# In Aristotelis Libros De Generatione Et Corruptione Commentaria ΙΩΑΝΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ EK ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ TOY ΕΡΜΕΙΟΥ META ΤΙΝΩΝ ΙΔΙΩΝ ΕΠΙΣΤΑΣΕΩΝ ΕΙΣ TO ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ..1

Joannes Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria, ΙΩΑΝΝΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΑΛΕΞΑΝΔΡΕΩΣ ΤΟΥ ΦΙΛΟΠΟΝΟΥ ΣΧΟΛΙΚΑΙ ΑΠΟΣΗΜΕΙΩΣΕΙΣ EK ΤΩΝ ΣΥΝΟΥΣΙΩΝ ΑΜΜΩΝΙΟΥ TOY ΕΡΜΕΙΟΥ META ΤΙΝΩΝ ΙΔΙΩΝ ΕΠΙΣΤΑΣΕΩΝ ΕΙΣ TO ΔΕΥΤΕΡΟΝ ΤΩΝ ΠΕΡΙ ΓΕΝΕΣΕΩΣ ΚΑΙ ΦΘΟΡΑΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-libros-de-generatione-et-corruptione-commentaria/%CE%99%CE%A9%CE%91%CE%9D%CE%9D%CE%9F%CE%A5%20%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%91%CE%A3%CE%A4%CE%99%CE%9A%CE%9F%CE%A5%20%CE%91%CE%9B%CE%95%CE%9E%CE%91%CE%9D%CE%94%CE%A1%CE%95%CE%A9%CE%A3%20%CE%A4%CE%9F%CE%A5%20%CE%A6%CE%99%CE%9B%CE%9F%CE%A0%CE%9F%CE%9D%CE%9F%CE%A5%20%CE%A3%CE%A7%CE%9F%CE%9B%CE%99%CE%9A%CE%91%CE%99%20%CE%91%CE%A0%CE%9F%CE%A3%CE%97%CE%9C%CE%95%CE%99%CE%A9%CE%A3%CE%95%CE%99%CE%A3%20EK%20%CE%A4%CE%A9%CE%9D%20%CE%A3%CE%A5%CE%9D%CE%9F%CE%A5%CE%A3%CE%99%CE%A9%CE%9D%20%CE%91%CE%9C%CE%9C%CE%A9%CE%9D%CE%99%CE%9F%CE%A5%20TOY%20%CE%95%CE%A1%CE%9C%CE%95%CE%99%CE%9F%CE%A5%20META%20%CE%A4%CE%99%CE%9D%CE%A9%CE%9D%20%CE%99%CE%94%CE%99%CE%A9%CE%9D%20%CE%95%CE%A0%CE%99%CE%A3%CE%A4%CE%91%CE%A3%CE%95%CE%A9%CE%9D%20%CE%95%CE%99%CE%A3%20TO%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%9D%20%CE%A4%CE%A9%CE%9D%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%93%CE%95%CE%9D%CE%95%CE%A3%CE%95%CE%A9%CE%A3%20%CE%9A%CE%91%CE%99%20%CE%A6%CE%98%CE%9F%CE%A1%CE%91%CE%A3%20%CE%91%CE%A1%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3..1

* * * ἁπλῆν μὲν γένεσιν καλῶν τὴν τῆς κυριωτέρας καὶ κρείττονος οὐσίας γένεσιν, οἷον πυρός, τινὰ δὲ γένεσιν τὴν τῆς χείρονος, οἷον γῆς. τὸ δὲ πῶς, ὅτι κατὰ μεταβολὴν τοῦ εἴδους τοῦ οὐσιώδους. τὸ δὲ διὰ τίνα αἰτίαν, διότι κοινὴ ὕλη αὐτοῖς ὑποβέβληται, τρεπτὴ οὖσα καὶ τῶν ἐναντίων δεκτική. καὶ τίνα ἔχει διαφορὰν αὐτῶν. λείπει τὸ ‘ἑκάτερον᾿, τουτέστι τίνα ἔχει ἑκάτερον αὐτῶν πρὸς ἄλληλα διαφοράν. Λοιπὸν δὲ θεωρῆσαι περὶ τὰ καλούμενα στοιχεῖ τῶν σωμάτων. Ἢ τὴν πτῶσιν χρὴ ἐναλλάξαντα λέγειν ‘λοιπὸν δὲ θεωρῆσαι περὶ τῶν καλουμένων στοιχείων᾿, [ἐσὶ [ἐστὶ καὶ οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ἀντὶ τοῦ ‘τῶν δὲ δύο σκοπέλων ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει᾿] ἢ προσυπακοῦσαι ἔξωθεν χρὴ τὸ ‘πῶς ἐστιν ἐν αὐτοῖς γένεσις καὶ φθορά᾿, ἵν’ ᾖ συνεχὴς ὁ λόγος τοῖς προειρημένοις. ἔστι γὰρ ἅπας ὁ λόγος ἄνωθεν ἀνα- λαβοῦσι τοιοῦτος. εἴρηται, φησίν, ἡμῖν ἤδη καθόλου ἐν τοῖς κατὰ φύσιν μεταβάλλουσι πῶς ὑπάρχει ἁφὴ καὶ μίξις καὶ τὸ ποιεῖν καὶ πάσχειν, εἴρηται δέ, φησί, περὶ γενέσεως καὶ φθορᾶς τίνος ἐστὶ καθόλου, ἐφεξῆς δὲ λοιπὸν μετὰ τὸν καθόλου περὶ αὐτῶν λόγον θεωρητέον πῶς περὶ τὰ καλούμενα στοιχεῖά ἐστι ταῦτα, τουτέστι πῶς ὑπάρχει τοῖς στοιχείοις ἡ γένεσις καὶ ἡ φθορὰ καὶ τὰ λοιπὰ τὰ εἰρημένα. καλούμενα δὲ εἶπε, διότι οὐκ αὐτὸς ἔθετο αὐτοῖς τοὔνομα, ἀλλ’ ἐν τῇ συνηθείᾳ περιφέρεται. οὐδὲ γὰρ κυρίως ταῦτα στοιχεῖα ὀνομάζεται, ἀλλ’ ὥσπερ ἐν τῷ λόγῳ στοιχεῖα λέγεται τὰ πρώτιστά τε καὶ ἁπλούστατα καὶ ἀσύνθετα, λέγω δὲ τὰ εἰκοσιτέσσαρα στοιχεῖα, οὕτως καὶ τῶν φυσικῶν σωμάτων κυρίως στοιχεῖα ἂν λέγοιντο τὰ πρώτιστα καὶ ἁπλούστατα· ταῦτα δέ ἐστιν ὕλη καὶ εἶδος. ἢ καλούμενα αὐτὰ εἶπεν, ὡς μήπω ἀποδεδειγμένου τοῦ ταῦτα εἶναι τὰ ὕλης λόγῳ ὑποκείμενα τοῖς συνθέτοις πᾶσι σώμασι τοῖς ἐν γενέσει καὶ φθορᾷ· τοῦτο γάρ ἐστι τὸ προκείμενον αὐτῷ κατὰ τὸ παρόν, διδάξαι τε τὸν τρόπον τῆς ἐξ ἀλλήλων γενέσεως καὶ ἀποδεῖξαι ὅτι ταῦτα μόνα ἐστὶ καὶ το|σαῦτα τὰ ὀνομαζόμενα, ἐξ ὧν πάντα τὰ ἐν γενέσει καὶ φθορᾷ σύγκειται. Γένεσις μὲν γὰρ καὶ φθορὰ πάσαις ταῖς φύσει συνεστώσαις οὐσίαις οὐκ ἄνευ τῶν αἰσθητῶν σωμάτων. Μέλλων διαλεχθῆναι περὶ στοιχείων καὶ τῆς εἰς ἄλληλα αὐτῶν μεταβολῆς, δείκνυσιν ὅτι οὔτε ταῦτα οὕτε τούτων τί ἐστι τὸ ὑποκείμενον τῶν ἐν γενέσει καὶ φθορᾷ, ὥσπερ ᾤοντό τινες ὧν καὶ τὰς δόξας ἐκτίθεται· ἀρχαὶ γὰρ κυρίως καὶ στοιχεῖα πρῶτα τῶν ἐν γενέσει καὶ φθορᾷ ἡ ὕλη ἐστὶ καὶ τὸ εἶδος, ἐξ ὧν καὶ αὐτὰ ταῦτα τὰ καλούμενα στοιχεῖα σύγκειται, καὶ ἐν αὐτοῖς ἐστι γένεσις καὶ φθορά. εἰ δὲ τῶν γινομένων καὶ φθειρομένων ἐστὶ καὶ αὐτά, δῆλον ὡς οὐκ ἄν εἴη πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ στοιχεῖα ἀλλ’ ἡ ὕλη καὶ τὸ εἶδος, ἅπερ καὶ τούτων καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ κοινὰ ὑπάρχει. ἡ μὲν οὖν κατὰ τὴν διδασκαλίαν τάξις τοιαύτη τις. ὃ δέ φησι τὸ ῥητόν, τοιοῦτόν ἐστιν. ἐπειδή, φησίν, ἡ γένεσις καὶ ἡ φθορὰ πασῶν τῶν φυσικῶν οὐσιῶν οὐκ ἄνευ αἰσθητῶν ἐστι σωμάτων, ἀλλ’ ἀεὶ ἐν τούτοις, εὔλογον ἂν εἴη τὸν ἀρχὰς ζητοῦντα τῶν γινομένων καὶ φθειρομένων, τῶν αἰσθητῶν σωμάτων ζητεῖν τὰς ἀρχὰς καὶ τὰ στοιχεῖα· ἐν τούτοις γὰρ τὰ γινόμενα καὶ φθειρόμενα. ὅρα δὲ ὅπως ἀσφαλῶς οὐκ εἴρηκεν ὅτι πάντα τὰ γινόμενα καὶ φθειρόμενα αἰσθητὰ σώματά εἰσιν, ὅπερ ἄν τις ἀσκεπτότερον ὑπώπτευσεν, οἰόμενος τὰ μὲν γινόμενα καὶ φθειρόμενα αἰσθητὰ εἶναι ἐξ ἀνάγκης σώματα, μὴ μὴν πάντως τὰ αἰσθητὰ σώματα καὶ γενητὰ εἶναι καὶ φθαρτά, καθάπερ τὰ οὐράνια· ἀλλ’ ἀκριβέστερον αὐτὸ θεωρήσας, ἵνα μή τις προφέροι τὰς φυσικὰς δυνάμεις, αἵτινες φυσικαί τέ εἰσιν οὐσίαι καὶ γίνονται καὶ φθείρονται, οὐ μὴν καὶ σώματά εἰσιν αἰσθητά, ἀληθέστατά τε ἅμα καὶ ἀσφαλέστατα. τὸν λόγον προήγαγε, φάσκων μὴ ἄνευ τῶν αἰσθητῶν σωμάτων ταῖς φύσει συνεστώσαις οὐσίαις ὑπάρχειν γένεσιν καὶ φθοράν. αἱ γὰρ φυσικαὶ δυνάμεις οὐσίαι τινὲς οὖσαι καὶ αὐταί, εἰ καὶ μὴ σώματά εἰσιν, ἀλλ’ οὖν ἐν σώμασι τὸ εἶναι ἔχουσαι ἐν αὐτοῖς γεννῶνται καὶ φθείρονται· οὐκ ἄρα ἄνευ τούτων φθορᾶς καὶ γενέσεως μετειλήχασιν. εἰ δὲ ἐν τῇ Φυσικῇ ἀκροάσει ἐν τοῖς περὶ κινήσεως λόγοις εἶπεν ὁ Ἀριστοτέλης τὰς φυσικὰς δυνάμεις καὶ τὰς ζωὰς τὰς ἐν τοῖς φυσικοῖς σώμασιν μὴ ἔχειν γένεσιν, οὐκ ἐναντιοῦται τοῖς ἐνταῦθα εἰρημένοις. ἐκεῖ γὰρ γένεσιν ἐκάλει οὐχ ἁπλῶς τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν πάροδον. τοιαύτην μὲν γὰρ γένεσιν οὐκ ἔχουσιν αἱ τοιαῦται δυνάμεις καὶ ζωαί, ὡς δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν προαγόμεναι καὶ πάλιν ἐκ τοῦ ὄντος εἰς τὸ μηδαμῇ μηδαμῶς χωροῦσαι, ταύτῃ γίνεσθαι ἄν λέγοιντο καὶ φθείρεσθαι. Οἱ μέν φασιν εἶναι μίαν, οἷον ἀέρα τιθέντες ἢ πῦρ ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. Κατασκευάσας ὅτι χρὴ περὶ τῶν γινομένων καὶ φθειρομένων τὸν λόγον ποιουμένους τῶν αἰσθητῶν σωμάτων τὰς ἀ·ρχὰς ζητεῖν (ἐν γὰρ ἡ γένεσις καὶ ἡ φθορά), νῦν χωρεῖ ἐπὶ τὴν ζήτησιν, καὶ δείκνυσιν ὅτι τὰ καλούμενα τέσσαρα στοιχεῖα οὐκ ἔστιν ὕλη κοινὴ τῶν αἰσθητῶν σωμάτων οὐδὲ κυρίως ἀρχή, οὔτε πάντα οὔτε ἕν τι αὐτῶν, ὥσπερ τινὲς ᾠήθησαν, ἀλλὰ καὶ αὐτὰ αἰσθητὰ σώματά εἰσι γενητὰ καὶ φθαρτά. τίθησι δὲ τἀς δόξας τῶν οἰηθέντων ἀρχὰς αὐτὰ εἶναι τῶν γενητῶν καὶ φθαρτῶν. οἱ μὲν γὰρ ἕν τι αὐτῶν ὑπέθεντο ἀρχὴν τῶν σωμάτων, ὥσπερ πῦρ μὲν Ηράκλειτος ὁ Ἐφέσιος καὶ Ἵππασος, ἀέρα δὲ Διογενὴς ὁ Ἀπολλωνιάτης καὶ Ἀναξιμένης, Θαλῆς δὲ καὶ Ἵππων τὸ ὕδωρ· Ἀναξίμανδρος δὲ ἄλλο τι παρὰ τὰ τέσσαρα στοιχεῖα ὑπέθετο τῶν ὄντων ἀρχήν. Ἤ τι μεταξὺ τούτων, σῶμά τε ὂν καὶ χωριστόν. ἐπειδὴ ὁ Ἀναξίμανδρος ἠδύνατο, τὴν ὅλην ὀρθῶς ὑποθέμενος ἀρχὴν τῶν σωμάτων, μεταξὺ αὐτὴν εἶναι λέγειν τῶν στοιχείων ὡς ὑποκειμένην αὐτοῖς (οὕτω γὰρ κατὰ τὸ τρίτον σχῆμα μέσον ὅρον ὀνομάζομεν τὸν μηδετέρῳ τῶν ἄκρων ὄντα τὸν αὐτόν, ἀμφοτέροις δὲ ὑποκείμενον), δεικνὺς ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ ταύτην τὴν ἔννοιαν ὑπετίθετο, ἀλλὰ τὸ μεταξὺ γῆς καὶ πυρὸς ἢ ἀέρος καὶ ὕδατος, προσέθηκε σῶμά τε ὂν καὶ χωριστόν. ἀδύνατον δὲ παρὰ τὰ τέσσαρα ἄλλο τι σῶμα ἁπλοῦν ὑποθέσθαι ὑφεστηκὸς ἐφεξῆς δείκνυσιν. εἰ γὰρ σῶμά ἐστιν ὑφεστώς, ἐν τόπῳ τε ἔσται καὶ πεποιωμένον, ἐν τόπῳ δὲ ὂν ἢ ἄνω ἢ κάτω, ἄνω δὲ ὂν ἢ πῦρ ἢ ἀὴρ, κάτω δὲ ὕδωρ ἢ γῆ τυγχάνει. ὁ αὐτὸς δὲ λόγος κἀπὶ ποιοτήτων. ἀνάγκη γὰρ αὐτὸ τὸ ἕτερον τῶν ἐναντιώσεων ἔχειν· ἢ γὰρ κοῦφόν ἐστιν ἢ βαρύ, καὶ ἤτοι θερμὸν ἢ ψυχρόν, καὶ ἢ ὑγρὸν ἡ ξηρόν. οἵαις δ’ ἂν αὐτὸ χαρακτηρίσῃς τῶν εἰρημένων διαφοραῖς, τῶν τεσσάρων ἕν τι ἔσται ἐξ ἀνάγκης. καλῶς δὲ τὸ σῶμα εἰπὼν προσέθηκε χωριστόν, ἵνα τὸ φυσικὸν δηλώσῃ σῶμα· τὸ γὰρ μαθηματικὸν οὐ τοιοῦτον. Οἱ δὲ πλείω τὸν ἀριθμὸν ἑνός, οἱ μὲν. | Εἰπὼν τοὺς ἕν τι τῶν τεσσάρων ὑποτιθεμένους ἀρχὴν τῶν σωμάτων, νῦν τοὺς πλείους μιᾶς ὑποτιθεμένους ἀρχὰς ἐκτίθεται, ἤτοι τινὰ τῶν τεσσάρων † τί ὄντα † πῦρ μὲν καὶ γῆν Παρμενίδης ὑπέθετο, ταῦτα δὲ μετὰ τοῦ ἀέρος Ἴων ὁ Χῖος ὁ τραγῳδοποιός, Ἐμπεδοκλῆς δὲ τὰ τέσσαρα ὑπέθετο. Ἐξ ὧν συγκρινομένων καὶ διακρινομένων ἢ ἀλλοιουμένων συμβαίνειν τὴν γένεσιν καὶ τὴν φθορὰν τοῖς πράγμασιν. Εἴρηται ἐν τῷ πρὸ τούτου βιβλίῳ ὅτι οἱ μὲν πλείους μιᾶς ἀρχὰς ὑποθέμενοι συγκρίσει καὶ διακρίσει τὴν γένεσιν καὶ τὴν φθορὰν εἰρήκασιν γίνεσθαι, δυνάμενοι καὶ ἀλλοίωσιν σῶσαι ἑτέραν οὖσαν γενέσεως καὶ φθορᾶς, οἱ δὲ μίαν ἀρχὴν ὑποθέμενοι, ἐπειδὴ ἀμετάβλητον χρὴ μένειν τὴν ἀρχὴν εἴπερ ὄντως εἴη ἀρχή, ἐξ ἀνάγκης κατὰ ἀλλοίωσιν ἔλεγον τὴν γένεσιν καὶ τὴν φθοράν, καὶ οὐ κατὰ τὴν τῆς οὐσίας μεταβολήν, καὶ οὕτως εἰς ταὐτὸν ἠναγκάζοντο ἄγειν γένεσιν καὶ ἀλλοίωσιν, μὴ δυνάμενοι διαφορὰν αὐτῶν ἀποδοῦναι. Ὅτι μὲν οὖν τὰ πρῶτα ἀρχὰς καὶ στοιχεῖα καλῶς ἔχει λέγειν, ἔστω συνωμολογημένον. Τὸ μὲν οὖν, φησί, τὰ πρῶτα, ἐξ ὧν τὰ ἄλλα γίνεται, στοιχεῖα καλεῖν καὶ ἀρχὰς εὔλογον, τὸ δὲ ταῦτα ὑποθέσθαι πρῶτα, ἅπερ ἐκεῖνοι λέγουσιν, οὐκ εὔλογον, ὅπερ ὡς ἀκόλουθον καὶ σαφὲς παρῆκεν. ὑπέθεντο δὲ οἱ μὲν τὰ τέσσαρα στοιχεῖα ἢ τινὰ ἢ πάντα, οἱ δ’ ἄλλο τι παρὰ ταῦτα, ὥσπερ Ἀναξίμανδρος. ἐλέγχει δὲ αὐτὸν οὐχ ὡς ἄλλο παρὰ τὰ τέσσαρα στοιχεῖα ὕλην ὑποθέμενον (ταύτῃ γὰρ ἐδύνατο λέγειν ὀρθῶς, εἴπερ ἀσώματον αὐτὴν καὶ ἀνείδεον ἔφασκεν), ἀλλ’ ἐλέγχει διότι σῶμα αὐτὸ ὑπετίθετο χωριστόν. Ἢ γὰρ κοῦφον ἢ βαρὺ ἢ ψυχρὸν ἢ θερμὸν ἀνάγκη εἶναι τὸ ἄπειρον. Δείξας ὅτι εἰ σῶμά ἐστιν ὑφεστηκὸς ἣν ὑποτίθεται ὕλην Ἀναξίμανδρος, ἀνάγκη μετὰ ἐναντιώσεως αὐτὴν θεωρεῖσθαι, δέον ἐπαγαγεῖν ὅτι ‘τὸ ἐναντίωσιν δὲ ἔχον τῶν τεσσάρων ἕν τι ἔσται’, ὡς σαφὲς ὃν ἀφῆκε προσ- υπακούεσθαι. Ὡς δὲ ἐν τῷ Τιμαίῳ γέγραπται, οὐδένα ἔχει διο- ρισμον. Πρὸς Πλάτωνα ἐντεῦθεν ἀποτεινόμενος πρῶιον μὲν ἐγκαλεῖ ὡς εἰπόντι μὲν τὴν ὕλην ἀρχὴν εἶναι τῶν φυσικῶν, μὴ διορισαμένῳ δὲ σαφῶς εἴτε δύναται χωρίζεσθαι τῶν σωματικῶν στοιχείων αὐτὴ καθ’ αὑτὴν ὑφεστηκυῖα εἴτε μή. στοιχεῖα δὲ εἴτε τὰ καλούμενα λέγει τὰ τέσσαρα, εἴτε τοὺς κύβους καὶ τὰς πυραμίδας, ἅπερ ὁ Πλατῶν ὑπετίθετο, οὐδὲν διοίσει· ὁ λόγος γὰρ αὐτῷ ἐστιν, εἰ δύναται αὐτὴ καθ’ αὑτὴν ἡ ὕλη ὑποστῆναι ἢ εἰ μετά τινός ἐστι σώματος. καί φησι μηδὲν περὶ τούτου σαφῶς εἰρηκέναι τὸν Πλάτωνα. εἰδέναι δὲ χρὴ ὅτι εἰ καὶ μὴ οὕτω σαφῶς μηδὲ τοῖς αὐτοῖς ῥήμασιν Ἀριστοτέλει χρησάμενος εἶπε περὶ τούτου ὁ Πλατῶν, ἀλλ’ οὖν ἱκανῶς πρὸς τὸ σαφηνισθῆναι τὴν περὶ τούτου γνώμην αὑτοῦ. αὐτὸς γάρ ἐστιν ὁ εἰπὼν περὶ τῆς ὕλης διαλεγόμενος “δέχεται γὰρ ἀεὶ πάντα, καὶ μορφὴν οὐδενὶ τῶν εἰσιόντων ὁμοίαν εἴληχεν”. εἰ δὲ ἀεὶ δέχεται, δῆλον ὅτι οὐδέποτε αὐτὴ καθ’ ἑαυτὴν ὑφέστηκεν. Οὐδὲ χρῆται οὐδέν, φήσας εἶναι ὑποκείμενόν τι τοῖς καλουμένοις στοιχείοις. Eἰς ἕτερον νῦν αἰτιᾶται τὸν Πλάτωνα, ὅτι θέμενος εἶναι ὕλην ὑποκείμενον οὖσαν τῶν στοιχείων, ἐν τῇ κοσμοποιίᾳ εἰς οὐδὲν αὐτῇ ἐχρήσατο κτὰ τὰς τῶν σωμάτων γενέσεις, ἐξ ἐπιπέδων πάντα λέγων γίνεσθαι συντιθεμένων. ἀμφότερα δὲ πιστοῦται, τὸ μὲν ὅτι ἔθετο ὕλην ὑποκειμένην τοῖς στοιχείοις, ἀναμνήσας ἡμᾶς τοῦ παραδείγματος τοῦ Πλατωνικοῦ, διὰ τοῦ οἷον χρυσὸν τοῖς ἔργοις τοῖς χρυσοῖς· εἶτα πρὶν τοῦ δευτέρου τὴν πίστιν παραγάγῃ, ὅτι οὐ χρῆται τῇ ὕλῃ ἐν τῇ γενέσει τῶν σωμάτων, εἰς ἄλλο ἐπισκήπτει τῷ Πλάτωνι, διότι ἔφη ὁ Πλατῶν χρῆναι μᾶλλον ἐκ τοῦ ὑποκειμένου καὶ τῆς ὕλης ἐπιφέρειν τὸ ὄνομα τοῖς ἐν γενέσει καὶ φθορᾷ, οὐ δεῖ δὲ ἐκ τῆς ὕλης χαρακτηρίζειν τὰ ὄντα ἀλλ’ ἐκ τοῦ εἴδους· τοῦτο γάρ ἐστι τὸ τὴν ἰδίαν ἑκάστου ἀφορίζον φύσιν. Πρὸς τοῦτο τοίνυν εἴποι ἄν ὁ ὑπὲρ Πλάτωνος τὸν λόγον ποιούμενος, ὅτι καὶ αὐτὸς διατάττει κατὰ τὸ εἶδος χαρακτηρίζεσθαι ἕκαστον. εἶπε γάρ, φησίν, ἑκάστῳ τὸ μὲν εἶναι κτὰ τὸ εἶδος ὑπάρχειν, τὸ δὲ γίνεσθαι κατὰ μέθεξιν τοῦ εἴδους, τὸ φθείρεσθαι δὲ κατὰ ἀποβολήν. ἐκ τῆς ὕλης δὲ εἶπε χρῆναι ὀνομάζεσθαι, οὐχ ὡς κατὰ ταύτην χαρακτηριζομένων τῶν ἐνύλων πραγμάτων καὶ συνθέτων, ἀλλ’ ὡς ἀσφαλέστερον ὂν ἐκ τῆς ὕλης αὐτὰ καλεῖν· τοῦ γὰρ εἴδους μεταβάλλοντος αὕτη μένει ἀεὶ. τὸν γοῦν χρυσοῦν <ἀνδριάντα> ἀνδριάντα μὲν καλεῖν, ἐὰν μεταβαλὼν γένηται τρίπους, ἀληθὲς ὑπάρχει, χρυσὸν δὲ καλεῖν ἀληθὲς καὶ μετὰ τὴν μεταβολήν· μένει γὰρ ἡ ὕλη ἡ αὐτὴ τὰ εἴδη ὑποδεχομένη. πρὸς τοῦτο δικαίως ἄν φαίη Ἀριστοτέλης, ὅτι ἐπὶ μὲν ἀλλοιώσεως καλῶς ἂν ἔχοι τὸ μεταβάλλον ἐκ τοῦ ὑποκειμένου ὀνομάζειν, διότι εἰδοπεποιημένον ὂν τὸ ὑποκείμενον ἐκ τοῦ εἴδους χαρακτηρίζεται καὶ οὐκ ἐκ τοῦ πάθους τοὐ κατὰ τὴν ἀλλοίωσιν προσγεγονότος, ἐπὶ δὲ γενέσεως καὶ φθορᾶς ἀδύνατον τὸ γεγονὸς ἐκεῖνο λέγειν εἶναι ὅπερ ᾖν πρὶν γένηται, καὶ τὸ φθαρὲν καλεῖν ἐκ τῆς ὕλης ἥτις ὑπομένουσα οὐκ ἔφθαρται. οἷον ἐπειδὴ τὰ σύνθετα γίνεται καὶ φθείρεται, εἴ τις περί τινος αὐτῶν ἔροιτο, εἰ τύχοι τοῦ φθαρέντος ἵππου καὶ γενομένου ἀνθρώπου τί τὸ φθαρέν ἐστι καὶ τί τὸ γεγονός, εἴπερ φαίην ὅτι ὕλη, ἄντικρυς ψεύ|δομαι· οὔτε γὰρ τὸ φθαρὲν ἡ ὕλη ἐστίν (ἔτι γὰρ μένει), οὔτε τὸ γεγονὸς ὕλην καλεῖν δυνατόν· ἦν γὰρ καὶ πρὸ τῆς γενέσεως. ἐπὶ δὲ τῆς ἀλλοιώσεως ἄνθρωπον καλοῦμεν καὶ τὸν ἀποβαλόντα τὴν μελανίαν καὶ τὸν προσλαβόντα τὴν λευκότητα, καὶ οὐχὶ λευκὸν καὶ μέλαν· τὸ γὰρ λευκὸν καὶ μέλαν παθῶν καὶ οὐκ οὐσίας ἐστὶ σημαντικά. Ἀλλὰ τῶν στοιχείων ὄντων στερεῶν μέχρι ἐπιπέδων ποιεῖται τὴν ἀνάλυσιν. Διὰ μέσου ἀπαντήσας πρὸς τὸ λέγειν ἐκ τοῦ ὑποκειμένου μᾶλλον δεῖν τὰ ὀνόματα τίθεσθαι, νῦν ἐγκαλεῖ αὐτῷ ὅτι στερεὰ τὰ στοιχεῖα ὑποθέμενος μέχρι ἐπιπέδων αὐτὰ διαλύει, διὰ τούτου καὶ τὸ πρότερον εἰρημένον πιστούμενος, ὅτι εἰς οὐδὲν χρῆται τῇ ὕλῃ· μέχρι γὰρ ἐπιπέδων, φησί, προῆλθεν, ἐξ ὧν εἶπεν γίνεσθαι τὰ σώματα, ἅπερ ἐπίπεδα οὐκ ἄν εἴη ὕλη. εἰδέναι δὲ χρὴ ὅτι οὐχ οὕτως ἀγεωμέτρητος ἦν ὁ Πλατῶν, ὡς οἴεσθαι τὸ σῶμα εἰς ἐπίπεδα διαλύεσθαι, ἀλλ’ ἐπίπεδα ἔφασκεν ἐκεῖνος φυσικά, δηλονότι σωματικά, τὰ καὶ βάθος ἔχοντα· τὰ δὲ τοιαῦτα δηλονότι ἐν αὑτοῖς καὶ τὴν ὕλην ἔχει θεωρουμένην. ὥστε οὐκ ἄνευ ὕλης κατὰ Πλάτωνα τὰ γινόμενα. Ἡμεῖς δέ φαμεν εἶναί τινα ὕλην τῶν αἰσθητῶν. Νῦν ἐκτίθεται τὴν οἰκείαν δόξαν, καθ’ ἣν δόξει δῆθεν πρὸς Πλάτωνα διαφέρεσθαι, λέγων ὅτι ὑποτιθέμεθα ὕλην τινὰ ὑποκειμένην τοῖς αἰσθητοῖς σώμασι, μηδέποτε δὲ καθ’ ἑαυτὴν ὑφισταμένην, ἀλλ’ ἀεὶ μετά τινος ἐναντιώσεως θεωρουμένην· ἐξ ἧς, φησίν, ὕλης προσλαμβανούσης ἐν εἴδους λόγῳ τὰς ἐναντιώσεις τὰ στοιχεῖα γίνονται. Διώρισται δὲ περὶ αὐτῶν ἐν ἄλλοις. Περὶ ὕλης καὶ τῆς ἐναντιώσεως ἀκριβέστερον διέλαβεν ἐν τῷ πρώτῳ λόγῳ τῆς Φυσικῆς ἀκροάσεως, ἔνθα καὶ περὶ στερήσεως αὐτῷ γέγονε λόγος. Οὐ μὴν ἀλλ’ ἐπειδὴ καὶ τὸν τρόπον τοῦτόν ἐστιν 47r ἐκ τῆς ὕλης τὰ σώματα πρώτιστα, διοριστέον καὶ περὶ τούτων. Σαφὲς ποιήσεις τὸ ῥητὸν τοῦτον τὸν τρόπον παραφράσας ‘οὐ μὴν ἀλλ’ εἰ καὶ τὸν τρόπον τοῦτον ἐκ τῆς ὕλης ἐστὶ τὰ σώματα, διοριστέον καὶ περὶ τούτων᾿, ἵνα ᾖ λέγων ὅτι εἰ καὶ δέδεικται τὰ στοιχεῖα εἶναι ἐκ τῆς ὕλης τῷ δέχεσθαι αὐτὴν ἐναντιώσεις, οὐκ ἀρκεῖ τοῦτο πρὸς διδασκαλίαν, ἀλλὰ διοριστέον καὶ περὶ τῶν ἐναντιώσεων τούτων, ποῖαί τέ τινές εἰσι καὶ πόσαι, καθ’ ἃς προσγινομένας τῇ ὕλῃ συμπληροῦνται τὰ στοιχεῖα τὰ τέσσαρα, ἅπερ πρῶτα εἶπε σώματα. Ἀρχὴν μὲν πρώτην οἰόμενος εἶναι τὴν ὕλην. Εἰπὼν ὅτι δεῖ ὁρίσασθαι περὶ τῶν ἐναντιώσεων, διορίζει πρῶτον τίνες εἰσὶν αἱ ἀρχαί. ἀρχὰς δὲ ζητεῖ νῦν τὰς ὡς στοιχεῖα, οὐ τὰς ποιητικάς, καί φησιν ὅτι ἀρχὴ μὲν πρώτη ἐστὶν ἡ ὕλη, δευτέρα δὲ ἡ ἐναντίωσις, ὅπερ ἐστὶ τὸ ἔνυλον εἶδος. πρώτην δὲ ἀρχήν φησι τὴν ὕλην, διότι αὐτὴ μὲν ἄφθαρτος, ἡ δὲ ἐναντίωσις φθαρτή (κατὰ ταύτην γάρ ἐστι καὶ τὸ φθείρεσθαι), καὶ ὅτι ἡ ὕλη ὑπόκειται ἀμφοτέραις ταῖς ἐναντιώσεσιν. οὐ γὰρ δύναται τὸ ἕτερον τῶν ἐναντίων ὑποκείμενον γίνεσθαι τῷ ἑτέρῳ, οἷον τὸ θερμὸν τῷ ψυχρῷ· ἀμφοτέρων γὰρ ἡ ὕλη ἐστὶ τὸ ὑποκείμενον. ὡς γὰρ κἀν τῷ πρώτῳ τῆς Φυσικῆς εἴρηκεν, οὐδὲν τῶν ἐναντίων ὑπομένον καὶ σῳζόμενον τοῦ ἐναντίου αὑτοῦ δεκτικὸν γίνεται· φθείρεται γὰρ ὑπ’ ἀλλήλων τὰ ἐναντία. ὥστε εἰκότως πρώτη μὲν ἀρχὴ ἡ ὕλη, ὡς ὑποκειμένη τῷ εἴδει τῷ ἐνύλῳ (οὐδὲ γὰρ τῷ ἀξιώματι· ἀξιωματικώτερον τὸ εἶδος), δευτέρα δὲ τὸ εἶδος, ὅ ἐστιν ἡ ἐναντίωσις, ὡς ἐν τῇ ὕλῃ ὑπάρχον (οὐ γὰρ χωρίζεται, φησί, τῶν εἰδῶν ποτε ἡ ὕλη, ἣν καὶ αἰσθητὸν σῶμα καλεῖ· κατὰ γὰρ τὸν ἑαυτῆς λόγον ἀσώματος οὖσα ἐνεργείᾳ, δυνάμει ἐστὶ σῶμα, καὶ σῶμα οὐ μαθηματικὸν ἀλλ’ αἰσθητόν, τουτέστι φυσικόν), τρίτη δέ, φησίν, ἀρχὴ τὸ ἀπλοῦν σῶμα, οἷον πῦρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον τῶν πρώτων σωμάτων, ἅπερ ἀρχὴ οὐχ ἀπλῶς, ἀλλ’ ὡς πρὸς τὰ σύνθετα. διὸ εἰκότως τρίτην ἀρχὴν ταῦτα ὑπέθετο, καὶ ὅτι σύνθετα καὶ ὅτι μεταβλητικά, τῆς κυρίως ἀρχῆς καὶ ἀπλῶς ὀφειλούσης εἶναι, τῷ μὴ ἐξ ἄλλων ἀρχῶν εἶναι, καὶ ἀμεταβλήτου· τὸ γὰρ μεταβλητικὸν ἀνάγκη καὶ σύνθετον εἶναι, εἴ γε περί τι τῶν ἐν αὐτῷ μένον 47r ἡ μεταβολὴ γίνεται. Καὶ οὐχ ὥσπερ Ἐμπεδοκλῆς καὶ ἕτεροι λέγουσιν· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις. Εἰ τὰ στοιχεῖ κατὰ τὰ πάθη οὐσιωμένα ἀμετάβλητά ἐστι τὴν φύσιν κατὰ τὸν Ἐμπεδοκλέα, δῆλον ὅτι τὰ πάθη ἀμετάβλητά ἐστι καὶ ἀχώριστα· εἰ δὲ τοῦτο, οὐκ ἔσται ἀλλοίωσις, εἴ γε ἀλλοίωσις μεταβολή ἐστι κατὰ πάθη τοῦ ὑποκειμένου εἰδοπεποιημένου μένοντος. οὐ μόνον δὲ ἀλλοίωσιν ἀναιρεῖ ὁ Ἐμπεδοκλῆς, ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ ποιότητας ἐν αὐτοῖς οὐσιώδεις ἀποτιθέμενος, ἀλλὰ καὶ τὴν κυρίως γένεσιν, τὴν κατ’ εἶδος μεταβολήν· καὶ γὰρ καὶ αὕτη μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη. Αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. Ότι εἰκότως τρίτην ἀρχὴν ὑπέθετο τὰ ἀπλᾶ σώματα, δευτέραν δὲ τὰς ἐναντιώσεις, δείκνυσιν ἐκ τῆς μεταβολῆς, διότι τὰ μὲν ἀπλᾶ σώματα μεταβλητικά (ἔχουσι ἔχουσι γὰρ τὴν ὕλην ὑπομένουσαν καὶ τἀναντία παρὰ μέρος ἐπιδεχομένην), αἱ δὲ ἐναντιώσεις οὐ μεταβάλλουσιν. οὐ γὰρ ἡ ψυχρότης ὑπο|μένουσα δέχεται τὴν θερμότητα· οὐ γὰρ ἂν εἴη ἅμα κατὰ ταὐτὸ τἀναντία. ὥστε οὐχ αἱ ἐναντιώσεις αἱ μεταβάλλουσαι, ἀλλὰ τὰ σώματα <τὰ> τὰς ἐναντιώσεις ἔχοντα μεταβάλλει κατὰ ταύτας. Ἀλλ’ οὐδὲν ἧττον καὶ ὡς σώματος ποίας καὶ πόσας ἀρχὰς λεκτέον. Εἰρήκαμεν, φησίν, ὅτι αἱ ἐναντιώσεις ἀρχαί, καὶ ὅτι οὐ μεταβάλλουσιν, ἀλλὰ καὶ οὕτω ῥητέον ἡμῖν πόσαι καὶ ποῖαί εἰσιν αἱ ἐναντιώσεις ἃς χρὴ ὑποθέσθαι ἀρχὰς τῶν σωμάτων. οὐ γὰρ αὔταρκες τὸ εἰπεῖν ὅτι αἱ ἐναντιώσεις ἀρχαί εἰσιν, ἀλλὰ καὶ ζητῆσαι χρὴ ποῖαι καὶ πόσαι εἰσίν. οἱ γὰρ ἄλλοι εἰρηκότες εἶναί τινας τῶν ἐναντιώσεων ἀρχὰς οὐδεμίαν γεγράφασιν ἀπόδειξιν τοῦ ταύτας ἢ τοσαύτας ὑποθέσθαι ἐναντιώσεις. Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν απτου. Εἰπὼν τρεῖς εἶναι τὰς ἀρχάς, πρώτην μὲν τὴν ὕλην, δευτέραν δὲ τὸ εἶδος τὸ ἔνυλον ὃ ταὐτόν ἐστι ταῖς ἐναντιώσεσι, τρίτην δὲ τὰ ἁπλᾶ σώματα ἅπερ ἐκ τῆς ὕλης προσλαβούσης τὰς ἐναντιώσεις εἶπε γίνεσθαι, νῦν προτίθεται ζητῆσαι τίνες ποτέ εἰσιν αἰ εἰδοποιοὶ ἐναντιώσεις, ἃς προσλαβοῦσα ἡ ὕλη τὰ ἁπλᾶ ἀποτελεῖ σώματα. ἐπειδὴ δὲ οὐκ ἀποφαντικῶς οὐδὲ ἀναποδείκτως χρὴ τάσδε τινὰς τὰς ἐναντιώσεις καὶ οὐχὶ τάσδε τίθεσθαι, ὅπερ ἄλλοις ποιήσασιν ἐμέμψατο, ἐμμεθόδως πάνυ καὶ κατὰ ἀποδεικτικὴν ἀκολουθίαν ἄρχεται τῆς αὐτῶν ζητήσεως, δυνάμει ταῦτα λέγων. ἐπειδὴ σώματος ἀρχὰς ζητοῦμεν· οὐκ ἀιδίου, ἀλλὰ γενητοῦ καὶ φθαρτοῦ, τοῦτο δὲ πεποίωται (οὐ γὰρ δυνατὸν γενητὸν καὶ φθαρτὸν σῶμα ἄποιον γένεσις γὰρ καὶ φθορὰ μεταβολή ἐστι τῆς ὕλης κατὰ τὰ πάθη· ἄλλως τε πᾶν φυσικὸν σῶμα καὶ κίνησιν ἔχει, αἱ δὲ κινήσεις κατὰ τὰς ῥοπὰς γίνονται, βαρύτητά φημι καὶ κουφότητα, αὗται δὲ ποιότητές εἰσι), σώματος ἄρα πεποιωμένου ἀρχὰς ζητοῦμεν. τοῦτο δὲ αἰσθητόν ἐστιν· αἱ γὰρ αἰσθήσεις τῶν ποιοτήτων εἰσὶν ἀντιληπτικαί, καὶ ἕκαστον ποιότητας ἔχον κατὰ ταύτας ὑποπίπτει τῇ αἰσθήσει. ὥστε ἐπειδὴ ἀναπέφανται σώματος ἡμᾶς ζητεῖν ἀρχὰς φυσικοῦ τε καὶ αἰσθητοῦ, ἐναντιώσεις ζητητέον αἰσθητάς, αἰσθητὰς δὲ οὐ τὰς τυχούσας, ἀλλὰ τὰς προσεχεστάτας τῇ ὕλῃ καὶ κοινοτάτας καὶ διὰ πάντων τῶν σωμάτων διηκούσας. τίνες δέ εἰσιν ἀυτᾶι, εἰσόμεθα εἰς τὰς αἰσθήσεις ἀναδραμόντες. δῆλον γὰρ ὅτι τὰς ὑποβεβλημένας τῇ κοινοτάτῃ τῶν αἰσθήσεων αἰσθητὰς διαφορὰς ἐκείνας ὡς κοινοτάτας οὔσας χρὴ τίθεσθαι ἀρχὰς εἰδοποιοὺς τῶν σωμάτων. τῶν τοίνυν αἰσθήσεων ἡ μὲν ὄψις πρώτη τῷ ἀξιώματι ὡς τιμιωτέρα, οὐ μὴν διὰ πάντων διαπεφοιτηκυῖα τῶν αἰσθητικῶν. ὡσαύτως δὲ οὐδὲ ἀκοή, οὔτε τῶν ἄλλων τις πλὴν τῆς ἁφῆς· αὕτη γάρ ἐστιν ἡ κοινοτάτη πασῶν, καὶ ταύτῃ πρώτη εἰκότως λεγομένη, τῷ συναναιρεῖν <μὲν> μὴ δέ. τά μὲν γὰρ τῶν ἄλλων τινὸς αἰσθήσεων μετέχοντα πολὺ πρότερον καὶ ἁφῆς μετέχει, τὰ δὲ ἁφῆς οὐκ ἐξ ἀνάγκης καὶ τῶν ἄλλων τινός, ὡς δηλοῖ τὰ ζωόφυτα ἁφὴν μὲν ἔχοντα, μηδεμίαν δὲ τῶν ἄλλων αἰσθήσεων· ὡσαύτως δὲ ἐχούσας καὶ τὰς αἰσθητὰς εὑρήσομεν διαφοράς. αἱ μὲν γὰρ ὁραταί, οἷον τὰ χρώματα, οὐ διὰ πάντων διήκουσι τῶν σωμάτων· οὐδὲ γὰρ ὁ ἀὴρ κεχρωσμένος ἐστὶν ἢ ὅλως ὁρατός. ὡσαύτως δὲ οὐδὲ αἱ ἀκουσταί, οἷον οἱ ψόφοι· οὐ γὰρ πάντα ἐστὶ ψοφητικά (οὐ γὰρ τὸ ἔριον οὐδὲ ὁ σπόγγος), ἀλλὰ τὰ στερεά, καὶ ταῦτα οὐ καθ’ αὑτά, ἀλλ’ ἐν τῇ πρὸς τὸν ἀέρα προσρήξει. οὕτως γοῦν τὸ ὕδωρ ὑποβρύχιος κινῶν ψόφον οὐδένα ἀποτελεῖς. ἀλλὰ μὴν οὐδὲ <αἱ> ὀσμαί· ὁ γὰρ ἀὴρ ἄνοσμος ὥσπερ καὶ ἄχρους, καὶ ταύτῃ διαπορθμευτικὸς χρωμάτων τε καὶ ὀσμῶν γινόμενος. οὕτως οὐδὲ <αἱ> γευσταὶ ποιότητες ἐν πᾶσιν εἰσί· τὸ γοῦν ὕδωρ ἄχυμον ὑποκείμενον τοῖς χυμοῖς. μόνας δὲ τὰς ἁπτὰς διαφορὰς ὁρῶμεν διὰ πάντων διαπεφοιτηκυίας τῶν σωμάτων· θερμότητος γὰρ ἢ ψυχρότητος οὐδέν ἐστιν ἄμοιρον σῶμα, οὐδὲ ξηρότητος ἢ ὑγρότητος. αἱ ἁπταὶ ἄρα ἐναντιότητές εἰσιν αἱ κοινόταται καὶ διὰ πάντων τῶν σωμάτων διαπεφοιτηκυῖαι καὶ συναναιροῦσαι καὶ μὴ συναναιρούμεναι. ταύτας οὖν ληπτέον ἀρχάς. ἀλλ’ ἐπειδὴ πολλαὶ καὶ διάφοροί εἰσιν αὗται, χρὴ πάσας ἐκθέσθαι, καὶ τούτων τὰς καθολικωτέρας λαβεῖν καὶ ταῖς λοιπαῖς μὴ ἐμπεριεχομένας, οὐ πάντως δὲ τὰς καθολικωτέρας, ἀλλ’ ὅσαι τούτων ποιητικαί εἰσι καὶ παθητικαί, διότι σωμάτων ζητοῦμεν ἀρχὰς ποιητικῶν καὶ παθητικῶν ὑπ’ ὰλλήλων καὶ ταύτῃ τὴν εἰς ἄλληλα μεταβολὴν ποιουμένων. ἐκτίθεται τοίνυν ἑπτά τινας ἐναντιότητας, θερμὸν καὶ ψυχρόν, ξηρὸν καὶ | ὑγρόν, βαρὺ καὶ κοῦφον, σκληρὸν καὶ μαλακόν, γλίσχρον καὶ κραῦρον, τραχὺ καὶ λεῖον, παχὺ καὶ λεπτόν. Καὶ ζητοῦμεν τί δήποτε τὴν τοῦ μανοῦ καὶ πυκνοῦ ἀντίθεσιν παρῆκεν. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρός φησιν ὡς ἀναγόμενον ὑπὸ τὸ βαρὺ καὶ κοῦφον· τὸ γὰρ μανὸν κοῦφον, ὥσπερ τὸ πυκνὸν βαρύ. ἔστι δὲ εἰς ταὐτὸν ἄγειν αὐτὰ τῷ λεπτῷ καὶ παχεῖ· ἡ γὰρ λεπτότης ἡ κατὰ ποιότητα οὐχ ἡ κατὰ μέγεθος θεωρουμένη δοκεῖ ταὐτὸν εἶναι τῇ μανότητι. λεπτὸν γὰρ καλοῦμεν σῶμα διιτητικόν, ὅπερ ταὐτὸ δοκεῖ εἶναι τῷ μανῷ. οὕτως καὶ τὸ παχὺ τῷ πυκνῷ· τὸ γὰρ παχὺ μεγαλομερὲς ὂν οὐ διὰ τῶν τυχόντων δίεισι πόρων, ἀλλὰ διὰ μειζόνων. τοιοῦτον δέ πως καὶ τὸ πυκνόν, πολλοῦ σώματος εἰς ὀλίγον ὄγκον συνηγμένου. Ταύτας ἐκθέμενος πάσας τὰς ἀντιθέσεις, ἀποκρίνει τὰς μὲν ὡς μὴ κτὰ τὸ ποιεῖν καὶ πάσχειν λεγομένας, τὰς δὲ ὡς ἐμπεριεχομένας ταῖς ἄλλαις. τὸ μὲν γὰρ βαρὺ καὶ κοῦφον, καὶ τραχὺ καὶ λεῖον, διὰ τὸ μὴ τῷ ποιεῖν καὶ πάσχειν λέγεσθαι· οὐ γὰρ ὥσπερ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῷ θερμαίνειν ἢ ψύχειν τὰ παραπλήσια λέγεται, οὕτω καὶ τὸ κοῦφον καὶ βαρύ· οὐ γὰρ ποιεῖ τὰ παρακείμενα βαρέα. ὡσαύτως οὐδὲ τὸ κοῦφον. οὕτως οὐδὲ τὸ τραχὺ καὶ λεῖον. τὸ δὲ λεπτὸν καὶ παχύ, καὶ μαλακὸν καὶ σκληρόν, καὶ γλίσχρον καὶ κραῦρον, ἀποβάλλεται ὡς ἐμπεριεχόμενα. εἰκότως· εἰ γὰρ λαβόντες τὰς καθολικωτέρας ἐναντιώσεις μὴ ἀποβαλλώμεθα τὰς ὑπὸ ταύτας ἀναγομένας, ἐσόμεθα πλείους τῆς χρείας εἰληφότες. ἀνάγει δὲ τὰς τρεῖς ταύτας ἐναντιώσεις ὑπὸ τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ὁριζόμενος τί ποτέ ἐστι τούτων ἑκάτερον καὶ λέγων ὑγρὸν μὲν εἶναι τὸ εὐόριστον μὲν ἀλλοτρίῳ 〈ὅρῳ〉 δυσόριστον δὲ οἰκείῳ, ξηρὸν δὲ τὸ δυσόριστον μὲν ἀλλοτρίῳ εὐόριστον δὲ οἰκείῳ. εἰ τοίνυν τὸ ὑγρὸν εὐόριστόν ἐστιν ἀλλοτρίῳ ὅρῳ καὶ ἀναπληστικόν, ὡς ῥᾳδίως πληροῦν τοὺς πόρους, ἔστι δὲ καὶ τὸ λεπτομερὲς τοιοῦτον (ἀναπληστικὸν γὰρ καὶ τοῦτο), εἰκότως ἀναχθήσεται ὑπὸ τὸ ὑγρόν. τῷ αὐτῷ δὲ λόγῳ καὶ τὸ παχὺ ὑπὸ τὸ ξηρόν. καὶ τὸ γλίσχρον δέ, φησίν, ὑγρὸν πεπονθός τι. καὶ τὸ κραῦρον ὡσαύτως ξηρόν. οὕτως καὶ τὸ μαλακὸν ὑπὸ τὸ ὑγρόν, φησίν, ἀνακτέον· μαλακὸν γὰρ τὸ ὑπεῖκον τῇ ἀφῇ, ὅπερ ἴδιον τοῦ ὑγροῦ. ταῦτα οὕτως διακρίνας, λαμβάνει τὰς δύο ἀντιθέσεις, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ὑγροῦ καὶ ξηροῦ, ταύτας ἐγκρίνων ὡς ἀρχὰς εἰδοποιοὺς τῶν στοιχείων, διότι ποιητικαί εἰσι καὶ παθητικαί, καὶ ἔτι μέντοι κοινόταται ὑπάρχουσι καὶ οὐδετέρα ὑπὸ τὴν ἑτέραν ἀνάγεται. Ἐπεὶ οὖν ζητοῦμεν αἰσθητοῦ σώματος ἀρχάς, τοῦτο δέ ἐστιν ἁπτοῦ. ἐπειδή, φησί, σώματος αἰσθητοῦ ζητοῦμεν ἀρχάς τοιοῦτον γὰρ τὸ γενητὸν καὶ φθαρτὸν σῶμα), πᾶν δὲ τὸ αἰσθητὸν ἁπτόν ἐστιν (οὐ γὰρ ὁρατὸν πάντως ἢ ἀκουστὸν ἡ τῶν ἄλλων τι), ἁπτὰς ζητητέον διαφορὰς εἰδοποιοὺς τῶν σωμάτων. Κατὰ ἐναντίωσίν τε γὰρ διαφέρουσιν, καὶ κατὰ ἁπτὴν ἐναντίωσιν. Τὰ σώματα, φησί, τὰ πρῶτα, ὧν τὰς ἀρχὰς ζητοῦμεν, κατὰ ἁπτὰς ἐναντιώσεις ἀλλήλων διαφέρουσιν, διὰ τούτου δεικνὺς ὅτι εἰκότως ἁπτά τέ φαμεν εἶναι τὰ αἰσθητὰ καὶ ἁπτὰς ἐναντιώσεις αὐτῶν τὰς ἀρχὰς τιθέμεθα καὶ γὰρ τὸ λέγειν τὰ πρῶτα σώματα καὶ στοιχεῖα τῶν ἄλλων ταῖς ἁπταῖς ἀλλήλων διαφέρειν ἐναντιώσεσι, δηλοῖ τὸ διὰ πάντων αὐτὰς διαπεφοιτηκέναι τῶν σωμάτων. μὴ τοίνυν ληπτέον μήτε ὁρατὰς μήτε ἀκουστὰς μήτε γευστὰς ἢ ὀσφραντὰς διαφοράς· οὐ γὰρ ταύταις εἰδοποιοῦνται τὰ πρῶτα σώματα. εἰ γὰρ καὶ πρώτη, φησίν, ὄψις ἁφῆς καὶ τὰ ὁρατὰ τῶν ἁπτῶν, ἅπερ ὑποκείμενα ὠνόμασε τῶν αἰσθήσεων, ἀλλ’ οὐδὲν εἰς τὸ εἰδοποιῆσαι τὸ ἁπτὸν σῶμα συμβάλλονται, οὗ νῦν τὰς ἀρχὰς ζητοῦμεν. Ἀλλὰ καθ’ ἕτερον. Ἡ ὁρατή, φησί, ποιότης, εἰ καὶ προτέρα τῆς ἁπτῆς ποιότητος, ἀλλ’ οὐκ ἔστιν, φησίν, ἁπτοῦ σώματος πάθος καθ’ ὃ ἁπτόν, ἀλλὰ καθ’ ἕτερόν τι, οἷον καθ’ ὃ ὁρατόν ἐστι. πρώτη δέ, φησίν, ἡ ὄψις τῆς ἁφῆς, οὐχ ἁπλῶς· πῇ γὰρ ἡ ἁφὴ προτέρα τῷ συναναιρεῖν καὶ μὴ συναναιρεῖσθαι, ἡ δὲ ὄψις, φησί, τυχὸν τῇ φύσει προτέρα, τουτέστι τῷ ἀξιώματι ὡς τελειοτέρα, διότι τοῖς τελείοις ζῴοις παραγίνεται. Θερμὸν δὲ καὶ ψυχρόν, καὶ ξηρὸν καὶ ὑγρόν, τὰ μὲν τῷ ποιητικὰ εἶναι τὰ δὲ τῷ παθητικὰ λέγεται. Οὐ τοῦτό φησιν ὅτι ποιητικαὶ καὶ παθητικαί εἰσιν ἀμφότεραι αἱ ἐναντιώσεις τῷ ἑκατέραν ποιεῖν καὶ πάσχειν, ἀλλὰ δύο οὐσῶν ἀντιθέσεων τὴν μὲν τοὐ θερμοῦ καὶ ψυχροῦ ποιητικὴν καλεῖ, τὴν δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ παθητικήν. καὶ τίθησι μὲν τὴν τούτων πίστιν, ὁριζόμενος τούτων ἕκαστον· θερμὸν γάρ, φησίν, ἐστὶ τὸ συγκριτικὸν μὲν τῶν ὁμογενῶν, διακριτικὸν δὲ τῶν ἑτερογενῶν· ψυχρὸν δὲ τὸ συγκριτικὸν τῶν ὁμογενῶν καὶ τῶν μὴ ὁμοφύλων. τὸ δὲ συγκριτικὸν καὶ διακριτικὸν ἐνεργειῶν ἐστιν ὀνόματα. πάλιν δὲ τὸ μὲν ὑγρόν φησιν εἶναι τὸ δυσόριστον οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, ξηρὸν δὲ τὸ εὐόριστον οἰκείῳ δυσόριστον δὲ ἀλλοτρίῳ. τὸ δὲ δυσόριστον καὶ εὐόριστον παθῶν ἐστι δηλωτικά. Ἀπορήσειε δ’ ἄν τις εἰκότως πρὸς τὸν λόγον τοῖς πράγμασι προσανέχων. οὐδὲ γὰρ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ποιητικὰ μόνον ἐστίν, ἀλλὰ καὶ παθητικά (πάσχει γὰρ τὸ θερμὸν ὑπὸ τοῦ ψυχροῦ, καὶ τοῦτο ὑπὸ τοῦ θερμοῦ), οὔτε πάλιν τὸ ὑγρὸν καὶ ξηρὸν παθητικὰ μόνον, ἀλλὰ καὶ ποιητικά. εἰ γὰρ πάντα εἰς ἄλληλα μεταβάλλει τὰ στοιχεῖα, ἀνάγκη εἰς ἄλληλα δρᾶσαι τὸ ὑγρὸν καὶ ξηρόν· αὐτὸς γάρ ἐστιν ὁ λέγων τὴν γῆν εἰς ὕδωρ μεταβάλλειν, ἔνθα τὸ ὑγρὸν ἀνάγκη δρᾶσαι περὶ τὸ ξηρόν, ὡσαύτως καὶ τὸ ὕδωρ εἰς | γῆν, τοῦ ξηροῦ δηλονότι περὶ τὸ ὑγρὸν δράσαντος. τί οὖν ἐνταῦθα ἀποδιακρίνας ποιητικὰ μέν φησι τὸ θερμὸν καὶ τὸ ψυχρόν, παθητικὰ δὲ τὸ ὑγρὸν καὶ τὸ ξηρόν; ταύτην τοίνυν τὴν ἀπορίαν ἐκ τῶν ἐν τῷ τετάρτῳ λόγῳ τῶν Μετεώρων εἰρημένων ἐπιλυσόμεθα, φάσκοντες ὡς πρὸς τὴν τῶν συνθέτων σωμάτων γένεσιν τοῦτο εἰρῆσθαι. ταῦτα γὰρ περὶ τὸν μέσον τόπον τοῦ παντός ἐστι, λέγω δὲ περὶ τὴν γῆν ὡς ἄν μέρος γῆς μετέχοντα· ἐκ ταύτης γὰρ μόνης οὐκ ἐδύνατο εἶναι. ἡ γὰρ γῆ καθ’ ἑαυτὴν ἀσύνδετος καὶ εὐδιασκέδαστος, διὸ ἐδεήθη τοὐ ὕδατος συνδέοντος καὶ φύροντος αὐτήν, ὥσπερ τὸ ὕδωρ ταύτης περιοριζούσης. ταῦτα δὲ ἀλλήλοις μιγνύμενα συνέχει μὲν ἄλληλα, οὐ μὴν σύμφυσιν ἀκριβῆ ἐργάζεσθαι δύναται αὐτὰ καθ’ αὑτά, ἀλλὰ δέεται τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ταῦτα συμφύοντός τε καὶ εἰδοποιοῦντος, ὑποκειμένου μὲν λόγον ἐπέχοντος καὶ ὕλης τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, εἴδει δὲ ἀναλογοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. εἰ γὰρ καὶ δρᾷ τι περὶ ἄλληλα τὸ ξηρὸν καὶ τὸ ὑγρὸν συνέχοντα ἄλληλα καὶ περιορίζοντα, ἀλλ’ οὖν ἐγκαταμιγνύμενα ἀλλήλοις δρᾷ. διόπερ ὑλικωτέρας ταύτας καλεῖν εἰώθασι τὰς ποιότητας οἱ φυσικοί, τὸ δὲ θερμὸν καὶ ψυχρὸν δραστικά, διότι ἐκτὸς ὄντα τῶν περὶ ἃ δρῶσιν, τὴν ἑαυτῶν δύναμιν ἐπιδείκνυται. μεμνῆσθαι δὲ χρὴ καθόλου τοῦ εἰρημένου, ὡς ἐπὶ τῆς τῶν συνθέτων γενέσεως σαφέστερον διαφαίνεται παθητικὴ μὲν ἡ ἑτέρα οὖσα ἀντίθεσις, ποιητικὴ δὲ ἡ λοιπή. καὶ γὰρ ἐπὶ τῆς τῶν κεράμων ἐργασίας τὸ ὑγρὸν συνελθόντα καὶ τὸ ξηρὸν τὴν ὕλην τῶν κεράμων ἐργάζεται, τὸ δὲ ψυχρὸν πήγνυσι ταύτην, καὶ τὸ θερμὸν μεταβάλλει μάλιστα καὶ ποιεῖ κέραμον. οὕτως μὲν οὖν ἐπὶ τῶν συνθέτων. ἐπὶ δὲ τῆς ἐξ ἀλλήλων γενέσεως πᾶσαι ὁμοίως εἰσὶ ποιητικαί τε καὶ παθητικαί. Θερμὸν γάρ ἐστι τὸ συγκρῖνον τὰ ὁμοιογενῆ· τὸ γὰρ διακρίνειν, ὅπερ φασὶ ποιεῖν τὸ πῦρ, συγκρίνειν ἐστὶ τὰ ὁμόφυλα. Τὸ θερμόν, φησί, συγκριτικὸν ὂν τῶν ὁμογενῶν οὐσιῶν, νομίζεται διακριτικὸν εἶναι, διότι ἐν τῷ συνάγειν καὶ ἑνοῦν ἀλλήλοις τὰ ὁμογενῆ ἐξ ἀνάγκης διακρίνει καὶ χωρίζει τὰ ἀλλότρια. αὐτὴν γὰρ ἣν ποιεῖται τῶν ἀλλοτρίων διάκρισιν, διὰ τὴν τῶν ὁμοίων οὐσιῶν σύγκρισιν ἐργάζεται· ἐξ ἀλλήλων γὰρ τὰς ἑτερογενεῖς οὐσίας διακρῖνον ἕνωσιν ἑκατέρας καθ’ αὑτὴν ἐργάζεται. διόπερ διακριτικὸν μὲν τῶν ἀλλοτρίων, συγκριτικὸν δὲ τῶν ὁμοίων ὁριζόμεθα τὸ θερμόν. ἔστι δὲ τάχα φάναι τὸ θερμὸν κατὰ πρῶ- τὸν λόγον διακριτικὸν εἶναι, διάκρισιν λαμβανόντων ἡμῶν οὐ τὸν χωρισμόν (τοῦτο γὰρ ἐπὶ ἑτερογενῶν καὶ μεμιγμένων ποιεῖ, οὐκέτι δὲ ἐπὶ τῶν ἀμίκτων), ἀλλὰ καθόλου διάκρισιν νοούντων ἡμῶν τὴν οἷον χύσιν καὶ μάνωσιν. κατὰ δεύτερον δὲ λόγον ἐπὶ ταύτῃ ἕπεται ὅ τε τῶν ἀλλοτρίων χωρισμὸς καὶ τῶν ὁμοίων ἡ ἕνωσις· χύσεως γὰρ γινομένης ἕκαστον πρὸς τὸ οἰκεῖον χωρεῖ καὶ τούτῳ κολλᾶται, ὡς ἔχει ἐπὶ τῆς χωνεύσεως τῶν μετάλλων. ὅσον γάρ ἐστι τηκτόν, ἀθροιζόμενον ἑαυτῷ προσκολλᾶται τοῦ γεώδους καὶ ἀτήκτου χωριζόμενον. ὅτι δὲ ἡ χύσις αἰτία τῆς τῶν ἑτερογενῶν διακρίσεως, καὶ οὐ καθ’ ἑαυτὸ οὐδὲ πρώτως τὸ πῦρ, δῆλον ἐκεῖθεν. ὅταν γὰρ δύο τινὲς οὐσίαι ὦσι τὴν αὐτὴν χύσιν ἐπιδεχόμεναι, τηνικαῦτα τὸ πῦρ οὐ διακρίνει ταύτας ἐξ ἀλλήλων, ἀλλὰ τοὐναντίον καὶ συγκρίνει καὶ ἑνοῖ ἀλλήλαις οὕτως ὡς μηδὲ χωρίζεσθαι ἔτι δύνασθαι, ὡς ἔχει ἐπὶ κηροῦ καὶ πίττης· ταῦτα <γὰρ> διακεκριμένα ὄντα ἀλλήλων καὶ ἕτερα ἑνοῖ, καὶ χωρίζειν οὐ δύναται. εἰ μέντοι εἴη τι σὺν τῷ κηρῷ γεῶδες, διὰ τὸ μὴ τὰς οὐσίας ἀμφοτέρας πεφυκέναι χεῖσθαι, ἀλλὰ τὸν κηρὸν μόνον, ἑνούμενος κατὰ τὴν χύσιν ὁ κηρὸς ἀποκρίνεται, τοῦ γεώδους ὑφιζάνοντος διὰ τὸ βάρος. ὅταν δὲ δύο τινὲς ὦσιν οὐσίαι τηκταὶ ἀμφότεραι, ἀλλ’ ἡ μὲν μᾶλλον ἡ δὲ ἔλαττον, αὗται ὁμιλοῦσαι τῷ πυρὶ ἑνοῦνται, ἀλλ’ οὐχ οὕτως ὡς μηκέτι διακρίνεσθαι, ὡς ἔχει ἐπὶ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν τοιούτων· καὶ γὰρ ἑνοῦνται ἀλλήλοις ταῦτα καὶ πάλιν διακρίνονται τῷ διαφέρειν ἀλλήλων τὰς συστάσεις. εἰ δέ τις λέγοι ὁμοιογενῆ αὐτὸν λέγειν τὰ ὁμοίως τήκεσθαι δυνάμενα καὶ χεῖσθαι ἢ τὰ μὴ δυνάμενα, ἵνα τὸ ὅμοιον ᾖ μὴ κατὰ τὸ εἶδος μόνον ἀλλὰ κατὰ τὸ γένος, οἷον ἵνα μὴ χρυσὸν χρυσῷ λέγοιμεν μόνον εἶναι ὅμοιον, ἀλλὰ καὶ τὰ ὡσαύτως αὐτῷ χεῖσθαι δυνάμενα, οἷον ἄργυρον ἢ χαλκόν, οὐκ ἔσται οὐδὲ οὕτω καθόλου ὁ λόγος· οὐδὲ γὰρ τὰ ἄτηκτα ὁμογενῆ ὄντα ἀλλήλοις ἑνοῖ τὸ πῦρ, καὶ τὰ πεφυκότα δὲ τήκεσθαι διακρίνει, ὥσπερ τὸν χρυσὸν ἐκ τοῦ ἀργύρου. ἐκεῖνα γάρ ἐστι μόνα ἅπερ ἑνοῖ ὡς μηκέτι διακρίνεσθαι, τὰ τὴν αὐτὴν χύσιν ἔχοντα, ὡς μὴ τὸ μὲν μᾶλλον εἶναι χυτὸν τὰ δ’ ἔλαττον, ὡς τὸν μόλιβδον καὶ τὸν καττίτερον, ἢ τὸν κηρὸν καὶ τὴν πίτταν, καὶ τὰ λίαν μαλακά. Ψυχρὸν δὲ τὸ συνάγον καὶ συγκρῖνον ὁμοίως τά τε συγγενῆ καὶ τὰ μὴ ὁμόφυλα. ’Ev γὰρ τοῖς ὑπὸ ψύξεως πηγνυμένοις ἔστιν ἰδεῖν ἑτερογενεῖς οὐσίας ἐμφερομένας· ἐν γοῦν κρυστάλλῳ καὶ κάρφη καὶ ζωΰφιά τινά ἐστιν- ἐμπεπηγότα. Ὑγρὸν δὲ τὸ ἀόριστον οἰκείῳ ὅρῳ εὐόριστον ὄν, ξηρὸν δε τὸ εὐόριστον οἰκείῳ ὅρῳ, δυσόριστον δέ. Δείξας διὰ τῶν ὅρων τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ὅτι ποιητικὰ εἰκότως λέγεται, λοιπὸν τοὺς τοῦ ὑγροῦ καὶ ξηροῦ προχειρίζόμενος ὅρους δείκνυσιν ὅτι παθητικὰ ταῦτα· τὸ εὐόριστον γὰρ καὶ δυσόριστον παθῶν ὀνόματά ἐστιν. Ἀπορεῖται δὲ πρὸς τὸν ὅρον τοῦ ξηροῦ, πῶς φησιν αὐτὸ εὐόριστον οἰκείῳ ὅρῳ. ἰδοὺ γὰρ, φασίν, ἡ τέφρα ξηρὰ οὖσα διαρρεῖ. πρὸς ὃ ῥητέον ὅτι εἰ καὶ μὴ περιώρισται ἡ τέφρα καὶ μένει τὸν οἰκεῖον ὅρον φυλάττουσα, ἀλλ’ οὖν δύναται σωρευθῆναι, ὅπερ οὐχ ὑπάρχει τῷ ὑγρῷ· καὶ | ἄλλως ἔχει τινὰ καὶ σύστασιν οἰκείαν, καὶ οὐ πᾶσα διαπίπτει, ὡς καὶ ἡ ψάμμος. καὶ περὶ τῆς φλογὸς δὲ ἀποροῦσί τινες, ὡς ξηρᾶς οὔσης καὶ ἀλλοτρίῳ ὅρῳ συσχηματιζομένης ἐν ταῖς καμίνοις. ῥητέον δὲ ὅτι πρῶτον μὲν οὐδέποτε ἡ φλὸξ ἀκριβῶς συσχηματίζεται τοῖς περιέχουσιν ἀνώφορος οὖσα καὶ οὐχ ὅλῳ συσχηματίζεται τῷ περιέχοντι· θᾶττον γὰρ ἂν οὕτως ἀποσβεσθείη, μὴ διαλαμβανομένη κενοῖς ἑκατέρωθεν, κενοῖς δέ φημι πυρός. ἄλλως τε εἰ καὶ συγχωρηθείη ὁρίζεσθαι τοῖς περιέχουσιν, ἀλλ’ οὖν καὶ οἰκείῳ συνέχεται σχήματι· οὐ γὰρ διαπίπτει καὶ χεῖται, ἀλλὰ συνεχὴς μένουσα ἐπὶ τὸ ἄνω χωρεῖ. τὸ μέντοι ὑγρὸν τοῖς περιέχουσιν ἀκριβῶς συσχηματίζεται· εἰ οὖν ἐκ κεράμῳ παγείη ὕδωρ, εἶτα καταθραύσεις τὸν κέραμον, ὄψει συνεσχηματισμένον αὐτῷ. Τὸ δὲ λεπτὸν καὶ παχὺ καὶ γλίσχρον καὶ κραῦρον καὶ σκληρὸν καὶ μαλακὸν καὶ αἱ ἄλλαι διαφοραὶ ἐκ τούτων. Δείξας ὅτι τῶν δύο ἀντιθέσεων ἡ μὲν ποιητικὴ ἡ δὲ παθητική, τὰς λοιπὰς πάσας ὑπὸ ταύτας ἀναγαγεῖν βούλεται, ὡς εἶναι τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ τὰς δύο ταύτας πρωτίστας, ἵνα τοῦτο δείξας ἐντεῦθεν δείξῃ τὰ τέσσαρα στοιχεῖα γινόμενα. τὸ δὲ καὶ αἱ ἄλλαι διαφοραὶ προσέθηκεν ἤτοι διὰ τὴν λειότητα Λαὶ τραχύτητα, ἃς πρὸ τούτου κατα- ριθμησάμενος νῦν παρέλειπεν, ἢ μᾶλλον δι’ ἃς προσθήσει· διαιρεῖ γὰρ ἐφεξῆς τὸ ξηρὸν καὶ ὑγρόν, καὶ δείκνυσι τούτων ἕκαστον πολλαχῶς λεγόμενον. Ἐπεὶ γὰρ τὸ ἀναπληστικόν ἐστι τοῦ ὑγροῦ διὰ τὸ μὴ ὡρίσθαι μὲν εὐόριστον δὲ εἶναι καὶ ἀκολουθεῖν τῷ ἁπτομένῳ. Πῶς ὑπὸ τὸ ὑγρὸν ἀναφέρεται τὸ λεπτὸν δείκνυσι. τὸ γὰρ λεπτόν, φησίν, ἀναπληστικόν ἐστι· μικρομερὲς γὰρ ὑπάρχον τὰς κενὰς ἀναπληροῖ χώρας. εἰ γὰρ εἰς μέδιμνον καρύων σεμίδαλιν ἐμβάλοις, διεισδύνουσα εἰς τὰς μεταξὺ τῶν καρύων κενὰς τοῦ στερεοῦ σώματος χώρας ἀναπληροῖ ταύτας. τὸ αὐτὸ δὲ ποιεῖ καὶ τὸ ὑγρόν, οἷον τὸ ὕδωρ· εὐόριστον γὰρ ὂν ἀλλοτρίῳ ὅρῳ ἀκολουθεῖ, φησί, τῷ ἁπτομένῳ καὶ περιέχοντι καὶ πανταχόθεν ἅπτεται αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ λεπτόν. εἰκότως ἄρα τὸ λεπτὸν τοῦ ὑγροῦ. οὐκοῦν καὶ τὸ ἐναντίον τὸ παχὺ ὑπὸ τὸ ἐναντίον τὸ ξηρὸν ἔσται· τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὑπάρχει. ὡς γὰρ τὸ ξηρὸν ἀντιβατικὸν καὶ οὐκ ἀκολουθεῖ τοῖς περιέχουσιν οὐδ’ ὅλων ἅπτεται δυσόριστον γάρ ἐστιν ἀλλοτρίῳ ὅρῳ), οὕτω καὶ τὸ παχὺ μεγαλομερὲς ὂν οὐκ εἰς ἅπασαν εἴσεισι χώραν. Πάλιν δὲ τὸ μὲν γλίσχρον τοῦ ὑγροῦ· τὸ γὰρ γλίσχρον ὑγρὸν πεπονθός τί ἐστιν, οἷον τὸ ἔλαιον. Ὅτι καὶ τὸ γλίσχρον ὑπὸ τὸ ὑγρόν, συντόμως ἔδειξεν εἰπὼν ὅτι ὑγρόν τί ἐστι τὸ γλίσχρον πεπονθός τι. τὰ γὰρ μὴ εὐδιαίρετα τῶν ὑγρῶν μηδὲ δυσαπάλλακτα τῶν ἁπτομένων καὶ ὀλισθηρὰ γλίσχρα λέγεται, ὡς ἰξὸς ἔλαιον ὑγρὰ πίσσα. τὸ δὲ κραῦρον ὑπὸ τὸ ξηρόν· τὸ γὰρ δι’ ἔλλειψιν ὑγρότητος πεπηγὸς καὶ διὰ τοῦτο εὔθραυστον, κραῦρον καλεῖται. Ἕτι μὲν μαλακὸν τοῦ ὑγροῦ· μαλακὸν γὰρ τὸ ὑπεῖκον εἰς αὑτὸ καὶ μὴ μεθιστάμενον, ὅπερ ποιεῖ ὑγρόν. Πάλιν τὸ μὲν μαλακὸν ὑπὸ τὸ ὑγρὸν ἀνάγει, τὸ δὲ σκληρὸν ὑπὸ τὸ ξηρόν· μαλακὸν γάρ ἐστι τὸ ὑπεῖκον εἰς ἑαυτὸ τοῖς ἁπτομένοις, ὅπερ ποιεῖ καὶ τὸ ὑγρόν· ὑπείκει γὰρ καὶ τοῦτο. ἀλλὰ τίς ἡ διαφορά; ὅτι πάλιν τὸ μὲν μαλακὸν ὑγρόν ἐστι πεπονθός τι τὸ μὴ μεθίστασθαι, ὅπερ οὐ πρόσεστι τῷ ὕδατι μεθίσταται γάρ), ὡς καὶ τὸ γλίσχρον ὑγρὸν ἦν πεπονθός τι. τοιοῦτον οὖν καὶ τὸ μαλακόν. ὥστε εἴ τι μαλακόν ὑγρόν πώς ἐστιν εὐόριστον γὰρ ἀλλοτρίῳ ὅρῳ), οὐκ εἴ τι ὑγρόν, μαλακόν. ἐπὶ πλέον οὖν τὸ ὑγρόν. διὸ καὶ ὑπὸ τοῦτο τὸ μαλακὸν ἀναφέρομεν· διαφοραὶ γὰρ τοῦ ὑγροῦ τὸ μεθίστασθαι καὶ μὴ μεθίστασθαι, ἴδιον δὲ καὶ συμπληρωτικὸν τὸ ἰδίῳ μὲν ὅρῳ δυσόριστον, εὐόριστον δὲ ἀλλοτρίῳ. πάλιν οὖν καὶ τὸ σκληρὸν ὑπὸ τὸ ξηρὸν ἀνάγει. τὸ γὰρ σκληρὸν πεπηγός ἐστι τῷ συνε- στράφθαι γὰρ τὰ μόρια καὶ πεπῆχθαι σκληρὸν γέγονεν), τὸ δὲ πεπηγὸς ξηρόν· δυσόριστον γὰρ ἀλλοτρίῳ γέγονεν ὅρῳ τῷ πεπῆχθαι, ὥστε ξηρὸν γέγονεν. Λέγεται δὲ ξηρὸν καὶ ὑγρὸν πλεοναχῶς· ἀντίκειται γὰρ τῷ ξηρῷ καὶ τὸ ὑγρὸν καὶ τὸ διερόν, καὶ πάλιν τῷ ὑγρῷ καὶ τὸ ξηρὸν καὶ τὸ πεπηγός. | Δείξας ὁ Ἀριστοτέλης πάσας τὰς ἁπτὰς ἀντιθέσεις ὑπὸ δύο τὰς πρώτας ἀναγομένας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ, ξηροῦ τε καὶ ὑγροῦ, βούλεται καὶ ἑτέρας τινὰς παρ’ ἃς ἤδη κατηριθμήσατο δεῖξαι ὑπὸ τὸ ξηρὸν καὶ ὑγρὸν ἀναγομένας, ὑπὸ μὲν τὸ πρῶτον ὑγρὸν τὸ διερὸν καὶ τὸ ἰδίως ὑγρόν, ὑπὸ δὲ τὸ ξηρὸν τὸ πεπηγὸς καὶ ἕτερόν τι ἰδίως ξηρὸν ὁμωνύμως τῷ γένει λεγόμενον. ἵνα δὲ τοῦτο δείξῃ, φησὶ πλεοναχῶς λέγεσθαι τὸ ὑγρόν καὶ ξηρὸν. ὅτι δὲ ταῦτα τῶν πλεοναχῶς λεγομένων ἐστὶ δεικνύς, τόπῳ χρῆται τῷ ἀπὸ τῶν ἀντικειμένων· ὅταν γὰρ τῷ αὐτῷ πλείονα ᾖ τὰ ἀντικείμενα, καὶ αὐτὸ τῶν πλεοναχῶς λεγομένων ἐστίν. οἷον τῷ βαρεῖ ἀντίκειται ἐν φωνῇ μὲν τὸ ὀξύ ἡ γὰρ ὀξεῖα φωνὴ τῇ βαρείᾳ ἀντίκειται), ἐν ῥοπῇ δὲ τὸ κοῦφον· τὸ γὰρ βαρὺ πάλιν καὶ κοῦφον ἐν τοῖς ὄγκοις τῶν ἀντικειμένων ἐστίν. οὐκοῦν ἐπεὶ τῷ βαρεῖ καὶ τὸ κοῦφον καὶ τὸ ὀξὺ ἀντίκειται, τῶν πλεοναχῶς λεγομένων ἐστὶ τὸ βαρύ. ἀλλὰ καὶ τὸ ὀξὺ τῶν πλεοναχῶς λεγομένων ἐστίν· ἀντίκειται γὰρ αὐτῷ καὶ τὸ ἀμβλὺ καὶ τὸ γλυκὺ καὶ τὸ βαρύ, ἐν φωνῇ μὲν τὸ βαρύ, ἐν χυμῷ δὲ τὸ γλυκύ, ἐν σχήμασι δὲ ἢ ἀπλῶς ὄγκῳ τὸ ἀμβλύ· ὀξεῖαν γάρ φαμεν γωνίαν καὶ ἀμβλεῖαν, καὶ ὀξὺ καὶ ἀμβλὺ τὸ μαχαίριον. οὕτως οὖν δείκνυσι καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν τῶν πλεοναχῶς λεγομένων· ἑκατέρῳ γὰρ τούτων πλείονά ἐστι τὰ ἀντικείμενα. τῷ γὰρ ξηρῷ ποτὲ μὲν ἀντιτίθεμεν τὸ ὑγρόν, ποτὲ δὲ τὸ διερόν· καὶ τῷ ὑγρῷ ποτὲ μὲν τὸ ξηρόν, ποτὲ δὲ τὸ πεπηγός. ἔστι μὲν οὖν τὸ πρώτως ὑγρὸν καὶ οἱονεὶ γενικώτατον, οὗ τὸν ὁρισμὸν ἤδη ἀποδέδωκεν, τὸ δυσόριστον μὲν οἰκείῳ ὅρῳ εὐόριστον δὲ ἀλλοτρίῳ, τὸ δὲ τούτῳ ἀντικείμενον ξηρόν, λέγω τὸ πρῶιον καὶ τὸ γενικώτατον, τὸ εὐόριστον μὲν οἰκείῳ ὅρῳ δυσόριστον δὲ ἀλλοτρίῳ, ὡς ἔφθη ὁρισάμενος. ὑπὸ ἓ̀̀͂σ τὸ πρῶτον ὑγρὸν ἀνάγεται τό τε διερὸν καὶ τὸ ἰδίως ὑγρόν. διερὸν μὲν οὖνἐστι τὸ ἔχον ἀλλοτρίαν ὑγρότητα ἐπιπολῆς, ὡςεἰὕδωρἐπι- χέεις λίθῳ ἢ T(0 ἡμετέρῳ σώματι ἢ ἱματίῳ μετρίως (τὸ γὰρ ἐν βάθει τὴν ἀλλοτρίαν ἔχον ὑγρότητα βεβρεγμένον καλεῖται), ὑγρὸν δὲ τὸ ἔχον οἰκείαν ὑγρότητα ἐν τῷ βάθει. διαφέρει οὖν τοῦ πρώτως ὑγροῦ τὸ διερόν, διότι τὸ πρώτως ὑγρὸν αὐτῷ τῷ εἶναι τοιοῦτόν ἐστιν ὅλον δι’ ὅλου ὑγρόν, τὸ δὲ διερὸν τῷ πεπονθέναι τι τοιοῦτον· τοῦ δὲ ἰδίως ὑγροῦ τὸ ἁπλῶς ὑγρὸν διαφέρει, διότι τὸ μὲν πρώτως ὑγρὸν ὅλον δι’ ὅλου τοιοῦτόν ἐστιν ὡς εἶπον, τὸ δὲ ἐν τῷ βάθει ·κεκ̀ρυuι μ--̓́νrιν ἔχει τὴν οἰκείαν ὑγρότητα· τοῦ δὲ βεβρεγ- μένου τὸ ἰδίως ὑγρὸν διαφέρει, ὅτι τὸ μὲν οἰκείαν τὸ δὲ ἀλλοτρίαν ἔχει τὴν ἐν τῷ βάθει ὑγρότητα, βεβρεγμένον μὲν ὡς ὁ πηλός, ὑγρὸν δὲ ὡς τὰ τηκτά, κηρὸς καὶ μόλιβδος καὶ τὰ τοιαῦτα. πάλιν ὑπὸ τὸ πρῶτον ξηρὸν ἀνάγεται τό τε ἰδίως ξηρόν, ᾧπερ ἀντίκειται τὸ διερὸν ὁμωνύμως τῷ γένει λεγὁ- λεγόμενον (ἰδίου γὰρ οὐκ ἔτυχεν ὀνόματος), καὶ τὸ πεπηγός, ὅπερ ἀντίκειται τῷ ἰδίως ὑγρῷ, ὅπερ καὶ αὐτὸ τῷ γένει ὁμωνύμως εἴρηται διὰ τὸ μὴ τυχεῖν ἰδίου ὀνόματος. ἐπεὶ οὖν διερόν ἐστι τὸ ἔχον ἀλλοτρίαν ἐπιπολῆς ὑγρότητα, τὸ ἀντικείμενον τούτῳ ξηρὸν ἔσται δηλονότι τὸ τῆς τοιαύτης ἐσ-c-ργͅμ-́--νον ὑγρότητος, οἵαν εἶχε τὸ διερόν. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἰδίως ὑγροῦ καὶ πεπ·ηγότος· τὸ μὲν γὰρ ἐν βάθει εἶχε τὴν οἰκείαν ὑγρότητα, τὸ δὲ ταύτης ἐστέρητο, οἷά ἐστι τὰ μὴ τηκτά, ὡς ὄστρακον καὶ τὰ ἄτηκτα τῶν μετάλλων· καὶ τὰ τηκτὰ δέ, πρὶν τακῇ, πεπηγότα ἐστίν. ὥστε τῶν πεπηγότων τὰ μὲν τηκτὰ τὰ δὲ ἄτηκτα, τὰ δὲ τηκτὰ ὑγρά ἐστιν, ἐπειδὰν τακῇ καὶ ἡ ἐν βάθει ὑγρότης εἰς τὸ ἐμφανὲς ἔλθῃ. εἰ δὲ ἀπουσίᾳ καὶ παρουσία ὑγρότητος ταῦτα λέγεται, εἰκότως τὰ μὲν ὑπὸ τὸ πρώτως ὑγρὸν τὰ δὲ ὑπὸ τὸ πρώτως ξηρὸν ἀναφέρεται. Παρέθετο δὲ τὸ βεβρεγμένον, φησὶν ὁ Ἀλέξανδρος, εἰς δήλωσιν τοῦ τε διεροῦ καὶ τοῦ ὑγροῦ ἀπὸ τῆς πρὸς τοῦτο διαφόρας, ὅτι ἐστὶ τοι- οῦτον ἑκάτερον αὐτῶν ὁποῖον ὡρίσατο, πιστούμενος· ὡς γὰρ εἶπον, τοῦ μὲν διεροῦ διαφέρει τὸ βεβρεγμένον τῷ ἐν βάθει ἔχειν τὴν ἀλλοτρίαν ὑγρότητα ἐκείνου ἐπιπολῆς ἔχοντος, τοῦ δὲ ἰδίως ὑγροῦ τῷ ἀλλοτρίαν ἔχειν ἐκείνου τὴν οἰκείαν ἐν τῷ βάθει ἔχοντος. Δῆλον τοίνυν ὅτι πᾶσαι αἱ ἄλλαι διαφοραὶ ἀνάγονται εἰς τὰς πρώτας τέτταρας. αὗται δὲ οὐκέτι εἰς ἐλάττους· οὔτε γὰρ τὸ θερμὸν ὅπερ ὑγρὸν ἢ ὅπερ ξηρόν, οὔτε τὸ ὑγρὸν ὅπερ θερμὸν ἢ ὅπερ τὸ] ψυχρόν, οὔτε τὸ ψυχρὸν καὶ τὸ ξηρὸν οὔθ’ ὑπ’ ὑπὸ τὸ θερμὸν καὶ τὸ ὑγρόν εἰσιν. Αἱ μὲν οὖν ἄλλαι ἀντιθέσεις πῶς ὑπὸ τὰς δύο ἀνάγονται διὰ τῶν φθασάντων ἐδείξαμεν. ἀπορεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ἡ μὲν λειότης ὑπὸ τὸ ὑγρὸν ἡ δὲ τραχύτης ὑπὸ τὸ ξηρὸν ἀναφέρεται. διότι τὸ τραχύ, φησί, δόξειεν εἶναι τοῦ πεπηγότος καὶ ξηροῦ ἰδίοις γάρ τισιν ὅροις τὰ μόρια τούτου συνέχεται), τὸ δὲ λεῖον τοῦ ὑγροῦ· ὁμαλὸν γάρ τι τὸ ὑγρὸν καὶ λείαν ἀεὶ τὴν ἐπιφάνειαν ἔχον τῶν μορίων συνιζανόντων εἰς ἄλληλα. ἢ ἄμεινον, φησί, λέγειν ὅτι μήτε ποιητικαὶ μήτε παθητικαὶ αἱ ἐναντιώσεις αὗται, τῷ μηδὲ τὴν ἀρχὴν ποιότητες εἶναι.· ἐν ποιᾷ γάρ ἐστι τῶν μορίων θέσει τὸ τραχὺ καὶ τὸ λεῖον, ὡς ἐν Κατηγορίαις εἴρηται. εἰ δὲ μὴ ποιότητες, οὐδὲ παθητικαί εἰσιν οὐδὲ ποιητικαί. ὅτι δὲ οὐκέτι τῶν γενικῶν δύο ἐναντιώσεων, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, οὐδεμία ὑπὸ τὴν λοιπὴν ἀνάγεται, διδάσκει· οὔτε γὰρ τὸ ξηρὸν ὑπὸ τὸ θερμόν ἐπεὶ πᾶν ξηρὸν ἔμελλεν εἶναι θερμόν· νῦν δὲ ἡ ἡ ξηρὰ οὖσα ψυχρά ἐστιν), οὔτε τὸ ὑγρὸν πάλιν ὑπὸ τὸ θερμόν· τὸ γὰρ ὕδωρ ὑγρὸν ὑπάρχον ψυχρόν ἐστι. πολλῷ οὖν μᾶλλον οὐδὲ τὸ | ψυχρὸν ὑπὸ τὸ θερμόν· πῶς γὰρ ἐνδέχεται τὰ μαχόμενα ὑπ’ ἄλληλα εἶναι; πάλιν ὑπὸ τὸ ψυχρὸν οὔτε τὸ ξηρόν τὸ γὰρ πῦρ ξηρὸν ὑπάρχον θερμόν ἐστιν), οὔτε τὸ ὑγρόν ὁ γὰρ ἀὴρ ὑγρός ἐστι καὶ θερμός), οὐδὲ πολλῷ μᾶλλον τὸ ἐναντίον θερμόν. καὶ διὰ τὰς αὐτὰς αἰτίας, οὐδ’ εἰ ἀντιστρέψωμεν τὴν τάξιν, οὐδὲν τῶν λοιπῶν οὔτε ὑπὸ τὸ ὑγρὸν οὔτε ὑπὸ τὸ ξηρὸν ἀνοίσομεν. Ἐπειδὴ τέτταρα τὰ στοιχεῖ, τῶν δὲ τεττάρων ἓξ αἱ συζεύξεις. Στοιχεῖα μὲν καλεῖ τὰς ἐναντιώσεις εἴρηνται γὰρ δευτέρως μετὰ τὴν ὕλην στοιχεῖα καὶ ἀρχαὶ αἱ ἐναντιώσεις), φησὶ δὲ ἐκ τῶν τεσσάρων ἐναντιώσεων ἓξ ἀποτελεῖσθαι συζυγίας, ὧν ἀσύστατοι μὲν αἱ τὰ ἐναντία παραλαμβάνουσαι, ἡ τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ ἡ τὸ ξηρὸν καὶ ὑγρόν ἅμα γὰρ τἀναντία ὑπάρχειν ἀδύνατον), αἱ λοιπαὶ δὲ συνίστανται τέσσαρες, αἷς φησιν εὐλόγως ἠκολουθηκέναι τὸν ἀριθμὸν τῶν φαινομένων ἁπλῶν σωμάτων· ταῦτα γὰρ καὶ τῇ αἰσθήσει ὑποπίπτει ἑκάστου αὐτῶν κτὰ μίαν συζυγίαν χαρακτηριζομένου, πυρὸς μὲν κατὰ τὸ θερμὸν κὰλ ξηρόν, τοῦ δ’ ἀέρος κατὰ τὸ θερμὸν καὶ ὑγρόν, καὶ κατὰ μὲν τὸ ψυχρὸν καὶ ὑγρὸν τοῦ ὕδατος, κατὰ δὲ τὸ ψυχρὸν καὶ ξηρὸν τῆς γῆς. ἐπισημαίνεσθαι δὲ χρὴ ὅτι τἆλλα μὲν ἐκτὸς κατασκευῆς τέθεικεν, ἐπὶ δὲ μόνου τοῦ ἀέρος ὡς ἔχοντός τινα ἀμφισβήτησιν κατασκευῇ ἐχρήσατο τοῦ εἶναι αὐτὸν θερμὸν καὶ ὑγρόν, οὐχ ὅτι ὑγρός ἐστι κατασκευάζων, ἀλλ’ ὅτι θερμός· γεγόνασι γὰρ οἱ δοξάσαντες αὐτὸν ψυχρὸν καὶ ὑγρὸν εἶναι. τί οὖν φησιν αὐτός; ὅτι οἷον ἀτμίς ἐστιν ὁ ἀήρ, ἡ δὲ ἀτμὶς θερμή τε καὶ θερμῷ τὴν γένεσιν ἔχουσα. ἔστι δὲ καὶ διὰ πλειόνων τοῦτο κατασκευάσαι, πρῶτον μὲν ἐκ τοῦ κοῦφον αὐτὸν εἶναι, ὅπερ ἐστὶ θερμότητος. ὅτι δὲ τὸ κοῦφον θερμότητος, ἐκεῖθεν γνώσῃ· ἐπειδὴ γὰρ τὸ πῦρ θερμὸν καὶ ξηρὸν <ὂν> κοῦφόν ἐστιν, ἀνάγκη ἡ τῷ ξηρὸν εἶναι κοῦφον ὑπάρχειν ἢ τῷ θερμόν. ἀλλ’ εἰ μὲν καθὸ ξηρὸν τὸ πῦρ κοῦφον ἦν, ἐχρῆν καὶ τὴν γῆν ξηρὰν οὖσαν κούφην ὑπάρχειν· τοῦτο δὲ οὐκ ἔστιν· οὐκ ἄρα κατὰ τὸ ξηρὸν ἔχει τὸ κοῦφον. λείπεται ἄρα κατὰ τὸ θερμόν. εἰ οὖν τὸ κοῦφον λόγῳ θερμότητος γίνεται, ἔστι δὲ ὁ ἀὴρ κοῦφος, ἔσται ἄρα καὶ αὐτὸς θερμός. ἔτι ὁρῶμεν ὅτι τὰ γειτνιάζοντα ἀλλήλοις στοιχεῖα ἔχουσί τινα κοινωνίαν πρὸς ἄλληλα, ἐπεὶ οὐκ ἂν οὐδὲ πλησίον ἀλλήλων ὑπῆρχον. εἰ οὖν καὶ ὁ ἀὴρ τοῦ πυρὸς διενήνοχε κατὰ τὸ ὑγρόν, κοινωνήσει αὐτῷ δηλονότι κατὰ τὸ θερμόν· καὶ εἰ κοινωνεῖ τῷ ὕδατι κατὰ τὸ ὑγρόν, εἰ μὴ κατὰ τὸ θερμὸν αὐτοῦ διοίσει, οὐκ ἔσται διαφορὰ ὕδατος καὶ ἀέρος. ἔτι ὁρῶμεν ὅτι ἡ μεταβολὴ αὐτῷ ἐξ ὕδατος διὰ θερμοῦ γίνεται· ἐξατμιζόμενον γὰρ τὸ ὕδωρ ἀεροῦται, ὡς καὶ αὐτός φησιν ὁ Ἀριστοτέλης. Ἅπαντες γὰρ οἱ τὰ ἁπλᾶ σώματα στοιχεῖα ποιοῦντες. Διδάξας ποίας χρὴ τίθεσθαι ἐναντιότητας ἀρχὰς καὶ εἰδοποιοὺς τῶν σωμάτων, νῦν βούλεται τὴν οἰκείαν περὶ τούτων δόξαν κρατῦναι, δι’ ὧν δείκνυσι καὶ τοὺς ἀρχαιοτέρους πάντας τοὺς περὶ στοιχείων δοξάσαντας τὰς εἰρημένας ἐναντιώσεις εἰσάγοντας, ἢ τινὰς ἢ πάσας, τὸν ἀριθμὸν δὲ τῶν τεσσάρων μὴ ὑπερβαίνοντας· εἰ γὰρ καὶ μὴ τὸν αὐτὸν τρόπον περὶ αὐτῶν φασιν, ἀλλ’ οὖν ὥσπερ ὑπ’ αὐτῆς τῆς ἀληθείας ἀναγκαζόμενοι φαίνονται ταύτας πρεσβεύοντες. οἵ τε γὰρ ἕν τι τῶν τεσσάρων στοιχείων ποιοῦντες τῶν πάντων μανώσει καὶ πυκνώσει τἆλλα ἐξ αὐτοῦ γεννῶσι μάνωσις δὲ καὶ πύκνωσις θερμότητι καὶ ψυχρότητι ἀποτελεῖται), ὅ τε Παρμενίδης αὐτόθεν δύο ὑποτιθέμενος στοιχεῖα, πῦρ καὶ γῆν, τὴν ἐναντίωσιν τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ εἰσῆγε, τὸν ἀέρα καὶ τὸ ὕδωρ μῖγμα φάσκων εἶναι τῶν δύο στοιχείων, καθάπερ καὶ ὁ Πλατῶν. καὶ γὰρ καὶ οὗτος δύο τινὰς ὑποθέμενος ἀρχάς, τὸ μέγα καὶ τὸ μικρόν, τρίτην ὑπετίθετο ἄλλην, ὅπερ μῖγμα ἔφασκεν εἶναι τῆς τοῦ μεγάλου καὶ μικροῦ ἐναντιώσεως, μέγα μὲν καὶ μικρὸν λέγων τὰς ἐπιγινομένας εἰδοποιοὺς διαφορὰς τῇ ὕλῃ, ἃς πρῶτον δέχεται ποσουμένη καὶ διαστάτη γινομένη, μῖγμα | δὲ ἐκάλει τὴν ὕλην οὐχ ὡς ἐκ μεγάλου καὶ μικροῦ μιχθέντων γινομένην, ἀλλ’ ὡς ἐν αὐτῇ τούτων μιγνυμένων τῷ ἑκάτερον παρὰ μέρος ἐν αὐτῇ γίνεσθαι. καὶ Ἐμπεδοκλῆς δὲ τέσσαρα μὲν καὶ αὐτὸς ὑπέθετο στοιχεῖα, θερμοῦ δὲ καὶ ψυχροῦ ἐναντίωσιν εἰσηγεῖτο, τὸ μὲν πῦρ θερμὸν ὑποτιθέμενος τἆλλα δὲ πάντα ἀντικεῖσθαι τούτῳ φάσκων ὡς ψυχρά. Tούτοις συμβαίνει δύο ποιεῖν τὰς ἀρχάς, τό τε μανὸν καὶ τὸ πυκνὸν ἢ τὸ θερμὸν καὶ ψυχρόν. Οἱ τὸ ἕν, φησί, στοιχεῖον ὑποτιθέμενοι, μανώσει δὲ καὶ πυκνώσει τούτου τἆλλα λέγοντες γίνεσθαι, ἀρχὰς δύο ποιοῦσι τὸ μανὸν καὶ πυκνόν, μᾶλλον δὲ τὸ θερμὸν καὶ τὸ ψυχρόν· ταῦτα γάρ ἐστι τὰ δημιουργικὰ καὶ ποιητικὰ μανώσεως καὶ πυκνώσεως. καὶ ἐπισημήνασθαι χρὴ ὅτι τὸ μανὸν καὶ πυκνὸν ὑπὸ τὸ θερμὸν καὶ ψυχρὸν ἄγει· ὅθεν ἴσως παρῆκεν ἐν τῇ τῶν ἁπτῶν ποιοτήτων ἀπαριθμήσει τὸ μανὸν καὶ πυκνόν, ὡς εἰς ταὐτὸν ἀγόμενα τῷ θερμῷ καὶ ψυχρῷ. Ὡσαύτως δὲ καὶ οἱ τρία λέγοντες, καθάπερ Πλατῶν 50v ἐν ταῖς διαιρέσεσι. Καὶ ὁ Πλάτων, φησίν, ὡσαύτως τῷ Παρμενίδῃ τρεῖς ἀρχὰς ὑποτιθέμενος, δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τοῦ μεγάλου καὶ τοῦ μικροῦ, τρίτην δὲ τὸ μεταξὺ τούτων, ὃ καὶ μῖγμά φησιν ἀμφοῖν εἶναι. εἰδέναι δὲ χρὴ ὅτι τοῦ Πλάτωνος ἐμνήσθη κατὰ τὸ παρὸν οὐχ ὡς εἰσάγοντός τινας ἀρχὰς τῶν προαποδεδειγμένων τεσσάρων, λέγω δὲ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἀλλ’ ὡς καὶ αὐτοῦ ἐναντίωσίν τινα ἐν ταῖς ἀρχαῖς θεωροῦντος, καθάπερ καὶ ὁ Ἀριστοτέλης, ἔτι δὲ καὶ διὰ τὴν ὁμοιότητα τῶν λόγων τὴν πρὸς Παρμενίδην· μίαν γὰρ ἄμφω τῶν ἀρχῶν ἐναντίωσιν ὑπετίθεντο, καὶ καθάπερ Παρμενίδης τρίτον τι ἐκ πυρὸς καὶ γῆς ὑπετίθετο τὸν ἀέρα καὶ τὸ ὕδωρ, οὕτως καὶ ὁ Πλατῶν τὴν ὕλην τρίτην ἀρχὴν λέγων μεταξὺ τῶν ἐναντίων αὐτὴν ἔλεγεν εἶναι, διότι ἀμφοτέροις ὑπόκειται παρὰ μέρος, δι’ αὐτὸ δὲ τοῦτο καὶ μῖγμα ἀμφοῖν ὡς δεχομένην ἀνφότερα. Καθάπερ Πλατῶν ἐν ταῖς διαιρέσεσι. ζητητέον ποίας καλεῖ διαιρέσεις, ἐν αἷς διατάττειν φησὶ περὶ τούτων τὸν Πλάτωνα. ὁ μὲν οὖν ἐξηγητὴς Ἀλέξανδρος λέγει τὰς φερομένας Πλάτωνος διαιρέσεις νοθεύεσθαι, ἀλλ’ εἴη ἄν, φησίν, ὁ Ἀριστοτέλης λέγων περὶ τῶν ἐν τῷ Σοφιστῇ τῷ διαλόγῳ εἰρημένων, διαιρέσεις καλῶν τὰ ἐν ἐκείνῳ. ἰστέον δὲ ὅτι πρῶτον μὲν ‘διαιρέσεις’ ὅλως Πλάτωνος ἐπιγεγραμμέναι οὐ φέρονται, ἐν δὲ τῷ Σοφιστῇ οὐδὲν φαίνεται τοιοῦτον ὁ Πλατῶν λέγων οἷον εἴρηται ἐνταῦθα, οὐδὲ ἔστιν εὑρεῖν τινα αὐτοῦ δόξαν τοιαύτην αὐτὸν ἐκτιθέμενον· ὅλως γὰρ οὐδὲ περὶ τῶν τοιούτων ἐστὶν αὐτῷ σκοπὸς ἐκεῖσε διαλεχθῆναι, πλὴν ὅτι καθ’ ἱστορίαν διαφόρους δόξας φυσικῶν ἀνδρῶν ἐκτίθεται. ἀποδεκτέον οὖν μᾶλλον ὅπερ τελευταῖον προστίθησιν ὁ Ἀλέξανδρος, φάσκων περὶ τῶν ἀγράφων δογμάτων τοῦ Πλάτωνος λέγειν τὸν Ἀριστοτέλην, ἅπερ αὐτὸς ὁ Ἀριστοτέλης ἀπεγράφετο, καὶ ταῦτα καλεῖν διαιρέσεις. ἐν ἐκείνοις τοίνυν ὁ Πλατῶν τὸ μέγα καὶ μικρὸν καὶ τὸ μεταξὺ τούτων ὑπο- τίθεται. Καὶ σχεδὸν ταὐτὰ λέγουσιν οἵτε δύο καὶ οἱ τρία 50v ποιοῦντες· πλὴν οἱ μὲν τέμνουσιν εἰς δύο τὸ μέσον, οἱ δὲ ἓν μόνον ποιοῦσι. Tοῦτο δύναται περὶ Πλάτωνος καὶ Παρμενίδου εἰρῆσθαι. ὥσπερ γὰρ Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος ἄλλο τι μῖγμα ἐκ τούτων ἐποίει, οὕτω καὶ Πλάτων τρία λέγων δύο μὲν ἐθεώρει κατὰ τὴν ἐναντίωσιν τὸ δὲ τρίτον μεταξὺ τούτων ἐτίθει· ἡ διαφορὰ δὲ μόνον τῶν ἀνδρῶν κατὰ τοῦτο, ὅτι ὁ μὲν Παρμενίδης εἰς δύο διῄρει τὸ μέσον, ἀέρα καὶ ὕδωρ, Πλατῶν δὲ ἀδιαίρετον αὐτὸ ἐφύλαττεν. δύναται δὲ καὶ ἄλλως νοεῖσθαι τὸ ῥητόν, μηκέτι περὶ Πλάτωνος αὐτοῦ ποιουμένου τὸν λόγον, ἀλλ’ ὡς ἀποχρήσαντος μὲν αὐτοῦ τῶν πρὸς τοῦτον λόγων, τοιοῦτον δέ τι λέγοντος, ὅτι ὁ μὲν Παρμενίδης δύο ἀρχὰς ὑποτιθέμενος μέσον τι τούτων ἐλάμβανεν, ὅπερ εἰς ἀέρα καὶ ὕδωρ διῄρει, οἱ δὲ ἐξ ἀρχῆς ἀρχὰς ὑποτιθέμενοι, καθά· περ ὁ Ἴων, τὸ πῦρ καὶ τὴν γῆν καὶ τὸ ὕδωρ, μέσον ἀμφοῖν καὶ αὐτοὶ τὸ ὕδωρ λέγοντες εἶναι ἀδιαίρετον αὐτὸ ἐφύλαττον. μέσον δὲ πυρὸς καὶ γῆς τὸν ἀέρα καὶ τὸ ὕδωρ ὑπετίθεντο, ἴσως τῇ ῥοπῇ προσέχοντες· οὐδὲ γὰρ ἔστιν εἰπεῖν κατὰ τὰς ποιότητας, εἴπερ γῆ μὲν καὶ πῦρ ξηρά, ταῦτα δὲ ἄμφω ὑγρά. Ἔνιοι δὲ εὐθὺς τέτταρα λέγουσιν. οἷον Ἐμπεδοκλῆς. συνάγει δὲ καὶ οὗτος εἰς τὰ δύο. Καὶ ὁ Ἐμπεδοκλῆς, φησί, τέσσαρας ἀρχὰς ὑποτιθέμενος τὰ τέσσαρα στοιχεῖα, ὅμως ἐναντίωσιν μίαν ὑπετίθετο, τὸ μὲν πῦρ θερμὸν εἶναι φάσκων τὰ δὲ ἄλλα τρία ψυχρά. Oὐκ ἔστι δὲ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ ἕκαστον τῶν εἰρημένων μένων ἁπλοῦν, ἀλλὰ μικτά. Δόξει μὲν λέγειν προχειρότερον σκοποῦσιν, ὅτι τὰ στοιχεῖα οὐκ ἔστιν ἁπλᾶ οὐδὲ εἰλικρινῆ, ἀλλὰ μικτὰ καὶ ὑπ’ ἀλλήλων ἀεὶ νοθευόμενα, ὥσπερ πολλοὶ ἐδόξασαν. ἔστι δὲ τοῦτο καθ’ αὑτὸ σκέψεως ἄξιον. καὶ ζητητέον ἐφεξῆς ὅπως ἔχει τοῦτο, εἰποῦσι πρότερον τὴν ἀληθῆ τοῦ ῥητοῦ διάνοιαν. λέγει δὲ ὅτι οὐ καθάπερ αἱ ἄλλαι ἀρχαὶ πρώτως καὶ δευτέρως λεγόμεναι, οὕτω καὶ ὁ ἀὴρ καὶ τὰ ἄλλα ἀπλᾶ τετύχηκεν ὄντα· ἀλλ’ ἔστι, φησί, ταῦτα μικτὰ καὶ σύνθετα ἐξ ὕλης καὶ εἴδους. ἁπλᾶ δέ, φησίν, ἐστὶ τὰ κατὰ τὰς ἐναντιότητας εἴδη· τὸ γὰρ εἶδος τοῦ πυρὸς τὸ κατὰ τὴν συζυγίαν τῶν ποιοτήτων, θερμοῦ φημι καὶ ξηροῦ , θεωρούμενον, τοῦτο ἀπλοῦν ἐστι καθάπερ καὶ ἡ ὕλη ἁπλὴ, τὸ δὲ πῦρ σύνθετον ἤδη ἐξ ἀμφοῖν. Ἡ μὲν οὖν τοῦ ῥητοῦ ἔννοια τοιαύτη τίς ἐστι. ζη|τητέον δὲ καθ’ αὑτὸ τὸ περὶ τῶν στοιχείων πρόβλημα, πότερον οὐδέν ἐστι τῶν στοιχείων εἰλικρινές, ὥς φασί τινες, ἀλλὰ πάντα ἀλλήλοις ἀναμέμικται καὶ ἐξ ἀλλήλων νοθεύεται, ἢ οὐδὲν κωλύει καὶ αὐτὰ καθ’ αὑτὰ ὑφεστηκέναι ἄμικτα τῆς πρὸς ἄλληλα συμπλοκῆς θεωρούμενα. πρὸς ὃ ῥητέον ὅτι εἰ μὲν τὸ πῦρ τῷ ὁρατῷ, καθάπερ Τίμαιος, χαρακτηρίσωμεν καὶ τὴν γῆν τῷ ἁπτῷ, ἔσται οὕτω πάντα ἐν πᾶσι καὶ οὐδὲν ἔσται καθ’ αὑτό· ἁπτὰ γὰρ πάντα τὰ στοιχεῖα καὶ ὁρατὰ σχεδὸν πάντα. εἰ δὲ κατὰ τὸν Ἀριστοτέλην ἕκαστον χαρακτηρίσωμεν, τῷ εὐορίστῳ μὲν τὸ ξηρὸν δυσορίστῳ δὲ τὸ ὑγρόν, καὶ τὸ μὲν θερμὸν τῷ διακριτικῷ τὸ δὲ ψυχρὸν τῷ συγκριτικῷ, οὐδὲν ἔσται τὸ κωλῦον εἶναι αὐτὰ εἰλικρινῆ καὶ ἀμιγῆ πρὸς ἄλληλα· εἰ δὲ μηδέν ἐστι τὸ κωλῦον ἀλλ’ ἐνδέχεται, καὶ ἐκβαίη ἄν. Οἶον τὸ τῷ πυρὶ ὅμοιον, τὸ] πυροειδές, οὐ πῦρ. Αἱ ἐναντιότητες αἱ εἰδοποιοὶ τῶν ἁπλῶν σωμάτων ὅμοιαι, φησί, τοῖς στοιχείοις, οὐ μὴν αἱ αὐταί, διότι τὸ πῦρ ἔοικε μὲν τῇ συζυγίᾳ καθ’ ἣν εἰδοποιεῖται, οὐ μὴν ταὐτὸν ἡ συζυγία καὶ τὸ πῦρ, ἀλλ’ ἡ ὁμοιότης κατὰ τὴν ποιότητα, καὶ ἡ συζυγία πῦρ μὲν οὐκ ἔστι, πυροειδές δὲ καὶ εἶδος τοῦ πυρός. κἀπὶ τῶν ἄλλων δὲ ἑκάστου ὁ αὐτὸς λόγος. Τὸ δὲ πῦρ ἐστιν ὑπερβολὴ θερμότητος, ὥσπερ κρύσταλλος ψυχρότητος. Πῦρ ἐνταῦθά φησι τὸ διακονικόν, ὅπερ ὑπερβολὴν ἔχειν λέγει ζέσεως, ὥσπερ τὸν κρύσταλλον ὑπερβολὴν ψύξεως, καὶ διὰ τοῦτο μηδὲν ζῳογονεῖσθαι μήτε ὑπὸ κρυστάλλου μήτε ὑπὸ τοῦ ἐν χρήσει πυρός, διότι τὸ στοι- χειῶδες πῦρ καὶ τὸ ὕδωρ, ἅπερ καὶ ζωογόνα ἐστὶ καὶ πρὸς σύστασιν τῶν συνθέτων σωμάτων παραλαμβάνεται, ἐξιστάμενα ἐπὶ ἀμετρίαν τὸ μὲν ὕδωρ τὸν κρύσταλλον ἐργάζεται, τὸ δὲ στοιχειῶδες πῦρ τουτὶ τὸ διακονικὸν καὶ ἐν τῇ χρήσει λεγόμενον πῦρ. Ὄντων δὲ τεττάρων τῶν ἁπλῶν σωμάτων, ἑκάτερα τοῖν δυοῖν ἑκατέρου τῶν τόπων ἐστί. Περὶ τῆς πρὸς τοὺς τόπους οἰκειότητος τῶν στοιχείων διαλέγεται, ἥτις ἐστὶ ῥοπὴ αὕτη καθ’ ἣν βαρέα καὶ κοῦφα λέγεται. ὄντων οὖν δύο τόπων, τοῦ μὲν ἄνω ὃν πρὸς τὸν ὅρον φησὶν εἷναι ὅρον καλῶν τὸ πέρας τοῦ περιέχοντος καὶ πέριξ), τοῦ δὲ πρὸς τὸ κάτω καὶ μέσον, τὸ μὲν πῦρ καὶ ὁ ἀὴρ τοῦ ἄνω ἐστὶ τόπου, ὕδωρ δὲ καὶ γῆ πρὸς τὸ κάτω. ἑκάτερα γὰρ τοῖν δυοῖν, τουτέστι τῶν δυάδων τῶν δύο ἑκατέρα ἑκατέρου τῶν τόπων, ἡ μὲν τοῦ ἄνω ἡ δὲ τοῦ κάτω· ἑκάτερα γὰρ εἶπεν οὐδετέρως, οἱονεὶ τὰ ἑκάτερα τῶν δύο. Καὶ ἄκρα μὲν καὶ εἰλικρινέστατα γῆ καὶ πῦρ. Ἄλρα καὶ εἰλικρινῆ καλεῖ κατὰ τὴν ῥοπὴν τὸ πῦρ <καὶ τὴν πῦρ μὲν γὰρ ἄκραν τὴν πρὸς τὸ ἄνω ῥοπὴν ἔχει, γῆ δὲ τὴν πρὸς τὸ κάτω, ὕδωρ δὲ καὶ ἀὴρ μέσως πως ἔχουσι κατὰ τὴν δύναμιν, τὸ μὲν ὕδωρ ἧττον κατώφορον ὑπάρχον τῆς γῆς, ἀὴρ δὲ τῷ πυρὶ ἡσσώμενος κατὰ τὸ ἀνώρροπον. Ἑκάτερα δὲ ἑκατέροις ἐναντία. Ἑκάτερον, φησί, τῶν ἐν τῇ ἑτέρᾳ τῶν δυάδων ἐναντίον ἐστὶν ἑκατέρῳ τῶν ἐν θατέρᾳ, πῦρ μὲν ὕδατι γῇ δὲ ὁ ἀήρ. δεικνὺς δὲ πῶς ποτέ φησιν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι, ἐπιφέρει λέγων ταῦτα γὰρ ἐκ τῶν ἐναντίων παθημάτων ἐστίν. οὐ γὰρ ἡ σύνθετος οὐσί τῇ συνθέτῳ ἐστὶν ἐναντία ὡς ὕλη θεωρουμένη· οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενόν ἐστιν ἐναντιότης ἐν τῇ συνθέτῳ οὐσίᾳ, ἀλλὰ μόνον κατὰ τὰς εἰδοποιοὺς διαφορὰς ἃς καὶ ἐνανκατὰ τὸ εἶδος λέγομεν οὐσίαν. οὕτως δὲ καὶ πῦρ ὕδατί φαμεν ἐναντίον εἶναι, τῷ ἐξ ἐναντίων εἰδοποιεῖσθαι διαφορῶν. ἐν δὲ ταῖς Κατηγορίαις εἰκότως εἶπεν οὐσίαν οὐσίᾳ μὴ εἶναι ἐναντίαν, ὡς ἄν περὶ τῶν συνθέτων οὐσιῶν ποιούμενος τὸν λόγον καὶ μὴ θέμενος ἐκεῖσε μήτε τὴν ὕλην μήτε τὸ εἶδος οὐσίαν λέγεσθαι. Οὐ μὴν ἀλλ’ ἀπλῶς τέτταρα ὄντα ἑνός γε ἕκαστόν ἐστιν. Tεσσάρων ὄντων τῶν εἰδοποιούντων τὸ σῶμα, θερμοῦ ψυχροῦ ξηροῦ ὑγροῦ, ἕκαστον τῶν ἁπλῶν σωμάτων ἀπλῶς καὶ κυρίως ἑνὶ χαρακτηρίζεται· συμπληροῦται μὲν γὰρ ἕκαστον ὑπὸ συζυγίας ποιοτήτων, ὡς εἴρηται, κυριώτερον δέ, φησί, χαρακτηρίζεται ἕκαστον κατὰ μίαν ποιότητα. ὅτι μὲν οὖν ὑπὸ συζυγίας δύο