπάρχει, εἰ καὶ καθ’ ἕξιν· ἀγαπητὸν γὰρ ὅτῳ κἀν ἐν γήρᾳ σοφία προσέλθῃ. p. 427b8 Ἀλλ’ οὐδὲ τὸ νοεῖν, ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ μὴ ὁρθῶς. Oὐδὲ ὁ δυνάμει νοῦς, φησί, ταὐτόν ἐστι τῇ αἰσθήσει. βουλόμενος δὲ εἰπεῖν τίς ἐστιν ὁ δυνάμει νοῦς, φησὶν ἐν ᾧ ἐστι τὸ ὀρθῶς καὶ τὸ μὴ ὀρθῶς. ἐντεῦθεν δὴ τὴν διαφορὰν λέγει διανοίας καὶ αἰσθήσεως. γὰρ νοῦν καλεῖ τὴν διάνοιαν· ἐν αὐτῇ γὰρ θεωρεῖται τὸ ὀρθὸν καὶ τὸ μὴ ὀρθόν. ὁ γὰρ ἐνεργείᾳ νοῦς ἀεὶ ὀρθῶς νοεῖ· ἢ γὰρ ἥψατο ἢ οὐχ ἥψατο, ὥστε ἀναμάρτητος· ὁ δὲ δυνάμει νοῦς, τουτέστιν ἡ διάνοια, μὲν ὀρθῶς, ποτὲ δὲ οὐκ ὀρθῶς· ποτὲ μὲν γὰρ ἀληθεύει, ποτὲ δὲ ψεύδεται. καὶ κατὰ τοῦτο διαφέρει τοῦ ἐνεργείᾳ νοῦ, ἐπειδὴ ἐκεῖνος ἀεὶ ἀναμάρτητος. διακρίνει δὲ τὸν δυνάμει νοῦν ἤιοι τὴν διάνοιαν τῆς αἰσθήσεως τῷ τὴν μὲν αἴσθησιν ὡς ἐπίπαν ἀληθεύειν τῶν οἰκείων αὐτῆς σωζομένων προσδιορισμῶν, οἷον συμμέτρου τοῦ διαστήματος ὄντος καὶ τῆς αἰσθήσεως ἀπαθοῦς οὔσης, ἡ μέντοι διάνοια ὡς ἐπίπαν ψεύδεται, ἐπειδὴ ἐν τῷ τῆς ἀπάτης ἐστὶ χωρίῳ. καὶ μὴ νόμιζε ἐκ τοῦ τὴν αἴσθησιν μᾶλλον ἀληθεύειν τῆς διανοίας ἤδη καὶ τιμιωτέραν αὐτὴν εἶναι. διὰ γὰρ τὰς αἰσθήσεις ἡ διάνοια ψεύδεται συμπλεκομένη αὐταῖς. ἀμέλει καὶ ὅταν χωρισθῇ ῥακέων, τὸν ἀποδεικτικὸν ποιεῖ συλλογισμόν, καὶ πολύμητις γίνεται κατὰ τὸν ποιητὴν εἰπόντα “αὐτὰρ ὁ γυμνώθη ῥακέων πολύμητις Ὀδυσσεύς”. τοῦτο δὲ μὴ νομίσῃς ἄπορον, εἰ καθ’ ἑαυτὴν μὲν ἡ αἴσθησις ἀληθεύει, συμπλεκομένη δὲ τῇ διανοίᾳ ψεύδους αὐτῇ παραίτιον γίνεται. τοῦτο γὰρ γίνεται, ἐπειδὴ ἡνίκα μὲν καθ’ ἑαυτὴν ἐνεργεῖ, περὶ μερικὰ καταγίνεται καὶ ἀληθεύει, ἡνίκα δὲ συμπλακῇ τῇ διανοίᾳ περὶ <τῶν> καθόλου ἐνεργούσῃ, ποιεῖ τὰ καθόλου ἀτομῶσαι, ὅθεν ἡ ἀπάτη γίνεται. ἀεὶ γὰρ τὰ μὲν κρείττω τῇ παρουσίᾳ τῶν χειρόνων νοθεύεται, τὰ δὲ χείρω οὐ νοθεύεται ἐκ τῶν κρειττόνων. τὸ μὲν ὀρθῶς φρόνησις καὶ ἐπιστήμη <καὶ> δόξα τὸ δὲ μὴ ὀρθῶς τἀναντία τούτων. ἐπειδὴ εἶπεν ὅτι ὁ δυνάμει νοῦς καὶ ὀρθῶς φρονεῖ καὶ οὐκ ὀρθῶς, λέγει τὰ ἰήια τοῦ ὀρθοῦ φρόνησιν, ἐπιστήμην, δόξαν ἀληθῆ, τοῦ δὲ μὴ ὀρθῶς ἀφροσύνην, ἀνεπιστημοσύνην, ψευδοδοξίαν. καὶ διὰ μὲν τῆς φρονήσεως τὸ ὀρθὸν τοῦ νοῦ ἐδήλωσε καταχρηστικὼς, ὡς ἐρρήθη, διὰ δὲ τῆς ἐπιστήμης τὸ ὀρθὸν τῆς διανοίας· τὸ δὲ ἕτερον δῆλον ὅτι ἐπὶ τῆς δόξης εἴρηται. οὐδὲ τοῦτ’ ὁ ἐστι ταὐτὸν τῷ αἰσθάνεσθαι. ἐπειδὴ τὴν διάνοιαν διεῖλεν εἰς τὸ ὀρθῶς καὶ οὐκ ὀρθῶς διανοεῖσθαι, λέγει λοιπὸν διαφορὰν πρὸς ἀμφότερα τῆς αἰσθήσεως. p. 427b14 14 Φαντασία γὰρ ἕτερον καὶ αἰσθήσεως καὶ διανοίας. Τί θέλει; ὁ γάρ σύνδεσμος ὡς πρὸς ἀπορίαν ἐστίν, ὥς τινος ἀποροῦντος, εἰ ἡ αἴσθησις διαφέρει τοῦ νοῦ, ταὐτὸν ἄρα ἐστὶ τῇ φαντασία. διὸ λύων εἶπεν ὅτι καὶ ἡ φαντασία ἑτέρα ἐστὶ παρὰ τὴν αἴσθησιν καὶ τὴν δόξαν. λέγει δὲ ἐντεῦθεν τὴν διαφορὰν φαντασίας πρὸς διάνοιαν καὶ αἴσθησιν. αὐτή τε οὐ γίνεται ἄνευ αἰσθήσεως, καὶ ἄνευ ταύτης οὐκ ἔστιν ὑπόληψις. αὐτή, φησίν, ἡ διάνοια λέγω, οὐ γίνεται ἄνευ αἰσθήσεως, καὶ ἄνευ ταύτης, φησί, τῆς διανοίας οὐκ ἔστιν ὑπόληψις· εἴρηται γὰρ ὅτι ὑπόληψις κατ’ ἐπιστήμης καὶ φρονήσεως καὶ δόξης λέγεται. τινὲς δὲ τῶν ἐξηγητῶν φασιν ὅτι οὐδέτερον ἀληθεύει. ἔστι γὰρ καὶ δίχα αἰσθήσεως φαντασία ἡ τοῦ τραγελάφου. ἀλλ’ | εἶπον ὅτι ἡ περὶ αἰ· σθητὰ φαντασία οὐκ ἔστιν ἄνευ αἰσθήσεως. ἀλλὰ μὴν καὶ δόξα ἐστίν, ἣν εἶπεν ὑπόληψιν, ἄνευ φαντασίας, ἡ περὶ θείων δόξα. πρόσθες οὖν ὅτι ἡ περὶ τὰ ἀπ’ αἰσθητῶν δόξα ἢ μερικῶν δεῖται φαντασίας. καὶ ὅρα ὅτι ἐντεῦθεν ἔχεις ὡς ἡ φαντασία οὐκ ἔστι ταὐτὸν δόξῃ καὶ αἰσθήσει, ἀλλὰ μέση ἐστὶ δεχομένη ἀπ’ αἰσθήσεως καὶ δόξῃ διδοῦσα· μέση οὖν, τὸ δὲ μέσον διαφέρει τῶν ἄκρων, οὐχ ὅτι ταὐτὸν φαντασία καὶ δόξα καὶ αἴσθησις. p. 427b16 Ὅτι δ’ οὐκ ἔστιν ἡ αὐτὴ νόησις καὶ ὑπόληψις, φανερόν. τοῦτο μὲν γὰρ τὸ πάθος ἐφ’ ἡμῖν. Tὴν δόξαν ὑπόληψιν καλεῖ, νόησιν δὲ τὴν φαντασίαν. λέγει οὖν τὴν διαφορὰν φαντασίας καὶ δόξης, ὅτι τὸ μὲν φαντάζεσθαι ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ δοξάσαι οὐκ ἔστιν ἐφ’ ἡμῖν. ὅθεν ψευδῆ μὲν φαντασθῆναι δυνάμεθα, δοξάσαι δὲ οὐ δυνάμεθα. τὸ γὰρ δὶς δύο πέντε φαντασθῆναι μὲν ἔστι, δοξάσαι δὲ οὐκ ἔστιν, εἰ μὴ καθ’ ὑπόκρισιν, ἔνθα ἔστιν εἰπεῖν “ἡ γλῶττ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος”. ἃ γὰρ ἀνυποκρίτως τις δοξάζει, ὡς ἀληθῆ κατέχει, καὶ εἰ μή τι λόγῳ, οὐ μετατρέπεται, ἔνθα προσφυῶς λέγεται “λόγῳ μ’ ἔπεισας φαρμάκῳ σοφωτάτῳ”. ἀποροῦσι δέ τινες λέγοντες ‘τί οὖν; οὐ πολλάκις προσπίπτομεν φαντάσμασιν οὐκ ἐθέλοντες’; οὐκ εἶπεν ὅτι κύριοί ἐσμεν τοῦ φαντάζεσθαι, ὠὰ τοῦ ὅτε θέλομεν φαντάζεσθαι. καὶ ἄλλως ἐν ἡμῖν ἐστι τὸ φαντάζεσθαι ὅτε θέλομεν, οὐ μὴν ἐν ἡμῖν ἐστι καὶ τὸ ὅτε οὐ θέλομεν. εἰ οὖν οὐκ ἔστιν ἐν ἡμῖν τὸ ὅτε οὐ θέλομεν, φανταζόμεθα ἄρα καὶ ἑκόντες. p. 427b19 Ὥσπερ οἱ ἐν τοῖς μνημονικοῖς τιθέμενοι καὶ εἰδωλοποιουντες. Μνημονικοὺς λέγει τοὺς ἐκ τῶν αἰσθητῶν τύπους λαμβάνοντας, οἳ καὶ ἀληθεύουσιν, εἰδωλοποιοὺς δὲ λέγει τοὺς ἀναπλαττομένους τι, οἳ καὶ ψεύδονται. ἔστιν οὖν ἡ μὲν φαντασία ἀνάλογος εἰδωλοποιῷ, ἡ δὲ δόξα τῷ μνημονικῷ. πρὸ ὀμμάτων δὲ λέγει ἀντὶ τοῦ πρόχειρον. p. 427b20 Δοξάζειν δ’ οὐκ ἐφ’ ἡμῖν· ἀνάγκη γὰρ ψεύδεσθαι ἢ ἀληθεύειν. ’Eπὶ τῆς δόξης, φησίν, ἢ τὸ ψεῦδος δείκνυται, ἢ <τὸ> ἀληθές, ἡ φαντασία καὶ τὸ ψεῦδος ὡς ἀληθὲς ἔχει. p. 427b21 ἔτι δὲ ὅταν μὲν δοξάζωμεν δεινόν τι ἢ φοβερόν. Ἐντεῦθέν ἐστιν ἡ διαφορὰ δόξης καὶ φαντασίας, ὅτι ἐπὶ μὲν τῆς δόξης εὐθέως φοβούμεθα, ἐὰν φοβερόν τι δοξάσωμεν, ἐπὶ δὲ τῆς φαντασίας, φησίν, ὡσαύτως ἔχομεν, τουτέστιν οὕτε φοβούμεθα οὔτε ταραττόμεθα, ἀλλ’ ὥσπερ πρώην, οὕτω καὶ ἔχομεν μηδὲν παρατρεπόμενοι.\ p. 427b24 εἰσὶ δὲ καὶ αὐτῆς τῆς ὑπολήψεως διαφοραί, ἐπιστήμη καὶ δόξα καὶ φρόνησις. Ὑπόληψιν νῦν κοινότερον τὴν λογικὴν ψυχὴν εἶπεν. ἔχει δὲ φησί, διαφοράς, ἃς ὕστερον ἐροῦμεν, οὐχ ὅτι ἐν ἑτέρᾳ πραγματείᾳ ταύτας βούλεται εἰπεῖν, ἀλλ’ ὅτι μέλλει παρακατιὼν λέγειν τὴν τοιαύτην διαφοράν. νυνὶ δέ, φησί, δεῖ διακρῖναι φαντασίαν ἀπὸ δόξης καὶ αἰσθήσεως· καὶ ἤδη μὲν ἀπὸ δόξης διεκρίθη, δεῖ δὲ καὶ ἀπὸ αἰσθήσεως αὐτὴν διακρῖναι. τοῦτο δὲ ἡ ἑξῆς θεωρία σὺν θεῷ πραγματεύεται. ἐν οἷς ἡ πρᾶξις. p. 427b27 Περὶ δὲ τοῦ νοεῖν, ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι, τούτου δὲ τὸ μὲν φαντασία δοκεῖ εἶναι τὸ δὲ ὑπόληψις, περὶ φαντασίας διορίσαντας οὕτω περὶ θατέρου λεκτέον. Ἐπειδὴ διὰ τῶν φθασάντων διέκρινεν Ἀριστοτέλης φαντασίαν ἀπὸ δόξης, βούλεται νῦν διακρῖναι αὐτὴν τὴν φαντασίαν καὶ ἀπὸ αἰσθήσεως. ὅθεν καὶ ἀπορῆσαι ἄξιον· εἰ γὰρ σκοπὸς ἦν τῷ τρίτῳ λόγῳ περὶ λογικῆς ψυχῆς διαλεχθῆναι, καὶ εἰ ὅλως ἐμνήσθη τῶν δυνάμεων τῆς ἀλόγου ψυχῆς, διὰ τοῦτο αὐτῶν ἐμνήσθη, ἵνα διακρίνῃ αὐτὰς τῶν λογικῶν, πῶς νῦν οὐκ ἀπὸ τῆς λογικῆς διακρίνει αὐτάς, ἀλλ’ αὐτὰς ἀφ’ ἑαυτῶν διακρίνει; νυνὶ γὰρ φαντασίαν ἀπὸ αἰσθήσεως διακρίνει, ἄμφω δυνάμεων οὐσῶν τῆς ἀλόγου. καὶ αὕτη μέν ἐστιν ἡ ἀπορία. λέγομεν δὲ ὅτι διὰ τὸ τέλειον τοῦ λόγου τοῦτο πεποίηκεν, ἵνα μὴ ἐκκρεμές τι ἐάσῃ, ἢ ὅτι ἐφεξῆς μέλλει διακρῖναι φαντασίαν ἀπὸ δόξης ἄμα καὶ αἰσθήσεως· ἐπειδὴ οὖν οὐκ ἔμελλεν σαφὴς εἶναι ἡ διάκρισις τῆς φαντασίας ἀπὸ τῆς δόξης καὶ τῆς αἰσθήσεως ἅμα γινομένη, εἰ μὴ πρότερον ἰδίᾳ αὐτὰ διέκρινεν, διὰ τοῦτο ἐν τῇ προτεραίᾳ ἀπὸ δόξης μόνης διακρίνας τὴν φαντασίαν βούλεται νῦν καὶ ἀπὸ τῶν αἰσθήσεων αὐτὴν διακρῖναι, ἵνα ἑξῆς δήλη γένηται ἡ διάκρισις τῆς φαντασίας, ὅτε κοινῶς ἀπὸ δόξης καὶ αἰσθήσεως αὐτὴν διακρίνει. ἓξ τοίνυν λόγοις διακρίνει φαντασίαν ἀπὸ αἰσθήσεως, ὧν πρῶτός ἐστιν οὗτος. εἰ ταὐτόν ἐστι φαντασία καὶ αἴσθησις, ἐπειδὴ ὅτε ὀνειρώττομεν φανταζόμεθα, ἐχρῆν ἡμᾶς τότε καὶ αἰσθάνεσθαι· ἀλλὰ μὴν οὐκ αἰσθανόμεθα· οὑκ ἄρα ταὐτὸν φαντασία καὶ αἴσθησις. τί γάρ; λέγεις ὅτι τῆς δυνάμει αἰσθήσεως εἰσιν οἱ ὄνειροι; ἀλλ’ ἐνέργειά τίς εἰσιν οἱ ὄνειροι· ὅτε δὲ δυνάμει ἐστὶν ἡ αἴσθησις, ἠρεμεῖ καὶ οὐκ ἐνεργεῖ. ἀλλ᾿ οὐδὲ τῆς ἐνεργείᾳ εἰσιν· ἐν γὰρ τοῖς ὀνείροις πᾶσα αἴσθησις ἠρεμεῖ. αὕτη πρώτη διάκρισις) δευτέρα δέ ἐστι διάκρισις ἀπὸ τῶν νεογενῶν παίδων εἰλημμένη. ὁρῶμεν, φησίν. ὅτι τὰ νεογενῆ παιδία κατ’ αἴσθησιν μὲν ἐνεργοῦσιν ἡ γὰρ αἴσθη- σις | ἡμῖν ὑπάρχει), κατὰ δὲ φαντασίαν οὐκ ἐνεργοῦσιν. εἰ οὖν τὰ νεογενῆ παιδία κατ’ αἴσθησιν μὲν ἐνεργοῦσι, κατὰ φαντασίαν δὲ οὐκ ἐνεργοῦσι, διαφέρει ἄρα αἴσθησις φαντασίας. καὶ πόθεν δῆλον ὅτι οὐκ ἐνεργοῦσιν κατὰ φαντασίαν τὰ νεογενῆ παιδία; ἐκ τοῦ πάντα μαστὸν βδάλλειν κατ’ ἀρχάς, κἂν λίθινος ᾖ ὁ μαστὸς κἄν βόειος κἂν οἱοσοῦν, ὕστερον δὲ τὸν τῆς μητρὸς μόνον. τοῦτο δὲ οὐκ ἄν ἐγένετο, εἰ μὴ ὅτι κατ’ ἀρχὰς οὐκ ἀποτίθενται οἱ τύποι τοῦ μητρῴου μαστοῦ, ἀλλ’ ὕστερον. καὶ οὐ μόνον ἐκ τούτου δείκνυται τὸ προκείμενον, ἀλλ’ ὅτι καὶ πάλαι πυρὶ προσομιλήσαντα καὶ καέντα πάλιν προσβάλλουσι τῷ πυρί. τοῦ.το δὲ γίνεται ἐκ τοῦ μὴ ἐνεργεῖν τὴν φαντασίαν· εἰ γὰρ ἐνήργει, ἐδέχετο ἄν τὸν τύπον τῆς πάλαι καύσεως καὶ οὐκ ἐπέβαλλε τὸ δεύτερον. ἔκ τε οὖν τοῦ προσβάλλειν πυρὶ καὶ ἐκ τοῦ πάντα μαστὸν βδάλλειν δῆλόν ἐστιν ὅτι κατὰ φαντασίαν οὐκ ἐνεργοῦσι.) τρίτη ἔστι διάκρισις ἀπὸ τῶν σκωλήκων καὶ μυιῶν καὶ μυρμήκων. ἰδοὺ γὰρ ταῦτα αἴσθησιν μὲν ἔχουσι, φαντασίαν δὲ οὐκ ἔχουσιν, ὡς δηλοῖ τὸ πεπλανηῲνον τῆς πορείας ὠτῶν· πλανῶντι γὰρ ἅτε τῆς πάλαι ὁδοῦ τοὺς τύπους μὴ ἀποδεξαμένης τῆς φαντασίας. τοῦτο καὶ τὸ τρίτον ἐπιχείρημα. δοκεῖ δὲ καὶ αὐτὸ καὶ τὸ δεύτερον λογικὸν εἶναι καὶ ἐναντίον τοῖς ἐν τῷ δευτέρῳ λόγῳ εἰρημένοις. ἐλέγετο γὰρ ἐκεῖ ὅτι ὅπου ἐστὶν αἴσθησις, ἐκεῖ καὶ ὄρεξις ὑπάρχει, καὶ ὅπου ὄρεξις, ἐκεῖ καὶ φαντασία, ὡς ἄν διὰ μέσης ὀρέξεως πάντως ἑπομένης τῆς φαντασίας τῇ αἰσθήσει. πῶς οὖν φησιν ὅτι οἱ σκώληκες αἴσθησιν μὲν ἔχουσιν, φαντασίαν δὲ οὐκ ἔχουσιν; ἢ τάχα καὶ οἱ σκώληκες ἔχουσι φαντασίαν, ἀλλὰ συγκεχυμένην καὶ ἀμυδράν, καὶ διὰ τὸ ἀμυδρὰν αὐτὴν εἶναι οὐκ ἐνεργεῖ. ὡς ἀληθεύειν καὶ τὰ ἐνταῦθα καὶ τὰ ἐκεῖ, τὰ ἐκεῖ μὲν ὅτι ὅπου αἴσθησις, πάντως καὶ φαντασία, τὰ ἐνταῦθα δὲ ὅτι οὐχ ὅπου αἴσθησις ἤδη καὶ φαντασία· ἀμυδρὰ γάρ ἐστι καὶ συγκεχυμένη. ἄλλο δὲ ἄπορον τοιοῦτον ἄξιον ἀπορῆσαι· ἔστω τοὺς σκώληκας μὴ ἔχειν φαντασίαν· διὰ τί δὲ καὶ τοὺς μύρμηκας καὶ τὰς μυίας ἔφη μὴ ἔχειν φαντασίαν; ψεύδεται γὰρ ἐν τούτῳ· ἔχουσι γὰρ καὶ οἱ μύρμηκες φαντασίαν, ὡς δηλοῖ τὸ ἐπίστασθαι αὐτοὺς τὴν κατάδυσιν αὐτῶν. ἀλλὰ μὴν καὶ αἱ μέλιτται ἔχουσι φαντασίαν· ἐπίστανται γὰρ τὰ σμήνη αὐτῶν κἀκεῖ τὸ μέλι ἀποτίκτουσιν. εἰ οὖν ἡ ἐνάργεια λέγει ταῦτα φαντασίαν ἔχειν, πῶς αὐτὸς λέγει αὐτὰ μὴ ἔχειν φαντασίαν; αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι διττὴ ἡ φαντασία, ἡ μὲν ἀναμνηστικὴ ἡ δὲ διδακτή, καθ’ ἣν διδασκόμεθα, ἣν καὶ ψιττακὸς ἔχει· κατ’ αὐτὴν γὰρ διδάσκεται τοὺς ἀνθρωπείους λόγους. ποίαν οὖν ἄρα φαντασίαν ἀπὸ τούτων τῶν ζῴων ἀφαιρεῖται ὁ Ἀριστοτέλης; καὶ λέγομεν ὅτι οὐ τὴν ἀναμνηστικήν, ἀλλὰ τὴν διδακτήν. αὕτη καὶ ἡ τρίτη διάκρισις. τετάρτη ἐστὶ διάκρισις ἀπὸ τοῦ τρόπου τῆς γνώσεως προιοῦσα. ἡ γὰρ αἴσθησια περὶ ὄντα πράγματα ἐνεργεῖ, ἡ δὲ φαντασία καὶ περὶ μὴ ὄντα, καὶ διὰ τοῦτο συμβέβηκε τῇ μὲν αἰσθήσει κατὰ φύσιν ἐχούσῃ ἀεὶ ἀληθεύειν, τὴν δὲ φαντασίαν ποτὲ ψεύεσθαι· ἀναπλάττεται γὰρ καὶ τὰ μὴ ὄντα ὡς ὄντα. αὕτη καὶ ἡ τετάπτη διάκρισις. πέμπτη ἐστὶ διάκρισις ὡς πρὸς ἀπορίαν ὑπαντῶσα· ἴσως γάρ τις ἀπορήσοι τοιαύτην ἀπορίαν, ὅτι τοσοῦτον ταὐτόν ἐστιν αἴσθησις καὶ φαντασία, ἐπειδὴ τὴν ἀμυδρὰν αἴσθησιν καὶ τοῖς ἄλλοις μὴ ὑποπίπτουσαν φαντασίαν καλοῦμεν. καὶ γοῦν πόρρωθέν τις ἰδών τινα λέγει ὅτι ἢ φαντάζομαι ἢ τόδε βλέπω πόρρω. ὅθεν ἐὰν μὴ ἴδωσιν αὐτὸ οἱ παρεστῶτές φασιν αὐτῷ ‘φαντάζῃ, ἑταῖρε’, ἀντὶ τοῦ ἀμυδρῶς βλέπεις. ὁρᾷς οὖν πῶς ἡ ἀμυδρὰ αἴσθησις φαντασία καλεῖται. ὡς πρὸς ταύτην οὖν τὴν ἀπορίαν ὑπαντᾷ ἐν τῇ πέμπτῃ διακρίσει ὁ Ἀριστοτέλης καί φησιν ὅτι οὐκ ἐπειδὴ ἡ ἀμυδρὰ αἴσθησις φαντασία λέγεται τῇ συνηθείᾳ, ἤδη ταὐτὸν οἰητέον φαντασίαν καὶ αἴσθησιν. εἰ γὰρ ταὐτὸν ἦν, οὐ μόνον ἡ ἀμυδρὰ αἴσθησις φαντασία ὤφειλεν λέγεσθαι, ἀλλὰ καὶ ἡ ἀκριβής· νυνὶ δὲ οὐδεὶς λέγει τὴν ἀκριβῆ αἴσθησιν φαντασίαν. οὐκ ἄρα ταὐτὸν αἴσθησις καὶ φαντασία. ἕκτη λοιπὸν καὶ τελευταία διάκρισις· ἐὰν λάβωμέν τινα μύσαντα τοὺς ὀφθαλμούς, οὗτος χρώματα μὲν οὐχ ὁρᾷ πῶς γὰρ ἔχει ὁρᾶν μύσας τοὺς ὄφ’ ὀφθαλμούς;) ὅμως δὲ φαντάζεται χρώματα. εἰ οὖν μὴ συνεργοῦσιν, οὐδὲ ταὐτόν ἐστιν αἴσθησις καὶ φαντασία. καλῶς δὲ ὁ Ἀριστοτέλης ἔλαβέ τινα μύσαντα τοὺς ὀφθαλμούς, καὶ οὐκ ἔλαβε τυφλόν· εἰ γὰρ ὑπέθετο τυφλόν, ἴσως καὶ τοὺς ἐκ γενετῆς τυφλοὺς ἐνόεις, οἵτινες οὐδὲ ὅλως περὶ χρωμάτων φαντάζονται, διὰ τὸ μὴ ἔχειν αὐτῶν τοὺς τύπους. ἓξ τοίνυν εἰσὶ διακρίσεις ἀπὸ τῶν ὀνειράτων, ἀπὸ τῶν νεογενῶν παίδων, ἀπὸ τῶν σκωλήκων καὶ μυιῶν καὶ μυρμήκων, ἀπὸ τοῦ τρόπου τῆς γνώσεως, ἀπὸ τῆς ἀπορίας, ἀπὸ τῶν μυόντων τοὺς ὀφθαλμούς. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ διακρίνει τὴν φαντασίαν ἀπὸ πασῶν τῶν δυνάμεων τῆς λογικῆς ψυχῆς. αἱ μέν εἰσιν ἀεὶ ἀληθεῖς, ὡς νοῦς καὶ ἐπιστήμη, αἱ δὲ ποτὲ μέν εἰσιν ἀληθεῖς ποτὲ δὲ ψευδεῖς, ὡς διάνοια καὶ δόξα. ἡ οὖν φαντασία τῶν μὲν ἀεὶ ἄλη ἀληθευουσῶν διαφέρει, καθὸ αὐτή ποτε καὶ ψεύδεται, ἐκεῖναι δὲ ἀεὶ ἀληθεῖς εἰσι, τῶν δὲ ποτὲ μὲν ἀληθευουσῶν ποτὲ δὲ ψευδομένων διαφέρει, καθὸ ἐκεῖναι μὲν ἐν λογικοῖς ζῴοις εἰσίν, αὕτη δὲ οὐ μόνον ἐν λογικοῖς, ἀλλὰ καὶ ἐν ἀλόγοις. καὶ πόθεν δῆλον, εἴποι τις ἄν, ὡς καὶ ἡ διάνοια καὶ ἡ δόξα οὔκ εἰσιν ἐν τοῖς ἀλόγοις ζῴοις; λοιπὸν ἐντεῦθεν πλέκονται συλλογισμοὶ ὅτι ἡ δόξα οὐκ ἔστιν ἐν ἀλόγοις. καὶ ἔστιν ὁ πρῶτος συλλογισμὸς ἐν δευτέρῳ πλεκόμενος σχήματι οὗτος· τὰ ἔχοντα δόξαν καὶ πίστιν ἔχει, τὰ ἄλογα ζῷα οὐκ ἔχει πίστιν, τὰ ἄλογα ἄρα ζῷα οὐκ ἔχει δόξαν. πόθεν δὲ δῆλον ὅτι τὰ ἄλογα οὐ πιστεύει; πλέκεται λοιπὸν ἄλλος συλλογισμὸς τοιοῦτος· τὰ ἄλογα οὐ πείθεται, τὰ δὲ πειθόμενα αὐτά ἐστι τὰ πιστεύοντα· ποιη|τικὸν γὰρ αἴτιον τῆς πίστεως ἡ πειθώ, καὶ τέλος ἐστὶ τῆς πειθοῦς ἡ πίστις. ἔστιν οὖν ὁ συλλογισμός, ἴνα ἀναλάβω αὐτόν, ἐν πρώτῳ σχήματι οὗτος· τὰ ἄλογα οὐ πείθεται, τὰ μὴ πειθόμενα πίστιν οὐκ ἔχει, τὰ ἄλογα ἄρα πίστιν οὐκ ἔχει. ἀλλ’ ἀποροῦμεν καὶ πρὸς τοῦτο, πόθεν δῆλον ὅτι τὰ ἄλογα οὐ πείθεται· καίτοι ὁρῶμεν ὅτι ὁ ὄφις ὅρκοις πειθόμενος εἰς πῦρ ἑαυτὸν ἐμβάλλει· πάλιν λέων ἡμεροῦται πειθόμενος τῷ θηρευτῇ καὶ ἵππος τῷ πωλοδάμνῃ. λέγομεν δὲ πρὸς ταῦτα ὅτι ὁ ὄφις οὐ πείθεται, ἀλλ’ ὑπὸ τῆς τῶν ὅρκων ἀνάγκης καὶ ἄκων ἄγεται. οὔτε δὲ λέων οὔτε ἵππος οὔτε πᾶν τιθασευόμενον πείθεται, ἀλλ’ ἐθίζουσιν· οὐ ταὐτὸν δὲ πείθεσθαι καὶ ἐθίζειν. ἡ γὰρ συγκατάθεσις κοινὸν γένος ἐστὶ πειθοῦς καὶ ἐθισμοῦ, ἀλλ’ ὁ μὲν ἐθισμὸς ζωτικῇ τινι προσκλήσει γίνεται, ἡ δὲ πειθὼ γνώσει γίνεται. τὰ οὖν τιθασευόμενα οὐ πείθεται ἀλλ’ ἐθίζει, διότι συγκατατίθεται· τὸ γὰρ πείθεσθαι, ὡς ἐρρήθη, διὰ λόγου γίνεται καὶ λογικῆς ἐστι ψυχῆς, τὸ δὲ ἐθίζειν οὐ μόνον λογικῆς ἐστι ψυχῆς, ἀλλὰ καὶ ἀλόγου. ἐν οἷς ἡ θεωρία. Περὶ δὲ τοῦ νοεῖν ἐπεὶ ἕτερον τοῦ αἰσθάνεσθαι. εἴρηται καὶ ἀνωτέρω ὅτι τῷ τοῦ νοεῖν ὀνόματι ἀδιαφόρως κέχρηται. νῦν οὖν νοεῖν λέγει τὴν φαντασίαν καὶ τὴν ὑπόληψιν. ὅθεν καὶ διαιρεῖ αὐτὸ εἰς ταῦτα καί φησιν ὅτι περὶ πρώτης τῆς φαντασίας τῆς κυρίως λεγομένης καὶ οὐκ ἐκ μεταφορᾶς ἐπὶ τῶν αἰσθήσεων καὶ περὶ ὑπολήψεως εἴπωμεν. p. 428a1 Εἰ δή ἐστιν ἡ φαντασία καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν γίνεσθαι καὶ μὴ εἴ τι κατὰ μεταφορὰν λέγομεν. Ἐπειδὴ ἀνωτέρω ἔλεγεν ὅτι ἐν ἡμῖν ἐστι φαντασθῆναι ὃ δἂν βουλώμεθα, καὶ τοῦτο ἐπὶ τῆς ἑκουσίου φαντασίας ἥρμοζεν, ἔστι δὲ καὶ ἀκούσιος φαντασία ἡ ἐκ τῶν φαντασμάτων λαμβανομένη, τουτέστιν ἐκ τῶν αἰσθητῶν, καὶ οὐ μόνη ἐστὶν ἡ ἑκούσιος, ἣν εἶπεν ἐκ μεταφορᾶς ἐπειδὴ ἐκ τῶν ὄντων μεταφέρει ἀνάπλασμα τοῦ μὴ ὄντος. ἐξ ἵππου φέρε εἰπεῖν καὶ ταύρου Ἱπποκένταυρον, εἰ οὖν ἐστιν ἡ ἀκούσιος φαντασία, ἄρα ὃ θέλω φαντάζομαι, ἀλλὰ μιᾷ τινι δυνάμει κριτικῇ τὸ ψεῦδος ὡς ψεῦδος φαντάζομαι καὶ τὴν ἀλήθειαν ὡς ἀλήθειαν· ταύτῃ γὰρ καὶ διακρίνεται ψεῦδος ἀπ’ ἀληθείας. καὶ ἡ δόξα δὲ καὶ ἡ αἴσθησις οὕτω διακρίνει ψεῦδος ἀπ’ ἀληθείας, τῷ γινώσκειν ὥς ἐστι τὰ πράγματα. τοιαῦται δέ εἰσιν αἴσθησις, δόξα, νοῦς, ἐπιστήμη. ἀλλ’ ἐρεῖ τις πῶς ἀνωτέρω τὸν νοῦν εἶπεν ἀεὶ ἀληθεύειν, νυνὶ δέ φησιν ὅτι ποτὲ καὶ ψεύδεται. ἔφη γὰρ καθ’ ἣν κρίνομεν ἢ ἀληθεύομεν ἢ ψευδόμεθα, οἷον ἐπιστήμη καὶ νοῦς, καὶ συγκατηριθμήσατο τοῖς ποτὲ ψευδομένοις τὸν νοῦν καὶ τὴν ἐπιστήμην. καὶ λέγομεν ὅτι οὐ πᾶσι τοῖς εἰρημένοις ἁρμόζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἀλλὰ τοῖς μὲν τὸ ἀληθές, οἷον τῷ νῷ καὶ τῇ ἐπιστήμῃ ταῦτα γὰρ κρίνει τὸ ἀληθές), τοῖς δὲ ἀμφότερα τό τε ἀληθὲς καὶ τὸ ψεῦδος, οἷον δόξῃ καὶ αἰσθήσει. ἔστι δὲ καὶ ἄλλην διαφορὰν προσευπορῆσαι νοῦ καὶ αἰσθήσεως· πρῶτον μὲν ταύτην, ἐπειδὴ περὶ ἃ ἐνεργεῖ αἴσθησις, καὶ νοῦς ἐνεργεῖ, καὶ κρεῖττον αἰσθήσεως μὴ γὰρ νόμιζε ἄτοπον τὸ καὶ περὶ μερικὰ τὸν νοῦν ποτε καταγίνεσθαι), περὶ ἃ δὲ ἐνεργεῖ ὁ νοῦς, οὐκ ἐνεργεῖ ἡ αἴσθησις· οὐσίαν μὲν γὰρ ὁ νοῦς οἶδεν, ἀτυχὴς δὲ τῆς οὐσίας ἡ αἴσθησις. δεύτερον δὲ ὅτι ἡ μὲν αἴσθησις οὐκ οἶδεν τὴν οἰκείαν ἐνέργειαν, ὁ δὲ νοῦς οἶδεν καὶ τὴν οἰκείαν καὶ τὴν τῶν ἄλλων. τὸ δὲ εἰπεῖν ὅτι ὁ μὲν νοῦς περὶ τὰ καθόλου ἐνεργεῖ καὶ ἐντὸς ἔχει τὸ αἰσθητόν, ἡ δὲ αἴσθησις περὶ μερικὸν καὶ ἔξω δῆλόν ἐστιν. p. 428a5 Ὅτι μὲν οὐκ ἔστιν αἴσθησις, δῆλον ἐκ τῶνδε. Ἐντεῦθέν ἐστιν ἡ πρώτη διάκρισις ἰσώσεως καὶ φαντασίας. διαιρεῖ δὲ τὴν αἴσθησιν εἰς τὸ δυνάμι καὶ ἐνεργείᾳ καὶ λέγει ὅτι ἡ φαντασία οὔτε τῇ δυνάμει αἰσθήσει ταὐτόν ἐστιν οὔτε τῇ ἐνεργεία, τῇ μὲν δυνάμει, ἐπειδὴ ἐνεργοῦμεν σαφῶς ἐν τοῖς ὀνείροις, τότε δὲ δυνάμει ἐστὶν ἡ αἴσθησις καὶ οὐκ ἐνεργεῖ· ἀλλ’ οὐδὲ τῆ ἐνεργείᾳ, ἐπεὶ οὐδέποτε ἄν ἐφανταζόμεθα ἐν τοῖς ὕπνοις νῦν δὲ φανταζόμεθα), ἐπειδὴ δυνάμει ἐστὶν ἐν τοῖς ὕπνοις καὶ οὐκ ἐνεργείᾳ· ὥστε οὐ ταὐτὸν ἡ φαντασία τῇ κατ’ ἐνέργειαν αἰσθήσει. εἰ οὖν ἐδείχθη μήτε τῇ δυνάμει αἰσθήσει ἡ αὐτὴ οὖσα μήτε τῇ ἐνεργείᾳ, διαφέρει ἄρα ἡ αἴσθησις τῆς φαντασίας. p. 428a8 εἶτα αἴσθησις μὲν ἀεὶ πάρεστι. Ἐντεῦθέν ἐστιν ἡ δευτέρα διάκρισις αἰσθήσεως καὶ φαντασίας. p. 428a9 Εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, πᾶσιν. Ἐντεῦθεν ἡ τρίτη διάκρισις· τινὲς δὲ ἐνόμισαν ὅτι ἐπειδὴ τὴν αἴσθησιν διεῖλεν εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ, ὅτι τὴν φαντασίαν ἀπὸ τῆς αἰσθήσεως ἐντεῦθεν διακρίνει. ἔχει γὰρ ἡ διάκρισις αὐτῶν οὕτως· εἰ ταὐτὸν ἦν ἡ φαντασία τῆ αἰσθήσει, ἔδει πᾶν ἔχον ἐνεργείᾳ αἴσθησιν καὶ φαντασίαν ἔχειν, ὅπερ οὐ δοκεῖ· φαντσίαν γὰρ λέγομεν ἔχειν ὅσα διηρθρωμένην ταύτην ἔχει καὶ τελείαν, ὡς δύνασθαι καί τι μανθάνειν· ὁ δὲ σκώληξ καὶ ὁ μύρμηξ εἰ καὶ ἔχει φαντασίαν, ἀλλ’ ἀμυδρὰν ταύτην ἔχει καὶ ἀδιάρθρωτον. εἰ οὖν οὐκ ἔχουσι ταῦτα φαντασίαν, δῆλον ὅτι οὐ ταὐτὸν αἴσθησις καὶ φαντασία. τινὲς δὲ εἶπον ὅτι καλῶς εἶπεν εἰ δὲ τῇ ἐνεργείᾳ τὸ αὐτό, ζητητέον· δυνάμει γὰρ δύναται φαντασία καὶ αἴσθησις ταὐτὸν εἶναι· ἀπὸ γὰρ αἰσθήσεως ποτὲ φαντασία δέχεται. | p. 428a11 Εἶτα αἱ μὲν ἀληθεῖς ἀεί, αἱ δὲ φαντασίαι γίνονται αἱ πλείους ψευδεῖς. Ἐντεῦθεν τὴν τετάρτην λέγει διάκρισιν αἰσθήσεως καὶ φαντασίας. p. 428a12 Ἔπειτα οὐδὲ λέγομεν, ὅταν ἐνεργῶμεν ἀκριβῶς. Ἔντεῦθέν ἐστιν ἡ πέμπτη διαφορά. p. 428a15 Καὶ ὅπερ δὴ ἐλέγομεν πρότερον, φαίνεται καὶ μύουσιν οραματα. ’Eνιεῦθέν ἐστιν ἡ ἕκτη διαφορά. τινὲς δὲ λέγουσιν ὅτι τὴν φαντασίαν ἀπὸ τῆς δυνάμει αἰσθήσεως βούλεται διακρῖναι. ἔστι δὲ ἡ διάκρισις ὅτι πῶς μύων τις τοὺς ὀφθαλμοὺς φαντάζεται χρώματα; εἰ γὰρ ἐν τῷ μύειν δυνάμει ἐστὶν ἡ ὄψις, φαντάζεται δέ, καὶ πάλιν μετὰ τὸ ἀνοῖξαι τοὺς ὀφθαλμοὺς φαντάζεται, δῆλον ὅτι οὐ ταὐτὸν φαντασία καὶ δυνάμει αἴσθησις. διὰ τοῦτο δὲ εἶπεν ὃ ἐλέγομεν πρότερον, ἐπειδὴ καὶ ἄνω ἐμνήσθη τῶν λαμπάδων τῶν πρὸ τῆς ὄψεως ἀεὶ μενουσῶν, αἵτινες καὶ αἰσθηταί εἰσιν ὡς ὁρώμεναι καὶ οὐκ αἰσθηταί, ἐπειδὴ ἄπεστι τὸ αἰσθητόν, καὶ φαντασία, διότι μύοντες τοὺς ὀφθαλμοὺς ὁρῶμεν αὐτάς, καὶ οὐ φαντασία, ἐπειδὴ ἀθρόαι εἰσὶ τοῦ αἰσθητοῦ πληγαὶ αἱ λαμπάδες, ἔνθα δὲ πάρεστιν ἡ πληγή, οὐκ ἐνεργεῖ ἡ φαντασία. εἰ οὖν ὅτε ἡ λαμπὰς αὕτη οὐκ ἔστιν αἰσθήσεως, φαντασίας ἔστι, καὶ ὅτε ἔστιν αἰσθήσεως. οὐκ ἔστι φαντασίας, οὐκ ἄρα ταὐτὸν φαντασία καὶ αἴσθησις. p. 428a16 Ἀλλὰ μὴν οὐδὲ τῶν ἀεὶ ἀληθευόντων οὐδεμία ἔσται. Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον, ἐν ᾧ διακρίν·ει τὴν φαντασίαν ἀπὸ τοῦ νοῦ καὶ τῆς ἐπιστήμης. νῦν δὲ νοῦν τὴν διάνοιαν ἀκουστέον. ὅρα δὲ πῶς τὴν ἔκθεσιν αὐτοῦ ὡς ἐπιχείρημα προέθετο· ἐκ τοῦ γὰρ ἀεὶ ἀληθεύειν τὸν νοῦν καὶ τὴν ἐπιστήμην, τὴν δὲ φαντασίαν ποτὲ καὶ ψεύδεσθαι διακρίνοντι. p. 428a18 Λείπεται ἄρα ἰδεῖν εἰ δόξα· γίγνεται γὰρ δόξα καὶ ἀληθὴς καὶ ψευδής. Ἐντεῦθεν βούλεται δεῖξαι ὅτι οὐκ ἔστιν ἡ φαντασία ταὐτὸν τῇ δόξῃ. καὶ ἄξιον ἀπορῆσαι πῶς ἄνω τοῦτο δείξας καὶ πάλιν τοῦτο δείκνυσιν. καὶ μήποτε ἔστιν εἰπεῖν ὅτι ἐπειδὴ αὗται πολὺ κοινωνοῦσι, διὰ τοῦτο πολλάκις αὐτῶν λέγει διάκρισιν. κοινωνοῦσι μὲν γάρ, ἐπειδὴ ἀεὶ αἱ ἐσχατιαὶ τῶν πρώτων αἱ αὐταί εἰσι τοῖς πρώτοις τῶν ὑστέρων, ἵνα μηδὲν ᾖ κενόν· ἐσχατιὰ δὲ τοῦ λόγου ἡ δόξα, πρώτη δὲ τῆς ἀλόγου ἡ φαντασία, διὸ σχεδὸν αἱ αὐταί εἰσιν. εἰπὲ δὲ καὶ ἄλλο, ὅτι ἄμφω καὶ ἡ δόξα καὶ ἡ φαντασία περὶ ἀληθὲς καὶ ψεῦδος καταγίνονται, διὸ καὶ κατὰ τοῦτο κοινωνοῦσι, καὶ τούτου ἕνεκεν αὐτῶν λέγει διάκρισιν. διακρίνεται δὲ ταῦτα συλλογιστικῶς οὕτως· ἡ φαντασία ἢ πᾶσι τοῖς ἀλόγοις ὑπάρχει κατὰ τὸν πάλαι Ἀριστοτέλην, πᾶσι τοῖς ἀλόγοις ἀμυδρὰν ἐντιθέντα φαντασίαν, ἢ ἐνίοις κατὰ τὸν νῦν Ἀριστοτέλην, οὐκ ἐν παντὶ ἀλόγῳ τιθέντα φαντασίαν ἀκριβῆ. εἰ οὖν ἡ φαντασία ἢ ἐνίοις ὑπάρχει ἀλόγοις ἢ πᾶσιν, ἡ δὲ δόξα οὐδενὶ ἀλόγῳ ὑπάρχει, οὐκ ἄρα ταὐτὸν φαντασία καὶ δόξα. ἐν τρίτῳ σχήματι ἡ πλοκή. ἀλλὰ δόξῃ μὲν ἕπεται πίστις. τοῦτο καὶ διαφορά ἐστι πρὸς φαντασίαν καὶ ἀπόδειξις τῆς μιᾶς προτάσεως τοῦ συλλογισμοῦ τῆς λεγούσης ὅτι δόξα οὐδενὶ ἀλόγῳ ὑπάρχει. ὅπου γὰρ δόξα, καὶ πειθὼ καὶ πίστις καὶ πεπεῖσθαι· οὐκ ἐνδέχεται γάρ τινα δοξάζοντα οἷς δοξάζει μὴ πιστεύειν· ὅπου δὲ πειθὼ καὶ πίστις, λόγος· λόγος δὲ οὐχ ὑπάρχει ἐν ἀλόγοις· οὐκ ἄρα οὖν οὔτε δόξα ἐστὶν ἐν ἀλόγοις. πειθὼ δέ ἐστιν ἐνέργεια τοῦ πείθοντος πρὸς τὸ πειθόμενον, πίστις δὲ ἀποτέλεσμα καὶ γνῶσις τοῦ πειθομένου, πεπεῖσθαι δὲ ἡ ἀμυδρὰ γνῶσις καὶ ὁδὸς ἐπὶ τὴν δόξαν, δόξα δὲ ἡ μετὰ ταῦτα κρατουμένη ἔννοια. τῶν δὲ θηρίων οὐδενὶ ὑπάρχει πίστις. ἠπόρησαν περὶ τοῦ ἵππου πῶς φοβεῖται τὴν μάστιγα καὶ ὑπόκειται τῶ πωλοδάμνῃ οὐχὶ πειθοῖ τινι. καὶ εἴπομεν ὅτι οὐ διὰ πειθώ, ἀλλὰ δι’ ἐθισμόν τινα, ἐπειδὴ ἔθος εἶχεν ἀεὶ πλήττεσθαι ἐξ αὐτῆς καὶ συγκατατίθεται· εἴπομεν γὰρ ὅτι ἡ συγκατάθεσις κοινὸν γένος ἐστὶ πειθοῦς καὶ ἐθισμοῦ. ἠπόρησε δὲ πάλιν καὶ πῶς ὁ ὄφις ὅρκῳ πείθεται, εἰ μὴ ἔχει πειθὼ τὰ ἄλογα. ἐλέγομεν ὅτι οὐδὲ οὕτω πείθεται· οὐ γὰρ διαλέκτου ἀκούει, ἀλλὰ φωνῆς· ὑποχωρεῖ δὲ πρὸς πῦρ ὁρκούμενος, ἐπειδὴ ὑπὸ δαιμόνων τινῶν συνωθεῖται τῶν τρεμόντων τὸν ὅρκον. καὶ ἁπλῶς εἰπεῖν τὸ πειθόμε·νον καὶ μεταπείθεται, τὸ δὲ μεταπείθεσθαι γνώσεως ἐστι· ἡ γὰρ γνῶσις περὶ τὸ αὐτὸ οὐκ ἀεὶ ὡσαύτως ἔχει. ὁ δὲ ἐθίζων ἀεὶ ὡσαύτως ἔχει περὶ τὸ αὐτό· ἀεὶ γὰρ φοβεῖται ὁ ἵππος τὴν μάστιγα. οὐκ ἄρα οὖν ὁ ἐθισμὸς γνώσεως ἐστιν οὐδὲ ὁ αὐτὸς τῇ πειθοῖ. ὅτι δὲ ἡ γνῶσις οὐκ ἀεὶ περὶ τὸ αὐτὸ ὡσαύτως ἔχει, δῆλον, ἐπειδὴ τὸν ἀράχνην διὰ τοῦτο οὐ λέγομεν ἀπὸ προβουλήσεως καὶ γνώσεως τὸ ἀράχνιον ποιεῖν, ἐπειδὴ ἀεὶ ὡσαύτως αὐτὸ ποιεῖ, ὁμοίως δὲ καὶ μέλισσα τὴν σμήνην· εἰ δὲ ἦν ἀπὸ προβουλῆς, ἄλλως καὶ ἄλλως ἐποίει ἂν τὸ αὐτό. p. 428a22 ἔτι εἰ πάσῃ μὲν δόξῃ ἀκολουθεῖ πίστις. Τὸ ἔτι δοκεῖ μὲν εἰσάγειν ἕτερον ἐπιχείρημα τοῦ διαφέρειν φαντασίαν δόξης, οὐκ ἔστι δέ, ἀλλὰ κατασκευή | ἐστι τοῦ πρώτου ἐπιχειρήματος. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 428a24 Φανερὸν τοίνυν ὅτι οὐδὲ δόξα μετ’ αἰσθήσεως οὐδὲ δι’ αἰσθήσεως οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως φαντασία ἄν εἴη, καὶ τὰ ἑξῆς. Ἐπειδὴ διὰ τῶν προλαβόντων ἀπὸ δόξης διέκρινε τὴν φαντασίαν καὶ αἰσθήσεως καὶ ἰδίᾳ πρὸς ἑκάτερον αὐτῶν ἐνέστη, νῦν βούλεται δεῖξαι ὅτι οὐκ ἔστιν ἡ φαντασία ἐπιπλοκὴ αἰσθήσεως καὶ δόξης οὔτε δόξα ἅμα καὶ αἴσθησις οὔτε δόξα δι’ αἰσθήσεως. ταῦτα τοίνυν τὰ τρία βούλεται Ἀριστοτέλης δεῖξαι μὴ οὖσαν τὴν φαντασίαν. δείκνυσι δὲ τὴν φαντασίαν μηδὲν τούτων οὖσαν δι’ ἑνὸς λόγου. μή τις δὲ οἰέσθω ὅτι τὰ τρία ταῦτα ταὐτά ἐστιν ἀλλήλοις· ἔχουσι γὰρ διαφορὰν πρὸς ἑαυτά. εἰ μὲν γὰρ εἴπω ὅτι φαντασία οὐκ ἔστι δόξα ἅμα καὶ αἴσθησις εἰ δὲ εἴπω ὅτι φαντασία ἐστὶ δόξα μετ’ αἰσθήσεως], ἀμφότερα ποιητικὰ λαμβάνω τῆς φαντασίας, ὡς εἰ δύο εἶεν ἰατροὶ ποιητικοὶ ὑγιείας· ὥστε τὸ πρῶτον τοῦτο λέγει ὅτι οὐκ ἔστι ποιητικὰ τῆς φαντασίας δόξα καὶ αἴσθησις ἅμα. εἰ δὲ εἴπω ὅτι οὐκ ἔστι φαντασία δόξα δι’ αἰσθήσεως, τοῦτο λέγω ὅτι οὐκ ἔστι τῆς φαντασίας ποιητικὸν αἴτιον ἡ δόξα, ὅπερ ποιητικὸν αἴτιον ποιεῖ τὴν φαντασίαν δι’ ὀργανικοῦ αἰτίου τῆς αἰσθήσεως, ἵνα ᾖ ἡ μὲν δόξα ποιητικὸν αἴτιον τῆς φαντασίας, ἡ δὲ αἴσθησις ὀργανικόν, ὥσπερ ὁ ἰατρὸς διὰ φλεβοτόμου ὑγίειαν λέγεται ποιεῖν. ἐὰν οὖν εἴπω ὅτι οὐκ ἔστιν ἡ φαντασία δόξα δι’ αἰσθήσεως, τοῦτο λέγω ὅτι οὐκ ἔστιν ἡ δόξα ποιητικὸν αἴτιον φαντασίας δι’ ὀργανικοῦ αἰτίου τῆς αἰσθήσεως. ἀλλ’ οὐδὲ συμπλοκή ἐστι δόξης καὶ αἰσθήσεως ἡ φαντασία, τουτέστιν οὐκ ἔστιν ὑλικὰ αἴτια τῆς φαντασίας δόξα καὶ αἴσθησις. ὥσπερ γὰρ ὕλη ἐστὶ τοῦ οἰνομέλιτος ἡ συμπλοκὴ τοῦ οἴνου καὶ τοῦ μέλιτος, οὕτω καὶ τῆς φαντασίας ὕλη ἔστι ἡ συμπλοκὴ τῆς δόξης καὶ τῆς αἰσθήσεως. οὐκ ἔστι δὲ συμπλοκή, ἐπειδὴ οὐκέτι φυλαττομένη δόξα καὶ αἴσθησις ποιεῖ τὴν φαντασίαν, ἀλλὰ κιρνωμένη. ἐπὶ δὲ τῶν πρώτων δύο σκελῶν καὶ ἡ δόξα καὶ ἡ αἴσθησις ἐφυλάττετο, καὶ ὅτε ἦν ἄμφω ποιητικὰ καὶ ὅτε ἦν τὸ μὲν ἓν ποιητικόν, τὸ δὲ ἕτερον ὀργανικόν. ἡ φαντασία τοίνυν οὔτε δόξα ἔστι καὶ αἴσθησις ἅμα, ἵνα ὦσιν ἄμφω ποιητικά, οὔτε δόξα δι’ αἰσθήσεως, ἵνα τὸ μὲν ᾖ ποιητικὸν τὸ δὲ ὀργανικόν, ἀλλ’ οὐδὲ συμπλοκὴ δόξης καὶ αἰσθήσεως, ἵνα ὦσιν ἄμφω ὑλικά. ὅτι δὲ οὐδὲν τούτων ἐστὶν ἡ φαντασία, δείκνυσιν Ἀριστοτέλης δι’ ἑνὸς λόγου τοιούτου· ἡ δόξα, φησί, τῇ αἰσθήσει μάχεται, οὐδὲν δὲ πρᾶγμα ἐκ δύο μαχομένων καὶ ἐνεργοῦντων κατὰ τὴν μάχην συνίσταται· οὐκ ἄρα οὖν ἡ φαντασία συνίσταται ἐκ δόξης τε καὶ αἰσθήσεως. ὅτι δὲ μάχεται ἡ δόξα καὶ ἡ αἴσθησις, δῆλον ἐν- τεῦθεν· ἡ αἴσθησις τὴν ἐν ὕδατι κώπην κεκλασμένην ὁρᾷ, ἡ δὲ δόξα ἐν τῷ αὐτῷ νῦν σώαν αὐτὴν εἶναι πεπίστευκεν· ὥστε μάχεται ἡ δόξα τῇ αἰδθήσει. πάλιν τὸν μὲν ἥλιον ἡ ὄψις ποδιαῖον ὁρᾷ, καὶ ἐν τῷ αὐτῷ νῦν ἡ δόξα δείκνυσιν αὐτὸν πολλαπλασίονα τῆς γῆς ὅλης. οὐδὲν δὲ ἐκ μαχομένων ἐν τῶ αὐτὰ νῦν συνίσταται· οὔτε ἡ φαντασία ἄρα σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως. εἰ γὰρ περὶ τὸ αὐτὸ δόξα μὲν ἀληθεύει, αἴσθησις δὲ ψεύδεται, ἐκ τούτων δὲ συνίσταται φαντασία, ἔσται ἄρα περὶ τὸ αὐτὸ καὶ ἀληθεύουσα καὶ ψευδομένη, ὅπερ ἄτοπον. ἀλλ’ ἐρεῖ τις ὅτι μήποτε, εἰ καὶ ἡ δόξα οὕτως ἡγεῖται τὸν ἥλιον καθ’ ἑαυτὴν ἐνεργοῦσα, ἀλλ’ οὖν ὅταν συμπλακῇ αἰσθήσει συμμεταβάλλεται αὐτῇ καὶ ψεύδεται· τὸ γὰρ κῦρος ἀεὶ ἡ αἴσθησις ἔχει, εἴπερ καὶ περὶ τὰ αἰσθητὰ ἀεὶ γίνονται οἱ ὅρκοι. ὅταν οὖν συμφωνοῦσα εὑρεθῇ ἡ δόξα τῇ αἰσθήσει καὶ μηκέτι μάχηται, δῆλον ὅτι ἑνὸς τῶν μαχομένων φθαρέντος οὐδὲν ἄτοπον συγκεῖσθαί τι ἐξ αὐτῶν. λέγομεν δὲ πρὸς τοῦτο ὅτι ἡ δόξα κατὰ τέσσαρας τρόπους φθείρεται, ἢ τοῦ δοξάζοντος φθειρομένου, οἷον τοῦ ἀνθρώπου θνήσκοντος, ἢ τοῦ δοξαστοῦ πράγματος μεταβάλλοντος, οἷον ἐὰν νῦν δοξάζω ὅτι Σωκράτης καθέζεται, καὶ ἀναστῇ Σωκράτης, ἐφθάρη δηλονότι ἡ τοῦ καθέζεσθαι αὐτὸν δόξα ὡς ἀληθής. ἢ οὖν τοῦ δοξάζοντος φθειρομένου ἢ τοῦ δοξαστοῦ πράγματος μεταβάλλοντος φθείρεται ἡ ἀληθὴς δόξα· φθείρεται δὲ δόξα καὶ λήθης παρακολουθούσης ἢ ἐναντίας δόξης τὴν πρώτην καταβαλούσης. νυνὶ δὲ οὐδὲν τῶν τεσσάρων παρηκολούθησεν· οὔτε γὰρ ὁ δοξάσας ἄνθρωπος ἀπώλετο οὕτε τὸ δοξαστὸν μετέβαλε μεμένηκε γὰρ ὁ ἥλιος πολλαπλάσιος ὢν τῆς γῆς) οὔτε λήθη παρέδραμεν ὅτε γὰρ βούλει, ἀστρονομία ἀναγκάζει σε τὸν ἥλιον μείζονα τῆς γῆς εἰπεῖν) οὔτε ἐναντία δόξα τὴν ψυχὴν κατέβαλεν· ἔμεινε γὰρ ἡ αὐτὴ καταναγκάζουσα. εἰ οὖν σώζονται οἱ τέσσαρες κανόνες οἱ μὴ φθείροντες τὴν δόξαν, ἔμεινεν ἄρα, καὶ οὐδὲν τῶν μαχομένων φθείρεται. οὗτος οὖν ἐστιν ὁ λόγος Ἀριστοτέλους· ἔστι δὲ ὁ δεικνὺς τὴν φαντασίαν μὴ συγκεῖσθαι ἐκ δόξης καὶ αἰσθήσεως τῷ μηδὲν ἐκ μαχομένων συγκεῖσθαι· μάχονται δὲ δόξα καὶ αἴσθησις· οὐκ ἄρα ἡ φαντασία σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως. καὶ οὗτος μέν ἐστιν ὁ λόγος Ἀριστοτέλους. ἔστι δὲ καὶ ἔξωθεν προσευπορῆσαι καὶ ἄλλους τρεῖς λόγους συνηγοροῦντας Ἀριστοτέλει. ὧν πρῶτός ἐστιν οὗτος· εἰ ἡ φαντασία σύγκειται ἐκ δόξης καὶ αἰσθήσεως, ἐχρῆν τὰ ἄλογα ζῷα μὴ ἔχειν φαντασίαν, διότι οὐδὲ δόξαν ἔχουσιν ἐξ ἧς ἡ φαντασία καθ’ ὑμᾶς σύγκειται. ὅτι δὲ οὐκ ἔχουσι δόξαν τὰ ἄλογα, ἤδη δῆλον γέγονεν ἐν τοῖς προλαβοῦσιν, ἡνίκα ἐλέγομεν ὅτι ἡ δόξα τῆς λογικῆς ψυχῆς ἐστι μέρος, τὰ δὲ ἄλογα λογικὴν ψυχὴν οὐκ ἔχει, οὐκοῦν οὐδὲ δόξαν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· | ἡ δόξα ὥσπερ ἔχει τὰ πράγματα, οὕτω καὶ δοξάζει, ἀλλὰ καὶ ἡ αἴσθησις ὡς ἐπὶ τὸ πολὺ ἀληθεύει· ἡ δὲ φαντασία πολὺ πλεονάκις ψεύδεται· οὐκ ἄρα οὖν ἡ φαντασία σύγκειται ἀπὸ δόξης καὶ αἰσθήσεως. ψευδὴς δὲ οὗτος ὁ λόγος, ὡς οἶμαι, διότι ἐνδέχεται εἶναί τι ἐν τῷ συνθέτῳ, ὅπερ οὐκ ἦν ἐν τοῖς ἁπλοῖς, οἷον ἐν τοῖς τῶν ζῴων σώμασίν ἐστι χροιὰ φέρε εἰπεῖν ἐρυθρά, ἥτις οὐκ ἦν ἐν τοῖς στοιχείοις· οὐκ ἄτοπον οὖν καὶ τὴν φαντασίαν συγκεῖσθαι ἀπὸ δόξης καὶ αἰσθήσεως μὴ ψευδομένων, αὐτὴν δὲ ψεύδεσθαι διὰ τὸ εἶναί τι ἐν συνθέτῳ, ὃ μή ἐστιν ἐν τοῖς ἁπλοῖς. ὥστε οὗτος ὁ λόγος οὐ πάνυ ἐστὶν ἀναγκαῖος. ὁ δὲ τρίτος ἀναγκαῖος· ἔστι δὲ τοιοῦτος. οὐδὲν ἐκ τῶν μὴ ἐφ’ ἡμῖν συγκείμενον ἐφ’ ἡμῖν ἐστιν. εἰ οὖν ἡ δόξα οὐκ ἔστιν ἐφ’ ἡμῖν, ἀλλ’ οὐδὲ ἡ αἴσθησις ἐφ’ ἡμῖν ἐστιν (ἀδύνατον γὰρ τῶν χρωμάτων καὶ πεφωτισμένου τοὐ ἀέρος καὶ μὴ κεκλεισμένων τῶν βλεφάρων μὴ ὁρᾶν, καὶ ὁρῶντα δὲ πάλιν ἀδύνατόν ἐστι τὸ λευκὸν χρῶμα μέλαν ὁρᾶν ἢ φαιὸν ἤ τι τοιοῦτον) εἰ οὖν τὰ ἁπλᾶ, ὅ ἐστι δόξα καὶ αἴσθησις, οὐκ ἔστιν ἐφ’ ἡμῖν, οὐδὲ ἡ φαντασία ἄρα ἡ ἐκ τούτων συγκειμένη ἐφ’ ἡμῖν ἐστιν. ἀλλὰ μὴν ἡ φαντασία ἐφ’ ἡμῖν ἐστιν· ἀναπλάττομαι γὰρ οὐρανομήκη ἄνθρωπον καὶ τραγέλαφον. εἰ οὖν ἡ φαντασία ἐφ’ ἡμῖν ἐστιν, οὐκ ἄρα σύγκειται ἀπὸ δόξης καὶ αἰσθήσεως· οὐδὲν γὰρ τῶν ἐφ’ ἡμῖν σύγκειται ἐκ τῶν οὐκ ἐφ’ ἡμῖν. οὗτός ἐστι καὶ ὁ τρίτος λόγος. ἡμεῖς δὲ δείξομεν ὅτι οὐδὲ κρᾶμα δόξης καὶ αἰσθήσεως ἐστιν ἡ φαντασία. εἰ γὰρ ἦν κρᾶμα τούτων, ἔδει τὸ μέσον γινώσκειν τῶν δύο τὴν φαντασίαν, καὶ ἐπειδὴ ἡ μὲν δόξα ἑκατονεβδομηκονταπλάσιον τῆς γῆς τὸν ἥλιον, ἡ δὲ αἴσθησις ποδιαῖον οἶδε τὸν ἥλιον, ὤφειλεν ἡ φανταβούλεται σία ὡς μέση τούτων ἑκατέρων τῶν ἄκρων τὴν γνῶσιν ἀποφυγεῖν καὶ εἰ- οὐκ ἄρα κρᾶσίς ἐστιν ἡ φαντασία δόξης τε καὶ αἰσθήσεως. καὶ ταῦτα μὲν ἐν τούτοις. φαίνεται δὲ πρὸς Πλάτωνα ταῦτα λέγων ὁ Ἀριστοτέλης ὅτι οὐκ ἔστιν ἐκ τοῦ κράματος δόξης καὶ αἰσθήσεως ἡ φαντασία. ἐν γὰρ τῷ Σοφιστῇ φαίνεται λέγων ὁ Πλάτων ὅτι ἡ φαντασία ἀπὸ δόξης ἐστὶ καὶ αἰσθήσεως. μήποτε οὖν οὐ τοῦτο λέγει ὁ Πλάτων, ἐπειδὴ ἡ φαντασία μέση ἐστὶ δόξης καὶ αἰσθήσεως, ἔθος δὲ ἔχει τὰ μέσα ὑπὸ τῶν ἄκρων λέγειν γίνεσθαι, διὰ τοῦτο οὕτως εἶπε τοῦτο. καὶ ἐν τιμίῳ γὰρ τὴν ψυχὴν λέγει ἐξ ἀμεροῦς οὐσίας γίνεσθαι καὶ μεριστῆς· καὶ μὴν οὐ κιρνᾶται ἡ ἀμερής, ἀλλὰ διὰ τὸ μέσην εἶναι τούτων τὴν ψυχήν, διὰ τοῦτο λέγει αὐτὴν ἐκ τούτων. ἢ εἰπὲ ὅτι οὐδὲ λέγει τὴν κυρίως φαντασίαν τὴν δύναμιν, ἀλλά τὰ ψευδῆ φαντάσματα τὰ δοκοῦντα ἀληθῆ εἶναι λέγει ἐκεῖ φαντασίαν. ἔπι γὰρ ἡ περιπέτεια τοῦ λόγου τοῦ ἐν τῷ Σοφιστῇ αὕτη· τοῦ Σωκράτους λέγοντος τῷ σοφιστῇ ὅτι ‘ γόης εἶ· περὶ γὰρ τὸ μὴ ὂν καταγίνῃ,᾿ ὁ σοφιστὴς ἀποκρινόμενος εἶπε ‘κατά σε ἄρα ἔστι τὸ μὴ ὄν, εἴ γε περὶ αὐτὸ καταγίνομαι· πᾶν γὰρ περὶ ὃ καταγίνεταί τις καὶ ἔστι τοῦτο· εἰ οὖν περὶ τὸ μὴ ὂν καταγίνομαι, ἔστιν ἄρα τὸ μὴ ὄν.’ ταῦτα τοῦ σοφιστοῦ εἰπόντος ὁ Σωκράτης ἀντεῖπεν, ὅτι πολλαχῶς τὸ μὴ ὄν· ἢ γὰρ τὸ ἄρρητον τὸ μηδαμῇ μηδαμῶς ὄν, ἢ τὸ καθ’ ἑτερότητα ἢ τὸ κρεῖττον οὐσίας, ὃ ὑπερούσιον λέγεται, ἢ τὸ χεῖρον οὐσίας, ὁ μετούσιον λέγεται· λέγεται δὲ μὴ ὂν καὶ τὸ ψεῦδος. καὶ πολλὰς διαφορὰς λέγων ἐκεῖ τοῦ ψεύδους λέγει καὶ ἓν εἶδος ψεύδους τὸ περὶ τὰ δοκοῦντα ἀληθῆ, ὡς ἐν τῇ κεκλασμένῃ κώπῃ, ὅπερ φεῦδος εἶπε φαντασίαν ἀπὸ δόξης καὶ αἰσθήσεως μέσην οὖσαν τούτων, ἐπειδὴ καὶ δόξα καὶ αἴσθησις ἀληθεύει, ὡς ἐπίπαν δὲ ἡ αἴσθησις. ταῦτα ὑπὲρ Πλάτωνος. ἔστι δὲ εἰπεῖν καὶ πρὸς ’Αριστοέλην ὅτι μέμφῃ τῷ Πλάτωνι ταῦτα λέγοντι καὶ αὐτὸς εἰρηκὼς τὴν ἀμυδρὰν αἴσθησιν φαντασίαν καὶ τὴν δόξαν ἀπ’ αἰσθήσεως εἰπὼν καὶ φαντασίας, διότι ταῦτα προηγεῖται τῆς δόξης· τοιαῦτα οὖν λέγων ἑτέροις πῶς ἐπιπλήττεις; ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Διά τε ταῦτα. τί αὐτῷ δύναται τὸ παρὸν ῥητόν, ὅτι εἶπε διά τε ταῦτα; ἢ διὰ τὰ μέλλοντα ῥηθῆναι ἢ διὰ τὰ παρελθόντα· εἰ γὰρ ἐδείχθη ἡ δόξα καὶ ἡ αἴσθησις μὴ ὄντα ἐφ’ ἡμῖν, οὐκ ἄρα ἐκ τούτων ἡ φαντασία, ἐπεὶ ἔσται καὶ αὐτὴ μὴ οὖσα ἐφ’ ἡμῖν. Καὶ δῆλον ὅτι οὐκ ἄλλη τίς ἐστιν ἡ δόξα ἀλλ’ ἢ ἐκείνη οὗπερ ἐστὶν ὁμοῦ καὶ αἴσθησις. τί φησιν; ὅτι εἰ ὅλως ἦν ἡ φαντασία ἀπὸ δόξης καὶ αἰσθήσεως, ἔδει ταύτας περὶ τὸ αὐτὸ καταγίνεσθαι, δόξαν φημὶ καὶ αἴσθησιν. οὐ γὰρ ἡ δόξα τοῦ εἶναι Σωκράτην δίκαιον καὶ ἡ αἴσθησις τοῦ εἶναι αὐτὸν λευκὸν ποιεῖ φαντασίαν, ἀλλὰ δεῖ καὶ δόξαν καὶ αἴσθησιν Σωκράτην οἴεσθαι δίκαιον· καὶ ὅταν περὶ τὸ αὐτὸ καταγένηται ἄμφω, οὐ δεῖ τὸ μὲν καθ’ αὑτὸ εἶναι, οἷον ἡ μὲν δόξα Σωκράτην λογικὸν δοξάζει, ἡ <δ᾿> αἴσθησις κατὰ συμβεβηκός, ἵνα οἴηται αὐτὸν λευκὸν ἀλλ’ ἵνα καὶ αὐτὴ λογικὸν καὶ καθ’ αὑτό. ὥστε δόξα καὶ αἴσθησις περὶ τὸ αὐτὸ καταγινόμεναι καὶ ἄμφω καθ’ αὑτό, εἰ ὅλως ἦν δυνατόν, ἐποίουν φαντασίαν. p. 428b1 Τὸ οὖν φαίνεσθαί ἐστι τὸ δοξάζειν ὅπερ αἰσθάνεται μὴ κατὰ συμβεβηκός. Τὸ φαίνεσθαι ἀντὶ τοῦ φαντάζεσθαι ἔκλαβε, ὡσεὶ ἔλεγε τὸ οὖν φαντάζεσθαι κατ’ ἐκείνους τοὺς λέγοντας ἐκ συμπλοκῆς εἶναι ἀπὸ δόξης ἐστὶ καὶ αἰσθήσεως· καὶ καλῶς πρόσκειται τὸ μὴ κατὰ συμβεβηκός, ἵνα καθ’ αὑτὸ αἰσθάνηται αὐτοῦ ἡ αἴσθησις, ὥσπερ πρὸ ὀλίγου εἴρηται. p. 428b2 Φαίνεται δέ γε καὶ ψευδῆ, περὶ ὧν ἅμα ὑπόληψιν ἀληθῆ ἔχει. Ἐντεῦθεν ἐλέγχει τοὺς λέγοντας τὴν φαντασίαν ἐκ συμπλοκῆς εἶναι δόξης καὶ αἰσθήσεως. φησὶ γὰρ ὅτι εἰ τοῦτο ἦν, ἐπειδὴ ἡ αἴσθησις ποδιαῖον τὸν ἥλιον ὁρᾶ, ἡ δὲ δόξα πολλαπλάσιον αὐτὸν οἴεται τῆς γῆς, | συμβήσεται τὴν φαντασίαν καὶ ἀληθῆ καὶ ψευδῆ λέγειν, ὅπερ ἐστὶν ἄτοπον· ὑπόληψιν δὲ τὴν δόξαν ἐκάλεσε. p. 428b4 Συμβαίνει οὖν ἤτοι ἀποβεβληκέναι τὴν ἑαυτοῦ δόξαν. Ἐντεῦθεν ἄρχεται ἀπαριθμεῖσθαι κατὰ πόσους τρόπους δυνατὸν ἀπολέδθαι δόξαν. εἰσὶ δὲ τέσσαρες, οὓς ἡμεῖς εἴπομεν ἐν τῇ θεωρίᾳ. εἶπε δὲ σωζομένου τοῦ πράγματος, ἵνα δείξῃ ὅτι ἡ δόξα καὶ ἡ αἴσθησις ἐνεργοῦσα οὐ βλάπτεται. καὶ ἔδει εἰπεῖν σωζόμενος καὶ σωζομένου καὶ σωζομένη, ἵνα τὸ μὲν σωζόμενος πρὸς τὸν δοξάζοντα ᾖ, τὸ δὲ σωζομένου πρὸς τὸ δοξαστόν, τὸ δὲ σωζομένη πρὸς τὴν ἐνέργειαν. εἰ. γὰρ ταῦτα ᾖ, οὐ βλάπτεται ἡ δόξα. p. 428b7 Ἢ εἴ τι ἔχει, τὴν αὐτὴν ἀνάγκη ἀνάγκη ἡ εἶναι καὶ ψευδῆ. Τὸ ἄτοπον λέγει ἐνταῦθα. φησὶ ἦσί γὰρ ὅτι εἴ τι ἔχει τὴν αὐτὴν δόξαν καὶ μὴ ἀπώλετο ἐξ ἑνὸς τῶν εἰρημένων αὐτὴν κανόνων ὀλλύναι δυναμένων, δῆλον ὅτι καθ’ ὑμᾶς τοὺς ταῦτα λέγοντας ἡ φαντασία σύγκειται ἐκ ψευδῶν ἅμα καὶ ἀληθινῶν, ὅπερ ἄτοπον, ψευδοῦς μὲν τῆς αἰσθήσεως τὸν ἥλιον ὁρώσης, ἀληθοῦς δὲ τῆς δόξης πολλαπλασίονα τῆς γῆς αὐτὸν γινωσκούσης. p. 428b8 Ἀλλὰ ψευδὴς ἐγίνετο, ὅτε λ|άθοι μεταπεσὸν τὸ πρᾶγμα. Ἐντεῦθέν φησιν ὅτι ἐνδέχεται ἅμα τὴν δόξαν καὶ τὴν αἴσθησιν ψεύδεσθαι, ἐὰν λήθη γένηται ἢ μεταπέσῃ καὶ οἷον μεταβολὴ γένηται τοῦ πράγματος τοῦ δοξαστοῦ. p. 428b9 οὐκ ἄρα ἕν τι τούτων ἐστὶν οὔτε ἐκ τούτων ἡ φαντασία. Οὐκ ἄρα, φησί, καθ’ αὑτὸ αἴσθησις οὔτε δόξα ἐστὶν ἡ φαντασία, οὔτε ἐκ τούτων, τουτέστιν οὔτε ἐκ συμπλοκῆς δόξης καὶ αἰσθήσεως. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 428b10 Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου, ἡ δὲ φαντασία κίνησίς τις δοκεῖ εἶναι καὶ οὐκ ἄνευ αἰσθήσεως γίγνεσθαι ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησίς ἐστι, καὶ τὰ ἑξῆς. ‘Η παροῦσα θεωρία τέσσαρά τινα διδάσκει, πρῶτον μὲν τί ἐστι φαντασία, καὶ εἰκότως· ἄνω γὰρ εἰπὼν ὅτι οὐκ ἔστιν, νυνὶ λέγει τί ἐστι. καὶ δι’ ἄλλο δὲ τοῦτο ποιεῖ, ἐπειδὴ πρόκειται αὐτῷ τὰ λογοειδῆ τῆς ἀλόγου διδάξαι· ἐπειδὴ οὖν ἄνω οὐκ ἐδίδαξε περὶ φαντασίας, νυνὶ διδάσκει. ὅτι γὰρ λογοειδής ἐστιν ἡ φαντασία, δηλοῖ τὸ παθητικὸν νοῦν λέγεσθαι αὐτήν. διὰ τοῦτο οὖν διδάσκει τί ἐστι φαντασία. εἶτα ἐπὶ τούτοις λέγει κοινωνίαν φαντασίας καὶ αἰσθήσεως. καὶ ὡς εἰκὸς ἀπορήσειέ τις ὅτι ἔδει μᾶλλον τῶν πάνυ ἀπεχόντων εἰπεῖν κοινωνίαν, δόξης καὶ φαντασίας· διαλεκτικὸς γάρ ἐστι λόγος, ὅτι δεῖ τῶν πάνυ ἀπεχόντων λέγειν κοινωνίας, ἀπέχει δὲ δόξα φαντασίας, εἴπερ ἡ μὲν ἀλόγου ἡ δὲ λογικῆς· αἴσθησις δὲ φαντασίας οὐ πάνυ ἀπέχει· μιᾶς γάρ εἰσι ψυχῆς, φημὶ δὴ τῆς ἀλόγου. διὰ τί οὖν τούτων λέγει κοινωνίαν; εἰπὲ πρὸς τοῦτο ὅτι εἰκότως τοῦτο πεποίηκεν. ἐπειδὴ γὰρ ἄνω ἠπορεῖτο ὅτι προθέμενος διακρῖναι τὰς ἀλόγους τῶν λογιχῶν, πῶς νῦν διακρίνει τὴν ἄλογον πρὸς ἑαυτήν, ἵνα οὖν δείξῃ σπουδαίαν τὴν ἄνω διάκρισιν, διὰ τοῦτο κοινωνίας αὐτῶν λέγει. τοῦτο καὶ τὸ δεύτερον κεφάλιον. τρίτον ἐστὶ κεφάλαιον ἐν ᾧ ζητεῖ διὰ τί φαντασία λέγεται. ἐν δὲ τῷ τετάρτῳ κεφαλαίῳ ζητεῖ διὰ τί δέδοται ἡμῖν αὐτὴ ἐκ τοῦ δημιουργοῦ. ἀρξόμεθα τοῦ πρώτου καὶ εἴπωμεν τί ἐστι φαντασία. ἀλλὰ πρὸ τούτου λῆμμα προλάβωμεν συμβαλλόμενον ἡμῖν εἰς τὸν ὅρον. δεῖ τοίνυν εἰδέναι ὅτι ὥσπερ ἐν τοῖς οὖσι τὸ μὲν μόνως κινεῖ, τὸ δὲ μόνως κινεῖται, τὰ δὲ καὶ κινεῖ καὶ κινεῖται, οὕτως καὶ ἐν ἡμῖν ἐστι. μόνως μὲν γὰρ κινοῦν τὸ αἰσθητόν, κινοῦν δὲ καὶ κινούμενον ἡ αἴσθησις (κινεῖται μὲν γὰρ ὑπὸ τοῦ αἰσθητοῦ, κινεῖ δὲ τὴν φαντασίαν) μόνως δὲ κινούμενον ἐπὶ ἀλόγων ἡ φαντασία· ἐπὶ ἡμῶν γὰρ κινουμένη ἐκ τῆς αἰσθήσεως κινεῖ τὴν δόξαν. τούτων προληφθέντων δεῖ εἰδέναι, ὅτι φαντασία ἐστὶ δύναμις δεκτικὴ διὰ μέσης αἰσθήσεως τῶν αἰσθητῶν εἰδῶν. καὶ οὗτος μέν ἐστιν ὁρισμὸς τῆς φαντασίας. ἀποροῦσι δὲ εὐθὺς ἐκ θυρῶν πρὸς αὐτὸν ὅτι τούτῳ τῷ λόγῳ οὐδὲν διενήνοχε ἡ φαντασία τῆς κοινῆς αἰσθήσεως· καὶ ἡ κοινὴ γὰρ αἴσθησις δύναμίς ἐστι δεκτικὴ τῶν αἰσθητῶν εἰδῶν διὰ μέσης αἰσθήσεως. εἰ δέ τις εἴποι ὅτι οὐχ ἁρμόζει τῇ κοινῇ αἰσθήσει οὗτος ὁ ὁρισμός αὕτη γὰρ ἀμέσως οἶδε τὴν διαφορὰν λευκοῦ καὶ γλυκέος ἅμα ταῖς αἰσθήσεσιν ἐνεργοῦσα, καὶ οὐ διὰ μέσου αἰσθήσεως), λέγομεν πρὸς αὐτὸν ὅτι εἰ καὶ ἅμα ταῖς αἰσθήσεσιν ἐνεργεῖ, ἀλλ’ οὖν οὐκ ἀμέσως τούτων ἀντιλαμβάνεται, ἀλλὰ δεχομένη ἀπὸ μὲν ὄψεως τύπον λευκοῦ, ἀπὸ δὲ γεύσεως τύπον γλυκέος, καὶ κρίνουσα λέγει τὴν διαφοράν· ὥστε καὶ αὐτῇ ἁρμόζει ὁ παρὼν ὁρισμός. λέγομεν δὲ ὅτι ἡ μὲν φαντασία δεκτική ἐστι τῶν εἰδῶν διὰ μέσης πάσης αἰσθήσεως, καὶ κοινῆς καὶ μερικῆς, ἡ δὲ κοινὴ αἴσθησις διὰ μέσου τῆς μερικῆς αἰσθήσεως μόνης δεκτική ἐστι τῶν εἰδῶν· ὥστε αὕτη ἐστὶ διαφορὰ φαντασίας καὶ κοινῆς αἰσθήσεως, καὶ αὕτη ἐστὶν ἡ λύσις. ὅτι δὲ ἀληθεύει ὁ ὁρισμὸς οὗτος, καὶ διὰ μέσης αἰσθήσεως ἡ φαντασία ἐνεργεῖ, δῆλον ἐκ τῶν τυφλῶν· οἱ γὰρ ἐκ γενετῆς τυφλοὶ περὶ χρωμάτων ὅλως οὐδὲν φαντάζονται. ὁμοίως δὲ οἱ ἐκ γενετῆς κωφοὶ περὶ ψόφων τί ποτε φαντάζονται; ᾧ δῆλον ὅτι ἡ φαντασία ἀεὶ διὰ μέσου τῶν αἰσθήσεων ἐνεργεῖ. ὅθεν καὶ ἀπορῆσαι ἄξιον· τί οὗν; οὐκ ἀναπλάττεταί τινα ἡ φαντασία, ἅπερ αἴσθησις οὐκ οἶδε; τραγέλαφον γοῦν ἢ οὐρανομήκη ἄνθρωπον αἴσθησις μὲν οὐκ οἶδε, καὶ ὅμως ἡ φαντα|σία ἀναπλάττεται ταῦτα. ὥστε ἀναπλάττεται καὶ ἃ μὴ αἴσθησις οἶδεν ἡ φαντασία καὶ ἐνεργεῖ ἄνευ αἰσθήσεως. αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι καὶ ἡνίκα ἀναπλάττεται, πάλιν ἀρχὰς λαμβάνει ἀπὸ τῆς αἰσθήσεως. ἐπεὶ γὰρ εἶδεν ἰδίᾳ τράγον καὶ ἰδίᾳ ἔλαφον, ἔλαβε ταύτας τὰς ἀρχὰς ἁπλᾶς οὔσας ἀπὸ τῆς αἰσθήσεως καὶ τὸ σύνθημα ἀνεπλάσατο. εἰ δὲ καὶ ἄνθρωπον οὐρανομήκη ἀναπλάττεται, ἀλλὰ πρότερον εἶδεν ἄνθρωπον τὸν καθ’ ἕκαστα. οὕτως οὖν καὶ ταύτην λυτέον τὴν ἀπορίαν. καὶ δι’ ἄλλο δὲ καλῶς εἶπεν διὰ μέσης αἰσθήσεως, διὰ τὸ μεταξύ· κἀκεῖνο γὰρ δεκτικόν ἐστι τῶν αἰσθητῶν εἰδῶν, ἀλλ’ οὐ διὰ μέσης αἰσθήσεως. μὴ νόμιζε δὲ διὰ τοῦτο κρείττονα εἶναι τὴν αἴσθησιν τῆς φαντασίας, ἐπειδὴ δι’ αὐτῆς ἐνεργεῖ ἡ φαντασία· οὐ γὰρ ὡς ποιητικὴ τῆς φαντασίας ἡ αἴσθησις συμβάλλεται αὐτῇ, ἀλλ’ ὡς διακονοῦσα] μόνον, ὥσπερ τὸ μεταξύ· διὸ οὐκ ἔστι κρείττων· ἐπεὶ τούτῳ τῷ λόγῳ καὶ τὴν φαντασίαν εἰπὲ κρείττονα τῆς δόξης, ἐπειδὴ αὐτὴ διακονεῖ τῇ δόξῃ· καὶ μὴν ὡμολόγηται ὅτι ἡ δόξα κρείττων ἐστὶν ὡς τῆς λογικῆς ψυχῆς ὑπάρχουσα τῆς φαντασίας ἀλόγου οὔσης. 7 ὅταν δὲ λέγω ὅτι ἡ φαντασία δεκτική ἐστι τῶν αἰσθητῶν εἰδῶν, μὴ νόμιζε ὅτι τυποῦται πρὸς τὰ αἰσθητά, ἐπεὶ ἠφανίζοντο ἄν οἱ πρῶτοι τύποι ἐκ τῶν δευτέρων, ἀλλὰ μόνον τοὺς λόγους δέχεται. ἐκ δὲ τοῦ ῥηθῆναι ὅτι ἡ φαντασία διὰ μέσου αἰσθήσεως ἐνεργεῖ συνάγει ὁ Θεμίστιος ὅτι δείκνυται ἡ φαντασία οὐ μόνον μετὰ τὰς αἰσθήσεις ἐνεργοῦσα, ἀλλ’ ἅμα αὐταῖς. εἰ γὰρ ἐνεργουσῶν τῶν αἰσθήσεων δέχεται τοὺς τύπους ἐξ αὐτῶν οὐχ ὁμοίως ἀψύχῳ ἀγγείῳ, ἀλλ’ ἅμα δέξεται <καὶ> γινώσκει αὐτά, δῆλον ὅτι ἡ φαντασία ἅμα τῇ ἐνεργεῖ, καὶ τοῦτο ἐν τῇ λέξει ’Αριστοτέλην λέγοντα δείξομεν. κακῶς δὲ λέγει· οὐ γὰρ ὅτε δέχεται ἡ φαντασία τὰ εἴδη ἀπὸ τῶν αἰσθήσεων, τότε καὶ ἐνεργεῖ, ἀλλὰ μετὰ τὸ παύσασθαι τὰς αἰσθήσεις τότε ἐνεργεῖ ἡ φαντασία· τασία· ἐπεὶ εἰ ἅμα τῇ αἰσθήσει ἐνήργει, τί διέφερε τῆς κοινῆς αἰσθήσεως; ἡ γὰρ κοινὴ αἴσθησίς ἐστιν ἡ ἅμα ταῖς μερικαῖς αἰσθήσεσιν ἐνργοῦσα. ὥστε οὖν ἡ φαντασία μετὰ τὰς αἰσθήσεις ἐνεργεῖ· δεῖ γὰρ αὐτὴν προσδέχεσθαι τὰ εἴδη ἀπὸ τῆς αἰσθήσεως καὶ οὕτως ἐνεργεῖν· ἐὰν οὖν μὴ πέμψωσιν αἱ αἰσθήσεις, οὐκ ἐνεργεῖ ἡ φαντασία· δεῖ οὖν αὐτὴν ἐνεργεῖν μετὰ τὸ παύσασθαι τὰς αἰσθήσεις. καὶ ἄξιον ἀπορῆσαι ὅτι ἰδοὺ ἀτενίζω εἰς τὸν ἥλιον καὶ ἀναπέμπω τὸν τύπον τῇ φαντασίᾳ καὶ ἐπιμένω θεωρῶν τὸν ἥλιον ἐπὶ ἄλλην μίαν ὥραν, καὶ ἡ φαντασία ἐνεργεῖ ἐν τῷ ἔτι με ἀτενίζειν πρὸς τὸν ἥλιον ὁρῶντα. ἀλλ’ οὖν ἡ πρώτη θέα καθ’ ἣν τὸ εἶδος ἔπεμψα τῇ φαντασίᾳ ἐπαύσατο· ὥστε μετὰ τὴν αἴσθησιν ἐνεργεῖ ἡ φαντασία, καὶ ἔρρωται ὁ λόγος ’Αριστοτέλους. ἐν οἷς τὸ πρῶτον πληροῦται κεφάλαιον. Δεύτερόν ἐστι κεφάλαιον ἐν ᾧ λέγει κοινωνίαν φαντασίας καὶ αἰσθήσεως. δεῖ τοίνυν εἰδέναι ὅτι τὰ αὐτὰ ἔχει αἰσθητὰ φαντασία καὶ αἴσθησις· σις· διὸ κοινωνοῦσι καὶ ὡσαύτως περὶ αὐτὰ ἀμφότεραι καταγίνονται. ὥσπερ γὰρ ἡ αἴσθησις ἔχει καὶ κοινὰ καὶ ἰδικὰ αἰσθητὰ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, ὡς ἤδη εἴρηται, οὕτω καὶ ἡ φαντασία περὶ ταῦτα καταγίνεται. καὶ αὕτη μὲν ἡ πρώτη κοινωνία. δευτέρα κοινωνία· ὥσπερ ἡ αἴσθησις ἀεὶ μὲν ἀληθεύει περὶ τὰ ἴδια αἰσθητά, ἧττον δὲ περὶ τὰ κατὰ συμβεβηκός, ἔτι δὲ ἧττον περὶ τὰ κοινά, οὕτω καὶ ἡ φαντασία. καὶ αὗταί εἰσιν αἰ δύο κοινωνίαι αἰσθήσεως καὶ φαντασίας. καὶ ταῦτα μὲν Ἀριστοτέλης· ἄξιον δὲ ἀπορῆσαι δύο ἀπορίας, ὧν πρώτη ἐστὶν αὕτη, πῶς Ἀριστοτέλης νῦν φησιν ὅτι ἡ φαντασία περὶ τὰ ἴδια αἰσθητὰ ἀεὶ ἀληθεύει ἀνωτέρω φάμενος ὅτι ἡ φαντασία οὐκ ἀεὶ ἀληθεύει, ἀλλά ποτε καὶ ψεύδεται. καὶ αὕτη μὲν ἡ ἀπορία. πρὸς ἣν ἔστιν εἰπεῖν ὅτι διττή ἐστιν ἡ φαντασία, ἡ μὲν μόνως δεχομένη τὰ εἴδη καὶ οἱονεὶ δοχεῖον οὖσα, ἡ δὲ ἀναζωγραφοῦσα ὅτι καὶ βούλεται. ἡ μὲν οὗν δεχομένη τὰ εἴδη ἀεὶ ἀληθεύει, καὶ ταύτῃ ἀληθής ἐστιν οὗτος ὁ λόγος ὁ λέγων φαντασίαν ἀεὶ περὶ τὰ ἴδια αἰσθητὰ ἀληθεύειν· ἡ δὲ ἀναζωγραφοῦσα ὅτι καὶ βούλεται, αὕτη ἐστὶν ἡ ψευδομένη· ἡνίκα γὰρ τὰ μὴ ὄντα ἀναζωγραφεῖ, ψεύδεται, καὶ ταύτῃ τὰ ἀνωτέρω ῥηθέντα ἐστὶν ἀληθῆ, ὅτι ἡ φαντασία ψεύδεται. αὕτη ἡ πρώτη ἀπορία καὶ ἡ λύσις αὐτῆς. δευτέρα ἀπορία, πῶς ἀνωτέρω ἔφασκε περὶ τὰ κοινὰ αἰσθητὰ μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητά, νυνὶ δὲ τοὐναντίον λέγει ὅτι περὶ τὰ κατὰ συμβεβηκὸς μᾶλλον ἀληθεύει ἤπερ περὶ τὰ κοινά. καὶ αὕτη μὲν ἡ ἀπορία. ἵνα δὲ αὐτὸν ’Αριστοτέλην πρὸς ἑαυτὸν ἄμαχον καταστήσωμεν καὶ πρὸς, τὰ πράγματα, ἐπιλυσόμεθα τὴν ἀπορίαν οὕτως, ὅτι διττά εἰσιν, ὡς καὶ ἀνωτέρω εἴρηται, τὰ κατὰ συμβεβηκὸς αἰσθητά, αἵ τε ἄτομοι οὐσίαι, αἵτινες οὐδεμιᾷ αἰσθήσει τὸ παράπαν ὑποπίπτουσιν, ἀλλ’ ἐκ τῶν ἐν αὐταῖς συμβεβηκότων νοοῦνται, ἢ κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἄλλῃ ὐποπῖπτον αἰσθήσει, οἷον τῇ ὄψει τὸ γλυκύ· καθ’ αὑτὸ γὰρ αἰσθητόν ἐστι τῇ γεύσει. διττοῦ οὖν ὄντος τοῦ κατὰ συμβεβηκὸς αἰσθητοῦ δύναται καὶ οὗτος ὁ λόγος ἀληθεύειν καὶ ὁ ἀνωτέρω εἰρημένος. εἰ μὲν γὰρ κατὰ συμβεβηκὸς αἰσθητὸν λάβοις τὰς ἀτόμους οὐσίας, ἀληθεύει ὁ ἀνωτέρω λόγος· μᾶλλον γὰρ ἡ αἴσθησις ἀληθεύει περὶ τὰ κοινὰ αἰσθητὰ ἤπερ περὶ τὰς ἀτόμους οὐσίας. ὅτι δὲ μᾶλλον ἀληθεύει ἡ αἴσθησις περὶ τὰ κοινὰ αἰτοίνυν σθητὰ ἢ περὶ τὰς ἀτόμους οὐσίας, δῆλον ἐκ τοῦ μᾶλλον πάσχειν τὴν αἴσθησιν ἐκ τῶν κοινῶν αἰσθητῶν. ἐκ γὰρ τῶν ἀτόμων οὐσιῶν οὐδὲ ὅλως πάσχει· ἀπὸ οὐσίας γὰρ καθὸ οὐσία οὐδὲν πάσχει ἡ αἴσθησις· ἐκ δὲ τῶν κοινῶν αἰσθητῶν πάσχει, ὡς ἤδη δέδεικται· διακρίνεται γὰρ ὑπὸ τοῦ μεγάλου καὶ συγκρίνεται ὑπὸ τοῦ μικροῦ μεγέθους, ὁμοίως δὲ καὶ ὑπὸ τῶν ἄλλων πάσχει. ἐξ οὗ δὲ πάσχει ἡ αἴσθησις, τοῦτο μᾶλλον γινώσκει· ὃ δὲ μᾶλλον | γινώσκει, περὶ τοῦτο ἀληθεύει· περὶ τὰ κοινὰ ἄρα αἰσθητὰ μᾶλλον ἀληθεύει ἡ αἴσθησις ἢ περὶ τὰς ἀτόμους οὐσίας, καὶ ταύτῃ ἀληθεύει ὁ ἄνω λόγος. εἰ δὲ κατὰ συμβεβηκὸς αἰσθητὸν λάβοις τὸ ἄλλο σημαινόμενον τοῦ κατὰ συμβεβηκός, τότε ἀληθὴς ὁ λέγων λόγος μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν περὶ τὸ ἄλλῃ αἰσθήσει αἰσθητὸν ἤπερ περὶ τὰ κοινὰ αἰσθητά. τοῦτο δὲ δείκνυται οὕτως· τὸ πλησιάζον τῷ ἀεὶ ἀληθεύοντι μᾶλλον ἀληθεύει τοῦ μὴ πλησιάζοντος· ἀεὶ δὲ ἀληθεύει τὰ ἴδια αἰσθητά, τὸ δὲ ἄλλῃ αἰσθήσει αἰσθητὸν μᾶλλον πλησιάζει, ὡς δείξω, τοῖς ἰδίοις αἰσθητοῖς ἤπερ τὰ κοινὰ αἰσθητά· μᾶλλον ἄρα ἀληθεύει τὸ ἄλλῃ αἰσθήσει αἰσθητὸν τῶν κοινῶν αἰσθητῶν. ὅτι δὲ τοῦτο μᾶλλον πλησιάζει, οὐ χαλεπόν ἐστιν ὁρᾶν. ἰστέον γὰρ ὅτι οὔτε τὰ ἴδια αἰσθητὰ οὔτε τὰ τῇ] ἄλλῃ αἰσθήσει αἰσθητὰ χωριστά ἐστι τῆς ὕλης, ὥστε πλησιάζουσιν ἀλλήλοις, διότι χωρισθῆναι τῆς ὕλης οὐ δύνανται. οὔτε γὰρ λευκότης, ὅ ἐστιν ἴδιον αἰσθητὸν τῆς ὄψεως, οὔτε γλυκύτης, ὅ ἐστιν αἰσθητὸν αἰσθητὸν τῆς γεύσεως, δύναται χωρὶς ὕλης νοηθῆναι. τὰ δὲ κοινὰ αἰσθητὰ δύναται χωρὶς ὕλης νοηθῆναι· χωρίσαντες γὰρ αὐτὰ τῆς ὕλης οἱ φιλόσοφοι τὰ μαθήματα συνεστήσαντο· ἐκ γὰρ τῶν κοινῶν αἰσθητῶν ἐστι τὰ μαθήματα. εἰ οὖν τὰ ἄλλῃ αἰσθήσει αἰσθητὰ μᾶλλον πλησιάζει τοῖς ἰδίοις αἰσθητοῖς ἤπερ τὰ κοινὰ αἰσθητά, τὰ δὲ μᾶλλον πλησιάζοντα τοῖς ἰδίοις αἰσθητοῖς μᾶλλον ἀληθεύει, τὰ ἄρα ἄλλῃ αἰσθήσει αἰσθητὰ μᾶλλον ἀληθεύει, ὅπερ ἐστὶν ἓν σημαινόμενον τοῦ κτὰ συμβεβηκός, τῶν κοινῶν αἰσθητῶν. ὥστε καὶ οὗτος ὁ λόγος ἀληθής ἐστιν ὁ λέγων γῶν περὶ τὰ κατὰ συμβεβηκὸς μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κοινὰ αἰσθητά, καὶ ὁ ἄνω λόγος πάλιν ἀληθεύει ὁ λέγων περὶ τὰ κοινὰ μᾶλλον ἀληθεύειν τὴν αἴσθησιν ἤπερ περὶ τὰ κατὰ συμβεβηκός. ἰστέον δὲ ὅτι τὰ κοινὰ αἰσθητὰ καὶ παχυμερῆ ἐστι καὶ ἀκριβῆ. ὡς μὲν γὰρ ὑπὸ μιᾶς αἰσθήσεως καταλαμβανόμενα παχυμερῆ ἐστιν, ὡς δὲ ὑπὸ πασῶν ἀκριβῆ. ὅτι δὲ μιᾷ αἰσθήσει οὐκ ἀκριβῶς γινώσκεται τὰ κοινὰ αἰσθητά, δηλοῦσιν οἱ παραπλέοντες τὴν μὲν γῆν οἰόμενοι κινεῖσθαι, τὸ δὲ πλοῖον ἑστάναι. ἰδοὺ γὰρ περὶ τὸ ἠρεμοῦν ἡμάρτανον, τουτέστιν τὴν γῆν, καὶ περὶ τὸ κινούμενον, τουτέστι τὸ πλοῖον, διότι ὄψει μόνῃ ταῦτα ἠθέλησαν γνῶναι. καὶ ἄλλως δὲ ἔστιν ἰδεῖν περὶ ἠρεμίας ἡμᾶς ἁμαρτάνοντας· τὰ γὰρ ὄντα ἀεικίνητα ἄστρα ἑστάναι νομίζομεν καὶ περὶ ἀριθμῶν δὲ ἁμαρτάνει ἡ ὄψις οἰομένη τὰ ἐν διαφόροις σφαίραις ἐν μιᾷ εἶναι. ἰδοὺ γὰρ λέγομεν τὴν σελήνην ἐν κριῷ εἶναι ἢ ταύρῳ· ἐν ἄλλῃ δὲ σφαίρᾳ ἐστὶ τῇ ἀπλανεῖ ὁ κριὸς καὶ ἐν ἄλλῃ ἡ σελήνη. καὶ περὶ σχῆμα δὲ ἁμαρτάνομεν καὶ μέγεθος· τὰ γὰρ μακρόθεν τετράγωνα καὶ μεγάλα μικρὰ νομίζομεν εἶναι καὶ στρογγύλα διὰ τὸ τὰς γωνίας μὴ φαίνεσθαι. ἀλλ’ ἐρεῖ τις ὅτι ὅσον ἐπὶ τούτῳ οὐδὲ τὰ κατὰ συμβεβηκὸς ἔστι γνῶναι εἰ γὰρ λέγεις διὰ μῆκος τὰ κοινὰ μὴ δύνασθαι εἰδέναι, οὐδὲ τὰ κατὰ συμβεβηκὸς διὰ μῆκος ὁραθήσεται. ὅτι μὲν γὰρ ὁ πόρρωθεν προσιὼν λευκός ἐστιν, ἴσμεν, ὅτι δὲ Θεαίτητος ἢ Σωκράτης, οὐκ ἴσμεν. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι τὰ κατὰ συμβεβηκὸς διὰ μῆκος μόνον οὐχ ὁρᾶται, τὰ μέντοι κοινὰ οὐδὲ ἐκ τοῦ ἐγγὺς ὡς ἔστιν ὁρᾶται. ἰδοὺ γὰρ τὸν ἠρτημένον κάλων κυκλοτερῆ ὅ· κατὰ κάθετον θεασάμενοι νομίζομεν τοῦτον κατ’ εὐθὺ ἐκτετάσθαι. καὶ ἐν γραφῇ δὲ ὁρῶμεν τὰ μὲν λευκὰ ἐξέχοντα, τὰ δὲ μέλανα ὡς ἑγκεκολαμμένα· διὸ καὶ τοὺς μαζοὺς λευκοὺς ποιοῦσι· τούτου δὲ τὸ σχῆμα αἴτιον. λέλυται οὖν καὶ τοῦτο. ἐν οἷς καὶ τὸ δεύτερον πληροῦται κεφάλαιον. Tρίτον κεφάλαιόν ἐστιν ἐν ᾧ ζητοῦμεν, διὰ τί φαντασία ἐκλήθη· ἐπειδὴ στάσις ἐστὶν ἐν τῇ φαντασίᾳ τῶν αἰσθητῶν· διὰ οὖν τὸ εἶναι αὐτὴν τῶν φανθέντων στάσιν, διὰ τοῦτο λέγεται φαντασία. φανθέντα δὲ λέγει πάντα τὰ φανερωθέντα αἰσθητά· πασῶν μὲν γὰρ τῶν αἰσθήσεων τοὺς τύπους δέχεται, ἀλλ’ ἐπειδὴ πασῶν ἡ ὄψις κρείττων, διὰ τοῦτο ἐκ τοῦ ὑποκειμένου αὐτῇ τοῦ φωτὸς ὠνομάσθη· ἐκ τοῦ φάους γὰρ ὠνόμασται φαντασία. ἐν οἷς καὶ τὸ τρίτον πληροῦται κεφάλαιον. τέταρτόν ἐστι καὶ τελευταῖον τῆς θεωρίας κεφάλαιον ἐν ᾧ ζητοῦμεν, διὰ τί ἡμῖν ἡ φαντασία δεδώρηται καὶ τί τὸ τέλος αὐτῆς. δεῖ τοίνυν εἰδέναι, ὅτι ἀλόγοις μὲν δεδώρηται ἢ διὰ τὸ ἔχειν αὐτὰ τὸ ἀναλογοῦν λόγῳ ἢ διὰ τὸ πορίζεσθαι αὐτὰ διὰ ταύτης τροφήν· κατὰ φαντασίαν γὰρ ἐνεργοῦντες οἱ μύρμηκες προθησαυρίζουσιν ἑαυτοῖς κριθὰς πρὸς τροφήν· τοῖς δὲ λογικοῖς δεδώρηται ἡ φαντασία ἢ διὰ τὸ εὐεργέστερον γίνεσθαι τὸ σῶμα καὶ ἐπιτήδειον πρὸς ὑποδοχὴν τοῦ κρείττονος· εἰ γὰρ μὴ γέγονεν ἐπιτήδειον πρὸς τὸ δέξασθαι φαντασίαν, πῶς ἂν καὶ λογικὴν ψυχὴν ἐπεδέχετο; καὶ δι’ ἄλλο δέ ἐστιν ἡμῖν ἡ φαντασία, ἵνα ἡνίκα παραφρονῇ ὁ λόγος κατακρυπτόμενος ὑπὸ παθῶν τινων, ἔχωμεν ταύτην διοικοῦσαν, οἷον ἐν νόσοις, ἐν μέθαις, ὅτε οὐ δύνανται σχεδὸν κατὰ λογικὴν ψυχὴν ἐνεργῆσαι διὰ τὴν ἀνεπιτηδειότητα τοῦ ὀργάνου. ἐν οἷς καὶ τὸ τέταρτον κεφάλαιον καὶ ἡ θεωρία καὶ τὸ δεύτερον τμῆμα σὺν θεῷ πληροῦται, ἐν ᾧ διέκρινε τὴν λογικὴν ψυχὴν ἀπὸ τῆς ἀλόγου. ἐν μὲν γὰρ τῷ πρώτῳ τμήματι διάκρισιν ἐποιήσατο τῆς ἀλόγου ψυχῆς πρὸς ἑαυτήν, ἐν δὲ τῷ παρόντι δευτέρῳ τμήματι, ὡς εἴπομεν, διάκρισιν εἶπε τῆς λογικῆς ψυχῆς πρὸς τὴν ἄλογον, ἐν δὲ τῷ ἑξῆς τμήματι αὐτὴν τὴν λογικὴν πρὸς ἑαυτὴν συγκρίνει. Ἀλλ’ ἐπειδή ἐστι κινηθέντος τουδὶ κινεῖσθαι ἕτερον ὑπὸ τούτου. ἀπὸ τοῦ λήμματος ἄρχεται καί φησιν ὅτι ἐπειδή ἐστί τι κινούμενον ὑπό τινος ἐν τοῖς οὖσι καὶ ὑπὸ τοῦ κινηθέντος ἕτερον κινεῖται, καὶ ἐπὶ ψυχῆς τοῦτό ἐστιν. ὥσπερ γὰρ ἐν τοῖς πράγμασιν ὁρῶμεν ὅτι τὸν μὲν μοχλὸν ἡ χεὶρ κινεῖ, ὁ δὲ μοχλὸς τὸν λίθον, οὕτως ἡ μὲν αἴσθησις κινεῖται ὑπὸ τοῦ αἰσθητοῦ, αὐτὴ δὲ κινεῖ τὴν φαντασίαν. μετὰ γὰρ τὸ προσβαλεῖν τῷ αἰσθητῷ τὴν αἴσθησιν καὶ τὸ εἶδος δέξασθαι αὐτὴν τοῦ αἰσθητοῦ κατέχει αὐτό, | καὶ τούτῳ p 8v τῷ εἴδει προσβάλλει ἡ φαντασία, καὶ ταύτῃ γίνεται φαντασία, ὤας φησιν ὁ Πλούταρχος, ὅθεν καὶ ὁρίζεται αὐτὴν ψυχῆς κίνησιν ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως προσεχῶς διεγειρομένην. μὴ ἀπορήσῃς δὲ πῶς τυχὸν ἐν νυκτὶ φανταζόμεθα τόνδε τὸν ἄνθρωπον μὴ ἐνεργούσης τότε τῆς αἰσθήσεως· μένει γὰρ ἡ φαντασία ἔχουσα τοὺς τύπους ἀπὸ τῆς ἤδη γενομένης θέας, καὶ διὰ τοῦτο καὶ μὴ ἐνεργούσης ἐν νυκτὶ τῆς αἰσθήσεως φαντάζομαι. τὸ δὲ ἀλλ’ ἐπειδὴ πρὸς τὰ ἄνω ἐστίν· ἐπειδὴ γὰρ εἶπεν ἄνω ὅτι οὐκ ἔστι δόξα ἢ αἴσθησις, νῦν φησιν ἀλλ’ ἐπειδὴ κινεῖται ὑπὸ τῆς αἰσθήσεως φαντασία ἄν εἴη δύναμις δεκτικὴ τῶν αἰσθητῶν εἰδῶν διὰ μέσης αἰσθήσεως. p. 428b12 Ἀλλ’ αἰσθανομένοις καὶ ὧν αἴσθησίς ἐστιν. Δεῖ, φησίν, αἰσθάνεσθαι καὶ οὕτω φαντάζεσθαι· οἱ γὰρ ἐξ ἀρχῆς πηροὶ οὐ φαντάζονται· διὸ εἶπεν αἰσθανομένοις. διὰ τί δὲ εἶπε καὶ ὧν ἐστιν αἴσθησις; διὰ τοὺς μὴ ἐκ γενετῆς μὲν τυφλούς, ἀποβαλόντας δὲ τὴν ὅρασιν περὶ τὸ δεύτερον ἔτος, πρὶν φαντασθῶσι· καὶ οὗτοι γὰρ οὐ δύνανται φαντάζεσθαι περὶ χρωμάτων. καὶ οἷς οὖν ἐστιν αἴσθησις, ἐὰν ἐξ ἀρχῆς ταύτην ἀποβάλωνται, οὐ φαντάζονται· ὥστε οὖν περὶ τῶν μὴ ὑποπιπτόντων ἡμῖν διὰ τῶν αἰσθήσεων οὐκ ἔστι φαντάζεσθαι. p. 428b14 Καὶ ταύτην ὁμοίαν ἀνάγκη εἶναι τῇ αἰσθήσει. Ἐντεῦθέν ἐστι τὸ δεύτερον κεφάλαιον, ἐν ὧ τὰς κοινωνίας ἡμῖν λέγει φαντασίας καὶ αἰσθήσεως μήπω ὁρισάμενος τί ἐστι φαντασία· ὅθεν ἀνατρέχει πάλιν καὶ ὁρίζεται αὐτήν, καὶ εἶθ’ οὕτω πλατύτερον λέγει πάλιν τὴν κοινωνίαν. νῦν οὖν φησιν ὅτι ἀνάγκη τὴν φαντασίαν ὁμοίαν εἶναι τῇ αἰσθήσει, διότι οὐ δυνατὸν ἄνευ αἰσθήσεως γίνεσθαι τὴν περὶ τὰ αἰσθητὰ φαντασίαν. καλῶς δὲ πρόσκειται τὸ ἐνδεχομένη, ἵνα μή τις νομίσῃ ὅτι ἐνδεχομένως χωρὶς αἰσθήσεως οὐκ] ἔπι φαντασθῆναι· ἐξ ἀνάγκης γὰρ ἕπεται τοῦτο. καὶ πολλὰ κατ’ αὐτὴν ποιεῖν καὶ πάσχειν τὸ ἔχον. καλῶς εἶπε τὸ πολλά· οὐ γὰρ πάντα κατὰ φαντασίαν ποιεῖ, ἀλλὰ τὰ ἔχοντα αὐτὴν ἄνευ λόγου κατ’ αὐτὴν ποιεῖ, οἷον μύρμηκες κατ’ αὐτὴν ὁρμῶσιν συνάξαι τροφήν. ἀλλὰ μὴν οὐδὲ πάσχομεν πάντοτε κατὰ φαντασίαν. ἔνθα γὰρ συνουσιάζοντες ἐκκρίνομεν σπέρμα μηδὲν προφαντασθέντες, ὡς ἐν ὕπνοις ποτὲ ἡμῖν συμβαίνει, τότε οὐχ ὑπὸ φαντασίας πάσχομεν. καλῶς οὗν εἶπεν ὅτι οὔτε ποιοῦμεν οὔτε πάσχομεν πάντα κατά φαντασίαν. καὶ ὅρα ὅτι πρὶν πληρῶσαι τὴν κοινωνίαν τί ἐστι τὸ τέλος τῆς φαντασίας διεξέρχεται. καὶ εἶναι καὶ ἀληθῆ καὶ ψευδῆ. ἐπὶ τὴν κοινωνίαν πάλιν ὑπέστρεψε. φησὶν οὖν ὅτι κοινωνοῦσιν αἴσθησις καὶ φαντασία κατὰ τὸ ἀληθεύειν καὶ ψεύδεσθαι. τοῦτο δὲ τὸ κοινωνεῖν συμβαίνει αὐταῖς διὰ τὸ ἔχειν τὰ αὐτὰ αἰσθητὰ καὶ ὁμοίως αὐτῶν ἀντιλαμβάνεσθαι. p. 428b18 ‘H αἴσθησις τῶν μὲν ἰδίων ἀληθής ἐστιν ἢ ὅτι ὁλίγιστον ἔχουσα τό φεῦδος. Νῦν ἀσφαλέστερον εἶπε τοῦ ἄνω εἰρημένου. ἄνω μὲν γὰρ εἶπεν ὅτι ἡ αἴσθησις οὐδὲ ὅλως ψεύδεται περὶ τὰ ἴδια αἰσθητά, ἐνταῦθα δὲ λέγει ὅτι ποτὲ καὶ ψεύδεται. διὰ τί δὲ ὀλίγον λέγει ἔχειν ψεῦδος τὴν αἴσθησιν περὶ τὰ ἰήια αἰσθητά; διὰ τὴν σμικρότητα αὐτῶν· ῥανίδα γὰρ μέλανος συμμιγῆ οὖσαν πολλῷ λευκῷ οὐ δύναται διακρῖναι. p. 428b19 19 Δεύτερον δὲ τοὐ συμβεβηκέναι ταῦτα, κἀνταῦθα ἤδη ἐνδέχεται διαψεύδεσθαι. Δεύτερα αἰσθητά, φησίν, ἐστὶν τὰ κατὰ συμβεβηκός. καὶ ἀποροῦμεν, εἰ κατὰ συμβεβηκὸς αἰσθητὰ λέγομεν εἶναι τὰς οὐσίας, πῶς φαμεν αὐτὰς συμβεβηκέναι οὐσίας οὔσας. λέγομεν ὅτι οὐδὲν ἄτοπον· ᾦ γὰρ τρόπῳ λέγομεν συμβεβηκέναι τῷ δεσπότῃ ἀνθρώπῳ εἶναι, τούτῳ τῷ τρόπῳ λέγομεν καὶ νῦν τὴν οὐσίαν συμβεβηκέναι τοῖς χρώμασιν. ἰδοὺ γὰρ ἐκεῖ τὸν ἄνθρωπον οὐσίαν ὄντα συμβεβηκέναι λέγομεν τῷ δεσπότῃ, συμβεβηκότι ὄντι, παρὰ φύσιν κατηγορήσαντες. κἀνταῦθα δὲ εἶπεν ἀντὶ τοῦ καὶ ἐν τῇ φαντασίᾳ· καὶ ἐν αὐτῇ γάρ ἐστι κατὰ συμβεβηκὸς αἰσθητά. p. 428b21 Ὅτι μὲν γὰρ λευκόν, οὐ διαψεύδεται· εἰ δὲ τοῦτο τὸ λευκὸν ἢ ἄλλο, ψεύδεται. Ἐνταῦθα πάλιν περὶ τῆς αἰσθήσεως διαλέγεται. ὅτι μὲν γὰρ λευκόν ἐστιν, οἶδεν ἡ ὄψις· ἴδιον γὰρ αἰσθητὸν ὄψεως τὸ λευκόν, περὶ δὲ τὰ ἴδια αἰσθητὰ ὡς ἐπίπαν ἀληθεύει· τίνος δέ ἐστι τοῦτο τὸ λευκόν, οἷον ποίας ἀτόμου οὐσίας, ἆρα τῆς Κλέωνος ἢ τῆς Ἀλκιβιάδου, ψεύδεται· οὔτε γὰρ οἶδε τοῦτο τὸ λευκὸν εἰ Κλέωνός ἐστιν, εἰ καὶ οἶδεν ὅτι ἁπλῶς λευκόν ἐστι. p. 428b22 22 τρίτον δὲ τῶν κοινῶν καὶ ἑπομένων τοῖς συμβεβηκόσιν, οἷς ὑπάρχει τὰ ἴδια. Τρίτον, φησίν, αἰσθητόν ἐστι τὰ κοινὰ αἰσθητά. εἶτα βουλόμενος σαφηνίσαι ποῖα λέγει κοινὰ αἰσθητά, φησὶ τὰ ἑπόμενα τοῖς κατὰ συμβεβηκὸς αἰσθητοῖς, ἐν οἷς καὶ τὰ ἴδια ὑπάρχει. κατὰ συμβεβηκὸς γὰρ ἐλέγομεν αἰσθητὰ εἶναι τὰς ἀτόμους οὐσίας· ἐν τῇ ἀτόμῳ δέ ἐστιν οὐσίᾳ κίνησις, μέγεθος καὶ τὰ ἄλλα κοινὰ αἰσθητά, | ὥσπερ καὶ τὰ ιοια· χρῶμα γὰρ ἐν ἀτόμῳ οὐσίᾳ. p. 428b25 ‘H δὲ κίνησις ἡ ὑπὸ τῆς ἐνεργείας γινομένη διοίσει τῆς αἰσθήσεως. Ἐντεῦθεν τὸ δεύτερον κοινὸν λέγει αἰσθήσεως καὶ φαντασίας. ἀναγνωστέον δὲ τὸν λόγον ἐν ὑπερβατῷ. ἡ κίνησις, φησίν, ἡ γινομένη ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως, τουτέστιν ἡ φαντασία, ἥτις ἀπὸ τούτων τῶν εἰρημένων τριῶν αἰσθήσεων διεγείρεται, τῆς τε τῶν ἰδίων καὶ τῆς κατὰ συμβεβηκὸς καὶ τῆς τῶν κοινῶν, αὕτη οὖν, φησίν, ἡ φαντασία διοίσει τῶν αἰσθήσεων πασῶν ἀφ’ ὧν γέγονεν, εἴπερ ἐναργές ἐστιν ἕτερον εἶναι τὸ πάντως παρόντος τοῦ αἰσθητοῦ γινόμενον τοῦ ποτὲ καὶ ἀπόντος. ἔχει μέντοι, φησί, τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἀνάλογον ταῖς αἰσθήσεσιν. ὥσπερ γὰρ ἐπὶ ἐκείνων ἡ πρώτη ῥηθεῖσα, τουτέστιν ἡ τῶν ἰδίων αἰσθητῶν, ἀληθὴς ἦν, οὕτω καὶ ἡ φαντασία παρούσης μάλιστα τῆς τοιαύτης αἰσθήσεως ἀληθὴς ἄν εἴη· ὥσπερ δὲ αἱ λειπόμεναι δύο αἰσθήσεις, ἥ τε τῶν κατὰ συμβεβηκὸς καὶ ἡ τῶν κοινῶν, ποτὲ μὲν ἀληθεῖς ἦσαν ποτὲ δὲ ψευδεῖς, οὕτως ἄν ἔχοιεν καὶ αἱ ἀπ’ αὐτῶν φαντασίαι, εἴτε εἷεν παροῦσαι αἱ αἰσθήσεις εἴτε μή. p. 428b27 Καὶ ἡ μὲν πρώτη παρούσης τῆς αἰσθήσεως ἀληθής. ’Ex τούτου τοῦ ῥητοῦ συνάγων ὁ Θεμίστιος εἶπεν ὅτι ἅμα τῇ αἰσθήσει ἡ φαντασία ἐνεργεῖ, ἐπειδὴ λέγει παρούσης τῆς αἰσθήσεως ἀληθεύειν τὴν φαντασίαν. εἰ οὖν μηδὲν ἄλλο ἔχει τὰ εἰρημένα, τουτέστι πλὴν φαντασίας, ἡ δὲ φαντασία ἐστὶν ἡ ἔχουσα τὰ λεχθέντα, ἅτινα καὶ τὴν οὐσίαν αὐτῆς συμπληροῦσι, λέγω δὴ τὸν ὁρισμόν, δῆλον ὅτι φαντασία ἐστὶ κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως εἰπών. p. 429a2 ἐπεὶ δ’ ἡ ὄψις μάλιστα αἴσθησις. Ἑντεῦθεν τὴν ἐτυμολογίαν τῆς φαντασίας βούλεται εἰπεῖν. p. 429a5 Πόλλα κατ’ αὐτὰς πράττει τὰ ζῷα. Εἰπὼν διὰ τί λέγεται φαντασία καὶ ἐτυμολογήσας τὸ ὄνομα νυνὶ βούλεται εἰπεῖν καὶ διὰ τί ἐδόθη ἡμῖν. τὰ μὲν διὰ τὸ μὴ ἔχειν νοῦν, οἷον τὰ θηρία. ἰστέον ὅτι ὅπερ ἐστὶν ἐν ἡμῖν νοῦς τοῦτο τοῖς ἀλόγοις ἐστὶ φαντασία. ἡμεῖς γὰρ τῶν αἰσθητῶν ἀφιστάμενοι κατὰ νοῦν ἐνεργοῦμεν, τὰ δὲ ἄλογα κατὰ φαντασίαν. τὰ μὲν γὰρ αἰσθητὰ ταχέως χωρίζεται, νοῦς δὲ καὶ φαντασία ἀεί ἐστιν ἐν τοῖς ἔχουσιν. τὴν δὲ φαντασίαν διττὴν οἴεται Πλούταρχος· καὶ τὸ μὲν πέρας αὐτῆς τὸ ἐπὶ τὰ ἄνω, ἤγουν ἡ ἀρχὴ αὐτῆς, πέρας ἐστὶ τοῦ διανοητικοῦ, τὸ δὲ ἄλλο πέρας αὐτῆς κορυφή ἐστι τῶν αἰσθήσεων. ἡ μὲν οὖν φαντασία τῷ νῷ καὶ τῇ διανοία οὐδὲν συμβάλλεται, ἀλλὰ καὶ τοὐναντίον ἀπὸ τοῦ νοῦ καὶ τῆς διανοίας ἀνακαθαίρεται, καὶ τὸ ἀτελὲς αὐτῆς ὑπὸ τούτων τελειοῦται, ἀλλὰ καὶ ἄγεται ὑπὸ τούτων εἰς ἀλήθειαν, καθ’ ὅσον πέφυκεν ἔχειν ἀλήθειαν. ὅθεν ἡ φαντασία καὶ πανταχοῦ παρέπεσθαι βούλεται καὶ συγκινεῖσθαι, λόγου καὶ ἀληθείας μεταλαβεῖν βουλομένη. ὁ δὲ θαυμάσιος Πλούταρχος καὶ καλὸν αὐτῆς εἶπε παράδειγμα, ὅθεν καὶ ἄξιον αὐτὸ εἰπεῖν. φησὶ γὰρ ὅτι ὥσπερ εἰσὶ δύο γραμμαὶ καθ’ ἓν σημεῖον ἀλλήλων ἁπτόμεναι, οὕτω τὸ ἄνω μέρος τῆς φαντασίας τὸ συναπτόμενον τῷ διανοητικῷ ἐστιν. ὥσπερ γὰρ ἐκεῖνο τὸ σημεῖον καὶ ταὐτόν ἐστι καὶ ἕτερον, ταὐτὸν μὲν ὡς ἕν, ἕτερον δὲ διότι καὶ μετὰ τῆς ἄνω δύναται λαμβάνεσθαι εὐθείας καὶ μετὰ τῆς κάτω, οὕτω καὶ ἡ φαντασία δύναται καὶ ὡς ἓν καὶ ὡς δύο λαμβάνεσθαι, διότι τῶν μὲν αἰσθητῶν τὸ διῃρημένον εἰς ἓν συναθροίζει, τῶν δὲ θείων τὸ ἀπλοῦν καὶ ὡς ἄν τις εἴποι ἑνιαῖον εἰς τύπους τινὰς καὶ μορφὰς διαφόρους ἀναμάττεται. p. 429a7 Τὰ δὲ διὰ τὸ ἐπικαλύπτεσθαι τὸν νοῦν. Καλῶς εἶπεν ἐπικαλύπτεσθαι· ἀεὶ γάρ ἐστιν ἐν ἡμῖν ὁ νοῦς καὶ ἐνεργεῖ, τι δὲ ἐνίοτε διὰ νόσον ἡ θυμὸν ἢ μέθην. ταῦτα γὰρ ἀντιφράττουσιν αὐτὸν πρὸς τὸ μὴ γινώσκεσθαι αὐτοῦ τότε τὴν ἐνέργειαν. εἰ δὲ ταῦτα οὕτως. δῆλός ἐστιν ἀθάνατον δοξάζων τὴν λογικὴν ψυχήν. οὐ γὰρ εἶπεν αὐτὴν πάσχειν ἐν τῇ παραφροσύνῃ, ἀλλ’ ἐπικαλύπτεσθαι. ἐν οἷς τὸ δεύτερον τμῆμα καὶ ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 429a10 Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ, εἴτε χωριστοῦ ὄντος εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον, σκεπτέον, τίν ἔχει διαφοράν, καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. Μετὰ τὸ διακρῖναι τὴν ἄλογον ψυχὴν ἀπὸ τῆς λογικῆς νῦν ἔρχεται καὶ ἐπὶ τὸ διακρῖναι τὴν λογικὴν αὐτὴν ἀφ’ ἑαυτῆς. ἐπὶ τῆς λογικῆς τοίνυν τρία τινὰ ζητεῖ, πρῶιον μὲν εἰ φθαρτή ἐστιν ἢ ἄφθαρτος, δεύτερον δὲ διάκρισιν ποιεῖται τῆς λογικῆς ἀπὸ τῆς αἰσθήσεως. καὶ μὴ ἀπόρει πῶς ἄνω διακρίνας αἴσθησιν | ἀπὸ λογικῆς ψυχῆς πάλιν τὸ αὐτὸ ποιεῖ q 1v νῦν· ἐπειδὴ γὰρ συμβάλλεται αὐτῷ ἡ διάκρισις αὕτη πρὸς τὸ δεῖξαι ὅτι ἀίδιός ἐστιν ἡ λογικὴ ψυχή, διὰ τοῦτο λέγει αὐτήν. εἶτα τρίτον κεφάλαιον ζητεῖ πῶς τὸ νοεῖν γίνεται· ἡ δὲ παροῦσα θεωρία τὰ δύο πρῶτα κεφάλαια ζητεῖ. ἄρχεται δὲ ἀπὸ τοῦ δευτέρου κεφαλαίου, τουτέστι τῆς διαφορᾶς λόγου καὶ αἰσθήσεως, διότι αὕτη συμβάλλεται καὶ ἐπιχειρήματος λόγον ἐπέχει πρὸς τὸ δεῖξαι ὅτι ἀίδιός ἐστιν ἡ λογικὴ ψυχή. θέλων δὲ κατεπείγουσαν ποιῆσαι τὴν διαφορὰν κοινωνίαν προλέγει λόγου καὶ αἰσθήσεως. καὶ μὴ ἀπόρει ὅτι πῶς ἄνω εἰπὼν τούτων κοινωνίαν καὶ νῦν τοῦτο λέγει· γνῶθι γὰρ ὅτι καὶ ἡ κοινωνία πρὸς τὸ δεῖξαι ἀθάνατον τὴν ψυχὴν συμβάλλεται. ἄρχεται οὖν ἐκ τῆς κοινωνίας λόγου καὶ αἰσθήσεως. καὶ πρώτην μὲν κοινωνίαν λέγει κατὰ τὸ ἄμφω δυνάμει εἶναι καὶ λόγον καὶ αἴσθησιν, καὶ ὅτι οὐδὲ ἡ ψυχὴ ἔχει λόγους τῶν νοητῶν ἀγράφῳ γὰρ γραμματείῳ ἔοικε κατὰ τὸν Ἀριστοτέλην) οὔτε δὲ ἡ αἴσθησις ἔχει λόγους τῶν αἰσθητῶν, ἀλλὰ δέχονται τύπους καὶ εἴδη μόνον. ἡ γὰρ αἴσθησις οὐκ ἀντιλαμβάνεται τοῦ αἰσθητοῦ, ἀλλὰ τύπου τινὸς τοῦ αἰσθητοῦ· ἀτυχὴς γὰρ οὐσίας ἡ αἴσθησις· ἡ μέντοι λογικὴ ψυχὴ κἄν νοῇ οὐσίαν, ἀλλ’ οὖν ὅμως οὐδὲ αὐτὴ ἔχει τύπους τῶν νοητῶν. καὶ αὕτη πρώτη κοινωνία. δευτέρα κοινωνία· εἰ δυνάμει ἐστὶ καὶ ἡ λογικὴ ψυχὴ καὶ ἡ αἴσθησις, ἀλλ’ ἡ μὲν λογικὴ κατ’ ἐπιτηδειότητα, ἡ δὲ αἴσθησις καθ’ ἕξιν, πλὴν ὅμως ἄμφω δυνάμει, εἰ οὖν δυνάμει εἰσί, πάντως διὰ πάθους ἔρχονται εἰς ἐνέργειαν· κοινὸν ἄρα ἐν αὐταῖς τὸ πάσχειν. ἀλλ’ ἐπειδὴ τὸ πάσχ’ εἰν φθαρτὴν ἐδείκνυε τὴν λογικὴν ψυχήν, διὰ τοῦτό φησιν ὅτι πάθος πάσχουσι τελειωτικόν, οὐ φθαρτικόν. οὐ γὰρ κατὰ τὴν οὐσίαν πάσχει, ἀλλὰ κτὰ τὴν ἐνέργειαν· ἡ γὰρ γνῶσις ἐνέργειά ἐστι τοῦ νοῦ, ἥτις μεταβάλλει ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ. καὶ αὕτη ἐστὶν ἡ τρίτη κοινωνία, τὸ ἄμφω τελειωτικὰ ἔχειν πάθη. ἀλλ’ ἵνα καὶ ἐκ τῆς κοινωνίας μάθῃς τὸ ἀίδιον τῆς ψυχῆς, δεῖ εἰδέναι ὅτι ἡ ψυχὴ κυρίως μᾶλλον πάσχει τελειωτικὸν πάθος ἤπερ ἡ αἴσθησις. ἡ γὰρ αἴσθησις ἐκ τῶν ὑπερβολῶν φθείρεται, ἡ δὲ ψυχὴ μᾶλλον γυμνάζεται ἐκ τῶν ὑπερβολῶν. ᾧ δῆλον ὅτι ἀίδιός ἐστιν· οὐ γὰρ φθείρεταί ποτε. αὗται μὲν αἱ κοινωνίαι· διαφέρει δὲ ἡ αἴσθησις τῆς λογικῆς ψυχῆς, ὅτι ἡ μὲν αἴσθησις περὶ τὸ μᾶλλον αἰσθητὸν ἐνεργοῦσα ἀμβλυώττει περὶ τὰ ἥττω, ἡ μέντοι λογικὴ ψυχὴ περὶ τὰ μᾶλλον ἐνεργοῦσα πλέον ἐνεργεῖ περὶ τὰ ἥττω. οἷον ἐὰν ἴδῃ ἡ ὄψις ἄμετρον λευκὸν ἢ λαβυρινθῶδες σχῆμα, πάσχει ἐκ τούτων καὶ τοῦ ἥττονος λευκοῦ οὐκ ἀντιλαμβάνεται· ὁ μέντοι νοῦς κἀν περὶ μεγάλα ἐνεργήσῃ, γυμνάζεται ἐν αὐτοῖς καὶ μᾶλλον ἐνεργεῖ περὶ τὰ ἥττω. καὶ τίς ἡ αἰτία τούτου; ἐπειδὴ ἡ μὲν αἴσθησις δεῖται τοῦ σώματος καὶ ἄνευ αὐτοῦ οὐκ ἐνεργεῖ, καὶ ἐπειδὴ τοῦτο συγκρίνεται ἢ διακρίνεται ἐκ τῶν ὑπερβολῶν καὶ πάσχει, διὰ τοῦτο περὶ τὰ ἥττω οὐ δύναται ἐνεργῆσαι· ὁ μέντοι νοῦς οὐ δεῖται σώματος, ἵνα πάσχοντος ἐκείνου πάθῃ, ἀλλὰ γυμνάζεται περὶ τὰ κρείττω καὶ εὐχερῶς τὰ ἥττω καταλαμβάνει. καὶ τοῦτο δὲ ἀιδιότητα βοᾷ τῆς ψυχῆς· ὥστε καὶ ἐκ τῆς διαφορᾶς αἰσθήσεως καὶ τοὐ νοῦ ἐδείχθη τὸ ἀίδιον. δείξομεν δὲ καὶ ἰδικῷ ἐπιχειρήματι ὅτι ἀίδιός ἐστιν ἡ ψυχή, ὅπερ ἦν τὸ πρῶτον κεφάλαιον. εἰ πάντα νοεῖ ἡ ψυχή, ἀίδιός ἐστιν. οὔτε γὰρ σῶμα οὖσα δύναται πάντα νοεῖν οὕτε ἔνυλον εἶδος. εἰ γὰρ σῶμά ἐστι, πάντως κρᾶσίς τίς ἐστιν ἢ θερμὴ ἡ ψυχρά, ἡ δὲ κρᾶσις τὰς ὁμοίας κράσεις οὐ νόει· τὰς ὁμοίας ἄρα κράσεις οὐ νοήσει, καὶ οὐκέτι ἔσται πάντα νοοῦσα. καὶ ἡ ἁφὴ γὰρ ἐλέγετο ὅτι οὐκ ἀντιλαμβάνεται τοῦ ὁμοίως ψυχροῦ ἢ θερμοῦ. ἀλλὰ τί <οὐ> λέγεις αὐτὴν ἔνυλον εἶδος κεχρημένην αὐτὴν ὀργάνῳ τῷ σώματι; ἀλλ’ εἰ ὡς ὀργάνῳ κέχρηται τὸ ὄργανον οὐ νοήσει, καὶ πάλιν ἔσται μὴ πάντα νοοῦσα. εἰ δὲ καὶ νοεῖ αὐτό, ἑτέρου δεήσει ὀργάνου, καὶ τοῦτο ἐπ’ ἄπειρον. ἄλλως τε δὲ τὸ ὄργανον συμβάλλεται ἐκείνῳ οὗ ἐστιν ὄργανον· τὸ δὲ σῶμα ἐμποδίζει τῇ ψυχῇ εἰς τὸ ἐνεργεῖν· οὐκ ἄρ ἐστὶν ὄργανον αὐτῆς. ἐπεὶ οὖν καὶ τοῦτο εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται. Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχή. οὐκ ἔστιν ἐκ τούτου συνάξαι τὸ τοῦ Πλουτάρχου ὅτι πᾶσαι αἱ ψυχαὶ μία οὐσία ἐστὶ πολυδύναμος. καὶ ὅτι τοῦτο ἀληθές, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ἓν μόριον ἰῆς ψυχῆς τὴν λογικήν. μόριον γὰρ νῦν λέγει τούτῳ τῷ τρόπῳ· ἐπειδὴ γὰρ πολλά ἐστι τὰ συμβαλλόμενα εἰς σύστασιν τοῦ σώματος, φησὶν ὅτι καὶ τοῦτο ἕν ἐστι τῶν συμβαλλομένων τῷ σώματι τὸ μόριον τῆς ψυχῆς, τουτέστιν ἡ λογικὴ ψυχή. ποῦ γὰρ ἠδύνατο εἰπεῖν μίαν οὐσίαν πολυδύναμον, ὅπου γε ὑπέθετο ψυχὴν ἄφθαρτον καὶ φθαρτήν; τῆς δὲ αὐτῆς οὐσίας οὐ δύναται τὸ μὲν εἶναι φθαρτὸν τὸ δὲ ἄφθαρτον. οὕτως μὲν πρὸς τοῦτον ἔστιν εἰπεῖν. καὶ πρὸς Ἀλέξανδρον δὲ ὅτι ὅρα πῶς τὸν νοῦν μόριον εἶπε τῆς ψυχῆς· ὅταν οὖν εἴπῃ τὸν νοῦν ἀίδιον, μὴ λέγε ὅτι τὸν θύραθεν νοῦν λέγει· τὸν γὰρ ἐν ἡμῖν λέγει. ἰστέον γὰρ ὅτι ὁ νοῦς τοία τινὰ σημαίνει παρὰ Ἀριστοτέλει. ταῦτα δὲ τὰ τρία ἄλλως μὲν λέγει Ἀλέξανδρος ὁ Ἀφροδισιεύς, ἄλλως δὲ ὁ Πλούταρχος· ὰλλ᾿ ὁ μὲν Ἀλέξανδρος πρῶτον σημαινόμενον λέγει τοῦ νοῦ τὸν δυνάμει νοῦν, ὥσπερ ἐστὶν ὁ ἐπὶ τῶν παίδων· ἐν γὰρ τοῖς παισὶν ὁ δυνάμι νοῦς ἐστι. δεύτερον σημαινόμενον τοῦ δυνάμει ὁ καθ’ ἕξιν νοῦς, ὥσπερ ὁ ἐπὶ τῶν τελείων ἀνθρώπων· οἱ γὰρ τέλειοι ἄνθρωποι εἴδησιν λοιπὸν ἔχοντες τῶν πραγμάτων τὸν καθ’ ἕξιν νοῦν ἔχειν λέγονται. τρίτον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ ἐνεργείᾳ νοῦς, ὅ ἐστιν ὁ θύραθεν, ὁ παντέλειος, ὁ μὴ ὢν καθ’ ἕξιν ἢ κατὰ τὸ δυνάμει, ἵνα καὶ ἁπλοῦς ᾖ ἀεὶ ἐνεργείᾳ ὤν, ὁ κυβερνῶν τὸ πᾶν. ταῦτα τὰ τρία σημαινόμενα τοῦ νοῦ κατὰ τὸν Ἀλέξανδρον, Πλού|ταρχος δὲ οὐ παραδέχεται ταῦτα, ἀλλὰ ἄλλως λέγει τὰ σὴ μαινόμενα τοῦ νοῦ. φησὶ γὰρ ὅτι πρῶιον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ καθ’ ἕξιν νοῦς, οἷός ἐστιν ἐπὶ τῶν παίδων· βούλεται γὰρ Πλούταρχος κατ’ Ἀριστοτέλην τὰ παιδία λόγους ἔχειν τῶν πραγμάτων καὶ τὴν λογικὴν ψυχὴν πάντα εἰδέναι, καὶ τὰς μαθήσεις μὴ εἶναι κυρίως μαθήσεις, ἀλλ’ ἀναμνήσεις. καὶ διὰ τοῦτο τὸν νοῦν ἐπὶ τῶν παίδων καθ’ ἕξιν δίδωσι καὶ ἔχοντα τοὺς λόγους τῶν πραγμάτων, ἀλλ’ ἀγνοοῦσι, φησί, τὰ πράγματα διὰ τὸ δεῖσθαι μαθήσεως, ἥτις μάθησις ἀνάμνησίς ἐστι. δεύτερον σημαινόμενόν ἐστι τοῦ νοῦ τὸ καθ’ ἕξιν ἅμα καὶ ἐνέργειαν, ὥσπερ ἐστὶν ἐπὶ τῶν τελείων ἀνθρώπων ὁ νοῦς. ἐν τούτοις γὰρ καὶ καθ’ ἕξιν ἐστὶ καὶ κατ’ ἐνέργειαν· ἔμαθε γὰρ ἤδη καὶ ἔγνω τὰ πράγματα, καὶ οἱονεὶ ἀνεμνήσθη αὐτὰ διὰ τῆς μαθήσεως. τρίτον σημαινόμενόν ἐστιν ὁ κατ’ ἐνέργειαν μόνως νοῦς, οἷός ἐστιν ὁ θύραθεν νοῦς ὁ τέλειος. ταῦτα τὰ τρία τοῦ νοῦ σημαινόμενα κατὰ τὸν Πλούταρχον. Ἀμμώνιος δὲ ἀμφοτέρους ἐκάκισεν, Ἀλέξανδρόν τε καὶ Πλούταρχον, λέγων ὅτι ἀμφότεροι ἥμαρτον καὶ ἰδίαν καὶ κοινὴν ἁμαρτίαν. κοινὴν μὲν οὖν, ὅτι ἀμφότεροι τρίτον σημαινόμενον εἶπον τοῦ νοῦ τὸν θύραθεν κατ’ ἐνέργειαν νοῦν, ὅς ἐστιν ὡς λόγῳ εἰπεῖν ὁ θεός· οὔτε γάρ ἐστι νῦν Ἀριστοτέλει περὶ τοῦ θύραθεν νοῦ λόγος, ὅπου οὐ θεολογικὴν ἐνεστήσατο πραγματείαν, καὶ ἄλλως νῦν περὶ νοῦ ἐστιν ὁ λόγος, ὃς νοῦς μέρος ἐστὶ τῆς ψυχῆς. ἀρχόμενος γοῦν φησι ‘περὶ τοῦ μορίου τῆς ψυχῆς ᾧ νοεῖ καὶ γινώσκει᾿· εἰ οὖν περὶ νοῦ λέγει νῦν τοῦ ὄντος μορίου τῆς ψυχῆς, πῶς οὗτος τὸν θύραθεν σημαίνει νοῦν; ὁ γὰρ θύραθεν οὐκ ἔστι μέρος τῆς ψυχῆς. καὶ ὅτι τὸν νοῦν τοῦτον τὸν ἐνεργεία ἐκ τοῦ δυνάμει ἐν ἡμῖν λέγει νοῦ γίνεσθαι παρακατιών, ὁ δὲ θύραθεν νοῦς οὐκ ἔστιν ἐκ τοῦ ἐν ἡμῖν δυνάμει νοῦ. εἰ δὲ καὶ εἴποιεν ὅτι, ἡνίκα λέγῃ πάντα νοεῖν τὸν νοῦν, περὶ τοῦ θύραθεν νοῦ διαλέγεται, καὶ εἰς τοῦτο ψεύδονται· ὁ γὰρ ἐν ἡμῖν δυνάμει νοῦς πάντων ἔχει τὴν νόησιν, ὥσπερ καὶ ἡ σκιαγραφία ἐν εἰκόνι πάντων ἔχει τοὺς τύπους, εἰ καὶ μὴ φανερούς, ὧν μέλλει δέξασθαι. καὶ ὁ νοῦς οὖν πάντων ἔχει τὰς νοήσεις, εἰ καὶ μὴ φανεράς· ὅταν δὲ νοήσῃ, τότε ἤδη φανεραὶ γίνονται. ὅτι δὲ καὶ ὃ εἶπεν μόριον τῆς ψυχῆς, τοῦτο λέγει ἀίδιον παρακατιών, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ‘τοῦτο δὲ τὸ μόριον τῆς ψυχῆς μόνον ἀίδιον’, μόνον τὸ τῆς λογικῆς καὶ οὐ τὰ ἄλλα. ἀμφότεροι μὲν οὖν κοινὴν ταύτην ἥμαρτον τὴν ἁμαρτίαν. ἰδίᾳ δὲ πάλιν ἕκαστος αὐτῶν ἁμαρτάνει οὕτως, ὁ μὲν Ἀλέξανδρος διότι οὐδὲν βούλεται ἐπιλέγειν τῇ λέξει, ἀλλ’ ἀεὶ κατακολουθῶν αὐτῇ ἐναντιολογίαις καὶ νῦν περιπίπτει. ἀφορμὰς γὰρ λαβὼν ἐκ τῆς λέξεως οἴεται ὅτι αὐτὸς ὁ νοῦς καὶ ἡ οὐσία αὐτοῦ δυνάμει ἐστίν, καὶ οὐ λέγει ὅτι κατὰ τὰς ἐνεργείας αὐτοῦ ἐστι δυνάμει, οἷον ὁ ἐπὶ τῶν παίδων νοῦς καθ’ ἡμᾶς δυνάμει ἔστι, διότι οὔπω οἶδεν τὰ εἴδη τῶν πραγμάτων, ἐπιτηδείως δὲ ἔχει πρὸς τὸ γνῶναι αὐτά, καὶ ταύτῃ δυνάμει ἐστὶ διὰ τὸ τὴν ἐνέργειαν αὐτοῦ μήπω γνῶναι τὰ ὄντα. ὁ δὲ Ἀλέξανδρος αὐτὴν τὴν οὐσίαν τοῦ νοῦ ἐπὶ τῶν παίδων λέγει εἶναι δυνάμει, καὶ κατασκευάζει αὐτὸ φάσκων ὅτι ὁ νοῦς δυνάμει ἐστί, εἰ δὲ δυνάμει ἐστὶ κατὰ τὴν ἐπιτηδειότητα, δῆλον ὅτι οὐκ ἔχει εἶδος, ἀλλ’ ὕλη ἐστὶ μόνον· πᾶν γὰρ τὸ πρῶτον δυνάμει ἐν ὕλῃ ἐστίν. ὁ νοῦς ἄρα ὕλη ἐστὶ καὶ εἶδος οὐκ ἔχει, ἵνα μὴ θολούμενος ὑπὸ τοῦ εἴδους ῥέψῃ εἰς τὴν τοῦ οἰκείου εἴδους γνῶσιν καὶ τὰ ἐναντία αὐτῷ εἴδη μὴ γνῷ. ὥσπερ γὰρ τὸ διαφανὲς ἀχρωμάτιστόν ἐστιν, ἵνα ἀδεκάστως διακονῇ τὰ χρώματα, οὕτω καὶ ὁ νοῦς, φησίν, ἀνείδεος ἐστιν, ἵνα γνῷ πάντα τα ειοη. ταυτα μὲν Ἀλέξανδρος, πάνυ δὲ ἁμαρτάνει. εἰ γὰρ διὰ τοῦτο ἀνείδεος ἐστιν, ἵνα γνῷ πάντα τὰ ὄντα, καὶ ἔδει τὸν λόγον ἐπιτεῖναι, οὔτε μηδαμῇ μηδαμῶς ὤφειλεν εἶναι· οἶδε γὰρ καὶ τὸ μηδαμῶς ὄν. καὶ οὐ μόνον ἐντεῦθεν ἀναιροῦμεν Ἀλέξανδρον, ἀλλὰ καὶ ἐξ αὐτοῦ Ἀριστοτέλους· αὐτὸς γὰρ Ἀριστοτέλης εἶδος εἰδῶν λέγει τὴν ψυχήν. καὶ αὕτη ἐστὶν ἡ ἰδία ἁμαρτία Ἀλεξάνδρου, διότι ἀνείδεον λέγει τὸν νοῦν· φησὶ γὰρ ὅτι δυνάμει ἐστὶν ἡ οὐσία αὐτοῦ ἐν τοῖς παισί, τὸ δὲ δυνάμει ἀνείδεον ἐστι. καὶ ὁ Πλούταρχος δὲ ἁμαρτάνει ἰδίαν ἁμαρτίαν, διότι τὰ Πλάτωνος Ἀριστοτέλει προσάπἐνστήσατο τει. Πλάτων’ γάρ ἐστιν ὁ οἰόμενος τὸν τῶν παίδων νοῦν καθ’ ἕξιν εἶναι καὶ λόγους ἔχειν τῶν πραγμάτων, οὐ μὴν Ἀριστοτέλης· ὁ δὲ Πλούταρχος καὶ αὐτὸν οἴεται ’Αριστοτέλην ταῦτα λέγειν. καὶ πῶς οὐ ψεύδεται, ὅπου γε Ἀριστοτέλης ἐλέγχει αὐτόν; τὸν γὰρ τῶν παίδων νοῦν ἀγράφῳ γραμματείῳ ἐοικέναι φησίν, διότι ἐπιτήδειός ἐστι πρὸς τὸ δέξασθαι τοὺς λόγους τῶν πραγμάτων, οὐ μὴν ἤδη καὶ ἐδέξατο. διὸ καὶ κοινῶς καὶ ἰδίᾳ ἁμαρτάνουσιν Ἀλέξανδρός τε καὶ Πλούταρχος. φέρε οὖν ἡμεῖς τὴν ἀλήθειαν εἴπωμεν. ἰστέον τοίνυν ὅτι δοξάζομεν ἡμεῖς ἀεὶ τὸν νοῦν εἶδος εἶναι. ἔστι γὰρ νοῦς παίδων εἶδος, δυνάμει δεκτικὸς εἰδῶν, καὶ καθὸ μὲν εἶδός ἐστιν, οὐκ ἔστι δυνάμει, ὡς Ἀλεξάνδρῳ δοκεῖ, καθὸ δὲ δυνάμει ἐστὶ δεκτικὸς τῶν εἰδῶν, οὐκ ἔχει τοὺς λόγους τῶν πραγμάτων, ὡς Πλουτάρχῳ δοκεῖ. εἴπωμεν οὗν λοιπὸν τὰ σημαινόμενα τοῦ νοῦ. πρῶτον τοίνυν ἐστὶ σημαινόμενον ὁ νοῦς ὁ δυνάμει εἰδὼς τὰ πράγματα, ὥσπερ ἐπὶ τῶν παίδων ἐστίν. δεύτερον σημαινόμενόν ἐστιν ὁ νοῦς ὁ καθ’ ἕξιν εἰδὼς τὰ πράγματα, ὥσπερ ἐπὶ τῶν τελείων τῶν ἐπτσταμένων μὲν τὰ πράγματα, ἠρεμούντων δὲ καὶ μὴ ἐνεργούντων κατὰ ταῦτα. τρίτον σημαινόμενόν ἐστιν ὁ νοῦς οὐχ ὁ θύραθεν εἰσιών, ὡς ἐκεῖνοι οἴονται, ἀλλὰ κά ἕξιν ἅμα καὶ ἐνέργειαν, ὥσπερ ὁ τῶν τελείων νοῦς τῶν εἰδότων τὰ πράγματα καὶ προχειριζομένων τὴν εἴδησιν καὶ ἐνεργούντων κατ’ αὐτήν. οὕτως οὗν ἡμεῖς λέγομεν τὰ σημαινόμενα τοῦ νοῦ. Περὶ δὲ τοῦ μορίου τῆς ψυχῆς ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ. μόριον ἐκάλεσε τὸν νοῦν τῆς ψυχῆς οὐχ ὡς ἐλάχιστον ὄντα τῆς ψυχῆς, | ἀλλ’ ὡς εἴ τις τὸν ἅπαντα κόσμον ἀριθμήσει, τάξει δὲ καὶ τὸν ἥλιον μετὰ πάντων, εἶτα τελευταῖον εἴποι μόριον εἶναι τοῦ παντὸς τὸν ἥλιον. καλῶς δὲ εἶπεν ᾧ γινώσκει τε ἡ ψυχὴ καὶ φρονεῖ· ἡ γὰρ ψυχὴ καὶ θεωρητικὸν μέρος ἔχει καὶ πρακτικόν. καὶ διὰ μὲν τοῦ εἰπεῖν ᾧ φρονεῖ τὸ πρακτικὸν αὐτῆς μέρος ἐδήλωσε, διὰ δὲ τοῦ εἰπεῖν ᾧ γινώσκει τὸ θεωρητικόν. τί δὲ βούλεται εἰπεῖν ὅτι περὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἐν ᾧ γινώσκει καὶ φρονεῖ δεῖ ζητῆσαι, εἴτε ἀίδιον εἴτε οὔ, εἴτε χωριστοῦ ὄντος, εἴτε καὶ μὴ χωριστοῦ κατὰ μέγεθος ἀλλὰ κατὰ λόγον; τινὲς οὕτως ἐξηγήσαντο τὸ παρὸν ῥητόν, ὅτι εἴτε χωριστός ἐστι σώματος ὁ νοῦς εἴτε μὴ χωριστός ἐστι σώματος, ἀλλὰ μόνῃ μὲν τῇ ἐπινοίᾳ χωριστός ἐστιν, οὐκέτι δὲ καὶ τῆ ἐνεργείᾳ. τοῦτο δέ ἐστι τὸ πρῶτον πρόβλημα, εἰ χωριστὸς ὁ νοῦς καὶ ἀίδιος. τῷ δὲ Πλουτάρχῳ οὐδαμῶς ἡ παροῦσα ἐξήγησις ἀρέσκει, ἀλλὰ καὶ πάνυ αὐτῆς καταγινώσκει. αὐτὸς δέ φησιν ἐξηγούμενος ὅτι ὁ Ἀριστοτέλης βουλόμενος εἰπεῖν ‘εἴτε ὁ νοῦς χωριστός ἐστι φαντασίς καὶ αἰσθήσεως, ὡς ἄλλην αὐτὸν ἔχειν οὐσίαν παρὰ ταῦτα, εἴτε μία ἐστὶν οὐσία, ἥτις τοῦ νοῦ προβάλλεται καὶ φαντασίαν καὶ αἴσθησιν, τῷ δὲ λόγῳ μόνῳ ἐστὶ πολλά, ταῦτα εἶπεν. ὅτι γὰρ πρὸς ταῦτα ἀπεῖδεν, δῆλον ἐκ τοῦ καὶ ἀρτίως αὐτὸν παύσασθαι περὶ τούτων διαλεγόμενον. οὐ γὰρ εἴτε χωριστός ἐστι σώματος εἴτε μὴ ζητεῖ· ὁ γὰρ δεδωκὼς φαντασίαν κεχωρίσθαι σώματος πῶς περὶ νοῦ διστάζειν εἶχε τοῦ πάσας ἐπαναβεβηκότος τὰς δυνάμεις, εἴτε χωρὶς σώ μάτος ἐστιν εἴτε οὐκ ἔστι; μέγεθος δὲ λαβὲ τὴν οὐσίαν. ὥστε καὶ τὸ πρῶτον πρόβλημα τοῦτό ἐστιν, εἴτε κεχώρισται ὁ νοῦς τῇ οὐσίᾳ φαντασίας καὶ αἰσθήσεως, εἴτε μία οὐσία ἐστὶ πάντων καὶ τῷ λόγῳ μόνον διαφέρουσι. καὶ ταῦτα μὲν περὶ τούτου. ἐπειδὴ δὲ μέμνηται ὁ Ἀριστοτέλης τοῦ ἀμιγοῦς καὶ ἀπαθοῦς καὶ χωριστοῦ πρὸς τὸ δεῖξαι ὅτι ἀίδιος ἡ ψυχή, ὁ Ἀλέξανδρος παραφθείρει τὰ τρία ταῦτα. πρῶτον μὲν τὸ ἀμιγές· φησὶ γὰρ ὅτι.ἀμιγἡ λέγει τὴν ψυχήν, ἐπειδὴ νόμος ἐστὶ τῶν μισγομένων τὸ πρῶτον καθ’ αὑτὸ εἶναι καὶ οὕτω συμμίσγεσθαι. ἰδοὺ γὰρ ἐν τῷ οἰνομέλιτι πρῶτον ἦν καθ’ ἑαυτὸ τὸ μέλι καὶ ὁ οἶνος, καὶ εἶθ’ οὕτω συνεπλάκη. ἐπεὶ οὖν οὐ πρώτη οὖσα καθ’ ἑαυτὴν ἡ ψυχὴ τῷ σώματι συνεμίγη, ἀλλ’ ἅμα τῇ γενέσει συνεμίγη τῷ σώματι, διὰ τοῦτο ἀμιγῆ λέγει τὴν ψυχήν. ἀπαθῆ δὲ αὐτὴν λέγει, φησίν, ὅτι οὐκ αὐτὴ ἡ ἐπιτηδειότης τῆς ψυχῆς ἔπαθεν, ἀλλὰ σῶμα κατὰ τὴν ἐπιτηδειότητα. ἐπεὶ οὖν πάθος λέγομεν τὸ παθεῖν τὴν ἐπιτηδειότητα, νυνὶ δὲ οὐκ ἔπαθεν, διὰ τοῦτο ἀπαθῆ αὐτὴν λέγει. χωριστὴν δὲ αὐτὴν λέγει, φησί, κατὰ τὴν ἑτερότητα, καθὸ ὅλως διαφέρει σώματος καλῶν αὐτὴν χωριστήν. οὗτος δὲ κακῶς λέγει. λέγει. ᾧ γὰρ λόγῳ ἔδειξε τὴν λογικὴν ψυχὴν ἀμιγῆ, ἀπαθῆ, χωριστήν, τούτῳ τῷ λόγῳ καὶ ἐπὶ αἰσθήσεως δυνατὸν δεῖξαι. νυνὶ δὲ διακρίνων λόγον ἀπὸ αἰσθήσεως εἶπε ταῦτα ὑπάρχειν εἰν τῇ λογικῇ ψυχῇ· οὐκ ἄρα οὖν καὶ αἰσθήσει ὑπάρξει. σὺ οὖν δέξαι ταῦτα ὡς βοῶντα τὴν ἀιδιότητα τῆς ψυχῆς, καὶ μὴ ὡς Ἀλέξανδρος· εἰ γὰρ ἀίδιος, πάντως καὶ ἀμιγής ἐστι τῆς ὕλης καὶ χωριστὴ αὐτῆς καὶ ἀπαθής. καὶ ταῦτα μὲν ἐν μέσῳ. ἡ δὲ παροῦσα λέξις, ὡς εἴπομεν, τὸ πρῶτον λέγει κεφάλαιον τέως ἐν ἀπαριθμήσει, εἴτε ἄφθαρτός ἐστιν ἡ ψυχὴ εἴτε οὕ. σκεπτέον τίνα ἔχει διαφορὰν καὶ πῶς ποτε γίνεται τὸ νοεῖν. ἐκ μὲν τοῦ εἰπεῖν σκεπτέον τίνα ἔχει διαφορὰν τὸ δεύτερον ἀπαριθμεῖται κεφάλαιον, ἐν ᾧ βούλεται εἰπεῖν τὴν διαφορὰν λόγου καὶ αἰσθήσεως· ἐκ δὲ τοῦ εἰπεῖν πῶς γίνεται τὸ νοεῖν τὸ τρίτον λέγει κεφάλαιον. p, 429 a 13 Εἰ δή ἐστι τὸ νοεῖν ὥσπερ τὸ αἰσθάνεσθαι. Ἐντεῦθεν ἄρχεται ἐκ τῶν κοινωνιῶν λόγου καὶ αἰσθήσεως, καὶ δοκεῖ μὲν ἐκ τῆς δευτέρας ἄρχεσθαι κοινωνίας, ὅτι ἄμφω πάσχουσιν, εἰ καὶ ἀτάκτως· ἔδει γὰρ τὴν τοῦ δυνάμει προηγεῖσθαι· ἐκ ταύτης γὰρ γίνεται ἡ δευτέρα κοινωνία. εἰ γὰρ ἄμφω δυνάμει, τὸ δὲ δυνάμει ἵνα γένηται ἐνεργείᾳ, ἐδέησε πάθους, διὰ τοῦτο ἔχουσι κοινὸν καὶ τὸ πάσχειν. πλὴν ἐστιν εἰπεῖν ὅτι ἀπὸ τῆς πρώτης κοινωνίας ἤρξατο. εἰπὼν γὰρ ὅτι τὸ νοεῖν ἐστιν ὡς τὸ αἰσθάνεσθαι, τὸ δὲ αἰσθάνεσθαι δυνάμει, καὶ τὸ νοεῖν ἄρ δυνάμει· παρακατιὼν δὲ καὶ σαφῶς λέγει τὴν κοινωνίαν ταύτην. ἔστι δὲ ὡς τύπῳ φράσαι τὸ ῥησίδιον τοιοῦτον· εἰ ἔστιν ὥσπερ ἡ αἴσθησις ὁ νοῦς, ἀντὶ τοῦ εἰ ὑποθῇ τὸν νοῦν ἐοικέναι τῇ αἰσθήσει, πάντως καὶ ὁ νοῦς πάσχον τι ἄν εἴη ὑπὸ τοῦ νοητοῦ, ὥσπερ καὶ ἡ αἴσθησις ὑπὸ τοῦ αἰσθητοῦ πάσχει· εἰ δὲ μὴ πάσχει ὑπὸ τοῦ νοητοῦ, ἕτερόν τι τοιοῦτόν ἐστιν, ἀντὶ τοῦ ἀπαθής ἐστιν. ἐπειδὴ γὰρ ἐδόκει φορτικὸν εἶναι τὸ λέγειν πάσχειν τὴν λογικὴν ψυχήν, διὰ τοῦτο εἶπεν ἤ τι τοιοῦτον ἕτερον, τουτέστι τελειωτικὸν πάθος καὶ οὐ φθαρτικόν. εἶτα ὡς ἐπικρίνων τῷ λόγῳ ἐπάγει ἀπαθὲς ἄρα δεῖ εἶναι. τίνος δὲ ἕνεκεν πρόσκειται τὸ ἄρα; οὐχ ὅτι φησὶ ‘δεκτική ἐστι τῶν εἰδῶν ἡ λογικὴ ψυχή’, διὰ τοῦτο συνάγεται ὅτι ἀπαθής οὐ γὰρ ἕπεται τοῦτο), ἀλλ’ ἐπειδὴ εἶπεν ἤ τι τοιοῦτον πάσχ’ εἰ τελειωτικὸν πάθος, διὰ τοῦτο συνῆξεν ὅτι ὅσον οὖν ἐπὶ τούτῳ ἀπαθές ἐστι. p. 429 a 15 Δεκτικὸν δὲ τοῦ εἴδους καὶ δυνάμει τοιοῦτον, ἀλλὰ μὴ τοῦτο. Ἐντεῦθεν ἠπατήθη Ἀλέξανδρος καὶ ἐνόμισεν αὐτὸν δεκτικὸν εἶναι τῶν εἰδῶν, λέγω δὴ τὸν νοῦν, καὶ δυνάμει εἶναι, ἀλλὰ μὴ τοῦτο, ἀντὶ τοῦ ἀλλὰ μὴ εἶδος. κακῶς δὲ ἐξέλαβεν τὸ ἀλλὰ μὴ τοῦτο· δεῖ γὰρ τὸ ἀλλὰ μὴ τοῦτο νοῆσαι ‘ἀλλὰ μὴ ἐνεργείᾳ τοῦτο ὅπερ νοεῖ,’ ὡς εἴπομεν ἀνωτέρω. ἔχ’ εἰ μὲν γὰρ εἶδος, μᾶλλον δὲ εἶδός ἐστιν ὁ νοῦς, ἀλλὰ τὸ εἶδος ὃ γινώσκει οὐκ ἔχει ἐνεργείᾳ, ἀλλὰ δυνάμει· δυνάμει γάρ | ἐστιν ὁ νοῦς τὰ νοητὰ καὶ ἡ αἴσθησις τὰ αἰσθητὰ καὶ οὐκ ἐνεργείᾳ. p. 429 a 18 Ἀνάγκη ἄρα, ἐπειδὴ πάντα νοεῖ, ἀμιγῆ εἶναι, ὥσπερ φησὶν Ἀναξαγόρας, ἵνα κρατῇ, τοῦτο δ’ ἐστὶν ἵνα γνωρίζῃ. Εἰ θέλεις, φησί, τὸν νοῦν πάντα νοεῖν, ἀμιγῆ δεῖ αὐτὸν ὑποθέσθαι τῆς ὕλης· εἰ γὰρ εἴποις αὐτὸν ἐκ τῆς ὕλης, οὐ νοήσει αὐτήν. ἀμέλει καὶ διὰ τοῦτο ἡ ἁφὴ τοῦ ὁμοίου θερμοῦ αὐτῆς οὐκ ἀντιλαμβάνεται. διὰ τοῦτο δὲ καὶ Ἀναξαγόρας πάντα λέγων ἐκ τῶν ὁμοιομερειῶν τὸν νοῦν οὐχ ὑπέθετο ἐξ αὐτῶν, ἵνα πάντων κρατῇ, τουτέστιν ἵνα πάντα γινώσκῃ· τὸ γὰρ παρὰ Ἀναξαγόρᾳ κρατεῖν παρ’ Ἀριστοτέλει γινώσκειν ἐστί. καὶ δικαίως ἐξ ὧν ἐστί τι, οὐ γινώσκει αὐτό· ἕτερον γὰρ θέλει εἶναι τὸ γινῶσκον τοῦ γινωσκομένου. ὁ δὲ Ἀλέξανδρος πάλιν ἄλλως νοεῖ· φησὶ γὰρ ὅτι εἰ πάντα νοεῖ, ἀμιγής ἐστι τῶν εἰδῶν καὶ οὐκ ἔχει εἶδος. ἡμεῖς δὲ μετὰ προσδιορισμοῦ λέγομεν ὅτι ἀμιγής ἐστι τῶν εἰδῶν ὧν γινώσκει, ἐπεὶ αὐτὸς αὐτόθεν εἶδος ὑπάρχει. εἴποι δὲ πρὸς ταῦτα ὁ Ἀλέξανδρος ὅτι εἰ καθ’ ὑμᾶς ὁ νοῦς ἀμιγής ἐστιν ὧν γινώσκει εἰδῶν, ἐπειδὴ καὶ ἑαυτὸν γινώσκει, λέγετε δὲ αὐτὸν εἶδος εἷναι, οὐκοῦν καὶ ἑαυτοῦ ἀμιγής ἐστιν ὁ νοῦς, ὅπερ ἐστὶν ἄτοπον. λέγομεν δὲ πρὸς τοῦτον ὅτι ὡς νοοῦν νοουμένου ἀμιγής ἐστι καὶ ἕτερος. p. 429a20 Παρεμφαινόμενον γὰρ κωλύει τὸ ἀλλότριον καὶ ἀντιφράξει. Τί φησιν; ὅτι εἰ ἦν ἐκ τῆς ὕλης ὁ νοῦς, αὕτη ἡ ὕλη παρεμφαινομένη καὶ ἀντιφράττουσα αὐτὸν ἐκώλυε νοεῖν οὐ μόνον ἑαυτήν, ἀλλὰ καὶ τὰ ἀλλότρια. νοητά, τουτέστι τὰ ἄλλα. οὐκ ἄρα οὖν ἐστιν ἐκ τῆς ὕλης. δύνῃ δὲ καὶ ἄλλως αὐτὸ ἐξηγήσασθαι καὶ εἰπεῖν, εἰ εἶχέν τινα εἴδη τῶν γινωσκομένων ἐνεργείᾳ ὁ νοῦς, ἀλλὰ μὴ πάντα ἦν δυνάμει, ἐπεθολοῦτο καὶ οὐκ ἐγίνωσκεν ἀκριβῶς, ὥσπερ οὐδὲ ἡ ὄψις, ἐὰν ᾖ τὸ διαφανὲς κεχρωματισμένον, πάντα ἀκριβῶς τὰ χρώματα γνώσεται. καὶ ἡμεῖς μὲν οὕτως, ὁ δὲ Ἀλέξανδρός φησιν ὅτι καὶ ἐνταῦθα βούλεται τὸν νοῦν μὴ ἔχειν εἶδος καὶ ἐξ ὧν ἐπάγει· φησὶ γὰρ μὴ εἶναι αὐτοῦ φύσιν, ἀλλὰ μόνον ὅτι δυνάμει ἐστίν. ἡμεῖς δέ φαμεν ὅτι κατὰ τοῦτο λέγει μὴ εἶναι αὐτοῦ φύσιν Ἀριστοτέλης, καθὸ οὐκ ἔστιν ἡ φύσις αὐτοῦ τοιαύτη ὡς ἐνεργείᾳ τὰ εἴδη ἔχειν τῶν νοητῶν, καθὰ Πλάτωνι δοκεῖ, ἀλλὰ δυνάμει μόνον, ἐπεὶ αὐτὸς εἶδός ἐστι καὶ ἐνεργείᾳ ἐστὶν ἡ οὐσία αὐτοῦ. p. 429a23 Λέγω δὲ νοῦν, ὧ διανοεῖται καὶ ὑπολαμβάνει ἡ ψυχἡ. Ἐπειδὴ καὶ ἡ φαντασία λέγεται παθητικὸς νοῦς, φησὶν ὅτι οὐ περὶ ταύτης ἡμῖν ὁ λόγος νῦν, ἀλλὰ περὶ τοῦ νοῦ καθ’ ὃν διανοούμεθα καὶ ὑπολαμβάνομεν. νοῦν δὲ ἐνταῦθα κοινότερον εἶπε· διὰ μὲν γὰρ τοῦ διανοεῖσθαι τὴν διάνοιαν εἰσάγει, διὰ δὲ τοῦ ὑπολαμβάνειν τὴν δόξαν. φησὶν οὖν ὅτι ὁ νοῦς οὐδέν ἐστιν ἐνεργείᾳ πρὶν νοήσῃ, ἀλλὰ δυνάμει, καὶ δυνάμει οὐχ ἡ οὐσία αὐτοῦ, ἀλλ’ ἡ ἐνέργεια. καὶ διὰ τοῦτο ὁ νοῦς οὐκ ἔστι σῶμα· ποιὸς γὰρ ἂν ἦν, θερμὸς ἢ ψυχρός· οὔτε μὴν ὀργάνῳ κέχρηται τῷ σώματι· δύναται γὰρ ὁμοίως τὰ μεγάλα καὶ μικρὰ νοεῖν, ὅπερ ἡ αἴσθησις ὀργάνῳ κεχρημένη τῷ σώματι οὐ δύναται ποιῆσαι. p. 429a27 Καὶ εὖ δὴ οἱ λέγοντες τὴν ψυχὴν εἶναι τόπον εἰδῶν. Ἐπαινεῖ Πλάτωνα· ἐπειδὴ γὰρ εἶπεν ἄνω ὅτι δέχεται ἡ ψυχὴ τὰ εὔη τῶν νοητῶν καὶ οὕτως ἐνεργεῖ, διὰ τοῦτο ἐπαινεῖ Πλάτωνα τὴν ψυχὴν εἰπόντα τόπον εἰδῶν. πλ̣ὴν μέμφεται αὐτῷ εἰς δύο τινά, πρῶτον μὲν ὅτι πᾶσαν ψυχὴν λέγει τόπον εἰδῶν καὶ οὐ μόνον τὴν λογικήν, εἰ καὶ ἔστιν ὑπὲρ Πλάτωνος εἰπεῖν ὅτι μόνην τὴν λογικὴν ψυχὴν λέγει, τὰς δὲ ἄλλας ἐμψυχίας· διὸ λέγει “πᾶσα ψυχὴ ἀθάνατος’’. κἄν οὖν τὴν ψυχὴν λέγει τόπον εἰδῶν, ἀλλ’ οὖν τὴν λογικὴν μόνον λέγει. μέμφεται δὲ αὐτῷ καὶ εἰς ἄλλο ὅτι ἐνεργείᾳ λέγει ἐν τῇ ψυχῇ τὰ εἴδη καὶ οὐ δυνάμει. ὁ γὰρ Ἀριστοτέλης ἀγράφῳ γραμματείῳ αὐτὴν εἰκάζει καὶ κυρίως λέγει μάθησιν, ὁ μέντοι Πλάτων’ ἐγγράφῳ γραμματείῳ, καὶ τὴν μάθησιν ἀνά- μνησιν λέγει. p. 429b7 τοῦτο δὲ συμβαίνει, ὅταν δύνηται ἐνεργεῖν δι᾿ ἑαυτοῦ. Τί φησιν; ὅτι ὁ νοῦς δυνάμει ὢν τότε γίνεται ἐνεργείᾳ. ὅταν ἐπιστημονικῶς δύνηται ἐνεργῆσαι καὶ θεωρητικῶς. συμβαίνει δὲ ἐπιστημονικῶς τὸν νοῦν ἐνεργεῖν, ὅταν δύνηται κατ’ αὐτὸν ἐνεργεῖν ἡ ψυχή. τοῦτο δὲ οὐκ ἀεί· μόλις γὰρ ἐν γήρᾳ. p. 429b8 ἔστι μὲν οὖν καὶ τότε δυνάμει πὼς οὐ μὴν καὶ πρὶν μαθεῖν ἢ εὑρεῖν· καὶ αὐτὸς δὲ ἑαυτὸν τότε δύναται νοεῖν. | Καὶ μετὰ τὸ μαθεῖν, φησί, τὰ πράγματα καὶ ἠρεμεῖν δυνάμει ἐστὶν ὁ νοῦς, οὐ μὴν ὁμοίως ἐστὶ δυνάμει οἷος ἦν πρὸ τοῦ μαθεῖν αὐτόν τι ἢ εὑρεῖν. τὸ γὰρ πρὶν τοῦ μαθεῖν ἢ εὑρεῖν δυνάμει ἐστὶν ὁ νοῦς κατὰ τὸ πρότερον σημαινόμενον τοῦ δυνάμει, τουτέστι τὸ κατ’ ἐπιτηδειότητα, τὸ δὲ μετὰ τὸ μαθεῖν δυνάμει καθ’ ἕξιν ἐστίν, ὅπερ ἦν δεύτερον σημαινόμενον τοὐ δυνάμει, ὅπερ αὐτὸς εἶπε δυνάμει πὼς. καλῶς δὲ ἐμνήσθη μαθήσεως καὶ εὑρήσεως, ἐπειδὴ πᾶσα ἐπιστήμη ἢ μαθήσει ἢ εὑρήσει καταλαμβάνε- τᾶι. ἐν οἷς ἡ πρᾶξις. p. 429b10 ἐπεὶ δ’ ἄλλο ἐστὶ τὸ μέγεθος καὶ τὸ μεγέθει καὶ ὕδωρ καὶ ὕδατι εἶναι, οὕτω δὲ καὶ ἐφ’ ἑτέρων πολλῶν, ἀλλ’ οὐ καὶ ἐπὶ πάντων. Tρία περὶ τοῦ νοῦ προθέμενος ζητῆσαι, ἓν μὲν εἰ ἀίδιος ἢ φθαρτός, δεύτερον δὲ κοινωνίαν καὶ διαφορὰν αὐτοῦ πρὸς αἴσθησιν, ἐξ οὗ πάλιν τὸ ἀίδιον ἠγρεύετο, καὶ τρίτον πῶς γίνεται τὸ νοεῖν, τὰ μὲν πρῶτα δύο ἱκανῶς νῶς διὰ τῶν φθασάντων ἀπέδειξεν• νυνὶ δὲ τὸ λοιπὸν αὐτῷ πρόκειται εἰς ἀπόδειξιν, καὶ πάρεστιν ἐξετάσων πῶς τὸ νοεῖν γίνεται. ἀπορεῖ τοίνυν κατ’ ἀρχὰς Ἀριστοτέλης. διττῆς γὰρ οὔσης ἐν ἡμῖν τῆς γνώσεως, τῆς μὲν ἀλόγου οἷον τῶν αἰσθήσεων, τῆς δὲ λογικῆς οἷον τοῦ νοῦ, διττά ἐστι καὶ τὰ γινωσκόμενα, τὰ μὲν ἔνυλα καὶ αἰσθητά, τὰ δὲ ἄυλα. ζητεῖ οὖν διὰ τούτων Ἀριστοτέλης πότερον ἑκάστη γνῶσις τὸ οἰκεῖον γινώσκει, οἷον ἡ μὲν ἄλογος τὰ ἔνυλα ἡ δὲ λογικὴ τὰ ἄυλα μόνον, ἢ ἡ μὲν ἄλογος τὰ ἔνυλα οἶδε μόνον, ἡ δὲ λογικὴ ὡς κρείττων οὖσα οὐ μόνον τὰ ἄυλα οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. καὶ τοιαύτης οὔσης τῇς ἀπορίας ἐπικρίνει Ἀριστοτέλης λέγων ὅτι ἡ λογικὴ οὐ μόνον τὰ ἄυλα οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. ὁ γὰρ εἰδὼς τὰ κρείττονα, πολλῷ πλέον καὶ τὰ χείρονα οἶδεν· εἰ οὖν οἶδε τὰ ἄυλα, σκοπήσει πάντως καὶ τὰ χείρονα τῶν ἀύλων, ὅ ἐστι τὰ ἔνυλα. εἰ γὰρ ὁ νοῦς ὅ ἐστιν ἡ λογικὴ γνῶσις, μόνον οἶδεν τὰ ἄυλα, μὴ γινώσκει δὲ καὶ τὰ ἔνυλα, ἔσται ὁ νοῦς κατά τι ἄνους· τὰ γὰρ ἔνυλα μὴ νοῶν ἄνους ἔσται κατὰ ταῦτα. ἀλλὰ μὴν ἄτοπον τὸν νοῦν κατά τι ἄνουν εἶναι· οὐκ ἄρα τὰ ἄυλα μόνον οἶδεν, ἀλλὰ καὶ τὰ ἔνυλα. καὶ ταῦτα μὲν Ἀριστοτέλης. ἔχομεν δὲ καὶ ἡμεῖς ἔξωθέν δεῖξαι ὅτι καὶ τὰ ἔνυλα οἶδεν ὁ νοῦς. εἰ γὰρ μὴ ἠπίστατο τὰ ἔνυλα, πῶς ἐπιδιωρθοῦτο τὴν αἴσθησιν; ἡ γὰρ αἴσθησις τὴν ἐν ὕδατι κώπην κεκλασμένην ὁρᾷ καὶ τὸν ἥλιον ποδιαῖον, ὁ δὲ νοῦς ἐπιδιορθοῦται δεικνὺς ὅτι οὐδὲ ἡ κώπη κεκλασμένη ἐστίν, ἀλλ’ ὅτι καὶ ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς. πῶς οὖν εἶχεν ὁ νοῦς ἐπιδιορθοῦσθαι τὴν αἴσθησιν, εἰ μὴ ἐνόει τὰ ἔνυλα, τουτέστι τὰ αἰσθητά; ἄλλως τε δὲ ἔχομεν κανόνα ἄνω ὅτι τὸ ἐπιστάμενον διαφορὰν πραγμάτων πολλῷ μᾶλλον αὐτὰ τὰ διαφέροντα οἶδεν. εἰ οὖν ὁ νοῦς οἶδε τὴν διαφορὰν τῶν ἀύλων πρὸς τὰ ἔνυλα, οἶδεν ἄρα τὰ ἔνυλα. ἀλλ’ ἐρεῖς ἴσως ὅτι ἄτοπόν ἐστι τὸν νοῦν τὰ ἔξω εἰδέναι· ταῦτα γὰρ αἰσθήσεως ἐστι τῷ τὰ ἔνυλα καὶ τὰ κατὰ μέρος γινώσκειν. ὁ μὲν γὰρ νοῦς τὸ καθόλου οἶδεν μόνον, τῆς δὲ αἰσθήσεως ἐστι τὸ εἰδέναι μερικά, ἅτινά ἐστιν ἔνυλα. ἐρῶ δὲ πρός σε ὅτι ὁ νοῦς τῷ μὲν ὑποκειμένῳ εἷς ἐστιν, τῷ δὲ λόγῳ διάφορος. ὁ γὰρ νοῦς ἢ καθ’ ἑαυτὸν μόνον ἐνεργεῖ, καὶ τότε τὰ καθόλου μόνον οἶδεν, ἢ ᾧτ’ αἰσθήσεως ἐνεργεῖ ὀργάνῳ αὐτῇ κεχρημένος, καὶ τότε τὰ ἔνυλα καὶ μερικὰ οἶδεν. ὥσπερ γὰρ ἡ αὐτὴ εὐθεῖα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διάφορος (ἡ γὰρ νῦν νῦν εὐθεῖ οὖσα δύναται κλασθῆναι καὶ ἐπικαμπὴς γενέσθαι), οὕτω καὶ ὁ νοῦς ὁ αὐτὸς ὢν τῷ ὑποκειμένῳ ἄλλοτε μὲν εὐθείᾳ ἀναλογεῖ, ὅτε καὶ καθ’ ἑαυτὸν ἐνεργεῖ καὶ τὰ ἄυλα οἶδεν, ἄλλοτε δὲ κεκλασμένῃ εὐθείᾳ ἐπικαμπτόμενος πρὸς τὴν αἴσθησιν καὶ ὀργάνῳ αὐτῇ κεχρημένος, ὅτε καὶ τὰ ἔνυλα οἶδεν. τοῦτο μὲν οὖν ἐστι τὸ πρῶτον ἄπορον καὶ ἡ λύσις αὐτοῦ. Δεύτερόν ἐστιν ἄπορον, οὗτινος χρὴ λῆμμα προλαβεῖν τοιοῦτον, ὅτι τὸ ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀγόμενον πάντως ἀλλοιοῦται, ἡ δὲ ἀλλοίωσις πάθος ἐστί. τούτου προληφθέντος πρόεισι λοιπὸν τὸ ἄπορον· εἰ γινώσκει ὁ νοῦς τὰ ἔνυλα, δῆλον ὅτι πάσχει ὑπ’ αὐτῶν· ἄγεται γὰρ ὑπ’ αὐτῶν ἀπὸ τῆς δυνάμει γνώσεως εἰς τὴν ἐνεργείᾳ γνῶσιν, τὸ δὲ ἀπὸ τοῦ δυνάμει ἀγόμενον εἰς τὸ ἐνεργείᾳ ἀλλοιοῦται, τὸ δὲ ἀλλοιούμενον πάσχει· ὁ νοῦς ἄρα πάσχει ἀπὸ τῶν ἐνύλων. καὶ ἐπειδὴ οὐδὲν ἐκ τοῦ ἀνομοΰλου πάσχει, δῆλον ἄρα ὅτι ὁμόυλός ἐστιν ὁ νοῦς τοῖς ἐνύλοις καὶ ἔστιν αὐτὸς ἔνυλος καὶ φθαρτός· τὰ γὰρ ἔνυλα φθαρτά. καὶ πῶς ἄρ φθαρτὸς ἔσται ἢ κατ’ Ἀριστοτέλην ἢ κατ’ Ἀναξαγόραν λέγοντας αὐτὸν ἀμιγῆ τῆς ὕλης; αὕτη ἡ ἀπορία. ἣν ἐπιλυόμενοί φαμεν ὅτι κακῶς ἐλάβετε βετε ὡς πᾶν ποιοῦν καὶ πάσχει· οὗτος γὰρ ὁ λόγος ψευδής ἐστι. τότε γὰρ τὸ ποιοῦν ἀντιπάσχει, ὅτε ὁμόυλόν ἐστι τῷ πάσχοντι. ἐπειδὴ οὖν ὁ νοῦς οὐκ ἔστιν ὁμόυλος τοῖς ἐνύλοις, οὐκ ἀνάγκη πάσχειν αὐτὸν ὑπὸ τῶν ἐνύλων, ὅτε γινώσκει αὐτά. ποιεῖ γὰρ καὶ ὁ δημιουργὸς εὐεργετῶν ἡμᾶς καὶ ὅμως οὐκ ἀντιπάσχει ὑφ’ ἡμῶν. ὥστε ἐκεῖνα μόνον τῶν ποιούντων ἀντιπάσχει, ὅσα ὁμόυλά ἐστι τοῖς πάσχουσι. καὶ ἡ μὲν λύσις αὕτη ἔξωθεν λέλεκται· ὁ δὲ Ἀριστοτέλης ἄλλην λύσιν φησίν, ἣν καὶ ἐν ἄλλοις εἶπεν, ὅτι διττὸν τὸ πάθος, τὸ μὲν τελειωτικόν, τὸ δὲ φθαρτικόν. ἐπὶ μὲν οὖν τοῦ φθαρτικοῦ ἔρρωται ὁ λόγος ὅτι ὅμοιον γίνεται τῷ ποιοῦντι τὸ πάσχον· ὁ δὲ νοῦς γινώσκων τὰ αἰσθητὰ πάσχει πάθος τελειωτικόν, ὅπερ ἀπάθεια μᾶλλον λέγεται ἤπερ πάθος, ὥστε πάλιν οὐ πάσχει ὁ νοῦς. τὰ γὰρ τελειούμενα ὑπό τινος οὐ πάντως καὶ ὁμόυλα αὐτῷ ἐστιν. ἰδοὺ γὰρ ὁ κόσμος τελειοῦται ὑπὸ τοῦ δημιουργοῦ, καὶ ὁμόυλος αὐτῷ οὐ γίνεται. πάλιν ὑπὸ τῶν οὐρανίων διοικεῖται τὰ τῇδε καὶ τελειοῦται, καὶ οὐκ ἔστιν αὐτοῖς ὁμόυλα. | πάλιν ὁ ἀὴρ τελειοῦται ἐκ τοῦ φωτός, καὶ οὐκ ἔστιν ὁμόυλος αὐτῷ. ὥστε καὶ ὁ νοῦς πάσχει μὲν ὑπὸ τῶν αἰσθητῶν τὸ τελειωτικὸν πάθος, τελειούμενος δὲ ὑπ’ αὐτῶν οὐκ ἔστιν αὐτοῖς ὁμόυλος. σημειωτέον δὲ ὅτι κἄν τελειωτικὸν λέγομεν αὐτὸν πάσχειν πάθος, οὐ τῆς οὐσίας τοῦ νοῦ ἅπτεται τὸ πάθος, ἀλλὰ τῆς ἐνεργείας αὐτοῦ. αὕτη καὶ ἡ δευτέρα ἀπορία καὶ ἡ λύσις αὐτῆς. Ἐπειδὴ δὲ αἱ δύο αὗται ἀπορίαι ἀπὸ τῶν ἐνύλων ἔσχον τὴν ἀφορμήν, δίκαιον καὶ περὶ τῶν ἀύλων τι ἀπορῆσαι. ἐπειδὴ γὰρ ὁ νοῦς οἶδεν ἑαυτὸν καὶ ἐπιστρέφει πρὸς ἑαυτόν, <ἑαυτὸν> ἄρα πῶς οἶδε; πότερον νοῦς, ἢ κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοητός; εἰ μὲν οὖν κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοεῖται, δῆλον ἄρα ὅτι οὐκ ἔστιν ἁπλοῦς ὁ νοῦς, ἀλλὰ σύνθετος· σύγκειται γὰρ καθὸ νοῦς ἐστι καὶ καθὸ νοεῖται. εἰ δὲ τὸ ἄτοπον τοῦτο ἐκφυγὼν εἴποις ὅτι καθὸ νοῦς ἐστι νοεῖται, ἄλλῳ ἀτόπῳ περιπεσῇ· δείκνυται γὰρ ἐν τῇ Ἀποδεικτικῇ ὅτι τὸ καθὸ ἀντιστρέφει. εἰ οὖν καθὸ νοῦς ἐστι νοεῖται, οὐκοῦν καὶ καθὸ νοεῖται νοῦς ἐστι ἵνα ἀντιστρέψῃ. εἰ δὲ καθὸ νοεῖται νοῦς ἐστι, συνάγεται ὅτι πᾶν τὸ νοούμενον νοῦς ἐστι, καὶ ἐπειδὴ τὰ μαθήματα νοητά ἐστι, ἔσται καὶ ταῦτα νόες, ὅπερ ἄτοπον. εἰ δὲ εἴποις ὅτι οὐ νοεῖ αὑτόν, ψεύδῃ· εἰ γὰρ μὴ νοεῖ ἑαυτόν, πῶς οἶδεν ὅτι χωρίζεται τοῦ σώματος; τοιαύτη μέν ἐστι πᾶσα ἡ ἀπορία διὰ δὲ τὸ ἀσαφὲς συντόμως αὐτὴν ἐπα- ναλάβωμεν. ἐπειδὴ ὁ νοῦς νοεῖ ἑαυτόν, ἢ καθὸ νοῦς ἐστι νοεῖ ἑαυτόν, καὶ ἐπειδὴ τὸ καθὸ ἀντιστρέφει, ἔσται καὶ καθὸ νοητὸς νοῦς, ὡς συνά- γεσθαι πάντα τὰ νοητὰ καὶ τὰ μαθήματα νόας εἶναι· ἢ κατ’ ἄλλο μέν ἐστι νοῦς, κατ’ ἄλλο δὲ νοεῖται, καὶ ἔσται ὁ νοῦς σύνθετος, ὅπερ ἄτοπον. λύει δὲ τὴν ἀπορίαν τιθέμενος τῷ ἑνὶ σκέλει φάσκων ὅτι πᾶν τὸ κυρίως νοητὸν νοῦς ἐστι· τὰ γὰρ μαθήματα οὐκ ἔστι κυρίως νοητὰ καὶ διὰ τοῦτο οὔκ εἰσι νόες· ἡμῶν γάρ εἰσιν ἐπίνοια, καὶ ἡμεῖς ἐχωρίσαμεν αὐτὰ τῆς ὕλης, ἐπεὶ ἔνυλά εἰσιν. ὅσα οὖν οὐκ ἐξ ἡμῶν ἀλλ’ οἴκοθεν ἔσχον τὸ νοητὰ εἶναι, ταῦτα νόες εἰσί.) καὶ γὰρ κἂν ἀγγέλους εἴπῃς, καὶ οὗτοι κατὰ τὸν ’Αριστοτέλην νόες εἰσί, κἂν τὸν ἐπὶ τῆς ἀπλανοῦς περιπολοῦντα εἴπῃς, ὃν δημιουργὸν λέγει, καὶ οὗτος κατὰ τὸν Ἀριστοτέλην νοῦς ἐστιν. ἀλλ’ ἐπειδὴ οὔτε Πλάτωνι δοκεῖ τὸ τὸν θεὸν νοῦν εἶναι οὔτε τοῖς εὐσεβέσι δόγμασιν (ὁ γὰρ θεὸς καὶ ὑπὲρ νοῦν ἐστιν, ὅθεν καὶ πρόνοια ὠνόμασται, ὡς πρὸ τοῦ νοῦ ὤν), φέρε ἡμεῖς ἄλλως λύσωμεν τὴν ἀπορίαν. φαμὲν γὰρ ὅτι οὐ συνάγεται πᾶν τὸ νοητὸν νοῦς. πρῶτον μὲν γὰρ τὰ νοητὰ ἢ κυρίως ἐστὶ νοητά, ὡς τὰ πάντῃ ἄυλα, ἢ οὐ κυρίως, ἀλλὰ καθὸ αἰσθητὰ λέγεται νοητά, ὡς λίθος. νῦν οὖν περὶ τῶν κυρίως νοητῶν ἐστιν ὁ λόγος. εἰ δὲ τοῦτο, ἔσται τὰ κυρίως νοητὰ νοῦς, καὶ οὐδὲν ἄτοπον ἐπακολουθήσει. δεύτερον δὲ ὅτι οὐδὲ συνάγεται πᾶν τὸ νοητὸν νοῦς, ἀλλὰ πᾶν τὸ νοοῦν ἑαυτὸ νοῦς. τί γὰρ ἔφη ἡ ἀπορία; καθὸ νοῦς νοεῖται· ὑπὸ τίνος; δῆλον ὅτι ὑφ’ ἑαυτοῦ. οὐκοῦν, εἰ βούλει, ἀντίστρεφε διὰ τὸ καθὸ ὅλην τὴν πρότασιν καὶ εἰπέ, καθὸ ὑφ’ ἑαυτοῦ νοεῖται, νοῦς ἐστιν· αὕτη γάρ ἐστιν ἡ ὑγιὴς ἀντιστροφή. εἰ οὖν συνήχθη ἐκ τῆς ἀντιστροφῆς ὅτι οὐ δήπου τὸ νοητὸν νοῦς, ἀλλὰ πᾶν τὸ ὑφ’ ἑαυτοῦ νοητὸν νοῦς ἐστιν, οὐκέτι πᾶν. τὸ νοητὸν νοῦς ἐστι. καὶ οὐ μόνον διὰ τὸ θεῖον τῇ λύσει ’Αριστοτέλους οὐκ ἀρεσκόμεθα, ἀλλὰ καὶ ὅτι τὰ καθόλου νοητά ἐστιν, ἀλλ’ οὐ νόες. τὸ δὲ λέγειν ὅτι οὐχ ᾗ νοῦς γινώσκει ἑαυτὸν ἄτοπον. πρῶτον μὲν γάρ, ὡς εἴπομεν, ἔσται διπλοῦς ὁ μονοειδὴς καὶ ὁ αὐτὸς νοῶν καὶ νοούμενος, καὶ μὴ πάντα ἑαυτὸν γινώσκων· καθὸ γὰρ νοεῖται, νοεῖ ἑαυτόν, καὶ οὐ καθὸ νοεῖ. ὥστε ᾗ νοῦς ἑαυτὸν γινώσκει ὁ νοῦς. τοῦτο καὶ τὸ τρίτον ζήτημα. Τέταρτον ζήτημα· εἰ ὁ νοῦς νοεῖ ἑαυτόν, ἀεὶ δὲ πάρεστιν ἑαυτῷ ὁ νοῦς, διὰ τί μὴ ἀεὶ ἑαυτὸν νοεῖ; θεωροῦμεν γὰρ ὅτι ὀλιγάκις οἱ ἄνθρωποι ἐπιστρεφόμεθα πρὸς ἑαυτούς, ἀλλ’ ἢ περὶ θεοῦ νοοῦμεν ἢ τε κόσμου, ὀλιγάκις δὲ περὶ ἑαυτῶν· καίτοι χρῆν ἀεὶ ἑαυτοὺς νοεῖν, διότι ὁ νοῦς ἀεὶ πάρεστιν ἑαυτῷ. αὕτη μὲν ἡ ἀπορία. λέγομεν δὲ ὅτι διὰ τὴν ἐπιμιξίαν καὶ τὴν κατανόησιν τῶν ὄντων τοῦτο γίνεται. ὥσπερ γὰρ ἐὰν δύο παραγένωνται καὶ ὁ μὲν εἷς ᾖ φίλος ὁ δὲ ἕτερος λαμπρός τις, οὐδὲ προσκυνοῦμεν τὸν φίλον ἅτε συνήθη ὄντα, τὸν δὲ ἄλλον δεξιούμεθα, οὕτω καὶ ὁ νοῦς γινώσκων ὅτι ἀεὶ πάρεστιν ἑαυτῷ, ὀλιγάκις μὲν ἑαυτὸν νοεῖ, πολλάκις δὲ τὰ ἐγκόσμια πράγματα ἢ ὑπερκόσμια. οὐ καθὸ οὗν νοῦς ὁ νοῦς οὐκ ἀεὶ ἑαυτὸν γινώσκει, ἀλλὰ διὰ τὴν ἐνέργειαν αὐτοῦ τοῦτο γίνεται. ὥσπερ γὰρ ἐν μελαγχολίαις παντελῶς οὐ γινώσκει ὁ νοῦς διὰ τὸ παρεκτρέπεσθαι αὑτοῦ, οὕτως καὶ ἡνίκα ἀλλοτριοπραγῇ περὶ τὸ σῶμα σχολάζων, οὐ γινώσκει ἑαυτόν, ὅτε οὐκ ἔστιν ἐνεργείᾳ νοῦς, ἀλλὰ δυνάμει. ὁ μέντοι Πλωτῖνός φησιν ὅτι ἔστι νοῦς ὁ ἀεὶ γινώσκων ἑαυτὸν καὶ ὁ μὴ ἀεὶ γινώσκων ἑαυτόν, ἵνα πάλιν λάβῃς τὸν μὲν ἐνεργείᾳ ἀεὶ γινώσκοντα ἑαυτόν, τὸν δὲ δυνάμει μὴ ἀεί. τὸ δὲ ἀεὶ γινώσκειν ἔλεγεν διὰ τὸν Πλάτωνα λέγοντα ἀεικίνητον τὴν ψυχήν· τὸ γὰρ ἀεικίνητον ἐπὶ τοῦ ἀείζωον ποιεῖν τὸ σῶμα ἐλάμβανεν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἀεὶ γνωστικὸν αὐτὸ ποιεῖν· καὶ ἀεὶ μέν, φησί, γινώσκει ὁ νοῦς, εἰ δὲ καὶ μὴ αἰσθανόμεθα ὅτι ἀεὶ γινώσκει, τοῦτο διὰ τὸν τοῦ σώματος θόρυβον γίνεται. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἐπεὶ δὲ ἄλλο ἔστι μέγεθος καὶ μεγέθει εἶναι καὶ τὸ ὕδωρ καὶ τὸ ὕδατι εἶναι. εἴρηται καὶ ἐν Κατηγορίαις καὶ ἐν τῇ Φυσικῇ ὅτι ἄλλο ἐστὶ τὸ τόδε καὶ ἄλλο τὸ τῷδε. τὸ μὲν γὰρ τόδε τὸ συναμφότερον σημαίνει, ὅ ἐστι τὸ εἶδος μετὰ τῆς ὕλης, οἷον τὸ ὕδωρ καὶ τὸ μέγεθος, τὸ δὲ τῷδε τὸ εἶδος μόνον σημαίνει ἄνευ τῆς ὕλης, οἷον τὸ ὕδατι εἶναι καὶ τὸ μεγέθει εἶναι. καὶ ἐπὶ μὲν τῶν ἐνύλων πραγμάτων οὕτως ἐστὶν ἡ σημασία, ἐπὶ δὲ τῶν ἀύλων πραγμάτων ταὐτόν ἐστι τὸ τόδε καὶ τῷδε, οἷον ἐπὶ θεοῦ, ἐπὶ σημείου καὶ τῶν τοιούτων· τὸ αὐτὸ γὰρ σημαίνεται κατὰ τὰς δύο πτώσεις. ἔστιν οὖν ὅλος ὁ νοῦς Ἀριστοτέλους οὗτος· ἆρα ὁ νοῦς οἶδεν ἐφ’ ὧν ἕτερόν ἐστι | τὸ τόδε καὶ τῷδε, τουτέστι τὰ ἔνυλα, ἢ ὁ νοῦς ἐκεῖνα μόνον οἶδεν, ἐφ’ ὧν ταὐτόν ἐστι τὸ τόδε καὶ τῷδε, τουτέστι τὰ ἄυλα; μέγεθος οὖν λέγει τὸ συναμφότερον, μεγέθει δὲ εἶναι τὸ εἶδος μόνον, καὶ ὕδωρ λέγει τὸ συναμφότερον, ὕδατι δὲ τὸ εἶδος μόνον. ἐπ’ ἐνίων γὰρ ταὐτόν ἐστι τὸ σαρκὶ εἶναι καὶ σάρκα. ἀνοικείῳ παραδείγματι ἐχρήσατο· ἐπὶ γὰρ τῆς σαρκὸς οὐ ταὐτὸν σημαίνει τὸ τόδε καὶ τὸ τῷδε· τοῦτο γὰρ ἐπὶ μόνων τῶν νοητῶν ἐστιν. ἀλλ’ ὡς εἴπομεν, ἐπὶ τῶν ἐνύλων ἄλλο σημαίνει ἡ αἰτιατικὴ καὶ ἄλλο ἡ δοτική. εἰ οὖν καὶ ἡ σὰρξ τῶν ἐνύλων, ἄλλως καὶ ἄλλως σημαίνεται ὑπὸ τῆς αἰτιατικῆς καὶ τῆς δοτικῆς. τοῦτο δὲ ἐποίησεν διὰ μεγαλοφυίαν καταφρονήσας τῶν παραδειγμάτων, ὡς πολλάκις ἔθος αὐτῶ. p. 429 b 13 Ἢ ἄλλῳ ἢ ἄλλως ἔχοντι κρίνει. Ἔτι μὲν ἀπορεῖ, συναπτέον δὲ αὐτὰ τοῖς ὄνω. ἀνωτέρω μὲν γὰρ ἠπόρει, εἰ ὅλως ὁ νοῦς νοεῖ τὰ ἔνυλα, νυνὶ δὲ ὡς συγχωρήσας αὐτὸν νοεῖν τὰ ἔνυλα κατὰ τὸ σιωπώμενον ἀπορεῖ μήποτε ἄλλῳ μὲν μέρει ἑαυτοῦ ὁ νοῦς νοεῖ τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα. τοῦτο οὖν ἐστιν ὃ λέγει ‘ἢ ἄλλῳ καὶ ἄλλῳ κρίνει’, ἀντὶ τοῦ ἄλλῳ μὲν μέρει ἑαυτοῦ τὰ νοητά, ἄλλῳ δὲ τὰ ἔνυλα. Πλούταρχος μὲν οὖν καὶ Ἀλέξανδρος βούλεται τῷ μὲν ἀύλῳ τὰ ἄυλα γινώσκεσθαι, τῷ δὲ ἐνύλῳ τὰ ἔνυλα· Ἀριστοτέλης δέ φησιν ὅτι τῷ αὐτῷ νῷ ἄμφω γινώσκεται, καὶ τὰ ἔνυλα καὶ τὰ ἄυλα, ἀλλὰ ἄλλως καὶ ἄλλως ἔχοντι, πῇ μὲν κεχρημένῳ ὀργάνῳ τῷ σώματι, ἐπὶ τῶν ἐνύλων, πῇ δὲ οὔ, ὡς ἐπὶ τῶν ἀύλων καὶ νοητῶν. p. 429 b 13 Ἡ γὰρ σὰρξ οὐκ ἄνευ τῆς ὕλης, ἀλλ’ ὥσπερ τὸ σιμὸν τόδε ἐν τῶδε. Τοῦτο τὸ ῥητὸν συνηγορία ἐστὶ τοῦ ἀντικειμένου δόγματος, ἤτοι τῆς ἀπορίας τῆς ἀρτίως ῥηθείσης. ἐπειδὴ γὰρ ἠπόρησε λέγων μήποτε ὁ νοῦς ἄλλῳ μὲν μέρει ἑαυτοῦ νοεῖ τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα, συνηγορεῖ διὰ τούτων τῇ ἀπορίᾳ καί φησι δίκαιον εἶναι, ἄλλῳ μὲν μέρει νοεῖν αὐτὸν τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα· ἡ γὰρ σὰρξ οὐκ ἔστιν ἄνευ ὕλης, ἀλλ’ ἔνυλον πρᾶγμά ἐστιν. ὥσπερ γὰρ ἡ σιμότης τόδε ἐν τῷδέ ἐστιν, ἀντὶ τοῦ εἶδος ἐν ὕλῃ, οὕτω καὶ ἡ σὰρξ εἶδος ἐν ὕλῃ ἐστίν. ὥστε εὔλογόν ἐστι τὸν νοῦν μὴ τῷ αὐτῷ μέρει ἑαυτοῦ νοεῖν τὰ ἔνυλα καὶ τὰ ἄυλα. p. 429b14 τῷ μὲν οὖν αἰσθητικῷ τὸ θερμὸν καὶ τὸ ψυχρὸν κρίνει, καὶ ὧν λόγος τις ἡ σάρξ. Ἐντεῦθεν Πλούταρχος καὶ Ἀλέξανδρος πιστοῦνται ὅτι ἰδοὺ αὐτὸς λέγει ὡς τῷ ἐνύλῳ τὰ ἔνυλα γινώσκεται· τῷ γὰρ αἰσθητικῷ εἶπε γινώσκεσθαι τὸ θερμόν. τί οὖν ἡμεῖς λέγομεν; ὅτι οὐ τοῦτό φησιν, ἀλλὰ συνηγορήσας τῇ ἀπορίᾳ λοιπὸν ἐντεῦθεν τὴν ἀληθῆ λύσιν ἐπάγει. φησὶ γὰρ ὅτι ὁ νοῦς τῷ αἰσθητικῷ ὀργάνῳ κεχρημένος κρίνει τὰ ἔνυλα, τουτέστι τὸ θερμὸν καὶ τὸ ψυχρόν· εἶτα ἐπειδὴ ψυχροῦ καὶ θερμοῦ ἐμνήσθη, οὐ μόνον δὲ ταῦτα κρίνει ἡ σάρξ, ἀλλὰ καὶ ἐξ ὅσων ἄλλων ἐστὶν ἡ συμμετρία αὐτῆς, οἷον τὸ ξηρόν, τὸ ὑγρόν, τὸ μαλακὸν καὶ ὅσα ἄλλα τοιαῦτα, οὐκ ἡδύνατο δὲ πάντων μνησθῆναι ἐν τῇ λέξει, ἵνα μὴ μηκύνῃ αὐτήν, διὰ τοῦτο συντόμως τὰ λοιπὰ ἐσήμανεν ἐπαγαγὼν καὶ ὧν λόγος τίς ἐστιν ἡ σάρξ, τουτέστιν ἐξ ὧν συνέστηκεν ὁ λόγος τῆς σαρκὸς ἤτοι ὁ ὁρισμὸς αὐτῆς. ὁ νοῦς οὖν τῷ αἰσθητικῷ ὀργάνῳ κεχρημένος κρίνει τὸ ψυχρὸν καὶ τὸ θερμὸν καὶ τὰ ἄλλα ἐξ ὧν ὁ ὁρισμὸς τῆς σαρκὸς συνέστηκε. καὶ ταύτης τῆς δόξης ἐστὶν Ἀριστοτέλης, πρῶτον μὲν ἐκ τοῦ ἐπιλύσασθαι τὴν τρίτην ἀπορίαν τὴν λέγουσαν ὅτι εἰ τὸ νοητὸν νοῦς, ἔσται καὶ ὁ λίθος ὢν νοητὸς νοῦς· φησὶ γὰρ ἐκεῖ ὅτι νοητὰ ἢ κυρίως ἐστὶ νοητὰ ἢ οὐ κυρίως, ὡς τὰ αἰσθητά. τὰ οὖν αἰσθητὰ νοητὰ εἶπεν, <εἰ> καὶ μὴ κυρίως· εἰ δὲ τοῦτο, οὕτω δῆλον ὅτι ὑπὸ νοῦ δοξάζει αὐτὰ νοεῖσθαι. καὶ ἐξ ἄλλου δὲ ἔστι πιστώσασθαι· αὐτὸς γάρ ἐστιν ὁ λέγων ὅτι ὥσπερ τὰ μαθήματα λόγῳ χωρίζεται, οὕτω καὶ ὁ νοῦς λόγῳ ἑαυτοῦ διαφέρει. εἰ δὲ διαφέρει ἑαυτοῦ λόγῳ, δῆλον ὅτι διὰ τοῦτο διαφέρει, ἵνα γνῷ τὰ ἔνυλα καὶ ἄυλα· εἰ γὰρ μόνα τὰ ἄυλα ἐγίνωσκε, τί χρεία ἦν διαφορᾶς; p. 429b16 Ἄλλῳ δὲ ἤτοι χωριστῷ, ἢ ὡς ἡ κεκλασμένη ἔχει πρὸς ἑαυτὴν ὅταν ἐκταθῇ, τὸ σαρκὶ εἶναι κρίνει. Τὸ ῥησείδιον τοῦτο πάλιν ἐρωτηματικῶς προέρχεται ἐκ διαιρέσεως ἐρωτῶν. ἔστι δὲ ὁ νοῦς οὗτος· ἐπειδὴ ἄλλῳ μὲν κρίνει ὁ νοῦς τὰ ἔνυλα, ἄλλῳ δὲ τὰ ἄυλα, ἆρα τὰ μέρη ταῦτα τοῦ νοῦ καθ’ ἃ κρίνει τὰ ἔνυλα καὶ ἄυλα κεχωρισμένα ἐστὶν ἀλλήλων, ἡ ὥσπερ ἡ εὐθεῖα τῷ μὲν ὑποκειμένῳ ἡ αὐτή ἐστι, τῷ δὲ λόγῳ διάφορος; ἄλλο γάρ ἐστιν εὐθείᾳ εἶναι καὶ ἄλλο κεκλασμένῃ εἶναι. καὶ οὗτος μὲν ὁ σκοπός. ἐρωτηματικῶς δὲ χρὴ καὶ τὴν λέξιν παραφρστέον οὕτω ἐν ὑπερβατῷ πεφρασμένην· ἄλλῳ δὲ κρίνει τὸ σαρκὶ εἶναι, ἀντὶ τοῦ ἄλλῳ μορίῳ κρίνει τὰ ἄυλα, οὕτως ἐν ὑπερβατῷ ἄλλῳ δὲ ἤτοι κεχωρισμένῳ τοῦ ἄλλου μορίου τοῦ κρίνοντος τὰ ἔνυλα, ἢ ὡς ἡ κεκλασμένη εὐθεῖα τῷ μὲν ὑποκειμένῳ εἷς ἐστι νοῦς, τῷ δὲ λόγῳ διάφορος. p. 429b18 πάλιν δὲ ἐπὶ τῶν ἐν ἀφαιρέσει ὄντων τὸ εὐθὺ ὡς τὸ σιμόν· μετὰ συνεχοῦς γάρ. Ἐπὶ τὸ ἄλλο ἔρχεται παράδειγμα τὸ τῶν μαθημάτων. καὶ τί φησιν; ὅτι ὥσπερ τὸ σιμὸν καὶ τὸ εὐθὺ πάντως ἐν ὑποκειμένῳ ἐστὶ τῇ συνεχείᾳ, ἔν τινι γὰρ σώματί εἰσι συνεχεῖ) καὶ ὅμως χωρίζομεν ταῦτα τῷ λόγῳ τῆς συνεχείας καὶ λέγομεν ὅτι ἄλλο ἐστὶν ἐπὶ τούτων τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος τὸ ἀφαιρεθέν, καὶ ἄλλο ἡ ὕλη, αὐτὴ ἡ συνέχεια, <ὃ> διὰ τοῦ εἰπεῖν τὸ εὐθὺ εἶναι, ὥσπερ οὖν ἐπὶ τούτων τὸ εἶδος χωρίζομεν τῆς ὕλης λόγῳ, οὕτω καὶ ὁ νοῦς λόγῳ ἑαυτοῦ διαφέρει. συνηγορεῖ δὲ νῦν ὅτι ἔνυλά ἐστι | τὰ μαθήματα· ὕλη γάρ ἐστιν, ὥς φησιν, τῶν σχημάτων τὸ συνεχές, εἶδος δὲ αὐτὰ τὰ σχήματα· ὥστε ἔνυλά ἐστι τὰ μαθήματα. p. 429b19 Τὸ δὲ τί ἦν εἶναι, εἰ ἔστιν ἕτερον τὸ εὐθεῖ εἶναι καὶ τὸ εὐθύ, ἄλλω. Ἐάν, φησί, τὸ τί ἦν εἶναι, τουτέστι τὸ εἶδος, τῶν μαθημάτων τὸ γὰρ τί ἦν εἶναι τὸ εἶδος σημαίνει) ἕτερον ἔχει τὸ εὐθὺ εἶναι, τουτέστιν ἕτερόν ἐστι τὸ τόδε τοῦ τῷδε, τότε ἄλλο τί ἐστι τὸ <κρῖνον> τὸ ἄλλῳ ἀντὶ τοῦ τότε ἄλλῳ μέρει ἑαυτοῦ ὁ νοῦς κρίνει τὰ μαθήματα, καὶ οὐχ ᾧ κρίνει τὰ ἄυλα. εἰ γὰρ ἕτερόν ἐστι τὸ τόδε τοῦ τῷδε, δῆλον ὅτι ἔνυλά ἐστι. καὶ σημειωτέον ὅπερ Πλούταρχος ἐν τῷ ὑπομνήματι σημειοῦται, ὅτι ὑποκείμενον λέγει ἔχειν τὰ μαθήματα Ἀριστοτέλης. ἔστιν οὖν τὸ ῥησείδιον· δῆλον ὅτι εἰ τὸ τί ἦν εἶναι, τουτέστιν εἰ τὸ εἶδος ἕτερον ἔχει τὸ εὐθεῖ εἶναι, ὅ ἐστι τὸ τῷδε, καὶ ἕτερον τὸ εὐθύ, ὅ ἐστι τὸ τόδε, ἔνυλά εἰσιν· εἰ δὲ ἔνυλα, ἄλλῳ μέρει ἑαυτοῦ ὁ νοῦς κρίνει αὐτά, καὶ οὐχ ᾧ τὰ ἄυλα κρίνει. p. 429b20 ἔστω γὰρ δυάς. Tοῦτο ὡς πρὸς τί; ὡς πρὸς τὰ ἐν συνεχείᾳ ὄντα ἔτῃ. τὰ γὰρ ἐν ἀφαιρέσει ἕν τι μόνον δηλοῦσι, τὸ εἶδος, τὰ δὲ οὐκ ἐν ἀφαιρέσει δύο δηλοῦσι, τὸ εἶδος ἅμα τῇ ὕλῃ. καὶ δικαίως ταῦτα δύο λέγεται ὡς ἔνυλα καὶ ἐπιδεχόμενα διαίρεσιν ὡς τὰ δύο· τὰ γὰρ ἐν ἀφαιρέσει ἀδιαίρετα ὄντα μονάδι ἔοικεν. ἀμέλει καὶ ἡ κεκλασμένη εὐθεῖα ὡς δύο οὖσα ἔνυλόν τι ἐδήλου. καὶ τὰ μαθήματα οὖν διττὰ ἔσται, τὰ μὲν κατὰ τὸ εἶδος αὐτῶν, ὅπερ ἐδήλωσεν εἰπὼν εὐθεῖ εἶναι, ἢ κατὰ τὸ εἶδος καὶ τὴν ὕλην, ὅπερ ἐσήμανεν εἰπὼν εὐθύ. ἑτέρῳ ἄρα ἢ ἑτέρως ἔχοντι κρίνει. τὸ συμπέρασμα ὅτι ἀνάγκη ἢ ἑτέρῳ καὶ ἑτέρῳ κρῖναι τὰ ἔνυλα καὶ τὰ ἄυλα, ἢ τῷ αὐτῷ ἑτέρως ἔχοντι. εἶτα λέγων τὴν λύσιν ὅλου τοῦ ἀπόρου, φησὶν ὅλως ἄρα ὡς χωριστὰ τὰ πράγματα τῆς ὕλης, οὕτω καὶ τὰ περὶ τὸν νοῦν. τουτέστιν, ὡς δυνατὸν συντόμως εἰπεῖν, ὥσπερ τὰ εἴδη ἐπινοίᾳ μόνον χωρίζονται τῆς ὕλης καὶ λόγῳ, οὐ μὴν καὶ τῇ ὑποστάσει αὐτῇ, οὕτω καὶ ὁ νοῦς ἀχώριστος τὸ μὲν ἑαυτοῦ ἐστιν ἀεί, ὁ αὐτὸς ὢν ἀεὶ τῷ ὑποκειμένῳ, τῇ δὲ ἐπινοίᾳ καὶ τῷ λόγῳ χωρίζεται πρὸς τὰ γινωσκόμενα. p. 429b22 Ἀπορήσειε δ’ ἄν τις, εἰ ὁ νοῦς ἁπλοῦν ἐστι καὶ ἀπαθές. Ἐντεῦθέν ἐστιν ἡ δευτέρα ἀπορία ἡ λέγουσα ὅτι εἰ γινώσκει ὁ νοῦς τὰ αἰσθητά, πείσεται ὑπ’ αὐτῶν· οὐδὲν δὲ πάσχει ἐξ αὐτῶν, ὃ μή ἐστιν ὁμόυλον αὐτοῖς. τοῦτο γὰρ ἐσήμηνεν ἐπαγαγὼν ἐν τῇ λέξει ᾗ γάρ τι κοινὸν ἀμφοῖν ὑπάρχει, τὸ μὲν ’πὸ ἱεῖ τὸ δὲ πάσχει, ἀντὶ τοῦ κατὰ τὸ κοινόν, ὅ ἐστι κατὰ τὴν ὕλην, πάσχει. εἰ οὖν γινώσκει ὁ νοῦς αὐτά, καὶ πάσχει ὑπ’ αὐτῶν• εἰ δὲ πάσχει ὑπ’ αὐτῶν, ὁμόυλος αὐτοῖς ἐστι· εἰ δὲ ὁμόυλός ἐστι τοῖς αἰσθητοῖς, οὐκέτι ἐστὶν ἀπλοῦς νοῦς, ἀλλὰ σύνθετος. ἔστιν οὖν ὁ λόγος κατ’ ἀνάλυσιν πεφρασμένος. p. 429 b 26 Ἔτι δ’ εἰ νοητὸς καὶ αὐτός. Πρὸ τοῦ τὴν λύσιν τοῦ δευτέρου ἀπόρου εἰπεῖν, τὸ τρίτον ἄπορον ἐντεῦθεν προβάλλεται καί φησιν ὅτι <εἰ> καὶ αὐτὸς ὁ νοῦς εἴη, ἀντὶ ὑπάρχει, νοητός, πῶς οὖν νοεῖ ἑαυτόν; καὶ τέως τὸ πρῶτον λέγει ὅτι ἐὰν καθὸ νοῦς γινώσκῃ ἑαυτόν, ἔσται ἐν πᾶσι τοῖς νοητοῖς ὁ νοῦς, καὶ ἐν λίθῳ ἄρα, καὶ ἔσται ὁ λίθος νοῦς· ἀντιστρέφει γάρ. τοῦτο δὲ αἰνίττεται ἐν τῇ λέξει, ἔνθα φησὶν ἡ γὰρ τοῖς ἄλλοις ὁ νοῦς ὑπάρξει, ἀντὶ τοῦ τοῖς ἄλλοις νοητοῖς ὑπάρξει ἀντὶ τοῦ εἶναι] νοῦς, ὡς πάντα τὰ νοητὰ νοῦς εἶναι. εἶτα πρὶν εἰπεῖν τὸ ἄλλο ἄτοπον, ὅτι ‘εἰ δὲ μὴ καθὸ νοῦς γινώσκει, ἔσται διπλοῦς καὶ νοῶν καὶ νοούμενος, καὶ οὐ πάντῃ ἑαυτὸν γινώσκων· οὐδὲ γὰρ τὸ νοοῦν,’ πρὸ τούτου ἐπάγει λύσιν τοῦ δευτέρου ἀπόρου, λέγων ὅτι τὸ νοητὸν οὐκ ἔστιν ἓν τῷ ἀριθμῷ, ἀλλὰ τῷ εἴδει· ἔστι γὰρ κυρίως νοητὸν καὶ οὐ κυρίως, τὸ δὲ κυρίως νοητὸν καὶ νοῦς ἐστιν. εἶτα ἐπάγει τὸ ἄλλο ἄτοπον τοῦ δευτέρου, ὅτι εἰ δὲ μὴ καθὸ νοῦς γινώσκει, ἔσται διπλοῦς, ὡς εἶναι καὶ νοητὸς καὶ νοῶν. τοῦτο δὲ ἐδήλωσεν εἰπὼν μεμιγμένον τι ἕξει, ὃ ποιεῖ αὐτὸν νοητὸν ὡς τὰ ἄλλα, ἀντὶ τοῦ σύνθεσίν τινα ἕξει, ἥτις σύνθεσις κατ’ ἄλλο μὲν ποιεῖ αὐτὸν νοῦν, κατ’ ἄλλο δὲ νοητὸν ὥσπερ καὶ τὰ ἄλλα νοητά. οὐ τοῦτο δὲ λέγει ὅτι τὰ ἄλλα νοητὰ σύνθετά ἐστιν (ἁπλᾶ γάρ ἐστι πάντα τὰ νοητά), ἀλλ’ ἕξει, φησί, τι ὁ νοῦς ὃ ποιεῖ αὐτὸν νοητόν, ὡς ἐποίει τὰ ἄλλα ἄυλα νοητά. p. 429b29 Ἢ τὸ μὲν πάσχειν κατὰ κοινόν τι διῄρηται πρότερον. Ἐντεῦθεν ἐπιλύεται τὰς δύο ἀπορίας, καὶ πρῶτον τὴν δευτέραν τὴν συνάξασαν ὅτι ὁμόυλος τοῖς αἰσθητοῖς ὁ νοῦς, καί φησιν ὅτι κοινὸν ὄνομά ἐστι τοῦ πάθους· τὸ μὲν γάρ ἐστι τελειωτικόν, τὸ δὲ φθαρτικόν. τὸ οὖν πάθος ὃ πάσχει ὁ νοῦς τελειωτικόν ἐστι, τὸ δὲ τελειωτικὸν κυρίως οὐ λέγεται πάθος. p. 429b30 Ὅτι δυνάμει πώς ἐστι τὰ νοητὰ ὁ νοῦς. Ἐπειδὴ εἴρηται ὅτι ἔσται τὰ νοητὰ ὁ νοῦς, καὶ ὁ λίθος, εἰπών τε ἄνω διττὸν εἶναι τὸ νοητόν, τό τε κυρίως καὶ οὐ κυρίως, νῦν φησιν ὅτι τὸ κυρίως δυνάμει ἐστὶν ὁ νοῦς τὰ νοητά, ὅταν δὲ νοῇ αὐτά, ἐνεργείᾳ· οὐ γὰρ ἔχει, φησί, τὰ νοητὰ ὁ νοῦς, εἰ μὴ νοῇ αὐτά· ἀγράφῳ γὰρ ἔοικε γραμματείῳ. καὶ ὅρα ὅτι γραμματείῳ εἶπε. φησὶν ὁ Ἰάμβλιχος, καὶ οὐ χαρτίῳ· γραμματεῖον δὲ οὐ λέγεται, εἰ μὴ ἔχει γράμματα. τοῦτο δὲ εἶπεν βουλόμενος τὴν ψυχὴν τῶν παίδων, ὅ ἐστιν ὁ δυνάμει νοῦς, ἔχειν τοὺς λόγους τῶν πραγμάτων. ὥστε εἰ γραμματείῳ αὐτὴν ἀπείκασε, δῆλον ὅτι τοὺς λόγους τῶν πραγμάτων ἔχει, ὥσπερ καὶ τὸ γραμματεῖον ἔχει γράμματα. εἰ δὲ ἀγράφῳ, ἀντὶ τοῦ κακογράφῳ, δᾶ καὶ ἀφανῆ ἔχειν γράμματα, ἐπεὶ καὶ ἄφωνον λέγομεν τραγῳδὸν τὸν κακόφωνον. ὥστε καὶ Ἀριστοτέλης, φησί, δοξάζει εἶναι ἐν τῇ ψυχῇ τὰ νοητά, ὡς Πλάτων, καὶ τοὺς λόγους πάντων, καὶ ἀνάμνησιν εἶναι, οὐ μάθησιν. ταῦτα δὲ εἶπεν, ἵνα δείξῃ καὶ Ἀριστοτέλην ὁμόδοξον ἀντὶ δοξον αὐτῷ. καὶ αὐτὸς δὲ νοητός ἐστιν ὥσπερ τὰ ἐντεῦθέν ἐστιν ἡ λύσις τοῦ τρίτου ἀπόρου, ὅτι πᾶν νοητὸν κυρίως ὂν νοητὸν νοῦς ἐστιν. ἡ γὰρ ἐπιστήμη θεωρητική, τὸ δὲ οὕτως ἐπιστητὸν τὸ αυτο ἐστιν. τι φησιν; ὅτι οὐδὲν ἄτοπον τὸ αὐτὸ νοοῦν εἶναι καὶ νοούμενον. τὸ γὰρ κυρίως ὂν νοητόν, ὃ εἶπεν ἐπιστητόν, καὶ ὁ κυρίως νοῦς, ὃ εἶπεν ἐπιστήμην, τὸ αὐτό εἰσι. τὸ δὲ κυρίως πρόσκειται, ὅτι τὰ μαθήματα οὔκ εἰσι κυρίως νοητά· ὅλως δὲ νοητὰ λέγονται, διότι ὑφ’ ἡμῶν ἀνεπλάσθησαν καὶ ἡμετέρᾳ ἐστὶν ἐπινοίᾳ. p. 430a5 Τοῦ δὲ μὴ ἀεὶ νοεῖν τὸ αἴτιον ἐπισκεπτέον. Ἐντεῦθεν τὸ τέταρτον ἄπορόν ἐστι, διὰ τί μὴ ἀεὶ νοεῖ ὁ νοῦς. καὶ ἀπορεῖ μέν, οὐ λύει δὲ αὐτό (ἡμεῖς δὲ ἤδη ἐλύσαμεν), ἀλλ’ ἔρχεται πάλιν μετὰ τοῦτο εἰς τὴν λύσιν τοῦ ἀπόρου τοῦ λέγοντος ὅτι ἔσται τὰ νοητὰ ὁ νοῦς. εἰπὼν γὰρ ὅτι ἐπὶ τῶν κυρίως νοητῶν ἀληθές ἐστι, νῦν φησιν ὅτι ἐπὶ τῶν ἐνύλων τῶν ὄντων δυνάμει νοητῶν καὶ οὐ κυρίως οὐκ ἔστι ταὐτὸν τὸ νοητὸν τῷ νῷ· ὁ γὰρ νοῦς ἄυλόν τι πρᾶγμα. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 430a10 ἐπεὶ δ’ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα), ἕτερον δὲ τὸ αἴτιον καὶ ποιητικόν, ὃ τῷ ποιεῖν πάντα. Μετὰ τὸ ζητῆσαι ἐπὶ τοῦ δυνάμει νοῦ τέσσαρά τινα ἔρχεται λοιπὸν καὶ ἐπὶ τὸν ἐνεργείᾳ νοῦν καὶ δέκα ἐπὶ αὐτοῦ ζητεῖ, πρῶτον μὲν ὅτι πάντα ποιεῖ ὁ νοῦς, δεύτερον ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ. οὐδὲ γὰρ ὡς αἱ ἄλλαι οὐσίαι προβάλλονται ἐνεργείας, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ ἐνεργείᾳ νοῦ· οὐδὲ γὰρ ἡ οὐσία τοῦ ἐνεργείᾳ νοῦ προβάλλεται τὴν ἐνέργειαν, ἀλλ’ αὐτόθεν αὐτὴ ἡ οὐσία αὐτοῦ ἐνέργειά ἐστι καὶ οὐκ ἔστιν ἕτερον ἡ οὐσία τοῦ ἐνεργείᾳ νοῦ παρὰ τὴν ἐνέργειαν αὐτοῦ. τρίτον, φησί, ὑπάρχει τῷ ἐνεργείᾳ νῷ τὸ ἀεὶ νοεῖν τε καὶ ἐνεργεῖν καὶ μηδέποτε ἀπολήγειν τοῦ ἐνεργεῖν, τέταρτον ὅτι ψυχικός ἐστι, πέμπτον ὅτι ἀθάνατος, ἕκτον ὅτι χωριστός ἐστιν. ἕβδομον ὅτι ἕξει καὶ φωτὶ ἀναλογεῖ· ὥσπερ γὰρ τὸ φῶς οὐκ αὐτὸ ποιεῖ τὰ χρώματα, ἀλλὰ τὰ ἤδη ὄντα φανερὰ ποιεῖ, οὕτω καὶ ὁ ἐνεργείᾳ νοῦς οὐ ποιεῖ τὰ πράγματα, ἀλλὰ τὰ ἤδη ὄντα ἐντυποῖ καὶ ἐγχαράττει τῷ δυνάμει νῷ. ὄγδοον ὅτι ὁ δυνάμει νοῦς τὸ ἐνεργείᾳ χρόνῳ διαφέρει, καὶ οὐ τῷ ὑποκειμένῳ, ἐπιλανθάνεται ὅτι ἐπιλανθάνεται ὁ νοῦς, δέθεωρητικὴ κατον ὅτι ἀεὶ μετὰ φαντασίας ἐνεργεῖ. ταῦτα τὰ κεφάλαια τῆς λέξεως εἰπούσης ὑπάρχειν τῷ ἐνεργεία νῷ καὶ μηδὲν ἕτερον εἰπούσης, οἱ ἐξηγηταὶ ἐπὶ πολλὰς καὶ διαφόρους ὁδοὺς ἐτράπησαν, ἄλλων ἄλλως ἐκλαμβανόντων τὸν ἐνεργεία νοῦν. Ἀλέξανδρος μὲν γὰρ ἐνεργείᾳ νοῦν ἐκάλεσε τὴν μίαν τῶν πάντων ἀρχὴν ἤτοι τὸν θύραθεν νοῦν. Μαρῖνος δὲ ἐνεργείᾳ νοῦν εἶπεν οὐ τὴν μίαν τῶν πάντων ἀρχὴν ἀλλὰ δαιμόνιόν τινα ἢ ἀγγελικόν· ἁπλῶς γοῦν οὔτε τὸν ἡμέτερον λέγει ἐνεργείᾳ νοῦν οὔτε τὸν τὴς μιᾶς τῶν πάντων ἀρχῆς. Πλωτῖνος δὲ ἐνεργείᾳ νοῦν ἐνόησε τὸν ἀνθρώπινον νοῦν, τὸν μὲν ἀεὶ ἐνεργοῦντα, τὸν δέ ποτε ἐνεργοῦντα. πεπλάνηται δὲ Πλωτῖνος ἀπὸ Πλάτωνος· ἀκούσας γὰρ ἐξ ἐκείνου ὅτι ἡ ψυχὴ ἀεικίνητός ἐστιν, ἐνόμισεν ἀεικίνητον αὐτὸν λέγειν τῷ ἀεὶ νοεῖν, καὶ διὰ τοῦτο οἴεται εἶναι νοῦν ἀεὶ νοοῦντα. φησὶν οὖν ὁ Πλωτῖνος ὅτι ἐνεργείᾳ νοῦν λέγει τὸν ἀνθρώπινον νοῦν τὸν ἀεὶ νοοῦντα. Πλούταρχος δέ, ὃ καὶ ἡμεῖς τιθέμεθα, οὐκ οἴεται εἶναι παρ’ ἡμῖν διττὸν νοῦν, ἀλλ’ ἀπλοῦν, καὶ τοῦτον τὸν ἀπλοῦν οὐ λέγει ἀεὶ νοοῦντα, ἀλλά ποτε νοοῦντα. οἴεται οὖν ὁ Πλούταρχος ἐνεργείᾳ λέγειν τὸν νοῦν τὸν ἀνθρώπινον, ὃν οἴεται καὶ ποτὲ νοεῖν. τοσαῦταί εἰσιν αἱ γινόμεναι δόξαι περὶ τοῦ ἐνεργείᾳ νοῦ, τέτταρες τὸν ἀριθμόν, ἡ Ἀλεξάνδρου, ἡ Μαρίνου, ἡ Πλωτίνου, ἡ Πλουτάρχου, καὶ ἑκάστη αὐτῶν δικαιολογίαις κέχρηται. δίκαιον οὖν ἐκθέσθαι τὰς συνηγορίας ἑκάστης δόξης. Ἀλέξανδρος μὲν οὖν ἔλεγεν ἐνεργείᾳ νοῦν τὸ πρῶτον αἴτιον· ἐπλανᾶτο δὲ ἐκ τοῦ ἀκούειν αὐτὸν ὅτι πάντα ποιεῖ. τίς γάρ ἐστι ὁ πάντα ποιῶν, εἰ μὴ ἡ πρώτη αἰτία; εἰ οὖν Ἀριστοτέλης λέγει ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς πάντα ποιεῖ, δῆλον ὅτι κατ’ ἐνέργειαν νοῦν λέγει τὴν πρώτην αἰτίαν. καὶ ὅτι πά|λιν λέγει τῇ οὐσίᾳ σύνδρομον ἔχειν τὴν ἐνέργειαν τὸν ἐνεργείᾳ νοῦν, ὅπερ μόνῳ θεῷ οἰκεῖον (ὁ γὰρ ἡμέτερος νοῦς φαίνεται διὰ δυνάμεως τὴν ἐνέργειαν ποιούμενος), καὶ πάλιν ὅτι ἀεὶ ἐνεργεῖ. ἐντεῦθεν οὖν ὁ Ἀλέξανδρος ἠπατᾶτο καὶ ἔλεγεν ὅτι οὐδενὶ ταῦτα εἰ μὴ μόνῳ θεῷ ἁρμόττει· θεοῦ γὰρ μόνον οἰκεῖον τὸ σύνδρομον ἔχειν τῇ οὐσίᾳ τὴν ἐνέργειαν καὶ τὸ ἀεὶ ἐνεπγεῖν. // ὁ δὲ Πλωτῖνος ἠπατᾶτο ἐκ τοῦ ἀεὶ ἐνεργεῖν καὶ ὑπετίθετο ἐν ἡμῖν νοῦν ἀεὶ ἐνεργοῦντα, καὶ τοῦτον ἔλεγεν ἐνεργείᾳ νοῦν. Μαρῖνος δὲ τοῖς ἐξ ἀμφοῖν χρησάμενος λόγοις δαιμόνιον νοῦν ἔλεγεν Ἀριστοτέλην εἰπεῖν τὸν ἐνεργείᾳ νοῦν. ἀνθρωπίνου μὲν γὰρ οὐκ ἔστι, διὰ τὸ εἰπεῖν ὅτι πάντα νοεῖ καὶ τῇ οὐσίᾳ ἐνεργεῖ καὶ ἀεὶ νοεῖ· ἀλλὰ μὴν οὔτε τοῦ θύραθέν ἐστι νοῦ· εἰ γὰρ λέγει <ὅτι> φωτὶ καὶ ἕξει καὶ ὅτι μετὰ φαντασίας ἐνεργεῖ καὶ ἐπιλανθάνεται, οὐκ ἔστι ταῦτα τοῦ θύραθεν νοῦ. τὸ οὖν εἰπεῖν ὅτι φωτὶ καὶ ἕξει ἀναλογεῖ δείκνυσιν ὅτι ταῦτα ἴδιά ἐστι νοῦ τινος μεταξὺ ὄντος τοῦ θύραθεν καὶ τοῦ ἀνθρωπίνου, οἷον ἀγγελικοῦ νοῦ. καὶ τὸ φῶς γὰρ μέσον ἐστὶ φωτίζοντος καὶ φωτιζομένου, καὶ ἡ ἕξις δὲ μέση ἐστὶν ἐπιτηδειότητος καὶ προκειρίἐλαμβανόντων σεως· τούτοις δὲ τὸν νοῦν ἀφωμοίωσεν, ὥστε δῆλον ὅτι μέσον τινὰ λέγει νοῦν τοῦ τε ἀνθρωπίνου καὶ τοῦ θύραθεν. // ὁ δὲ Πλούταρχος δικαιολογεῖται λέγων ὅτι περὶ ψυχῆς ἐστιν ἡ πραγματεία καὶ οὐκ εἶχεν Ἀριστοτέλης νῦν περὶ τοῦ θύραθεν νοῦ διαλέγεσθαι· ἀλλ’ ἐνεργείᾳ νοῦν καλεῖ τὸν ἀνθρώπινον, ἐπειδὴ καὶ περὶ τούτου ἐστὶν ἡ προκειμένη πραγματεία. λοιπὸν κοινὴ καταδρομὴ τῶν τριῶν, Ἀλεξάνδρου φημὶ καὶ Μαρίνου καὶ Πλωτίνου, x003E; τῆς λέξεως γίνεται. εὑρίσκομεν γὰρ τὸν ’Αριστοτέλην λέγοντα ὅτι ὁ ἐνεργείᾳ νοῦς τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ χρόνῳ διάφορος παρὰ τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ· πρότερον γὰρ ὢν δυνάμει ὕστερον ἐνεργείᾳ γέγονεν. εἰ οὖν ταῦτα ἐν τῇ λέξει φησὶν Ἀριστοτέλης, δῆλον ὅτι οὔτε θεὸν λέγει νῦν κατ’ ἐνέργειαν νοῦν, ὡς Ἀλεξάνδρῳ δοκεῖ (ὁ γὰρ θεὸς οὐκ ἦν πρότερον δυνάμει, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστί, πηγὴ ὢν ἀγαθότητος), οὔτε ὁ δαιμόνιος νοῦς ἢ ὁ ἀγγελικὸς πρότερον δυνάμει ἦν· καὶ τούτους γὰρ τοὺς νοῦς Ἀριστοτέλης ἐνεργείᾳ βούλεται εἶναι· ὥστε οὖν καὶ ὁ Μαρῖνος κακῶς λέγει. // ἀλλὰ καὶ Πλωτίνῳ ἐναντιοῦται. εἰ γὰρ κατ’ αὐτὸν ἀεὶ ἐνεργεῖ, οὐκ ἦν πρότερον δυνάμει· ὁ δὲ Ἀριστοτέλης λέγει ὅτι πρότερον δυνάμει ἦν. δῆλον οὖν ἄρα γέγονεν διὰ τοῦτο ὅτι οὕτε τὸν θεὸν λέγει οὔτε τὸν δαιμόνιον ἢ τὸν ἀγγελικὸν οὔτε τῶν ἀεὶ ἐνεργούντων νοῦν, ἀλλὰ περὶ τοῦ ἐν ἡμῖν νοῦ ἐστιν ὁ λόγος αὕτη μὲν πρώτη καταδρομή. δευτέρα δέ ἐστιν αὕτη, πῶς λέγει Ἀριστοτέλης ὅτι ὁ νοῦς μόνος ἐστὶν ἀθάνατος καὶ ἀίδιος· ἔφη γὰρ καὶ τοῦτο, μόνον ἀθάνατον καὶ ἀίδιον. εἴ τε γὰρ τὸ πρῶτον αἴτιον νοήσομεν, οὐκ ἔστι μόνον ἀθάνατον (ἔστι γὰρ καὶ ἄλλα ἀθάνατα) οὔτε εἰ τὸν ἀγγελικὸν νοήσομεν ἡ τὸν δαιμόνιον, πάλιν οὗτος μόνος ἀθάνατός ἐστι (καὶ ἡ πρώτη γὰρ αἰτία ἀθάνατος) οὔτε πάλιν κατὰ τὸν Πλωτῖνον εἰ τὸν ἀεὶ νοοῦντα νοῦν νοήσομεν, οὗτος μόνος ἐστὶν ἀθάνατος· εἰσὶ γὰρ καὶ ἄλλα ἀθάνατα, ὡς οἱ ποτὲ νοοῦντες νόες. οὔτε γὰρ μόνοι οἱ ἀεὶ νοοῦντες νόες εἰσὶν ἀθάνατοι, ἀλλὰ καὶ οἱ ποτὲ νοοῦντες κατὰ Πλωτῖνον. ὥστε καὶ αὕτη κοινή ἐστι καταδρομὴ αὐτῶν τὸ μὴ εὑρίσκειν αὐτοὺς περὶ ποίου νοῦ εἶπεν ὅτι μόνος ἐστὶν ἀθάνατος. οἱ δὲ λέγοντες τὸν νοῦν τὸν ἀνθρώπινόν ποτε νοεῖν, καὶ τοῦτον μόνον εἶναι καὶ μὴ ἔχειν ἡμᾶς ἄλλον νοῦν δύνανται ἀπολογήσασθαι καὶ εἰπεῖν οὕτως ὅτι πολλῶν ὄντων τῶν συμπληρούντων τὸν ἄνθρωπον μόνος ὁ νοῦς ἐστιν ἀθάνατος καὶ ἀίδιος. τὸ οὖν μόνος πρὸς τὰ συμπληροῦντα τὸν ἄνθρωπον λογιστέον. Πλωτῖνος δὲ ταύτην τὴν ἀπολογίαν οὐ δύναται εἰπεῖν· δύο γὰρ ὑποτίθεται νοῦς, τόν τε ἀεὶ νοοῦντα καὶ τὸν ποτέ· τίνα οὗν ἔχει εἰπεῖν μόνως ἀθάνατον; εἴτε γὰρ τὸν ἀεὶ νοοῦντα, ψεύδεται· καὶ γὰρ καὶ ὁ ποιὲ νοῶν ἀθάνατός ἐστιν· εἴτε τὸν ποτὲ νοοῦντα εἴποι ἀθάνατον, ἀλλὰ καὶ ὁ ἀεὶ νοῶν κατ’ αὐτόν. ὥστε οὐδὲ Πλωτῖνος ἔχει λέγειν, πῶς λέγομεν μόνως ἀθάνατον τὸν νοῦν. καλῶς δὲ πρόσκειται τὸ ἀθάνατον καὶ ἀίδιον εἶναι τὸν νοῦν· καὶ ἡ ἄλογος γὰρ καὶ ἡ φυτικὴ ἀθάνατοι μέν εἰσιν, οὐκ ἀίδιοι δέ. εἰ γὰρ χορηγοῦσι ζωήν, οὐδὲν δὲ τὸ ἐναντίον δέχεται οὗ χορηγεῖ, εἰ ἄρα ἔχουσι τὴν ζωήν, καὶ ἀθάνατοί εἰσιν. οὐ μὴν ἀίδιοι· ἀίδιον μὲν γὰρ λέγεται κατὰ τὸ ἀεὶ ὑπάρχειν, ἀθάνατον δὲ κατὰ τὸ ἀεὶ ζῆν. ὥστε ὁ νοῦς μόνον τῶν ἐν ἡμῖν καὶ ἀεὶ ὑπάρχει καὶ ἀεὶ ζῇ, ἄλογος δὲ καὶ φυτικὴ ἀεὶ μὲν ζῆν λέγεται, οὐκ ἀεὶ δὲ εἶναι. ὥστε καὶ τοῦτο τῷ ἀνθρωπίνῳ νῷ ὑπάρχει. αὗταί εἰσιν αἱ κοιναὶ καταδρομαὶ πρὸς τοὺς τρεῖς. πρὸς Ἀλέξανδρον δὲ καὶ Μαρῖνον ταῦτα λέγειν ἔχομεν ὅτι ἐν τῇ λέξει τὸν κατ’ ἐνέργειαν νοῦν χωριστὸν λέγει, οὐ κεχωρισμένον· τὸ δὲ πρῶτον αἴτιον, ὃ λέγει Ἀλέξανδρος ἐνεργείᾳ νοῦν εἶναι, ἢ ὁ δαιμόνιος, ὃν Μαρῖνος λέγει, κεχωρισμένοι εἰσίν, οὐ μὴν χωριστοί. τὸ μὲν γὰρ χωριστὸν σημαίνει ὅτι οὔπω μὲν κεχώρισται, δύναται δὲ χωρισθῆναι· ἐκεῖνοι δὲ ἤδη κεχωρισμένοι εἰσ̣ί, καὶ ἡ πρώτη αἰτία καὶ ὁ δαιμόνιος νοῦς ἢ ὁ ἀγγελικός, οὐ μόνον τῷ λόγῳ ἀλλὰ καὶ τῇ οὐσίᾳ, ὅ ἐστι τῷ ὑποκειμένῳ. ὥστε καταδρομή ἐστιν ἐκ τῆς λέξεως τὸ εἰπεῖν τὸν κατ’ ἐνέργειαν νοῦν χωριστὸν ἀλλὰ μὴ κεχωρισμένον. καὶ ἄλλη δέ ἐστι καταδρομὴ ὅτι τὸν νοῦν τοῦτον τὸν κατ’ ἐνέργειαν ψυχικὸν καλεῖ· οὔτε δὲ ἡ πρώτη αἰτία, ὦ Ἀλέξανδρε, ψυχική ἐστι οὔτε <ὁ> δαίμων, ὦ Μαρῖνε· ὥστε τὸν ἐνέργειαν νοῦν οὔτε τὸν δαίμονα δυνάμεθα νοῆσαι οὔτε τὴν πρώτην αἰτίαν, ἀλλὰ μόνον τὸν ποτὲ ἐνεργοῦντα νοῦν ἐν ἡμῖν, τὸν ἀνθρώπινον. καὶ ὅτι ἐν τῇ λέξει φησὶ τὸν κατ’ ἐνέργειαν νοῦν μετὰ φαντασίας ἐνεργεῖν· οὔτε δὲ ἡ πρώτη αἰτία μετὰ φαντασίας ἐνεργεῖ οὕτε ὁ δαίμων, ἀλλὰ μόνος ὁ ἐν ἡμῖν νοῦς. καὶ αὕτη οὖν κοινὴ καταδρομή ἐστιν Ἀλεξάνδρου καὶ Μαρίνου. πρὸς δέ γε Ἀλέξανδρον ἰδία ταῦτα ἔχομεν | λέγειν ὅτι πῶς ἔχομεν νοῆσαι τὸν κατ’ ἐνέργειαν νοῦν λέγειν αὐτὸν τὴν πρώτην αἰτίαν, εἴ γε φωτὶ αὐτὸν ἀπεικάζει καὶ ἕξει; ἡ γὰρ πρώτη αἰτία οὐσία ἐστὶ καὶ οὐχ ἕξις, καὶ οὐσίας προάγει καὶ οὐδὲν ἀναλογεῖ φωτὶ ἀλλ’ αὐτῷ τῷ ἡλίῳ· ὥστε οὖν καὶ τοῦτο τῷ ἐν ἡμῖν ὑπάρχοντι νῷ ἁρμόζει. καὶ πάλιν φησὶν Ἀριστοτέλης ὅτι ὥσπερ τὸ φῶς οὐ ποιεῖ τὰ χρώματα, ἀλλ’ ὄντα αὐτὰ φανεροῖ, οὕτω καὶ ὁ νοῦς πάντα δοκεῖ ποιεῖν τῷ πάντα φανεροῦν. τοῦτο δὲ ἄτοπον περὶ τῆς πρώτης αἰτίας λέγειν· ἡ γὰρ πρώτη αἰτία αὐτὴν τὴν οὐσίαν τῶν ὄντων παράγει, καὶ οὐδέν ἐστιν ὃ οὐκ αὐτὴ ἐποίησε. καὶ πάλιν, ὦ Ἀλέξανδρε, ἕξιν αὐτὸν ἐκάλεσεν, ἡ δὲ ἕξις τὸ δεύτερον δυνάμει ἐστίν· ἡ δὲ πρώτη αἰτία κατ’ οὐδένα τρόπον δυνάμει ἐστίν καὶ πάλιν φησὶ περὶ αὐτοῦ ’Αριστοιέλης ὅτι τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ χρόνῳ διάφορος παρὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ· ἡ δὲ πρώτη αἰτία κατ’ οὐδένα τρόπον πρότερον ἑαυτῆς τι ἔχει ἡ δυνάμει ἢ ἐνεργείᾳ. ἄλλως τε δὲ καὶ ἐπιλανθάνεσθαι λέγει τὸν νοῦν· τοῦτο δὲ ποῦ ὑπάρξει τῷ θύραθεν; ὁ γὰρ ἐν ἡμῖν νοῦς ἐστιν ὁ ἐπιλανθανόμενος διὰ τὴν πρὸς τὸ σῶμα σχέσιν ἐμποδιζόμενος. πάντα οὖν ὅσα λέγει ἁρμόζειν Ἀριστοτέλης τῷ ἐνεργείᾳ νῷ, περὶ τοῦ ἀνθρωπίνου νοῦ ἐστιν αὐτῷ ὁ λόγος τοῦ ἀπὸ τοῦ δυνάμει φερομένου εἰς τ·ὸ ἐνεργείᾳ. // τοῦτο δὲ ἀποδείκνυται, εἰ τὰ δοκοῦντα μὴ ὑπάρχειν αὐτῷ, λέγω δὴ τὸ πάντα ποιεῖν καὶ τῇ οὐσίᾳ ἐνεργεῖν καὶ τὸ ἀεὶ νοεῖν, δείξομεν αὐτῷ ὑπάρχοντα. δεῖ τοίνυν εἰδέναι ὅτι πάντα λέγεται ποιεῖν ὁ ἐνεργείᾳ νοῦς διὰ τὸ πάντων τοὺς τύπους καταγράφειν ἐν τῷ δυνάμει νῷ. διὸ καὶ Πλάτων’ γραφείῳ τοῦτον εἰκάζει, Ἀριστοτέλης δὲ αὐτόθεν γραφέα αὐτὸν ὑποτίθεται. εἰ γὰρ ὁ δυνάμει νοῦς πάντα γίνεται, ὁ ἐνεργείᾳ ἄρα πάντα ποιεῖ. ὥστε τοῦτο δυνατὸν ἐπὶ τοῦ ἀνθρωπίνου νοῦ ὑπάρχειν· ὁ γὰρ θύραθεν οὐ καταγράφει ἐν τῷ δυνάμει νῷ πάντα, ἀλλ’ ὁ ἐν ἡμῖν ἐνεργείᾳ. ἁρμόζει δὲ αὐτῷ καὶ τὸ ἄλλο ῥησίδιον τὸ λέγον ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ· καὶ ἵνα τοῦτο νοήσωμεν, ἄνωθεν ὀλίγον προλάβωμεν. ὁ ἐπιστήμων οὔτε ψυχή ἐστι μόνον οὔτε ἐπιστήμη μόνον, ἀλλὰ κρᾶμά ἐστιν ἐξ ἀμφοτέρων· σύγκειται γὰρ ὁ ἐπιστήμων ἐκ ψυχῆς καὶ ἐπιστήμης. καὶ ἀναλογεῖ ἡ μὲν ψυχὴ ὕλῃ, ἡ δὲ ἐπιστήμη εἴδει· καὶ ἐπειδὴ παντὸς πράγματος, ὡς ἐν τῇ Φυσικῇ ἔγνωμεν, μᾶλλον οὐσία ἐστὶ τὸ εἶδος τῆς ὕλης, οὐσία ἄρα ἐστὶ τοῦ ἐπιστήμονος ἡ ἐπιστήμη, καὶ ὁ ἐπιστήμων κατὰ τὴν ἐπιστήμην ἐνεργεῖ, αὕτη δὲ δέδεικται οὐσία οὖσα τοῦ ἐπιστήμονος. κατὰ τοῦτο οὖν ἄρα λέγεται τῇ οὐσίᾳ ἐνεργεῖν, διὰ τὸ τὴν ἐπιστήμην οὐσίαν εἶναι τοῦ ἐπιστήμονος· οὔτε γὰρ κατὰ τὸ ὑψηλὸν ἐκεῖνο καὶ ἐπηρμένον θεώρημα ὅτι ὡς ἐπὶ θεοῦ ἡ αὐτή ἐστιν ἡ οὐσία τῇ ἐνεργείᾳ· ἐπὶ γὰρ τῶν ψυχῶν καὶ τῶν ἄλλων οὐσιῶν χωρὶς τῆς πρώτης αἰτίας καὶ οὐσία ἐστὶ καὶ δύναμις καὶ ἐνέργεια. τῇ οὖν οὐσίᾳ λέγεται ἐνεργεῖν διὰ τὸ τὴν ἐπιστήμην οἱονεὶ οὐσίαν λέγεσθαι τῆς ψυχῆς. ἐκ τοῦ κρείττονος οὖν ὠνόμασε τὸν νοῦν· ἐπειδὴ γὰρ τῇ ἐνεργείᾳ ἐνεργεῖ ὁ νοῦς, καὶ ὢν ἐνεργεία ἐνεργεῖ, κρείττων δὲ ἐν πᾶσιν ἡ ἐνέργεια καὶ ἡ οὐσία, διὰ τοῦτο θέλων εἰπεῖν ὅτι τῇ ἐνεργείᾳ ἐνεργεῖ, εἶπεν τῇ οὐσίᾳ ὡς ἀπὸ κρείττονος, ὥσπερ ἀπὸ ἑνὸς τιμιωτέρου πολλάκις τὸ πᾶν δηλοῦμεν, ὡς τὸ “Τεῦκρε, φίλη κεφαλή’’. καὶ τοῦτο οὖν ἁρμόττει τῷ ἐνεργείᾳ νῷ τοῦ ἀνθρώπου· ἐνεργείᾳ γὰρ ὢν νοεῖ· ὁ δὲ θύραθεν αὐτόθεν ἐνέργειά ἐστιν. ὅτι δὲ κατὰ τὸ τίμιον ἔλαβε τὴν οὐσίαν, δηλοῖ εἰπὼν ‘ὅτι γὰρ τοῦτο οὕτω, δῆλον· τὸ γὰρ ποιοῦν τοῦ πάσχοντος τιμιώτερον, καὶ ἡ ἀρχὴ τῆς ὕλης’. ὥστε τὴν οὐσίαν ὡς τιμιωτέραν παρέλαβε. καὶ τὸ τρίτον δὲ ἁρμόζει αὐτῷ, ὅτι ὁ νοῦς ἀεὶ νοεῖ, οὐχ ὡς Πλωτῖνος οἴεται, ὅτι ἀεὶ διὰ παντὸς ὁ αὐτὸς νοεῖ οὐ γὰρ τὸν ἕνα τῷ ἀριθμῷ νοῦν λέγομεν ἀεὶ νοεῖν), ἀλλ’ ὅτι ὁ ἐν ὅλῳ τῷ κόσμῳ ἀνθρώπινος νοῦς ἀεὶ νοεῖ. κἄν γὰρ ἐγὼ μὴ νοῶ, ἀλλ’ οὖν ἄλλος νοεῖ, καὶ τῇ διαδοχῇ γίνεται τὸ ἀεί, ἵνα μὴ ἐπιλείψῃ ἡ ἔλλαμψις πρὸς ἡμᾶς ἡ τοῦ θεοῦ· εἰ γὰρ μὴ ἀεὶ νοοῦμεν, ὅτε μὴ νοοῦμεν, ἐπιλείψει. εἰ δὲ οὕτω λέγομεν τὸ ἀεὶ νοεῖν, τοῦτο ἐπὶ τοῦ ἀνθρωπίνου νοῦ ὑπάρχει· ἀεὶ γὰρ νοεῖν λέγομεν οὐκ ἐπὶ τοῦ ἑνὸς κατ’ ἀριθμόν, ἀλλ’ ἐπὶ πάντων, ὥσπερ καὶ ἀεὶ ζῆν λέγομεν ἄνθρωπον οὐ διὰ Σωκράτην, ἀλλ’ ὅτι τις ἄνθρωπος ἀεὶ ζῇ. ἢ ὅτι ἀεὶ νοεῖν λέγεται, ἐπειδὴ ἀεὶ δύναται νοεῖν· ὁ γὰρ ἔχων τὸν νοῦν ἐν οἵᾳ δή ποτε ὥρᾳ βούλεται νοεῖ. ὥστε τῷ ἀνθρωπίνῳ νῷ τοῦτο ὑπάρχει· ὁ γὰρ θύραθεν νοῦς ὁ εἷς κατ’ ἀριθμὸν πάντα νοεῖ. καὶ ταῦτα μὲν εἴρηται πρὸς ὑποτύπωσιν τῆς θεωρίας· ἐστι τὰ δέκα ταῦτα κεφάλαια δεῖξαι ἐν τῇ λέξει καὶ πλατῦναι αὐτά. ἐν οἷς ἡ θεωρία. Ἐπεὶ δὲ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει, τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα. ἐκ τούτων τί θέλει δεῖξαι; ὅτι πάντα ποιεῖ ὁ νοῦς καὶ ψυχικός ἐστι. προάγει δὲ οὕτω τὸν λόγον ὅτι ὥσπερ ἐν τοῖς φυσικοῖς καὶ τεχνητοῖς ἐστι τὸ μὲν δυνάμει, ὃ εἶπε ὕλην, τὸ δὲ ἐνεργείᾳ, ὃ εἶπε ποιητικὸν αἴτιον, οὕτω καὶ ἐν τῇ ψυχῇ, φησί, ἐστὶ δυνάμει νοῦς καὶ ἐνεργείᾳ νοῦς. καὶ διὰ μὲν τοῦ εἰπεῖν ἐν τῇ ψυχῇ ἔδειξεν ὅτι ψυχικός ἐστιν. ἐνεργείᾳ ἄρα πάντα ποιεῖ, ἐξ οὗ ἔχεις ὅτι πάντα ποιεῖ. ἰδοὺ οὖν δύο κεφάλαια. διὰ τί δὲ εἰπὼν ἐν ἑκάστῃ φύσει, εἶπεν καὶ ἐν ἑκάστῳ γένει; εἰπὲ ὅτι τὸ ἐν ἑκάστῃ φύσει καθολικώτερον ἔλαβε, τὸ δὲ ἐν ἑκάστῳ γένει μερικώτερον, ἵνα ᾖ τοιοῦτον ὅτι ὥσπερ ἐν ἑκάστῳ ζῴῳ, ὃ εἶπε φύσιν, ἔστι τὸ δυνάμει καὶ ἐνεργείᾳ, οὕτω καὶ ἐν ἑκάστῳ γένει ἐστὶ ταῦτα, οἷον ἀνθρωπείῳ ἢ ἱππείῳ, ἢ τῷδε ἢ τῷδε. ὡς ἕξις τις, οἷον τὸ φῶς· τρόπον γάρ τινα καὶ τὸ φῶς ποιεῖ τὰ δυνάμει ὄντα χρώματα ἐνεργείᾳ χρώματα. ἰδοὺ ἄλλο ἴδιον τοῦ νοῦ, τὸ ἕξει καὶ φωτὶ αὐτὸν ἀναλογεῖν, καὶ δικαίως· ὥσπερ γὰρ τὸ φῶς τὰ χρώματα ποιεῖ ὁρατά (οὐ γὰρ χρώματα αὐτὰ ποιεῖ, ἀλλὰ τὴν ἐνέργειαν αὐτῶν προβάλλεται), καὶ ὥσπερ ἡ ἕξις ἐνέργειαν προβάλλεται καὶ οὐκ οὐσίαν, οὕτω καὶ ὁ ἐν ἡμῖν νοῦς ἐνέργειαν προβάλλεται καὶ οὐκ οὐσίαν· διὸ τούτοις ἀναλογεῖ. εἰ δὲ ταῦτα οὕτως, οὐ περὶ τοῦ θείου νοῦ ἐστιν ὁ λόγος· ἐκεῖνος γὰρ καὶ οὐσίας προβάλλεται. καὶ κατ’ ἄλλο δὲ ἀναλογεῖ ἕξει ὁ ἡμέτερος νοῦς, οὐχ ὅτι ποιότης τίς ἐστιν, ἀλλ’ ὥσπερ ἡ ἕξις ἔχει πρὸς τὸ πρῶτον δυνάμει (τελειοῖ γὰρ αὐτό) οὕτω καὶ ὁ κατ’ ἐνέργειαν νοῦς τελειοῖ τὸ δυνάμει τοῦ νοῦ. διὰ δὲ τὸ εἰκάσαι αὐτὸν φωτὶ ἠπατήθη ὁ Ἀλέξανδρος, διὰ τὸ εἰπεῖν τὸν Ἀριστοτέλην πάντα ποιεῖν αὐτὸν ὥσπερ τὸ φῶς. ἀλλ’ οὐκ ὤφελεν ἀπατηθῆναι· προστέθεικε γὰρ Ἀριστοτέλης τρόπον τινά, ὁ δὲ θεὸς οὐ τρόπον τινὰ πάντα ποιεῖ, ἀλλὰ κατὰ πάντα τρόπον ποιεῖ τὰ πάντα. p. 430a17 Καὶ οὗτος ὁ νοῦς χωριστὸς καὶ ἀμιγὴς καὶ ἀπαθὴς τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ. Ἴδου τὸ ἄλλο ἴδιον λέγει, ὅτι χωριστός ἐστι καὶ διὰ τί μὴ εἴπομεν ἐν τῇ θεωρίᾳ καὶ τὸ ἀμιγὲς καὶ τὸ ἀπαθές, ὡς νῦν λέγει; ἐπειδὴ ταῦτα συμπεριλαμβάνεται ἐν τῷ χωριστῷ· τὸ γὰρ χωριστὸν καὶ ἀμιγές ἐστι καὶ ἀπαθές. διὰ δὲ τοῦ εἰπεῖν τῇ οὐσίᾳ ὢν ἐνεργείᾳ τὸ ἄλλο λέγει ἴδιον, ὅτι τῇ οὐσίᾳ ἐνεργεῖ. καὶ ὅτι τοῦτο κατὰ τὸ τίμιον ἔλαβε, δηλοῖ τὸ εἰπεῖν ‘ἀεὶ γὰρ τὸ ποιοῦν τοῦ πάσχοντος κρείττον’, τουτέστι τὸ ἐνεργείᾳ τοῦ δυνάμει· τὸ γὰρ ποιοῦν τὸ ἐνεργείᾳ ἐστί, πάσχον δὲ τὸ δυνάμει. καὶ ἡ ἀρχὴ δὲ τῆς ὕλης τιμιωτέρα, ἀρχὴν λέγων τὸ εἶδος. καὶ ἡ οὐσί οὖν ὡς τιμιωτέρα νῦν εἴρηται, οὐχ ὅτι ὁ νοῦς οὐσίαν ἔχει ἄνευ δυνάμεως· τοῦτο γάρ ἐστιν ἐπὶ τοῦ θύραθεν νοῦ, οὐ περὶ τοῦ ἐν ἡμῖν· οὗτος γὰρ ἔχει δυνάμις. p. 430a19 Τὸ αὐτὸ δέ ἐστιν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι. Tοῦτο ἐν μέσῳ ἔρριψεν ὅτι ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστιν, ὥσπερ ὁ δυνάμει νοῦς δυνάμει ἐστὶ τὰ πράγματα. p. 430a20 Ἡ δὲ κατὰ δύναμιν χρόνῳ προτέρα ἐν τῷ ἑνί. Tὁ ἄλλο ἴδιον λέγει τοῦ νοῦ ὅτι ὁ δυνάμει νοῦς τοῦ ἐνεργείᾳ προτερός ἐστι τῷ χρόνῳ. καὶ ἵνα μή τις εἴπῃ ὅτι τοῦτο ψεῦδος ἐν ὅλῳ τῷ κόσμῳ (τὸ γὰρ ἄλλου ἐνεργείᾳ ἄλλου δυνάμει πρότερόν ἐστιν· οὐ γὰρ ποτὲ μὲν ἐνεργεῖ ὁ νοῦς ποιὲ δὲ οὐκ ἐν ὅλῳ τῷ κόσμῳ, ἀλλ’ ἀεὶ καὶ τὸ ἄλλου ἐνεργείᾳ ἄλλου δυνάμει πρῶτόν ἐστι, καὶ ἐκ τούτου ἔχεις ἄλλο ἴδιον ὅτι ἀεὶ νοεῖ), διὰ τοῦτο οὖν εἶπεν ὅτι ἐν τῷ ἑνὶ ἀνθρώπῳ τὸ δυνάμει ἐστὶ πρότερον τοῦ ἐνεργείᾳ, οὐκ ἐν τῷ ὅλῳ κόσμῳ· ἐν γὰρ τῷ ὅλῳ κόσμῳ φασί τινες οὐδὲν τοῦ πρότερον, πρότερον, οὔτε τὸ δυνάμει τοῦ ἐνεργείᾳ οὔτε τὸ ἐνεργείᾳ τοῦ δυνάμει. εἰ γὰρ ἀίδιος ὁ κόσμος κατὰ τὸν Ἀριστοτέλην, οὐδέτερον θατέρου πρότερον, ἀλλ’ ὁμόχρονά ἐστι. καὶ ἔοικε τοῦτο τῷ ζητουμένῳ παρὰ τοῖς ἰδιώταις, ὅτι ποῖον πρότερον, τὸ ᾠὸν ἢ ἡ ὄρνις. τοῦτο δὲ αἰνίττεται εἰπὼν ὅτι ὅλως δ’ οὐ χρόνῳ, ἀντὶ τοῦ ὅλῳ κόσμῳ, καὶ ὅλως ἀντὶ τοῦ ὁλικῶς καὶ κοσμικῶς, οὐ χρόνῳ προηγεῖται τὸ δυνάμι του ἐνέργειᾳ. p. 430a22 Χωρισθεὶς δέ ἐστι μόνον τοῦτο ὅπερ ἐστί. Καὶ τοῦτο πάλιν ἐν μέσῳ ἔρριπται ὅτι ἡνίκα χωρισθῇ ὁ νοῦς καὶ γένηται κατ’ ἐνέργειαν, τότε γίνεται ὅπερ ἐστί, τουτέστι κυρίως νοῦς· ὁ γὰρ δυνάμι οὐκ ἔστι κυρίως νοῦς. p. 430a23 Καὶ τοῦτο μόνον ἀθάνατον καὶ ἀίδιον. Ἴδου πάλιν ἄλλο ἴδιον λέγει ὅτι ἀθάνατος καὶ ἀίδιός ἐστιν ὁ νοῦς. τοῦτο δὲ μόνον εἶπε τῶν συνιστώντων τὸν ἄνθρωπον· μόνος γὰρ οὗτος ἀίδιος καὶ ἀθάνατος. ἡ γὰρ ἄλογος καὶ ἡ φυτικὴ ψυχή, ὡς ἐρρήθη, ἀθάνατος μέν, οὐκ ἀίδιος δέ· ἀθάνατος δὲ λέγεται κἀν φθαρτὴ δοξάζηται, ἐπειδὴ οὐ καθὸ ψυχὴ φθείρεται, ἀλλὰ καθὸ ἐν σώματί ἐστι. διὸ καὶ ὁ Πλάτων’ λέγει πᾶσαν ψυχὴν ἀθάνατον, τοῦτο λέγων καὶ ἐπὶ φυτικῆς καὶ ἀλόγου. ἡ δὲ ὕλη τὸ ἀνάπαλιν ἀίδιος μέν, οὐκ ἀθάνατος δέ. διὸ ὁ νοῦς ἀνώλεθρος λέγεται ὡς καὶ ἀίδιος καὶ ἀθάνατος. ὅρα δὲ ὅτι τοῦτο οὐ περὶ τοὐ θύραθεν νοῦ λέγει· τὸ γὰρ τοῦτο μόνον οὐδετέρως κείμενον πρὸς τὸ ἄνω ῥηθὲν συντάττεται ὅτι μόριον φυχῆς [ὡς] εἶναι τὸν νοῦν· τοῦτο δὲ τὸ μόριον τῆς ψυχῆς ἀθάνατόν τε καὶ ἀίδιον, ὁ δὲ θύραθεν οὐ μόριον. p. 430a23 οὐ μνημονεύομεν δέ, ὅτι τοῦτο μὲν ἀπαθές, ὁ δὲ παθητικὸς νοῦς φθαρτός. Ὅρα ὅτι τὸ ἄλλο ἴδιον λέγει, ὅτι ἐπιλανθάνεται ὁ νοῦς. ὁ μέντοι Πλούταρχός φησιν ὅτι τοῦτο ὡς πρὸς ἀπορίαν εἴρηται τὴν λέγουσαν ‘διὰ τί οὐκ ἀεὶ νοεῖ ὁ νοῦς, εἴπερ ἔνδον ἔχει τὸ γνωστικόν’; καὶ λύων φησὶν ὅτι τούτου αἴτιον τὸ μετὰ φαντασίας ἐνεργεῖν αὐτόν, κἀκείνης φθαρείσης οὐκέτι ἐνεργεῖ δι’ ἐκείνην καὶ οὐχὶ δι’ ἑαυτόν. ἀποροῦσι δὲ ὅτι ναὶ ἐπιλανθάνεται ὁ νοῦς ὧν ἐν τῷ ἄλλῳ βίῳ ἔζησε, τῶν μερικῶν ἐφ’ ὧν ἡ φαντασία συνήργησε, διὰ τὸ ἐκείνην φθαρῆναι. διὰ τί οὖν μὴ μνημονεύει ὧν αὐτὸς ὁ νοῦς κατέσχε τύπον ἀπὸ τῆς φαντασίας καὶ ὧν καθ’ ἑαυτὸν ἐνήργησεν; ἴσμεν γὰρ ὅτι καὶ αὐτῷ Ἀριστοτέλει δοκεῖ ὅτι ἐστί τινα ἃ ὁ νοῦς δίχα φαντασίας ἐνεργεῖ, οἷον τὴν πρὸς ἑαυτὸν ἐπιστροφήν, τὴν τῶν ἀσωμάτων ἔννοιαν, τὴν πρὸς τὸ θεῖον ἐπιστροφήν, τὴν γνῶσιν τῶν καθόλου, καὶ ἁπλῶς ὅσα χωρὶς αἰσθήσεως νοεῖ, ταῦτα καὶ χωρὶς φαντασίας νοεῖ. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι εἰ ἐν νόσῳ μερικῇ ἐκτρέπονται καὶ ἐπιλανθάνονται τῶν πρώην, ὡς καὶ Θουκυδίδης ἱστορεῖ λέγων ‘σφᾶς τε αὐτοὺς ἔλαθον,’ πόσῳ μᾶλλον ἐν μεταβολῇ ὅλου βίου οὐκ ἐπιλανθάνονται τῶν πρώην. ἐκ τούτου δὲ τρία ἔχε δόγματα, ὅτι τὴν φαντασίαν φθαρτὴν δοξάζει· ἰδοὺ γὰρ λέγει ὅτι ὁ παθητικὸς νοῦς φθαρτός· καὶ ἄλλο δόγμα ὅτι ὃν νοῦν εἶπε μὴ μνημονεύειν, | τοῦτον εἶπεν ἀπαθῆ· ὥστε τὸν ἐν ἡμῖν λέγει ἀπαθῆ· ὁ γὰρ θύραθεν οὐ λέγεται ἐπιλανθάνεσθαι. p. 430a25 Καὶ ἄνευ τούτου οὐθὲν νοεῖ. Τὸ ἄλλο ἴδιον λέγει ὅτι ἄνευ φαντασίας ὁ νοῦς οὐκ ἐνεργεῖ. ὅρα δὲ ὅτι παραμυθίας δεῖται ὁ λόγος· οὐ γὰρ ἀεὶ ἐνεργεῖ μετὰ φαντασίας, εἰ μὴ ἄρα εἴποις ὅτι ἡνίκα περὶ τὰ μερικὰ καταγένηται. ἢ εἰπὲ καὶ τὸ ἄλλο ὅτι ὀλίγαι εἰσὶν ἀφάνταστοι ἐνέργειαι· καὶ ὅτε γὰρ περὶ τὰ θεῖα ἐνεργεῖ, παρειστρέχει ἡ φαντασία, τύπον ἐντιθεῖσα τοῖς ἀτυπώτοις, καὶ διὰ τοῦτο ὁ Πλάτων’ ἔσχατον αὐτὴν λέγει κακόν. εἰ οὗν ὡς ἐπίπαν μετὰ φαντασίας ἐνεργεῖ, εἰπὲ ὅτι νῦν τὸ ὡς ἐπίπαν ἀντὶ τοῦ ἀεὶ ἔλαβεν. ἢ εἰπὲ καὶ τὸ ἄλλο ὅτι ἀεὶ ὁ νοῦς μετὰ φαντασίας ἐνεργεῖ. εἰ γὰρ πάσης ἐπιστήμης ἀρχὴ ἡ αἴσθησις, καὶ ἐὰν ἐκλείψῃ αἴσθησις, καὶ φαντασία ἐλλείπει, εἰ δὲ φαντασία, ἐλλείψει καὶ νόησις διὸ οἱ ἐκ γενετῆς τυφλοὶ οὔτε φαντάζονται περὶ χρωμάτων οὔτε νοοῦσι), δῆλον ἄρα ὅτι δίχα φαντασίας οὐκ ἐνεργεῖ ὁ νοῦς. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 430a26 Ἡ μὲν οὖν τῶν ἀδιαιρέτων νόησις ἐν τούτοις, περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος. Μετὰ τὸν δυνάμει νοῦν τέσσαρα ἐσχηκότα κεφάλαια καὶ τὸν ἐνεργείᾳ νοῦν τὰ ῥηθέντα δέκα κεφάλαια ἐσχηκότα ἔρχεται λοιπὸν ἐπὶ τὰ νοητά. ἰστέον δὲ ὅτι ἐπὶ μὲν τῆς λογικῆς ψυχῆς ἀπὸ τοῦ νοῦ δεῖ ἄρξασθαι ὡς σαφεστέρου τῶν νοητῶν, ἐπὶ δὲ τῆς ἀλόγου ἀπὸ τῶν αἰσθητῶν ὡς σαφεστέρων· πανταχοῦ γὰρ τῆς διδασκαλίας ἀπὸ τῶν σαφεστέρων καλὸν τὴν ἀρχὴν ποιήσασθαι. περὶ τοὐ νοῦ οὖν διδάξας ἦλθεν ἐπὶ τὸ νοητόν. φησὶ τοίνυν ὅτι τὸ νοητὸν ἀδιαίρετόν ἐστι· μὴ ἐκ τούτου δὲ νομίσῃς ὅτι τὸν νοῦν λέγει μόνα τὰ ἀδιαίρετα εἰδέναι. οἶδε γὰρ καὶ τὰ ἀδιαίρετα καὶ τὰ διαιρούμενα, ἀλλ’ ἀδιαιρέτως καὶ κεντρικῶς οἶδε τὰ διαιρούμενα· καὶ τὸ κέντρον γὰρ τὸν κύκλον σπερματικῶς περιέχει. πάντα οὖν νοεῖ ὁ νοῦς ἀδιαιρέτως· τοῦτο γὰρ ἴδιον τοῦ νοῦ, τὸ συνάγειν καὶ ἑνο- ποιεῖν τὰ διαιρετὰ καὶ ἀδιαιρέτως αὐτὰ νοεῖν. ὅτι δὲ καὶ τὰ διαιρετὰ οἶδεν ἀδιαιρέτως, δηλοῖ τὸ εἰπεῖν αὐτὸν ἐν τῇ Ἀποδεικτικῇ ὅτι οὐ μόνον ἐπιστήμη ἀλλὰ καὶ ἀρχὴ ἐπιστήμης ἐστὶν ᾗ τοὺς ὅρους γινώσκει. ἀρχὴν ἐπιστήμης τὸν νοῦν καλέσας, ἐπιστήμην δὲ τὴν διάνοιαν. καὶ ἰδοὺ τὸν νοῦν ὁρικῶς καὶ ἀδιαιρέτως φησὶν εἰδέναι τὰ πράγματα. ἐπειδὴ δὲ περὶ τοῦ ἀδιαιρέτου ἐστὶν ὁ λόγος, δεῖ εἰδέναι ὅτι πενταχῶς λαμβάνει τὸ ἀδιαίρετον. λέγεται γὰρ ἀδιαίρετον ὁ ὅρος. ἴσμεν γὰρ ὅτι ἡ πρότασις δύο ὅρους ἔχει τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον, οἷόν ἐστι πρότασις Πλάτων’ περιπατεῖ, καὶ Πλάτων’ ὅρος ἐστὶ καὶ τὸ περιπατεῖ ὅρος, καὶ ἁπλῶς ὅρος ἐστίν, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐμάθομεν, ἡ ἁπλὴ φωνή. τοῦτο οὖν ἐστι πρῶτον σημαινόμενον τοῦ ἀδιαιρέτου, ὁ ὅρος. δεύτερόν ἐστι σημαινόμενον τὸ συνεχὲς μέγεθος· τοῦτο γὰρ δυνάμει μὲν διαιρετόν ἐστιν, ἐνεργείᾳ δὲ ἀδιαίρετον. τρίτον ἐστὶ σημαινόμενον τὸ ἐν ποσῷ ἀμερές, οἷον στιγμή, μονάς, νῦν· ταῦτα γάρ ἐστι τὰ ἐν ποσῷ ἀδιαίρετα. τέταρτον σημαινόμενόν ἐστι τοῦ ἀδιαιρέτου τὸ ἔνυλον εἶδος· οὐ γὰρ αὐτὸ διαιρεῖται, ἀλλὰ τὸ ὑποκείμενον αὐτῷ. πέμπτον σημαινόμενόν ἐστι τὸ ἄυλον εἶδος. ταῦτά ἐστι τὰ πέντε σημαινόμενα τοῦ ἀδιαιρέτου. ὅθεν καὶ ἀπορῆσαι ἔχομεν δύο ἀπορίας, μίαν μὲν ὅτι πῶς ἀντιδιέστειλε τῷ ὅρῳ τὰ ἄλλα δ ἀδιαίρετα, εἴ γε καὶ τὰ ἄλλα τέσσαρα ὅρος εἰσί; ἕκαστον γὰρ αὐτῶν ἁπλῆ φωνή ἐστι, καὶ διὰ τοῦτο ὅρος· οὔτε γὰρ πρότασίς ἐστι τὸ λέγειν συνεχὲς μέγεθος, οὔτε πάλιν πρότασίς ἐστι τὸ εἰπεῖν ἄυλον εἶδος· εἷς γάρ ἐστιν ὅρος μόνον ἕκαστον τούτων, ἐξ ἑνὸς δὲ μόνον ὅρου πρότασις οὐ γίνεται. εἰ οὖν ταῦτα οὕτως, πῶς ἀντιδιέστειλεν αὐτὰ τῷ ὅρῳ, εἴ γε καὶ αὐτὰ ὅροι εἰσίν; αὕτη ἐστὶν ἡ πρώτη ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι ἄλλο ἐστὶ τὸ εἰπεῖν ἁπλῶς ὅρον καὶ ἄλλο ἐστὶ τὸ εἰπεῖν τοιόνδε ὅρον. τὸ οὖν πρῶτον σημαινόμενον τοῦ ἀδιαιρέτου τὸν ἁπλῶς ὅρον αἰνίττεται, τὰ δὲ ἄλλα δ τὸν τοιόνδε ὅρον. οὐκ ἀντιδιέστειλεν οὖν ἀλόγως ἀλλὰ καὶ εὐλόγως τὸν ἀπλῶς ὅρον τῷ τοιῷδε ὅρῳ. αὕτη καὶ ἡ ἐπίλυσις. δευτέραν ἀπορίαν ἀποροῦσι τοιαύτην, διὰ τί ἀντιδιέστειλεν τὸ ἔνυλον εἶδος τῷ μεγέθει; καίτοι αὐτὸ τὸ μέγεθος ἔνυλον εἶδός ἐστι· τῇ γὰρ ἀνειδέῳ ὕλῃ πρῶιον εἶδος πρὸ τῶν ἄλλων πάντων εἰδῶν τοῦτο ἐπιγίνεται, τὸ μέγεθος· πρῶτον γὰρ ποσοῦται, εἶθ’ οὕτω ποιοῦται. εἰ οὖν τὸ μέγεθος ἔνυλον εἶδός ἐστι, διὰ τί ἀντιδιέστειλεν αὐτὸ τῷ ἐνύλῳ εἴδει, εἴ γε τὸ μέγεθος ὑπὸ τὸ ἔνυλον εἶδος ἀνάγεται; αὕτη ἡ ἀπορία. πρὸς ἣν ἐροῦμεν ὅτι οὐ πᾶν τὸ ἔνυλον εἶδος ἀντιδιέστειλε τῷ μεγέθει, ἀλλ’ ἐκεῖνο ὃ μετὰ τὸ μεγεθυνθῆναι τὴν ὕλην ἐπιγίνεται. ἡ γὰρ ὕλη ἐπιδεξαμένη τὸ τοῦ μεγέθους εἶδος ἔμεινεν ἐπινοίᾳ, τὰ δὲ ἄλλα εἴδη δεξαμένη αἰσθητὴ γέγονεν. ἀντιδιέστειλεν οὖν τὸ ἐνεργείᾳ εἶδος τῷ ἐπινοίᾳ, ὅ ἐστι τῷ εἴδει τοῦ μεγέθους· τοῦτο γὰρ καὶ προσελθὸν τῇ ὕλῃ ἐπινοίᾳ αὐτὴν εἴασεν· οὐκ ἔστι γὰρ ἰδεῖν ὕλην μεμεγεθυσμένην αὐτὴν καθ’ ἑαυτὴν ἄνευ ἄλλου εἴδους, εἰ μὴ ἐπινοίᾳ μόνον. ὥστε εἰ καὶ ἔνυλον εἶδός ἐστι τὸ μέγεθος, ἀλλ’ οὖν ἀντιδιέστειλεν αὐτὸ τῷ ἐνύλῳ εἴδει οὐ παντί, ὡς ἤδη εἶπον, ἀλλὰ τῷ ἐνεργείᾳ καὶ αἰσθητὸν ἀποφαίνοντι τὴν ὕλην. ὥστε καὶ ὑπὸ διαίρεσίν τινα πίπτειν τὰ πέντε ταῦτα τοῦ ἀδιαιρέτου σὴ μαινόμενα. ἔστι δὲ ἡ διαίρεσις αὕτη· ὁ ὅρος ἢ ἀπλῶς ἐστιν ὅρος ἢ τοιόσδε. εἰ μὲν οὖν ἐστιν ἁπλῶς ὅρος, ποιεῖ ἓν σημαινόμενον τοῦ ἀδιαιρέτου, τὸν ὅρον. εἰ δὲ τοιόσδε ἐστὶν ὁ ὅρος, ἢ δυνάμει μὲν μεριστός ἐστιν, ἐνεργείᾳ δὲ ἀμερής, 〈ἢ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἀμερής〉. εἰ μὲν οὖν δυνάμει μέν ἐστι μεριστός, ἐνεργείᾳ δὲ ἀμερής, ἢ καθ’ αὑτό | ἐστι μεριστὸς ἢ κατὰ συμβεβηκός. εἰ μὲν οὖν καθ’ αὑτὸ εἴη μεριστός, ποιεῖ τὸ συνεχὲς μέγεθος· εἰ δὲ κατὰ συμβεβηκὸς εἴη μεριστός, ποιεῖ τὸ ἔνυλον εἶδος. οὕτω μὲν οὖν, ἐὰν δυνάμει μὲν ᾖ μεριστός, ἐνεργείᾳ δὲ ἀμερής· εἰ δὲ καὶ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶν ἀμερής, ἢ μετὰ ὕλης ἐστὶ καὶ ποιεῖ τὸ ἐν ποσῷ ἀδιαίρετον, οἷον μονάδα, στιγμήν, νῦν, ἢ ἄυλόν ἐστι καὶ ποιεῖ τὸ ἄυλον εἶδος. ἐπεὶ οὖν ἐκ διαιρέσεως μεμαθήκαμεν ὅτι πέντε εἰσὶν σημαινόμενα τοῦ ἀδιαιρέτου, ἴδωμεν λοιπὸν πῶς ὁ νοῦς ἕκαστον τούτων νόει. Ἰστέον τοίνυν ὅτι τὸν ὅρον νοεῖ ἀμερῆ ὄντα ἀμερὴς ὢν ὡς ἀπλῆν φωνήν, ὥστε οὔτε ὡς ψευδῆ οὔτε ὡς ἀληθῆ· περὶ γὰρ τὰς ἁπλᾶς φωνὰς οὐ θεωρεῖται οὔτε ἡ ἀλήθεια οὔτε τὸ ψεῦδος, ἀλλὰ περὶ τὰς συνθέτους. καὶ τί δήποτε ἐν τῇ λέξει τοῦ ψεύδους μόνου ἐμνήσθη, οὐκέτι δὲ καὶ τῆς ἀληθείας; ἔφη γὰρ ὅτι ἡ μὲν ἐν τοῖς ἀδιαιρέτοις νόησις περὶ ἃ οὐκ ἔστι τὸ ψεῦδος, καὶ οὐκ ἐπήγαγε καὶ περὶ ἃ οὐκ ἔστιν ἡ ἀλήθεια. ἔγνωμεν γὰρ ἐν τῷ Περὶ ἑρμηνείας ὅτι οὐ μόνον ψεῦδος ἀλλὰ ἀλήθεια οὐκ ἔστιν ἐν ταῖς ἁπλαῖς φωναῖς· πῶς οὖν αὐτὸς ἐν τῇ λέξει μόνου τοῦ ψεύδους ἐμνήσθη; καὶ λέγομεν ὅτι ἐν τῇ Μετὰ τὰ φυσικὰ δοξάζει ἐναντία τῷ Περὶ ἑρμηνείας· ἐν μὲν γὰρ τῷ Περὶ ἑρμηνείας οὔτε ἀλήθειαν οὔτε ψεῦδος ἔφη θεωρεῖσθαι περὶ τὰς ἁπλάς φωνάς, ἤγουν ἐν τοῖς ὅροις, ἀλλ’ ἐν ταῖς προτάσεσιν εἶπε φαίνεσθαι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· ἐν δὲ τῇ Μετὰ τὰ φυσικά φησιν ὅτι ἐν ταῖς ἁπλαῖς φωναῖς, ἤγουν ἐν τοῖς ὅροις, ψεῦδος μὲν οὐ θεωρεῖται, ἀλήθεια δὲ θεωρεῖται. ὁ γὰρ νοῦς ὁπηνίκα ἁπλῇ προσβολῇ ἐπιβαλὼν ἑκάστην ἁπλῆν φωνήν, ταὐτὸν δὲ εἰπεῖν ὅρον, ἰδίᾳ καὶ καθ’ ἑαυτὸν νοήσῃ, ἀληθῶς ἐνόησε μηδὲν ἕτερον προσθείς, οἷον ἐν τῷ εἰπεῖν περιπατεῖ ἐξαπίνης ὁ νοῦς βάδισιν ἐνόησε μηδὲν ἄλλο προσθείς, ἀλλ’ αὐτὸ μόνον. πάλιν ἐν τῷ ἐσθίειν μάσησιν ἐνόησεν εὐθέως, τουτέστιν ὀδόντα ἐπιστροφῇ δονούμενον, χωρὶς ἄλλης προσθήκης. ταῦτα μὲν οὖν ἐν τῇ Μετὰ τὰ φυσικά φησι· νῦν δὲ ἐκείνῃ ἠκολούθησε τῇ πραγματείᾳ καὶ διὰ τοῦτο ἐκ τῶν ἁπλῶν φωνῶν οὐκ ἀπηγόρευσε τὴν ἀλήθειαν, ἀλλὰ μόνον τὸ ψεῦδος, διότι ὁ νοῦς οὐδέποτε ψεύδεται, ἀλλ’ ἀεὶ ἀληθεύει κατὰ τὸν Πλωτῖνον εἰπόντα ‘ὁ γὰρ νοῦς ἢ ἥψατο ἢ οὐχ ἥψατο, ὥστε ἀναμάρτητος’. ἰστέον δὲ ὅτι διττὴ ἡ ἀλήθει, ἢ ὑπαρκτικὴ ἢ ἀντιδιῃρημένη τῷ ψεύδει, ὑπαρκτικὴ μὲν ὡς ἵνα εἴπω ‘οὗτος ἄνθρωπός ἐστι κυρίως’. τοῦτο δὲ λέγω ὡς πρὸς τὸν ἐν ζωγραφίᾳ· ἐκεῖνος γὰρ οὐκ ἔστι κυρίως ἄνθρωπος· διὰ οὖν τὸ ὑπάρχειν αὐτὸν μόνον ἀληθῶς λέγεται ἄνθρωπος. καὶ ἐν τῷ ὅρῳ οὖν ὑπαρκτικὴν λέγομεν εἶναι τὴν ἀλήθειαν, ὅτι καθό ἐστιν ὅρος, ἀληθές ἐστι τὸ εἶναι αὐτόν, καὶ οὐ κατ’ ἀντιδιαστολὴν ψεύδους τοῦτο λέγομεν. ταῦτα εἰπὼν περὶ τοῦ νοῦ ὅτι τὸν ὅρον ἀληθῶς γινώσκει, τρέπεται ἐπὶ τὴν διάνοιαν καί φησιν ὅτι αὕτη οὐ μόνον ἀληθεύει, ἀλλὰ καὶ ψεύδεται. καὶ τὸ ἄλλο δὲ ὁ νοῦς πάντα ἑνοειδῶς οἶδεν, ἡ δὲ διάνοια ὡς ἐν συνθέσει, καὶ οὐ ταὐτόν ἐστιν. ὁ μὲν γὰρ νοῦς ὡς συνεχὲς καὶ ἓν οἶδεν, ἡ δὲ διάνοια ὡς συντιθέμενον ἐκ πολλῶν αὐτὸ οἶδεν, οἷον ἐπὶ θύρας· αὕτη γὰρ ἐκ πολλῶν ἐστι ξύλων. καὶ ἔοικεν ἡ διάνοια τῇ Ἑμπεδοκλείῳ φιλίᾳ, ἥτις συνετίθη τὰ ἐκ τοῦ νείκους διῃρημένα. ἀμέλει καὶ εἴρηται τῷ Ἑμπεδοκλεῖ ὅτι εἰ μὴ ἦν ἡ φιλία, ‘πολλῶν ἂν κόρσαι ἀναύχενες ἐβλάστησαν’, τουτέστιν ἐγίνοντο κεφαλαὶ ἄνευ αὐχένος, εἰ μὴ ἦν ἡ συνάπτουσα φιλία. τρίτον ἐπὶ τούτοις ἴδιόν φησι τῆς διανοίας τὸ ψεύδεσθαι αὐτὴν ἢ διὰ τὸν κατηγορούμενον ἡ διὰ τὸν χρόνον. ἐὰν γὰρ εἴπω ὅτι ὁ ἄνθρωπος πτερωτὸς ἢ ἔστιν ἢ ἔσται ἢ ἐγεγόνει, ψευδής ἐστιν ἡ πρότασις διὰ τὸν κατηγορούμενον ὅρον, φημὶ δὴ τὸ πτερωτόν· εἰ δὲ εἴπω ὅτι χθὲς ἦν τὰ Τρωϊκά, ἐνταῦθα διὰ τὸν χρόνον γέγονεν ἡ πρότασις ψευδής. ἐπὶ δὲ τῶν ἀιδίων παρὰ τὸν κατηγορούμενον μόνον γίνεται τὸ ψεῦδος, οὐκέτι δὲ καὶ παρὰ τὸν χρόνον· ἐὰν γὰρ εἴπω ὅτι ἦν ἢ ἔστιν ἢ ἔσται ὁ θεός, ἀεὶ ἄλη ἀληθεύω· τὸ γὰρ ἀεὶ ὂν λέγω. ἐπὶ δὲ τῶν μὴ ἀιδίων καὶ παρὰ τὸν χρόνον γίνεται ψευδὴς ἡ πρότασις καὶ παρὰ τὸν κατηγορούμενον· παρὰ μὲν τὸν κατηγορούμενον ὡς ἐὰν εἴπω ὅτι τραγέλαφός ἐστι νῦν· τὸ ψεῦδος γὰρ γέγονεν οὐ παρὰ τὸν νῦν χρόνον, ἀλλὰ παρὰ τὸ ἐστὶ κατηγορούμενον. καὶ πάλιν ἐὰν εἴπω ἡ σκιὰ νῦν σῶμά ἐστι’, τὸ ψεῦδος γέγονεν οὐ παρὰ τὸ νῦν (οὐ μόνον γὰρ νῦν οὐκ ἔστι σῶμα, ἀλλ’ οὔτε ἦν οὕτε ἔσται), ἀλλὰ παρὰ τὸ εἰπεῖν ὅτι σῶμά ἐστιν. ὥστε ἐπὶ μὲν τῶν γενητῶν διχόθεν γίνεται τὸ ψεῦδος ἐν τῇ διανοίᾳ, ἢ παρὰ τὸν κατηγορούμενον ἢ παρὰ τὸν χρόνον, ἐπὶ δὲ τῶν ἀιδίων παρὰ μόνον τὸν κατηγορούμενον. ὁ δὲ νοῦς οὐδὲν τούτων ἔχει· ἀεὶ γὰρ νοεῖ πάντα καὶ οὐκ ἔχει ψεῦδος οὔτε παρὰ τὸν κατηγορούμενον οὔτε παρὰ τὸν χρόνον. τέταρτον ἐπὶ τούτοις λέγει ἴδιον τῆς διανοίας ὅτι αὕτη μὲν περὶ προτάσεις καταγίνεται, ὁ δὲ νοῦς περὶ ὅρους. ὅταν δὲ λέγω περὶ προτάσεις, μὴ νόμιζε ὅτι τοῦτο λέγω κατὰ τὸν τρόπον τὸν εἰρημένον ἐν τῇ λογικῇ, ὅτι περὶ μὲν κατάφασιν καταγίνεται ὥσπερ σύνθεσιν, ἐπειδὴ αὕτη συντίθησι τὸν κατηγορούμενον τῷ ὑποκειμένῳ, περὶ δὲ ἀπόφασιν ὡς διαίρεσιν, ἐπειδὴ αὕτη ἀποφάσκει καὶ διαιρεῖ τὸ κακηγορούμενον ἐκ τοῦ ὑποκειμένου· οὐ λευκὸς γάρ, φησίν, ἄνθρωπος. νυνὶ γὰρ λέγομεν ὅτι ἡ διάνοια καὶ περὶ κατάφασιν καταγίνεται ὡς διαίρεσιν καὶ σύνθεσιν, καὶ περὶ ἀπόφασιν ὡς διαίρεσιν καὶ σύνθεσιν. ἡ γὰρ κατάφασις καθὸ μὲν συνάπτει, σύνθεσις λέγεται, καθὸ δὲ ἐν δύο ἐστὶ δυναμένοις διαιρεθῆναι, διαίρεσίς ἐστι. καὶ ἡ ἀπόφασις δὲ εἰ καὶ λέγει ἰού λευκὸς Σωκράτης’, τὸ μέλαν αὐτῷ συνάπτει καὶ πάλιν σύνθεσίς ἐστιν, ἔστι δὲ καὶ διαίρεσις, καθὸ ἀποχωρίζει ἐξ αὐτοῦ τὸ λευκόν. καὶ οὕτως νῦν ἡ διάνοια λέγεται περὶ προτάσεις καταγίνεσθαι. Tαῦτα εἰπὼν ὡς ἐν παρεκβάσει, ἐπειδὴ εἶπε πῶς νοεῖ ὁ νοῦς τὸν ὅροι, ζητεῖ λοιπὸν πῶς νοεῖ τὸ ἀδιαίρετον μέγεθος, ὅπερ ἦν δεύτερον σημαινόμενον τοῦ ἀδιαιρέτου. τοῦτο δὲ τριττόν ἐστι· τὸ γὰρ μέγεθος τριττόν ἐστι· καὶ | ὅλον γάρ ἐστι καὶ μέρη ἔχει καὶ συντιθέμενόν ἐστι. καὶ ὡς μὲν ὅλον ἀχρόνως αὐτὸ νοεῖ ὁ νοῦς καὶ ἐν τῷ νῦν· οὐδὲ γὰρ δύναται ἐν χρόνῳ αὐτὸ νοῆσαι ὁ νοῦς. πᾶς γὰρ χρόνος διαιρετός ἐστιν· εἰ οὖν ἐν διαιρετῷ ἐνόει, καὶ τὸ νοούμενον, ὅ ἐστι τὸ μέγεθος, διαιρετὸν ἦν· ὡς γὰρ ἔχει ὁ χρόνος, οὕτως ἔχει καὶ τὸ μέγεθος. ἀλλὰ μὴν ἀδιαίρετόν ἐστιν ἐνεργείᾳ· ὡς ὅλον γὰρ νοεῖ αὐτό, τὸ δὲ ὅλον ἀδιαίρετόν ἐστιν· οὐκ ἄρα ἐν χρόνῳ νοεῖ αὐτό, ἀλλ’ ἐν τῷ νῦν. καὶ ὅτι εἰ μὴ ἀχρόνως καὶ ἐν τῷ νῦν ἠπίστατο αὐτὰ ὁ νοῦς, οὐκέτι ὅλον ἐνόει ἐν τῷ αὐτῷ χρόνῳ, καὶ εὑρίσκετό ποτε μὴ γινώσκων. ἡ δὲ διάνοια ἐν χρόνῳ γινώσκει αὐτό. ἀλλὰ μὴν καὶ ὡς μέρη ἔχον τὸ μέγεθος νοεῖ αὐτὸ ὁ νοῦς, τὰ διάφορα μέρη ἐν διαφόροις νῦν νοῶν, ἕκαστον μέρος ἐνεργείᾳ νῦν νοῶν. ὡς δὲ συντιθέμενον αὐτὸ οὐκέτι ὁ νοῦς νοεῖ, ἀλλ’ ἡ διάνοια. τριχῶς οὖν τοῦ μεγέθους νοουμένου, ὡς ὅλου, ὡς μέρη ἔχοντος, ὡς συντιθεμένου, τὰ μὲν δύο ὁ νοῦς νοεῖ, ὡς ὅλον καὶ ὡς μέρη ἔχον, τὸ δὲ ὡς συντιθέμενον ἡ διάνοια. τὸ δὲ ἔνυλον εἶδος οἶδεν ὁ νοῦς οὐκέτι καθ’ ἑαυτόν, ἀλλὰ διὰ μέσης τῆς φαντασίας· τὰ γὰρ αἰσθητὰ οὐ δύναται καθ’ ἑαυτὸν νοῆσαι ὁ νοῦς· χρεία γὰρ φαντασίας. νοεῖ οὖν αὐτὰ διὰ μέσης φαντασίας· οὐχ ὅτι δὲ διὰ μέσης φαντασίας νοεῖ ὁ νοῦς, ἤδη διὰ τοῦτο μεριστῶς νοεῖ· ἔνεστι γὰρ καὶ ἐν τῆ φαντασίᾳ ἀδιαίρετόν τι. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον ἐκ τοὐ τοὺς πρώτους τύπους μὴ ἀφανίζεσθαι ἐκ τῶν δευτέρων· δῆλον ὅτι ἐστί τι ἐν αὐτῇ ἀμερές. καὶ κατὰ τὸ ἀμερὲς τοῦτο νοεῖ ὁ νοῦς, ὡς πάλιν ἀμερῶς αὐτὸν νοεῖν. πάλιν τὸ ἐν τῷ ποσῷ ἀμέριστον νοεῖ ὁ νοῦς κατ’ ἀπόφασιν· ὥσπερ γὰρ τῇ ἀποφάσει τοῦ φωτὸς τὸ σκότος νοοῦμεν, οὕτω καὶ τῇ ἀποφάσει τοῦ ἀριθμοῦ νοοῦμεν τὴν μονάδα καὶ τῇ ἀποφάσει τοῦ χρόνου τὸ νῦν καὶ τῇ ἀποφάσει τοῦ μεγέθους τὴν στιγμήν. ὥστε κατ’ ἀπόφασιν νοοῦμεν τὸ ἐν ποσῷ ἀμέριστον. εἰ δέ τις εἴποι ὅτι καὶ τὸ μέλαν κατ’ ἀπόφασιν τοῦ λευκοῦ γινώσκεται,. ψεύδεται· ἄμφω γὰρ εἰδοπεποίηται καὶ ἄμφω ποιεῖ, τὸ μὲν συγκρῖνον τὸ δὲ διακρῖνον, καὶ καθ’ αὑτὸ ἄμφω γινώσκεται καταφατικῶς· εἰ μὴ ἄρα τὸ μέλαν λάβοις ἀντὶ τοῦ σκότου, ὡς τὸ μέλανος θανάτοιο. καὶ ταῦτα μὲν ὁ ἡμέτερος νοῦς ἀποφατικῶς οἶδεν, ὁ δὲ θεῖος νοῦς πάντα καταφατικῶς καὶ ἐπιβλητικῶς οἶδεν χωρὶς τοῦ κακοῦ· τοῦτο γὰρ οὐκ οἶδεν, ἵνα μὴ ποιήσῃ αὐτό. ὃ γὰρ γινώσκει, τοῦτο καὶ ποιεῖ· ὑποστατικὴ γάρ ἐστιν ἡ γνῶσις αὐτοῦ. διὸ εἴρηται ‘εἶπε καὶ ἐγένετο’. τοῦτο δὲ τὸ λόγιον διχῶς ἔστιν ἐξ·ηγήσασθαι. ἐπειδὴ ὃ γινώσκει καὶ λέγει, τοῦτο καὶ γίνεται, ἡ ὅτι ἐπειδὴ ἀθρόα ἐστὶν ἡ ἐνέργεια αὐτοῦ, διὰ τοῦτο εἴρηται ‘εἶπε καὶ ἐγένετο’. ἔχεις δὲ καὶ ἐκ τούτου πόρισμά τι· εἰ γὰρ ἀποφατικῶς λέγει τὸν νοῦν ἐνεργεῖν, οὐκέτι περὶ τοῦ θείου νοῦ ἐστιν αὐτῷ ὁ λόγος. καὶ οὕτω μὲν ὁ ἐν ἡμῖν νοῦς γινώσκει τὸ ἐν ποσῷ ἀμέριστον. τὸ δὲ ἄυλον εἶδος γινώσκει κατὰ πέντε ταῦτα· ἢ γὰρ ὡς αἴτιον, καὶ τοῦτο ἢ ποιητικὸν ἢ τελειωτικόν· οὐδὲ γὰρ ὡς τελικὸν μόνον, ὥς τινες ἐνόμισαν, γινώσκει αὐτό· καὶ ὡς μὴ ἔχον δὲ ἐναντίον γινώσκει αὐτό (τῷ γὰρ ἐν ἡμῖν φωτὶ καὶ ἀγαθῷ ἐστιν ἐναντίον τί, παρ’ αὐτῷ δὲ οὐκ ἔστι), γινώσκει δὲ αὐτὸ καὶ ὡς νοοῦν καὶ ὡς νοούμενον· ἔνδον γὰρ ἔχον τὸ θεῖον τὸ γνωστικὸν καὶ ἑαυτὸ νοεῖ. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία σὺν θεῷ πληροῦται. p. 430a28 Ὥσπερ ἓν ὄντων. Ὅρα τί φησιν· ὅτι ὁ μὲν νοῦς ἀλήθειαν μόνον οἶδεν, ἐν οἷς δέ ἐστι ψεῦδος καὶ ἀλήθει, διανοίας τοῦτο· καὶ ἐν οἷς ἐστι σύνθεσις, πάλιν διανοίας ἐστὶ τοῦτο. καὶ ἰδοὺ τὰ δύο ἰήια τῆς διανοίας τέως εἶπε. ταύτην δέ, φησίν, τὴν σύνθεσιν ὥσπερ ἓν διανοεῖται ἡ διάνοια. καὶ καλῶς εἶπε τὸ ὥσπερ· οὐδὲ γὰρ ὡς κυρίως ἓν οἶδεν αὐτήν (τὸ γὰρ ὡς κυρίως ἓν εἰδέναι τοῦ νοῦ ἐστιν), ἀλλ’ ὡς ἐν παραθέσει ἓν οἶδεν αὐτὴν ἡ διάνοια. διὸ καὶ τῇ φιλίᾳ Ἐμπεδοκλέους κοινωνεῖ, καθὸ κἀκείνη ἐν παραθέσει ἑνοῖ καὶ οὐ κυρίως. p. 430a31 οἷον τὸ ἀσύμμετρον καὶ ἡ διάμετρος. Τί βούλεται εἰπεῖν; ὅτι καὶ παρὰ τὸν κατηγορούμενον ἀληθεύει ἢ ψεύδεται ἡ διάνοια. εἰ μὲν γὰρ εἴποι τὴν διάμετρον σύμμετρον, ψεύδεται διὰ τὸν κατηγορούμενον, τὸ σύμμετρον· ἀεὶ γὰρ ἀσύμμετρός ἐστι τῇ πλευρᾷ * * * ἀληθεύει διὰ τὸν κατηγορούμενον. p. 430a31 ἐὰν δὲ γενομένων ἢ ἐσομένων, τὸν χρόνον προσεννοῶν καὶ συντιθείς. Τί διὰ τούτων προτίθεται εἰπεῖν; ὅτι καὶ παρὰ τὸν χρόνον καλῶς ἢ κακῶς συντιθέμενον γίνεται ἡ ἀλήθεια ἢ ψεῦδος ἐν τοῖς πράγμασιν. εἰ μὲν γὰρ εἴποις ‘ἔσται τὰ Τρωϊκά’, ψεύδῃ διὰ τὸ μέλλον τοῦ χρόνου· εἰ δὲ εἴποις ‘γέγονεν’, ἀληθεύεις διὰ τὸ παρελθὸν τοῦ χρόνου. ἀεὶ γάρ, φησίν, ἐν τῇ συνθέσει ἐστὶν ἀλήθεια καὶ ψεῦδος, οὐκ ἐν ἁπλοῖς πράγμασι. καὶ γὰρ ἐὰν τὸ λευκὸν <οἶον> Σωκράτην εἴποις μὴ λευκόν, ψεύδῃ, κἂν τὸ μὴ λευκὸν εἴποις λευκόν, ψεύδῃ διὰ τὴν σύνθεσιν ἀναρμόδιον οὖσαν. καὶ ὅρα ὅτι καὶ τὴν κατάφασιν καὶ τὴν ἀπόφασιν σύνθεσιν εἶπεν· δυνατὸν δέ, φησίν, καὶ διαίρεσιν ἄμφω εἰπεῖν, διότι ἐκ διαφόρων ἐστὶ πραγμάτων καὶ δυνατόν ἐστιν αὐτὰς διαιρεθῆναι εἰς τοὺς ὅρους ἐξ ὧν συνετέθησαν. καλῶς δὲ εἶπε τὸ ἐνδέχεται· ὅτῳ γὰρ ἀκολουθίας μέλει, δυνατὸν φάναι τὴν μὲν κατάφασιν διαίρεσιν, ἅτε διαιρουμένην σαφῶς εἰς ὑποκείμενον καὶ κατη- γορούμενον, τὴν δὲ ἀπόφασιν σύνθεσίν τινα λέγειν ὡς ἐξ ὑποκειμένου καὶ κατηγορουμένου | συγκειμένην. καὶ οὕτω μὲν ἐνταῦθά φησιν· ἐν μέντοι τῇ λογικῇ τὴν μὲν κατάφασιν σύνθεσιν λέγει μόνως, τὴν δὲ ἀπόφασιν διαίρεσιν. ἀλλὰ καὶ ὅτι ἦν ἢ ἔσται. τί φησιν; ὅτι ἐὰν ᾖ ὁ κατηγορούμενος ψευδής, ἐν ἑκάστῳ χρόνῳ λεγόμενος ψευδής ἐστιν, οἷον ἐὰν εἴπῃς Κλέωνα λευκὸν μὴ ὄντα λευκόν, κἄν εἴπῃς ὅτι ἔστι λευκὸς ἢ ἦν ἢ ἔσται, ψεύδῃ διὰ τὸν κατηγορούμενον· ὁ γὰρ χρόνος διαφορὰν ἐν τούτῳ οὐκ εἰσάγει. καὶ ὅρα ὅτι καὶ τὰ ἄλλα δύο τῆς διανοίας ἴδια, τὸ περὶ ἀπόφασιν φασιν καὶ κατάφασιν καταγίνεσθαι, ἣν ἐκάλεσε σύνθεσιν, καὶ τὸ ψεύδεσθαι αὐτὴν ἢ διὰ τὸν κατηγορούμενον ἢ διὰ τὸν χρόνον εἶπε. p. 430b5 Τὸ δὴ ἓν ποιοῦν τοῦτο ὁ νοῦς ἕκαστον. Τοῦτό ἐστι τὸ καὶ ἀνωτέρω εἰρημένον· ἐν ὑπερβατῷ δὲ τὸν λόγον ἀνάγνωθι οὕτως· τὸ δὲ ποιοῦν τούτων ἕκαστον ἓν ὁ νοῦς· εἴπομεν γὰρ ὅτι ὁ νοῦς καὶ τὰ διαιρετὰ ἀδιαιρέτως νοεῖ. καὶ ὅρα ὅτι ἀντὶ τοῦ νοεῖν ποιεῖν εἶπε πάνυ θαυμασίως· ὥσπερ γὰρ τὸ ὂν πᾶσι μεταδίδωσι τοῦ εἶναι, καὶ τὸ καλὸν τοῦ καλοὺς εἶναι, οὕτω καὶ ὁ νοῦς κατὰ τὸ ἑαυτοῦ ἁπλοῦν καὶ ἑνιῖον τὰ συγκείμενα ἁπλᾶ ποιεῖ· ὡς γὰρ ἁπλᾶ νοεῖ αὐτὰ ὁ νοῦς καὶ οὐχ ὡς σύνθετα. p. 430b6 Τὸ δὲ ἀδιαίρετον ἐπεὶ διχῶς. ἢ δυνάμει ἢ ἐνεργείᾳ. Ἐπὶ τὸ δεύτερον σημαινόμενον τοῦ ἀδιαιρέτου ἔρχεται, ὅ ἐστι τὸ μέγεθος ἤτοι τὸ συνεχές. ἢ δυνάμει μέν ἐστι διαιρετόν, ἐνεργείᾳ δὲ ἀδιαὶρετον, ὡς τὸ μέγεθος, ἢ ἐνεργείᾳ μὲν διαιρετόν, δυνάμει δὲ ἀδιαίρετον, ὡς τὸ ὕδωρ. ὁ νοῦς τοίνυν, φησίν, καὶ τὸ δυνάμει διαιρετὸν ὡς ἐνεργείᾳ ἀδιαίρετον οἶδε, καὶ τὸ ἐνεργεία διαιρετὸν ὡς δυνάμει ἀδιαίρετον. οἶδε δὲ ταῦτα, φησί, καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ, ἵνα μὴ ἐν τῷ ἡμίσει εἴη τὸ ἥμισυ. καλεῖ δὲ ἀδιαίρετον χρόνον τὸ νῦν, κακῶς λέγων· τὸ γὰρ νῦν οὐ χρόνος, ἀλλ’ ἀρχὴ χρόνου. νῦν δέ φημι τὸ ἀκαρές· εἰ δὲ λάβοις τὸ ἐν πλάτει νῦν, τοῦτο καὶ ἀρχὴν ἔχει καὶ πέρας καὶ χρόνος ἐστί· νυνὶ δὲ περὶ τοῦ ἀκαροῦς νῦν ἐστιν ἡμῖν ὁ λόγος. οὐχ ὅτι δὲ διχῶς ἐστι τὸ ἀδιαίρετον μόνον, εἶπεν ὅτι τὸ ἀδιαίρετον διχῶς, ἀλλ’ ὅτι κατ’ αὐτὴν τὴν τομὴν τοῦ μεγέθους εἰς δύο μόνον διαιρεῖται· τὸ γὰρ μέγεθος ἢ δυνάμει ἐστὶν ἀδιαίρετον ἢ ἐνεργείᾳ. τὸ δὲ μῆκος ἐνεργείᾳ μὲν συνεχές ἐστι, δυνάμει δὲ διῃρημένον· μῆκος δὲ νῦν ἀντὶ τοῦ συνεχὲς ἄκουε. φησὶν οὖν ὅτι οὐδέν ἐστι τὸ κωλῦον τὸν νοῦν τὸ μῆκος οὐχ ᾗ διῃρημένον ἐστὶ νοεῖν, ἀλλ’ ᾗ συνεχές· ἐνεργεία γὰρ συνεχές ἐστι. τοῦτο δὲ ὡς κατασκευαστικὸν ἔκλαβε τοῦ ἄνω ῥηθέντος ὅτι καὶ τῶν συνθέτων ὁ νοῦς ὡς ἁπλῶν ἀντιλαμβάνεται. p. 430b9 Ὁμοίως γὰρ ὁ χρόνος διαιρετὸς καὶ ἀδιαίρετος. Ἐπειδὴ εἶπεν ὅτι ἐν ἀδιαιρέτῳ χρόνῳ νοεῖ, ἵνα μή τις εἴπῃ ὅτι οὐκ ἔστιν ἀδιαίρετος χρόνος, φησὶν ὅτι ὁ χρόνος καὶ διαιρετός ἐστι καὶ ἀδιαίρετος, κακῶς λέγων· τὸ γὰρ νῦν ἀντὶ χρόνου ἔλαβεν ἀδιαιρέτου ἀγνοῶν ὅτι αἱ ἀρχαὶ τοῦ ποσοῦ οὐ ποσά· καὶ ἡ ἀρχὴ οὖν τοῦ χρόνου οὐκ ἔστι χρόνος· p. 430b10 οὔκουν ἔστιν εἰπεῖν ἐν τῶ ἡμίσει τί ἐνόει ἑκατέρῳ. Τοῦτο πάλιν τοῦ ἄνω ἐστὶ κατασκευαστικόν, ὅτι εἰ καθὸ διαιρετός ἐστιν ὁ χρόνος ἐνοοῦμεν, καὶ οὐ καθὸ ἀδιαίρετός ἐστι, τὸ δέκα ποδῶν ξύλον, ἐν τῷ ἡμίσει τυχὸν τοῦ χρόνου τὸ ἥμισυ ἐνοοῦμεν τοῦ ξύλου, ὅ ἐστι τοὺς πέντε πόδας, καὶ ἐν τῷ ἄλλῳ ἡμίσει τοῦ χρόνου τοὺς ἄλλους πέντε πόδας, ὅπερ οὐχ οὕτω φαίνεται. τὸ γὰρ μέγεθος, φησίν, οὔκ ἔστιν ἐνεργείᾳ διαιρετόν, ἵνα εἴπῃς ὅτι ἥμισυ ἐν τῷ ἡμίσει τοῦ χρόνου ἐνόησεν, ἀλλὰ δυνάμει μόνον ἐστὶ διαιρετόν· ὁ δὲ νοῦς ὡς ἐνεργείᾳ ἀδιαίρετον αὐτὸ οἶδε. p. 430b11 Χωρὶς δὲ ἑκάτερον νοῶν τῶν ἡμίσεων. Τὸ νοῶν εἶπεν ἀντὶ τοῦ διανοούμενος καταχρησάμενος· περὶ διανοίας γάρ ἐστιν νῦν αὐτῷ ὁ λόγος. ἐπειδὴ γὰρ εἶπεν ὅτι ὁ νοῦς ἀδιαιρέτως νοεῖ, φησὶν ὅτι ἡ δὲ διάνοια διῃρημένως καὶ χωρὶς ἕκαστον οἶδε. καὶ ὅταν δὲ οἶδεν αὐτὰ ἡνωμένα καὶ ἅμα, οὕτως οἶδεν αὐτὰ ὡς μήκη ἐκ δύο τινῶν συντιθέμενα, ὃ εἶπεν ἐξ ἀμφοῖν, καὶ ἐν χρόνῳ οἶδεν αὐτὰ τῷ ἐπ’ ἀμφοῖν, τουτέστι διῃρημένως, καὶ οὐκέτι ὡς μῆκος, ἀλλ’ ὡς διάφορα μήκη. τοῦτο γάρ ἐστιν ὃ λέγει οἱονεὶ μήκη. καὶ καλῶς πρόσκειται τὸ οἱονεὶ μήκη· ἓν γὰρ μόνον ὑπέκειτο μέγεθος, ὅπερ εἰ κτὰ διαφόρους χρόνους νοεῖ ὁ νοῦς, μεγέθη ἔσονται τὸ ἐνεργείᾳ ὂν ἓν μέγεθος, ὅπερ ἐστὶν ἄτοπον. p. 430b14 Τὸ δὲ μὴ κατὰ ποσὸν ἀδιαίρετον ἀλλὰ τῷ εἴδει. To τρίτον ἐστὶ σημαινόμενον τοῦ ἀδιαιρέτου, ὡσεὶ ἔλεγεν ὅτι καὶ τὸ συνεχὲς μὲν οὐδὲν κωλύει νοεῖν ὡς ἀδιαίρετον, διότι ἐστὶν ἐν αὐτῷ τι ἀδιαίρετον, τὸ δὲ ὂν τῷ εἴδει ἓν καὶ ἀδιαίρετον ὁμολογουμένως ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἐν ἀδιαιρέτῳ τῆς ψυχῆς δυνάμει γινώσκεται. τίς δέ ἐστιν ἡ ἀδιαίρετος τῆς ψυχῆς δύναμις; ἢ δῆλον ὅτι ὁ νοῦς. p. 430b16 Κατὰ συμβεβηκὸς δὲ καὶ οὐχ ᾗ ἐκεῖνα διαιρετά, ᾧ νοεῖ καὶ ἐν ᾧ χρόνῳ. | Τὸ ἔνυλον εἶδος, φησίν, ὁ νοῦς νοεῖ ἀδιαίρετον κατὰ συμβεβηκός· καθ’ ἑαυτὸ γὰρ τὸ ἔνυλον εἶδος διαιρετόν ἐστι, καθὸ καὶ μετ’ ἐκτάσεως τινος θεωροῦμεν τὴν ἐπ’ ἄπειρον γινομένην διαίρεσιν τοῦ συνεχοῦς. κατὰ συμβεβηκὸς δὲ λέγονται ἔχειν τὸ ἀδιαίρετον, διότι ἔξωθεν αὐτοῖς ἡ ἕνωσις ἐπεγένετο. τοῦτο οὖν ἐστιν ὃ λέγει, ὅτι οὐχ ἡ (ἀντὶ τοῦ οὐ καθάπερ) ἐκεῖνα τὰ ἔνυλα εἴδη διαιρετά ἐστιν, οὐχ οὕτως αὐτὰ νοεῖ ὁ νοῦς, ἀλλὰ κἄν ὦσι διαιρετά, ὁ νοῦς ἀδιαιρέτως αὐτὰ νοεῖ, διότι τῷ ἀδιαιρέτῳ ἡ ψυχὴ ἑαυτῆς μέρει νοεῖ αὐτά ἔστι δὲ τὸ ἀδιαίρετον μέρος τῆς ψυχῆς ὁ νοῦς) καὶ ἐν ἀδιαιρέτῳ χρόνῳ. ἐξήγησαι δὲ καὶ οὕτως ὅτι τὰ μήκη καὶ τὰς μορφὰς ὁ νοῦς γινώσκει ἐν ἀδιαιρέτῳ χρόνῳ καὶ ἐν ἀδιαιρέτῳ τῆς ψυχῆς δυνάμει κατὰ συμβεβηκός, διότι οὐδ’ ἐκεῖνα καθ’ αὑτό εἰσιν ἀδιαίρετα, ἀλλὰ κατὰ συμβεβηκὸς τὴν ἕνωσιν ἔχουσιν. τί οὖν; ἔστι τι ὅπερ νοεῖ ὁ νοῦς ἀδιαίρετον κατὰ συμβεβηκός ; καὶ λέγομεν ὅτι αὐτὸς μὲν ἐκ φύσεως ἔχει τὸ ἀδιαιρέτως νοεῖν, κατὰ δὲ συμβεβηκὸς νοεῖ ἀδιαίρετον, διότι ἐκείνοις τοῖς νοητοῖς συνέβη κατὰ συμβεβηκὸς εἶναι ἀδιαιρέτοις. τινὲς δέ φασιν αὐτὸν ψυχὴν λέγειν τὴν φαντασίαν. καὶ τί βούλεται εἰπεῖν; ὅτι κεχρημένος τῇ φαντασίᾳ ὁ νοῦς γινώσκει τὸ ἔνυλον εἶδος· κέχρηται δέ, φησίν, τῷ ἀδιαιρέτῳ μέρει τῆς φαντασίας· ἔχει γὰρ ἀδιαίρετον μέρος, ὡς δηλοῖ τὸ μὴ ἀφανίζεσθαι ἐν αὐτῇ τοὺς πρώτους τύπους ἐκ τῶν δευτέρων. κατὰ συμβεβηκὸς δέ, φησί, διαιρεῖται καὶ ἡ φαντασία τῷ ἐν ὑποκειμένῳ εἶναι διαιρετῷ· καὶ τὸ εἶδος γὰρ ταύτῃ διαιρετόν. ᾧ οὖν, φησίν, ὀργάνῳ κεχρημένος ὁ νοῦς νοεῖ, οἷον τῇ φαντασίᾳ, κατὰ συμβεβηκός ἐστιν αὐτὴ διαιρετὴ καὶ οὐχ ᾗ φαντασία. καὶ ἐν τῷ χρόνῳ δὲ ἐν ᾧ νοεῖ ὁ νοῦς, ἀδιαίρετός ἐστι· πάλιν δὲ χρόνον τὸ νῦν εἶπεν. ἔστι δὲ διαιρετὸν τὸ νῦν καὶ αὐτὸ κατὰ συμβεβηκός, τῷ ἐν χρόνῳ εἶναι διαιρετῷ. ὡς ἔστιν οὖν συνάξαι, τοῦτο λέγει ὅτι εἰ καὶ κατὰ συμβεβηκὸς διαιρεῖται φαντασία καὶ ὁ νῦν χρόνος, ἀλλ’ οὖν ὡς ἀδιαίρετα λαμβάνων ταῦτα καὶ ὡς ἓν ὁ νοῦς νοεῖ τὸ ἔνυλον εἶδος. μήποτε δὲ ἔστιν εἰπεῖν ὅτι καὶ κοινωνίαν ἠθέλησεν εἰπεῖν φαντασίας καὶ ἐνύλου εἴδους, τὸ εἶναι ἀμφότερα κατὰ συμβεβηκὸς διαιρετά. ἔνεστι γὰρ κἀν τούτοις τι ἀδιαίρετον, ἀλλ’ ἴσως οὐ χωριστόν. ἔστι, φησί, καὶ ἐν τῷ χρόνῳ ἀδιαίρετον τὸ νῦν (παλιν δὲ κατακέχρηται), ἀλλὰ καὶ ἐν τῇ φαντασίᾳ ἐστὶν ἀδιαίρετον, ᾧ κέχρηται ὁ νοῦς. διὰ τί δὲ εἶπεν ἴσως καὶ ἀμφέβαλεν; οὐχ ώμολόγηται ὅτι ἡ φαντασία οὐκ ἔστι χωριστὴ ἀλλὰ φθαρτή; μήποτε οὖν ἔστιν εἰπεῖν, ἐπειδὴ νοῦν αὐτὴν ἐκάλεσε παθητικὸν καὶ συνεργεῖν τῷ νῷ, διὰ τοῦτο οὐκ ἐδυνήθη αὐτὴν εἰπεῖν ἀχώριστον ὡς νοῦν· διὸ ἀμφέβαλεν. εἶτα ἐπειδὴ εἶπεν † ὅτι οὐκ ἔστι χωριστή φησιν ὅτι οὐκ ἔστι χωριστή, ᾧπερ χωριστῷ πάντα ὡς ἓν νοεῖται καὶ μῆκος καὶ χρόνος· τοῦτο γὰρ τὸ χωριστὸν ἐν ἅπαντι τῷ μήκει ἢ τῷ χρόνῳ ἣ τῷ συνεχεῖ ὡς ἐν ἑνί ἐστιν. ὁ νοῦς ὡς χωριστὸς πάντα ὡς ἓν οἶδεν. p. 430b19 Καὶ τοῦτο ὁμοίως ἐν ἅπαντί ἐστι τῷ συνεχεῖ. Τοῦτο ποῖον; ἀντὶ τοὐ τὸ εἶδος τὸ ἀμερὲς καὶ ἀχώριστον ἐν ὅλῳ ἐστὶ τῷ χρόνῳ καὶ τῷ μήκει. p. 430b20 Ἡ δὲ στιγμὴ καὶ πᾶσα διαίρεσις. Ἐντεῦθεν ἄλλο ἐστὶ σημαινόμενον τοῦ ἀδιαιρέτου, τὸ ἐν ποσῷ ἀδιαίρετον, ταὐτὸν δὲ εἰπεῖν περὶ τῶν πάντῃ ἀδιαιρέτων. ἀλλ’ ἐπειδὴ τῶν πάντῃ ἀδιαιρέτων τὰ μὲν κατὰ στέρησιν γινώσκεται, τὰ δὲ καθ’ αὑτά, πρῶτον περὶ τῶν κατὰ στέρησιν λέγει ὡς γνωριμωτέρων ἡμῖν ὄντων, οἷον, φησί, στιγμή· αὕτη γάρ, ὡς ἐν τῇ θεωρίᾳ εἴρηται, τῇ ἀποφάσει τοῦ συνεχοῦς γινώσκεται. καὶ μετὰ τὴν στιγμὴν ἐπάγει και το ουτως αοιαι· ρετον, ἵνα εἴπῃ γραμμὴν καὶ ἐπιφάνειαν· ταῦτα γὰρ ἑτέρων ἐστὶ πέρατα. καὶ ἴσως ἔστιν εἰπεῖν ‘τί οὖν; ἡ γραμμὴ καὶ τὸ ἐπίπεδον ἀδιαίρετά ἐστι; καὶ λέγομεν ὅτι, καθὸ μὲν ἑτέρων εἰσὶ πέραια, ἀδιαίρετά εἰσιν· ὅλως δὲ τούτων ἐμνήσθη, ὅτι οὐ μόνον ἡ στιγμὴ διαίρεσίς ἐστι γραμμῆς, ἀλλ’ ὅτι καὶ γραμμὴ διαίρεσίς ἐστιν ἐπιφανείας καὶ ἡ ἐπιφάνεια στερεοῦ. p. 4301)20 Καὶ τὸ οὕτως ἀδιαίρετον δηλοῦται ὥσπερ ἡ στέρησις· Καὶ τὸ οὕτω, φησίν, ἀδιαίρετον, τουτέστι ὥσπερ δὲ] ἡ στιγμή, οὕτω καὶ αὐτὸ δηλοῦται κατὰ στέρησιν. τοῦτο δὲ εἶπε διὰ τὰ ἀσώματα καὶ τὸ θεῖον, ἅτινα οὐ στερήσει γινώσκονται. στερήσει γὰρ βάθους ἡ ἐπιφάνεια γνωρίζεται, ἡ δὲ γραμμὴ γινώσκεται τῇ στερήσει τοῦ βάθους καὶ τοῦ πλάτους, ἡ δὲ στιγμὴ τῇ στερήσει βάθους, πλάτους, μήκους. ταῦτα δὲ διαιρέσεις ἐκάλεσεν εἰκότως· ἡ γὰρ στιγμὴ τὴν γραμμὴν διαιρεῖ, καὶ ἡ γραμμὴ τὴν ἐπιφάνειαν, καὶ ἡ ἐπιφάνεια τὸ σῶμα· καθ’ ἑαυτὰ δὲ ἀδιαίρετά εἰσιν. p. 430b22 Πῶς τὸ κακὸν γνωρίζει ἢ τὸ μέλαν. Ὅτι τὸ κακὸν στέρησίς ἐστι καλοῦ ὡμολόγηται· ὅτι δὲ τὸ μέλαν τοῦ λευκοῦ στέρησίς ἐστι ψεῦδος· εἰσπεποίηται γὰρ τὸ μέλαν, ὡς εἴπομεν. μήποτε οὖν ἀντὶ σκότους εἶπε τὸ μέλαν, ἵνα ᾖ στέρησις τοῦ λευκοῦ τὸ σκότος, λευκὸν δὲ ἵνα νοήσῃς τὸ φῶς· τούτου γὰρ στέρησις τὸ σκότος. p. 430b23 Δεῖ δὲ δυνάμει εἶναι τὸ γνωρίζον καὶ ἐνεῖναι ἐν αὐτῷ· Ἐνεῖναι λέγει ἀντὶ τοῦ ἐνυπάρχειν. νυνὶ δὲ ζητεῖ πῶς δεῖ νοεῖν τὸ θεῖον, καὶ προλαμβάνει δύο τινά, πρῶτον μὲν ὅτι δεῖ τὸ νοοῦν δυνάμει εἶναι ὡς τὸ νοούμενον· δυνάμει δὲ λέγει κατ’ ἐπιτηδειότητα· οὐ γὰρ βούλεται Ἀριστοτέλης εἶναι λόγους ἐν τῇ ψυχῇ τῶν πραγμάτων. ὥσπερ οὖν, φησί, δυνάμει ἐστὶ τὸ νοούμενον, I οὕτω δεῖ εἶναι καὶ τὸ νοοῦν· δεῖ γὰρ τὸ γνωρίζον οὕτως ἐξομοιοῦσθαι τῷ γνωριζομένῳ καὶ ὁμοιοῦσθαι αὐτῷ καὶ δυνάμει αὐτὸ εἶναι· καὶ πάλιν τὸ γνωριζόμενον ἐνυπάρχειν αὐτῷ τῷ γνωρίζοντι, ὅταν γνωρίζῃ αὐτό, ὅπερ ἐστὶ δεύτερον. καὶ ὅτε οὕτω ταῦτα ἔχει τὸ νοοῦν, τὸ θεῖον γινώσκει κατὰ τὰ εἰρημένα πέντε. καὶ λέγει αὐτὰ πλὴν τοῦ ὡς αἰτίου· εἶπε δὲ αὐτὸ μηδὲν ἔχειν ἐναντίον, ὡς μηδε- μίαν ἔχοντος αὐτοῦ σύζευξιν μετά τινος ἢ ὅλως ἀντίθεσιν διὰ τὸ ἐπαναβεβηκέναι αὐτό. ὅτι δὲ καὶ ἐνεργείᾳ ἐστί, δῆλον, ὅτι καὶ αὐτὸ ἑαυτὸ γινώσκει. τὸ δὲ χωριστόν, ὡς Πλούταρχός φησι, μὴ μόνον νόει μοι τῆς ὕλης τῶν σωμάτων, ἀλλὰ καὶ τῶν ψυχικῶν δυνάμεων, ὧν ὀφείλων εἰπεῖν κεχωρισμένον εἶπε χωριστόν· τὸ θεῖον γὰρ κεχώρισται. ὥστε κατὰ τὸν λόγον Ἀριστοτέλους ᾧτινι πράγματι αἰτίῳ ὄντι ἐναντίον οὐκ ἔστιν, ἐκεῖνο τὸ πρᾶγμα αὐτὸ ἑαυτὸ γινώσκει καὶ ἐνεργείᾳ ἐστὶ καὶ χωριστόν ἐστι, καὶ οὐ μόνον νοῦς, ἀλλὰ καὶ εἴ τι ἕτερον εἴη τοιοῦτον. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 430b26 Ἔστι δ’ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις. Δείξας Ἀριστοτέλης ὅτι ἀίδιος ὁ νοῦς καὶ ὅτι διαφέρει αἰσθήσεως καὶ πῶς τὸ νοεῖν γίνεται, καὶ τὴν διαφορὰν τῶν νοητῶν, οὐ πρότερον ἀπαλλάττεται τοῦ νοῦ, πρὶν ἃν εἴπῃ ὁλοτελῶς αὐτοῦ τὴν διάκρισιν διακρίνει τριττῶς τὸν νοῦν, τὸν περὶ τὰ ἁπλᾶ καταγινόμενον τοῦ περὶ τὰ σύνθετα καταγινομένου, ὅ ἐστι διανοίας, τὸν δυνάμει νοῦν τοῦ ἐνεργείᾳ, τὸν πρακτικὸν νοῦν τοῦ θεωρητικοῦ. καὶ τὸ μὲν πρῶτον μιᾷ διακρίσει διακρίνει, τὸ δὲ δεύτερον δύο, καὶ τὸ τρίτον τρισίν. διαφέρει τοίνυν, φησίν, ὁ περὶ τὰ ἀπλᾶ καταγινόμενος νοῦς τοῦ περὶ τὰ σύνθετα καταγινομένου, τουτέστι διανοίας (αὕτη γὰρ περὶ τὰ σύνθετα καταγίνεται), ὅτι ὁ μὲν νοῦς ἀεὶ ἀληθεύει, ἡ δὲ διάνοια καὶ ἀληθεύει καὶ ψεύδεται, καὶ οὐδὲ ἔοικε τὸ ἀληθὲς τῆς διανοίας τῷ ἀληθεῖ τοῦ νοῦ· τὸ μὲν γὰρ τοῦ νοῦ ὑπαρκτικόν ἐστιν ἀληθές, τὸ δὲ τῆς διανοίας ἐν συνθέσει ἔστι τινὸς κατά τι. καὶ ἔοικεν ὁ μὲν νοῦς αἰσθήσει περὶ τὰ οἰκεῖα αἰσθητὰ καταγινομένῃ, ἥτις ἀεὶ ἀληθεύει, ἡ δὲ διάνοια ἔοικεν αἰσθήσει τῇ περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητὰ καταγινομένῃ· αὕτη γὰρ ποτὲ μὲν ψεύδεται ποτὲ δὲ ἀληθεύει καὶ ἐν συνθέσει ἐστίν· ἄλλο γὰρ ἐξ ἄλλου γινώσκει, οἷον ἀπὸ λευκοῦ ὅτι ἄνθρωπος. τὰ οὖν ἁπλᾶ νοήματα ὡς ἀναλογοῦντα ἰδιοπραγούσῃ αἰσθήσει τῇ ἀεὶ ἀληθευούσῃ ἀεὶ ἀληθεύουσιν, τὰ δὲ σύνθετα νοήματα ὡς ἀναλογοῦντα αἰσθήσει ἀλλοτριοπραγούσῃ ποτὲ μὲν ἀληθευούσῃ, ποτὲ δὲ ψευδομένῃ διὰ τοῦτο καὶ αὐτὰ ποτὲ μὲν ἀληθεύουσι ποτὲ δὲ ψεύδονται. οὕτω μὲν οὖν διακρίνει τὸν περὶ τὰ ἀπλᾶ καταγινόμενον νοῦν τοῦ περὶ τὰ σύνθετα καταγινομένου. εἶτα λοιπὸν διακρίνει τὸν δυνάμει νοῦν τοῦ ἐνεργείᾳ, πρῶτον μὲν ὅτι ὁ μὲν ἐνεργείᾳ νοῦς αὐτὰ τὰ πράγματά ἐστιν, ὁ δὲ δυνάμει οὐκ ἔστι τὰ πράγματα, εἰ μὴ νοήσῃ αὐτά, δεύτερον δὲ ὅτι ὁ μὲν δυνάμει νοῦς ἐν τῷ ἑνὶ χρόνῳ προτερεύει τοῦ ἐνεργείᾳ, ἐν δὲ τῷ ὅλῳ οὐ προτερεύει· ἔστι γὰρ ἀεὶ καὶ ἐνεργείᾳ καὶ δυνάμει· δεῖ γὰρ εἶναι τὸ ἐνεργείᾳ ἀεί, ἵνα ἀνάγῃ τὸ δυνάμει εἰς τὸ ἐνεργεία. οὕτω καὶ τοῦτο διακρίνας διακρίνει καὶ τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ καὶ λέγει πρώτην διάκρισιν ταύτην, ὅτι ὁ μὲν πρακτικὸς νοῦς ἀεὶ περὶ μερικὰ καταγίνεται, ὁ δὲ θεωρητικὸς καὶ περὶ καθόλου. δευτέραν λέγει διάκρισιν· ὁ μὲν πρακτικὸς ἀεὶ φαντασίᾳ κέχρηται, ὁ δὲ θεωρητικὸς οὐκ ἀεί. τρίτη διάκρισις τὸ εἶναι ἐν μὲν τῷ θεωρητικῷ τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ἐν δὲ τῷ πρακτικῷ τὸ ἀγαθὸν καὶ κακόν. καὶ μᾶλλον αὕτη ἡ διάκρισις λρείττων· ἡ γὰρ δευτέρα οὐ πάνυ ἔχει τὸ ἀναγκαῖον· καὶ ὁ θεωρητικὸς γὰρ νοῦς ἀεὶ φαντασίᾳ κέχρηται. ἰστέον δὲ ὅτι οὐχ ἕτερός ἐστιν ὁ θεωρητικὸς νους παρα τὸν πρακτικὸν τῳ ὑποκειμενῳ. ὡσπερ γὰρ ουκ εστιν ετερος ὁ δυνάμει νοῦς παρὰ τὸν ἐνεργείᾳ τῷ ὑποκειμένῳ ὁ αὐτὸς γάρ ἐστιν), ἀλλὰ μόνον τῷ χρόνῳ διαφέρει, οὕτω καὶ ὁ πρακτικὸς νοῦς ἔχει πρὸς τὸν θεωρητικόν · τῷ μὲν γὰρ ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῇ δὲ σχέσει διάφορος. ἀναλογεῖ μὲν γὰρ ὁ θεωρητικὸς ὄψει μόνον τὰ εἴδη κρινούσῃ τῶν χρωμάτων καὶ γινωσκούσῃ ὅτι τόδε μὲν λευκόν ἐστι, τόδε δὲ μέλαν · ὁ δὲ πρακτικὸς νοῦς ἀναλογεῖ ὄψει μὴ μόνον γινωσκούσῃ τὰ εἴδη τῶν χρωμάτων, ἀλλὰ καὶ σφετεριζομένῃ μὲν τὸ ἡδύ, ἀποστρεφομένῃ δὲ τὸ λυποῦν. ὥσπερ γὰρ ἡ ὄψις ἡ πρὸς τῷ λευκῷ καὶ μέλανι καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν γινώσκουσα, οὕτω καὶ ὁ πρακτικὸς νοῦς οὐ μόνον τὸ ἀληθὲς καὶ τὸ ψεῦδος οἶδεν, ἀλλὰ καὶ τὸ ἀγαθὸν καὶ κακόν, καὶ ἀναλογεῖ τὸ μὲν ἐν ὄψει ἡδὺ τῷ ἀγαθῷ, τὸ δὲ ἐν ὄψει λυπηρὸν τῷ κακῷ. πολλάκις δὲ ὁ νοῦς τὸ λυπηρὸν ἀντὶ τοῦ ἡδέος αἱρεῖται, διὰ τὸ εἶναι τὸ λυπηρὸν ἀγαθόν, τὸ δὲ ἡδύ ποτε καὶ κακόν. ὥστε αὕτη ἐστὶν ἡ διαφορά, ὅτι ὁ μὲν θεωρητικὸς νοῦς ἄνευ ὀρέξεως ἐνεργεῖ, τὴν ἀλήθειαν μόνην καὶ τὸ ψεῦδος γινώσκων, ὁ δὲ πρακτικὸς νοῦς μετὰ ὀρέξεως ἐνεργεῖ, τῷ εἰδέναι ποῖον μέν ἐστίν ἀγαθόν, ποῖον δὲ κακόν. μέχρι τούτων προαγαγὼν τὴν διάκρισιν τοῦ θεωρητικοῦ νοῦ πρὸς τὸν πρακτικόν, καὶ ἑτέραν ἡμῖν διάκρισιν παραδίδωσι τοῦ νοῦ πρὸς τὴν αἴσθησιν. ἐπειδὴ γὰρ καὶ ἐν τῇ διακρίσει τοῦ νοῦ πρὸς τὴν διάνοιαν καὶ πάλιν ἐν τῇ διακρίσει τοῦ θεωἀλλὰ ρητικοῦ νοῦ πρὸς τὸν πρακτικὸν νοῦν τῇ αἰσθήσει ἀπείκασεν, ἵνα μή τις νομίσῃ ὅτι κατὰ πάντα ἔοικεν ὁ νοῦς τῇ αἰσθήσει, διὰ τοῦτο νῦν διάκρισιν νοῦ πρὸς αἴσθησιν παραδίδωσι καί φησιν ὅτι ἡ κατὰ μέρος αἴσθησις, οἷον ἡ ὄψις, οἶδε τὸ λευκὸν καὶ τὸ μέλαν, καὶ κοινὸν καταγώγιόν ἐστι λευκοῦ καὶ μέλανος ἡ ὄψις, λευκοῦ δὲ καὶ γλυκέος ἡ κοινὴ αἴσθησις κοινόν ἐστι καταγώγιον· τὴν <γὰρ> διαφορὰν ἣν ἔχει τὸ λευκὸν πρὸς τὸ οὐκ οἶδεν ἡ ὄψις, ἀλλ’ ἡ κοινὴ αἴσθησις. ὥσπερ οὖν ἀποπεράτωσίς ἐστι τῶν κατὰ | μέρος αἰσθήσεων ἡ κοινὴ αἴσθησις, οὕτω καὶ τῶν θεωρητικῶν νοητῶν ἐστι κοινὸν καταγώγιον ἡ νοερὰ γνῶσις, καὶ τῶν πρακτικῶν, οἷον ἀγαθοῦ καὶ κακοῦ, ἡ νοερὰ πρᾶξις· ἀμφοτέρων δέ, καὶ τῶν θεωρητικῶν καὶ τῶν πρακτικῶν, ὁ νοῦς ἐστι καταγώγιον. καὶ τὴν μὲν νοερὰν γνῶσιν ὁ Πλάτων προσεκτικὸν ἔλεγε, τὴν δὲ νοερὰν πρᾶξιν συνειδός. ἔλεγε δὲ ταῦτα τῷ ὑποκειμένῳ τὰ αὐτὰ εἶναι· καὶ ὁ γινώσκων γὰρ πράττει· συνέζευκται γὰρ τῇ γνώσει ἡ ζωή, καὶ ἕν ἐστι τὸ λέγον ‘ἐγὼ ἐνόησα καὶ ἐτράφην’. εἰ γὰρ μὴ τοῦτο οὕτως ἔχει, εὔλογόν ἐστιν εἰπεῖν, ὡς σὺ μὲν τοῦδε, ἐγὼ δὲ τοῦδε αἰσθοίμην. διαφέρει δὲ ταῦτα τῷ λόγῳ τῷ τὸν μὲν πράττειν τὸν δὲ γινώσκειν. καὶ Ἀριστοτέλης δὲ οὕτω δοξάζει. καὶ κατ αὐτὰ δὲ τὰ ὑποκείμενα κοινωνοῦσι· τὸ γὰρ ἀγαθὸν καὶ ἀληθές, τὸ δὲ κακὸν ψευδές· πλὴν διαφέρουσιν, ἐπειδὴ τὸ ἀγαθὸν πρός τι λέγεται (ὃ γὰρ πρὸς τὴν ψυχὴν ἀγαθὸν ἐν ἀρεταῖς, τοῦτο κακὸν τῷ σώματι), τὸ δὲ ἀληθὲς οὐ πρός τι λέγεται, ἀλλ’ ἀεὶ τὸ αὐτὸ ἀληθὲς καὶ καλόν. οὐ γὰρ δεκτέον Πλάτωνα λέγοντα, ὅτι τὸ ὁμολογῆσαι τῷ μαινομένῳ τὴν παρακαταθήκην τοῦ ξίφους ἀληθὲς μὲν κακὸν δέ· τὸ γὰρ ἀληθὲς κατὰ τὸν Ἀριστοτέλην ᾗ ἀληθὲς ἀεὶ καλόν. ἰστέον δὲ ὅτι, εἰ καὶ εἴπομεν ὁμοίαν εἶναι τὴν κοινὴν αἴσθησιν τῷ νῷ, ἐπειδὴ ὥσπερ ἡ κοινὴ αἴσθησις ἀποπεράτωσίς ἐστι πασῶν τῶν κατὰ μέρος αἰσθήσεων, οὕτω καὶ πάντων τῶν νοητῶν ἀποπεράτωσίς ἐστιν ὁ νοῦς καὶ τῶν διανοητῶν καὶ τῶν δοξαστῶν, ἀλλ οὖν ἐστί τις διαφορά. ἐπὶ γὰρ τῶν αἰσθήσεων ἄλλη τίς ἐστιν ἡ κοινὴ αἴσθησις παρὰ τὰς πέντε αἰσθήσεις, ἐπὶ δὲ τῶν νοητῶν οὐκ ἔστιν ἕτερόν τι τὸ γινῶσκον παρὰ τὰ τρία, ἀλλ’ ἓν τῶν τριῶν ἐστι τὸ γινῶσκον τὴν διαφοράν. ὁ γὰρ νοῦς, μέρος ὢν τῶν τριῶν, δόξης τέ φημι καὶ διανοίας καὶ νοῦ, αὐτὸς οἶδε τὴν διαφορὰν τῶν νοητῶν πρὸς τὰ διανοητὰ καὶ τῶν διανοητῶν πρὸς τὰ δοξαστά. αὕτη οὖν ἐστιν ἡ διαφορὰ τοὐ νοῦ πρὸς τὴν κοινὴν αἴσθησιν. ἰστέον δὲ ὅτι, ὥσπερ ἡ κοινὴ αἴσθησις οὐ μόνον ἃ γινώσκουσιν αἱ κατὰ μέρος αἰσθήσεις οἶδεν, ἀλλὰ καὶ ἄλλα παρὰ ταῦτα (οἶδεν γὰρ ἡ κοινὴ αἴσθησις τὴν διαφορὰν τῶν αἰσθητῶν τῶν ὑποπιπτόντων τῇ αἰσθήσει, τῶν αἰσθήσεων, ὡς ἤδη εἴπομεν, τοῦτο μὴ ἐπισταμένων · αἱ γὰρ κατὰ μέρος αἰσθήσεις μόνον γλυκὺ καὶ λευκὸν γινώσκουσιν, ἡ δὲ κοινὴ αἴσθησις οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὴν διαφορὰν αὐτῶν) οὕτως οὖν καὶ ὁ νοῦς οὐ μόνον τὰ νοητὰ καὶ διανοητὰ καὶ δοξαστὰ οἶδεν, ἀλλὰ καὶ τὴν διαφορὰν αὐτῶν. ἃ γὰρ τὰ χείρω γινώσκει, καὶ τὰ κρείττω ἐπίσταται· ἅ δὲ τὰ κρείττονα οἶδεν, οὐκ ἐπίσταται τὰ χείρονα. τὴν γοῦν διαφορὰν διανοητῶν καὶ νοητῶν ἢ διανοητῶν καὶ δοξαστῶν οὐκ οἶδεν οὔτε διάνοια οὔτε δόξα· νοῦς δὲ αὐτὴν οἶδεν ὡς κρείττων ὢν ἀμφοτέρων, τῆς τε διανοίας καὶ τῆς δόξης. ἔστιν οὖν ἀναλογία τοιαύτη· ὡς μέλαν πρὸς ἴδιον νόημα, οὕτω καὶ λευκὸν πρὸς ἴδιον νόημα, καὶ ἐναλλὰξ ὡς μέλαν πρὸς λευκόν, οὕτω νόημα λευκὸν πρὸς νόημα μέλαν. ἐν οἷς ἡ θεωρία σὺν θεῷ πληροῦται. Ἔστι δὲ ἡ μὲν φάσις τι κατά τινος, ὥσπερ ἡ κατάφασις. τί βούλεται εἰπεῖν; ὅτι διαφέρει ὁ περὶ τὰ ἁπλᾶ καταγινόμενος νοῦς τοῦ περὶ τὰ σύνθετα καταγινομένου· περὶ γὰρ τὴν ἐνδιάθετον, φησί, κατάφασιν καταγίνεται· αὕτη γὰρ οἱονεὶ ἁπλῆ ἐστιν ἐν τῇ διαθέσει καὶ ἀληθεύει ἀεί· ὁ δὲ περὶ τὰ σύνθετα καταγινόμενος νοῦς ἐν τῇ κατὰ προφορὰν καταφάσει καταγίνεται, ἥτις ἔχει καὶ ἀληθὲς καὶ ψεῦδος καὶ ἐν συνθέσει ἐστὶ διὰ τὴν προφοράν. τὸ οὖν λέγειν αὐτὸν ἀληθῆ ἢ ψευδῆ κατὰ πάσης λαβὲ τῆς κατὰ προφορὰν καταφάσεως, οὐ τῆς ἐνδιαθέτου. οὐ γὰρ πᾶς νοῦς ψεύδεται, ἀντὶ τοῦ ἀληθεύει ἢ ψεύδεται· ὁ γὰρ τῶν ἁπλῶν νοημάτων νοῦς ἀληθεύει μόνον, οὐ μὴν καὶ ψεύδεται, ὥστε οὐ πᾶς νοῦς ἀληθεύει ἢ ψεύδεται * * διὰ τὸν πρακτικόν φησιν εἰρῆσθαι. ὁ γὰρ θεωρητικὸς τῶν ἁπλῶν καὶ καθαρῶν νοημάτων ἀντιλαμβανόμενος οὐ ψεύδεται, ὁ δὲ πρακτικὸς ἐπειδὴ συντίθησιν ἑαυτῷ καὶ ἀλλήλοις τὰ ἔνυλα εἴδη, ἐν τούτῳ, φησί, διανοεῖται καὶ διὰ τοῦτο ψεύδεται· ὥστε πάλιν διὰ τὴν διάνοιαν τὸ ψεῦδος παρακολουθεῖ. p. 430b28 Ἀλλ’ ὁ τοῦ τί ἐστι κατὰ τὸ τί ἦν εἶναι ἀληθής, καὶ οὐ τὶ κατά τινος. Ὡσεὶ ἔλεγεν ὅτι ἐκεῖνος μόνος ἀληθεύει ὁ νοῦς ὁ κατὰ τὸ τί ἐστι καὶ ὁ κατὰ τὸ τί ἦν εἶναι. τὸ μὲν οὖν τί ἐστι τὴν οὐσίαν δηλοῖ, τὸ δὲ τί ἦν εἶναι τὸ εἶδος· ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, ὅτι ἐκεῖνος ἀληθεύει ὁ νοῦς ὁ τῆς οὐσίας τῆς κατὰ τὸ εἶδος ἀντιλαμβανόμενος, τουτέστιν ὁ τοῦ εἴδους αὐτοῦ καθ’ αὑτὸ ἀντιλαμβανόμενος. οὗτος δέ ἐστιν ὁ θεωρητικός, ὅστις καὶ ἀεὶ ἀληθεύει καὶ οὐκ ἔστι τι κατά τινος, τουτέστιν οὐ περὶ σύνθετα καταγίνεται. τὸ γὰρ περὶ σύνθετα καταγίνεσθαι οὐκ ἔστι τοῦ κυρίως νοῦ, ἀλλὰ τῆς διανοίας. μὴ νόμιζε δὲ ὅτι ὁ νοῦς τῇ διανοίᾳ τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι, τῷ δὲ λόγῳ διάφορος, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ· καὶ τῷ ὑποκειμένῳ γὰρ διάφορος ὁ νοῦς τῆς διανοίας. p. 430b29 Ἀλλ’ ὥσπερ τὸ ὁρᾶν τοῦ ἰδίου ἀληθές, εἰ δὲ ἄνθρωπος τὸ λευκὸν ἢ μή, οὐκ ἀληθὲς ἀεί. Τί ἐστι τὸ ὁρᾶν τοὐ ἰδίου; ἀντὶ τοῦ ὁρᾶν τὸ ἴδιον καὶ ἰδιοπραγεῖν, οἷον τὸ ὁρᾶν τὸ λευκὸν καὶ μόνον, μηκέτι δὲ καὶ τὴν οὐσίαν ᾗτινι τὸ λευκὸν τοῦτο ὑπάρχει· τοῦτο γὰρ οὐκ ἀληθὲς ἀεί. ψεύδεται γὰρ ἔστιν ὅτε ἡ αἴσθησις περὶ τὰ κατὰ συμβεβηκὸς αἰσθητά, ὥσπερ καὶ ἄνω ἐλέγετο. p. 430 b 30 Οὕτως ἔχει ὅσα ἄνευ τῇς ὕλης. Τί φησιν; ὅτι ὥσπερ ἡ αἴσθησις ἔχει πρὸς τὰ οἰκεῖα αἰσθητὰ καὶ οὐκ οἰκεῖα, οὕτω καὶ τὰ ἄνευ ὕλης ἔχει πρὸς τὰ νοητά· ἄνευ δὲ ὕλης λέγει διάνοιαν καὶ νοῦν· ἄυλοι γὰρ δυνάμεις αὗται. καὶ τὰ διανοητὰ καὶ νοητὰ πάλιν ἄυλα πράγματα· καὶ τὰ μὲν νοητά, ἅτινα καὶ ἁπλᾶ λέγει, τῇ ὄψει, φησίν, ἀναλογεῖ τῇ τὸ ἴδιον ὁρώσῃ· | τὰ δὲ διανοητά, ἅπερ καὶ σύνθετα καλεῖ, τῇ ὄψει λέγει ἀναλογεῖν τῇ ἀλλοτριοπραγούσῃ καὶ μὴ μόνον ὅτι λευκὸν θελούσῃ γινώσκειν, ἀλλ’ ὅτι καὶ λευκὸς ἄνθρωπος ἢ ἵππος. p. 431a1 Τὸ αὐτὸ δ’ ἐστὶν ἡ κατ’ ἐνέργειαν ἐπιστήμη τῷ πράγματι. Πρᾶγμα λέγει τὸ ἐπιστητόν· φησὶν οὖν ὅτι ἡ ἐνεργείᾳ ἐπιστήμη ἡ αὐτή ἐστι τῷ ἐπιστητῷ. οὐ γινώσκει γὰρ ἡ ἐπιστήμη τὸ ἐπιστητόν, εἰ μὴ ἐξομοιωθῇ αὐτῷ καὶ γένοιτο οἷον αὐτό. τοῦτο δὲ οὐ μάτην παρεντέθειται, ἀλλ’ ἐπειδὴ περὶ νοητῶν ἐστιν ὁ λόγος, τὰ δὲ νοητὰ διὰ μέσης ἐπιστήμης ἐνεργείᾳ νοητὰ γίνεται καὶ γινώσκεται τῷ νῷ, διὰ τοῦτο μνείαν ἐπιστήμης ἐποιήσατο φήσας ὅτι ἡ ἐπιστήμη ἡ ἐνεργείᾳ οὖσα ὁμοία ἐστὶ τῷ ἐπιστητῷ. ἡ δὲ κατὰ δύναμιν ἐπιστήμη προτέρα ἐστὶ τῆς κατ’ ἐνέργειανδ ἐπιστήμης ἐν τῷ ἑνὶ ἀτόμῳ. p. 431a2 Ὅλως δὲ οὐδὲ χρόνῳ. Τινὰ τῶν βιβλίων ἔχουσιν ὅλως, τινὰ δὲ ἁπλῶς. τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι ὁλικῶς καὶ ἀπλῶς εἰπεῖν ἐν ὅλῳ τῷ κόσμῳ οὐκ ἔστι πρότερον τὸ δυνάμει τοῦ ἐνεργείᾳ, διότι πάντα ἐξ ἐντελεχείᾳ τινὸς ὄντος προάγεται εἰς ἐνέργειαν διὰ τοῦ δυναμένου προάγειν. τὸ δὲ ἐξ ἐντελεχείᾳ ὄντος, τινές φασιν, οὐ δεῖ πρὸς τὸν δημιουργὸν λαβεῖν, ἀλλ’ ὅτι πᾶν τὸ δυνάμει ἐν ἄλλῳ ἐστὶν ἐνεργείᾳ ὄντι ἄλλο τι, οἷον τὸ σπέρμα δυνάμει ἐστὶν ἔμβρυον, ἐνεργείᾳ δὲ σπέρμα, καὶ ὁ ἄρτος. δυνάμει ἐστὶν αἷμα, ἐνεργείᾳ δὲ ἄρτος. νομίζ·ω δὲ μὴ καλῶς λέγειν αὐτούς· οὐδὲν γὰρ μόνως ἀεὶ ἐντελέχειά ἐστιν ἐξ οὗ πάντα προάγεται, εἰ μὴ μόνος ὁ δημιουργός. ἐνταῦθα δὲ γενόμενος Ἀλέξανδρός φησιν ὅτι τετάρακται ὁ λόγος, εἴπερ καὶ ἄνω διέκρινε τὸν δυνάμει νοῦν ἀπὸ τοῦ ἐνεργείᾳ, καὶ νῦν δὲ τὸ αὐτὸ ποιεῖ. πρὸς ὅ φαμεν ὅτι διττολογεῖ μέν, οὐ τετάρακται δὲ ὁ λόγος· τοῦτο γὰρ ἐποίησε νῦν, ἵνα ἅμα εἴπῃ ὅλην τὴν διάκρισιν. p. 431a4 Φαίνεται δὲ τὸ μὲν αἰσθητὸν ἐκ δυνάμει ὄντος τοῦ αἰσθητικοῦ ἐνεργείᾳ ποιοῦν· οὐ γὰρ πάσχει οὐδ’ ἀλλοιοῦται. Τί βούλεται ἡ λέξις ἐντεῦθεν; βούλεται διακρῖναι τὸν πρακτικὸν νοῦν τοῦ θεωρητικοῦ. πρὶν δὲ ἐλθεῖν εἰς τὴν διάκρισιν, βούλεταί τι εἰπεῖν περὶ αἰσθήσεως διὰ δύο αἰτίας, ἢ ὅτι κοινωνεῖ ὁ νοῦς τῇ αἰσθήσει κατὰ τὸ ἀμέσως ἐνεργεῖν, ἢ ἐπειδὴ [εἶπε] τρυφᾷ τοῖς παραδείγμασι τῆς αἰσθήσεως ἐπὶ ταύτης τῆς διακρίσεως, διὰ τοῦτο λέγει τι περὶ αἰσθήσεως ἤδη εἰρημένον, ὅτι δυνάμει ἐστὶν ἡ αἴσθησις καθ’ ἕξιν, καὶ· οὐ κατ’ ἐπιτηδειότητα ὡς ἡ διάνοια, ὅτε οὐκ ἐνεργεῖ· ὁπηνίκα δὲ τὸ αἰσθητὸν παρῇ καὶ ἐνεργήσῃ ἡ αἴσθησις, τότε ὑπὸ τῆς τοῦ αἰσθητοῦ παρουσίας ἄγεται εἰς ἐνέργειαν. ἔρχεται δὲ εἰς τὸ ἐνεργείᾳ οὐ διὰ κινήσεως· οὐδὲν γὰρ πάσχει οὔτε ἀλλοιοῦται ἡ αἴσθησις ἀγομένη ἀπὸ τοῦ δευτέρου δυνάμει εἰς τὸ ἐνεργείᾳ. βούλεται γὰρ Ἀριστοτέλης τὸ ἀπὸ τοὐ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ ἀγόμενον μὴ ἀλλοιοῦσθαι μηδὲ πάσχειν, ὅθεν ἢ οὐκ ἔστι κίνησις ἢ ἄλλο εἶδός ἐστι κινήσεως. εἰ γάρ τις κίνησιν ἐθέλοι ταύτην λέγειν, λεγέτω ἄλλο κινήσεως εἶδος παρὰ τὰ ἐν τῇ Φυσικῇ λεχθέντα καὶ καινοτομείτω τὴν φύσιν. εἶτα καὶ κατασκευάζει ὅτι οὐκ ἔστι κίνησις ἡ ἀπὸ τοῦ δευτέρου δυνάμει εἰς τὸ δεύτερον ἐνεργείᾳ πρόοδος. φησὶ γὰρ ὅτι ἡ κίνησις τοῦ ἀτελοῦς ἐστιν ἐνέργεια (ἡ γὰρ κίνησις ἀπὸ ἀτελοῦς εἰς τέλειον φέρεται, καὶ πάσχει καὶ ἀλλοιοῦται), τὸ δὲ δεύτερον δυνάμει τέλειόν ἐστι· τῶν δὲ τελείων ἡ ἐνέργεια οὐκ ἔστι κίνησις, ἀλλ’ ἕτερόν τι παρὰ τὴν κίνησιν. οὐκ ἄρα οὖν κίνησίς ἐστιν ἡ ἀπὸ τοῦ δευτέρου δυνάμει ἀγωγὴ εἰς τὸ δεύτερον ἐνεργείᾳ, ἀλλὰ μεταβολή. p. 431a8 Τὸ μὲν οὖν αἰσθάνεσθαι ὅμοιον τῷ φάναι μόνον καὶ νοεῖν. Ἔτι διακρίνει τὸν θεωρητικὸν νοῦν τοῦ πρακτικοῦ. καί τί φησιν; ὅτι ἐὰν ὥσ·περ ἡ αἴσθησις τὸ φάναι μόνον ἔχει, τουτέστι τὸ γνῶναι μόνον τό τε νοεῖν, λέγεται θεωρητικός· εἰ δὲ ἔχει τὸ ἀνιᾶσθαι καὶ ἥδεσθαι, καταφάσκειν εἶπε καὶ διώκειν, ἐπειδὴ δεχόμεθα αὐτὸ καὶ ἐπὶ αὐτὸ ἐρχόμεθα. τὸ οὖν δέχεσθαι αὐτὸ εἶπε καταφάσκειν, τὸ δὲ ἀνιαρὸν ἀποφάσκομεν· οὐ δεχόμεθα γὰρ αὐτό, ἀλλὰ καὶ φεύγομεν. ὥσπερ δέ, φησί, τῇ κριτικῇ δυνάμει τοῦ πρακτικοῦ νοῦ κρίνεται τὸ ἀγαθὸν καὶ κακόν. μὴ οὖν πάντα ἐπὶ τοῦ αὐτοῦ λάμβανε. εἶτα ἐπειδὴ δέδεικται ἀνωτέρω ὅτι τῷ ὑποκειμένῳ ταὐτόν ἐστιν αἴσθησις τῇ ὀρέξει, δέον [δὲ] εἰπεῖν ὅτι πρακτικὸς νοῦς μετ’ ὀρέξεως ἐνεργεῖ, εἶπεν αὐτὸς ὅτι μετ’ αἰσθήσεως, διὰ τὸ ταὐτὸν εἶναι αἴσθησιν καὶ ὄρεξιν τῷ ὑποκειμένῳ. πρὸς τὸ ἀγαθὸν ἢ κακόν, ᾗ τοιαῦτα. καλῶς πρόσκειται τὸ ἡ τοιαῦτα· οὐδὲ γὰρ αὐτὰ καθ’ ἑαυτὰ ἀγαθά ἐστιν ἢ κακά, ἀλλ’ ὡς πρὸς τὸ ζῷον, ὡς τὸ μὲν σῶζον λέγεσθαι ἀγαθόν, τὸ δὲ φθεῖρον λέγεσθαι κακόν. p. 431al2 Καὶ ἡ φυγὴ δὲ καὶ ἡ ὄρεξις τοῦτο ἡ κατ’ ἐνέργειαν, καὶ οὐχ ἕτερον τὸ ὀρεκτικὸν καὶ φευκτικόν. Τί φησιν; τὸ κατ’ ἐνέργειαν λυπηρὸν τῇ κατ’ ἐνέργειαν ἡδονῇ παραβάλλων λόγῳ διαφέρειν. ἐκάλεσε δὲ φευκτὸν μὲν τὸ λυπηρόν, ὄρεξιν δὲ τὸ ἡδύ. εἶτα ἵνα μὴ νομίσῃ τις ὅτι ἄλλῃ μὲν δυνάμει ὀρεγόμεθά τινος I ἡδέος, ἄλλῃ δὲ φεύγομεν τὰ λυποῦντα, νυνί φησιν ὅτι οὐ διαφέρει ἡδονὴ r 3 ν λύπης, εἰ μὴ τῷ λόγῳ· οὐ γὰρ τῷ ὑποκειμένῳ· ἄμφω γὰρ ὑπὸ ἀλόγου γίνεται ψυχῆς. καὶ τί λέγω τοῦτο, ὅπου οὐδὲ τὸ αἰσθάνεσθαι τοῦ ἥδεσθαι διαφέρει τῷ ὑποκειμένῳ· καὶ ταῦτα γὰρ ὑπὸ ἀλόγου ἄμφω· τῷ δὲ εἶναι διαφέρει, τουτέστι τῷ λόγῳ. τοῦτο δὲ εἶπεν, ἵνα δείξῃ ὅτι καὶ ὁ νοῦς τοῦ πρακτικοῦ λόγῳ μόνον διαφέρει. p. 431a14 Τῇ δὴ διανοητικῇ ψυχῇ τὰ φαντάσματα οἷον αἰσθήματα ὑπάρχει. Διανοητικὴν ψυχὴν λέγει καταχρησάμενος τὸν θεωρητικὸν νοῦν. καὶ τί φησιν; ὅτι καὶ αὐτός ποτε κέχρηται φαντασίᾳ ὡς καὶ ὁ πρακτικὸς νοῦς. ἀλλ’ εἰ καὶ κέχρηται, φησί, τῇ φαντασίᾳ, τούτῳ τὰ φαντάσματα φησίν, οἷον αἰσθήματά ἐστιν, τουτέστιν αἴσθησις μόνον ἄνευ ἀνίας καὶ ἡδονῆς· τῷ δὲ πρακτικῷ νῷ τῷ ἔχοντι τὸ ἀγαθὸν καὶ κακὸν τὰ ὑποκείμενα, φησίν, οἱονεὶ καταφάσεις εἰσὶ καὶ ἀποφάσεις, καὶ κέχρηται οὕτως ἡδονῇ καὶ λύπῃ, καὶ διώκει μὲν τὸ ἡδύ, φεύγει δὲ τὸ λυεἰ] πηρόν. οὗτος δὲ καὶ ἀεὶ κέχρηται φαντασίᾳ, διὰ τὸ ἀεὶ ἥδεσθαι ἢ λυπεῖσθαι, ὅπερ χωρὶς φαντασίας οὐκ ἔστιν, ὁ δὲ πρῶτος οὐκ ἀεί· τῶν γὰρ μερικῶν οὐδὲν ἄνευ φαντασίας νοεῖ, τὰ μέντοι καθόλου καὶ χωρὶς φαντασίας νοεῖ. μὴ νόμιζε δὲ ταὐτὸν εἶναι τὸ ἀγαθὸν καὶ ἡδὺ ἢ τὸ κακὸν καὶ ἀνιαρόν· ἔστι γὰρ ἡδὺ κακὸν τὸ ἀφροδισιάζεσθαι, καὶ ἔστιν ἀνιαρὸν ἀγαθὸν τὸ ἐγκρατεύεσθαι περὶ πάντα. μὴ οὖν νόμιζε τὸ ἡδὺ τοῦ πρακτικοῦ τὸ αὐτὸ εἶναι τῷ ἀγαθῷ αὐτοῦ. p. 431al7 Ὥσπερ δὲ ὁ ἀὴρ τὴν κόρην τοιαδὶ ἐποίησεν. Περὶ τοῦ κοινοῦ καταγωγίου ἐστὶν ὁ λόγος. καὶ τί φησιν; ὅτι ὥσπερ ὁ ἀὴρ ἀλλοιοῖ τὴν κόρην καὶ ἡ κόρη τὸ πνεῦμα, κἀκεῖνο τὴν δύναμιν τὴν <ἐν τῷ> κρυσταλλοειδεῖ, καὶ αὕτη ἐγείρεται καὶ ὁρᾷ μία οὖσα καὶ κρίνει μεσότης τυγχάνουσα , τὸ δὲ διάφορός ἐστι , τουτέστι τῷ λόγῳ, τοῖς ἄλλοις κρίνουσι (καὶ ἡ ἀκοὴ γὰρ ὡσαύτως ἓν ἔχει κρῖνον) ὥσπερ ἐν τούτοις, οὕτω καὶ ἐν τῷ νῷ ἐστι κοινὸν καταγώγιον, ὅπερ ἔσχατόν ἐστι καὶ κριτικὸν μέσον. καὶ τὸ μὲν πρῶιον λέγει ἡ λέξις, τὸ περὶ ὄψεως καὶ ἀκοῆς, τὸ ‘οὕτω καὶ ὁ νοῦς ἔχει καταγώγιον’ οὐ λέγει· ἀλλ’ εἰπὼν ὁ φιλόσοφος τὰ πρῶτα, εἴασε τὰ λοιπὰ συνυπακούεσθαι, τὰ περὶ τοῦ νοῦ, καὶ τρέπεται εἰς ἄλλα λέγων ὅτι οὕτω μὲν ἡ μερικὴ αἴσθησις κρίνει, τὸ δὲ λευκὸν καὶ γλυκὺ οὐκ αὐτὴ κρίνει, ἀλλ’ ἄλλη τις ἣν ἄνω, φησίν, εἴπομεν καὶ νῦν δὲ λέξομεν, ἡ κοινὴ αἴσθησις· αὕτη γὰρ τούτων ἐστὶ κοινὸν καταγώγιον μία οὖσα, φησίν, ὥσπερ ὅρος. ὅρον δὲ καλεῖ νῦν τὸ κέντρον τοῦ κύλλου, ἀφ’ οὗ πολλαὶ εὐθεῖαι ἐκπίπτουσι. p. 431a22 Καὶ ταῦτα ἓν τῷ ἀνάλογον καὶ τῷ ἀριθμῷ ὃν ἔχει πρὸς ἑκάτερον, ὡς ἐκεῖνα πρὸς ἄλληλα. Τί φησιν; ὅτι ὥσπερ ὁ ὅρος, τουτέστι τὸ κέντρον, οὕτως ἔχει καὶ ἡ κοινὴ αἴσθησις καὶ τῇ ἀναλογίᾳ καὶ τῷ ἀριθμῷ. τῇ μὲν ἀναλογίᾳ, ὅτι ὥσπερ τὸ κέντρον ἔχει πρὸς ἑκατέραν τῶν ἀπὸ τοῦ κέντρου γραμμῶν, οὕτως ἔχει καὶ ἡ κοινὴ αἴσθησις πρὸς ἑκατέραν τῶν αὐτῆς αἰσθήσεων· καὶ ὥσπερ αἱ εὐθεῖαι πρὸς ἀλλήλας, οὕτω καὶ αἱ κατὰ μέρος αἰσθήσεις πρὸς ἀλλήλας, φησίν, ἀναλογίαν τινὰ ἔχουσιν. οὕτω μὲν τῇ ἀναλογία· τῷ δὲ ἀριθμῷ πῶς; ὅτι ὥσπερ ἓν ὑπάρχον τὸ κέντρον πρὸς πολλὰς ἔχει γραμμὰς σχέσιν, οὕτω καὶ ἡ κοινὴ αἴσθησις μία οὖσα πρὸς πολλὰς αἰσθήσεις ἔχει σχέσιν. p. 431a24 Τί γὰρ διαφέρει τὸ διαπορεῖν πῶς τὰ μὴ ὁμογενῆ κρίνει ἢ τὰ ἐναντία, οἷον τὸ λευκὸν καὶ μέλαν; ’Επειδὴ εἶπεν ὅτι ὥσπερ ἡ κοινὴ αἴσθησις ἔχει πρὸς τὰ ἴδια * * καὶ μὴ ἀπόρει, φησίν, πῶς τὰ ὁμογενῆ οἶδεν ἡ κατὰ μέρος αἴσθησις, εἴπερ οὐκ ἀπορεῖς πῶς τὰ ἀνομογενῆ οἶδεν ἡ κοινὴ αἴσθησις· τὸ αὐτὸ γάρ ἐστιν. ὁμογενῆ δὲ ἐκάλεσε τὸ μέλαν καὶ τὸ λευκόν· ὑπὸ τὸ χρῶμα γὰρ ἄμφω· ἀνομογενῆ δὲ τὸ λευκὸν καὶ γλυκύ· ταῦτα γὰρ ὡς διαφόροις αἰσθήσεσιν ὑποπίπτοντα ἀνομογενῆ τυγχάνουσιν ὄντα. ἔστω δὴ ὡς τὸ πρῶτον τὸ λευκὸν πρὸς τὸ δεύτερον τὸ τὸ μέλαν, τὸ τρίτον πρὸς τὸ τέταρτον ὡς ἐκεῖνα πρὸς ἄλληλα. στοιχεῖα λαμβάνει νῦν πρῶτον μὲν δηλοῦν τὸ λευκόν, δεύτερον δὲ τὸ μέλαν, ποτὲ δὲ καὶ τὸ γλυκύ, τὸ δὲ τρίτον καὶ τέταρτον ἀντὶ νοητῶν λαμβάνει, ἵνα ᾖ τὸ μὲν τρίτον ὁ λόγος τοῦ λευκοῦ, τὸ δὲ τέταρτον ὁ λόγος τοῦ μέλανος. καὶ τί φησιν ; ὅτι ὥσπερ οἶδεν ἡ κοινὴ αἴσθησις τὸ πρῶτον καὶ τὸ δεύτερον ἵνα λάβῃς τὸ μὲν πρῶτον ὡσαύτως σημαῖνον τὸ λευκόν, τὸ δὲ δεύτερον γλυκύ), οὕτω καὶ ὁ νοῦς οἶδε τὸ τρίτον καὶ τὸ τέταρτον, τουτέστι τοὺς λόγους τούτων. οἶδε δὲ καὶ ἐναλλάξ, φησίν, ὁ νοῦς τὸ πρῶτον τρίτον καὶ δεύτερον τέταρτον, τουτέστι καὶ τὰ αἰσθητὰ καὶ τὰ νοητά. τὸ αὐτὸ δὲ καὶ ἕν, τὸ δὲ εἶναι οὐ τὸ αυτο, κἀκεινο ομοιως. τῳ μεν υποκειμενῳ, φησι, τὸ αυτο εστι, τὸ εἶδος λέγω λευκοῦ ἢ μέλανος ἡ μέλαν ἢ λευκόν, λευκόν, τῷ δὲ εἰσιν· ἄλλως γὰρ ὁρᾷ λευκὸν καὶ μέλαν καὶ ἄλλως νοεῖ. | p. 431b2 Τὰ μ·ὲν οὖν εἴδη τὸ νοητικὸν ἐν τοῖς φαντάσμασι νοεῖ.| Τί φησιν; ὅτι ὁ πρακτικὸς νοῦς τὰ εἴδη τῶν πραγμάτων νοεῖ κεχρημενος τῇ φαντασίᾳ, καὶ ὥσπερ ἐν αὐτῇ, φησί, τὸ διώκειν καὶ φεύγειν ὀρέξει οὔσῃ, οὕτω καὶ ἐν τῷ νῷ ἐστι ταῦτα, ἐπειδὴ ἥδεται καὶ λυπεῖται. ἢ οὖν τοῦτο εἰπὲ ἢ τὸ ἄλλο ὅτι φαντάσματα τὰ] ἄνω τὰ αἰσθητὰ καλεῖ, κάτω δὲ τὴν φαντασίαν. καὶ τί φησιν; ὅτι ὁ νοῦς ποτε ἅμα αἰσθητοῖς ἐνεργῶν ἥδειαι καὶ ἀνιᾶται, ποτὲ δὲ ἄνευ τῆς αἰσθήσεως τῇ φαντασίᾳ κέχρηται καὶ ἐνεργεῖ. ὅταν μὲν γὰρ φρυκτὸν ἰδὼν ἐννοήσῃ ὅτι πολέμιός ἐστιν, αἰσθήσει συνήργησεν· ὅταν δὲ βουλευόμενος ποῦ δεῖ πολεμεῖν, τότε φαντασίᾳ ἐχρήσατο. οἷον αἰσθανόμενος τὸν φρυκτὸν ὅτι πῦρ τῇ κοινῇ γνωρίζει. τί ἐστι τῇ κοινῇ γνωρίζει; τινὲς μὲν οὖν φασιν τῇ κινήσει τοῦ πυρός· ἡ γὰρ κίνησις κοινόν ἐστιν αἰσθητόν. ἄτοπον δέ ἐστιν ἐπὶ γνωρίζοντος εἰπεῖν † ἐπὶ αἰσθητοῦ κοινή· γνωρίζον γὰρ εἶπεν. δὲ εἶπεν ὡς εἰδὼς ὅτι ἅπερ ὑπόκειται τῇ κατὰ μέρος αἰσθήσει, καὶ τῇ κοινῃ υποκειται. p. 431b6 Ὁτὲ δὲ τοῖς ἐν τῇ ψυχῇ φαντάσμασιν. Τί φησιν; ὅτι ἡνίκα δὲ φαντασθεὶς βουλεύσηται ποῦ δεῖ καὶ ἐκ τῶν προλαβόντων τὰ παρόντα βουλεύσηται, καὶ ἐπιλέξηται τὸν ἡδὺν τόπον, φύγῃ δὲ τὸν ἀνιαρον, τοτε φαντασίᾳ κεχρηται. δει δὲ ειδεναι. φησίν, ὅτι τὸ ἡδὺ καὶ λυπηρὸν ἀεὶ ἐν τῷ πρακτικῷ νῷ ἐστι, τὸ δὲ ἄνευ πράξεως ἀληθὲς ἢ ψευδὲς ἐν τῷ θεωρητικῷ νῷ ἐστι· καὶ τοῦτο, φησίν, ἐν τῷ αὐτῷ νῷ ἐστιν, ἐν ᾧ καὶ τὸ ἀγαθὸν καὶ κακόν. διαφέρει δὲ ἀπλῶς καὶ τινί, ὅτι τὸ μὲν ἀληθὲς ἀπλῶς λέγεται καὶ ἀεὶ ὡσαύτως ἔχει, τὸ δὲ ἀγαθὸν πρός τι φαῦλόν ἐστι καὶ ἀστεῖον. ὃ γὰρ πρός τινα ἀγαθόν ἐστιν, οἷον πρὸς ψυχήν, τοῦτο πρὸς σῶμα οὐκ ἔστιν ἀγαθόν. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 431b12 Τὰ δὲ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἄν εἰ τὸ σιμόν, ᾗ μὲν σιμόν, οὐ κεχωρισμένως, ᾗ δὲ καμπύλον. Διακρίνας ἁπλοῦν νοῦν συνθέτου καὶ πρακτικὸν θεωρητικοῦ καὶ τὸν δυνάμε·ι τοῦ ἐνεργείᾳ , πάλιν ἔρχεται ἐπὶ τὸ νοητὸν καὶ τοῦτο νυνὶ διδάσκει. καὶ ἐπειδὴ τὸ νοητὸν εἶδός ἐστι, τὸ δὲ εἶδος τριττόν, ἢ πάντῃ ἔνυλον ὡς τὰ φυσικά, ἢ παντάπασιν ἄυλον, ἢ πῇ μὲν ἔνυλον τῇ δὲ ἄυλον ὡς τὰ μαθήματα, ἄνω δὲ ἐξήτασε καὶ τὸ ἔνυλον εἶδος, ἡνίκα ἔλεγε τὸ τόδε τι εἶναι, ἀλλὰ μὴν καὶ τὸ ἄυλον, ἔνθα ἐζήτει τὸ τῷδε [τὶ] εἶναι, νῦν ἔρχεται ἐπὶ τὰ μαθήματα καὶ ζητεῖ πῶς οἶδεν αὐτὰ ὁ νοῦς· καὶ φησὶν ὅτι οὐχ ὡς ἔνυλα αὐτὰ οἶδεν, ἀλλ’ ὡς ἄυλα. οὐκ οἶδε γὰρ αὐτὰ ὡς τὸ σιμόν, ὃ πάντως ἐν ὕλῃ νοεῖται τῇ ῥινί, ἀλλ’ οἶδεν αὐτὰ ὡς τὸ καμπύλον· τοῦτο γὰρ ἄνευ ὕλης νοεῖται. νοεῖ δὲ τὰ μαθήματα ὁ νοῦς ὀργάνῳ κεχρημένος τῇ ἀμερεῖ φαντασίᾳ. ἡ γὰρ φαντασία ἀμερής ἐστιν· ὅταν γὰρ ἐπινοήσῃ Σωκράτην τρέχοντα ἡ φαντασία, ὡς ἕνα αὐτὸν νοεῖ, καὶ οὐ διάφορον ὄντα παρὰ τὸ τρέχειν. εἰ γὰρ ἡ φαντασία ἀπὸ αἰσθήσεώς ἐστι τῆς ἀμεταβάτου οὔσης, δῆλον ὅτι καὶ αὐτὴ ἀμερής ἐστι, καὶ οὐ μεταβαίνει ἀπὸ ἄλλου εἰς ἄλλο, ἀλλ’ ἅμα φαντάζεται. ἐκ τούτου δὲ τί συνάγεται ; τὸ τὴν φαντασίαν μόνως ἀληθεύειν, ὥσπερ ὁ νοῦς καὶ ἡ αἴσθησις, μὴ μέντοι καὶ ψεύδεσθαι, διότι οὐκ ἐν συνθέσει φαντάζεται. ἐκ τούτου δὲ δείκνυται ὅτι καὶ χωριστή ἐστιν ἡ ψυχή, εἴπερ τὰ μὴ δυνάμενα χωρίζεσθαι, λέγω δὲ τὰ μαθήματα, χωρίζει τῇ ἐπινοία διὰ τὸ ἔχειν οὐσιῶδες τὸ χωριστόν. ταῦτα εἰπὼν ζητεῖ, εἰ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστι, καὶ εἰ ἐν τῇ γενέσει ἐστίν, ἆρα δύναται γινώσκειν τὰ ἄυλα ἢ οὗ. καὶ ἀπορεῖ μέν, τέως δὲ οὐκ ἐπιλύεται. πρὸς τοῦτο δὲ ὁ Πλάτων φησὶν ὅτι δύναται ὁ νοῦς ἐν γενέσει ὢν οὐρανοπολίτης εἶναι καὶ περὶ τὰ ἄυλα ἐνεργεῖν καὶ καταφρονεῖν τοῦ σώματος. εἰ γὰρ αἰ ἐκτὸς ψυχαὶ αἱ φιλοσώματοι ἀεὶ μετὰ σώματός εἰσι καὶ ἐν τάφοις, τί ἄτοπον καὶ τὰς ἐν γενέσει ψυχὰς περὶ τὰ ἄυλα ἐνεργεῖν; καὶ οὕτω μὲν ὁ Πλάτων. ὁ μέντοι γε Ἀριστοτέλης λέγει ὅτι τριττά ἐστι τὰ νοητἀ παρακατιών. ἔστι γὰρ ἄυλα νοητὰ πρῶτα, δεύτερα νοητὰ μέσα, καὶ τρίτα τὰ ἔνυλα. καὶ ἐπὶ μὲν τῶν ἀύλων φησὶν ὅτι οὐκ ἔστι χρεία φαντασίας· ἀφάνταστοι γὰρ αἱ νοήσεις· ὅταν δέ, φησί, τὰ μαθήματα νοῇ, ὑποκειμένῳ κέχρηται τῇ φαντασίᾳ. εἰ δὲ καὶ ὡς ὑποκειμένῳ αὐτῇ κέχρηται εἰς τὸ εἰδέναι τὰ μαθηματικά, οὐ παρὰ τοῦτο τὰ αὐτά ἐστι φαντάσματα καὶ μαθήματα· τὰ γὰρ φαντάσματα μόνῃ φαντασίᾳ ὑπόκειται, τὰ δὲ μαθήματα ψυχῇ ὑποκειμένῳ κεχρημένῃ τῇ φαντασίᾳ. τὰ δὲ ἔνυλα γινώσκει ἡ ψυχὴ ὀργάνῳ κεχρημένη τῇ αἰσθήσει καὶ φαντασίᾳ. εἰ οὖν ἐστιν ἀφάνταστος ἐνέργεια, δυνατὸν ἄρα τὸν νοῦν ἐν τῇ γενέσει ὄντα εἰδέναι ταύτην τὴν ἐνέργειαν· οὐδενὸς γὰρ δεῖται εἰς τὸ εἰδέναι ταύτην. συνηγορεῖ δὲ τῇ δόξῃ τῇ λεγούσῃ ὅτι ὁ νοῦς οὐ γινώσκει τὰ πάντῃ ἄυλα εἴδη. ταῦτα δὲ χωριστὰ τῆς ὕλης ἐστίν· ὤφειλεν οὖν καὶ αὐτὸς χωριστὸς εἶναι τῆς ὕλης, ἵνα νοήσῃ ταῦτα, εἴ γε δεῖ ἐξομοιοῦσθαι | κατὰ πᾶν τὸ γινῶσκον τῷ γινωσκομένῳ. ἀλλὰ μὴν ἐν τῷ ζῴῳ οὐ κεχώρισται· οὐκ ἄρα νοεῖ αὐτά. αὕτη μὲν ἡ πρώτη συνηγορία. ψευδὴς δέ ἐστιν, ὦ Ἀριστότελες· εἰ γὰρ οὐ νοεῖ ὁ νοῦς ἐν τῷ ζῴῳ ὢν τὰ πάντῃ ἄυλα, πῶς ἐν τῇ Μετὰ τὰ φυσικά σου πραγ- ματείᾳ καὶ ἐζήτησας τὰ πάντῃ ἄυλα εἴδη καὶ εὗρες καὶ ἀπήγγειλας ἡμῖν, ὡς δῆλον ὅτι καὶ ἐν τῷ ζῴῳ ὢν ὁ νοῦς γινώσκει τὰ πάντῃ ἄυλα εἴδη; αὕτη πρώτη συνηγορία καὶ ἡ πρὸς αὐτὴν ἀντίστασις. δευτέρα συνηγορία· ὁ νοῦς οὐ νοεῖ τὰ ἄυλα εἴδη, ἐπειδὴ οὔτε ἔστιν ὅλως ἄυλα εἴδη, καὶ ἐπειδὴ οὐκ ἔστι, διὰ τοῦτο οὐδὲ νοεῖ αὐτά. αὕτη ἡ δευτέρα συνηγορία. πρὸς ἣν λέγομεν ὅτι πῶς ταῦτα λέγεις, Ἀριστότελες, ὃς ἐν ἄλλαις πραγματείαις διαρρήδην βοᾷς εἶναι τὰ θεῖα εἴδη, ἅτινά ἐστι τὰ ἄυλα. ὥστε οὐν εἰσι τὰ ἄυλα εἴδη. τρίτη συνηγορία· ὁ νοῦς ἀεὶ μετὰ φαντασίας ἐνεργεῖ· εἰ δὲ μηδέποτε καθ’ ἑαυτὸν ἐνεργεῖ ἀλλ’ ἀεὶ μετὰ φαντασίας, καὶ ὅτε περὶ τὰ θεῖα ἐνεργεῖ (καὶ γὰρ καὶ τότε μετὰ φαντασίας ἐνεργεῖ, ἡ δὲ φαντασία ἀεὶ τὰ ἔνυλα γινώσκει· ἐκ γὰρ τοῦ γνῶναι τὸν νοῦν τὴν εὐταξίαν τοῦ κόσμου καὶ τὴν ἀρετὴν τῶν πραγμάτων ἀνάγεται ἐπὶ τὸ γνῶναι τὴν αὐτὰ διακοσμήσασαν πρόνοιαν, ὥστε οὐδὲ ὅτε τὰ θεῖα νοεῖ, ἄνευ φαντασίας ἐνεργεῖ), ἡ δὲ φαντασία, ὡς εἴρηται, ἀεὶ τὰ ἔνυλα γινώσκει (μόνα γὰρ ἐκεῖνα οἶδεν ἡ φαντασία, ἃ ἡ αἴσθησις οἶδεν), εἰ οὖν ὁ νοῦς οἶδεν μόνον ἃ ἡ φαντασία οἶδεν, διὰ τὸ ἄνευ αὐτῆς μὴ ἐνεργεῖν, ἡ δὲ φαντασία ἐκεῖνα ἐπίσταται, ἃ οἶδεν ἡ αἴσθησις, ἡ δὲ αἴσθησις μόνα τὰ ἔνυλα οἶδεν, ὁ νοῦς ἄρα μόνα τὰ ἔνυλα οἶδεν, οὐδαμῶς δὲ καὶ τὰ ἄυλα. αὕτη καὶ ἡ τρίτη συνηγορία. καὶ πρὸς ταύτην δὲ ἀντιλέγομεν ὅτι ὁ νοῦς ὅτε περὶ τὰ μερικὰ αἰσθητὰ ἐνεργεῖ, τότε μετὰ φαντασίας ἐνεργεῖ καὶ οὐκ ἀφίσταται αὐτῆς ἀπ’ ἀρχῆς ἕως τέλους, ἀλλὰ μετ’ αὐτῆς ἐστιν ἐν τοῖς αἰσθητοῖς· ὁπηνίκα δὲ τὰ θεῖα νοεῖ, τηνικαῦτα διὰ φαντασίας μὲν ἐνεργεῖ· εἴπομεν γὰρ ὅτε ἐκ τῆς εὐταξίας καὶ εὐκοσμίας τῆς θεωρουμένης ἡμῖν μεταγόμεθα ἐπὶ τὸ θεῖον· ὥστε διὰ μὲν φαντασίας, οὐκέτι δὲ μετ’ αὐτῆς· οὐδὲ γὰρ ἔτι δεῖται αὐτῆς· τὰ γὰρ ἀσώματα καὶ χωρὶς φαντασίας νοοῦνται. καὶ αὕτη ἐστὶ τῆς συνηγορίας ἡ λύσις. τετάρτη συνηγορία· οὐ δύναται ὁ νοῦς νοεῖν τὰ ἄυλα, διότι ὁ νοῦς ὁ αὐτός ἐστι τῇ φαντασίᾳ· ὥσπερ γὰρ ἡ φαντασία οὔτε ἀληθεύει οὔτε ψεύδεται. εἰ οὖν ὁ αὐτός ἐστιν ὁ νοῦς τῇ φαντασίᾳ, ἡ δὲ φαντασία οὐ νοεῖ τὰ ἄυλα εἴδη, οὐδὲ ὁ νοῦς ἄρα νοήσει τὰ ἄυλα εἴδη. αὕτη ἐστὶ καὶ ἡ τετάρτη συνηγορία. πρὸς ἣν λέγομεν ὅτι οὐκ ἔστιν ὁ νοῦς ταὐτὸν τῇ φαντασίᾳ, διότι ἡ φαντασία ποιότητας μόνον γινώσκει, ἃς καὶ αἱ αἰσθήσεις γινώσκουσιν (οὐδὲν γὰρ οἶδεν ἡ φαντασία, ὃ μὴ καὶ ἡ αἴσθησις οἶδεν), ὁ δὲ νοῦς τὰς οὐσίας οἶδεν. εἰ οὖν ἡ φαντασία οὐκ οἶδε τὰς οὐσίας, ὁ δὲ νοῦς οἶδε τὰς οὐσίας, οὐκ ἄρα ὁ νοῦς φαντασία ἐστίν. ὅθεν καὶ ἐν Θεαιτήτῳ ὁ Πλάτων φησὶν ‘ἡ δὲ φαντασία ἀτυχὴς οὐσίας’ ἀντὶ τοῦ οὐ τυγχάνει αὐτῇ γνῶσις οὐσίας. ὥστε οὐκ ἔστι ταὐτὸν νοῦς καὶ φαντασία. ταῦτα εἰπὼν Ἀριστοτέλης καὶ μέχρι τούτων διαλεχθεὶς περὶ τῶν γνωστικῶν ἐνεργειῶν βούλεται περὶ τῶν κοινῶν ἐνεργειῶν κοινὸν συναγαγεῖν τῷ λόγῳ συμπέρασμα. φησὶ τοίνυν ὅτι διὰ τὰς γνωστικὰς δυνάμεις ἑαυτῆς ἡ ψυχὴ καὶ ἐνεργείας πάντα τὰ ὄντα ἐστί. πάντα γὰρ τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἢ νοητά, ἃ καὶ ἐπιστητὰ καλεῖ, καὶ ἕκαστον τούτων διττόν ἐστι· πᾶν γὰρ ἢ δυνάμει ἐστὶν ἢ ἐνεργείᾳ· πᾶν <γὰρ> τὸ δυνάμει γίνεται ἐνεργείᾳ. τέσσαρα οὖν γίνονται τὰ δυνάμει αἰσθητά, ἐνεργείᾳ αἰσθητά, δυνάμει ἐπιστητά, ἐνεργείᾳ ἐπιστητά, καὶ οὐκ ἔστιν ἐν τοῖς οὖσι παρὰ ταῦτα τὰ τέσσαρα. ἀλλὰ δὴ καὶ ἐν τῇ ψυχῇ ἐστι ταῦτα τὰ τέσσαρα· ἔχει γὰρ ἡ ψυχὴ δυνάμει αἰσθήσεις καὶ δυνάμει ἐπιστήμην, καὶ ἐνεργείᾳ αἰσθήσεις καὶ ἐνεργείᾳ ἐπιστήμην. οὐκ ἐπειδὴ δὲ ἐλέγομεν ὅτι πάντα ἐστὶν ἡ ψυχή, ἤδη παρὰ τοῦτο λίθον λέγομεν εἶναι ἐν τῇ ψυχῇ ἢ ξύλον, ἀλλ’ ὅτι ὁμοιοῦται τοῖς πράγμασιν καὶ ἐνεικονίζεται αὐτοῖς, εἴ γε τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκεται. καὶ πάλιν μήτις οἰέσθω κτὰ τὰς Πλατωνικὰς ὑποθέσεις τοὺς λόγους εἶναι ἐν τῇ ψυχῇ· οὐδὲ γὰρ τοῦτο λέγει Ἀριστοτέλης· ἄλλ’ ὅτε μέν εἰσι δυνάμει αἰσθήσεις καὶ δυνάμει ἐπιστῆμαι, τότε ἐπιτηδειότητα μόνον ἔχουσι τῶν πραγμάτων, ὁπηνίκα δὲ ἐνεργείᾳ γένωνται αἰσθήσεις καὶ ἐπιστῆμαι, τὸ τηνικαῦτα τοὺς λόγους τῶν αἰσθητῶν καὶ τῶν ἐπιστητῶν γινώσκει, καὶ ἁπλῶς τότε γνῶσις γίνεται ἐνεργείᾳ. Ταῦτα εἰπὼν διὰ τὸ ὡς ἐν κεφαλαίῳ εἰπεῖν τὸν λόγον ὅλον τρέπεται μετὰ τὸν νοῦν ἐπὶ τὸ κατὰ τόπον κινοῦν. καὶ ἔδει μετὰ τὴν αἴσθησιν ἐλθεῖν εἰς αὐτό· ἀπὸ γὰρ τῶν πλείοσιν ὑπαρχόντων ἔδοξε τρέπεσθαι καὶ ἐπὶ τὰ ὀλίγοις ὑπάρχοντα· πλὴν ὕστερον ἔταξε τὸν περὶ αὐτοῦ λόγον πάσης λογικῆς καὶ ἀλόγου, ἐπειδὴ χρείαν ἔχομεν τούτων καὶ ἐν τῷ διδάσκειν τί ἐστι τὸ καιὰ τόπον <κινοῦν> καὶ τί οὐκ λέγομεν ὅτι οὐκ ἔστι φαντασία οὐδὲ αἴσθησις οὐδὲ νοῦς οὐδὲ τὸ θρεπτικὸν οὐδὲ ἄλλο τι τοιοῦτον· εἰ οὖν μὴ ἦμεν ταῦτα προγινώσκοντες, πῶς ἐγινώσκομεν ὅτι οὐκ ἔστι ταῦτα; ἔστι δὲ τὸ κατὰ τόπον κινοῦν ὄρεξις συμμιγὴς ἀπὸ ἀλόγου καὶ λογικῆς. ἡ μὲν γὰρ ὄρεξις τῆς ἀλόγου κινεῖ ἡμᾶς, ὅτε τοῖς πάθεσιν ἀκολουθοῦμεν, ἡ δὲ ὄρεξις τῆς λογικῆς καινεῖ ἡμᾶς, ὅτε τῷ λόγῳ ἑπόμεθα. εἰ οὖν μὴ ἐγινώσκομεν τί ἐστιν ἄλογος καὶ τί ἐστι λογική, πόθεν ἐγινώσκομεν τὸ συμμιγὲς αὐτῶν; διὸ ὕστερον ἐπὶ τὸ κατὰ τόπον κινοῦν ἦλθε. καὶ τί διδάξει περὶ αὐτοῦ; λαμβάνεται Πλάτωνος εἰς τρία τινά· πρῶτον μὲν διὰ τί διαιρεῖ τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη, ὀφείλων διελεῖν αὐτὴν ὡς οὐσίαν εἰς δυνάμεις. ἀπολογούμεθα δὲ ὑπὲρ Πλάτωνος ὅτι τὴν μὲν καθόλου ψυχὴν διαιρεῖ ὡς ὅλον εἰς μέρη εἰς φυτικήν, ἄλογον, λογικήν, τὰς δὲ κατὰ μέρος ψυχὰς ὡς οὐσίαν εἰς δυνάμεις διαιρεῖ. οἶδεν οὖν καὶ ταύτην τὴν διαίρεσιν. εἰ δὲ ἀπορεῖς πῶς τὸ θυμικὸν καὶ ἐπι|θυμητικὸν μέρη εἶπεν ὄντα ὑπὸ μίαν ψυχὴν τὴν ἄλογον, εἰπὲ καὶ σὺ ὅτι διὰ τί Ἀριστοτέλης μόριον εἶναι λέγει τῆς ψυχῆς τὸν νοῦν; δεύτερον λαμβάνεται Πλάτωνος ὅτι πολλὰ παρέλειψεν. εἰς τρία γὰρ διαιρεῖ τὴν ψυχήν, εἰς θυμόν, λόγον, ἐπιθυμίαν, καὶ κατοικίζει λόγον μὲν ἐν ἐγκεφάλῳ, θυμὸν δὲ ἐν καρδίᾳ, ἐν ἥπατι δὲ ἐπιθυμίαν. παρέλειψεν οὖν καὶ τὸ φανταστικόν καὶ τὸ αἰσθητικόν, τὸ κατὰ τόπον κινοῦν, τὸ ὀρεκτικόν. λέγομεν δὲ ὅτι καὶ ταῦτα οἶδε καὶ μέμνηται τούτων ἐν τῷ Τιμαίῳ φ υσιολογῶν · ἐν δὲ τῇ Πολιτείᾳ τῶν τριῶν τούτων ἐμνήσθη, ἐπειδὴ αὐτῶν χρεία πρὸς τὰς πολιτείας πάσας. λόγος μὲν γὰρ κρατῶν ἀριστοκρατίαν ποιεῖ καὶ βασιλείαν, θυμὸς δὲ κρατῶν ποιεῖ δημοκρατίαν, ἐπιθυμία δὲ τὸ πολύμορφον θηρίον κατὰ μὲν τὸ φιλοχρήματον ποιεῖ ὀλιγαρχίαν, κατὰ δὲ τὸ φιλήδονον ἔννομον μὲν ὂν ποιεῖ ἀριστοδημοκρατίαν, ἄνομον δὲ ὂν τυραννίδα. τῶν οὖν συμβαλλομένων αὐτῷ μόνον ἐμνήσθη, ἐπεὶ ὅλα οἶδε. τρίτον λαμβάνεται Πλάτωνος, ὅτι λέγων, φησίν, ἐν ἐγκεφάλῳ τὸν λόγον, ἐν καρδίᾳ θυμόν, ἐν ἥπατι ἐπιθυμίαν, διασπᾷ τὴν ὄρεξιν ἀφ’ ἑαυτῆς· ἡ γὰρ ὄρεξίς ἐστι σύμμιξις λογικῆς πρὸς ἄλογον, ταῦτα δὲ ἐν διαφόροις τόποις· καὶ ἡ ὄρεξις ἄρα διέσπασται. πρὸς ὃ εἰπὲ ὅτι ἐν ἑκάστῳ μὲν μορίῳ λέγει πᾶσαν ὑπάρχειν ψυχήν, κατὰ δὲ τὸ ἐπιτήδειον μόριον μᾶλλον διαφαίνεσθαι λόγον ἢ θυμόν, καὶ οὐ διασπᾷ τὴν ὄρεξιν. ἐν οἷς ἡ θεωρία. p. 431b12 Τὰ δ’ ἐν ἀφαιρέσει λεγόμενα νοεῖ ὥσπερ ἄν εἰ τὸ σιμον. Τὸ τὰ δ’ ἐν ἀφαιρέσει οἱονεὶ πρόγραμμ ἐστι τοῦ λόγου, ὥσπερ καὶ ἐν τοῖς Ἱπποκρατείοις εὑρίσκομεν, οἷον ἐν τοῖς γυναικείοις, πρόλογον “ τὰ δὲ ἀμφὶ γυναικείων νούσων’’. οὕτως οὖν καὶ ἐνταῦθα λέγει τὰ δὲ ἐν ἀφαιρέσει. βουλόμενος δεῖξαι πῶς νοοῦνται τὰ ἐν ἀφαιρέσει, ἐπάγει· νοεῖ, φησίν, ὥσπερ σιμόν. τὸ γὰρ σιμὸν μεθ’ ὕλης νοεῖται, τὸ δὲ καμπύλον ἄνευ ὕλης. τὰ οὖν μαθήματα, ἃ λέγει ἐν ἀφαιρέσει, τῷ καμπύλῳ ἀναλογεῖ· τὸ γὰρ καμπύλον ὡς ἄυλον γίνεται, ἐν ἀφαιρέσει ὄν. οὕτω τὰ μαθηματικὰ οὐ κεχωρισμένα ὡς κεχωρισμένα νοεῖ. βούλεται διὰ τούτων τὴν φύσιν τῶν μαθημάτων εἰπεῖν, ὅτι ταῦτα κεχωρισμένα νοοὐνται, ἀλλ’ οὐχ ὡς κεχωρισμένα τῇ ἐνεργείᾳ ἀλλὰ μόνον τῇ ἐπινοίᾳ. ἐντεῦθεν δὲ τὸ πόρισμα συνήξαμεν ὅτι χωριστή ἐστιν ἡ ψυχή, ἐκ τοὐ χωρίζειν τὰ ἀχώριστα· μὴ οὖσα γὰρ χωριστὴ οὐδαμῶς ἂν ἐχώριζε ταῦτα. p. 431 b 16 Ὅλως δὲ ὁ νοῦς ἐστιν ὁ κατ’ ἐνέργειαν τὰ πράγματα. ’Eπειδὴ εἶπε τὸν νοῦν χωρίζειν τὰ μαθηματικὰ εἴδη καὶ οὕτω νοεῖν αὐτά, διὰ τοῦτο προσέθηκε τὸν αὐτὸν εἶναι τὸν νοῦν τοῖς πράγμασιν, ἵνα καὶ ἡ αὐτοῦ οὐσία χωριζομένη ᾖ, ὅταν τὰ χωριστὰ γινώσκῃ, καὶ εἴη καὶ αὐτὸς χωριστὸς καὶ τὸ ὅμοιον τῷ ὁμοίῳ γινώσκωμεν. p. 431b17 Ἆρα δὲ ἐνδέχεται τῶν κεχωρισμένων τι νοεῖν αὐτὸν ὄντα μὴ κεχωρισμένον μεγέθους, ἢ οὔ, σκεπτέον ὕστερον. Ἐντεῦθεν τὴν ἀπορίαν ἣν εἴπομεν ἐν τῇ θεωρίᾳ προτίθεται, ὅτι εἰ ὁ κατ’ ἐνέργειαν νοῦς τὰ πράγματά ἐστι, τὰ δὲ πράγματα ὡς νοητὰ ἄυλα, ἄυλος ἄρα ὁ νοῦς· καὶ πῶς ἄυλός ἐστιν, εἴπερ κατέχεται ἐν γενέσει; πῶς δὲ γνώσεται τὰ ἄυλα ἐν γενέσει κατεχόμενος; τὴν λύσιν δὲ ἐν τοῖς μετὰ ταῦτα λέγειν ὑπέσχετο. δέδεικται δὲ καὶ ἐν τοῖς ἀνωτέρω ὅτι δύναται τὰ πάντῃ ἄυλα νοεῖν, εἴ γε οὐ προσκέχρηται ὀργάνῳ τῷ σώματι, ἀλλὰ πάντων ἐστὶν ἀμιγής. p. 431b20 Νυνὶ δὲ περὶ ψυχῆς τὰ λεχθέντα συγκεφαλαιώ σαντες εἴπωμεν πάλιν. ’Eντεῦθεν κοινὸν συμπέρασμα ἐπάγει τῶν γνωστικῶν ἐνεργειῶν. ἔστι δὲ τὸ συμπέρασμα ὅτι πάντα τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἤ νοητά· καλεῖ δέ, ὡς εἴπομεν, τὰ νοητὰ ἐπιστητά. καὶ ταῦτα διαιρεῖ εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ καὶ δείκνυσι ταῦτα πάντα ἐν τῇ ψυχῇ ὄντα, καὶ τὸ μὲν δυνάμει ἐπίστασθαι τὰ δυνάμει, καὶ τὸ ἐνεργείᾳ τὰ ἐνεργείᾳ. ἀποροῦσι δέ τινες, εἰ πάντα τὰ ὄντα ἢ αἰσθητά ἐστιν ἢ νοητά, τὸ δὲ αἰσθητὸν καὶ νοητὸν τῶν πρός τι, οὐκοῦν καὶ πάν·τα τὰ ὄντα ἔσται τῶν πρός τι, καὶ τὸ θεῖον, ὅπερ ἐστὶν ἄτοπον. λέγομεν δὲ ὅτι πάντα τὰ ὄντα, ᾗ μὲν αἰσθητά ἐστι καὶ νοητά, τῶν πρός τί εἰσι, καθὸ δὲ ὕπαρξιν ἔχουσι, καθ’ αὑτά εἰσιν. αὐτὸ γὰρ καὶ τὸ μέλαν, καθὸ μὲν ὕπαρξιν ἔχει καθ’ ἑαυτό, οὐκ ἔστι τῶν πρός τι, καθὸ δὲ αἰσθητόν ἐστι, τῶν πρός τι ὑπάρχει. ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστι πάντα. καλῶς πρόσκειται τὸ πῶς, ἐπειδὴ τὰ εἴδη ἔνυλά ἐστι, καὶ οἶδεν αὐτὰ ἡ ψυχὴ ἀύλως, οὐκ ἐνύλως· οὐ γὰρ ὁ λίθος ἐν τῇ ψυχῇ ἐστιν, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄνευ τῆς ὕλης· ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. διὰ τοῦτο οὖν εἶπε τὸ πῶς. πῶς δὲ τοῦτο, δεῖ ζητεῖν· ὅτι κατὰ τὸ δυνάμει καὶ ἐνεργείᾳ ἐστὶν ἡ αἴσθησις τὰ αἰσθητὰ καὶ ἡ ἐπιστήμη τὰ ἐπιστητά. ἀνάγκη δὲ ἢ αὐτὰ ἡ τὰ εἴδη εἶναι· αὐτὰ μὲν δὴ οὔ. ἐπειδὴ εἶπεν ἐν τοῖς ἄνω ὅτι δεῖ ζητῆσαι πῶς ἡ αἴσθησις τῶν αἰσθητῶν ἀντιλαμβάνεται, νῦν φησιν ὅτι ἀνάγκη ἐστὶν ἢ αὐτὰ τὰ σύνθετα εἴδη ἐν τῇ ψυχῇ εἶναι, τουτέστι μετὰ τῆς ὕλης καὶ τὸ εἶδοζ, ἤ αὐτὸ καθ’ ἑαυτὸ τὸ εἶδος. ἀλλὰ μήν, φησίν, αὐτὰ τὰ σύνθετα οὐκ ἔστιν | ἐν τῇ ψυχῇ· r 5v οὐ δήπου γὰρ λίθος ἐστὶν ἐν αὐτῇ. ἀνάγκη ἄρα τὰ εἴδη μόνα ὑπάρχειν ἐν τῇ ψυχῇ. p. 432a1 Ὥστεδ ἡ ψυχὴ ὥσπερ ἡ χείρ ἐστι· καὶ γὰρ ἡ χεὶρ ὄργανόν ἐστιν ὀργάνων, καὶ ὁ νοῦς εἶδος εἰδῶν καὶ ἡ αἴσθησις εἶδος αἰσθητῶν. Ὅ λέγει τοιοῦτόν ἐστιν, ὅτι ὥσπερ ἡ χεὶρ ὄργανον οὖσα τοῦ σώματος ὀργάνοις κέχρηται, οἷον σκεπάρνῳ, εἰ τύχοι, τέκτων ἢ καλάμῳ, οὕτω καὶ ἡ ψυχὴ αὐτὴ εἶδος οὖσα ἄλλων εἰδῶν ἐστι δεκτική, διότι τοὺς λόγους τῶν εἰδῶν ἔχει παρ᾿ ἑαυτῇ. ὁμοίως δὲ καὶ ὁ νοῦς καὶ ἡ αἴσθησις εἴδη εἰσὶ καὶ εἰδῶν εἰσι δεκτικὰ διὰ τὸ ἔχειν τοὺς λόγους τῶν εἰδῶν. ἀλλ’ ὁ μὲν νοῦς εἶδός ἐστι πάντων τῶν εἰδῶν (πάντα γὰρ τὰ εἴδη ὑπάρχει ἐν αὐτῷ ἐνεργείᾳ ὄντι), ἡ δὲ αἴσθησις τῶν αἰσθητῶν εἰδῶν μόνων ἐστὶν εἶδος διὰ τὸ ἐν τῇ κατ’ ἐνέργειαν αἰσθήσει εἶναι τὰ αἰσθητά. p. 432a3 ’Eπεὶ δὲ οὐδὲ πρᾶγμα οὐδέν ἐστι παρὰ τὰ μεγέθη, ὡς δοκεῖ, τὰ αἰσθητὰ κεχωρισμένον, ἐν τοῖς εἴδεσι τοῖς αἰσθητοῖς τὰ νοητά ἐστι, τά τε ἀφαιρέσει λεγόμενα, καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις καὶ πάθη. Ἐντεῦθέν εἰσιν αἱ συνηγορίαι, ὧν πρώτην φησὶν τὴν λέγουσαν ὅτι οὐδέ εἰσιν ὅλως ἄυλα εἴδη πάντῃ. έστιν οὖν ὃ λέγει τοῦτο ἐν ὑπερβατῷ ἀναγινωσκόμενον οὕτως· οὐδὲν πρᾶγμά ἐστι παρὰ τὰ αἰσθητὰ μεγέθη, ὡς δοκεῖ πᾶσιν, ἀλλὰ πάντα τὰ ὄντα μεγέθη εἰσὶν αἰσθητά. βούλεται δὲ εἰπεῖν ὅτι τὰ νοήματα ἡ πρῶτά ἐστιν ἢ δεύτερα ἢ τρίτα, καὶ τὰ μὲν πρῶτα ὅτι ἀφαντάστως οἶδε, τὰ δὲ δεύτερα καὶ τρίτα μετὰ φαντασίας, εἰ καὶ πῇ μὲν ὡς ὀργάνῳ, πῇ δὲ ὡς ὑποκειμένῳ κέχρηται αὐτῇ. τί οὖν φησιν., ἐπειδὴ οὐκ ἔστι πρᾶγμα οὐδὲν παρὰ τὰ μεγέθη, τουτέστιν ἄνευ ὕλης, ὡς δοκεῖ ἔνια τῶν αἰσθητῶν, οἷον τὰ μαθήματα (φαίνεται γὰρ χωριστά, οὐ μὴν ἔστι), διὰ τοῦτο, φησίν, ἐν τοῖς εἴδεσιν τῶν αἰσθητῶν τὰ νοητά ἐστιν, οἷον τὰ μαθήματα, εἰ καὶ δοκεῖ χωριστὰ εἶναι, ὅ ἐστι δεύτερα. καὶ τὰ τρίτα δὲ ἀχώριστά ἐστιν, οἷον τὰ αἰσθητά. καὶ τὰ μὲν δεύτερα εἶπε διὰ τοῦ εἰπεῖν τὰ ἀφαιρέσει λεγόμενα, τὰ δὲ τρίτα διὰ τοῦ εἰπεῖν καὶ ὅσα τῶν αἰσθητῶν ἕξεις ἢ πάθη. ταῦτα γὰρ ἔνυλα εἴδη ἐστὶν καὶ πάθη, ὡς ποιότητες ἔνυλοι ζωαί, ὧν τὸ μέγεθος μόνον λόγῳ χωρίζεται. p. 432a7 Καὶ διὰ τοῦτο οὖν ὁ μὴ αἰσθανόμενος οὐδὲν ἂν μάθοι οὐδὲ ξυνείη. ’Eπειδὴ ταῦτα τὰ τρία αἰσθητά εἰσι. καὶ εἶπεν ἀσαφῶς ἐνταῦθα τὸ ἐν τῇ Ἀποδεικτικῇ σαφῶς εἰρημένον. ἔφη γὰρ ἐκεῖ ὅτι πάσης ἐπιστήμης ἀρχὴ ἡ αἴσιθησις, ἐπειδή, ὥς φησιν νῦν, τὰ νοητὰ πάντως ἐν τοῖς αἰσθητοῖς εἴδεσίν ἐστιν. ‘ἐφ’ ὧν οὖν ἐκλείπει ἡ αἴσθησις, καὶ ἡ τοιαύτη ἐπιστήμη ἐκλιμπάνει’ . εἶτα ἐπειδὴ εἶπεν οὐδὲν ἄν μάθοι, ἐπάγει τὸ οὐδ’ ἂν ξυνείη, τουτέστιν οὐδὲ εὑρίσκει · δύο γὰρ ὁδοὶ γνώσεως, μάθησις καὶ εῦρησις. p. 432a8 Ὅταν τε θεωρῇ, ἀνάγκη ἅμ φάντασμά τι θεωρεῖν. ’ Επειδὴ εἶπεν ὅτι τὰ εἴδη τῶν νοητῶν ἐν τοῖς αἰσθητοῖς ἐστι, διὰ τοῦτο, φησίν, ἐπάναγκές ἐστι τὸν νοῦν ἅμα φάντασμά τι θεωρεῖν, τουτέστιν ὀργάνῳ τῇ φαντασίᾳ * * εἴ γε καὶ ποιητική ἐστιν αὐτῆς ἡ αἴσθησις· ὥστε κἄν φαντασίᾳ εἴπωμεν κἄν αἰσθήσει ὅτι κέχρηται, ταὐτόν ἐστι. διὰ τούτων δὲ τὴν δευτέραν συνηγορίαν λέγει ὅτι ὁ νοῦς ἅμα φαντασίᾳ ἐνεργεῖ, ἡ δὲ φαντασία οὐκ οἶδε τὰ ἄυλα εἴδη· οὔτε ὁ νοῦς ἄρα. p. 432.110 Πλὴν ἄνευ ὕλης. ’Eπειδὴ εἶπεν ὅτι φαντάσματα οἷον αἰσθήματά ἐστι, φησὶν ὅτι ἄνευ τῆς ὕλης· αἱ μὲν γὰρ αἰσθήσεις περὶ τὰ ἔνυλα ἐνεργοῦσιν, ἡ δὲ φαντασία περὶ τὰ εἴδη μόνον. τινὲς δὲ τὸ πλὴν ἄνευ ὕλης τῷ νῷ φασιν αὐτὸν συνάπτειν· ἐπειδὴ γὰρ εἶπεν ὅτι κἄν φαντασίᾳ κἄν αἰσθήσει εἴπῃς κεχρῆσθαι τὸν νοῦν, ταὐτόν ἐστι, φησὶν ὅτι πλὴν ὁ νοῦς τὸ ἄνευ ὕλης γινώσκει. p. 432a10 Ἔστι δ’ ἡ φαντασία ἕτερον φάσεως καὶ ἀποφάσεως. Περὶ γὰρ τὰ ἁπλᾶ καταγίνεται, ὅθεν καὶ ἀμερής ἐστι περὶ ὅρους καταγινομένη. διὸ ὑπαρκτική ἐστιν ἐν αὐτῇ ἀλήθεια, οὐκ ἐν συνθέσει. εἰ οὖν μήτε ἀλη θεύει μήτε ψεύδεται ὡς μήτε καταφάσκουσα μήτε ἀποφάσκουσα, ὁμοίως δὲ καὶ ὁ νοῦς οὔτε ἀληθεύει οὗτε ψεύδεται κατὰ τὴν συνηγορίαν, τί οὖν διοίσει τὰ πρῶτα νοήματα, ὅ ἐστι τὰ ἁπλᾶ, φαντάσματα εἶναι ; ὡς καὶ τὸν νοῦν φαντασίαν εἶναι. ἰστέον δὲ ὅτι ὁ νοῦς καὶ ἡ φαντασία καὶ αἴσθησις ὑπαρκτικὴν ἔχουσι τὴν ἀλή θειαν καὶ ὁρικῶς γινώσκουσιν. p. 432a13 Ἤ οὐδὲ τὰ ἄλλα φαντάσματα, ἀλλ’ οὐκ ἄνευ φαντασμάτων. Ταῦτα τὰ ῥητὰ ἀνατροπή ἐστι τῆς τρίτης συνηγορίας. τρεῖς γὰρ εἰπὼν συνηγορίας τὴν τρίτην μόνην ἀνατρέπει λέγων ‘ μήποτε οὐδὲ τὰ ἄλλα φαντάσματα νοήματά εἰσι’. ποῖα δὲ λέγει τὰ νοήματα; ἃ εἴπομεν ἁπλᾶ εἶναι καὶ διὰ τοῦτο ἐοικέναι τῇ φαντσίᾳ. ἀλλ’ οὐκ ἄνευ, φησί, φαντασμάτων, τουτέστιν ἀλλ’ οὐ χωρίς εἰσι φαντασίας· ὥστε διὰ φαντασίας γίνονται τὰ νοήματα, οὐ μὴν ταὐτόν ἐστι φαντασία καὶ νοῦς. πλὴν ὅμως, φησίν, ἡνίκα τὰ πρῶτα νοήματα νοῇ, οὐ κέχρηται ὀργάνῳ τῇ φαντασίᾳ, ἐπὶ δὲ τῶν δευτέρων καὶ τρίτων κέχρηται. ἀλλ’ οὖν οὐ ταὐτόν ἐστι φάντασμα καὶ νόημα· τὸ μὲν γὰρ φάντασμα ἔνυλόν πώς ἐστι, τὸ δὲ νόημα ἄυλον. ἰστέον δὲ ὅτι ἐν τῇ θεωρίᾳ καὶ ἄλλα τινὰ ἐκινήσαμεν, ἀλλ’ ἐπειδὴ ἐπιπολαίως αὐτὰ ἐθεωρήσαμεν, ἔδοξεν ἄνωθεν ἀναλαβεῖν τὸν λόγον· παλινδρομεῖν γὰρ κρεῖπον ἢ παρελθεῖν τι. ἐν οἷς ἡ πρᾶξις | σὺν θεῷ πληροῦται. p. 432a15 ’Eπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις ἡ τῶν ζῴων, τῷ τε κριτικῷ, ὃ διανοίας ἔργον ἐστὶ καὶ αἰσθήσεως, καὶ εντι τῷ κινεῖν τὴν κατὰ τόπον κίνησιν. Εἰ μεμνήμεθα, κατ’ ἀρχὰς τῆς παρούσης ἐλέγετο πραγματείας ὅτι πάντες οἱ φυσικοὶ δύο τούτοις ὁρίζονται τὴν ψυχήν, τῷ τε γνωστικῷ καὶ τῷ κατὰ τόπον κινητικῷ· πρὸς ταῦτα γὰρ ἀπεῖδον. καὶ ἀπεδέχετο μὲν αὐτούς, διότι ἀπὸ τῶν ἐνεργειῶν τὴν οὐσίαν τῆς ψυχῆς ἐθήρευον, ὥσπερ καὶ δεῖ· καὶ αὐτὸς γὰρ οὕτως ποιεῖ· ἀπεβάλλετο δὲ αὐτοὺς πρῶτον μέν, ὅτι τὴν φυτικὴν ψυχὴν παρῆλθον· αὕτη γὰρ οὔτε κινεῖ τι κατὰ τόπον οὔτε γινώσκει· καὶ ὅτι ἐντεῦθεν ἐπὶ ψευδεῖς ἐννοίας ἐτράπησαν· ᾤοντο γὰρ τὴν ψυχὴν κινεῖσθαι. ἐπειδὴ γὰρ ἐναργῶς ἑώρων ὅτι ἡ ψυχὴ κινεῖ τὸ σῶμα, ὑπελάμβανον ὅτι κινουμένη κινεῖ καὶ διὰ τοῦτο πᾶν κινοῦν ἔλεγον καὶ κινεῖσθαι. καὶ εἰς ἄλλο δὲ ἥμαρτον κατὰ τὸ γνωστικόν· ἐνόμιζον γὰρ τὴν ψυχὴν ἐκ πάντων τῶν ὄντων συγκεῖσθαι, ἵνα ἐκ τῶν ἀρχῶν συγκειμένη οἷον ὁμήρους ἔχουσα αὐτῶν γινώσκῃ αὐτά. οὕτω γὰρ καὶ Ἐμπεδόκλειον ἔπος· φησὶ γὰρ ‘γαίῃ γαῖαν ὀπώπαμεν’. καταγνοὺς οὖν αὐτὸς τῶν φυσιολόγων καὶ διὰ ταῦτα προσθεὶς τὸν περὶ φυτικῆς ψυχῆς λόγον, διαλεχθεὶς δὲ καὶ περὶ τοῦ γνωστικοῦ τῆς ψυχῆς, ἐντεῦθεν καὶ περὶ τοῦ κατὰ τόπον κινητικοῦ διαλέγεται, ὃ ἔδει μὲν προτάξαι τῆς λογικῆς, ἐπειδὴ πανταχοῦ τὰ καθολικώτερα προέταξεν· ἀλλ’ ἐπειδὴ χρείαν εἶχε τῆς διεξόδου τῶν τριῶν ψυχῶν ἐν τῇ διδασκαλίᾳ τοῦ κατὰ τόπον κινητικοῦ πρὸς τὸ εἰπεῖν τί ἐστι καὶ τί οὐκ ἔστι, διὰ τοῦτο νῦν αὐτοῦ ἐμνήσθη. ἵνα γὰρ διδάξῃ ὅτι οὐκ ἔστιν φυτικὴ ψυχή, οὐκ ἄλογος, οὐχ ὁ νοῦς ἢ ἁπλᾶ νοῶν ἢ σύνθετα, ἢ φαντασίᾳ χρώμενος ἢ ἄνευ φαντασίας, προεμνήσθη τούτων. ἀλλὰ μὴν καὶ πρὸς τὸ τί ἐστιν αὐτῷ συμβάλλεται τὰ προειργασμένα· βούλεται γὰρ δεῖξαι ὅτι τὸ κινοῦν ἐν μὲν λογικοῖς τὸ κοινὸν ἀλόγου καὶ λογικῆς, ἐν ἀλόγοις δὲ μόνον τὸ τῆς ἀλόγου. ἡνίκα δέ φησιν Ἀριστοτέλης τὸ ὀρεκτικὸν κινεῖν, οὐχ ὡς τελικὸν αὐτὸ αἴτιον λέγει, ἀλλ’ ὡς ποιητικόν· καὶ τοῦτο δῆλον, ἐπειδὴ ζητῶν τί τὸ κινοῦν φησιν ὅτι ἢ νοῦς ἐστιν ἢ ὄρεξις· ὁ δὲ νοῦς ποιητικός ἐστι καὶ οὐ τελικός † οὐδὲ ἄνευ κινήσεως δὲ οὔτε δύναται εἶναι τελικός. τοὐναντίον γὰρ ἡνίκα κατὰ νοῦν ἐνεργῶμεν, τῆς κινήσεως ἐκτρεπόμεθα· διὸ Θαλῆς ἀστρονομῶν εἰς φρέαρ ἔπεσεν. ὥστε ὡς ποιητικὸν λέγει τὴν ὄρεξιν κινεῖν· ἄλλο γὰρ ποιητικὸν συνῆψεν αὐτῇ· καὶ ὅτι τὸ ὀρεκτικὸν οὐκ ἔστι τέλος, ἀλλὰ τὸ ὀρεκτόν. ζητεῖ οὖν Ἀριστοτέλης περὶ τοῦ κατὰ τόπον κινοῦντος ἆρα μέρει κινεῖ ἡ ψυχὴ ἢ ὅλη αὐτὴ κινεῖ. τοῦτο εἰσάγει, ὅτι ὡς οὐσία εἰς δυνάμεις διαι- ρεῖται· ἡ γὰρ δύναμις δι’ ὅλης φοιτᾷ τῆς οὐσίας· ἡ γὰρ εὐωδία τοῦ μήλου, δύναμις αὐτοῦ οὖσα, ἐξ ὅλου ὡς ὅλου προέρχεται καὶ οὐχ ὡδὶ μὲν τοῦ μήλου ἐστὶν ἡ εὐωδία, ὡδὶ δὲ οὐκ ἔστιν, ἀλλ’ ἐν ὅλῳ ὡς ὅλῳ ἐστίν. καὶ κατὰ τοῦτο διαφέρει δύναμις μέρους, ὅτι ἡ μὲν δύναμις, ὡς εἴπομεν, δι’ ὅλης τῆς οὐσίας κεχώρηκε, τὸ δὲ μέρος οὐκ ἔστιν ἐν ὅλῃ τῇ οὐσίᾳ, ἀλλ’ ἔν τινί ἐστι τῆς οὐσίας, εἴ γε μέρος αὐτῆς ἐστι, καὶ ὅτι ἡ μὲν δύναμις οὐκ ἔστιν οὐσία, τὸ δὲ μέρος οὐσία ἐστίν, εἴ γε τὰ μέρη τῶν οὐσιῶν οὐσίαι εἰσίν, ὡς ἐν Κατηγορίαις ἔγνωμεν. πότερον οὖν μέρει κινεῖ ἡ ψυχὴ ἢ δυνάμει; καὶ εἰ μέρει, ἆρά τινι τῶν εἰωθότων λέγεσθαι (εἰωθότα δὲ λέγει τὰ παρὰ Πλάτωνι τρία μέρη, λόγον, θυμόν, ἐπιθυμίαν) ἢ ἄλλῳ παρὰ ταῦτα ; καὶ εἰ ἄλλ·ῳ, ἆρα ἑτέρῳ ὄντι τούτων ἐπινοίᾳ μόνῃ ἢ καὶ ἐπινοίᾳ καὶ ὑποκειμένῳ ; Πλάτωνι μὲν γὰρ ἕπεται λέγειν ὅτι μέρει κινεῖ ἡ ψυχή· πολυμερῆ γὰρ αὐτὴν εἶναι βούλεται· καὶ τὸ κατὰ τόπον κινοῦν ἕτερον εἶναι παρὰ λόγον, θυμόν, ἐπιθυμίαν· οὐδενὶ γὰρ τούτων ταὐτὸν εἶπε τὸ κατὰ τόπον κινοῦν, ἀλλ’ ἕτερον, ἕτερον δὲ οὐ μόνον ἐπινοίᾳ, ἀλλὰ καὶ τῷ ὑποκειμένῳ. οὐδὲ γὰρ ταὐτὰ βούλεται εἶναι τῷ ὑποκειμένῳ τὰ μέρη τῆς ψυχῆς, διορίζων αὐτὰ τόπῳ. διὸ καὶ τρία ταῦτα ἐγκαλεῖ Πλάτωνι, ἓν μὲν τὸ τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη διαιρεῖν · οὐδὲ γὰρ δυνατόν ἐστιν εἰς μέρη αὐτὴν διαιρεῖσθαι. ἐπὶ γὰρ τῶν ἀσωμάτων τὸ αὐτό ἐστι μεριστῷ καὶ μεμερισμένῳ εἶναι· οὐδὲ γὰρ ἀναμένει τὰ ἀσώματα χρόνον τινὰ ἢ τομὴν τοῦ διεξιόντος. εἰ οὖν μεριστή ἐστιν ἡ ψυχή, καὶ μεμερισμένη ἔσται καὶ οἰχήσεται τὸ ὅλον· φθαρήσεται γὰρ καὶ αὐτὸ τὸ εἶναι κοινὸν ὅλον τῶν μερῶν διαιρεθέντων ἐνεργείᾳ ἀπ’ ἀλλήλων. ἐπὶ δὲ τῶν σω- μάτων ἄλλο ἐστὶ τὸ μεριστῷ εἶναι καὶ μεμερισμένῳ. ἐνταῦθα δὲ γεγονότες Ἀλέξανδρος καὶ Πλούταρχός φασιν ὅτι ἐγκαλεῖ τῷ Πλάτωνι Ἀριστοτέλης ὡς διελόντι τὴν ψυχὴν ὡς ὅλον εἰς μέρη, ὡς ἄν αὐτὸς ὡς μίαν οὐσίαν εἰς δυνάμεις διαιρῶν· βούλεται γὰρ τὴν ψυχὴν μίαν οὐσίαν πολυδύναμον. οὗτοι δὲ ψεύδονται· αὐτὸς γὰρ ἀλλαχοῦ ἔφη μηδέποτε τῶν δυνάμεων τῆς αὐτῆς οὐσίας τὰς μὲν εἶναι φθαρτὰς τὰς δὲ ἀφθάρτους, ἀλλ’ ὁμοίως ἢ ἀφθάρτους πάσας ἡ φθαρτάς. λέγει δὲ τὸν μὲν νοῦν ἀίδιον, τὴν δὲ ἄλογον φθαρτήν· ὥστε οὖν οὐ μία. κατ’ ἄλλο δὲ ἐγκαλεῖ Πλάτωνι ὡς τὰς δύο ψυχάς, τήν τε λογικήν φημι καὶ τὴν ἄλογον, ὡς μίαν ποιήσαντι, καὶ διελόντι τὴν μίαν ταύτην εἰς τρία, εἰς λόγον, θυμόν, ἐπιθυμίαν· Ἀριστοτέλης δὲ βούλεται τὰς τρεῖς ψυχάς. μήποτε δὲ ἔστιν εἰπεῖν ὑπὲρ Πλάτωνος ὅτι διὰ τοῦτο μέρη ἔκλεγε τὰ τρία ταῦτα, διὰ τὸ μίαν ἐμψυχίαν ποεῖν · ἓν γάρ ἐστι τὸ ἔμψυχον καὶ οὐ τρία. εἶτα καὶ δεύτερον ἐγκαλεῖ τῷ Πλάτωνι, διὰ τί πολλὰ μέρη παρῆκε. καὶ εἴρηται τούτου ἡ ἀπολογία, ὅτι ἐν τῇ Πολιτείᾳ τοῦτο ἐποίησεν, οὐκ ἐν Τιμαίῳ· αὐτῶν γὰρ μόνων ἐκεῖ ἔχρῃζε τῶν τριῶν. εἶτα καὶ τρίτον αὐτῷ ἐνεκάλεσεν, ὅτι διέσχισε τὰ μέρη ταῦτα | ἀπ’ ἀλλήλων· ὅσον γὰρ ἐπὶ τούτῳ οὐκ ἔστι ῥᾲδιον εἰπεῖν, τί τὸ κινοῦν· οὐδὲ γὰρ κοινὸν πλέγμα ἔστι τῶν ψυχῶν αὐτὸ εἰπεῖν, τῶν μορίων κεχωρισμένων κατὰ Πλάτωνα· διασπᾷ οὖν τὸ ὀρεκτικόν. εἴρηται δὲ καὶ τούτου ἡ ἀπολογία. καὶ ταῦτα μὲν τὰ τῆς λέξεως. εἰ δὲ χρὴ τἀληθὲς εἰπεῖν, οὐ συμφέρονται ἀλλήλαις αὗται αἱ δόξαι, αἱ Πλατωνικαὶ καὶ αἱ Ἀριστοτ‘ελικαὶ περὶ τοὺ κατὰ τόπον κινητικοῦ. ὁ μὲν γὰρ Πλάτων βούλεται τὸ κράτιστον ὑπάρχον ἐν ἡμῖν ἐκεῖνο εἶναι τὸ κινοῦν· κρεῖττον δὲ ἐν μὲν ἀλόγοις ζῴοις ἡ φαντασία διὸ καὶ παθητικὸς νοῦς λέγεται ὡς ἔνδον ἔχουσα τὸ γνωστόν), ἐν δὲ λογικοῖς ὁ νοῦς. διὰ τοῦτο οὖν κατ’ αὐτὸν τὰ μὲν ἄλογα ζῷα φαντασία κινεῖ, τὰ δὲ λογικὰ ὁ νοῦς· τὸ γὰρ ἄγον καὶ φέρον τὸ ζῷον δεῖ τὸ κῦρος ἔχειν αὐτοῦ· διὸ δεῖ τὸ κρεῖττον εἶναι τὸ κινοῦν. εἶτα ἐπειδὴ ἀντιπίπτει τοῖς Πλατωνικοῖς, ἡνίκα τὸ πάθος κατακρατεῖ τοῦ λόγου καὶ ἀπάγει ἡμᾶς εἰς αἰσχρὰν ἡδονήν (οὑ γὰρ νοῦς τοῦτο ποιήσει, ἀλλὰ τὸ πάθος), φασὶν ὅτι καὶ τότε μὲν ὁ λόγος ἐσιὶν ὁ κινῶν, ἀνδραποδιζόμεος δὲ μηχανᾶται ὁδοὺς τῷ πάθει. συνάγεται δὲ ἐκ τούτου τῷ Πλάτωνι ὅτι κατ’ αὐτοὺς οὐ τὸ κρατοῦν ἐστι τὸ κινοῦν· ἰδοὺ γὰρ τὸν κρατούμενον νοῦν εἶπον κινεῖν. καὶ πῶς ἄνω τὸ κρατοῦν εἶπον κινεῖν; Ἀριστοτέλει δὲ δοκεῖ τὸ κινοῦν κατὰ τόπον μὴ εἶναι γνωστικὸν ἰδίωμα, ἀλλὰ ζηλωτικόν· βούλεται γὰρ τὸ ὀρεκτικὸν εἶναι τὸ κινοῦν· οἰκεῖον γὰρ λέγει τὸ κινοῦν μᾶλλον ζωῇ ἤπερ γνώσει. καὶ ἐπὶ μὲν ἀλλόγων ζῴων τὸ ὀρεκτικὸν μόνον τῆς ἀλόγου κινεῖ, ἐπὶ δὲ τῶν λογικῶν ζῴων ποτὲ μὲν τὸ τῆς λογικῆς ὀρεκτικόν, ποτὲ δὲ τὸ τῆς ἀλόγου. ἐπὶ μὲν γὰρ τῶν κατὰ λόγον ζώντων τὸ ὀρεκτικὸν τῆς λογικῆς κινεῖ, ἐπὶ δὲ τῶν πολλῶν ἀνθρώ- πων καὶ κατὰ τὴν αἴσθησιν ζώντων τὸ ὀρεκτικὸν τῆς ἀλόγου κινεῖ. ὥσπ ζωτικὸν ἰδίωμα μᾶλλόν ἐστι τὸ κατὰ τόπον κινοῦν ἤπερ γνωστικόν. νοῦ γὰρ ἰδίωμα τὸ γινώσκειν μόνον, οὐ κινεῖν. ἀντιπράττει γὰρ ὁ νοῦς τῇ κινήσει· οὐ γὰρ συναισθάνονται κινήσεως, ὅπου γε οὐδὲ στάσεως, οἱ περὶ τὰ νοητὰ ἠσχολημένοι· διὸ καὶ Σωκράτης ἐν τῇ ἐπὶ Δηλίῳ μάχῃ νυχθήμερον στὰς οὐκ ᾔσθετο τῆς στάσεως, διὰ τὸ ἐννοεῖν τι. καὶ ὅτι εἰ ἐκίνει ὁ νοῦς τὸ ζῷον, οὐ πρὸς κακὸν ἄν αὐτοῦ ἐκίνει· εἴπομεν γὰρ ὅτι Θαλῆς ἀστρονομῶν εἰς φρέαρ ἐνέπεσε. τάχα δὲ καὶ κατὰ Ἀριστοτέλην Πλατωνικὴ διάταξις κρατεῖ, ὅτι τὸ κρεῖττον κινεῖ· κρεῖττον γὰρ πασῶν τῶν δυνά- μεων ἡ ὄρεξις, εἴ γε τοῦ ἀγαθοῦ ἐστιν. ἐν οἷς ἡ θεωρία. ’Eπεὶ δὲ ἡ ψυχὴ κατὰ δύο ὥρισται δυνάμεις. δύο λέγει δυνά- μεις ἢ ὡς τὸ] πρὸς τὸ ζῷον τοῦτο γὰρ ἄλογον καὶ λογικὸν συνίστησιν) ἢ δύο λέγει δυνάμεις ὡς πρὸς τοὺς ἀρχαίους· ἐκεῖνοι γὰρ μόνον γνωστικὸν ἔλεγον, ὃ εἶπε κριτικόν, καὶ κινητικόν. ἐπεὶ οὗν, φησί, δύο εἰσὶ δυνάμεις, καὶ ἤδη εἴπομεν περὶ τοῦ γνωστικοῦ καὶ τῆς διανοίας καὶ τῆς αἰσθήσεως, ἔλθωμεν καὶ ἐπὶ τὸ κινητικόν. p. 432 a 19 Πότερον ἕν τι μόριον αὐτῆς χωριστὸν ὂν ἢ μεγέθει ἢ λόγῳ, ἢ πᾶσα ἡ ψυχή. Ζητητέον, φησίν, εἰ μόριόν ἐστι τῆς ψυχῆς τὸ κινητικόν, καὶ εἰ μόριον, πότερον τῷ ὑποκειμένῳ καὶ τῇ οὐσίᾳ χωριστόν, ὃ εἶπεν μεγέθει καὶ μὴ ταραχθῇς, εἰ τὴν οὐσίαν τῆς ψυχῆς μέγεθος καλεῖ· κατεχρήσατο γὰρ καὶ ἀντὶ τοῦ εἰπεῖν ὑποκείμενον μέγεθος εἶπεν)· εἰ δὲ μή ἐστιν τῷ ὑπο- κειμένῳ καὶ τῇ οὐσίᾳ χωρισμόν, ἆρα δυνάμει ἐστὶ χωριστόν, ὃ εἶπε λόγῳ. ζητητέον δέ, φησί, μήποτε καὶ πᾶσα ἡ ψυχή ἐστι τὸ κινητικόν. παρὰ τὰ εἰωθότα λέγεσθαι καὶ τὰ εἰρημένα. εἰωθότα λέγεσθαι εἶπε τὰ παρὰ Πλάτωνι τρία, λόγον, θυμόν, ἐπιθυμίαν, εἰρημένα δὲ εἶπε τὰ παρ’ αὐτοῦ νυνὶ ῥηθέντα, λέγω δὲ νοῦν, διάνοιαν, δόξαν, φαντασίαν, αἴσθησιν κοινήν τε καὶ ἰδικήν. p. 432 a 23 Πῶς δεῖ μόρια ψυχῆς λέγειν καὶ πόσα. Εἰς δύο ἤλεγξε διὰ τούτων τὸν Πλάτωνα, καὶ ὅτι μόρια λέγει καὶ ὅτι πόσα, τουτέστι τρία. ἀντὶ † ἠ ἅπερ ᾖ ἄπειρα εἶπέν ὡς πρὸς τὰ τρία· ὀκτὼ δέ εἰσιν μετὰ τῶν τριῶν τοῦ Πλάτωνος, ἐὰν συνάψῃς καὶ τὰ πέντε ἃ νῦν εἶπεν ὁ Ἀριστοτέλης. p. 432a26 Οἱ δὲ τὸ λόγον ἔχον καὶ ἄλογον. Τινὲς μέν φασι τρία εἶναι τὰ μέρη τῆς ψυχῆς, ὡς Πλάτων λόγον, θυμὸν καὶ ἐπιθυμίαν, τινὲς δὲ δύο, ἄλογον καὶ λογικόν, ὡς Ἀριστοτέλης· ὡς πρὸς τὰ ζῷα γὰρ δύο ἔλεγε ψυχάς· ἡ γὰρ ἄλλη τῶν φυτῶν ἐστι. p. 432a26 Κατὰ γὰρ τὰς διαφορὰς δι’ ἃς ταῦτα χωρίζουσι, καὶ ἄλλα φαίνονται. Πάλιν τὸν Πλάτωνα ἐλέγχει. εἰ γὰρ διὰ τὸ πάνυ ἀφίστασθαι, φησί, λέγει μόρια ψυχῆς λόγον, θυμόν, ἐπιθυμίαν, ἔδει τὸ θρεπτικὸν μόριον εἰπεῖν τῆς ψυχῆς· μᾶλλον γὰρ τούτων ἀφέστηκε, καὶ μᾶλλον θυμοῦ καὶ ἀπιθυμίας, ἐπειδὴ ἄμφω μὲν αὗται τῆς ἀλόγου ψυχῆς εἰσί, τὸ δὲ θρεπτικὸν τῆς φυτικῆς· πλέον δὲ ἀφέστηκε τῆς ἀλόγου ἡ φυτικὴ ἢ ἡ φυτικὴ αὐτὴ εαυτης. p. 432 a 30 Καὶ τὸ αἰσθητικόν, ὃ οὔτε ὡς ἄλογον οὔτε ὡς λόγον ἔχον θείη ἄν τις ῥᾳδίως. Τὸ αἰσθητικόν, φησίν, ἤτοι τὴν αἴσθησιν οὔτε ἀλόγου ἄν τις θείη μόνου οὔτε λογικοῦ, ἀλλ’ ἀμφοτέρου. διότι μὲν γὰρ ἔξω ἔχει τὸ γνωστὸν ἡ αἴσθησις καὶ κατὰ διάστασιν αὐτὸ οἶδε καὶ μορφωτικῶς καὶ τυπωτικῶς καὶ οὐκ ἐνακούει τῷ λόγῳ ἐν τῷ νομίζειν ποδιαῖον τὸν ἥλιον, κατὰ τοῦτο ἀλόγου ἐστί· καθὸ δὲ αὐτοπτεῖ τὰ πράγματα ὡς ὁ νοῦς, δοκεῖ ἡ αἴσθησις ὑπὸ λόγον ἀνάγεσθαι. ἔστι δὲ καὶ ἄλλως ἐξηγήσασθαι, ὅτι καθὸ μὲν γινώσκει, τῆς λογικῆς ἐστι, καθὸ δὲ πάσχουσα γινώσκει, οὐ δύναμαι εἶναι τῆς λογικῆς · ἡ γὰρ λογικὴ I οὐ πάσχει, ἀλλὰ τῆς ἀλόγου ἐστὶ τὸ πασχειν. p. 432 a 31 Ἔτι δὲ τὸ φανταστικὸν τῷ μὲν εἶναι πάντων ἕτερον, τίνι δὲ τούτων ταὐτὸν ἢ ἕτερον, ἔχει πολλὴν ἀπορίαν. Ὡς πρὸς λόγον, θυμόν, ἐπιθυμίαν, τὰ μέρη Πλάτωνος, συγκρίνει φαντασίαν καὶ ὄρεξιν, καὶ τὴν μὲν ὄρεξιν πάντῃ τούτων ἑτέραν λέγει, ἐπειδή ἐστιν ὄρεξις καὶ φυτικῆς, τὰ δὲ Πλάτωνος μέρη ἀλόγου ἐστὶ καὶ λογικῆς, ὥστε πάντῃ τούτων ἡ ὄρεξις ἕτερον. τὸ δὲ φανταστικὸν ἐπειδὴ ἀλόγου ἐστί, τῷ μὲν λόγῳ διαφέρει τῶν τριῶν μερῶν τούτων, λογικοῦ, θυμικοῦ, ἐπιθυμητικοῦ · τίνι δέ ἐστι τῷ ὑποκειμένῳ ταὐτὸν ἢ ἕτερον τῶν τριῶν τούτων μερῶν, ἄπορον. μήποτε γὰρ θυμῷ καὶ ἐπιθυμίᾳ ταὐτόν ἐστιν, ἐπειδὴ καὶ αὗται τῆς ἀλόγου εἰσί. καλῶς οὖν οὕτως εἶπεν ὅτι εἰ ὅλως μόρια ἔχει ἡ ψυχὴ κεχωρισμένα, καὶ τὸ φανταστικὸν καὶ τὸ ὀρεκτικὸν μόριόν ἐστι τῆς ψυχῆς, ὅπερ ὀρεκτικὸν ἢ παρῆκς, Co Πλάτων, ἢ λέγων αὐτὸ διασπᾷς αὐτό. εἰ δὲ τρία ἡ ψυχή, ἐν ἑκάστῳ ἔσται ὄρεξις. σημείωσαι τί λέγει ὅτι ἐὰν τρεῖς ὦσι ψυχαί, καθ’ ἑκάστην αὐτῶν ἔσται ὄρεξις· οὐκοῦν καὶ ἐν τῇ φυτικῇ ὄρεξίς ἐστιν. ἰστέον δὲ ὅτι ὡς ἀπομαχόμενος λέγει τοῦτο ἀριστοτέλης, ἐπεὶ ἐν τῇ ἀρχῇ τοῦ κειμένου τῆς μελλούσης πράξεως, ἐὰν ἐπισκέψῃ, σκέψῃ, εὑρίσκεις αὐτὸν οὐκ εἰδότα ἐπὶ φυτῶν ὄρεξιν. ἀλλ’ οὐδὲ Πλούταρχος ὑπομνηματίζων λέγει εἶναι ὄρεξιν ἐπὶ φυτῶν, ἀλλὰ τοὐναντίον μὴ εἶναι. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, οὐ λέγει ἐπὶ φυτῶν ὄρεξιν, ἀλλὰ τρεῖς λέγει ὀρέξεις, μίαν μὲν τὴν μετὰ τοῦ πρακτικοῦ νοῦ, ἑτέραν δὲ τὴν θεμοειδῆ, καὶ ἄλλην τὴν ἐπιθυμητικήν. p. 432b8 Τὴν μὲν γὰρ κατ’ αὔξησιν καὶ φθίσιν κίνησιν. Ἐπειδὴ περὶ κινήσεώς ἐστιν αὐτῷ ὁ λόγος, ἡ δὲ κίνησις ὁμώνυμος, διαστέλλεται τὴν ὁμωνυμίαν καί φησιν ὅτι κίνησιν νυνὶ ζητῶ οὐ τὴν αὔξησιν καὶ φθίσιν· αὗται γὰρ ὑπὸ φύσεως γίνονται· νυνὶ δὲ τὴν ψυχικὴν ζητῶ τὴν κατὰ τόπον, καὶ ψυχικὴν οὐ μορίου τινός, ὥσπερ ἐστὶν ἡ ἀναπνοή ἀλλὰ τὴν ὅλου τοῦ ζῴου τὴν πορευτικήν. καὶ ἀλλαχοῦ γὰρ φαίνεαι λέγων διττὸν εἶναι τὸ κατὰ τόπον, ἢ πορευτικὸν ἢ κινητικόν, κινητικὸν λέγων τὸ ἀπὸ μέρους, οἷον ἡ ἀναπνοή. οὐ περὶ τούτου δὲ νῦν ὁ λόγος· ἤδη γὰρ καὶ ἀλλαχοῦ ἐζήτηται περὶ ἀναπνοῆς. καὶ ἀπορεῖται, εἴτε φυσική ἐστιν εἴτε ψυχική· φυσικὴ μὲν γὰρ δόξει εἶναι ὡς μὴ δουλεύουσα προ- αιρέσει, ψυχικὴ δὲ ὡς ὑπὸ μυῶν γινομένη καὶ ὅτι ἐν ἐμοί ἐστι τὸ ἐπι- τεῖναι αὐτήν. οὐ περὶ ταύτης οὖν ἐστιν ὁ λόγος, ἀλλὰ περὶ τοῦ κατὰ τοπον πορευτικου σημαινομενου της κινησεως. p. 432 b 11 Περὶ δὲ ἀναπνοῆς καὶ ἐκπνοῆς καὶ ὕπνου καὶ ἐγρηγορσεως. Περὶ τῆς κατὰ τόπον κινήσεως ὄντος τοὐ λόγου, ἢ ἐπειδὴ ἡ ἀναπνοὴ ἐν τῷ ὕπνῳ μᾶλλόν ἐστιν ἤπερ ἐν τῇ ἐγρηγόρσει, διὰ τοῦτο αὐτῶν ἐμνή- σθη τῆς γὰρ ἀναπνοῆς ὡς μερικῆς κινήσεως ἐμνήσθη) ἢ ὅτι καὶ ὕπνος καὶ ἐγρήγορσις μερικαί εἰσι κινήσεις βλεφάρου κατὰ τόπον. φησὶν οὖν ὅτι οὐδὲ περὶ τούτων ἐστὶν ἡμῖν ὁ λόγος· μερικαὶ γὰρ κινήσεις εἰσὶν αὗται, νυνὶ δὲ καθόλου ζητοῦμεν πορευτικὴν κίνησιν· καὶ ὅτι ἐστὶν αὐτῷ γεγραμμένον βιβλίον Περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἐν ᾧ περὶ τούτων διαλέγεται. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 432b14 Ὅτι μὲν οὖν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά του ἡ κίνησις αὕτη, καὶ ἢ μετὰ φαντασίας ἢ ὁρέξεώς εστιν. Ἡ παροῦσα θεωρία δείκνυσι τί τε οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν καὶ τί ἐστι. πρῶτον δὲ δείκνυσι τί οὐκ ἔστι. φησὶ γὰρ ὅτι οὐκ ἔστιν ἡ θρεπτικὴ δύναμις οὔτε αἴσθησις οὔτε νοῦς, καὶ νοῦς οὐχ ὁ θεωρητικὸς ὁ μὴ κεχρημένος ὀργάνῳ, οὐχ ὁ κεχρημένος ὀργάνῳ θεωρητικός, οὐχ ὁ πρακτικὸς νοῦς, οὐκ ὄρεξις· ταῦτα οὐκ ἔστι τὸ κατὰ τόπον κινοῦν. καὶ ὅτι μὲν οὐκ ἔστιν ἡ θρεπτικὴ δύναμις, διὰ τεσσάρων ἐπιχειρημάτων δείκνυσιν, ὧν πρῶτόν ἐστι τοῦτο· ἡ θρεπτικὴ ἓν τέλος ἔχει τὸ τρέφειν, ἡ δὲ κίνησις ἔχει τέλος καὶ πάθος καὶ λόγον · ἔνθα μὲν γὰρ ἐπὶ σπουδαῖα κινούμεθα, ὁ λόγος τέλος ἐστίν, ἔνθα δὲ ἐπὶ ἀφροδίσια τὸ πάθος ἐστὶ τέλος· ὥστε οὐχ ἡ θρεπτική ἐστι τὸ κατὰ τόπον κινοῦν. τοῦτο δὲ δείκνυ- ται διὰ δύο ἐπιχειρημάτων. εἰ ἀνάγκη τὸ κινούμενον πρῶτον φαντασιοῦσθαι καὶ ὀρεχθῆναι αἰσθητῶς, καὶ εἶθ’ οὕτω κινηθῆναι ὑπὸ ὀρέξεως, ταῦτα δὲ οὐκ ἔστιν ἐν τῇ θρεπτικῇ (οὔτε γὰρ φαντασία ἐστὶν οὔτε ὅρεξις αἰσθητική· ἐν γὰρ τῷ κινεῖσθαι αἰσθητικῆς ὀρέξεως χρεία), οὐκ ἄρα τὸ θρεπτικόν ἐστι τὸ κατὰ τόπον κινοῦν. τρίτον ἐπιχείρημα· εἰ τὸ θρεπτικὸν κινεῖ, ἔδει καὶ τὰ φυτὰ κινεῖσθαι, ὡς ἔχοντα τὴν κατὰ τόπον κινητικὴν δύναμιν. ἀλλὰ μὴν οὐδέποτε κατὰ τόπον κινεῖται τὰ φυτά· οὐκ ἄρα ἡ φυτικὴ ψυχή ἐστιν ἡ κατὰ τόπον κινοῦσα. | τέταρτον ἐπιχείρημα · εἰ τὸ θρεπτικὸν κινεῖ, ἔδει καὶ τὰ φυτὰ πορευτικὰ ἔχειν ὄργανα, ἵνα κινηθῶσιν. ἀλλὰ μὴν οὐκ ἔχουσι πορευτικὰ ὄργανα, τοὐναντίον δὲ καὶ ἐρριζωμένα εἰσίν· οὐκ ἄρα τὸ θρεπτικὸν κινεῖ ταῦτα μὲν τὰ ἀπὸ τῆς λέξεως· δεῖ δὲ προσευπορῆσαι καὶ ἕτερον ἐπιχείρημα. εἰ ὅτε μᾶλλον ἐνεργεῖ ἡ θρεπτική, ἐν νυκτί φημι, οὐ κινούμεθα καθ’ ὁρμήν, οὐκ ἄρα ἡ θρεπτικὴ κινεῖ. εἰ γὰρ καὶ κινούμεθα ἐν νυκτί, ἀλλ’ οὐ καθ’ ὁρμὴν κινούμεθα· περὶ δὲ τῆς καθ’ ὁρμὴν κινήσεως ὁ λόγος ἐστὶ τῷ φιλοσόφῳ. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ φυτικὴ μὲν ψυχή ἐστιν ἡ κατὰ τόπον κινοῦσα, οὐ κινοῦνται δὲ τὰ φυτά, καίπερ ἔχοντα τὴν κινητικὴν δύναμιν, διὰ τὸ μὴ ἔχειν ἐπιτήδεια ὄργανα πρὸς κίνησιν. λέγομεν δὲ πρὸς ταύτην τὴν ·ἀπορίαν, ὅτι πρῶτον μὲν συμ- βήσεται ἐν ὅλῳ εἴδει μάτην εἶναι δύναμιν· εἰ γάρ ἐστιν ἐν ὅλο.ι,ς μὲν τοῖς φυτοῖς ἡ κινητικὴ δύναμις, οὐ κινεῖ δὲ διὰ τὴν τῶν ὀργάνων ἀνεπιτηδειότητα, οὐκοῦν μάτην ἔσται ἐν ὅλοις τοῖς εἴδεσι τῶν φυτῶν· ὅπερ ἐστὶν ἄτοπον, τὸ λέγειν μάτην τι γίνεσθαι ὑπὸ τῆς φύσεως. δεύτερον δὲ εἰ ἔχουσι τὰ φυτὰ τὴν κινητικὴν δύναμιν, μὴ κινοῦνται δὲ διὰ τὴν τῶν ὀργάνων ἀπορίαν, διὰ τί οὐκ εὐτρέπισεν ἡ φύσις τούτοις ὄργαν; οὔτε γὰρ τῶν ἀναγκαίων τι ἐλλείπει οὔτε περιττὰ δημιουργεῖ. δῆλον οὖν πανταχόθεν γέγονεν ὡς οὐχὶ τὸ θρεπτικόν ἐστι τὸ αἴτιον τῆς κατὰ τόπον κινήσεως. ἀλλὰ μὴν οὐδὲ αἴσθησίς ἐστιν ἡ κατὰ τόπον κινοῦσα. καὶ ἐπειδὴ ἡ αἴσθησις τῆς ἀλόγου ψυχῆς ἐστι, δείκνυσιν ἐπὶ τὸ καθολικώτερον ἀνατρέχων ὅτι ὅλως οὐκ ἔστιν αἰτία κινήσεως ἡ ἄλογος ψυχή. εἰ γὰρ ἡ ἄλογος ψυχὴ ἦν αἰτία τῆς κατὰ τόπον κινήσεως, ἐχρῆν πάντα τὰ ἔχοντα τὴν ἄλογον ψυχὴν κινεῖσθαι. ἀλλὰ μὴν τὰ ζῳόφυτα ἄλογον ἔχοντα ψυχὴν οὐ κινοῦνται· οὐκ ἄρα τῆς ἀλόγου ψυχῆς ἐστιν ἡ κατὰ τόπον κίνησις. οὐδὲ γὰρ ἔστιν ἐνταῦθα αἰτιάσασθαι τὴν τῶν ὀργάνων ἀνεπιτηδειότατα. ἐκεῖνα γὰρ ἐπιτηδείων ὀργάνων ἀμοιροῦσι τῶν ἐχόντων τὴν ἄλογον ψυχήν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα, οἷον τὰ παιδία ἀτελῆ ἐστιν· οὐδὲ γὰρ ἔχει ὀδόντας· πάλιν τὰ τετραδάκτυλα πηρώματά ἐστι. τὰ οὖν ζῳόφυτα οὔτε ἀτελῆ ἐστιν ἔχουσι γὰρ ἀνάβασιν, ἀκμήν, παρακμήν, τὰ παιδία δὲ οὐδὲν τούτων ἔχει· πάλιν τὰ ζῳόφυτα γεννῶσιν ὅμοια ἑαυτοῖς, τὰ δὲ παιδία οὐ γεννῶσιν, ἔστ’ ἄν ὦσι παιδία, διὰ τὸ ἀτελῆ εἶναι) εἶναι) οὔτε δὲ πηρώματά εἰσι τὰ ζῳόφυτα· οὕτω γὰρ ὅλον τὸ εἶδος τῶν ζῳοφύτων πήρωμα ἄν ἦν. εἰ οὖν μήτε πηρώματά ἐστι μήτε ἀτελῆ (τὰ μὲν γὰρ μὴ ἔχοντά τι διὰ τὸ ἀτελὲς ὕστερον αὐτὸ προσλαμβάνουσιν, ὥσπερ οἱ παῖδες τοὺς ὀδόντας, τὰ δὲ ζῳόφυτα οὐδὲ αὐξανόμενα προσλαμβάνουσι τὰ κινητικὰ ὄργανα οὐδὲ ἀκμάζοντα), δῆλον ὅτι οὐδὲ τὴν δύναμιν ἔχουσιν ὅλως τὴν βαδιστικήν. εἰ γὰρ εἶχον αὐτήν, καὶ τὰ μόρια εἶχον ἂν τὰ ἐπιτήδεια · ἐκεῖνα γὰρ ἔχουσι τὴν δύναμιν, τὰ δὲ ὄργανα οὐκ ἔχουσιν, ὅσα ἢ ἀτελῆ ἐστιν ἢ πηρώματα. εἰ οὖν τὰ ζῳόφυτα ἄλογον μὲν ἔχουσι ψυχήν, οὐ κινοῦνται δὲ κατὰ τόπον, οὐκ ἄρα τῆς ἀλόγου ψυχῆς ἐστιν ἡ κατὰ τόπον κίνησις. καὶ οὕτω μὲν ἡμεῖς· ἡ δὲ λέξις δι’ ἑνὸς ἐδήλωσε παραδείγματος τὸ ἀτελὲς καὶ τὸ πήρωμα. φησὶ γὰρ ὅτι τὰ ζῳόφυτα οὐκ ἔστιν ἀτελῆ ἢ πηρώματα, ἐπειδὴ αὐξάνει καὶ ἀκμάζει καὶ φθίνει καὶ γεννᾷ ὅμοια, διὰ μὲν τοῦ γεννᾶν αἰνιττόμενος ὅτι οὐκ ἔστι πηρώματα (οἱ γὰρ εὐνοῦχοι πηρώματα ὄντες οὐ τίκτουσι), διὰ δὲ τοῦ αὐξάνεσθαι καὶ ἀκμάζειν καὶ φθίνειν ᾐνίξατο ὅτι οὔκ εἰσιν ἀτελῆ προσελάμβανον γὰρ ἂν τῷ χρόνῳ τὰ λείποντα, ὁρῶμεν δὲ ὅτι οὐδὲν προσλαμβάνουσιν. ὥστε ἐδείχθη ὡς οὐκ ἔστιν ἡ ἄλογος ψυχὴ αἰτία τῆς κατὰ τόπον κινήσεως. ἀλλὰ οὐδὲ ἡ αἴσθησίς ἐστιν αἰτία τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ ἐχρῆν, ὅτε κατὰ τόπον κινούμεθα, ἐνεργεῖν τὴν αἴσθησιν. ἀλλὰ γὰρ καὶ μύοντες τοὺς ὀφθαλμοὺς κινούμεθα, καὶ μὴ ἀκούοντες μηδὲ ὀσφραινόμενοι, μηδὲ γευόμενοι ἢ ψηλα- φῶντες. οὐκ ἄρα ἡ αἴσθησίς ἐστιν ἡ κατὰ τόπον κινοῦσα, διὰ τὸ κινεῖσθαι ἡμᾶς κατὰ τόπον καὶ ἄνευ τοῦ ἐνεργεῖν τὴν αἴσθησιν, καὶ ὅτι πολλάκις αἰσθανόμενοι διακόπτομεν τὴν κίνησιν καὶ ἠρεμίᾳ μᾶλλον αἰσθανόμεθα. Ταῦτα εἰποῦσα ἡ λέξις φέρεται ἐπὶ τὸν νοῦν, μὴ ζητοῦσα περὶ τῆς φαντασίας, εἴτε κινεῖ εἴτε οὔ. καὶ εἰκότως οὐκ ἐμνήσθη ταύτης, ἐπειδὴ οὐδὲν ἴδιον ἔχει, ἀλλ’ ὃ δἄν ἔχῃ ἐκ τῆς αἰσθήσεως ἔχει. πλὴν ἡμεῖς δείξομεν ὅτι οὐδὲ φαντασία κινεῖ. εἰ γὰρ κινεῖ αὕτη, ἔδει ἐν τοῖς ὕπνοις, ὅτε φανταζόμεθα, κινεῖσθαι καθ’ ὁρμήν· ἀλλὰ μὴν οὐ κινούμεθα· οὐκ ἄρα φαντα- σία κινεῖ. ταῦτα μὲν ἔξωθεν. δείξομεν δὲ λοιπὸν ὅτι οὐδὲ νοῦς ἐστιν ὁ κινῶν. δεῖ γὰρ εἰδέναι ὅτι τριττός ἐστιν ὁ νοῦς, ἢ ὁ θεωρητικὸς ὁ μὴ κεχρημένος ὀργάνῳ ἢ ὁ θεωρητικὸς ὁ κεχρημένος ὀργάνῳ ἢ ὁ πρακτικὸς νοῦς. ὁ θεωρητικὸς νοῦς ὁ κεχρημένος ὀργάνῳ οὐ δύνατι κινεῖν, ἐπειδὴ οὐ καταγίνεται περὶ πρακτά· πρακτὸν δέ τί ἐστιν ἡ κίνησις· καὶ ὅτι τῷ νῷ τούτῳ στάσις ἁρμόζει ἤπερ κίνησις· ἐννοοῦντες γάρ τι ἱστάμεθα. ἀλλὰ μὴν οὐδὲ ὁ πρακτικὸς νοῦς ἐστιν ὁ κατὰ τόπον κινῶν· εἰ γὰρ καὶ προαί- ρεσιν ἔχει οὗτος, δι’ ἧς γίνεται ἡ κατὰ τόπον κίνησις, ἀλλ’ ὅμως οὐ κινεῖ. τοῦτο δὲ δῆλόν ἐστιν ἐντεῦθεν· ὁρῶμεν γὰρ ὅτι καὶ ἐπιτρέποντος τοῦ πρακτικοῦ νοῦ μὴ κινεῖσθαι ἐπερχομένου πολεμίου ἡ καρδία κιvεῖται· πάλλεται γὰρ φοβουμένη. ὠ.ὰ μὴν καὶ ἐπὶ τῶν ἀκρατῶν τοῦ πάθους ἐπιτρέποντος κινεῖσθαι, κἂν ὁ νοῦς ἐγκρατεύεσθαι ἐπιτρέψῃ, τὸ πάθος ἐνίοτε κρατεῖ, καὶ κινεῖται τὸ αἰδοῖον πρὸς ἀφροδίσια. ὥστε καὶ ἐναντίως ἔχει ἡ κίνησις πρὸς τὸν νοῦν ἐπὶ τῶν ἀκρατῶν · οὐκ ἄρα αὐτὸς κινεῖ. καὶ ὅτι ὁ πρακτικὸς νοῦς ἐνεργεῖ πρῶιον, καὶ εἶθ’ οὕτω κινούμεθα. εἰ μὴ γὰρ πρότερον ὁ πρακτικὸς νοῦς βουλεύσεται κατέλθω εἰς τὸν λιμέμα καὶ τῷ κυβερνήτῃ λαλήσω καὶ ἐμβάλωμαι τὰ σκεύη;’ (ὅλα δὲ ταῦτα ἰστάμενος βουλεύεται) * * εἰ οὖν ὁ πρακτικὸς I νοῦς πρῶτον ἐνεργεῖ καὶ μετὰ τὸ παύσασθαι αὐτὸν τότε γίνεται ἡ κατὰ τόπον κίνησις, δῆλον ἄρα ὅτι οὐδὲ ὁ πρακτικός ἐστι νοῦς ὁ κατὰ τόπον κινῶν ἡμᾶς. ἀλλὰ μὴν οὐδὲ ὁ θεωρητικὸς νοῦς ὁ μὴ κεχρημένος ὀργάνῳ, ἐπειδὴ οὗτος οὐκ ἔχει προ- αίρεσιν, ἀνάγκη δὲ προαιρεῖσθαι τὸ κατὰ τόπον κινοῦν· μὴ προαιρουμένου γὰρ οὐ κινούμεθα, ὥσπερ καὶ οἱ ἰατροὶ πολλάκις μὴ προαιρούμενοι οὐχ ὑγιάζουσί τινα διὰ τὸ συμφέρειν αὐτῷ ἐν νόσῳ εἶναι ἢ διὰ τυραννίδος κατάλυσιν ἢ διὰ τὸ φιλοσοφῆσαι, ὥσπερ καὶ Θεάγη ἐν νόσῳ κατέλειψαν διὰ φιλοσοφίαν, ἐξ οὗ καὶ Θεάγης ὁ διάλογος. ὥστε οὐδὲ οὗτος κινεῖ. καὶ ἐξ ἄλλου δὲ ἔστι δεῖξαι ὅτι οὐ κινεῖ οὗτος ὁ νοῦς, ἐπειδὴ οὐκ ἔχει τὸ φεύγειν ἢ διώκειν· πᾶσα δὲ κίνησις ἢ φεύγει τι ἢ διώκει. πᾶν οὖν σημαινόμενον τοῦ νοῦ ἐδείχθη μὴ κινοῦν κατὰ τόπον. καὶ τοῦτο ἔξωθεν ἔστι κατασκευάσαι διὰ γενναιοτάτου ἐπιχειρήματος, ὅτι εἰ οἷον δή ποτε σημαινόμενον τοῦ νοῦ ἦν αἴπον τῆς κατὰ τόπον κινήσεως, ἐχρῆν ἐκεῖνα μὴ κινεῖσθαι τὰ μὴ ἔχοντα οἷον δή ποτε νοῦν. ἀλλὰ μὴν τὰ ἄλογα ζῷα ὅλως νοῦν μὴ ἔχοντα κατὰ τόπον κινοῦνται· οὐκ ἄρα ὁ θεωρητικὸς νοῦς ἢ ὁ πρακτικὸς αἴτιός ἐστι τῆς κατὰ τόπον κινήσεως. ὅλως δὲ οὔτε ἡ λογικὴ ψυχή ἐστιν ἡ κινοῦσα οὔτε ἡ ἄλογος. ἡ λογικὴ μὲν γὰρ οὐ κινεῖ κτὰ τόπον, διότι ὑπὸ πάθους ἀσελγοῦς κρατούμενοι κατὰ τόπον κινούμεθα, τὰ δὲ πάθη ὑπὸ τῆς ἀλόγου κινεῖται· πάλιν δὲ ἡ ἄλογος οὐ κινεῖ, διότι ὁ λόγος ποτὲ κατὰ τόπον ἡμᾶς κινεῖ, οἷον πρὸς διδασκάλους ἢ εἰς εὐχήν, καὶ ὅτι ἐπὶ τῶν ἐγκρατῶν δείκνυται σαφῶς μὴ κινοῦσα ἡ ἄλογος· πολλάκις γὰρ ἐπιτρεπούσης αὐτῆς κινεῖσθαι πρὸς ἀφροδίσια οἱ ἐγκρατεῖς οὐ κινοῦνται οὐδὲ εἴκουσιν τῇ ἐπιτροπῇ· τὸ δὲ κινοῦν δεῖ πάντως ἐνακούεσθαι. ὥστε μεμαθήκειν τί ἐστι τὰ μὴ κινοῦντα. Εἴπωμεν λοιπὸν ἀκολούθως τί ἐστι τὸ κατὰ τόπον κινοῦν. ἔστι δὴ τὸ κατὰ τόπον κινοῦν ὁ νοῦς ὁ πρακτικὸς καὶ ἡ ἄλογος ὄρεξις. καὶ τοῦτο ἐδείχθη ἐκ τοῦ τὴν μὲν ὄρεξιν ἐπὶ τῶν ἀκρατῶν κινεῖν, τὸν δὲ νοῦν ἐπὶ τῶν ἐγκρατῶν. ἀλλ’ ἐπειδὴ ἡνίκα δύο τινὰ ἕν τι ποιοῦσι, κατά τι κοινὸν πάντως τοῦτο ποιοῦσιν, ὥσπερ τὸ δίπουν καὶ τὸ τετράπουν κατά τι κοινὸν τὸ ὑπόπουν κινοῦνται, οὕτως οὖν ἔδει τὸν νοῦν καὶ τὴν ὄρεξιν κατά τι κοινὸν κινεῖν· τὶ δέ ἐστι μέσον ζωῆς καὶ γνώσεως. πρὸς ὅ φαμεν ὅτι καὶ ταῦτα τὰ δύο, νοῦς καὶ ὄρεξις, κατά τι κοινὸν τὸ ὀρεκτικὸν κινοῦσιν * * * ὥσπερ ὀρεκτικὸν κινεῖ, ὃ καὶ βουλευτικὸν ὁ Ἀριστοτέλης καλεῖ, ἐπὶ <δὲ> τῶν ἀλόγων τὸ τῆς ἀλόγου ὀρεκτικόν. δικαίως δὲ τῷ κοινῷ ὀρεκτικῷ δίδωσι τὴν κίνησιν, καὶ οὐ τῷ νῷ, ὡς ἐν Τιμαίῳ, ἐπειδὴ ὁ μὲν νοῦς ὀρθῶς μόνον κινεῖ, ἡ δὲ ὄρεξις καὶ ὀρθῶς καὶ διεστραμμένως, πρέπει δὲ τῇ κινήσει τὸ ὀρθὸν καὶ διεστραμμένον. διὸ τῷ κοινῷ ὀρεκτικῷ δοτέον τὸ κῦρος τῆς κτὰ τόπον κινήσεως. ἀποροῦσι δὲ λέγοντες ὅτι οὐ δυνατὸν τὸ ὀρεκτικὸν κατὰ τόπον κινεῖν, ὅσον ἐπὶ τοῖς εἰρημένοις. εἰ γὰρ τὸ κατὰ τόπον κινοῦν ἕν, αἱ δὲ ὀρέξεις δύο καὶ οὐ μία, οὐκ ἄρα τὸ ὀρεκτικὸν κινεῖ. καὶ πλέκεται ἐν δευτέρῳ σχήματι τοιοῦτος συλλογισμός· τὸ κατὰ τόπον κινοῦν εν · τὸ ὀρεκτικὸν οὐχ ἕν· τὸ κατὰ τοπον αρα κινουν οὐκ ὀρεκτικόν. πρὸς ὅ φαμεν ὅτι τὸ ὀρεκτικὸν καὶ ἕν ἐστι καὶ οὐχ ἕν, ἓν μὲν τῷ γένει, δύο δὲ τοῖς εἴδεσιν· ὡς οὖν ἓν τῷ γένει κινεῖ. πῶς δέ ἐστιν τῷ μὲν γένει ἕν, τῷ δὲ εἴδει δύο τὸ ὀρεκτικόν; ἐπειδὴ ἄλλη ἐστὶν ἡ ὄρεξις τῆς ἀλόγου καὶ ἄλλη ἡ τῆς λογικῆς· ἀνομοειδὴς δὲ ἡ ἄλογος πρὸς τὴν λογικήν, ὥστε καὶ ἡ ἄλογος ὄρεξις ἀνομοειδής ἐστι πρὸς τὴν ὄρεξιν τῆς λογικῆς ὥστε τῷ μὲν γένει μία ἡ ὄρεξις, τῷ δὲ εἴδει διάφορος. ὅτι δὲ δεῖ ἀνομοειδῆ τὴν ὄρεξιν εἶναι, οὐ μόνον ἐκ τοῦ ἀνομοίου τῶν ψυχῶν δῆλον, ἀλλὰ καὶ ἐντεῦθεν· ἐπιτρέπει ἡ ἄλογος ὄρεξιν πάθους, ἐπιτρέπει δὲ ἡ λογικὴ ὄρεξιν ἀρετῆς· καὶ ἐπειδὴ ἡ ἀρετὴ τῷ πάθει ἐναντία ἐστί, συμβήσεται τῶν ἐναντίων μίαν εἶναι ἐνέργειαν, ὅπερ ἐστὶν ἄτοπον. γίνεται δὲ ὅλως ἐναντία ὄρεξις, ὅταν λόγος τῷ θυμῷ ἐναντιωθῇ, ὡς ἐν ἀνθρώπῳ λέγω, ἐπεὶ γίνονται καὶ ἐν ἀλόγῳ ἐναντίαι ὀρέξεις, οἷον ἐπιθυμία πρὸς θυμόν. ὥστε γίνονται ἐναντίαι ὀρέξεις, ὅταν λόγος πρὸς ἐπιθυμίαν ἐναντιωθῇ. ταῦτα εἰπὼν λέγει τινὰ συλλογισμὸν τολμητίαν καὶ παράβολον ἐν πρώτῳ σχήματι. ἔστι δὲ ὁ συλλογισμὸς οὗτος· ὅπου ἐναντίαι κινήσις, ἐκεῖ χρόνου συναίσθησις· ὅπου χρόνου συναίσθησις, ἐκεῖ λόγος καὶ ἐπιθυμία. οὗτος δὲ ὁ συλλογισμὸς δύο τινὰ ἔχει παράβολα, ἓν μὲν ἐπειδή φησιν πάντως εἶναι λόγον καὶ ἐπιθυμίαν, ὅπου ἐστὶ χρόνου συναίσθησις, ὡς ἐκ τούτου συνάγεσθαι μόνον ἄνθρωπον ἔχειν χρόνου συναίσθησιν. καὶ μὴν ὁρῶμεν ὅτι καὶ ἄλογα χρόνου συναισθάνονται, ὡς δηλοῖ ἡ γέρανος φεύγουσα ἐν χειμῶνι τὴν Θρᾴκην, καὶ μύρμηξ προθησαυρίζων αὑτῷ τροφὴν διὰ τὸν χειμῶνα. καὶ ἄλλο δὲ ἄτοπον ἔχει ὁ συλλογισμός. φησὶ γὰρ ὅτι, ὅπου ἐναντίαι εἰσὶ κινήσεις, ἐκεῖ λόγος καὶ ἐπιθυμία, τοῦ μὲν λόγου ἀντὶ τοῦ παρόντος ἡδέος τὸ μέλλον ἀγαθὸν αἱρουμένου, τῆς δὲ ἐπιθυμίας πρὸς τὸ παρὸν ἤτοι πρὸς τὸ φαινόμενον ἀγαθὸν ἀφορώσης· ὡς συνάγεσθαι κατ’ αὐτὸν ὅτι ἐν ἀν- θρώπῳ καὶ μόνῳ εἰσὶν ἐναντ.ίαι κινήσεις * * * ὡς εἴπομεν, θυμοῦ πρὸς ἐπιθυμίαν. ταῦτα ἀπορήσας ἐπιλύεται ἄμφω, τὸ μὲν πρότερον διὰ τριῶν λύσεων· μιᾶς μὲν ὅτι τὰ ἄλογα οὐκ ἔχει συναίσθησιν χρόνου. οὔτε γὰρ αἰσθήσει ἀντιλαμβάνονται αὐτοῦ· ὁ γὰρ χρόνος ἀσώματός ἐστι καὶ κρείττων σώματος, καὶ αἰσθήσει οὐ θεωρεῖται· ὃ δὲ αἰσθήσει τὰ ἄλογα οὐκ οἶδεν, οὐδὲ φαντασίᾳ οἶδεν· ὥστε τὰ ἄλογα οὐκ ἔχει χρόνου συναίσθησιν, διὰ τὸ μὴ ὑοπίπτειν αὐτὸν τῇ αἰσθήσει. αὕτη ἡ πρώτη λύσις. ὅσον δὲ πρὸς ταύτην, οὐδὲ ἡμεῖς ἔχομεν χρόνου συναίσθησιν· οὐδὲ γὰρ ὁρῶμεν αὐτόν· εἰ δὲ τοῦτο, οὐδὲ φανταζόμεθα αὐτόν. ῥητέον οὖν τὴν δευτέραν λύσιν ὅτι τὰ ἄλογα οὐκ ἀντιλαμβάνονται χρόνου, ἀλλὰ τῶν ἐν χρόνῳ, | οἷον ψύχους, θέρμης καὶ τῶν τοιούτων. ὥστε ἀληθεύει Ἀριστοτέλης λέγων ὅτι τὰ ἄλογα οὐ συναισθάνονται χρόνου· τῶν ἐν χρόνῳ γὰρ ἀντιλαμβάνονται καὶ οὐ τοῦ χρόνου. ἡμεῖς γὰρ αὐτὴν τὴν λογικὴν ψυχὴν ἔχοντες αὐτοῦ τοῦ χρόνου συναίσθησιν ἔχομεν, ἀριθμοῦντες καὶ ὥρας καὶ ἡμέρας. αὕτη καὶ ἡ δευτέρα λύσις. τρίτη λύσις ὅτι ὁ Ἀριστοτέλης χρόνον καλεῖ τὸν ὡρισμένον μόνον καὶ οὐχὶ τὸν ἀόριστον. οὕτω γοῦν ἐν τῷ Περὶ ἑρμηνείας φησὶ ‘τὰ μὲν ἀπλῶς, τὰ δὲ ἐν χρόνῳ’, ἁπλῶς καλέσας τὸν ἀόριστον χρόνον, ἐν χρόνῳ δὲ τὸν ὡρισμένον χρόνον. τὰ οὖν ἄλογα ζῷα κἂν ἔχωσι συναίσθησιν χρόνου, ἀλλ’ οὐ τοῦ ὡρισμένου χρόνου τὴν συναίσθησιν ἔχουσιν, ἀλλὰ μόνον χειμῶνος φέρε εἰπεῖν ἢ θέρους συναισθά- νονται· οἱ δὲ ἄνθρωποι ὡρισμένου χρόνου συναίσθησιν ἔχουσιν ἡμέρας καὶ ὥρας ἀριθμοῦντες· τὸ γὰρ ἀριθμεῖν ψυχῆς μόνης λογικῆς ἐστιν ἴδιον. διὰ τοῦτο οὗν εἶπεν ἄνθρωπον μόνον συναίσθησιν ἔχειν χρόνου τοῦ ὡρισμένου · τοῦ γὰρ ἀορίστου καὶ τὰ ἄλογα ἔχει συναίσθησιν. οὕτω μὲν οὖν τὸ πρῶτον ἐπελύσατο. ἐπιλύεται δὲ καὶ τὸ δεύτερον λέγων ὅτι καὶ ὅπου ἐναντίαι κινήσεις, ἐκεῖ καὶ λόγος καὶ ἐπιθυμία, ἐὰν προσθῇς κατὰ τὸν νῦν καὶ μέλλοντα χρόνον γινόμεναι ἐναντίαι κινήσεις. κτὰ γὰρ τὸ νῦν καὶ τὸ μέλλον μόνον ἄνθρωπος ἐναντίως κινεῖται, τὰ δὲ ἄλογα κτὰ τὸν ἐνεστῶτα χρόνον καὶ μόνον. ὁ γὰρ νοσῶν διὰ τὸν ἐνεστῶτα πυρετὸν ἐφίεται ψυχροῦ, τῆς ὀρέξεως τοῦτο ἐπιτρεπούσης ποιεῖν· ὁ δὲ λόγος διὰ τὸ μέλλον γίνεσθαι κακὸν ἀνακρούεται τὴν ὄρεξιν. τὰ δὲ ἄλογα ἐναντίως κινεῖται οὐ διὰ τὴν τοῦ μέλλοντος οὖσαν πρόνοιαν. * * ὑποκείσθω γὰρ λέων ἐπελθὼν ποίμνῃ καὶ πληγείς, εἶτα ὕστερον ἑτέρᾳ βουλόμενος ἐπελ- θεῖν ποίμνῃ καὶ δεδιὼς τὴν προτέραν πληγὴν οὐκ ἐπέρχεται, ἵνα μὴ πάλιν πάθῃ. ὁρᾶς οὖν ὅτι περὶ τοῦ μέλλοντος σκοπεῖ, ἵνα μὴ πάθῃ· ὥστε καὶ τὰ ἄλογα περὶ τὸ μέλλον καταγίνονται. πρὸς ὃ ἀπελογήσαντο οἱ ἐξηγηταὶ ὅτι τὸ ἐκ τοὐ παρεληλυθότος περὶ τῶν μελλόντων σκοπεῖν λόγου ἐστὶ καὶ μόνον· ὁ γοῦν λέων οὐκ ἐκ τοῦ παρελθόντος τοῦ μέλλοντος προενοήσατο, ἀλλὰ κατὰ φαντασίαν κινούμενος ὡς ἔχων ἔτι λείψανον τῆς πληγῆς ἀναχαιτίζεται ἐπελθεῖν τῇ ποίμνῃ, τὴν παροῦσαν πληγὴν δεδιώς· ὥστε περὶ τὸ ἐνεστὸς μόνον ἐνεργεῖ. οὐ γάρ ἐστιν ἐν αὐτῷ χρόνου διά- κρισις, ὥσπερ οὐδὲ ἀριθμοῦ· οὐ γὰρ οἶδεν ὁ λέων τί ἐστι β ἢ #x772;. ἀλλὰ μόνον πλῆθος οἶδε καὶ ὀλιγότητα, ὡς δηλοῖ τὸ ὀλίγοις μὲν αὐτὸν ἐπέρ- χεσθαι, πολλοὺς δὲ φοβεῖσθαι. καὶ ταῦτα μὲν ἐν τούτοις. Ἐφ’ οἷς φησιν Ἀριστοτέλης ὅτι τῶν κατὰ τόπον κινούντων τὸ σῶμα τὰ μὲν μόνως κινεῖ, τὰ δὲ καὶ κινεῖ καὶ κινεῖται. τὸ μὲν γὰρ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν αὐτὸ παντελῶς μὴ κινούμενον· ἡ δὲ ὄρεξις κινεῖται μὲν ὑπὸ τοῦ ὀρεκ- τοῦ, κινεῖ δὲ τὸ σῶμα τὴν κατὰ τόπον κίνησιν. καὶ ταῦτα μὲν Ἀριστοτέλης. Πλάτων δὲ οὐ λέγει τὴν ὄρεξιν κινεῖν, ἀλλὰ τὸ ἐν ἑκάστῳ προτερεῦον αὐτὸ λέγει κινεῖν κατὰ τόπον, ἐν ἀνθρώπῳ μὲν τὴν λογικὴν ψυχήν, ἐν ἀλόγοις δὲ τὴν ἄλογον· ἐν ἀμφοτέροις γὰρ αὗταί εἰσιν αἱ προτερεύουσαι. καὶ ἐν ἀνθρώποις γὰρ ἐπὶ τῶν παθῶν οὐκ ἔστιν ἡ ἄλογος ἡ κινοῦσα πρὸς τὰς ἡδονάς, ἀλλὰ καὶ τότε ἡ λογικὴ κινεῖ μὲν κατὰ τόπον τὸν ἄνθρωπον, πλημ- μελῶς δέ, οἱονεὶ γοητευθεῖσα καὶ ἀπατηθεῖσα ὑπὸ τῆς ἐπιθυμίας. ἰστέον δὲ ὅτι οὐ διαφωνεῖ Πλάτων Ἀριστοτέλει. ὁ μὲν γὰρ Πλάτων τὸ ποιητικὸν αἴτιον εἶπεν, ὁ δὲ Ἀριστοτέλης τὸ τελικόν, εἰπὼν τὴν ὄρεξιν. οὐκ ἔστι δὲ κυρίως αὕτη ἡ ὄρεξις τελικὸν αἴτιον τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ τὸ ὀρεκτόν· καὶ διὰ τοῦτο γὰρ πορευόμεθα, ἵνα τοῦ ὀρεκτοῦ τύχωμεν. εἰπὲ οὖν ὅτι καὶ Πλάτων καὶ Ἀριστοτέλης τὰ ποιητικὰ αἴτια εἶπον τῆς κατὰ τόπον κινήσεως, ἀλλ’ ὁ μὲν Πλάτων τὸ πόρρω ποιητικόν, εἰπὼν τὴν λογικὴν ψυχήν, ὁ δὲ Ἀριστοτέλης τὸ προσεχές, εἰπὼν τὴν ὄρεξιν· καὶ ἡ λογικὴ γὰρ διὰ μέσης τῆς ὀρέξεως κινεῖ τὸ σῶμα τὴν κατὰ τοπον κινησιν. εν οἷς ἡ θεωρία σὺν θεῷ πλημῦται. Ὃτι μὲν οὖν οὐχ ἡ θρεπτικὴ δύναμις, δῆλον· ἀεί τε γὰρ ἕνεκά του ἡ κίνησις αὕτη καὶ ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστι. διὰ μὲν τοῦ ἕνεκά του ἡ κίνησις τὸ πρῶτον αἰνίττεται ἐπιχείρημα, ὅτι ἡ μὲν θρεπτικὴ ἓν τέλος ἔχει, ἡ δὲ κίνησις πολλά. δοκεῖ δὲ ἡ λέξις ἄπορον ἐπιδέχεσθαι. λέγει γὰρ ὅτι ἡ κατὰ τόπον κίνησις ἕνεκά του ἐστί, καὶ διὰ τοῦτο ἡ φυτικὴ οὐκ ἔστιν αἰτία τῆς κινήσεως. τί οὖν; ἡ φυτικὴ ἐν τῇ αὐξήσει οὐχ ἕνεκά του κινεῖ; ἤ φαμεν ὅτι οὐ δεῖ τὴν ἀνάγνωσιν ἀποκόπτειν εἰς τὸ ἕνεκά του, ἀλλὰ συνάπτειν καὶ τὰ ἑξῆς τῆς λέξεως, ἵνα ᾖ τὸ λεγόμενον οὕτως ‘ οὐκ ἔστιν ἡ φυτικὴ ἡ κατὰ τόπον κινοῦσι διότι ἡ κατὰ τόπον κίνησις ἕνεκά του γινομένη μετὰ φαντασίας γίνεται ἢ ὀρέξεως, ἡ δὲ φυτικὴ εἰ καὶ ἕνεκά του ἐστίν, ἀλλ’ οὐ μετὰ φαντασίας. διὰ δὲ τοῦ εἰπεῖν ὅτι ἢ μετὰ φαντασίας ἢ ὀρέξεώς ἐστι τὸ δεύτερον λέγει ἐπιχείρημα, ὅτι δεῖ τὸ κινούμενον καὶ ὀρεχθῆναι, ἵνα φύγῃ ἢ διώκῃ, καὶ φαντασιωθῆναι· πάντως γὰρ ἡ κατὰ τόπον κίνησις ἢ μετὰ φαντασία ἐστὶν ἢ μετὰ ὀρέξεως. ὅσα γὰρ τῶν ζῴων φαντασίαν ἔχει, καὶ ὄρεξιν ἔχει, τὰ δὲ μὴ ἔχοντα φαντασίαν μόνην ὄρεξιν ἔχει. καὶ ἐφ’ ὧν ἐστιν ἡ φαντασία, συγκινεῖται τῇ ὀρέξει, ἐφ’ ὧν δὲ μή ἐστιν φαντασία, ἀρκεῖ καὶ ἡ ὄρεξις. οὐδὲν δὲ μὴ ὀρεγόμενον κινεῖται, εἰ μὴ βίᾳ. τοῦτο δὲ εἶπε διὰ τοὺς μὴ θέλοντας μὲν κινηθῆναι, κινουμένους δὲ ἄκοντας, ὥσπερ οἱ συρόμενοι πρὸς δίκην ὑπό τινος. p. 432 b 17 Ἒτι κἄν τὰ φυτὰ κινητικὰ ἦν. Τὸ τρίτον ἐστὶν ἐπιχείρημα κατὰ τῶν λεγόντων ὅτι ἡ φυτική ἐστιν ἡ κατὰ τόπον κινοῦσα τὸ ζῷον, ὡσεὶ ἔλεγεν ὅτι εἰ ἡ θρεπτικὴ κινητικὴ ἦν κατὰ φύσιν, οὐκ ἂν ἡ φύσις ἀφείλετο τῶν φυτῶν τὰ κινητικὰ ὄργανα. ὥσπερ γὰρ οὐδὲν μάτην ποιεῖ, οὕτως οὐδὲ ἐλλείπει τι τῶν προσηκόντων. | p. 4321)18 Κἄν εἶχέ τι μόριον ὀργανικὸν πρὸς τὴν κίνησιν ταυ την Τοῦτο τὸ τέταρτόν ἐστιν ἐπιχείρημα τὸ ἀπὸ τῶν ὀργάνων. καὶ ὅρα πῶς τῆς λέξεως δοκούσης μίαν ἔχειν συνέχειαν εἰς τέτταρα ἐτέμομεν αὐτὴν ἐπιχειρήματα. p. 432 b 19 Ὁμοίως δὲ οὐδὲ τὸ αἰσθητικόν. ’Eντεῦθεν δείκνυσιν ὅτι οὐδὲ ἡ αἴσθησίς ἐστιν ἡ κινοῦσα, ὥσπερ εἴρηται ἐν τῇ θεωρία. ἀλλ’ ἐπειδὴ μακροαπόδοτός ἐστιν ἡ λέξις, φέρε τὸ ἐφεξῆς αὐτῆς εἴπωμεν οὕτως· εἰ τὸ αἰσθητικὸν ἦν τὸ κινοῦν, ἐπειδὴ ἡ φύσις οὔτε ποιεῖ μάτην οὔτε τῶν ἀναγκαίων παρορᾷ τι καὶ ἀπολείπει, εἶχεν ἂν καὶ τὰ νῦν μόνιμα τῶν ζῴων τὰ ὀργανικὰ μόρια τῆς πορείας, τέλει ὄντα κα μὴ πηρώματα. ὅτι δὲ πηρώματα οὐκ ἔστι, σημεῖον τὸ γεννητικὸν καὶ τὸ ἀκμὴν ἔχειν καὶ φθίσιν. p. 432 b 26 Ἀλλὰ μὴν οὐδὲ τὸ νοητικὸν καὶ ὁ καλούμενος νοῦς. Ἐντεῦθεν δείκνυσιν ὅτι οὐδὲ ὁ νοῦς ἐστιν ὁ κινῶν. καὶ ἃ μὲν λέγει Ἀριστοτέλης, ἐν τῇ θεωρίᾳ εἴρηται. ἡμεῖς δὲ καὶ ἄλλο ἔξωθεν ἐκ τῆς ἱστορίας προσχωρήσαιεν ἐπιχείρημα, ὅτι πολλάκις τις θεωρήματά τινα κινῶν καθ’ ἑαυτὸν οὐ μόνον τῆς προκειμένης ὁδοῦ παρεπλανήθη, ἀλλὰ καὶ κατὰ κρημνῶν ἠνέχθη, ὡς καὶ Θαλῆς πέπτωκεν εἰς φρέαρ. ἐξ οὗ δῆλον ὡς οὐκ ἔστιν ὁ νοῦς ὁ κινῶν κατὰ τόπον. p. 432 b 29 Ἀλλ’ οὐδ’ ὅταν θεωρῇ τι τοιοῦτον, ἤδη κελεύει φεύγειν ἢ διώκειν. Τὸν πρακτικὸν νοῦν διὰ τούτων σημαίνει. φησὶ γὰρ ὅτι οὐδ’ ὅταν ὁ νοῦς τοιοῦτόν τι γινώσκῃ, τουτέστι πρακτόν, οὐδὲ τοτε δυναται κινειν, διὰ τὸ ἀντιπράττειν τὸ πάθος. ἂν δὲ ἡδύ, ἕτερόν τι μόριον. ἐὰν ἡδύ τι, φησίν, ἐνθυμηθῇ, ἕτερον μόριον κινεῖται τὸ ἧπαρ. ὅτε γὰρ τὸ πάθος κινεῖ, αὐτὸ κινεῖται, κἄν μὴ ἐπιτρέπῃ ὁ νοῦς. ὅρα δὲ ὅτι οὐ καλῶς ἐχρήσατο τοῖς παραδείγμασιν. περὶ γὰρ τῆς καθ’ ὅλον τὸ σῶμα τοῦ λόγου καθεστηκότος κινήσεως τῆς καθ’ ὁρμὴν λεγομένης, ἤγαγεν παραδείγματα μερικῶν μορίων κινήσεως. p. 433 a 1 Ἔτι καὶ ἐπιτάττοντος τοὐ νοῦ καὶ λεγούσης τῆς δια- νοίας φεύγειν τι ἢ διώκειν οὐ κινεῖται. Τὸ τελευταῖόν ἐστιν ἐπιχείρημα ὅτι οὐχ ὑπὸ τοῦ λόγου κατὰ τόπον κινεῖται τὸ κινούμενον· κἂν γὰρ ἐπιτάξῃ ἡ λογικὴ ψυχή, οὐ κινεῖται τὸ σῶμα, διὰ τὸ ὑπὸ πάθους κατέχεσθαι, ὥσπερ οἱ ἀκρατεῖς. καὶ γὰρ κελεύοντος τοῦ νοῦ μὴ κινεῖσθαι πρὸς πόρνην κινεῖται ὁ ἄνθρωπος. p. 433a9 Φαίνεται δέ γε τὰ δύο ταῦτα κινοῦντα· Ἐντεῦθεν βούλεται εἰπεῖν τί ἐστιν αἴτιον τῆς κατὰ τόπον κινήσεως· μέχρι γὰρ τῶν ἐνταῦθα τί οὐκ ἔστιν ἔλεγεν. φησὶν οὖν ὅτι δύο ἐστὶ τὰ αἴτια τῆς κατὰ τόπον κινήσεως, νοῦς καὶ ὄρεξις, εἴ τις τὴν φαντασίαν θείη ὡς νόησίν τινα, ἐπειδὴ ἐν τοῖς ἀνωτέρω πολλάκις τῷ νῷ τὴν φαντασίαν συνέζευξεν. τὰς γὰρ τῆς ψυχῆς γνωστικὰς δυνάμεις εἰς δύο μόνον otstXsv. εἰς τὸ μετὰ σώματος ἐνεργεῖν, ὅπερ ἐστὶν αἰσθήσεως, καὶ εἰς τὸ ἄνευ σώματος, ὅπερ νόησιν κοινότερον καλεῖ. νῦν φησιν ὅτι ἐάν τις τὴν φαν- τασίαν νόησίν τινα θείη, τουτέστι μετὰ τοῦ νοῦ, δύο μόνον ἐστὶ τὰ κινοῦντα, ὄρεξις καὶ νοῦς, εἰ δὲ ἄλλο τι λάβοι τὴν φαντασίαν παρὰ τὸν νοῦν, τρία εὑρίσκονται τὰ κινοῦντα, νοῦς, φαντασία, ὄρεξις. καὶ ταῦτα μέν φησιν ὁ Πλούταρχος· ὁ δὲ αὐτὸς λέγει ὅτι καὶ τὸ τῆς ὀρέξεως ὄνομα κατὰ θυμοῦ καὶ ἐπιθυμίας φέρεται. διὰ τί δὲ ὅλως Ἀριστοτέλης λέγει τὴν φαντασίαν συνάπτεσθαι τῷ νῷ; ἢ ἐπειδὴ ὀλίγαι εἰσὶν ἀφάνταστοι νοήσεις, ὃ ᾐνίξατο εἰπὼν πολλὰ γὰρ παρὰ τὴν ἐπιστήμην ἀκολουθεῖ ταῖς φαντασίας. εἰς πολλὰ γὰρ ἐξακολουθοῦμεν τῇ φαντασίᾳ, ὅ ἐστι τοῖς πάθεσι, παρὰ τὰ δοκοῦντα τῷ νῷ, καὶ τὸ οἰκεῖον τοῦ νοῦ ἡ φαντασία πολλάκις ἀπολαμβάνει· οἰκεῖον γάρ ἐστι τὸ ἀκολουθεῖν τῷ νῷ. ἐπειδὴ οὖν πολλάκις καὶ ταῖς φαντασίαις ἀκολουθοῦμεν ἀφέντες τὸν νοῦν, διὰ τοῦτο νοῦν αὐτὰς καλεῖ, ἢ ὅτι ἐν τοῖς ἀλόγοις ἀντὶ τοῦ νοῦ ἡ φαντασία ἐστὶν ἡ κινοῦσα, ὃ ᾐνίξατο εἰπὼν καὶ ἐν τοῖς ἄλλοις ζῴοις οὐ νόησις οὐδὲ λογισμός ἐστιν, ἀλλὰ φαντασία. ἔστι δὲ εἰπεῖν ὅτι ἐπειδὴ καὶ παθητικὸς νοῦς ἐστιν ἡ φαντασία ὡς ἔνδον ἔχουσα τὸ περὶ ὃ ἐνεργεῖ, ὥσπερ ὁ νοῦς, διὰ τοῦτο νοῦν αὐτὴν λέγει. τοῦτο δὲ τὸ ἐπιχείρημα ἡ λέξις οὐκ ἔχει. | p. 433al4 Νοῦς δὲ ὁ ἕνεκά του λογιζόμενος καὶ ὁ πρακτικός. Δοκεῖ ἡ λέξις ἕνεκά του λέγειν ἐνεργεῖν τὸν πρακτικὸν νοῦν. ὅθεν καὶ ἀπορῆσαι ἄξιον· τί οὖν; ὁ θεωρητικὸς νοῦς οὐκ ἔστιν ἕνεκά του; ἐπειδὴ ἰδίως τὸν πρακτικὸν ἕνεκά τοῦ ἐκάλεσεν. καὶ μὴν τοῦ θεωρητικοῦ τὸ ἕνεκά του κρεῖττόν ἐστι τοῦ πρακτικοῦ. πρὸς ὅ φαμεν ὅτι καὶ ὁ θεωρητικὸς ἕνεκά του ἐστίν, ἀλλ’ ὁ μὲν πρακτικὸς τὸ ἕνεκά του, ὅ ἐστι τὸ τέλος, ἔξωθεν ἔχει, οἷον πλουτῆσαι, πλεῦσαι ἢ ἄλλο τι τοιοῦτον, ὁ δὲ θεωρητικὸς ἔνδον ἔχει τὸ τέλος· πάντα γὰρ ποιεῖ, ἵνα γνῶσιν προσλάβῃ, ὅ ἐστι ψυχῆς οἰκεῖον κατόρθωμα. καὶ ἐπειδὴ ἀφανὲς τὸ ἔνδον, διὰ τοῦτο οἰ πολλοὶ ἀργοὺς λέγουσι τοὺς θεωρητικούς, οἷς ἀκολουθῶν ὁ φιλόσοφεος τὸ ἔξω μόνον τέλος ὡρίσατο· διὸ καὶ ἐπὶ αὐτοῦ εἶπεν τὸ ἕνεκά του. p. 433 a 14 Διαφέρει δὲ τοῦ θεωρητικοῦ τῷ τέλει. Ἐντεῦθεν βούλεται εἰπεῖν ὅτι πᾶς νοῦς τῷ μὲν ὑποκειμένῳ ὁ αὐτός ἐστι τῷ ἑτέρῳ, τῷ δὲ λόγῳ διαφέρουσι. τὸ γὰρ τέλος τοῦ θεωρητικοῦ νοῦ ἀρχὴ ἐστι τοῦ πρακτικοῦ νοῦ, ἀρχή ἐστι τῆς ὀρέξεως. ἐκ τούτου δὲ δύο ἔστι συνάξαι, πρῶτον μὲν ὅτι οὐ περὶ τοῦ θύραθεν νοῦ ἐστιν ὁ λόγος, ὅταν εἴπῃ θεωρητικόν. ἰδοὺ γὰρ τοῦτον τῷ πρακτικῷ νῷ ταὐτὸν εἶπε τῷ ὑποκειμένω· ὁ δὲ θύραθεν νοῦς οὐκ ἔστιν ὁ αὐτὸς ῷ πρακτικῷ. δεύτερον δὲ ἔστιν ἐκ τούτου συνάξαι ὅτι καὶ ὁ πρακτικὸς νοῦς ἀθάνατός ἐστιν, εἴπερ ὁ αὐτός ἐστι τῷ θεωρητικῷ τῷ ὁμολογουμένῳ ἀθανάτῳ ὄντι. p. 433 a 15 Οὗ γὰρ ἡ ὄρεξις, αὕτη ἀρχὴ τοῦ πρακτικοῦ νοῦ· τὸ δὲ ἔσχατον ἀρχὴ τῆς πράξεως. Τὸ οὗ γὰρ ἀντὶ τοῦ οὗτινος γὰρ ἔκλαβε. καὶ δασέως ἀνάγνωθι· λέγει γὰρ ὅτι οὗτινος πράγματός ἐστιν ἡ ὄρεξις, τοῦτο ἀρχή ἐστι τοῦ πρακτικοῦ νοῦ, τοῦ δὲ νοῦ τὸ τέλος ἀρχή ἐστι τῆς πράξεως. ἐπὶ παραδείγματος δὲ ἔσται σαφὲς τὸ λεγόμενον. ἐν θέρει τις σφοδρῶς σκέπης ὠρέχθη διὰ τὸ μὴ καίεσθαι ἐκ τοῦ ἡλίου. καὶ αὕτη ἡ ὄρεξις ἕνεκά του ἐστίν· ἵν γὰρ μὴ καῇ. αὕτη ἡ σκέπη ἀρχὴ γίνεται τοῦ προακτικοῦ νοῦ. ἄρχεται γὰρ στέγην ἐπινοεῖν διὰ τὴν σκιάν, εἶτα τοὺς τοίχους ἀνέχοντας· καὶ ἀρχόμενος τοῦτο ποιεῖν ἀπὸ τῶν θεμελίων ἄρχεται. καὶ σκόπει ὅτι τὸ τέλος τοῦ πρακτικοῦ νοῦ, ὅ ἐστι τὰ θεμέλια, ἀρχὴ γέγονε τῆς πράξεως. ὄρεξις καὶ διάνοια πρακτική. σκόπει ὅτι τὸν πρακτικὸν νοῦν διάνοιαν ἐκάλεσε πρακτικήν. πάλιν δὲ μετὰ φαντασίας λαμβάνει τὸν νοῦν ἢ τὴν διάνοιαν. p. 433 a 21 Ev δή τι τὸ κινοῦν κατὰ τὸ ὀρεκτόν. Ὁ βούλεται εἰπεῖν τοιοῦτόν ἐστιν, ὅτι εἰ ἦν δύο καὶ ἕτερα ἀλλήλων, νοῦς καὶ ὄρεξις, ἐκίνουν δὲ ἄμφω, ἄλλη ἄν τις δύναμις ἀμφοτέροις ὑπῆρχέν κοινή, ἥτις ἀμφοτέροις κοινωνοῦσα ἐκίνει τὸ ζῷον, ὡς τῷ δίποδι καὶ τετράποδι τὸ πόδας ἔχειν. νυνὶ δὲ οὐκ ἄμφω κινεῖ· ὁ μὲν γὰρ νοῦς κινῶν οὐκ ἄνευ ὀρέξεως κινεῖ (ἠ γὰρ βούλησις ὄρεξίς ἐστι, τότε δὲ κατὰ βού- λησίν τι κινεῖται, ὅταν κατὰ λογισμὸν κινηθῇ), ἡ δὲ ὄρεξις κινεῖ καὶ παρὰ λογισμόν · δι’ ἐπιθυμίαν γὰρ κινούμεθα, ἡ δὲ ἐπιθυμία ὄρεξίς ἐστι. καὶ ὅτι οὐ ταὐτὸν ὄρεξις καὶ νοῦς, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ ἀληθινὸς νοῦς ἀεὶ ὀρθός ἐστι καὶ οὐδέποτε ψεύδεται, ἡ δὲ ὄρεξις κἂν μετὰ φαντασίας γένηται, εἰ καὶ νοῦν αὐτὴν εἰρήκαμεν, καὶ ὀρθή ἐστι καὶ οὐκ ὀρθή. τὸ μὲν γὰρ ὀρεκτὸν δεῖ κινεῖν τὴν ὄρεξιν · ἀλλὰ τοῦτο ἢ ἀληθινὸν ἀγαθόν ἐστι καὶ τὴν ἐν τῷ νῷ ὄρεξιν κινεῖ, ἢ φαινόμενον ἀγαθὸν καὶ κινεῖ τὴν ἄλογον ὄρεξιν· φαινόμενον δὲ ἄκουε τὸ δυνάμενον καὶ ἄλλως ἔχειν. εἰ δὲ ταῦτα οὕτως ἔχει, δῆλον ὅτι ἡ ὄρεξίς ἐστιν ἡ κινοῦσα, ἥ τε τῆς λογικῆς καὶ ἡ τῆς ἀλόγου. ὅτι γάρ, φησὶν ὁ Ἀριστοτέλης, οὐχ αἱ δύο δυνάμεις κινοῦσι, δῆλον· ὁ μὲν γὰρ νοῦς πάντως μετ’ ὀρέξεως κινεῖ, ἡ δὲ ὄρεξις καὶ χωρὶς νοῦ κινεῖ, ὅτε ταῖς ἀλόγοις ἐπιθυμίαις ἑπόμεθα. οὐκοῦν μία δύναμις κινεῖ καὶ οὐ δύο, ἐπεὶ κατὰ κοινὸν γένος ἐκίνουν <ἄν> , ὃ εἶπεν αὐτὸς εἶδος. οὐ πᾶν δέ, ἀλλὰ τὸ πρακτὸν ἀγαθόν. καλῶς εἷπε τὸ οὐ πᾶν ἀγαθόν· τὸ γὰρ πρῶτον ἀγαθὸν τὸ θεῖον οὐχ ὑφ’ ἡμῶν γίνεται. εἶτα λέγει πρακτὸν δέ ἐστι τὸ ἐνδεχόμενον καὶ ἄλλως ἔχειν, καὶ δικαίως τοῦτο εἶπε· τὸ γὰρ ἄλλῳ ἀγαθὸν ἄλλῳ κακόν ἐστι διὸ ἐνδεχόμενον αὐτὸ λέγει. ταῦτα δέ, τὸ ἀγαθόν φημι καὶ τὸ κακόν, τῷ πρακτικῷ νῷ ἕπεται, τὸ μέντοι ἀληθὲς καὶ τὸ δεῦδος οὐ τῷ πρακτικῷ ἀλλὰ τῷ θεωρητικῷ. p. 433 a 31 Τοῖς δὲ διαιροῦσι τὰ μέρη τῆς ψυχῆς. Ἐντεῦθεν αἰνίττεται Πλάτωνα καί φησιν ὅτι κατ’ αὐτὸν οὐκ ἔστιν εἰπεῖν ἓν τὸ κινοῦν, ἐπειδὴ διαμερίζει I τὰς ψυχάς, καὶ οὔ πως ἔχομεν κοινόν τι εὑρεῖν κατ’ αὐτόν. οὐ μόνον δὲ εἰς τοῦτο ἁμαρτάνει, ἀλλ’ ὅτι καὶ πολλὰ παραλιμπάνει καὶ πάντα εἰπὼν οὐκ ἐμνήσθη τῆς κατὰ τόπον κινήσεως, ἡ ὅτι ὑπὸ ὄρεξιν αὕτη ἀνάγεται καὶ συμπεριέλαβεν αὐτήν, ἢ ὅτι οὐ περὶ αὐτῆς ὁ λόγος. p. 433 b 5 ’Eπεὶ δὲ ὀρέξεις γίνονται ἐναντίαι ἀλλήλαις. Ἐντεῦθεν τὸν τολμητίαν λέγει συλλογισμόν. τῇ δὲ τάξει οὐ καλῶς κέχρηται· τὸ γὰρ συμπέρασμα πρῶτον λέγει τῶν προτάσεων. ἦν γὰρ ὁ συλλογισμὸς οὗτος· ὅπου ἐναντίαι κινήσεις, ἐκεῖ χρόνου συναίσθησις· χρόνου δὲ συναίσθησις ἐν οἷς λόγος καὶ ἐπιθυμία. εἶτα λέγει τὴν πρώτην πρότασιν, ὅτι χρόνου συναίσθησίς ἐστιν, ἔνθα εἰσὶν ἐναντίαι κινήσεις, τῆς δὲ δευτέρας προτάσεως οὐδὲ μέμνηται. διὰ τὸ μὴ ὁρᾶν τὸ μέλλον· τὴν ἐπιθυμίαν φησὶν μὴ ὁρᾶν τὰ μέλλοντα, ἐπειδὴ δόγμα ἐστὶν Ἀριστοτελικὸν τὴν ἄλογον ψυχὴν μὴ καταγίνεσθαι περὶ τὰ μέλλοντα, ἡ δὲ ἐπιθυμία τῆς ἀλόγου ἐστὶ ψυχῆς. p. 433 b 10 Εἴδει μὲν οὖν ἄν εἴη ἓν τὸ κινοῦν, τὸ ὀρεκτικόν. Ὅτι ἡ ὄρεξις τῷ μὲν ἀριθμῷ πολλά ἐστι, τῷ δ’ εἴδει ἕν. εἶδος δὲ πάλιν εἶπεν ἀντὶ τοῦ γένους· κυρίως μὲν γὰρ τῷ μὲν γένει ἕν ἐστι, τῷ δὲ εἴδει πολλά· ἀνομοειδεῖς γὰρ καὶ αἱ ψυχαὶ καὶ αἱ θεωρούμεναι ἐν αὐταῖς ὀρέξεις. ταύτην δὲ τὴν ὄρεξιν τὴν μίαν τῷ γένει ἀπέδειξεν κινοῦσαν κατὰ τόπον τὰ ζῷα, εἴτε μετὰ λογισμοῦ εἴη εἴτε μετὰ θυμοῦ εἴτε μετ’ ἐπιθυμίας. ὥσπερ γὰρ οὐδὲν ἐκώλυσε τὴν αἰσθητικὴν ἀρχὴν μίαν εἶναι τῶν αἰσθήσεων πέντε οὐσῶν, οὕτως οὐδὲν κωλύει μίαν εἶναι τὴν ὀρεκτικὴν δύναμιν, τρεῖς δὲ εἶναι τὰς ἐνεργείας, ἐφ’ αἷς ἡ ὄρεξις μεταδίδοται εἰς νοῦν, εἰς ἐπιθυμίαν, εἰς θυμόν. p. 4331)11 Πρῶτον δὲ πάντων τὸ ὀρεκτόν. Ἐνταῦθα ὑποτίθεται ὅτι οὐ μόνον τὸ ὀρεκτικὸν κινεῖ ἀλλὰ καὶ τὸ ὀρεκτόν, οἷον ὁ χόριος. ἔστι δὲ διαφορὰ ὅτι τὸ μὲν ὀρεκτικὸν κινούμενον κινεῖ, τὸ δὲ ὀρεκτὸν ἀκίνητον ὂν κινεῖ ὡς τέλος ὄν· τὸ γὰρ τέλος ἀκίνητον ὂν κινεῖ, ὥσπερ καὶ ὁ θεὸς τέλος ὢν ἀκίνητος ὢν κινεῖ. ἔχεις οὖν ἐντεῦθεν τὸ ἔσχατον κεφάλαιον, ὅτι τῶν αἰτίων τῶν κατὰ τόπον κινούντων τινὰ μόνως κινοῦσι μὴ κινούμενα, τινὰ δὲ καὶ κινοῦσι καὶ κινοῦνται, ὡς ἡ ὄρεξις. p. 433b 12 Ἀριθμῷ δὲ πλείω τὰ κινοῦντα. Ἐπειδὴ εἶπε γένει ἓν τὸ κινοῦν, διὰ τοῦτό φησιν ὅτι τῷ ἀριθμῷ πολλά ἐστι· κινεῖ γὰρ φαντασία, νοῦς, ὄρεξις, τὸ ὀρεκτόν, ὥστε πολλά ἐστιν. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 433 b13 ’Eπεὶ δέ ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, τρίτον δὲ τὸ κινούμενον, καὶ τὰ ἑξῆς. Ἐντεῦθεν ἐπειδὴ εἶπε, τί μὲν οὐκ ἔστιν τὸ κινοῦν, τί δέ ἐστιν, συνάγει πάντα τὰ συντελοῦντα τῇ κινήσει καὶ λέγει ταῦτα τρία εἶναι, τὸ κινοῦν, οἷον τὸ ὀρεκτόν, καὶ τὸ κινούμενον σῶμα, καὶ ᾧ κινεῖ, τουτέστι τῷ ὀργανικῷ. ὀργανικὸν δὲ λέγει τὸ πνεῦμα τὸ ἀπὸ καρδίας διὰ τῶν νεύρων φερόμενον· ἐν καρδίᾳ γὰρ ὁ ’Aριστοτέλης δοξάζει τὸ ἡγεμονικόν. τοῦτο δὲ τὸ ὀργανικὸν καὶ ᾧ κινεῖται καλεῖ, ἐπειδὴ αὐτῷ τῷ πνεύματι κινεῖται τὸ σῶμα, ποτὲ δὲ καλεῖ αὐτὸ ᾧ κινεῖ, τουτέστιν ᾧ πνεύματι ἡ ψυχὴ κινεῖ τὸ σῶμα. ταῦτά ἐστι τὰ συντελοῦντα πρὸς κίνησιν. ἄρχεται δὲ τῆς διδασκαλίας ἐκ τοῦ ὀργανικοῦ, διὰ τὸ συνέχειαν φυλάξαι τῷ λόγῳ, καὶ ἐξεικάζει αὐτὸ ἀρχῇ καὶ τέλει καὶ γιγγλύμῳ, καὶ τῇ κατὰ φύσιν κινήσει καὶ τῇ παρὰ φύσιν κινήσει, ἃς ἀνάγει ὑπὸ ὦσιν καὶ ἕλξιν· ἀλλὰ μὴν καὶ κύκλῳ ἐξεικάζει αὐτό. καὶ διὰ τί, πάντων ἔστιν τὴν ἀτίαν εἰπεῖν. ἀρχῇ μὲν γὰρ καὶ τέλει ἐξεικάξει αὐτό, ἐπειδὴ τὸ πνεῦμα καὶ πέρας ἐστὶ τῶν ψυχικῶν ἐλλάψεων καὶ ἀρχὴ τῶν σωματικῶν ὑποστάσεων, ἢ ἐπειδὴ τὸ πνεῦμα καὶ συνάρχεται τῇ κινήσει καὶ συμπερατοῦται αὐτῇ. εἰ γὰρ καὶ τὸ ποιητικὸν συνάρχεται τῇ κινήσει καὶ συμπερατοῦται αὐτῇ, ἀλλὰ μᾶλλον τὸ ὀργανικὸν προσεχέστερόν ἐστιν. ἔστι δὲ εἰπεῖν ὅτι οὐκ ἀρχὴν αὐτὸ καλεῖ καὶ τέλος, ἀλλ'ἔνθα ἀρχὴ καὶ τέλος, τουτέσετιν ἐν τῇ καρδίᾳ ἐστὶ τὸ πνεῦμα, ἥτις μέση οὖσα ἀρχή ἐστι καὶ τέλος. τὸ γὰρ μέσον τῶν μὲν φθασάντων πέρας ἐστί, τῶν δὲ μελλόντων ἀρχή, τῷ νόμῳ τῶν μέσων. ὥστε τὸ πνεῦμα ἔνθα ἐστίν, ἀρχὴ καὶ τέλος ἐκεῖ ὑπάρχει. ἰστέον δὲ ὅτι ἰατροὶ μὲν τὰ νεῦρα λέγουσιν εἶναι τὰ ὄργανα τῆς κινήσεως, φιλόσοφοι δὲ τὸ ἔμφυτον θερμὸν ὄργανον λέγουσι τῆς ὀρέξεως. καὶ τοῦτο τὸ πνεῦμα τὸ πᾶν σῶμα κινῆσαι. εἰ γὰρ καὶ λέγει αὐτὸ εῖναι ἐν τῇ καρδίᾳ, ἀλλ'οῦν ὅμως ἐστὶ μὲν ἐν τῷ παντὶ σὠματι, ὡς ἀπ'ἀρχῆς δὲ χορηγούμενον τῆς καρδίας. ἀπεικάξει δὲ τοῦτο τὸ πνεῦμα καὶ γιγγλύμῳ. γίγγλυμος δέ ἐστι σύνταξις δύο ὀστέων, τοῦ κυρτοῦ ἐμβάλλοντος εἰς τὴν κοιλότητα. | καὶ ταῦτα μὲν τῷ λόγῳ διάφορά ἐστιν (ἐν ἅλλῳ γὰρ σώματί ἐστι τὸ κυρτὸν καὶ ἐν ἄλλῳ τὸ κοῖλον) τῷ δὲ ὑποκειμένῳ τὰ αὐτά εἰσιν. συναρμόζουσι γὰρ ἀλλήλοις, καὶ γίνεται ἡ κίνησις οὐ τῶν δύο, ἀλλὰ τοῦ κυρτοῦ μόνου. περὶ τὸ κοῖλον γὰρ μένον καὶ ἀκίνητον ὄν ἡ τοῦ κυρτοῦ γίνεται κίνησις. τοιαύτη δέ ἐστιν ἡ κατ'ἀγκῶνα τῶν χειρῶν ἡμῶν διάρθρωσις. ἐπεὶ οὖν τὸ πνεῦμα καὶ ἐζωωμένον ἐστὶ καὶ ἁπλῶς πνεῦμα, καὶ ταῦτα τῷ μὲν λόγῳ καὶ τῇ σχέσει διάφορά ἐστι, τῷ δὲ ὑποκειμένῳ τὰ αὐτὰ (ἐν τῷ πνεύματι γὰρ ἡ ζωή, καὶ κινεῖται τοῦτο ὡς πνεῦμα, οὐχ ὡς ἐζωωμένον πνεῦμα. τὴν γὰρ ψυχὴν ἀκίνητον λέγει Ἀριστοτέλης), διὰ τοῦτο οὖν γιγγλύμῳ αὐτὸ ἀπεικάζει, ἐπειδὴ ὥσπερ ἐν τῷ γιγγλύμῳ ἔστι τι κινοῦν καὶ ἀκίνητον, καὶ ταῦτα τῷ μὲν λόγῳ κσὶ τῇ σχέσει διάφορα, τῷ δὲ ὑποκειμένῳ κειμένῳ τὰ αὐτά, οὔτω καὶ ἐν τῷ πνεύματί ἐστί τι ἀκίνητον, τὸ ἐζωωμένον, καὶ κινούμενον, τὸ πνεῦμα, ταῦτα δὲ τῷ λόγῳ διαφέρει, οὐ τῷ ὑποκειμένῳ. παρεικάζει δὲ αὐτὸ καὶ τῇ κατὰ φύσιν κινήσει. ὥσπερ γὰρ ἐν τῇ κατὰ φύσιν κινήσει ἔστι τι μένον καὶ ἄλλο κινούμενον. οἱ γὰρ ἄνθρωποι οὐ καθ' ὅλους ἐαυτοὺς κινούμεθα, ἐπειδὴ ἡ βαδιστικὴ κίνησις ἐξ ὥσεως καὶ ἔλξεως σύγειται. ὁ μὲν γὰρ εἶς ἡμῶν ποὺς ὡθεῖ τὴν γῆν. ἀμέλει ἐὰν ἐν ἰλυώδει τόπῳ εὑρεθῶμεν, ὁ ποὺς ἅτε τῆς γῆς μὴ ἀντιβαινούδσης τῇ ὥσει ἐμβαθύνει εἰς τὴν ἰλύν. τῷ δὲ ἄλλῳ ποδὶ ἔλκομεν τὸ σῶμα. καὶ τὸ μὲν πνεῦμα τὸ ὄν ἐν τῷ ἱσταμένῳ ποδὶ ἡρεμεῖ, τὸ δ'ἐν τῷ κινουμένῳ ὂν ποδὶ κινεῖται. κινεῖται δὲ ὁ ἕλκων πούς. ὁ μὲν γὰρ εἷς ποὺς πάντως ὠθεῖ, ὁ δὲ ἄλλος ἕλκει, ὅστις καὶ ποιεῖ τὴν κίνησιν. ἔστι δὲ εἰπεῖν ὅτι καὶ ἐν τῷ ἑνὶ ποδί ἐστιν ὦσις καὶ ἕλξις, ἵνα ἕλξιν μὲν λάβῃς τὴν συναίρεσιν τὴν ἐπὶ ἡμᾶς τοῦ ποδός, ὤθησιν δὲ τὴν ἔκστασιν τοῦ ποδὸς τὴν ἀφ’ ἡμῶν· ἡ γὰρ ἕλξις ἐστὶν ἡ ἐπὶ ἡμᾶς γινομένη, ὦσις δὲ ἡ ἀφ’ ἡμῶν · ἐπεὶ οὖν ἐν τῇ κατὰ φύσιν κινήσει ἔστι τι μένον καὶ ἄλλο κινούμενον, τὰ αὐτὰ δέ ἐστι καὶ ἐν τῷ πνεύματι, διὰ τοῦτο παρεικάζει αὐτὸ οὕτως. καὶ ὅρα ὅτι νῦν καὶ τὴν κατὰ φύσιν κίνησιν ὑπὸ ὦσιν καὶ ἕλξιν ἀνήγαγεν, ὥσπερ τὴν παρὰ φύσιν, ἐν δὲ τῆ Φυσικῇ μόνην τὴν παρὰ φύσιν κίνησιν ἐν τῷ ζ λόγῳ ὑπὸ ὦσιν καὶ ἕλξιν ἀνάγει. παρεικάζει δὲ αὐτὸ καὶ τῇ παρὰ φύσιν κινήσει, ἐπειδὴ καὶ αὐτὴ ἔχει τι μένον καὶ κινούμενον ὑπὸ ὤσεως καὶ ἕλξεως γινομένη· τὸ γὰρ βίᾳ κινούμενον ἢ ἀφ’ ἡμῶν ὠθεῖται ἢ πρὸς ἡμᾶς ἕλκεται. εἰ δέ τις εἴποι τὴν δίνησιν μὴ γίνεσθαι ἕλξει καὶ ὤσει, ψεύδεται· καὶ ἐν ταύτῃ γὰρ δύο ἡμικυκλίων ὄντων τὸ μὲν πρῶτον ἕλκει τὸ ὀπίσω, τὸ δὲ ὀπίσω ὠθεῖ τὸ πρόσω. περὶ δὲ τῆς ὀχήσεως ἔστιν εἰπεῖν ὅτι κατὰ συμβεβηκὸς κινεῖται , τῷ κινεῖσθαι τὸ ὀχοῦν. οὐχ ἕλκεται γὰρ ἢ ὠθεῖται, τὸ δὲ ὀχοῦν ἐπειδὴ καθ’ αὑτὸ κινεῖται, ἢ ἕλκεται, ὡς ἅμαξα, ἢ ὠθεῖται, ὡς πλοῖον ὑπὸ ἀνέμων. καὶ ἐν τῇ παρὰ φύσιν οὖν κινήσει ἐπειδή ἐστι μένον τὸ ὠθοῦν καὶ κινού- μενον τὸ ἕλκον, διὰ τοῦτο ἀπεικάζει αὐτὴν τῷ ὀργάνῳ. ἀλλὰ μὴν καὶ κύκλω ἀπεικάζει τὸ πνεῦμα, διότι ἐν τῷ κύκλῳ περὶ μένον τὸ κέντρον γίνεται ἡ κίνησις, ὥσπερ καὶ τὸ πνεῦμα περὶ μένουσαν τὴν ζωὴν κινεῖται. καὶ μᾶλλον τοῦτο τὸ παράδειγμα πρόσφορόν ἐστιν· ἐν ἑκάστῳ γὰρ μέρει τοῦ κύκλου ἐστὶ σημεῖον, ὃ καὶ πρῶτον ὂν δύναται ἕλκειν καὶ ὕστερον ὂν δύναται ὠθεῖν· ἑκάστου γὰρ σημείου ἐστὶ καὶ πρῶιον καὶ ὕστερον. ἐπεὶ οὖν καὶ τὸ πνεῦμα ἐν ἑκάστῳ μέρει ἑαυτοῦ καὶ ἐζωωμένον * * * δικαίως κύκλῳ ὡμοίωται. Ταῦτα εἰπὼν περὶ τοῦ ᾧ κινεῖ ἔρχεται καὶ ἐπὶ τὸ κινούμενον καί φησιν ὅτι κινοῦνται καὶ τὰ ζῷα καὶ τὰ ζῳόφυτα. καὶ ἀπορεῖ πρὸς τὰ ζῳόφυτα ὅτι πῶς ταῦτα κινεῖται, εἴπερ τὸ κινούμενον πάντως ὄρεξιν θέλει ἔχειν, ὅπου δὲ ὄρεξις, ἐκεῖ καὶ φαντασία, ἐπειδὴ ὥσπερ περὶ τὸ ἀπὸν ἡ ὄρεξις, οὕτω καὶ ἡ φαντασία περὶ τὸ ἀπὸν καταγίνεται. εἰ δέ τις εἴποι ὅτι πῶς περὶ τὸ ἀπὸν ἡ ὄρεξις καταγίνεται , εἴπερ ὀρεγόμεθα καὶ τῆς παρούσης ὑγιείας, λέγομεν ὅτι τῆς ὑγιείας διὰ τὴν μέλλουσαν ἀπό- λαυσιν ὀρεγόμεθα. τί οὖν συνῆξέν ὁ λόγος; ὅτι εἰ κινοῦνται τὰ ζῳόφυτα, καὶ φαντασίαν ἔχουσιν. πρὸς ὃ ἐπιλυόμενός φησιν ὅτι ἔχουσι φαντασίαν τὴν σύστοιχον τῇ αἰσθήσει. ἐξ οὗ καὶ διαίρεσις τῆς φαντασίας· τῆς γὰρ φαντασίας, φησίν, ἡ μὲν βουλευτική ἐστιν, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει. καὶ ἡ μὲν βουλευτικὴ ἀνθρώποις μόνοις ὑπάρχει, ἡ δὲ σύστοιχος τῇ αἰσθήσει ἢ συγκεχυμένη ἐστὶν ἢ ἀσύγχυτος· καὶ ἡ ἀσύγχυτος ἢ διδακτή ἐστιν ἢ ἀδίδακτος. συγκεχυμένη μέν ἐστιν ὡς ἐπὶ τῶν σκωλήκων · πεπλανημένη γὰρ τούτων ἡ κίνησις· ἀσύγχυτος δὲ καὶ διδακτὴ ὡς ἐπὶ τῶν κυνῶν καὶ τῶν ψιττακῶν , ἀδίδακτος δὲ ὡς ἐπὶ τῶν μυρμήκων καὶ τοῦ ἀράχνου. τὰ οὖν ζῳόφυτα φαντασίαν ἔχει τὴν σύστοιχον τῇ αἰσθήσει τὴν ἀσύγχυτον καὶ ἀδίδακτον, τουτέστι τὴν κατὰ τὴν ἁπτικὴν αἴσθησιν. Ταῦτα εἰπὼν καὶ περὶ τοῦ κινουμένου ἔρχεται καὶ ἐπὶ τὸ κινοῦν καὶ φησιν οτι τουτο τριττον εστι. πρωτον γαρ τὸ ὀρεκτον κινει την ορεξιν ἀκίνητον ὂν ὡς τελικόν, ὥσπερ καὶ τὸ θεῖον· καὶ ἡ ὄρεξις δὲ κινεῖ τὴν ἐναντίαν ὄρεξιν, καὶ ἡ κρατήσασα τὴν κυρίαν λαβοῦσα κινεῖ τὸ σῶμα· ὥστε τριχῶς ἐστι τὸ κινοῦν. ἔοικε δὲ ὄρεξις σημείῳ ὄντι ἐν σφαίρᾳ, ὅπερ σημεῖον ἐν μὲν τῷ ὑπὲρ γῆν γινόμενον ἡμισφαιρίῳ ὑπερέχει καὶ μεσουρανοῦν ἐπικρατει, εν δὲ τῳ ὑπο γην ἡμισφαιρίῳ γινόμενον ἐπικρατειται. ἐπειδὴ δὲ ἐν τῇ ἐναντίᾳ μάχῃ τῶν ὀρέξεων συλλογιζόμενοι κινούμεθα, καὶ ἐν τῷ συλλογίζεσθαι ἡμᾶς, εἴτε δεῖ πορνεύειν ἢ πρὸς διδάσκαλον τρέχειν, ἢ τὸ πάθος ἐπικρατεῖ ἢ ὁ λόγος, καὶ τὸ ἐπικρατοῦν κινεῖ, ζητεῖ οὖν ἐν τῷ συλλογισμῷ ποία πρότασις κινεῖ, καί φησιν ἑκατέραν, καὶ τὴν μείζονα καὶ τὴν ἐλάττονα, ἀλλὰ μᾶλλον τὴν ἐλάττονα ἢ τὴν μείζονα· τῇ γὰρ ἐλάττονι ἕπεται τὸ συμπέρασμα ὡς χείρονι οὔσῃ. τὸ γὰρ χεῖρον ἀεὶ συνάγεται· ἐκ καθόλου γὰρ καὶ μερικοῦ μερικὸν συνάγεται, καὶ ἐκ καταφατικοῦ | καὶ ἀποφατικοῦ ἀποφατικόν. ἐπεὶ οὖν πρὸς τὸ συμπέρασμα γίνεται ἡ κίνησις, τοῦτο δὲ ἀκολουθεῖ τῇ ἐλάττονι, διὰ τοῦτο μᾶλλον αὕτη κινεῖ. οἷον ὡς ἐπὶ παραδείγματός ἐστι συλλογισμὸς τοιοῦτος· ὁ δεῖνα φιλόσοφος, αὕτη ἐστὶν ἡ ἐλάττων· πᾶς φιλόσοφος τιμητέος, αὕτη ἡ μείζων· ὁ δεῖνα ἄρα τιμητέος. ποία οὖν πρότασίς ἐστιν ἡ κινοῦσα τὴν ὄρεξιν πρὸς τὸ τιμηθῆναι τὸν φιλόσοφον; καὶ δῆλον ὅτι ἀμφότεραι · οὐδὲ γὰρ ἡ ἐλάττων μόνη· καὶ γὰρ οὐκ ἐτιμᾶτο, εἰ μὴ ἔγνωμεν τὴν μείζονα ὅτι πᾶς φιλόσοφος τιμητέος· οὔτε δὲ ὀρεγόμεθα ὅλως τιμῆσαι τόνδε, εἰ μὴ τὴν ἐλάττονα ἔγνωμεν ὅτι φιλόσοφός ἐστιν. πῶς γὰρ εἴχομεν τιμῆσαι αὐτόν , κὰν τὰ μάλιστα ἔγνω- μεν ὅτι πᾶς φιλόσοφος τιμητέος ἐστίν; ὥσιε ἄμφω μὲν κινοῦσιν, ἀλλ’ ἡ μὲν μείζων πρότασις μὴ κινουμένη κινεῖ (ἀκίνητος γάρ ἐστιν ὡς καθολική, ἐπειδὴ τὸ καθόλου οὐ μεταβάλλει) ἡ δὲ ἐλάττων κινουμένη κινεῖ· δύναται γὰρ ἡ ἐλάττων ἀμεῖψαι τὸν ὑποκείμενον, ἵνα εἴπῃ Σωκράτης φιλόσοφος ἢ ἀντὶ Σωκράτους Πλάτωνα, Θεμίστιον. καὶ ἰδοὺ κινεῖται ἡ ἐλάττων καὶ οὕτω κινεῖ. ἀλλ’ ἡ μὲν μείζων κατὰ ·τὸ πόρρω κινεῖ, ἡ δὲ ἐλάττων κατὰ τὸ προσεχές· ἡ γὰρ ἐλάττων μερική ἐστι, καὶ ἐπειδὴ τῶν μερικῶν ἐστιν ἡ κίνησις καὶ οὐ τῶν καθόλου, ταύτῃ προσεχῶς κινεῖ ἡ ἐλάττων. ἐν οἷς ἡ θεωρία. ’Eπειδή ἐστι τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, καὶ ἔτι τρίτον τὸ κινούμενον. ὁ μὲν Ἀλέξανδρός φησι μὴ εἶναι ἀπόδοσιν τῆς ἐπειδὴ προθέσεως· ὁ δέ γε Πλούταρχος ἀξιοῖ τοιουτοτρόπως ἀκοῦσαι τοῦ λόγου. ἐπειδὴ γάρ, φησίν, ἐστὶ τρία, ἓν μὲν τὸ κινοῦν, δεύτερον δὲ ᾧ κινεῖται, καὶ τρίτον τὸ κινούμενον, ἔστι δὲ τὸ κινοῦν διττόν, ἢ ἀκίνητον ὡς τὸ ὀρεκτόν, ὃ καλεῖ πρακτὸν ἀγαθόν, ἢ κινούμενον ὡς τὸ ὀρεκτικόν, εἶτα προσυπακούει ‘ τέτταρα ἄρα ἔστι τὰ τῇ κινήσει συμβαλλόμενα’, τουτέστι ἐπειδή ἐστι τρία, καὶ τὸ ἓν εἰς δύο διαιρεῖται, τέτταρα ἄμ. τοιαύτην ὁ Πλούταρχος ἀπολογίαν λέγει τοῦ ἐπειδή. ἔστι δὲ τὸ μὲν ἀκίνητον τὸ πρακτὸν ἀγαθόν, τὸ δὲ κινοῦν καὶ κινούμενον τὸ ὀρεκτικόν. εἴπομεν ὅτι τὸ ὀρεκτὸν πρακτὸν ἀγαθὸν ἐκάλεσε· τὸ δὲ πρακτὸν προσέθηκε χωρίζων αὐτὸ ἀπὸ τοῦ καθ’ ἑαυτὸ ὑφεστῶτος ἀγαθοῦ. τὴν δὲ ὄρεξιν τὴν κινοῦσαν καὶ κινουμένην ὀρεκτικὸν ἐκάλεσεν. κινεῖται γὰρ τὸ κινοῦν ἡ ὀρέγεται. φησὶν ὅτι τὸ ὀρεκτι- κὸν κινούμενον κινεῖ, καὶ δῆλον κινεῖται γὰρ τὸ κινοῦν, καθὸ ὀρέγεται, ἐπειδὴ ἡ ὄρεξις κίνησίς τίς ἐστιν. εἶτα ἐπειδὴ ἔφη τὴν ὄρεξιν κίνησιν εἶναι, βούλεται δὲ τὴν ψυχὴν ὀρέγεσθαι μέν, μὴ κινεῖσθαι δέ, διὰ τοῦτο διορθοῦται τὸ λεχθὲν καί φησιν ὅτι ἡ γὰρ ὄρεξις ἢ κίνησίς ἐστιν ἢ ἐνέργεια. καὶ ἀποδεκτέον ὅτι ἐνέργεια, διὰ τὸ μὴ κινεῖσθαι τὴν ψυχήν, καὶ ὅτι ἡ κίνησις ἀτελής ἐστιν ἐνέργεια, ἡ δὲ ὄρεξις τελεία· διὸ κίνησιν αὐτὴν εἰπὼν οὐκ ἐνέμεινε. p. 4331)19 Διὸ καὶ ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις θεωρητέον περὶ αὐτῶν. Περὶ τῶν συντελούντων , φησίν, εἰς κίνησιν ἐν τοῖς κοινοῖς σώματος καὶ ψυχῆς ἔργοις σκεπτέον, τουτέστιν ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ. τὸ γὰρ ζῷον κοινόν ἐστιν ἐκ σώματος καὶ ψυχῆς· ἡ δὲ κατὰ τόπον κίνησις οὔτε ψυχῆς μόνης ἂν εἴη ἀκίνητος γὰρ αὕτη) οὔτε σώματος μόνου. νυνὶ δὲ περὶ ψυχῆς μόνης ἐστὶν ἡ πραγματεία. ἰστέον δὲ ὅτι τὸ πνεῦμα τὸ ὀρεκτικὸν τὸ κινοῦν ἐν τοῖς νεύροις ἐστί. διὸ δεῖ ὥσπερ ἐν κύκλῳ μένειν τι καὶ ἐντεῦθεν ἄρχεσθαι τὴν κίνησιν. εἶτα, φησίν, εἰ κίνησις ὤσει καὶ ἕλξει γίνεται, ἀνάγκη τὸ μὲν μένειν, τὸ δὲ κινεῖσθαι, ὥσπερ καὶ ἐν τῷ κύκλῳ περὶ μένον τὸ κέντρον ἡ κίνησις γίνεται. καὶ σημειωτέον ὡς λεληθότως κατασκευάζει ὅτι περί τι μένον πάντως ἡ κίνησις τῶν βαδιστικῶν ζῴων· ἐπὶ γὰρ ἰχθύων καὶ ἑρπετῶν καὶ τῶν τοιούτων οὐκ ἀναλογεῖ ἡ κίνησις τῇ κυκλικῇ κινήσει· ἐπὶ ἐκείνων γὰρ ἡ κίνησις οὐ γίνεται περὶ μένον τι. p. 433 b 28 ’Oρεκτικὸν δὲ οὐκ ἄνευ φαντασίας. Καλῶς τοῦτο εἶπεν· ἀνάγκη γὰρ τὸ ὀρεγόμενον φαντασθὲν τὸ ὀρεκτὸν ὁρεχθῆναι. τοῦτο δὲ εἴρηται καλῶς ἐπὶ τῶν μετὰ φαντασίας ὀρεγομένων· κοινὸν γὰρ τὸ τῆς ὀρέξεως. ὄρεξις γάρ ἐστι καὶ ἄνευ συναισθήσεως, ἥτις καὶ ἐπὶ τῶν φυτῶν ἐστι καὶ ἐπὶ τῶν ἀψύχων, οἷον ἔχει ὄρεξιν ὁ λίθος, καθ’ ἣν ἐφίεται τοῦ κάτω τόπου, καὶ τὸ πῦρ ἔχει ὄρεξιν, καθ’ ἣν ἐφίε- ται τοῦ ἄνω τόπου. ἔστι πάλιν ὄρεξις καὶ μετὰ φαντασίας · ἔστι πάλιν ἄλλη ὄρεξις ἡ μετὰ τοῦ πρακτικοῦ νοῦ, ἥτις καὶ διαφέρει τῆς μετὰ τῆς φαντασίας ὀρέξεως· ὅπου μὲν γὰρ ἡ μετὰ νοήσεως ὄρεξις, ἐκεῖ καὶ ἡ μετὰ φαντασίας, οἷον ἐπὶ τῶν ἀνθρώπων ἀμ‘φότεραί εἰσιν αἱ ὀρέξεις, καὶ ἡ μειὰ νοήσεως καὶ ἡ μετὰ φαντασίαις, τὰ δὲ ἄλλα τῶν ζῴων τὴν μετὰ φαντασίας καὶ μόνον ὄρεξιν ἔχουσιν, ἐὰν ἄρα ἔχωσι τὴν φαντασίαν. ἔστι δὲ καὶ ἄλλην εἰπεῖν διαφοράν, ὅτι ἡ ὄρεξις ἡ μετὰ τοὐ πρακτικοῦ νοῦ δύναται βουλεύεσθαι· βουλεύεσθαι δέ ἐστι τὸ προαιρεῖσθαι , προαιρεῖσθαι δὲ τὸ τόδε πρὸ τοῦδε αἱρεῖσθαι, οἷον πότερον δεῖ περιτυχεῖν τῷ φίλῳ ἢ οὔ, καὶ αἱρεῖται ὅτι δεῖ· καὶ ἆρα ἐν τῷ αὐτῷ τόπῳ μένοντα ἢ ἐκδημοῦντα, καὶ αἱρεῖται ὅτι ἐκδημοῦντα· καὶ ἀρα διὰ θαλάττης ἡ γῆς, καὶ αἱρεῖται διὰ γῆς· καὶ διὰ γῆς πῶς, πεζῇ ἢ ἄλλως πως. λοιπὸν συνάγει ἐκ τῶν πολλῶν τούτων ἕν τι, ὅτι δεῖ ἰδεῖν τὸν φίλον ἐκδημοῦντα διὰ γῆς πεζῇ. ταύτῃ οὖν διαφέρει ἡ μετὰ τοῦ πρακτικοῦ νοῦ ὄρεξις τῆς μετὰ φαντασίας. καὶ σημειωτέον ὅτι τὸν πρακτικὸν νοῦν καὶ τὴν κυρίως φαντασίαν τὰ δύο ταῦτα κοινῶς φαντασίαν καλεῖ. ταύτης μὲν οὖν καὶ τὰ ἄλλα ζῷα μετέχει. ὁ καί σύνδεσμος διὰ τοὺς ἀνθρώπους πρὁσκειται· ταύτης γάρ, φησί, τῆς φαντασίας μετέχει καὶ τὰ ἄλλα ζῷα καὶ ὁ ἄνθρωπος. ποίας δὲ λέγει φανιασίας; τῆς συζύγου τῇ αἰσθήσει. ἀορίστως δ’ ἔνεστιν. ἐν τοῖς ζῳοφύτοις, φησίν, ἀορίστως ἐστὶν ἡ φαντασία, ὡς δηλοῖ τὸ ἀόριστον της κινησ ἀόριστον δὲ καλεῖ τῶν ζῳοφύτων τὴν κίνησιν διὰ αο τὸ μὴ ὁμοίως συστέλλεσθαί τε καὶ διαστέλλεσθαι, ἀλλά ποτε μὲν μᾶλλον, ποτὲ δὲ ἧττον· ἡ ἀορίστως λέγει ἀντὶ τοῦ ἀμυδρῶς καὶ πεπλανημένως. καὶ ἀνάγκη ἑνὶ μετρεῖν· τὸ μεῖζον γὰρ διώκει. ὥσπερ οἱ τέκτονες τῷ αὐτῷ μέτρῳ τῷ πηχυαίῳ καὶ τὰ μείζονα καὶ τὰ ἐλάττονα τῶν ξύλων καταμετροῦσιν, οὕτω καὶ τὸ ὀρεκτικόν, φησί, τὸ ἐν τοῖς ἀνθρώποις τῷ αὐτῷ ἀγαθῷ τὰς ἐναντίας ὀρέξεις μετρεῖ καὶ τὸ μεῖζον ἀγαθὸν αἱρεῖται, καὶ πρὸς ἐκεῖνο κινεῖται. ὥστε δύναται ἓν ἐκ πλειόνων φαντσμάτων ποιεῖν. ἐπειδή, φησί, βουλευτική ἐστιν ἡ ἐν τοῖς ἀνθρώποις φαντασία πρὸς τοῦτο γὰρ ἀποδοτέον τὸν λόγον), διὰ τοῦτο καὶ ἓν ἐκ πλειόνων φανταὀρεκτικὸν σμάτων δύναται ποιεῖν, τουτέστιν ἓν κοινὸν φάντασμα ἐκ πολλῶν μερικῶν φαντασμάτων , ὡς ἀνωτέρω μικρὸν εἴπομεν ὅτι δεῖ τὸν φίλον ἰδεῖν ἐκδημοῦντα διὰ γῆς πεζῇ. ἡ μὲν οὖν βουλευτικὴ φαντασία τοιουτοτρόπως ἓν κοινὸν φάντασμα ποιεῖ, ἡ δὲ ἄλογος οὐκέτι. καὶ τὴν αἰτίαν αὐτὸς ἐπάγει λέγων ὅτι δόξαν οὐκ ἔχει τὰ ἄλογα. δόξαν δὲ οὐκ ἔχει, ὅτι μὴ συλλογίζεται· ἡ γὰρ δόξα διανοίας ἐστὶν ἀποτελεύτησις, ἡ δὲ διάνοια διὰ συλλογισμοῦ τὸ πρακτὸν εὑρίσκει. τεσσάρων ὄντων, φαντασίας, βουλευτικοῦ, δόξης, λογιστικοῦ, τὸ βουλευτικὸν ταὐτὸν οἴονταί τινες ἐν ἡμῖν τῷ λογιστικῷ. τοῦτο δὲ ἄτοπον· εἰ γὰρ μὴ ταὐτὸν φαντασία καὶ δόξα ἐν ἡμῖν, οὐδὲ τὰ ἑπόμενα τούτοις τὰ αὐτά ἐστιν ἀλλήλοις, βουλευτικὸν καὶ λόγος. ἕπεται γὰρ τῇ μὲν ἐν ἡμῖν φαντασίᾳ τὸ βουλευτικόν, τῇ δὲ δόξῃ τὸ λογικόν. p. 434 a 14 Ὅταν ἀκρασία ἐνῇ. Ἄλλο ἐστὶν ἀκρασία καὶ ἄλλο ἀκράτεια· ἀκρασία μὲν γάρ ἐστιν ἡ μάχη τῶν παθῶν καὶ τοῦ λόγου, ὅταν μηδέπω μηδὲν κρατήσῃ , ἀλλ’ ἀμφήριστος ἡ μάχη καθέστηκεν , ἀκράτεια δέ ἐστιν, ὅταν τὰ πάθη κατακρατήσωσι τοῦ λόγου. p. α 16 To δὲ ἐπιστημονικὸν οὐ κινεῖται, ἀλλὰ μένει. ’Eπιστημονικὸν καλεῖ τὸν θεωρητικὸν νοῦν· τούτῳ δὲ συμφυὴς ἡ στάσις, ὡς πολλάκις εἴρηται· ἱστάμενοι γὰρ νοοῦμεν μᾶλλον. p. 434 a 16 ’Eπεὶ δ’ ἡ μὲν καθόλου ὑπόληψις καὶ λόγος, ἡ δὲ τοῦ καθ’ ἕκαστα. ’Eντεῦθεν συλλογισμὸν παρατίθεται καὶ ζητεῖ ποία τούτου πρότασίς ἐστιν ἡ κινοῦσα. δύο γάρ, φησίν, οὐσῶν τῶν ὑπολήψεων , τουτέστι τῶν προτάσεων, τῆς μὲν καθόλου τῆς δὲ μερικῆς, ἤγουν τῆς μὲν ἐλάττονος, ἣν εἶπε μερικήν, τῆς δὲ μείζονος, ἣν εἶπε καθόλου, ζητητέον τὴν κινοῦσαν. ὑπαινίττεται δὲ τοιοῦτον συλλογισμόν ‘ἐγὼ τὸν πολέμιον ἐφόβησα· πᾶς ὁ τὸν πολέμιον αριστεύς· ἀριστεύς· ἐγὼ ἄρα ἀριστεύς. πάντα δὲ ἀριστέα στεφανοῦσθαι δεῖ· καὶ ἐμὲ ἄρα στεφανοῦσθαι δεῖ. ἐν ταύταις μείζων μὲν πρότασίς ἐστιν ἡ λέγουσα ’πάντα ἀριστέα στεφανοῦσθαι δεῖ’, ἐλάττων δὲ ἡ λέγουσα ἐγὼ ἀριστεύς’ . νυνὶ γὰρ ὡς ἐπὶ τοῦ δευτέρου συλλογισμοῦ τὸν λόγον ποιούμεθα· διὰ τοῦτον γὰρ ὁ πρῶτος εἴληπται. ἐν ταύταις οὖν ταῖς προτάσεσιν ἡ ἐλάττων μᾶλλόν ἐστιν ἡ κινοῦσα, ὡς ἤδη εἴπομεν. ἡ δὲ μείζων εἰ μὲν καθολικωτάτη ἐστί, παντοίως ἀκίνητός ἐστιν, μᾶλλον δὲ ἧττον κινεῖ τῆς ἐλάττονος, ὅσον ἧττον αὐτῆς καθόλου ἡ ἐλάττων. διὸ δεῖ τῇ ἐλάττονι μᾶλλον δοῦναι τὴν κίνησιν. αἰνίττεται δὲ τοὺς δύο συλλογισμοὺς διὰ τριῶν προτάσεων. τὴν μίαν γὰρ κοινὴν λαμβάνει, τοῦ μὲν πρώτου συμπέρασμα , τοῦ δὲ δευτέρου πρότασιν. φησὶ γὰρ οὕτως ἡ μὲν γὰρ λέγει ὅτι δεῖ τὸν τοιοῦτον τὸ τοιόνδε πράττειν· αὕτη ἐστὶν ἡ μείζων πρότασις τοῦ πρώτου συλλογισμοῦ ἡ λέγουσα ὅτι τὸ φοβῆσαι πολέμιον ἀριστεῦσαί ἐστι. κἀγὼ δὲ τοιόσδε· αὕτη ἐστὶν ἡ κοινὴ πρότασις, ἥτις συμπέρασμά ἐστι τοῦ πρώτου συλλογισμοῦ, πρόεσις δὲ τοῦ δευτέρου, ἡ λέγουσα ‘κἀγὼ δὲ ἀριστεύς εἰμι’. καὶ ὅρα ὅτι οὐδὲ τῇ τάξει τῶν προτάσεων ὡς ἡμεῖς ἐχρήσατο οὐδὲ οὕτως εἶπε τοὺς ὅρους, ἀλλὰ παρομοίους τῇ σημσίᾳ τῶν ἡμετέρων ὅρων. ἦ δὴ αὕτη κινεῖ ἡ δόξα, οὐχ ἡ καθόλου, ὡς ἐν ἀπο|ρίᾳ· ἆρα αὕτη ἡ δόξα ἡ τῆς ἐλάττονος κινεῖ καὶ οὐχ ἡ καθόλου πρότασις; εἶτα ἐπιλυόμενός φησιν ἢ ἄμφω, ἀλλ’ οὖν, φησί, τούτων τῶν προτάσεων μᾶλλον ἠρεμεῖ ἡ καθόλου, ὡς εἴπομεν. ἐν οἷς ἡ πρᾶξις. p. 434 a 22 Τὴν μὲν οὖν θρεπτικὴν ψυχὴν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἄν ζῇ καὶ ψυχὴν ἔχει ἀπὸ γενέσεως καὶ μέχρι φθορᾶς, καὶ τὰ ἑξῆς. ’Eπειδὴ τῶν ἐμψύχων τὰ μὲν ὅλως ἐστὶν ἀκίνητα, καθάπερ τὰ φυτά, τὰ δὲ κινεῖται, καθάπερ τὰ ζῷα, καὶ τῶν κινουμένων τὰ μὲν καθ’ ὅλα ἑαυτὰ κινεῖται, ὡς τὰ πορευτικά, τὰ δὲ ἀπὸ μέρους, καὶ τούτων τὰ μέν ἐστιν ὑποσέληνα, ὡς τὰ ζῳόφυτα, τὰ δὲ ὑπερσέληνα, καθάπερ τὰ οὐράνια, διὰ τοῦτο οὖν ἐπὶ τοῦ παρόντος ὁ φιλόσοφος ἐν τῇ παρούσῃ θεωρίᾳ διακρίνει τὰ πορευτικὰ τῶν παντελῶς ἀκινήτων καὶ τῶν κινουμένων μέν, ἀπὸ μέρους δὲ ποιουμένων τὴν κίνησιν· ὡς ἐξ ἀνάγκης τριπλῆν γίνεσθαι τὴν διάκρισιν τοῦ πορευτικοῦ, λέγω δὴ πρὸς τὰ φυτὰ καὶ τὰ ζῳόφυτα καὶ πρὸς τὰ οὐράνια. ἄρχεται δὲ τῇς τῶν φυτῶν καὶ τῶν πορευτικῶν διακρί- σεως. εἰ γὰρ καὶ ἑκάτερα, φησί, τὴν θρεπτικὴν ἔχει ψυχήν, ἀλλ’ οὖν τὰ μὲν φυτὰ οὐκ ἔχει αἰσθητικήν , τὰ δὲ πορευτικὰ ζῷα ἔχει αἰσθητικήν. καὶ τούτων ἑκάτερον διὰ δύο ἐπιχειρημάτων δείκνυσι, καὶ πρῶτον ὅτι τὰ φυτὰ οὐκ ἔχει αἰσθητικὴν εἰκότως. πρόεισι δὲ τῶν λόγων ὁ μὲν ἀπὸ τοῦ σώματος τῶν φυτῶν, ὁ δὲ ἀπὸ τῆς ψυχῆς. καὶ ἔστιν ὁ ἀπὸ τοῦ σώματος οὗτος· τὰ φυτά, φησίν, ἀπλοῦν τι δοκοῦσιν εἶναι· εἰ γὰρ καὶ ἐκ τῶν τεσσάρων στοιχείων συνίστανται, ἀλλ’ οὖν τοσοῦτον ἐπικρατεῖ τὸ γήινον ἐν αὐτοῖς, ὡς ἐξ αὐτοῦ μόνου δοκεῖν εἶναι. τὸ δὴ γεῶδες ἀναίσθητον, ὡς μαρτυρεῖ τὰ ἐν ἡμῖν αἰσθητικοῖς οὖσιν γεώδη μόρια μὴ αἰσθανόμενα, λέγω δὴ ὀστᾶ καὶ τρίχες καὶ ὄνυχες. πῶς γὰρ ἄν κτήσαιντο αἴσθησιν τὰ πρὸς τῷ γηίνῳ τυγχάνοντα, εἴ γε τὰ τοιαῦτα ἁφὴν ἔχειν οὐ δύνανται; αὕτη γὰρ πλειόνων ἀντιθέσεων ἀντιλαμβανομένη ἐκ πλειόνων καὶ ἴσως ἰσοσθε- νούντων θέλει συγκεῖσθαι. τοῦτό ἐστι τὸ πρῶτον ἐπιχείρημα τὸ ἐκ τοῦ σώματος τῶν φυτῶν. τὸ δὲ ἀπὸ τῆς ψυχῆς ὧδέ πως ἔχει. οὐκ ἔχει, φησίν, αἴσθησιν τὰ φυτά· ἤμελλε γὰρ τῶν αἰσθητῶν εἰδῶν ἄνευ ὕλης ἀντιλαμβάνεσθαι. νυνὶ δὲ οὐκ ἀντιλαμβάνεται · μάτην γὰρ ἀντιλήψεται μήτε τοῖς ἡδέσι προσιέναι δυνάμενα διὰ τὸ ἐρριζῶσθαι καὶ ἀκινητεῖν μήτε τὰ λυπηρὰ ἐκκλῖναι. ὅτι δὲ τὰ πορευτικὰ δικαίως καὶ ἀναγκαίως ἔχουσιν αἴσθησιν διὰ β λόγων ἔστιν ἀποδεῖξαι, ὧν ὁ πρῶτός ἐστι τοιοῦτος· εἰ μὴ ἔχουσι, φησίν, αἴσθησιν τὰ πορευτικά, μάτην τε καὶ ἐπὶ κακῷ κινηθήσεται, τὸ μὲν ἀγνοοῦν ἔνθα τὸ τέλος ἐστὶ τῆς κινήσεως, τὸ δὲ κατὰ κρημνῶν φερόμενον, διότι οὐ διακρίνει αἰσθήσει. φύσις δὲ οὐδὲν πρὸς ἐπιβουλὴν ποιεῖ τῶν ζῴων, ἀλλὰ πάντα πάντως ἢ ἕνεκά του ποιεῖ ἢ συμπτώματα τῶν ἕνεκά του. ἔστι δὲ τούτων ἑκάτερον ἐκ τῶν τριχῶν πιστώσασθαι. αἱ μὲν γὰρ ἐν τῇ κεφαλῇ καὶ ταῖς βλεφαρίσι καὶ τῷ γενείῳ τρίχες ἕνεκά του γεγένηνται· αἱ μὲν γὰρ σκέπης χάριν, ὡς αἱ τῆς κεφαλῆς, αἱ δὲ φυλακῆς, ὡς αἱ βλεφαρίτιδες, αἱ δὲ διὰ κόσμον, ὡς ἐπὶ τοῦ γενείου. αἱ δὲ κατὰ τὰς μασχάλας καὶ ἐν τῇ κεφαλῇ ἐν τῷ γήρᾳ πολιαὶ ἕνεκά του μὲν οὔκ εἰσι, συμπτώματα δὲ τῶν ἕνεκά του ὑπάρχουσιν· αἱ μὲν γὰρ διὰ τὴν πλεονάζουσαν ἐν τῇ μασχάλῃ θερμότητα καὶ ὑγρότητα γίνονται, αἱ δὲ διὰ τὸ ἐν τῷ σώματι τηνικαῦτα πλεονάζον φλέγμα. τὸ δὲ δεύτερον ἐπιχείρημα τοιοῦτόν ἐστιν· ἀνάγκη συναίσθησιν ἔχειν τὰ πορευτικά· πολλαῖς γὰρ ὁμιλοῦντα τροφαῖς διὰ τὸ κινεῖσθαι γνωστικῆς δυνάμεως δεῖται διακρῖναι δυναμένης τὴν οἰκείαν τροφὴν ἀπὸ τῆς ἀλλοτρίας. τὰ γὰρ φυτὰ ταύτης οὐ δεῖται, διά τε τὸ μὴ κινεῖσθαι διά τε τὸ παρακείμενον ἔχειν τὸ τρέφον, τουτέστι τὴν γῆν. οὕτω διακρίνας τὰ πορευτικὰ τῶν φυτῶν διακρίνει αὐτὰ καὶ τῶν ζῳοφύτων. τὰ ζῳόφυτα, φησίν, οὐκ ἔχει τὰς τελειοτέρας αἰσθήσεις, ὄψιν καὶ ἀκοὴν καὶ ὄσφρησιν, τὰ δὲ πορευτικὰ καὶ ταύτας ἐκτήσατο. καὶ ὁ ἀσπάλαξιν γὰρ ἔχει τὴν ὄψιν, εἰ καὶ λεπτῷ χιτῶνι καλύπτεται διὰ τὴν εἰς τὴν γῆν συνεχῆ κατάδυσιν. οἱ γὰρ σκώ- ληκες εἰ καὶ μὴ ἔχουσιν ὄψιν κινούμενοι, ἀλλ’ οὖν ἡ φύσις διὰ τῆς μαλακότητος τὴν χρείαν ἀνεπλήρωσεν. οὕτω διακρίνας καὶ ἀπὸ τῶν ζῳοφτων τὰ πορευτικὰ μέτεισι καὶ ἐπὶ τὴν τῶν οὐρανίων διάκρισιν καί φησι ταῦτα διαφέρειν τῶν πορευτικῶν τῷ τὰ μὲν πορευτικὰ καὶ φυτικὴν ἔχειν καὶ αἰσθητικὴν ψυχήν, τὰ δὲ οὐράνια μόνην λογικήν. ταῦτα περὶ τῶν οὐρανίων εἰπὼν ἐπιφέρει λέγων ‘ διὰ τί γὰρ ἕξει ἄλογον ’ ; τοῦτο δὲ τὸ ῥησείδιον ἄλλως μὲν ὁ Ἀλέξανδρος, ἄλλως δὲ ὁ Πλούταρχος ἐξηγήσατο. Ἀλέ- ξανδρος μὲν γὰρ ἔφη ‘διὰ τί γὰρ ἕξει τὰ οὐράνια αἴσθησιν’; οὔτε γὰρ τῷ σώματι τούτων ἄμεινον αἴσθησιν ἔχειν οὔτε τῇ ψυχῇ , τῷ μὲν σώματι, διότι τοῖς παθητοῖς σώμασι συμβάλλοιτ’ ἄν ἡ αἴσθησις, τῶν φθαρτικῶν αὐτὰ διείργουσα, τοῖς δὲ οὐρανίοις ἀπαθέσιν οὖσιν οὐδὲν συμβάλλεται, καὶ ὅτι τὰ αἰσθανόμενα πάσχοντα αἰσθάνονται, ταῦτα δὲ ἀπαθῆ καὶ ἀθάνατά ἐστιν. ἀλλ’ οὐδὲ τῇ ψυχῇ αὐτῶν συνοίσει, διότι τὰ τὴν αἴσθησιν ἔχοντα πρὸς ἀνάμνησιν τῶν καθόλου ταύτην ἐκτήσαντο , ἵνα ἐξ ὧν ἐν τοῖς καθ’ ἕκαστα διὰ τῶν αἰσθήσεων εὑρίσκουσιν, ἐπὶ τοὺς ἐνυπάρχοντας καθολικοὺς λόγους ἀνάγωνται, τὰ δὲ οὐράναι τῆς αἰσθήσεως οὐ δεῖαι· ἀεὶ γὰρ νοερῶς ἐνεργεῖ καὶ οὐδέποτε τῶν καθόλου ἀφίσταται. ἡ δὲ αἴσθησις μερικῶν ἐσιιν ἀντιληπτική · περὶ ταῦτα οὖν ἐκκρουομένη καὶ ἐνειλου- μένη οὐκ ἐᾷ τὸν νοῦν ἀπασχολεῖσθαι | τοῖς καθόλου, ἀλλ’ ἔοικε φλυάρῳ s γείτονι ὁμιλοῦντι πολλὰ καὶ ἐκκρούοντι τὸν ἀναγινώσκοντα. οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος, καὶ κατ’ αὐτὸν οὐκ ἔχει τὸ ῥητὸν τὴν οὐ ἄρνησιν, ἀλλ’ οὕτως ἐστὶ ‘διὰ τί γὰρ ἕξει’, καὶ ἐξηγεῖται αὐτὸ ἐρωτηματικῶς. ὁ δὲ Πλούταρχος τὴν ἐναντίαν βαδίσας προστίθησι τὴν οὐ ἄρνησιν καὶ φησι ‘διὰ τί γὰρ οὐχ ἕξει αἴσθησιν τὰ οὐράνια’; οὕτε γὰρ τῷ σώματι βέλτιόν ἐστι τὸ μὴ οὕτως ἔχειν· ἄμεινον γὰρ αἰσθητικῷ εἶναι τοῦ ἀναισθήτου, διότι τὸ αἰσθανόμενον τοῦ ἀναισθήτου τιμιώτερόν ἐστιν. εἰ δὲ εἴποις ‘οὐκοῦν πάσχοντα αἰσθάνεται καὶ οὐκέτι ἀπαθῆ καὶ ἀθάνατα’, λέγω ὅτι οὔ· ἐπὶ γὰρ τῶν ὑπὸ σελήνην ἀληθής ἐστιν ὁ λόγος, ὅτι πάσχοντα αἰσθά- νονται, ἐκεῖνα δὲ μηδὲν πάσχοντα αἰσθάνεται. ὥστε συμβάλλεται αὐτῶν τῷ σώματι ἡ αἴσθησις. ἀλλὰ καὶ τῇ ψυχῇ αὐτῶν συμβάλλεται· οὐ γὰρ ἐμποδίζει αὐτῇ πρὸς τὴν εἴδησιν τῶν καθόλου, διότι διὰ μὲν τῶν αἰσθήσεων τὰ μερικὰ γινώσκομεν, ἐκ δὲ τῶν μερικῶν ἀναγόμεθα ἐπὶ τὰ καθό· λου, καὶ ὅτι, ἐὰν ἄρα ἐφ’ ἡμῶν ὁ λογισμὸς ὑπὸ τῆς αἰσθήσεως ὥσπερ ὑπὸ φλυάρου γείτονος δικαίως ἐκκρούεται, παρ’ οἷς καὶ ὁ τῆς κακίας ἐστὶν ἵππος, ἐπὶ τῶν οὐρανίων οὐκ ἄν ἐκκρούοιτο, παρ’ οἷς ὁ τῆς κακίας ἵππος οὐκ ἔστι. θεῶν γὰρ ἵπποι, καθάπερ φησὶν ὁ ἐν Φαίδρῳ Σωκράτης, ἀγα- θοί τε καὶ ἐξ ἀγαθῶν, ἐμφαίνοντος τοῦ λόγου τὴν τῶν ἐν τοῖς οὐρανίοις ψυχῶν συμφωνίαν· ἅμα γὰρ ἀναγωγὸς ἐνεργεῖ καὶ καταγωγός, καὶ οὐκ ἐμποδίζει αἴσθησις ἐκεῖ· ὥστε συμβάλλεται τῇ ψυχῇ πρὸς τὴν γνῶσιν τῶν μερικῶν καὶ τῶν καθόλου ἡ αἴσθησις. εἶτα ὁ Πλούταρχος οὐκ ἀνα- γινώσκει τὴν λέξιν ὡς Ἀλέξανδρος, ἀλλ’ οὕτω ‘διὰ τί γὰρ τὰ οὐράνια οὐχ ἕξει αἴσθησιν; ἡ γὰρ τῇ ψυχῇ αὐτῶν βέλτιόν ἐστι τὸ μὴ ἔχειν αἴσθησιν’. καὶ τοσαῦτα μὲν περὶ τῆς λέξεως καὶ τῆς ἐν αὐτῇ τῶν ἐξηγητῶν διαφωνίας. ἔξεστι δὲ ἐκ τῶν Ἀριστοτελικῶν ὁρμωμένους ἀποδεῖξαι τὰ οὐράνια ἀμοιροῦντα αἰσθήσεως · ἔξεστι δὲ καὶ τῶν ἐπιχειρημάτων ἀπάντων ἐκ τῶν Πλατωνικῶν ἐπενέγκαι τὸν ἔλεγχον. φέρε οὖν, εἰ δοκεῖ, τοῦτο ποιήσωμεν. ὅτι μὲν οὖν λογικὴν ἔχει ψυχὴν τὰ οὐράνια, δῆλον ἅπσιν ἐκ τῆς κινήσεως αὐτῶν· ἡ γὰρ ἐν τῷ αὐτῷ κυκλικὴ κίνησις ὑπ’ οὐδενὸς ἄν γένοιτο, πλὴν ὑπὸ λόγου. περὶ δὲ τῆς αἰσθητικῆς διεφώνησαν· οἱ μὲν γὰρ Ἀριστοτελικοί φασιν ὡς οὐκ ἔστιν ἐν τούτοις αἴσθησις, εἴ γε ταῦτα μὲν ἀπαθῆ, πάσχει δὲ τῆς αἰσθήσεως τὸ ὑποκείμενον. ἀλλά, φαῖεν ἄν οἱ Πλατωνικοί, (5 Ἀριστότελες, ἐφ’ ἡμῶν πάσχοντος τοῦ ὑποκειμένου κρίνει τὸ πάθος ἡ δύναμις, ἐπὶ δὲ τῶν οὐρανίων μόνη κρίσις ἐστὶ τῶν εἰδῶν ἄνευ πάθους. πῶς γὰρ οὐκ ἄτοπον τὸν μὲν ἀέρα καὶ τὸ ὕδωρ ἄνευ πάθους διακονεῖν τὰ εἴδη τῶν αἰσθητῶν καὶ ὑποδέχεσθαι, τὰ δὲ οὐράνια μὴ δύνασθαι πάθους χωρὶς τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι. ἀλλ’ εἰ ἔχουσι, φασὶν οἱ Ἀριστοτελικοί, τὰ αἴσθησιν, αἴσθησιν, καὶ ἁφὴν ἕξουσι πάντως· ἡγεῖται γὰρ αὕτη πασῶν τῶν αἰσθήσεων ὡς χεῖρον, ὅπου δὲ τὸ κρεῖττον, καὶ τὸ χεῖρον. πῶς δ’ ἄν ἔχοιεν ἁφήν, εἴ γε ἡ μὲν ἁφὴ δεῖται πλειόνων στοιχείων πρὸς γένεσιν ὡς πλειόνων ἀντιλαμβανομένη, ἐκ μόνης δὲ τῆς πέμπτης οὐσίας τὰ οὐράνια; εἰ δὲ εἴη τὰ οὐράνια ἐκ τῶν στοιχείων, εἴη ἂν καὶ φθαρτά. πρὸς ὅ φασιν οἱ Πλατωνικοὶ ὅτι οὐκ ἀνάγκη τὴν ἁφὴν ἔχειν τὰ οὐράνια· παρ’ ἡμῖν γὰρ ἴσως ἡγεῖται τῶν κρειττόνων τὰ χείρω καὶ σύνεστιν, ἐπ’ ἐκείνων δὲ καὶ αὐτὸς Ἀριστοτέλης τὸν λόγον ἠθέτησεν· ἔφη γὰρ αὐτὰ λογικὴν ἔχειν μὴ ἔχοντα τὴν ἄλογον. ὅσον δ’ ἐπὶ τῷ λόγῳ καὶ ἐν τῷ αὐγοειδεῖ σώματι πάντως ἔσται καὶ ἡ ἄλογος καὶ ἡ φυτική, εἴπερ ὅπου τὰ κρείττω, καὶ τὰ χείρω, ὅπερ ἄτοπον. οὐκ ἔστιν οὖν πάντως ἐπὶ πάντων, ἔνθα τὸ κρεῖττον, καὶ τὸ χεῖρον. πάλιν, φασὶν οἱ Ἀριστοτελικοί, εἰ ἔχουσιν αἴσθησιν τὰ οὐράνια, πάντως ἕξουσι καὶ ὄργανα· πᾶσα γὰρ αἴσθησις δι’ ὀργάνων ἐνεργεῖ· ὁμοιομερῆ δέ ἐστι τὰ οὐράνια. πρὸς ὅ φασιν οἱ Πλατωνικοὶ ὅτι οὐ πάντως δι’ ὀργάνων ἡ τῶν αἰσθητῶν ἀντίληψις γίνεται, ὅπου γε καὶ ἐν ἡμῖν ἡ κοινὴ αἴσθησις ἐν ἑνὶ τυγχάνουσα πνεύματι τὰ τῶν πέντε οἶδεν αἰσθήσεων αἰσθητά, καὶ ἡ ἄλογος δὲ δι’ ἑνὸς πνεύματος τὰ αἰσθητὰ πάντα καταλαμβάνει. διὸ καὶ αὐτὸς ἔφης ‘ ἡ γὰρ κυρίως αἴσθησις μία καὶ τὸ κυρίως αἰσθητήριον ἕν’. ἀλλὰ πάλιν φασὶν οἱ Ἀριστοτελικοὶ ὡς τῶν μὲν ζωτικῶν οὐσῶν οὐκ ἀνάγκη τὰς γνωστικὰς εἶναι δυνάμεις, ὡς δηλοῖ τὰ φυτὰ ζωήν, οὐ γνῶσιν ἔχοντα, τῶν δὲ γνωστικῶν οὐσῶν πάντως εἰσὶ καὶ αἱ ζωτικαί. εἰ οὖν ἔχει τὰ οὐράνια τὴν γνωστικὴν δύναμιν τῆς ἀλόγου, δῆλον ὅτι καὶ τὴν ζωτικὴν αὐτῆς ἕξει δύναμιν, θυμὸν λέγω καὶ ἐπιθυμίαν. ἄτοπον δὲ τὰ οὐράνια λέγειν ἢ ἐπιθυμεῖν ἢ θυμοῦσθαι, ἐπεὶ καὶ ἐφθείροντ’ ἄν. πρὸς ὅ φασιν οἱ Πλατωνικοὶ ὅτι ἔχουσιν ἐπιθυμίαν τὰ οὐράνια· ἐφίενται γὰρ τῆς πρὸς τὸν νοῦν μιμήσεως, εἴ γε ὁ μὲν πανταχοῦ ἐστι, τὰ δὲ πανταχοῦ γίνεται, εἰ καὶ μὴ ἅμα, ἄλλα κατὰ μέρος· θυμὸν δὲ οὐκ ἔχουσιν· οὐ γὰρ ἀνάγκη. ἰδοὺ γὰρ καὶ τὰ ζῳόφυτα ἔχοντα ἐπιθυμίαν· ἀνιᾶται γὰρ καὶ ἥδεται· οὐ θυμοῦται· οὐ γὰρ φαίνεται ἀμυνόμενα. καὶ διὰ πέμπτου δὲ ἐπιχειρήματος κατασκευάζουσιν οἱ Ἀριστοτελικοὶ ὅτι οὐκ ἔχει αἴσθησιν τὰ οὐράνια. εἰ γὰρ πᾶσα αἴσθησις περὶ τὰ ἐκτὸς καταγίνεται, οὐδὲν δὲ ἔξω τῶν οὐρανίων, οὐκ ἄρα αἰσθάνονται. πρὸς ὅ ἔστιν εἰπεῖν ὅτι καὶ ἐν τοῖς οὐρανίοις ἐστὶν ἔξω· τῆς γὰρ περιφερείας ἔξω ἐστὶν τὸ κέντρον· ὥστε αἰσθάνονται. οἱ δέ γε Πλατωνικοὶ οὕτω κατασκευάζουσιν ὅτι αἰσθάνεται· εἰ τὸ αἰσθάνεσθαι καὶ γινώσκειν, καὶ τὰ οὐράνια ὡς κρείττω αἰσθάνεται. ταῦτα εἰπὼν ἔρχεται καὶ ἐπὶ τὸ διακρῖναι τὰ πορευτικὰ τῶν ζωοφύτων. ἀλλ’ ἐν τούτοις ἡ θεωρία σὺν θεῶ πληροῦται. Τὴν μὲν οὖν θρεπτικὴν ἀνάγκη πᾶν ἔχειν ὅτι περ ἄν ζῇ καὶ ψυχὴν ἔχει. διάκρισιν λέγει ζῴου καὶ φυτοῦ, ὅτι εἰ καὶ ἄμφω ἔχουσι τὴν θρεπτικήν, ἀλλ’ οὐκ ἄμφω ἔχουσι τὴν αἰσθητικήν. θρεπτικὴν | μὲν γὰρ ἀνάγκη πᾶν ζῶν ἔχειν· εἰ γὰρ μὴ τρέφεται ἀπὸ ἀρχῆς τῆς γενέσεως μέχρι τῆς φθορᾶς, ταχύτερον φθείρεται καὶ οὐ φθάνει τὴν ἀκμήν· αἴσθη- σιν δὲ οὐκ ἀνάγκη πάντα τὰ ζῶντα ἔχειν· τὰ γὰρ ἁπλοῦν σῶμα ἔχοντα, οἷον τὰ φυτά, οὐκ ἀνάγκη ἔχειν αἴσθησιν. ἁπλοῦν δὲ ἔχειν λέγεται σῶμα τὰ φυτά, ἐπειδὴ τῷ γεώδει μόνῳ χαρακτηρίζεται τῆς δὲ αἰσθήσεως χωρὶς ἀδύνατον εἶναι ζῷον. αἴσθησιν δὲ οὐκ ἀναγκαῖον ἐν ἅπασι τοῖς ζῶσιν. διττὴ τούτου τοῦ ῥητοῦ φέρεται γραφή. τὰ μὲν γὰρ ἔχει ἐν ἅπασι τοῖς ζώοις, τὰ δ’ ἐν ἅπασι τοῖς ζῶσιν. ἀλλ’ εἰ μὲν τοῖς ζῴοις ἔχει, ἀντὶ τοῦ τοῖς ζῶσίν ἐστιν, ἵνα συμπεριλάβῃ καὶ τὰ φυτά. τί γάρ φησιν; ὅτι οὐκ ἀνάγκη πᾶν ζωὴν ἔχον καὶ αἴσθησιν ἔχειν. εἰ δὲ ἐν ἅπασι τοῖς ζῶσιν ἔχει ἡ γραφή, καλῶς ἂν ἔχοι· μᾶλλον γὰρ οὕτως ἔρρωται ἡ διάνοια. οὔτε γὰρ ὧν τὸ σῶμα ἁπλοῦν, ἐνδέχεται ἁφὴν ἔχειν. αὕτη ἐστὶν ἡ ἀπὸ τοῦ σώματος κατασκευὴ δεικνύουσα ὅτι οὐκ ἔστιν ἐν τοῖς φυτοῖς ἁφή. p. 434 a 29 Οὐδὲ ὅσα μὴ δεκτικὰ τῶν εἰδῶν ἄνευ τῆς ὕλης. Περὶ τῶν φυτῶν λέγει· ταῦτα γὰρ οὐ δέχεται τὸ εἶδος ἄνευ τῆς ὕλης, ὡς αἱ αἰσθήσεις, ἀλλὰ μετὰ τῆς ὕλης. ὅσα οὖν, φησίν, οὐ δέχεται τὰ εἴδη καθ’ ἑαυτά, οἷον τὰ φυτά, οὐκ ἔχει αἴσθησιν. τὰ δὲ ζῷα ἔχει αἴσθησιν, ἐπεὶ μάτην ἄν ἦν ἐν αὐτοῖς ἡ κίνησις· μὴ αἰσθανόμενα γὰρ ἐπὶ κακῷ ἐκινεῖτο καὶ εἰς βόθρους ἔπιπτεν· οὐδὲν δὲ μάτην ἢ ἐπὶ κακῷ ἡ φύσις ποιεῖ, ἀλλ’ ἢ ἕνεκά του ἢ σύμπτωμα τῶν ἕνεκά του. καὶ εἴρηται ποῖά ἐστι ταῦτα. τὰ δὲ φυτὰ ὡς μόνιμα καὶ ἀκίνητα οὐ χρῄζει αἰσθήσεως. ἀποροῦσι δὲ λέγοντες ὅτι οὐ μόνον τὰ φυτά ἐστι τὰ μὴ δεχόμενα τὰ εἴδη ἄνευ τῆς ὕλης, ἀλλὰ καί τινες αἰσθήσεις. ἡ μὲν γὰρ ὄψις καὶ ἀκοὴ ἀληθείᾳ μόνον τῶν εἰδῶν ἀντιλαμβάνεται, ἡ μὲν τῶν χρωμάτων ἡ δὲ τῶν ψόφων, καὶ οὐ γίνεται οὕτε ἡ ὄψις χρῶμα, οἷον λευκὴ ἢ μέλινα, οὔτε ἡ ἀκοὴ ψόφος, οἷον ὀξεῖα ἢ βρεῖα· ἡ μέντοι γε ἁφὴ οὐ μόνον τοῦ εἴδους ἀντιλαμβάνεται, ἀλλὰ καὶ τῆς ὕλης· τοὐ γὰρ ψυχροῦ οὐκ ἀντιλαμβάνεται, εἰ μὴ ψυχρὸν γένηται τὸ σῶμα, ὁμοίως καὶ ἐπὶ τοῦ θερμοῦ καὶ τῶν τοιούτων. λέγομεν δὲ πρὸς τοῦτο ὅτι τοῦ μὲν εἴδους ἡ ψυχὴ ἀντιλαμβάνεται, ἡ δὲ ὕλη εἰς τὸ σῶμα δρᾷ· ὥστε πάσαι αἱ αἰσθήσεις τοῦ εἴδους μόνου ἀντιλαμβάνονται, τῆς δὲ ὕλης οὐδαμῶς. τὰ δὲ φυτὰ οὐ μόνον τοῦ εἴδους ἀντιλαμβάνεται, ἀλλὰ καὶ αὐτῆς δράττεται τῆς ὕλης, καὶ πάσχουσιν ὑπ’ αὐτῆς καὶ ἀντιδρῶσιν. μήποτε δὲ ἔστι καὶ ἐπὶ τούτων εἰπεῖν ὅτι ὥσπερ ἐπὶ τῶν ζῴων ἡ μὲν ψυχὴ τοῦ εἴδους ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῆς ὕλης, οὕτω καὶ ἐπὶ τῶν φυτῶν ἡ μὲν ἁπτικὴ δύναμις τοῦ εἴδους τῆς γῆς ἀντιλαμβάνεται, τὸ δὲ σῶμα τῶν φυτῶν ὑπὸ τῆς ὕλης τῶν ἁπτῶν πάσχει, ὡς συνάγεσθαι καὶ τὰ φυτὰ ἔχειν τὴν ἀπτικὴν δύνα· μιν πλὴν ὅτε καὶ τοῦτο δῶμεν, τὰ ἄλλα ἐπιχειρήματα ἀνατρέπει τοῦτο. φθείροιτο ἂν καὶ εἰς τέλος οὐκ ἂν ἔλθοι, ὅ ἐστι φύσεως ἔργον· πῶς γὰρ θρέψεται; εἰ μὴ ἔχει, φησίν, αἴσθησιν τὰ ζῷα, οὐκ ἔρχεται εἰς τέλος, τουτέστιν εἰς ἀκμήν, ἀλλὰ φθείρεται. εἰ γὰρ δι’ ἁφῆς γινώσκει τὴν ἐπιτηδείαν τροφὴν καὶ αἱρεῖται αὐτήν, ἀποστρέφεται δὲ τὸ λυποῦν, εἰ μὴ ἔχει ἄρα αἴσθησιν, οὔτε τρέφεται καὶ φθαρήσεται τὰ ζῷα μὴ τρεφόμενα. τὰ δὲ φυτὰ ὡς μόνιμα οὐ χρείαν ἔχει αἰσθήσεως· παρακειμένην γὰρ ἔχει τὴν τροφὴν ἐν τῇ γῆ ἐν ᾗ καὶ ἔστι τὸ φυτόν, ὃ εἶπεν ὅθεν πεφύκασιν· τῶν φυτῶν οὖν ὡρισμένη ἐστὶν ἡ τροφή , καὶ διὰ τοῦτο αἰσθήσεως οὐ χρῄζει τὰ φυτά, τῶν δὲ ζῴων ἀδιάφορός ἐστι καὶ ἀόριστος· οὐκ ἀεὶ γὰρ τὰς αὐτὰς τροφὰς προσφέρεται, καὶ χρῄζει ἔχειν αἴσθησιν τὴν δια- κρίνουσαν τὰ οἰκεῖα ἀπὸ τῶν ἀλλοτρίων. p. 434 b 3 Οὐχ οἷόν τε δὲ σῶμα ἔχειν μὲν ψυχὴν καὶ νοῦν κριτικόν, αἴσθησιν δὲ μὴ ἔχειν, μὴ μόνιμον ὄν, γενητὸν δέ· Δικαίως ἔχει τὰ ζῷα, φησίν, αἴσθησιν, ἐπειδὴ ἀδύνατον τὰ ἔχοντα ψυχὴν καὶ ὄντα γενητὰ καὶ μὴ μόνιμα μὴ ἔχειν αἴσθησιν. μὴ ὄντα δὲ μόνιμα εἶπε διὰ τὰ φυτά· ταῦτα γὰρ καὶ ψυχὴν ἔχει καὶ γενητά ἐστιν· ἐπειδὴ δὲ μόνιμά ἐστι , διὰ τοῦτο οὐκ ἔχει αἴσθησιν. εἶπε δὲ νοῦν κριτικὸν καὶ οὐχ ἀπλῶς νοῦν, ἵνα μὴ δόξῃ διακρίνειν ζῷα φυτῶν, ἀλλὰ λογικὰ ζῷα φυτῶν· ἐν γὰρ τούτοις μᾶλλον ἀναγκαία ἡ αἴσθησις, εἴπερ καὶ ταῦτα μᾶλλον διακρίνουσιν. ἀλλὰ μὴν οὐδὲ τὰ ἀγένητα, φησίν, ἔχει αἴσθησιν, οἷον τὰ οὐράνια· τοῦτο γὰρ καὶ δοξάζει Ἀριστοτέλης· οὔτε γὰρ τῇ ψυχῆ αὐτῶν οὔτε τῷ σώματι συμβάλλεται τὸ ἔχειν αἴσθησιν· καὶ εἴρηται πῶς ἐν τῇ θεωρία , καὶ ὅτι ἄλλως μὲν Ἀλέξανδρος, ἄλλως δὲ Πλούταρχος τὸν λόγον ἐδέξατο. δοξάζει τοίνυν Ἀριστοτέλης τὰ οὐράνια καὶ ζῆν καὶ πορευτικὰ εἶναι ἀεικίνητα γὰρ αὐτὰ λέγει), ὅμως δὲ μὴ ἔχειν αἴσθησιν, ἐπειδὴ ἀγένητά ἐστι κατὰ χρόνον. οὐθὲν ἄρα ἔχει ψυχὴν σῶμα μὴ μόνιμον ἄνευ αἰσθήσεως. τοῦτο τὸ ῥητὸν μᾶλλον δείκνυσιν Ἀριστοτέλην ὄντα τῆς δόξης Πλουτάρχου. τοῦτο γὰρ λέγει ὅτι οὐδέν ἐστι σῶμα ἔχον ψυχὴν χωρὶς τῶν φυτῶν καὶ μὴ ἔχον τὰς αἰσθήσεις, εἰ μή πού τις εἴποι ὅτι τῶν ἄνω ἐστὶ συμπέρασμα καὶ οὐ πρὸς τὸ προσεχὲς ἀποδέδοται. εἰ γάρ τις τοῦτο εἴποι, οὐδὲν ἔχει ὁ Πλούταρχος ἐκ τοῦ παρόντος ῥητοῦ. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται. p. 434 b 8 Ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἀπλοῦν ἢ μικτόν. οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ ἕξει, ἔστι δὲ ἀνάγκη ταύτην ἔχειν. | Διακρίνας ὁ Ἀριστοτέλης τὰ ζῷα ἀπὸ τῶν φυτῶν καὶ τῶν οὐρανίων νυνὶ διακρίνει τὰ πορευτικὰ ζῷα ἀπὸ τῶν ζῳοφύτων. βουλόμενος δὲ κατεπείγουσαν δεῖξαι τὴν διάκρισιν αὐτῶν πρῶτον κοινωνίας αὐτῶν λέγει καὶ καλεῖ καὶ τὰ ζῷα τὰ πορευτικὰ καὶ τὰ ζῳόφυτα κοινῶς ζῷα, ἐπειδὴ τὸν ὁρισμὸν τοῦ ζῴου ἄμφω ἐπιδέχονται · οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ ἀμφότερα. κοινὸν τοίνυν ἐστὶν ἐν πᾶσι τοῖς ζῴοις τὸ μικτὰ αὐτὰ εἶναι καὶ οὐχ ἁπλᾶ, κοινὸν δὲ αὐτοῖς καὶ τὸ ἁφὴν ἔχειν· καὶ τὰ ζῳόφυτα γὰρ καὶ τὰ πορευτικὰ μικτά ἐστι καὶ ἁφὴν ἔχει. αὕτη δὲ ἡ κοινωνία οὔτε τοῖς φυτοῖς ὑπῆρχεν οὔτε τοῖς οὐρανίοις. οὔτε γὰρ τὰ φυτὰ σύνθετά ἐστιν, ἀλλ’ οἱονεὶ ἁπλᾶ· τῷ γὰρ γεώδει χαρακτηρίζονται μόνῳ· ἀλλὰ μὴν οὐδὲ ἁφὴν ἔχει τὰ φυτά. πάλιν τὰ οὐράνια οὐκ ἔστι μικτά· κατὰ γὰρ Ἀριστοτέλην οὐκ ἔστιν ἐκ τῶν στοιχείων, ἀλλ’ ἐκ τῆς πέμπτης οὐσίας· ἁπλᾶ οὖν. ἀλλὰ μὴν οὐδὲ ἁφὴν ἔχει τὰ οὐράνια κατὰ τὸν Ἀριστοτέλην. καὶ αὗται μὲν αἱ κοινωνίαι τῶν ζῴων. εἶτα μετὰ τὰς κοινωνίας δείκνυσιν ὅτι ἀληθῶς τὰ ζῷα καὶ μικτά ἐστι καὶ ἁφὴν ἔχει. τοῦτο δὲ καὶ πρὸ τῆς διακρίσεως δείκνυσι καὶ μετὰ τὴν διάκρισιν οὐ τοῖς αὐτοῖς ἐπιχειρή- μασιν· ἡμεῖς δὲ πρῶτον εἴπωμεν τὴν διάκρισιν καὶ εἶθ’ οὕτω συνάπτωμεν τὰ συνάγοντα ἐπιχειρήματα ὅτι μικτά ἐστι τὰ ζῷα καὶ ἁφὴν ἔχει. καὶ ποία ἐστὶν ἡ διάκρισις; τὰ ζῳόφυτα τοίνυν ἢ μόνην ἁφὴν ἔχει, ὡς ἐπὶ σπόγγου, ἢ ἁφὴν καὶ γεῦσίν τινα, ὅσα ἔχει ἀνάλογον γαστρὶ καὶ στόματι, οἷον τὰ ὀστρακόδερμα· τὰ δὲ πορευτικὰ πάσας τὰς αἰσθήσεις ἔχει ἢ τὰ ἀναλογοῦντα τῇ αἰσθήσει. ὁ γὰρ σκώληξ διὰ τὸ μὴ ἔχειν ὄψιν ἀπαλόσαρκός ἐστι. θέλουσι γὰρ τὰ πορευτικὰ ἔχειν καὶ ὄψιν καὶ ἀκοήν, ἵνα καὶ τὰ πόρρω κακὰ ἐκκλίνωσι. διὸ εἴρηται “ ἵππων μ’ ὠκυπόδων ἀμφὶ κτύπος οὔατα βάλλει’’ καὶ “ἀμφί μ’ Ὀδυσσῆος ταλασίφρονος ἵκετο φωνή’’. κατὰ τοῦτο οὖν διαφέρει τὰ πορευτικὰ ζῷ τῶν ζωοφύτων. καὶ αὕτη μὲν ἡ διάκρισις. ἐπὶ τούτοις οὖν εἴπωμεν τὰ πρὸ τῆς διακρίσεως ἐπιχειρήματα, ἐξ ὧν ἔστι δεῖξαι ὅτι τε μικτά ἐστι τὰ ζῷα καὶ ἁφὴν ἔχει. καὶ πρῶτον δείξομεν ὅτι μικτά ἐστιν οὕτως. δεῖ τοίνυν εἰδέναι ὅτι πᾶν ζῷον αἰσθητικὸν ἁφὴν ἔχει· οὐ γὰρ ἔστι τὸ μὴ ἔχοντα ἁφὴν ἄλλην ἔχειν αἴσθησιν· δεῖ γὰρ ὑπεστρῶσθαι τὴν χείρονα. πᾶν δὲ ἁφὴν ἔχον μικτόν· καὶ πᾶν ἄρα ζῷον μικτόν. ὅτι δὲ πᾶν ἁφὴν ἔχον μικτόν ἐστι, δῆλον· ἐξ ὧν γὰρ σύγκειται ἡ ἁφή, τούτων καὶ ἀντιλαμβάνεται· εἰ δὲ ἀντιλαμβάνεται θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, καὶ οὐ μόνον ἑνὸς στοιχείου, δῆλον ὅτι καὶ ἐκ τούτων συνίσταται καὶ ἔσται μικτόν. ἐπεὶ οὖν ἐκ τούτου τοῦ ἐπιχετρήματος ἐδείχθη ὅτι καὶ μικτóν ἐστι τὸ ζῷον καὶ ἁφὴν ἔχει, παρέργως δὲ ἐδείξαμεν ὅτι καὶ ἁφὴν ἔχει, φέρε δείξωμεν πρώτως ὅτι ἁφὴν ἔχει τὸ ζῷον. δεῖ τοίνυν εἰδέναι ὅτι ἐκ τῶν ἁπτῶν τρεφόμεθα κυρίως· οἱ γὰρ χυμοὶ καρυκεύματος δίκην ἐπέχουσι κατὰ συμβεβηκὸς τρέφοντες, τὰ δὲ ἄλλα οὐδὲ κατὰ συμβεβηκὸς τρέφει, οἷον τὰ ὀσφραντὰ ἢ τὰ ἀκουστὰ ἢ τὰ ὁρατά. εἰ οὖν ἐκ τῶν ἁπτῶν τρεφόμεθα, ἀνάγκη δὲ ἀντιλαμβάνεσθαι ἐκείνων ἐξ ὧν τρεφόμεθα, ἀνάγκη ἄρα ἐστὶν αὐτῶν ἅπτεσθαι, καὶ ἐξ ἀνάγκης ἐστὶν ἐν ἡμῖν ἁφή, ἵνα τούτων ἀντιλαμβάνηται · αὕτη μὲν γὰρ μόνη ἀμέσως ἀντιλαμβάνεται, αἱ δὲ ἄλλαι διὰ μέσου. ἔστιν οὖν ἁφὴ ἐν τοῖς ζῴοις. ταῦτα πρὸ τῆς διακρίσεως δείκνυνται ὅτι ἔστιν ἁφὴ ἐν ἡμῖν, καὶ μικτὰ ὄντα τὰ ζῷα. μετὰ δὲ τὴν διάκρισιν πάλιν δείκνυσιν ὅτι μικτά ἐστι τὰ ζῷα. φησὶ γὰρ ὅτι εἰ δέδεικται ὅτι πᾶν ζῷον αἰσθητικόν ἐστιν, ἀνάγκη αἰσθητήριον ἔχειν δι’ οὗ αἰσθάνεται. τὸ δὲ αἰσθητήριον ἀνάγκη μικτὸν εἶναι· οὔτε γὰρ ἀπὸ πυρὸς μόνου δύναται εἶναι (τὸ γὰρ πῦρ φθείρει μᾶλλον ἢ συνίστησι μόριον) οὔτε δὲ ἐξ ἀέρος ἢ ὕδατος δύναται εἶναι (ταῦτα γὰρ ἄλλας δυνάμεις ἐπιστεύθη, διαφανῆ, διηχῆ, δίοσμον), δὲ ἀπὸ γῆς μόνης δύναται εἶναι· ἀναίσθητα γὰρ τὰ ἐν ἡμῖν γεώδη μόρια, οἷον τρίχες, ὄνυχες, ὀστέα· καὶ ὅτι οὐ μόνον τῆς ἀντιθέσεως τῆς γῆς ἀντι- λαμβανόμεθα, οἷον ξηροῦ καὶ ψυχροῦ, ἀλλὰ καὶ θερμοῦ καὶ ὑγροῦ. ἔδει οὖν ἐκ πάντων εἶναι τὸ αἰσθητικόν, ἵνα μέσον ὂν πάντων ἀντιλαμβάνεται· ὥστε μικτόν. ὅτι δὲ καὶ ἁφὴν ἔχει τὸ ζῷον, διὰ πέντε ἐπιχειρημάτων δείκνυσιν. ὧν τὸ πρῶτόν ἐστι τοῦτο· ἀναγκαία, φησίν, ἐστὶ τῷ ζῴῳ ἡ ἁφή· εἰ γὰρ οἱ ὄψεως ἐστερημένοι ζῶσιν, ἔτι δὲ ζῶσι καὶ κωφοὶ καὶ οἱ ὀσφρήσεως ἐστερημένοι, οἷον ἐὰν ἔχῃ τις πολύπουν ἐν τῇ ῥινί, πρὸς τοὐτοις δὲ καὶ οἱ ἀποκεκομμένοι τὴν γλῶτταν ζῶσι, τὸν δὲ ἀπολέσαντα τὴν ἁφήν, οἷον τὸν πάρετον, οὐκ ἔστι ζῆν. ἀναγκαία ἄρα πλέον πάντων ἡ ἁφή, καὶ ἔστιν ἐν ἡμῖν. δεύτερον ἐπιχείρημα· εἰ ὅρος τοῦ ζῴου τὸ αἰσθητικὸν καὶ ἀντιστρέφει πρὸς τὸ ζῷον, τὸ δὲ αἰσθητικὸν κατὰ τὴν ἁφὴν λέγομεν, ἔστιν ἄρα ἐν ἡμῖν ἁφή. τρίτον ἐπιχείρημα τοιοῦτον· ἀναγκαί ἡ ἁφή, εἴπερ αἱ ἄλλαι αἰσθήσεις, ἐπειδὴ αἱ μὲν ἄλλαι αἰσθήσεις ἐν ἑνί εἰσι μορίῳ, ἡ δὲ ἁφὴ ἐν ὅλῳ ἐστὶ τῷ σώματι. τέταρτον ἐπιχείρημα τοι. οῦτον· ἀναγκαία ἡ ἁφή, ἐπειδὴ καὶ τὰ ὑποκείμενα αὐτῇ, οἷον τὰ ἁπτά, ὅλον τὸ σῶμα φθείρει, ἐὰν ὦσιν ὑπερβάλλοντα, καὶ δικαίως, ἐπειδὴ ἐν ὅλῳ τῷ σώματί ἐστιν ἡ ἁφή , αἱ δὲ τῶν ἄλλων αἰσωτῶν ὑπερβολαὶ μόνον τὸ αἰσθητήριον ἐκεῖνο βλάπτουσιν ᾧ ἐστιν αἰσθητά. εἰ γὰρ εἴποις ὅτι καὶ τὰ γευστὰ φθείρει τὸ ὅλον σῶμα, λέγω σοι ὅτι καὶ ἡ γεῦσις ἁφή τίς ἐστι καὶ ὡς ἁφὴ μᾶλλον φθείρει τὸ ὅλον σῶμα ἤπερ ὡς γεῦσις. εἰ δὲ ἀπορήσειέ τις ‘τὶ οὖν, τὰ ὀσφραντὰ οὐ φθείρει τὸ πᾶν σῶμα, οἷον τὰ Χαρώνια πνεύματα;’ λέγομεν ὅτι κατὰ συμβε βηκὸς διὰ ἁφῆς καὶ ταῦτα φθείρει· τῷ γὰρ ποιεῖν σῆψιν φθείρει, ἡ δὲ σῆψις ἁφῇ ποιεῖ. πάλιν λέγουσιν ὅτι καὶ τὸ ἀκουστὸν φθείρει τὸ πᾶν σῶμα, οἷον ἐξαίσιος ψόφος. ἀλλὰ καὶ οὗτος πάλιν τῇ ἁφῇ ποιεῖ· τῇ γὰρ ὤσει, ἡ δὲ ὦσις ἁφή ἐστι. πάλιν λέγουσιν ὅτι καὶ τὰ ὁρατὰ φθείρει τὸ πᾶν σῶμα· ὁρῶντες γὰρ ἐνίοτε ὅτι δή ποτε φοβερὸν τῇ δειλίᾳ φθειρόμεθα. πρὸς ὃ ἔστιν εἰπεῖν ὅτι καὶ ἡ δειλία τῷ ποιεῖν ψῦξιν φθείρει, ἡ δὲ ψῦξις ἁφῆς ἐστι. τοῦτο καὶ τὸ τέταρτον ἐπιχείρημα. πέμπτον ἐπιχείρημα· ἀναγκαία, φησίν, ἐστὶν ἡ ἁφή, ἐπειδὴ αὕτη μόνη εἰς τὸ εἶναι συντελεῖ, αἱ δὲ ἄλλαι αἰσθήσεις εἰς τὸ εὖ εἶναι συμβάλλονται. φασὶ δὲ ὅτι καὶ τὰ ἄλογα καὶ ὅρασιν ἔχει καὶ ἀκοὴν καὶ ὄσφρησιν καὶ γεῦσιν· μὴ οὖν ἐπὶ ἐκείνων ἐστὶ μαθεῖν μουσικὴν ἢ ἀστρονομίαν; πρὸς ὅ φαμεν ὅτι γεῦσις μὲν καὶ ὄσφρησις, καθὸ τελειότερα ποιεῖ <τὰ> ζῷα, λέγεται εἰς τὸ εὖ εἶναι συμβάλλεσθαι, ἀκοὴ δὲ καὶ καὶ ἐπὶ τῶν ἀλόγων εἰς τὸ εὖ εἶναι συμβάλλεται· πρῶτον μὲν ἐπειδὴ ἀκούοντα τῶν γεννημάτων αὐτῶν καὶ ὁρῶντα αὐτὰ κήδεται αὐτῶν, τὸ δὲ κήδεσθαι τῶν γεννημάτων εὖ εἶναι αὐτοῖς ἐστιν· ἄλλως τε δὲ ἀκούοντα τὰ ἄλογα ἡμεροῦντα, ὥστε χρεία ἀκοῆς, ἵνα ἀκούοντα ἡμερωθῶσιν· τὸ δὲ ἡμεροῦσθαι εὖ εἶναί ἐστιν, ὅπερ ἔχουσι δι’ ἀκοῆς καὶ ὄψεως· ὁρῶντα γὰρ ἐν φωτὶ τὰ γινόμενα ἐξ ἡμῶν ἡμεροῦνται. καὶ τοῦτο δῆλον ἐκ τοῦ τὰ ἐν σκότῳ διατρίβοντα θηρία ἄγρια εἶναι. ἐπεὶ οὖν ταῦτα εἴρηται, ἐν τούτοις ἡ θεωρία καὶ ἡ παροῦσα περὶ ψυχῆς πραγματεία σὺν θεῷ πληροῦται. Ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἁπλοῦν ἢ μικτόν. τὰς κοινωνίας λέγει τῶν ζῴων, οὐχ ὡς εἴρηται ἐν τῇ θεωρίᾳ προάγων τὸν λόγον, πλὴν ἡ αὐτή ἐστιν ἔννοια· διὰ τριῶν δὲ συλλογισμῶν προάγει τὸν λόγον, ὧν ὁ πρῶτός ἐστιν οὗτος. εἰ ἀνάγκη τὰ ἔχοντα αἴσθησιν σώματα, οἷον τὰ ζῷ, ἢ ἁπλᾶ εἶναι ἢ σύνθετα, οὐκ ἔστι δὲ ἁπλᾶ, σύνθετα ἄρα. οὗτος ὁ πρῶτος συλλογισμός. καὶ πόθεν δῆλον ὅτι σύνθετά ἐστι; τοῦτο ὁ δεύτερος δείκνυσι συλλογισμός. εἰ γὰρ μὴ ἦν σύνθετα, οὐδὲ ἁφὴν εἶχον· ὅπου γὰρ ἁφή, καὶ σύνθετον, εἴπερ ἐξ ὧν ἐστι, τούτων καὶ ἅπτεται, ἅπτεται δὲ πολλῶν. καὶ πόθεν δῆλον ἁφὴν ἔχειν τὰ ζῷα; τοῦτο δι’ ἄλλου συλλογισμοῦ δείκνυσιν. εἰ γὰρ τὸ ζῷον σῶμά ἐστιν ἔμψυχον , πᾶν δὲ σῶμα ἁπτόν ἐστι, πᾶν δὲ ἁπτὸν ἁφῇ καταλαμβάνεται, ἔστιν ἄρα ἁφὴ ἐν ἡμῖν ἡ ἁπτομένη. οὗτοί εἰσιν οἱ τρεῖς συλλογισμοί. δικαίως δέ, φησίν, ἐστὶν ἡ ἁφή, ἵνα σώζηται δι’ αὐτῆς τὸ ζῷον· εἰ γὰρ μὴ εἶχεν αὐτήν, βόθροις περιέπιπτε καὶ ἀπώλλυτο. ἕως ποῦ δέ ἐστιν ἕκαστος συλλογισμός ; λέγομεν ὅτι ὁ μὲν πρῶτός ἐστιν ἕως τῶν ὧδε, ἀλλὰ μὴν εἴ γε αἴσθησιν ἔχει τὸ σῶμα, ἀνάγκη τὸ σῶμα εἶναι ἢ ἀπλοῦν ἢ μικτόν. λοιπὸν ὁ δεύτερος συλλογισμός ἐστιν οὗτος, οὐχ οἷόν τε δὲ ἁπλοῦν· ἁφὴν γὰρ οὐχ ἕξει. ὁ δὲ τρίτος συλλογισμός ἐστιν ὁ λέγων ἔστι δ’ ἀνάγκη ταύτην ἔχειν. καὶ ὅτι ἀνάγκη, κατασκευάζει καί φησιν τοῦτο δὲ ἐκ τῶνδε δῆλον, καὶ λοιπὸν λέγει τὰ εἰρημένα· εἰ πᾶν σῶμα ἁπτόν, πᾶν δὲ ἁπτὸν ἁφῇ καταλαμβάνεται, ἁφὴ ἄρα τούτων ἀντιλαμβάνεται, ἡ δὲ ὄψις καὶ ἡ ἀκοὴ καὶ ἡ ὄσφρησις διὰ τοῦ μεταξύ· εἰ δὲ τοῦτο, ἀδύνατον ἔσται σώζεσθαι τὸ ζῷον, εἰ μὴ ἔχει ἁφήν· κρημνῷ γὰρ περιπίπτει καὶ φθείρεται. p. 434bl8 Διὸ καὶ ἡ γεῦσίς ἐστιν ὥσπερ ἁφή τις. ’Eπειδὴ εἶπεν ἄνω ὅτι ἁφὴ μόνη ἁπτομένη αἰσθάνεται, ἵνα μή τις εἴπῃ ι τί οὖν; ἡ γεῦσις οὐχ ἁπτομένη ἀντιλαμβάνονται ’ διὰ τοῦτο εἶπεν ὅτι καὶ ἡ γεῦσις ὡς ἁφὴ οὖσα ἀμέσως ἀντιλαμβάνεται. ὅτι δὲ ἡ γεῦσις ἁφή τίς ἐστι, διὰ τριῶν δείκνυσι συλλογισμῶν, ὧν ὁ πρῶτός ἐστιν οὗτος· εἰ ἀναγκαί ἡ ἁφὴ τῷ ζῴῳ καὶ ἡ γεῦσις δὲ ἀναγκαία (δι᾿ αὐτῆς γὰρ τρεφόμεθα) ἡ γεῦσις ἄρα ἁφή. τοῦτον δὲ τὸν συλλογισμὸν ἐδήλωσε διὰ τοῦ εἰπεῖν διὸ καὶ ἡ γεῦσις ὥσπερ ἁφή ἐστιν, τουτέστιν διὰ τὸ ἀναγ- καία εἶναι ὡς ἡ ἁφή· ὡς πρὸς τὰ ἄνω γὰρ συνέταξε. λέγει καὶ δεύτερον συλλογισμόν , ὅτι εἰ ἡ γεῦσις τροφῆς, ἔστιν ἁφή. δείκνυσι δὲ τὸ αὐτὸ καὶ διὰ τρίτου συλλογισμοῦ· εἰ τὸ σῶμα τὸ ἁπτὸν τροφή ἐστιν (ὁ γὰρ χυμὸς κατὰ συμβεβηκὸς τρέφει, αὐτὴ δὲ ἡ οὐσία ἐστὶν ἡ προστιθεμένη, οἷον τὸ ἁπτὸν σῶμα), εἰ οὖν τὸ ἁπτὸν σῶμα τρέφει, ψόφος δὲ ἢ ὀσμὴ ἢ χρῶμα οὐ τρέφει ἢ φθίσιν ποιεῖ μὴ ὄντα, ἀνάγκη οὖν καὶ τὴν γεῦσιν ἁφὴν εἶναι, εἴπερ τὸ αὐτό ἐστιν ἁπτὸν καὶ τρέφον. τοῦτον δὲ τὸν συλλογισμὸν ᾐνίξατο εἰπὼν ἡ δὲ τροφὴ τὸ σῶμα τὸ ἁπτόν, καὶ τοῦτο κατασκευάζει ἕως ἂν εἴπῃ ‘ταῦτα μὲν ἀναγκαῖα τῷ ζᾠῳ'. ἐκεῖθεν γὰρ ἄλλο τι λέγει. p. 434b 22 Aὖται μὲν οὖν ἀναγκαῖαι τῷ ζᾠῳ. Εἰπὼν τὴν κοινωνίαν τῶν ξᾠων ἅμα καὶ κατασκευάσας διὰ τῶν δύο ἐπιχειρημάτων τῶν πρὸ τῆς διακρίσεως ὅτι καὶ μικτά ἐστι καὶ ἁφὴν ἔχει, ἐντεῦθεν διακρίνει τὰ ζῷα καί φησιν ὅτι ἡ μὲν ἁφὴ ὡς ἀναγκαία παντὶ ὑπάρχει ζᾠῳ, αἱ δὲ ἄλλαι αἰσδήσεις οὐ τῷ τυχόντι ὑπάρχει ζᾠῳ, ἀλλὰ μόνον τῷ πορευτικῷ καὶ οὐ τῷ ζῳοφύτῳ. εἰ γάρ, φησί, τὸ πορευτικὸν καὶ τὰ πόρρωθεν κακὰ θέλει ἐκφυγεῖν, οὐ μόνον ἁφῆς δεῖται, ἵνα ἅπτηται, ἀλλὰ καὶ τῶν ἄλλων αἰσθήσεων χρᾐζει, ἵνα πόρρωθεν ἀντιλαμβάνηται, τοῦτο δ' ἂν εἴη διὰ τοῦ μεταξύ. ξητοῦσι πῶς λέγομέν τινων διὰ τοῦ μεταξὺ ἀντιλαμβάνεσθαι, τινῶν δὲ ἁπτομένους, ὡς |ὅτι καὶ τὰ διὰ τοῦ μεταξὺ ἀντιλαμβανόμενα [οὐχ] ἅπτεται τοῦ μεταξὺ ἀέρος καὶ ἀμέσως αὐτοῦ ἀντιλαμβάνεται. πῶς οὖν λέγομεν διὰ μέσου; εἰπὲ πρὸς τοῦτο ὅτι τοῦ αἰσθητοῦ διαὰ μέσου ἀντιλαμβάνεται καὶ ὡς πρὸς τὸ αἰσθητὸν εἴρηται τὸ διὰ μέσου. ἐκεῖνο μὲν γὰρ τὸ μεταζὺ πάσχει ὑπὸ τοῦ αἰσθητοῦ καὶ κινεῖται, αὐτὸ δὲ τὸ αἰσθητήριον ὑπὸ μεταξὺ πάσχει. p 434b 29 Ὥσπερ γὰρ τὸ κινοῦν κατὰ τόπον μέχρι τοῦ μεταβάλλειν ποιεῖ. Ἐπειδὴ εἴρηται ὅτι διὰ μέσου τινὰ ἀντιλαμβάνεται, παραδείγματι τὰ διὰ μέσου πιστοῦται καί φησιν ὅτι ὥσπερ ἐν τοῖς κατὰ τόπον κινουμένοις τινὰ μὲν μόνως κινεῖ, οἶον ἡ χεὶρ τὴν ῥάβδον, ἐκείνη δὲ κινεῖται μὲν ὑπὸ τῆς χειρός, κινεῖ δὲ τὸν λίθον, ὁ δὲ λίθος μόνως κινεῖται, καὶ ἔστι τὸ μὲν πρῶτον ὡθοῦν μόνον (οὐ γὰρ δεὶ εἰπεῖν κινοῦν. κινεῖται γὰρ καὶ ἡ χείρ), ὥσπερ οὖν ἐκεῖ τὸ μὲν πρῶτον ὠθεῖ μόνον, τὸ δὲ μέσον ὠθεῖται καὶ ὡθεῖ, τὸ δὲ ὕστερον μόνον ὡθεῖται, οὔτω καὶ ἐπὶ τῶν κατ'ἀλλοίωσιν τὸ μὲν αἰσθητὸν μένον ὠθεῖ ἥγουν μεταβάλλει, τὸ δὲ μεταξὺ καὶ μεταβάλλεται ὐπὸ τοῦ αἰσθητοῦ καὶ μεταβάλλει τὴν αἴσθησιν, ἡ δὲ αἴσθησις μόνον μεταβάλλεται. πλήν ἐστι διαφορὰ ὅτι ἐπὶ μὲν τῆς χειρὸς καὶ τῆς ῥάβδου κατὰ τόπον ἦν κίνησις, ἐπὶ δὲ τῆς ἀλλοιώσεως τοῦ αἰσθητοῦ ἀκινη τοῦντος ἡ μεταβολὴ γέγονεν. καὶ τὸ ὦσαν ἕτερον ποιεῖ ὥστε ὠθεῖν. καλῶς τοῦτο εἶπεν· ἡ γὰρ χεὶρ ἡ ὠθήσασα ἕτερον ποιεῖ ὥστε ὠθεῖν, τὴν ῥάβδον. τοῦτο οὖν ἐστιν ὃ λέγει αὐτός. πολλὰ δὲ τὰ μέσα. καλῶς καὶ τοῦτο εἶπε· δύναται γὰρ μέσον εἶναι καὶ ῥάβδος καὶ ξύλον καὶ σίδηρος, δι’ οὗ κινεῖ. καὶ ἐπὶ τῶν μὴ κινουμένων δύναται μέσον εἶναι καὶ ἀὴρ καὶ ἄλλα τινά· διὸ εἶπεν ὅτι πολλά ἐστι τὰ μέσα. πλὴν ὅτι μένοντος ἐν τῷ αὐτῷ τόπῳ ἀλλοιοῖ. ἡ δύναμις, φησίν, ἡ κατὰ τόπον κινοῦσα οὐκ ἐᾷ ἐν τῷ αὐτῷ τόπῳ τὸ κινούμενον, τὸ δὲ αἰσθητὸν ἀλλοιοῦν τὴν αἴσθησιν ἐν τῷ αὐτῷ τόπῳ αὐτὴν ἐᾷ. p. 435a2 Οἷον εἰ εἰς κηρὸν βάψειέν τις, μέχρι τούτου ἐκινήθη, ἕως ἔβαψε. ’Eπειδὴ περὶ τῶν μεταξὺ ὁ λόγος τῶν παροδευόντων τὰ εἴδη, διὰ τοῦτο καὶ ἐν τοῖς μεταξὺ φυσιουμένοις διαφορὰν λέγει. ὁ μὲν γὰρ κηρός, φησί, μέχρι τινὸς τυποῦται καὶ οὐ δι’ ὅλου, τὸ δὲ ὕδωρ πλέον τοῦ κηροῦ· δι’ ὅλου γὰρ σχεδὸν ἑαυτοῦ δέχεται τὰ εἴδη· ὁ μέντοι ἀὴρ κυρίως δι’ ὅλου ἑαυτοῦ δέχεται τὰ εἴδη· εὐτύπωτος γάρ ἐστι. τινὰ δὲ οὐδὲ ὅλως τυποῦται, οἷον λίθος. τότε δὲ ὁ ἀὴρ τυποῦται, ἐὰν μείνῃ εἷς καὶ συνεχής· χής· εἰ γὰρ διακοπείη, οὐ παροδεύει. διακόπτεται δὲ ἀπὸ τραχέος αἰσθητοῦ, τοῦ, ἐν τοῖς τραχέσι διαμεριζόμενον, ἐν δὲ τοῖς λείοις οὐ διαμερίζεται· διὸ ἡ ἀνάκλασις κυρίως ἀπὸ λείων γίνεται, ἐπειδὴ οὐ διακόπτεται ὁ μεταξὺ ἀήρ. ἐὰν δὲ μείνῃ εἷς ὁ ἀὴρ καὶ πάσχῃ ὑπὸ τοῦ αἰσθητοῦ, καὶ ποιεῖ εἰς τὴν αἴσθησιν. διὸ καὶ περὶ ἀνακλάσεως βέλτιον ἢ τὴν ὄψιν ἐξιοῦσαν κλᾶσθαι. ἰδοὺ ἐνταῦθα φανερῶς δοξάζει τὴν εἰσ- δοχὴν Ἀριστοτέλης. τί γάρ φησιν; εἰ ἐκ τοῦ λείου κυρίως ἀνάκλασις γίνεται, οἷον ἀπὸ ἐσόπτρου, διότι οὐ διακαίηται ὁ ἀήρ, ἐκεῖ κάλλιον εἰπεῖν ἐκ τοῦ αἰσθητοῦ τὴν ἀνάκλασιν, ἢ τὴν ὄψιν ἐξιέναι ἕως τοῦ αἰσθη- τοῦ, ἤτοι τὸ ὀπτικὸν πνεῦμα, καὶ ἀνακλᾶσθαί πάλιν, ὡς οἱ κατ’ ἐκπομπὴν λέγοντες. εἰ γάρ ἐστι λεῖον τὸ αἰσθητόν, εἷς εὑρίσκεται ὁ ἀὴρ καὶ δι’ ὅλου ἑαυτοῦ διακονεῖ ἢ χρῶμα ἢ σχῆμα ἢ εἴ τί ἐστιν, ὡς ἵνα ὑποθῶμαι κηρὸν δι’ ὅλου ἑαυτοῦ τυπούμενον, ὅπερ ἀδύνατον. καὶ ἐν τῷ Περὶ αἰ- σθήσεως δὲ καὶ αἰσθητοῦ φανερῶς τοῦτο λέγει. ἀναγνωστέον δὲ τὴν λέξιν ἐν ὑπερβατῷ οὕτω· ὄιὸ βέλτιον τὸν ἀέρα πάσχειν ὑπὸ τοῦ χρώματος ἢ τοῦ σχήματος, ἢ ὑποτίθεθαι τὴν ὄὺεν ἐξιοῦσαν ἀνακλᾶσθαι. p. 435a11 Ὅτι δ’ οὐχ οἷόν τε ἀπλοῦν εἶναι τὸ τοῦ ζῴου σῶμα, φανερόν. I Τὴν κοινωνίαν λέγει τὴν μετὰ τὴν διάκρισιν, ὅτι μικτὰ τὰ ζῷα· οὐ γὰρ δύναται ἀπὸ πυρὸς εἶναι τὰ αἰσθητήρια (φθείρει γάρ) οὔτε ἀπὸ ἀέρος ἢ ὕδατος ἢ γῆς. καὶ εἴρηται ἐν τῇ θεωρίᾳ πάντων τὸ αἴτιον. p. 435 b 4 Φανερὸν τοίνυν ὅτι ἀνάγκη μόνης ταύτης στερισκό- μενα τῆς αἰσθήσεως τὰ ζῷα ἀποθνήσκειν. Ἐντεῦθεν λέγει τὰ #x772; ἐπιχειρήματα ὅτι ἀναγκαία ἡ ἁφή, διότι ταύτης στερισκόμενον ἀπόλλυται τὸ ζῷον· εἰ δὲ ἄλλης στερίσκοιτο , οὐκ ἀπόλλυται. p. 435b6 Οὔτε ζῷον ὂν ἄλλην ἔχειν ἀνάγκη πλὴν ταύτην. Τὸ δεύτερόν ἐστιν ἐπιχείρημα ὅτι ἀντιστρέφει ἡ ἁφὴ πρὸς τὸ ζῷον, ὥστε ἀναγκαία ἐστί. p. 435b7 Καὶ διὰ τοῦτο τὰ μὲν ἄλλα αἰσθητὰ ταῖς ὑπερβολαῖς οὐ φθείρει τὸ ζῷον. Τὸ τρίτον ἐστὶν ἐπιχείρημα ὅτι ἡ ὑπερβολὴ τῆς ἁφῆς ὅλον τὸ ζῷον φθείρει. ἐκ τούτου δὲ ἀπογεννᾶται καὶ τὸ ἄλλο ἐπιχείρημα ὅτι ἡ ἁφὴ ἐν παντί ἐστι τῷ σώματι αἱ δὲ ἄλλαι αἰσθήσεις ἐν ἑνὶ αἰσθητηρίῳ· διότι καὶ ἓν αἰσθητήριον βλάπτουσιν ἐν ταῖς ὑπερβολαῖς καὶ οὐ τὸ πᾶν σῶμα, εἰ μὴ κατὰ συμβεβηκὸς τῇ ὤσει. καὶ εἴρηται ἐν τῇ θεωρίᾳ, πῶς δι’ ἁφῆς καὶ ταῦτα φθείρει. p. 4351)19 Ὅτι ἀνάγκη μόνην ἔχειν ταύτην. Τὸ πέμπτον λέγει ἐπιχείρημα ὅτι ἡ ἁφὴ εἰς τὸ εἷναι συμβάλλεται, ὅπερ ἀναγκαῖον, αἱ δὲ ἄλλαι αἰσθήσεις εἰς τὸ εὖ εἶναι, οἷον ἡ ὄψις, τῶν θηρίων τιθασεύονται καὶ τροποῦνται δι’ ὄψεως καὶ διδάσκονται. οὐ μόνον δὲ εἰς τὸ εὖ εἶναι συμβάλλονται αἱ ἄλλαι αἰσθήσεις, ἀλλὰ καὶ εἰς τὸ ἀπλῶς εἶναι, τῷ πόρρωθεν ἢ θεώμενον ἢ ἀκούοντα ἢ ὀσφραινόμενον τῶν δεινῶν ἀποφεύγειν αὐτῶν τὰς ἐπιβουλάς. ὥστε ποτὲ μὲν εἰς τὸ εἶναι λέγων ποτὲ δὲ εἰς τὸ εὖ εἶναι συμβάλλεσθαι τὰς ἄλλας αἰσθήσεις οὐκ ἐναντιοῦται ἑαυτῷ· κατ’ ἄμφω γὰρ συμβάλλονται. p. 435b21 Οἷον ὄψιν, ἐπεὶ ἐν ἀέρι καὶ ὕδατι, ὅπως ὁρᾷ. Διὰ τὸ εὖ εἶναι, φησίν, ἐστὶν ἡ ὄψις · διὰ τὸ ὁρᾶν γὰρ διὰ τοῦ διαφανοῦς τοῦ ἀέρος καὶ τοῦ ὕδατός ἐστιν. εἰ γὰρ μὴ δι’ αὐτῶν ἑώρα, μάτην ἄν ἦσαν ὕδωρ καὶ ἀὴρ διαφανῆ. p. 435b22 Γεῦσιν δὲ διὰ τὸ ἡδὺ καὶ λυπηρόν. Καὶ ἡ γεῦσις δέ, φησίν, εἰς τὸ εὖ εἶναι συμβάλλεται, ἵνα αἰσθάνηται τοὐ ἐν τροφαῖς ἡδέος καὶ λυπηροῦ καὶ αἱρῆται τὸ ἡδύ. p. 435b24 Ἀκοὴν δὲ ὅπως σημαίνῃ τι αὐτῷ. Δοκεῖ ἐπὶ ἀλόγων μὴ ἐρρῶσθαι τοῦτο· τί γὰρ ἔχουσι σημανθῆναι, εἰ μὴ ὅτι εἴποις ὅτι ἀκούοντα τῆς γονῆς αὐτῶν κήδεται αὐτῶν καὶ ἔστι τις σημασία. ἢ εἰπὲ ὅτι καὶ τῶν παρ’ ἡμῖν σημαινόντων ἀκού- οντα τὰ ἄλογα ἡμεροῦται. γλῶτταν δὲ ὅπως σημαίνῃ τι ἑτέρῳ. τοῦτο ἐπὶ ἀλόγων οὐκ ἔστιν· οὐ γὰρ ἔχουσι γλῶτταν διὰ τὸ σημαίνειν τι, ἀλλ’ εἰ ὅλως, διὰ τὸ γεύεσθαι· οὐκ ἄρα ἀσφαλῶς εἴρηται. ἐν οἷς ἡ πρᾶξις σὺν θεῷ πληροῦται.

---

John Philoponus, in Aristotelis de Anima libros commentaria, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg008.local001/.