ποιοτήτων ἕκαστον κατέχεται, ἐκεῖθεν δῆλον. ᾗ μὲν γὰρ μεταβλητικά ἐστιν εἰς ἄλληλα, ταύτῃ ἐναντίων αὐτὰ χρὴ ποιοτήτων μετέχειν· ᾗ δὲ γειτνιάζουσιν ἀλλήλοις, ἀνάγκη καὶ κοινωνεῖν αὐτὰ κατά τι. οἷον τὸ πῦρ τῷ ἀέρι γειτνιάζει, καὶ καθὸ μὲν γειτνιάζει, κοινωνήσει αὐτῷ κατά τινα ποιότητα, οἷον τὴν θερμότητα· καθὸ δὲ ἑκάτερον εἰς τὸ ἕτερον μεταβάλλει, ἀνάγκη αὐτὰ κατ’ ἄλλην διαφέρειν ποιότητα ὑγρὰν καὶ ξηράν. ἀλλ’ εἰ καὶ δύο ἕκαστον μετέχει ποιοτήτων, φησί, κατὰ μίαν μάλιστα κυρίως χαρακτηρίζεται, τὸ μὲν πῦρ κατὰ θερμότητα, ἀὴρ δὲ ὢ κατὰ ὑγρότητα, γῆ δὲ κατὰ ξηρότητα. καὶ ἀποροῦσί τινες τί δήποτε τῷ ἀέρι τὴν ὑγρότητα ἀπένειμε καὶ οὐχὶ τῷ ὕδατι, ὑγραντικωτέρου ὄντος τοῦ ὕδατος, ὡς ἔστιν ἐκ τῆς ἐνεργείας ἀμφοτέρων ἰδεῖν· ὁρῶμεν δὲ τὸ ὕδωρ πολλῷ πλέον ἡμᾶς τοῦ ἀέρος ὑγραῖνον. πρὸς οὓς ῥητέον ὅτι ἀμέθοδόν ἐστι μὴ διορισάμενον πρότερον τί ποτέ ἐστι τὸ ὑγρόν, ἐκ τοῦ | ὑγραντικοῦ ποιεῖσθαι τὴν ἀπόδειξιν. ἴδωμεν οὖν τίποτε τὸ ὑγρόν ἐστι κατὰ Ἀριστοτέλην. τὸ δυσόριστον, φησίν, οἰκείῳ ὅρῳ. τοῦτο δὲ τίνι μᾶλλον ὑπάρχει; ἢ δῆλον ὅτι τῷ ἀέρι μᾶλλον ἤπερ τῷ ὕδατι; ὁ γὰρ ἀὴρ μᾶλλόν τε τοῦ ὕδατος κέχυται καὶ διαρρεῖ καὶ δυσοριστότερος ὑπάρχει. τὸ μὲν γὰρ ὕδωρ κἂν σώσῃ ποτέ τινα ὅρον ἀφιέμενον ἄνωθεν, ὡς συνηγμένον πως αὐτὸ καταφέρεσθαι, ὁ δὲ ἀὴρ διαρρεῖ τε καὶ διαχεῖται ῥᾳδίως. εἰ τοίνυν ὑγρόν ἐστι τὸ δυσόριστον, μᾶλλον ἂν εἴη ὑγρὸς ὁ ἀήρ. ζητητέον λοιπὸν πῶς μᾶλλον τὸ ὕδων ὑγραῖνον φαίνεται τὸ σῶμα. ὁρῶμεν δὲ ὅτι καὶ ὁ ἀὴρ αὐτὸς παχυνόμενος καὶ πρὸς τῷ ὕδατι γινόμενος, ὑγραντικώτερος ἀποτελεῖται. τοῦτο δὲ συμβαίνει διὰ τὸ > ὕδωρ παχυμερέστερον ὂν ἀναπληστικὸν εἶναι τῶν ἐν ἡμῖν πόρων, τοῦ ἀέρος ὑπὸ λεπτότητης ῥᾳδίως διαρρέοντος. τοῦτο δὲ εὐλόγως συμβαίνει· τὸ γὰρ ὕδωρ συμφυῶς ἔχει πρὸς τὴν γῆν καὶ ῥᾳδίως αὐτῇ συνδυάζεται συμβαλλομένης εἰς τοῦτο τῆς ῥοπῆς, τοῦ ἀέρος ἀσυνδυάστως πρὸς ταύτην ἔχοντος. διὰ τοῦτο τοίνυν γήινα ὄντα τὰ ἡμέτερα σώματα καὶ ταύτης μᾶλλον μετέχοντα, ὑπὸ τοῦ ὕδατος μᾶλλον ἐνυγραίνεται πεφυκότος ῥᾳδίως ἐγκαταμίγνυσθαι καὶ μὴ διαρρεῖν, καθάπερ ὁ ἀήρ. Ἐπεὶ δὲ διώρισται πρότερον ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις. Δείξας ὅτι τέσσαρά ἐστι τὰ στοιχεῖα, καὶ τίνι ἕκαστον εἰδοποιεῖται, νῦν προτίθεται διδάξαι ὅτι τε ἐξ ἀλλήλων ἔχουσι τὴν γένεσιν, καὶ εἴτε πάντα εἴτε μή, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων γενέσεως. ὅτι μὲν οὖν τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις, διώρισται, φησί, πρότερον· εἴρηται δὲ ἐν τῷ τρίτῳ τῆς Περὶ οὐρανοῦ. λέγει δὲ αὐτὸ τοῦτο κἀνταῦθα, πῇ μὲν τὴν αἴσθησιν ἐπιμαρτυρόμενος πῇ δὲ καὶ λογικῇ ἐφόδῳ κατασκευάζων. τοῦτο δὲ δείξας τρέπεται ἐπὶ τὸν τρόπον τῆς ἐξ ἀλλήλων μεταβολῆς, διδάσκων πῶς τε εἰς ἄλληλα μεταβάλλει καὶ ποῖα μὲν ῥᾷον μεταβάλλει ποῖα δὲ χαλεπώτερον. p, 331a8 Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις· κατὰ γὰρ τῶν ἁπτῶν τὰ πάθη ἡ ἀλλοίωσις. Εἰ μὴ ἐξ ἀλλήλων, φησίν, τοῖς ἁπλοῖς σώμασιν ἡ γένεσις, οὐκ ἄν ἦν ἀλλοίωσις, διότι τὸ γίνεσθαι τούτοις κατὰ τὴν τῶν ἁπτῶν ποιοτήτων μεταβολὴν ὑπάρχει ὡς ἂν κατὰ ταύτας εἰδοποιουμένοις· εἰ δὲ ταῦτα τὰ ἁπτὰ πάθη ἀμετάβλητά φασιν οἱ ἀναιροῦντες τὴν ἐξ ἀλλήλων γένεσιν τῶν στοιδιαρρεῖται χείων, ἀναιροῦσι καὶ τὴν ἀλλοίωσιν, εἴπερ κατὰ τὰ ἁπτὰ πάθη θεωρεῖται ἀλλοίωσις. ἀλλοίωσιν δὲ χρὴ νοεῖν οὐχ, ὥσπερ Ἀλέξανδρος, τὴν γένεσιν· οὐδὲ γὰρ κατάλληλος ἡ ἔννοια τοῦ ῥητοῦ εὑρεθήσεται λέγοντος ὅτι εἰ μὴ ἐξ ἀλλήλων αὐτοῖς ἡ γένεσις, οὐκ ἄν εἴη γένεσις. ἀλλοίωσιν τοίνυν ἀκούειν χρὴ τὴν καθόλου κατὰ ποιότητα μεταβολήν, εἴτε οὐσιώδης εἴτε συμβεβηκυῖα ὑπάρχει ἡ ποιότης. ἀλλ’ ἴσως τις ἐρεῖ· πῶς τὴν καθόλου ἀλλοίωσίν φησι κατὰ τὰ ἁπτὰ πάθη γίνεσθαι; οὐδὲ γὰρ ἡ τοῦ λευκοῦ εἰς μέλαν μεταβολὴ οὐδὲ ἡ τοῦ γλυκέος εἰς τὸ πικρὸν κατὰ τὰ ἁπτὰ πάθη γίνεται. πρὸς ὅ φαμεν ὅτι αἱ ἄλλαι πᾶσαι ἀλλοιώσεις εἰ καὶ μὴ κατὰ τὰ ἁπτὰ πάθη θεωροῦνται, ἀλλ’ οὖν τῇ τῶν ἁπτῶν ποιοτήτων μεταβολῇ ἕπονται· ταῖς γὰρ κράσεσι τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τὰ χρώματα καὶ οἱ χυμοὶ καὶ πᾶσαι αἰ αἰσθηταὶ ποιότητες ἕπονται. Ἅμα δὲ καὶ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. τοῦτο διὰ μέσου ἔγκειται· ἡ γὰρ συνέχεια τοιαύτη τις ὅτι τοῖς ἁπλοῖς σώμασιν ἐξ ἀλλήλων ἡ γένεσις· οὐ γὰρ ἂν ἦν ἀλλοίωσις, διὰ μέσου δὲ τὸ κατὰ τὴν αἴσθησιν φαίνεται γινόμενα. ὑποπίπτει δὲ τῇ αἰσθήσει, ὅτι τὸ τέως ψυχρὸν θερμὸν ἀποτελεῖ καὶ τοὔμπαλιν, καὶ τὸ ὑγρὸν ξηρὸν καὶ τοὔμπαλιν. Καὶ πότερον ἅπαν ἐξ ἅπαντος γίνεσθαι δυνατόν. Οὐ μόνον, φησίν, εἰπεῖν χρὴ ὅτι ἐξ ἀλλήλων γεννῶνται, καὶ τίς ὁ τρόπος τῆς ἐξ ἀλλήλων μεταβολῆς διδάξαι, ἀλλὰ καὶ ὅτι ἕκαστον τῶν τεσσάρων ἐξ ἑκάστου γεννᾶται καὶ οὐκ ἔστι τι αὐτῶν ἀμετάβλητον, καθάπερ ὁ Πλατῶν τὴν γῆν ὑπετίθετο. Ὅτι μὲν οὖν ἅπαντα πέφυκεν εἰς ἄλληλα μεταβάλλειν, <φανερόν>. Νῦν δείκνυσιν ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, ἔστι δὲ ἡ δεῖξις τοιαύτη. τἀναντία ἐξ ἀλλήλων γίνεται εἰς ἄλληλα γὰρ μεταβάλλει· οὐδὲ γὰρ τὸ τυχὸν εἰς τὸ τυχόν, ὡς ἀποδέδεικται), τὰ δὲ στοιχεῖα ἐναντίως ἔχει, τὰ στοιχεῖα ἄρα πάντα ἐξ ἀλλήλων γίνεται καὶ εἰς ἄλληλα μεταβάλλει. ὅτι δὲ τὰ στοιχεῖα ἐναντία, δείξει διὰ τοῦ ἐκθέσθαι τὰς διαφορὰς αὐτῶν ἐναντίας οὔσας, καθ’ ἃς καὶ εἰδοποιοῦνται καὶ εἰς ἄλληλα μεταβάλλουσιν. Ἤδη δὲ καθ’ ἕκαστον οὐ χαλεπὸν ἰδεῖν πῶς. | Eἰπὼν ὅτι ἐξ ἀλλήλων γεννῶνται οὐ τὰ μὲν τὰ δ’ οὔ, ἀλλ’ ἕκαστον ἐξ ἑκάστου, νῦν ἐπὶ δεύτερον μετῆλθε πρόβλημα, τὸν τρόπον ζητῶν τῆς ἐξ ἀλλήλων μεταβολῆς. φησὶ δὲ ὅτι τὰ μὲν ἔχει κοινὴν ποιότητα πρὸς ἄλληλα, ὅπερ σύμβολον προσαγορεύει, ὥσπερ τὸ πῦρ πρὸς τὸν ἀέρα ἔχει κοινωνίαν κατὰ τὴν θερμότητα, καὶ ἀὴρ πρὸς τὸ ὕδωρ κατὰ τὴν ὑγρότητα, καὶ ἁπλῶς εἰπεῖν πάντα τὰ ἐφεξῆς ἀλλήλων· τὰ δὲ οὐδεμίαν ἔχει πρὸς ἄλληλα κοινωνίαν κατ’ ἀμφοτέρας ἐναντία ὄντα τὰς συζυγίας, ὥσπερ ἔχει πῦρ πρὸς ὕδωρ καὶ ἀὴρ πρὸς γῆν. τὰ μὲν οὖν, φησίν, ἔχοντα πρὸς ἄλληλα κοινωνίαν ῥᾷον μεταβάλλει, διότι κατὰ μίαν μόνην ποιότητα μεταβάλλει, τὰ δὲ κατ’ ἄμφω ἐναντία βραδύτερον ἐξ ἄλλήλων γίνεται· δυσχερέστερον γὰρ ἀμφότεραι αἱ ποιότητες μεταβάλλουσι τῆς μιᾶς. καθόλου τοίνυν πάντα εἰς ἄλληλα μεταβάλλει, ἀλλὰ τὰ μὲν συγγένειάν τινα κατὰ μίαν τῶν ἐναντιώσεων <ἔχοντα> ῥᾷον, τὰ δὲ ἐναντία βραδύτερον. Αὕτη μὲν οὖν χρονιωτέρα ἡ γένεσις· ἐὰν δὲ ἑκατόρου θάτερον φθαρῇ, ῥᾴων μέν, οὐκ εἰς ἄλληλα δὲ ἡ τούτων μετάβασις. Eἰπὼν περὶ τῆς μεταβολῆς τῶν σύμβολα ἐχόντων πρὸς ἄλληλα καὶ σύνεγγυς ὄντων, ἣν καὶ ῥᾴστην εἷπεν, ἔτι τε περὶ τῆς τῶν ἐναντίων, ἥτις γίνεται κατ’ ἄμφω μεταβαλλόντων, ἣν καὶ χαλεπωτέραν φησὶν εἶναι, νῦν ἐκτίθεται τρίτην διαφορὰν μεταβολῆς, καθ’ ἣν ἐκ δύο τινῶν τῶν ἐναντίων ἕν τι τρίτον ἀποτελεῖται, ἑκατέρου κατὰ τὴν ἑτέραν ποιότητα μεταβάλλον- τος, οἷον ἐκ πυρὸς καὶ ὕδατος ἐναντίων ὄντων γίνεται ποτὲ μὲν ἀὴρ ποτὲ δὲ 77). ὅταν μὲν γὰρ τὸ πῦρ μεταβάλλῃ κατὰ τὸ ξηρὸν τὸ δὲ ὕδωρ κατὰ τὸ ψυχρόν, μένει τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρόν, ὅπερ εἰδοποιεῖ τὸν ἀέρα· ὅταν δὲ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ὕδατος τὸ ὑγρὸν φθαρείη, μένει τὸ ψυχρὸν καὶ ξηρὸν ἀποτελεστικὰ ὄντα τῆς γῆς. οὕτω δὲ κἀπὶ ἀέρος καὶ γῆς συμβαίνει. ποτὲ μὲν γὰρ ὕδωρ ἔσται, ὅταν τοῦ μὲν ἀέρος τὸ θερμὸν τῆς δὲ γῆς τὸ ξηρὸν φθαρῇ • μένει γὰρ τὸ θερ- μὁν καὶ ξηρόν, ἅπερ εἰδοποιεῖ τὸ πῦρ. τοῦτο μὲν οὖν τὸ ἐκ δύο μετα- ὢ βαλλόντων στοιχείων ἕν τι ἀποτελεῖσθαι ἕτερον ὂν παρὰ ταῦτα ἐπὶ τῶν ἐναντίων συμβαίνει στοιχείων, ἐπὶ δὲ τῶν ἐφεξῆς οὐκέτι· οὔτε γὰρ πυρὸς καὶ ἀέρος μεταβαλλόντων δυνατὸν ἄλλο τι τρίτον ἀποτο͂λεσθr-ι αἰ, οὔτε ἀέρος καὶ ὕδατος, οὔτε ὕδατος καὶ γῆς. καὶ σαφηνείας ἕνεκεν γυμναζέσθω ὡς ἐπὶ πυρὸς καὶ ἀέρος. φημὶ δὴ ταῦτα μὴ δύνασθαι μεταβαλόντα κατὰ τὴν ἑτέραν τῶν ποιοτήτων ἕν τι ἀποτελέσαι παρὰ ταῦτα. ἀνάγκη δὴ ἢ τοῦ μὲν πυρὸς τὸ θερμὸν τοῦ δὲ ἀέρος τὸ ὑγρὸν φθαρῆναι, καὶ ὑπολειφθήσεται τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμὸν ὅπερ τὸ πῦρ εἰδοποιεῖ, καὶ οὐκ ἔσται ἄλλο τι παρὰ ταῦτα· ἢ ἔμπαλιν τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν, καὶ ἔσται τὸ ὑπολιμπανόμενον θερμὸν καὶ ὑγρὸν ταὐτὸν τῷ ἀέρι· ἢ τοῦ μὲν πυρὸς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ ὑγρόν, καὶ καταλεί- πεται δύο θερμὰ μηδὲν εἰδοποιοῦντα· ἢ καὶ τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν φθαρήσεται, καὶ ἔσται λοιπὰ τὸ ξηρὸν καὶ ὑγρὸν ἐναντία ὑπάρ- χοντα ἃ μὴ συνδυάζεται. καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν ἐφεξῆς ὁ αὐτὸς λόγος. ᾧ δῆλον ὅτι κατ’ οὐδένα τρόπον δύναται ἐκ τῶν ἐφεξῆς μετα- βαλλόντων ἕν τι τρίτον ἀποτελεσθῆναι. Ἡ μὲν οὖν τοῦ ῥητοῦ πᾶσα ἔννοια τοιαύτη τις ὑπάρχει, ἐνδέχεται δὲ διαφόρως ἐκλαβεῖν τὸ εἰρημένον. ὁ μὲν | γὰρ Ἀλέξανδρος ἀπλούστε- ρον, καθάπερ καὶ φαίνεται λέγων Ἀριστοτέλης, οὕτως ἐξηγήσατο, φάσκων τὰ ἐναντία στοιχεῖα δύνασθαι ἕν τι κατὰ ἀριθμὸν ἀποτελέσαι, ἑκατέρου αὐτῶν τὴν μὲν ἑτέραν τῶν ποιοτήτων μεταβάλλοντος, τὴν δὲ ἑτέραν φυλάξαντος. ἡ γὰρ 7^ καὶ ὁ ἀὴρ ποτὲ μὲν irup, ποτὲ δὲ ὕδωρ ἀποτε- •35 λοῦσιν. εἰ γὰρ φθαρείη τοῦ μὲν ἀέρος τὸ ὑγρὸν καὶ μένει τὸ θερμόν, τῆς δὲ γῆς τὸ ψυχρὸν ὡς ὑπολειφθῆναι τὸ ξηρόν, τὸ πῦρ ἀποτελεσθήσε- τᾶι· καὶ ὕδωρ δὲ πάλιν ἔσται τοῦ μὲν θερμοῦ καὶ ξηροῦ φθαρέντος, ὑπο- λειφθέντος δὲ τοῦ ὑγροῦ καὶ ψυχροῦ. καὶ διὰ τοῦτο, φησὶν ὁ Ἀλέξανδρος, εἴρηκεν ταύτην τὴν μεταβολὴν ῥᾷον γίνεσθαι τῆς ἐξ ἐναντίας ἐναντίον ἓν ἐξ ἑνὸς ποιούσης, διότι, φησίν, ἐν μὲν τῷ γίνεσθαι πῦρ ἐξ ὕδατος δύο φθείρονται ποιότητες, τὸ θερμὸν καὶ ξηρόν, καὶ ἕτεραι δύο γεννῶνται, τὸ ὑγρὸν καὶ τὸ ψυχρόν, ἐπὶ δὲ τῆς προκειμένη μεταβολῆς, καθ’ ἣν ἐκ δύο ἓν ἀποτελεῖται τρίτον, δύο μὲν φθείροντι, οὐ γεννῶνται δὲ ἕτεραι. οὕτως μὲν ὁ Ἀλέξανδρος. δυνατὸν δὲ λέγειν ὅτι Ἀριστοτέλης ἕν φησιν ἀποτε- λεῖσθαι ἐκ δύο, οὐ κατὰ ἀριθμὸν ἕν, ἀλλὰ τῷ εἴδει. οὐδὲ γὰρ δυνατὸν τῆσδέ τινος τῆς ποιότητος φθαρείσης μὴ οὐ τὴν ἐναντίαν γενέσθαι, οἷον, φησίν, ἐκ πυρὸς καὶ ὕδατος μεταβαλλόντων ἀὴρ ἀποτελεῖται, οὐχ εἰς κατ᾿ ἀριθμόν, ἀλλ’ ἄλλος μὲν ἐκ πυρὸς ἕτερος δὲ ἐξ ὕδατος. φθειρομένης γὰρ τῆς τοῦ πυρὸς ξηρότητος ἐπιγίνεται πάντως ὑγρότης, καὶ ἀποτελεῖται ὁ ἀήρ. καὶ τὸ ὕδωρ ὡσαύτως ἀποβάλλον τὴν ψῦξιν προσκτᾶται θερμότητα καὶ ἀὴρ ἀποτελεῖται. καὶ ἴσως τις ἐρεῖ· εἰ δύο μὲν φθείρεσθαι λέγοιμ‘εν ποιότητας δύο δὲ γίνεσθαι, πῶς ἂν εὐχερεστέρα λέγοιτο ἡ μεταβολὴ αὐτὴ τῆς εἰς τἀναντία μεταβολῆς, εἴ γε ἐφ’ ἑκατέρας μεταβολῆς δύο ποιοτήτων γένεσις καὶ δύο φθορὰ θεωρεῖται; πρὸς ὃν εὐλόγως ἐροῦμεν ὅτι του μὲν ἐναν·τίου εἰς τὸ ἐναντίον μεταβάλλοντος περὶ τὸ αὐτὸ θεωρεῖται ἡ πάσα μεταβολή, τουτέστιν ἡ γένεσις τῶν δύο καὶ ἡ φθορὰ τῶν ἄλλων δύο ποιοτήτων, ἐπὶ δὲ τῆς προκειμένης μεταβολῆς, καθ’ ἣν ἓν ἐκ δύο ἀποτελεῖται, περὶ δύο θεωρεῖται ἡ τῶν δύο ποιοτήτων μεταβολὴ ἑκατέρου κατὰ μίαν μεταβάλλοντος ποιότητα, τοῦ μὲν πυρὸς κατὰ τὴν ξηρότητα μεταβάλλοντος τοῦ δὲ ὕδατος κατὰ τὴν ψυχρότητα. αὕτη δὲ ῥᾴστη ἐστὶν ἡ μεταβολὴ μηδὲν διαφέρουσα τῆς πρώτης παρ’ αὐτοῦ εἰρημένης, καθ’ ἣν ἓν εἰς ἓν μεταβάλλει τῶν ἐφεξῆς ἀλλήλων καὶ σύμβολα ἐχόντων πρὸς ἄλληλα, ἢν καὶ εὐχερεστέραν πασῶν εἶναι ἀπεφήνατο. Ὁμολογουμένη δὲ καὶ τῇ αἰσθήσει ἡ τοῦ πυρὸς γενεσις· μάλιστα μὲν γὰρ πῦρ ἡ φλόξ, αὕτη δ’ ἐστὶ καπνὸς καιόμενος· Eἰπὼν ὅτι ἐκ γῆς καὶ ἀέρος ἕν τι ἀποτελεῖται, ποτὲ μὲν πῦρ ποτὲ δὲ ὕδωρ, φησὶν ὅτι ἐπὶ πυρὸς ἔστι φανερὰν ἰδεῖν τὴν τοιαύτην γένεσιν· η γαρ φλόξ, φησί, πῦρ τυγχάνουσα οὐδὲν ἕτερόν ἐστιν ἢ καπνὸς καιόμενος, ὁ δὲ καπνὸς μῖγμά ἐστιν ἀέρος καὶ γῆς· ἡ γὰρ ἀπὸ τῆς ὑγρότητος ἀναθυμίασις ἔχουσα σὺν αὑτῇ μεμιγμένον τι γεῶδες συνίστησι τὸν καπνόν, μεταβαλλόντων δὲ τῆς μὲν γῆς κατὰ τὸ ψυχρὸν τοῦ δ’ ἀέρος κατὰ τὸ ὑγρὸν ἡ φλὸξ γίνεται, ἔχουσα τῆς μὲν γῆς τὸ ξηρὸν τοῦ δ’ ἀέρος τὸ θερμόν· Ἔv δετοῖς ἐφεξῆς οὐκ ἐνδέχεται φθαρέντος ἑκα- τέρῳ θατέρου. Καὶ τοῦτο τὸ ῥητὸν ὡσαύτως τῷ προτέρῳ διττῶς ἐνδέχεται ἐξηγήσασθαι, κατὰ μὲν Ἀλέξανδρον λέγοντας ὅτι] τὰ ἐφεξῆς ἀλλήλων μὴ δύνασθαι ἕν τι ἀπογεννῆσαι· εἰ γὰρ ὑποθώμεθα ἐξ ἑκατέρου μίαν φθειρο- μένην ποιότητα, αἱ ὑπολειπόμεναι ἢ ἐναντίαι εὑρεθήσονται ἢ αἱ αὐταί, οὐ δύναται δὲ οὐδὲ ἐξ ἐναντίων οὐδ’ ἐκ μιᾶς καὶ τῆς αὐτῆς ποιότητος ἀποτελεσθῆναι τρίτον, καθάπερ πρότερον σαφέστατα ἐδείξαμεν. κατὰ μὲν Ἀλέξανδρον οὕτως. κατὰ δὲ τοὺς λέγοντας μὴ δύνασθαι φθαρείσης ποιότητος μὴ ἐπιγενέσθαι τὴν ἐναντίαν, οὐκ ἔσται ἀληθὲς τὸ λέγειν ἐκ τῶν ἐφεξῆς μεταβαλλόντων μὴ δύνασθαι τρίτον τι ἀποτελεσθῆναι· ἐκ γὰρ τοῦ πυρὸς καὶ ἀέρος, μεταβάλλοντος κατὰ μίαν ποιότητα ἑκατέρου, ἔσονται. ἀλλ’ εἰ μὲν ἑκάτερον μεταβάλλοι κατὰ θερμότητα, ἔσται γῆ καὶ ὕδωρ, ἐκ μὲν πυρὸς γῆ ἐξ ἀέρος δὲ ὕδωρ· * * * καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. πῶς οὖν δυνατὸν κατὰ ταύτην τὴν ἐξήγησιν ἀληθῆ σῴζειν τὴν Ἀριστοτελικὴν ἔννοιαν; ἢ λέγοντα ὅτι λόγῳ μόνῳ θεωρήσας ἐξ ἑκατέρου μίαν ποιότητα ὑπολειπομένην ἔφη ταύτας μὴ δύνασθαι συνδυασθείσας ἀποτελέσαι τρίτον τι ἕτερον. τῆς τῶν πραγμάτων φύσεως μὴ ἐχούσης οὕτως; οὐδὲ γὰρ δυνατὸν τοῦ πυρὸς φθαρείσης τῆς θερμότητος μὴ οὐχὶ ἐπιγενέσθαι ψῦξιν, οὐδὲ ἐπὶ τῶν ἄλλων οὐδενός. ὥστε κατ’ ἐπίνοιαν χρὴ μόνον λαβεῖν τὸ εἰρη- μένον σῳζόμενον, ὅτι ἐὰν ἀφελόντες τοῦ πυρὸς καὶ τοῦ ἀέρος τὸ θερμὸν λάβωμεν τὰς ὑπολειπομένας, τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος | τὴν ὑγρότητα, οὐδενὸς ἔσονται αὗται συστατικαί, ὡς ἂν ἐναντίαι οὖσαι καὶ τῷ αὐτῷ μὴ δυνάμεναι ὑπάρχειν. ἀλλ’ οὐδὲ εἰ τοῦ μὲν πυρὸς τὴν ξηρότητα τοῦ δ’ ἀέρος τὴν ὑγρότητα ἀφέλωμεν, δυνατὸν ἐκ τοῦ κατὰ τὸ πῦρ καὶ τὸν ἀέρα θερμοῦ συστῆσαι στοιχεῖον· κατὰ συζυγίαν γὰρ τούτων ἕκαστον εἰδοποιειται. Ἑv ἅπασι γὰρ τοῖς ἐφεξῆς ἐνυπάρχει τὸ μὲν ταὐτὸν τὸ δὲ εναντιον. Σαφῶς αὐτὸς ἐδίδαξε διὰ τί ἐκ τῶν ἐφεξῆς ἑκατέρου μίαν ὑπολιπόντες ποιότητα οὐ γεννᾶταί τι· ταῦτα γάρ, φησί, τὴν μὲν ἑτέραν τῶν ποιοτήτων κοινὴν ἔχουσι, τὴν δὲ ἑτέραν ἐναντίαν, οὕτε δὲ τῶν ἐναντίων ὑπολειφθεισῶν οὔτε τῆς αὐτῆς ποιότητος δυνατὸν γενέσθαι τι ἕτερον. Ὥσθ᾿ ἅμα δῆλον ὅτι τὰ μὲν ἐξ ἑνὸς εἰς ἓν μετα- βαίνοντα. Συμπεραινόμενος τὸν λόγον ἀναλαμβάνει τὰ εἰρημένα, ὅτι ὅταν μὲν ἐξ ἑνὸς γίνηται, μιᾶς φθαρείσης ποιότητος, ἀποτελεῖταί τι, ὡς ἐπὶ τῶν ἐχόνοὔτε τῶν πρὸς ἄλληλα σύμβολα· ὅταν δὲ ἐκ δύο ἓν γίνηται, δύο φθείρονται ποιότητες. ὡσαύτως δὲ καὶ ὅταν τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνηται· καὶ τότε γὰρ δύο φθείρονται ποιότητες, ὡς εἴρηται. Οὐ μὴν ἀλλ’ ἔτι καὶ ὧδε θεωρήσωμεν περὶ αὐτῶν. Δείξας ὅτι τέσσαρα τὰ στοιχεῖα καὶ πάντα εἰς ἄλληλα μεταβάλλει, ἔτι τε διδάξας τὸν τρόπον τῆς εἰς ἄλληλα μεταβολῆς αὐτῶν, νῦν προτίθεται οἷον ἀρχήν τινα ποιησάμενος ἄλλης ἐφάψασθαι θεωρίας τῇ περὶ τῶν στοιχείων σκέψει προσηκούσης. τίς δ’ αὕτη ῥητέον. ἐπειδὴ ἀρχόμενος τοῦ βιβλίου ἐξέθετό τινας τῶν παλαιοτέρων δόξας περὶ τῶν ἀρχῶν γενομένας καὶ διελέχθη οὐ πρὸς πάσας, ἀλλὰ μόνην τὴν Ἀναξιμάνδρου ἤλεγξεν ἐπὶ βραχύ, καὶ πρὸς Τίμαιον διαλεχθεὶς ὡς οὐ σαφῶς περὶ τῆς ὕλης διορίζοντα, νῦν μετὰ τὴν τῶν στοιχείων ἅπερ αὐτὸς ἔθετο ἀπόδειξιν ἐκτίθεται πάσας τὰς περὶ στοιχείων δόξας, ὅσας τε οἱ παλαιότεροι ἐδόξασαν καὶ ὅσας δυνατὸν τῇ διαιρέσει ἑπόμενον ὑποθέσθαι, καὶ πάσας ἐλέγχων τὰς ἄλλας καταλείπει τὴν παρ’ αὐτοῦ εἰρημένην ὡς ἀληθῆ. ἔστι δὲ καὶ οὕτως τὸν σκοπὸν τῶν προκειμένων ἀφορίσαι. εἰπὼν τρεῖς ἀρχὰς εἶναι, τὴν ὕλην τὴν ἐναντίωσιν τὰ στοιχεῖα, εἶτα διδάξας περὶ τῶν ἐναντιώσεων, τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ τοῦ ξηροῦ καὶ ὑγροῦ, καὶ προσέτι περὶ τῶν στοιχείων, νῦν βούλεται καὶ περὶ τῆς ὕλης τῆς ὑποκειμένης τοῖς στοιχείοις διδάξαι, εἴτε ἓν τούτων πᾶσιν ὑπόκειται εἴτ’ ἄλλο τι παρὰ ταῦτα. ἵν’ οὖν τοῖς κατὰ μέρος παραδιδομένοις ῥᾳδίως παρακολουθῶμεν, προσληπτέον διαίρεσιν ἐν ᾗ πάντα τὰ μέλλοντα λέγεσθαι ἐμπεριέχεται. ἀνάγκη γὰρ τὸν ἀρχὰς σωματικὰς τῶν ὄντων ὑποτιθέμενον ἤτοι μίαν λέγειν ἢ πλείους· καὶ εἰ μίαν, ἤτοι ἑτέραν οὖσαν τῶν τεσσάρων, ὡς Ἀναξίμανδρος ἔλεγεν, ἢ ἓν τῶν τεσσάρων, ὡς Ἡράκλειτος καὶ Θαλῆς καὶ οἱ ἄλλοι· καὶ εἰ ἓν τῶν τεσσάρων, ἤτοι ὡς ἀμετάβλητον ἢ ὡς μεταβλητικόν· καὶ εἰ ἀμετάβλητον, ἤτοι ὡς ὕλης τάξιν ἐπέχον πρὸς τὰ λοιπὰ τρία καὶ τὰ ἐκ τούτων σύνθετα, ὡς ἔφασκον οἱ ἀέρα ἢ πῦρ ἀρχὴν τῶν ὄντων ὑποτιθέμενοι, ἢ ὡς μηδὲ ὕλης λόγον ἐπέχον πρὸς τὰ ἄλλα, ὅπερ οὐδεὶς ὑπέθετο. εἰ δὲ ἓν καὶ μεταβλητικὸν φαίη τις, ὡς μὲν ὕλην οὐκέτι δυνατὸν ἀρχὴν τοῦτο ὑποδύο θέσθαι, κατ’ ἄλλον δὲ τρόπον δυνατὸν ἴσως ἀρχὴν τοῦτο λέγειν, οἱονεὶ προσεχεστέραν ὕλην, ὡς ἄν μηδενὸς ἐκ τῆς πρώτης ὕλης γενέσθαι δυναμένου μὴ πρῶτον πυρὸς γενομένου, εἰ πῦρ εἴη ἡ ἀρχή, καὶ διὰ τούτου εἰς τὴν τῶν ἄλλων φύσιν μεταβάλλοντος, λέγω δὲ ἀέρος καὶ ὕδατος καὶ γῆς, ὡς δέον τὸ γινόμενον ἀέρα πῦρ πρότερον γενέσθαι, ὡσαύτως δὲ καὶ τὸ ὕδωρ διὰ πυρὸς πρότερον ὁδεῦσαν γενέσθαι ὕδωρ, κἀπὶ τῶν ἄλλων ὡσαύτως. ταῦτα μὲν οὖν εἰ μία εἴη ἡ ἀρχή. εἰ δὲ πλείους, ἤτοι ἐλάττους ἔσονται τῶν τεσσάρων ἢ πάντα τὰ τέσσαρα· πλεῖον γὰρ οὐδεὶς ὑπέθετο. εἰ μὲν οὖν τινὰ τῶν τεσσάρων ἀρχὰς θώμεθα, ἀνάγκη πάλιν ταῦτα ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ λέγειν· καὶ εἰ ἀμετάβλητα, ἢ ὡς ὕλην ὑποκείμενα τοῖς ἄλλοις ἢ οὔ· καὶ πάντα ἀπλῶς ὅσα περὶ τοῦ ἑνὸς εἴρηται, τὰ αὐτὰ δυνατὸν λέγεσθαι κἀπὶ τῶν πλειόνων μὲν ἔλαττον δὲ τῶν τεσσάρων. εἰ δὲ τὰ τέσσαρα εἴη, ἤτοι ἀμετάβλητα, ὡς Ἐμπεδοκλῆς, ἐροῦμεν, ἤ μεταβλητικά· καὶ εἰ μεταβλητικά, ἢ πάντα, ὡς αὐτῷ δοκεῖ, ἢ τὰ μὲν τὰ δ’ οὔ, ὥσπερ ὁ Πλατῶν ἔφασκε, τὴν γῆν ἀμετάβλητον οἰόμενος εἶναι. ἡ μὲν οὖν πᾶσα διαίρεσις τοιαύτη τις. ἀποτείνεται δὲ πρότερον πρὸς τὸ δεύτερον τμῆμα τῆς διαιρέσεως, τὸ λέγον ἓν τῶν τεσσάρων ἀμετάβλητον ὑπάρχον ἀρχὴν ὑλικὴν εἶναι τῶν ἄλλων, εἶτα τοῦτο ἐλέγξας ἐρεῖ τινα καὶ πρὸς τὴν Ἀναξιμάνδρου δόξαν, ἣν ἤλεγξε μὲν κἀν τοῖς προλαβοῦσιν, ἐλέγχει δὲ καὶ νῦν δι’ ἑτέρων τινῶν λόγων, καὶ μετὰ ταῦτα τρέπεται ἐπὶ τὸ τέταρτον τμῆμα, τὸ ἓν τῶν τεσσάρων μεταβλητικὸν ὑποτιθέμενον. τὸ γὰρ τρίτον οὐδὲ λόγου ἀξιοῖ, τό φάσκον ἕν τι τῶν τεσσάρων ἀρχὴν εἶναι ἀμετάβλητον ὂν καὶ ἐν ὕλης τάξει μὴ ὑποκείμενον, ὡς εὔηθες· εἰ γὰρ ἀμετάβλητόν ἐστι καὶ ὡς ὕλη μὴ ὑπόκειται, πῶς ἔσται ἀρχὴ τῶν ἄλλων μηδεμίαν ἔχουσα σχέσιν πρὸς ταῦτα; οἷς δὲ τὰ προειρημένα τμήματα λόγοις ἐλέγχεται, τοῖς αὐτοῖς καὶ ἡ τινὰ τῶν τεσσάρων ἀρχὰς λαμβάνουσα ὑπόθεσις ἐλέγχεται. καὶ γὰρ καὶ αὐτὴ ἢ ἀμετάβλητα ἢ μεταβλητικὰ ὑποτίθεται, καὶ ἢ ὕλης λόγον ἐπέχοντα πρὸς τὰ ἄλλα ἢ μή· ὥστε καὶ οἱ ἔλεγχοι κοινοὶ ἔσονται, ὡς προἰόντος τοῦ λόγου δείκνυμεν. Εἰ γὰρ ἐστί τι τῶν φυσικῶν σωμάτων ὕλη, ὥσπερ καὶ δοκεῖ ἐνίοις, ὕδωρ καὶ ἀὴρ καὶ τὰ τοιαῦτα. | Νῦν ἐλέγχει τὸ τμῆμα τὸ φάσκον ἕν τι τῶν φυσικῶν καὶ ἁπλῶν 53v σωμάτων ὕλην εἶναι τῶν ἄλλων. Ἀνάγκη ἤτοι ἓν ἢ δύο εἶναι ταῦτα ἢ πλείω. Eἰπὼν ὅτι ἀνάγκη τὸν ὑποτιθέμενον ἀρχὴν τῶν ἄλλων ὡς ἀμετάβλητον καὶ ὕλης λόγον ἐπέχον ἤτοι ἕν τι τῶν τεσσάρων ὑποτίθεσθαι ἢ δύο ἡ πλείω, ἐφεξῆς ὡς ἐπὶ ἑνὸς γυμνάζει τὸν λόγον, φάσκων ἓν μὲν δὴ πάντα οὐχ οἷόν τε εἶναι· δι’ ὧν γὰρ δείκνυμεν ἀδύνατον ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ δύο δυνατὸν οὐδὲ τρία. διόπερ ὡς ἐπὶ ἑνὸς ποιεῖται τὸν λόγον. Eἴπερ ἡ μεταβολὴ εἰς τἀναντία. Ὡμολογημένου, φησί, τοῦ τὴν μεταβολὴν εἰς τἀναντία ‘γίνεσθαι, ἀδύνατον τὸν ἀέρα ἢ τὸ ὕδωρ ὕλην εἶναι τῶν λοιπῶν· τούτῳ γὰρ χρώμενος ἐφεξῆς δείκνυσι τὸ ἀδύνατον, ὡς μαθησόμεθα. Εἰ γὰρ εἴη ἀήρ, εἰ μὲν ὑπομένει. Eἰπὼν τὸ εἰ μὲν ὑπομένει εἴασε τὸ ἕτερον προσυπακούεσθαι, ἔστι δὲ τοῦτο ἱεῖ δὲ μὴ ὑπομένει ἀλλὰ μεταβάλει᾿· τοῦτο γάρ ἐστι τὸ ἀντιδιαιρούμενον, ὅπερ ἐν τοῖς ἐφεξῆς ἐξετάζει, τέταρτον ὂν τμῆμα τῆς παραδεδομένης διαιρέσεως. ὅπως δὲ τέως τὸ παρὸν ἐλέγχει, τὸ μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην ἀμετάβλητον εἶναι τῶν λοιπῶν, θεωρητέον. Εἰ μὲν ὑπομένει, ἀλλοίωσις ἔσται ἀλλ’ οὐ γένεσις. ἅμα δὲ οὐδὲ οὕτως δοκεῖ, ὥσθ’ ὕδωρ ἅμα εἶναι καὶ ἀέρα. Εἰ ἐξ ἑνός, φησί, τῶν τεσσάρων μὴ μεταβάλλοντος ἀλλ’ ἐν ὕλης τάξει ὑποκειμένου καὶ ὑπομένοντος τἆλλα ἀποτελοῦνται, πρῶτον μέν, φησίν, οὐκέτι ἔσται γένεσις, ἀλλὰ ἀλλοίωσις ἡ γὰρ περὶ εἰδοπεποιημένον γινομένη κατὰ ποιότητα μεταβολὴ ἀλλοίωσίς ἐστιν, εἰδοπεποιημένα δὲ πάντα τὰ στοιχεῖα, ὧν ἕν τι πρόκειται ὑπομένον ποιεῖν τἆλλα), ἔπειτα, φησίν, εἰ μένων ὁ ἀὴρ ὑποκείσθω γὰρ τοῦτο ὂν ἀρχή) πῦρ γίνεται, ἔσται τὸ αὐτὸ πῦρ καὶ ἀήρ, ὅπερ μάχεταί τε τοῖς φαινομένοις καὶ τἀναντία ἐν τῷ αὐτῷ εἰσάξει ὑπάρχοντα. εἰ γάρ, ὡς ἡ ὑπόθεσις, ὁ ἀὴρ ὑπομένων γέγονε πῦρ, ἐπειδὴ ἀνάγκη τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν ἀντιθέσεως ἁπτῆς οὔσης τὴν ἑτέραν εἶναι ἐν τῷ πυρί, κείσθω θερμὸν ὄν. ἔσται οὖν ὁ ἀὴρ ὁ πῦρ γενόμενος οὐδὲν ἄλλο ἢ θερμὸς ἀήρ, καὶ ταύτῃ ἀληθὲς ἄν εἴη τὸ μὴ εἶναι γένεσιν ἀλλὰ ἀλλοίωσιν τὸ γινόμενον. ἔπειτα καὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ ἐξ ἀνάγκης ἕξει. εἰ γὰρ πῦρ ὁ ἀὴρ γενόμενος θερμὸς ἀπετελέσθη, λέσθη, δῆλον ὅτι πρότερον οὐκ ἦν θερμός· εἰ γὰρ ἦν θερμός, πῶς γέγονε θερμός; εἰ δὲ μὴ εἶχε τὴν θερμότητα, τῇ ἐναντίᾳ πάντως κατείχετο ποιότητι. ἡ γὰρ μεταβολὴ ἐξ ἐναντίων, καὶ προείληπται ὅτι αἱ ἀναντιώσεις κοιναί εἰσιν ὑπὸ πάντων κατεχόμεναι. εἰ γὰρ ὁ ἀὴρ μὴ ὢν θερμὸς γέγονε θερμὸς εἰς πῦρ μεταβαλών, ψυχρὸς ἦν δήπου. ἀλλὰ καὶ νῦν πῦρ ὢν ἐφύλαξε τὴν τοῦ ἀέρος φύσιν· ἐν τῷ αὐτῷ ἄρα ἕξει ψῦξιν μὲν ὡς ἀήρ, θερμότητα δὲ ὡς πῦρ. τὸ αὐτὸ καὶ εἰ μένων ὁ ἀὴρ καὶ εἰς πῦρ μεταβάλλων ξηρὸς γέγονεν· ἦν γὰρ καὶ ὑγρός· ἅμα ἄρα ξηρὸς καὶ ὑγρὸς ἔσται. δείκνυσι δὲ τοῦτο καὶ ἔμπαλιν. ἀνακάμπτον γάρ, φησί, τὸ πῦρ εἰς τὴν τοῦ ἀέρος οὐσίαν ἀποβάλλει τὴν θερμότητα, ταύτην δὲ ἀποβάλλον ψῦξιν ἐξ ἀνάγκης προσκτᾶται, διὰ τὸ προσληφθὲν ἀξίωμα· εἰ δὲ ψυχρὸς ὁ ἀὴρ κατὰ φύσιν γεγονὼς πῦρ καὶ μὴ μεταβάλλων τοῦτο γὰρ ὑπόκειται), ἐν τῷ αὐτῷ ἄρα θερμότητα καὶ ψῦξιν ἐκτήσατο, ὅπερ ἀδύνατον. τὸν δὲ ἀέρα ψυχρὸν εἶπεν καθ’ ὑπόθεσιν προαγαγὼν τὸν λόγον· κατὰ γὰρ τὸ ἀληθὲς κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν μεταβολὴ γίνεται ἐν τῇ ἐξ ἀέρος εἰς πῦρ γενέσει. Ἅμα δὲ πάλιν εἰ ἔσται ἐκ πυρὸς ἀήρ, τοῦ δθρμοῦ εἰς τοὐναντίον μεταβάλλοντος ἔσται. ὑπάρξει ἄρα τοῦτο τῷ ἀέρι. Οὐκ ἀναγκαία μοι δοκεῖ ἡ ἀντιστροφή. οὐδὲ γὰρ ὑπόκειται μένον πῦρ καὶ γενόμενον ἀήρ, ἀλλὰ μεταβάλλον· εἰ δὲ τοῦτο, οὐχ ὡς θερμὸν μεταβάλλει ἵνα γένηται ἀήρ, ἀλλ’ ὡς ξηρόν. τάχα δὲ οὐδὲ τὸ πρότερον ἀναγκαῖον. μένων γὰρ ὁ ἀὴρ γινέσθω πῦρ καὶ ἀλλοιούσθω· ἀλλ’ οὐ κατὰ τὸ θερμὸν ἀνάγκη ἀλλοιοῦσθαι, ἵνα ἅμα ψυχρὸς ᾖ καὶ θερμός ἔστι γὰρ θερμός), ἀλλὰ κατὰ τὸ ξηρόν, καὶ τὸ ἄτοπον τὸ ὑγρὸν εἶναι ἅμα καὶ ξηρόν, οὐ μὴν ψυχρὸν καὶ θερμόν. Ἄλλο τι ἄρα ἀμφότερα τὸ αὐτὸ ἔσται. Εἰ μὴ δυνατόν, φησί, τὸν ἀέρα ὑπομένοντα ἀμετάβλητον ποιῆσαι τὸ πῦρ, δῆλον ὅτι ἄλλο τι ὑποκείμενον τὸ αὐτὸ μένον ἀμφότερα ἔσται καὶ πῦρ καὶ ἀήρ, ποτὲ μὲν τοῦτο ποτὲ δὲ ἐκεῖνο γινόμενον, ὅπερ ἐστὶν ἡ ὕλη. Οὐ μὴν οὐδ’ ἄλλο τι παρὰ ταῦτα. Ἐx τῶν εἰρημένων, φησί, δῆλον ὅτι οὐδὲν τῶν τεσσάρων δύναται ὕλη τῶν λοιπῶν εἶναι, ἀλλ’ οὐδὲ ἄλλο τι σῶμα ὂν καὶ ὑφεστὼς παρὰ τὰ τέσσαρα δύναται ὕλη εἶναι τῶν τεσσάρων. καὶ τρέπεται ἐνταῦθα πρὸς τὴν Ἀναξιμάνδρου δόξαν ὑποτιθεμένην σῶμά τι ὑφεστὼς μέσον ἀέρος καὶ πυρὸς ἡ ὕδατος καὶ ἀέρος, ἣν ἤλεγξε καὶ πρῶιον, ἐλέγχει δὲ καὶ νῦν δι’. ἑτέ- ρων ἐγχειρήσεων. Ἔσται γὰρ ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως. Τὸ με|ταξύ, φησί, κατὰ Ἀναξίμανδρον εἰ ὑφεστηκὸς ὂν σῶμα ὑπομένει ἐν τῇ παρ’ ἑκάτερα μεταβολῇ, ἐναντίωσιν ἕξει πρὸς ἑκάτερον ἐξ ἀνάγκης, καὶ ἔσται κατὰ τὸ αὐτὸ θερμὸν καὶ ψυχρόν. εἰ γὰρ ὡμολόγηται ὅτι τὸ μεταβάλλον ἐξ ἐναντίου μεταβάλλει εἰς ἐναντίον, δῆλον ὅτι τοῦτο κατὰ Ἀναξίμανδρον σῶμα γινόμενον θερμὸν ἐν τῇ εἰς πῦρ μεταβολῇ ἐκ ψυχροῦ γίνεται θερμόν. ἔστιν οὖν ἐν αὐτῷ ψύξις ἐνθεωρουμένη κατὰ οὐσίαν. εἰ δὲ ὑπομεῖναν τοῦτο γέγονε πῦρ, δῆλον ὅτι μὴ ἀποβάλλον τὴν ψῦξιν γέγονε θερμόν. ἐν τῷ αὐτῷ ἄρα ἕξει τὸ ἐναντίον. ᾗ μὲν γὰρ θερμὸν γέγονε, δῆλον ὅτι ἐκ ψυχροῦ, τῷ ἐξ ἐναντίου δεῖν γίνεσθαι τὴν μεταβολήν, ταύτῃ ψῦξιν ἀποτιθέμεθα ἐν τῷ σώματι τῷ μεταξύ· ᾗ δὲ πάλιν φαμὲν αὐτὸ ὑπομένον ποιεῖν τὸ πῦρ, ταύτῃ ἀναγκαζόμεθα κατὰ τὸ αὐτὸ τῇ θερμότητι καὶ ψῦξιν λέγειν ἐν τῷ ὑποκειμένῳ ὑπάρχειν, ὅπερ ἀδύνατον. ἄμεινον δὲ τοῦτον τὸν τρόπον κατασκευάζειν τὸ προκείμενον. εἰ τοῦτο τὸ μεταξύ, ὃ λέγουσι πυρὸς μὲν πυκνότερον ἀέρος δὲ μανότερον, κατὰ μηδὲν διαφέρει τοὐ πυρὸς ἢ κατὰ τὴν πύκνωσιν, ὡς μάνωσιν μόνον προσλαβὸν ποιεῖν τὸ πῦρ, δῆλον ὅτι τἆλλα τὰ ἐν τῷ πυρὶ θεωρούμενα ὑπῆρχεν ἐν αὐτῷ. ἦν οὖν ξηρὸν τοῦτο φύσει· πυκνώσει γὰρ καὶ μανώσει γεννῶσι τἆλλα ἐξ αὐτοῦ. ὡσαύτως δὲ εἰ πύκνωσιν μόνον προσλαβὸν γέγονεν ἀήρ, τὰ ἄλλα ὅσα ἐστὶν ἐν ἀέρι ὑπῆρχεν αὐτῷ. ἓν δέ ἐστι τούτων ἡ ὑγρότης τῶν ὑπαρχόντων τῷ ἀέρι· ἦν ἄρα ὑγρότης ἐν τῷ μεταξὺ σώματι. προϋπεθέμεθα δὲ καὶ ξηρότητα· τὸ αὐτὸ ἄρα καὶ ξηρὸν καὶ ὑγρὸν ὑπάρχει, ὅπερ ἀδύνατον. ἢ ἐκ τρίτου καὶ συντομώτερον οὕτω. εἰ τὸ μέσον τοῦτο πυρὸς καὶ ἀέρος ἑκάτερον γίνεται, πᾶσα δὲ μεταβολὴ ἐξ ἐναντίου εἰς ἐναντίον, τὸ δὲ πῦρ θερμόν ἐστι, ψυχρὸν ἄρα ἦν. μεταβάλλον δὲ πάλιν εἰς ὕδωρ γίνεται ψυχρόν· θερμὸν ἄρα ἦν. ἅμα οὖν ψυχρὸν ἔσται καὶ θερμόν. τὸ αὐτὸ ἔσται καὶ ἐπὶ ξηροῦ καὶ ὑγροῦ. μεταβάλλον γὰρ εἰς πῦρ κατὰ τὸ ξηρὸν ὑγρὸν ἔσται, εἰς δὲ ἀέρα κατὰ τὸ ὑγρὸν ξηρὸν ἔσται· ἅμα οὖν ἔσται ξηρὸν καὶ ὑγρόν. καὶ τοῦτό ἐστιν ἔσται ἀὴρ καὶ πῦρ ἐκεῖνο μετὰ ἐναντιώσεως. Ἀλλὰ στέρησις τὸ ἕτερον τῶν ἐναντίων. Ὥσπερ αὔξων τὸ ἀδύνατον τοῦτο ἐπιφέρει. εἰ γὰρ ἀδύνατον ὡμολόγηται εἶναι τὸ ἐν ταὐτῷ τὴν στέρησιν καὶ τὴν ἕξιν ὑπάρχειν, ἀδύνατον καὶ τὸ τἀναντία ἐν τῷ αὐτῷ ὑπάρχειν. καὶ γὰρ καὶ τῶν ἐναντίων τὸ μὲν ἕτερον τῷ εἴδει, τὸ κρεῖττον, τὸ δὲ ἕτερον τῇ στερήσει ἀναλογεῖ. εἴρηται γὰρ κἀν τοῖς προλαβοῦσιν, ὅτι τὸ κρεῖττον τῶν ἐναντίων εἴδει ἀναλογεῖ, οἷον λευκοῦ καὶ μέλανος τὸ μὲν λευκὸν τῷ εἴδει, τὸ δὲ μέλαν τῇ στερήσει. Ὥστε οὐκ ἐνδέχεται μονοῦσθαι. Μονοῦσθαί φησι τὸ αὐτὸ καθ’ αὑτὸ ὑφεστάναι· ἐκ τῶν εἰρημένων οὖν φησι δῆλον γεγενῆσθαι ὅτι οὐκ ἔστι παρὰ τὰ τέσσαρα στοιχεῖα σῶμά τι ἕτερον ὑφεστηκός. ἤγουν μονοῦσθαι τὸ ἐκτὸς ποιότητός τινος τῶν ἄλλων ὑπάρχειν, οἷον θερμότητος ἢ ψυχρότητος. ἐδείχθη δὲ ὅτι ἀνάγκη ταύτας ὑποτίθεσθαι ἐν σώματι ὑπάρχοντι καθ’ αὑτό, καθὼς ἐκεῖνοί φασιν. Ὁμοίως ἄρα ὁτιοῦν τούτων ἢ οὐδέν. εἰ οὖν μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἄν εἴη πάντα. Δείξας ὅτι οὐ δύναται ἕν τι τῶν τεσσάρων ὕλη εἶναι τῶν λοιπῶν, προσθεὶς δὲ καὶ τὰς πρὸς Ἀναξίμανδρον ἀντιρρήσεις, νῦν συμπεραινόμενός φησιν ὅτι ὁμοτίμου τάξεως οὔσης ἑκάστου τῶν τεσσάρων στοιχείων ἀνάγκη ἢ ἕκαστον αὐτῶν ὕλην εἶναι καὶ ἀρχὴν σωματικὴν ἢ μηδὲν αὐτῶν. εἴπερ οὖν ἐπὶ ἑνὸς δεδείχαμεν μὴ δύνασθαι ὕλης τάξιν ἐπέχειν πρὸς τὰ ἄλλα, δῆλον ὅτι οὐδὲν αὐτῶν ἔστι ὕλη τῶν λοιπῶν· ἐδείξαμεν δὲ ὅτι οὐδὲ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα κατὰ Ἀναξίμανδρον γεννήσει ὡς ὕλη τὰ ἄλλα. δι’ ὧν δὲ λόγων ἀπεδείξαμεν μὴ δύνασθαι ἕν τι τῶν τεσσάρων ὕλην εἶναι τῶν λοιπῶν, διὰ τῶν αὐτῶν δειχθήσεται ὅτι οὐδὲ δύο ἐξ αὐτῶν, οἷον τὸ πῦρ καὶ ἡ γῆ, καθάπερ Παρμενίδης ἔφασκεν, ὕλη ἔσται τῶν λοιπῶν, ἀέρος καὶ ὕδατος. καὶ γὰρ ὑπομένον καὶ μὴ μεταβάλλον τὸ πῦρ καὶ ἡ γῆ ποιεῖ τὸν ἀέρα καὶ τὸ ὕδωρ, ἥξουσιν οἱ πρότερον εἰρημένοι λόγοι. ὁμοίως δὲ οὐδὲ τρία ἔσται ὕλη τοῦ λοιποῦ. εἰ τοίνυν μηδ’ ἄλλο τι σῶμα παρὰ τὰ τέσσαρα ἀρχὴ ὑλική ἐστι τῶν ὄντων μηδὲ τῶν τεσσάρων ἕν τι μηδέ τινα τῶν τεσσάρων δύο ἢ τρία, ἀνάγκη δὲ εἶναι ἀρχὴν σωματικὴν τῶν ὄντων, ταῦτα ἂν εἴη, φησί, πάντα τὰ τέσσαρα ἀρχὴ σωματική, οὐκ ἀλλήλων τοῦτο γὰρ ἐδείχθη ἀδύνατον), ἀλλὰ τῶν συνθέτων. τούτων δὲ ἡ ὕλη οὐκ ἔστι σωματική, ἀλλ’ ἀσώματος καὶ ἀνείδεος. ταῦτα δὲ πάντα τὰ τέσσαρα ὕλη ἐστὶ τῶν ἐφεξῆς τῶν συνθέτων. ἀλλ’ εἰ ἀρχή ἐστι πάντα καὶ ὅλη τῶν συνθέτων, ἆρα, φησίν, ὡς ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, ἢ ὡς μεταβλητικὰ εἰς ἄλληλα; καὶ εἰ μεταβάλλει εἰς ἄλληλα, ἆρα τὰ μὲν μεταβάλλει τὰ δ’ οὔ, ὥσπερ Πλατῶν ἔλεγε τὴν γῆν ἀμετάβλητον ὑποτιθέμενος, ἢ | πάντα εἰς ἄλληλα μεταβάλλει, καθάπερ ἐδείξαμεν, μὲν, διότι καὶ πάντα ἐναντίωσιν ἔχει πρὸς ἄλληλα; Ὅτι μὲν τοίνυν ἀνάγκη μεταβάλλειν εἰς ἄλληλα, εἴρηται πρότερον. Ὑπομιμνῄσκει τῶν πρότερον εἰρημένων, ἀναλαμβάνων τὸν λόγον ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει διὰ τὸ πάντα ἔχειν πρὸς ἄλληλα ἐναντίωσιν, καὶ ὅτι τὰ μὲν ῥᾷον μεταβάλλει ὅσα ἔχει πρὸς ἄλληλα τινὰ κοινωνίαν, τὰ 54v δὲ βραδύτερον ὅσα μηδεμίαν ἔχει πρὸς ἄλληλα συγγένειαν, καὶ ὅτι ἀνάγκη τέσσαρα εἶναι τὰ ἀπλᾶ σώματα διὰ τὸ‘ δύο εἶναι ἐναντιώσεις καθ’ ἃς μεταβάλλουσιν εἰς ἄλληλα, τήν τε τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. τῶν δὲ δύο ἐναντιώσεων συμπλεκομένων ἀλλήλαις ἓξ γίνονται συζυγίαι, ὧν αἰ μὲν δύο ἀσύστατοι, αἱ δὲ λοιπαὶ τέσσαρες συνιστάμεναι εἰδοποιοῦσι τὰ τέσσαρα στοιχεῖα. Εἰ μὲν τοίνυν ἡ ἐναντιότης μία ἐστὶ καθ’ ἣν μεταβάλλουσιν, ἀνάγκη δύο εἶναι. Ὅ λέγει τοῦτό ἐστιν, ὅτι εἰ μὲν μία ἐστὶν ἡ ἐναντιότης καθ’ ἣν μεταβάλλει τὰ στοιχεῖα, οἷον ἡ τοῦ θερμοῦ καὶ ψυχροῦ, δύο ἄν ἦν μόνα τὰ στοιχεῖα, τὸ μὲν θερμὸν τὸ δὲ ψυχρόν· ἡ γὰρ ὕλη, φησίν, οὐ ποιεῖ τρίτον τι, διότι μέση ἐστί, τουτέστιν ὑποκειμένη τῇ ἐναντιώσει καὶ παρὰ μέρος τὸ ἕτερον τῶν ἐναντίων δεχομένη, αὐτὴ ἀναίσθητος οὖσα καὶ ἀνείδεος καὶ καθ’ αὑτὴν μηδέποτε ὑφισταμένη. Περὶ μὲν οὖν τούτων εἴρηται πρότερον. ὅτι ἐπειδὴμεταβάλλουσιν εἰς ἄλληλα, ἀδύνατον ἀρχήν τινα εἶναι αὐτῶν. Δείξας ὅτι οὐ δυνατὸν ἕν τι τῶν τεσσάρων ἀμετάβλητον μένον ἀρχὴν εἶναι τῶν ἄλλων, νῦν δείκνυσιν ὅτι οὐδὲ μεταβλητικὸν ὑπάρχον ἀρχῆς λόγον ἐφέξει πρὸς τὰ ἄλλα, ἵνα ᾖ δεδειγμένον ὅτι οὐδὲ ὡς ἀμετάβλητον οὐδὲ ὡς μεταβλητικὸν δυνατὸν ὑποθέσθαι ἕν τι ἀρχὴν εἶναι τῶν ἄλλων. ἔστι δὲ τὸ νῦν γυμναζόμενον τέταρτον τμῆμα τῆς ἐκτεθείσης ἐν ἀρχῇ διαιρέσεως, τὸ φάσκον ἕν τι τῶν τεσσάρων μεταβλητικὸν ὂν ἀρχὴν εἶναι τῶν ἄλλων. Ἰστέον δέ, καθάπερ καὶ πρόσθεν ἐλέγομεν, ὅτι οἱ μεταβλητικὸν τοῦτο ὑποτιθέμενοι οὐ δύνανται τὴν τῆς πρώτης καὶ ὄντως ἀρχῆς ἔννοιαν φυλάξαι· δεῖ γὰρ τὴν ἀρχὴν ἀμετάβλητον μένειν, ἐπεὶ οὐκέτ’ ἄν εἴη ἀρχή. ἔπειτα ὑπὸ τίνος μεταβάλλουσα τἆλλα ποιεῖ, οὐκ ἔστι λαβεῖν μιᾶς αὐτῆς ὑποκειμένης· τὸ γὰρ αὐτὴν ὑφ’ ἑαυτῆς λέγειν μεταβάλλειν ἀδύνατον. ἀλλ’ εἴποιεν ἄν οὕτως ἀρχὴν εἶναι ἕν τι τῶν ἄλλων, ὡς διὰ τούτου τῶν ἄλλων ὁδευόντων, τουτέστιν ὡς ἐκ τούτου μεταβαλλόντων πάντων καὶ εἰς τοῦτο ἀναλυομένων, οἷον ὡς εἰ λέγοιεν τὸ πῦρ τῶν ἄλλων ἀρχὴν ὡς ἄν μηδενὸς τῶν ἄλλων εἶναι δυναμένου μὴ ἐκ τούτου μεταβάλλοντος, ἀλλὰ καὶ τοῦ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς ἐκ πυρὸς γινομένων καὶ εἰς τοῦτο ἀναλυομένων, καὶ μήτε ἀέρα γίνεσθαί τι μὴ πῦρ πρῶτον γενόμενον μήτε ὕδωρ πάλιν, ὡς ἄν τούτου κατὰ τὴν τάξιν ἐν τῇ γενέσει προτεταγμένου καὶ τούτου πρώτου ἐκ τῆς ἀνειδέου ὕλης, εἰ οὕτως τύχοι, γινομένου καὶ τῶν ἄλλων δὲ ἐξ αὐτοῦ τε γινομένων καὶ εἰς αὐτὸ ἀναλυομένων. ἡ μὲν οὖν ὑπόθεσις τοιαύτη τις εἶναι δύναται, ἴδωμεν δὲ ὅπως πρὸς ταύτην ἀπαντᾶ ὁ Ἀριστοτέλης. Ἐπὶ μέν οὖν τοῖς ἄκροις οὐκ ἔσται, ὅτι πῦρ ἔσται ἢ γῆ τὰ πάντα. Oὔτε τῶν ἄκρων, φησίν, οὔτε τῶν μέσων τι δύναται ὡς μεταβάλλον ἀρχὴ εἶναι τῶν ἄλλων. λέγει δὲ ἄκρα μὲν πῦρ καὶ γῆν, μέσα δὲ ἀέρα καὶ ὕδωρ. καὶ πρῶτον δείκνυσιν ὅτι οὐ δύναται τῶν ἄκρων τι εἶναι ἀρχή· εἰ γάρ. φησίν, ὑποθώμεθα τὸ πῦρ ἀρχὴν ἢ τὴν γῆν, ἔσται τὰ πάντα πῦρ ῆ γῆ. Καὶ ζητοῦμεν πῶς ποτε ἐκ τοῦ λέγειν ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γίνεσθαι συμπεραίνεται τὸ πάντα πῦρ εἶναι. εἰ γὰρ μεταβάλλον καὶ οὐχ ὑπομένον τὸ πῦρ ποιεῖ τὸν ἀέρα καὶ τῶν ἄλλων ἕκαστον, πῶς ἄν ἔτι δικαίως πῦρ ἄν εἴη ὁ ἀὴρ ἢ τῶν ἄλλων ἕκαστον; ἀλλ’ ἴσως ἐρεῖ τις ὅτι εἰ καὶ μεταβάλλει, ἀλλ’ οὐ τὴν πᾶσαν μεθίστησι φύσιν, καθάπερ κἀπὶ τῶν τεσσάρων στοχείων φαμέν. εἰ γὰρ καὶ μεταβάλλοντα εἰς ἄλληλα καὶ κιρνώμενα ποιεῖ τὰ σύνθετα, ἀλλ’ οὐ τελείως φθείρεται, ἀλλὰ τὸ μὲν εἰλικρινὲς ἀπόλλυται, οὐ μὴν ἡ πᾶσα αὐτῶν φύσις μεθίσταται. πρὸς οὖν τὸν οὕτω φάσκοντα μεταβάλλον τὸ πῦρ ποιεῖν τἆλλα, καὶ συμπεραινόμενον ὡς ἔσται πάντα πῦρ, ῥητέον ὡς ἡνίκα μὲν σύνθετόν τι ἐκ τῶν ἁπλῶν ἀποτελεῖται, λόγον ἔχει τὸ μὴ τελέως τῆς οἰκείας μεθίστασθαι φύσεως τῆς κατὰ τὰς ποιότητας αἷς χαρακτηρίζονται τὰ ἀπλᾶ, ὅταν δὲ τὰ ἀπλᾶ ἐξ ἀλλήλων γίνηται, ἀδύνατον τοῦτο ὑποθέσθαι· ἕκαστον γὰρ τῶν ἁπλῶν ἄκρας ἔχει τὰς ποιότητας καὶ ἀκράτους καὶ οὐχὶ κεκολασμένας τῇ ἐπιμιξίᾳ τῶν ἐναντίων ὥσπερ τὰ σύνθετα. πῶς γὰρ οἷόν τέ ἐστι τὸ πῦρ ξηρὸν ὑπάρχον μεῖνάν πως ἐπὶ τῆς οἰκείας φύσεως ποιήσαι τὸν ἀέρα ὑγρὸν ὄντα; οὐ γὰρ μέσον ὑγροῦ καὶ ξηροῦ ὁ ἀήρ, ἀλλ’ ἄκρως ὑγρόν, ὥσπερ καὶ τὸ πῦρ ἄκρως ξηρόν. ἀνάγκη ἄρα τὴν πᾶσαν φύσιν τοῦ πυρὸς μεταβάλλειν ἵνα γένηται ἀήρ, εἴπερ μὴ τἀναντία ἐν τῷ αὐτῷ ὑποθώμεθα, ὅπερ ἀδύνατον. κατὰ ταύτην μὲν οὖν τὴν ἔννοιαν οὐκ εὔλογον συμπεραίνεσθαι ὡς ὅτι πῦρ ἔσται τὰ πάντα τοῦ πυρὸς ἀρχῆς ὑποτεθέντος, φαίνεται δὲ μᾶλλον ἡ λέξις ἄλλο τι αἰνιττομένη· ὁ αὐτὸς γάρ, φησί, λόγος τῷ φάναι ἐκ πυρὸς ἢ ἐξ ἀέρος εἶναι πάντα, τουτέστι λέγοντες ἐκ πυρὸς μεταβάλλοντος τὰ πάντα γίνεσθαι πύρια πάντα ὑποτιθέμεθα διὰ τὸ ἐκ τούτου μεταβάλλοντος γίνεσθαι πάντα, ὥσπερ ἄν καὶ εἰ ἐξ ὕλης τοῦ πυρὸς ἐλέγομεν γίνεσθαι. ἀλλ’ οὐδὲ οὕτως ἄτοπόν τι ἀκολουθήσει. τί γὰρ ἄτοπον πῦρ λέγειν κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ὥσπερ καὶ ὕλην εἶναι κατὰ τὸ ὑποκείμενον τὰ πάντα, ἢ τρι|χῇ διαστατά; καὶ ἁπλῶς εἰπεῖν, ὥσπερ οὐκ ἄτοπον τὸ φάσκειν πάντα τὰ γενητὰ τὰ αὐτὰ εἶναι κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην, οὕτως οὐκ ἄτοπον ὅσον ἐπὶ τοῖς νῦν λόγοις, τὸ πάντα πῦρ κατὰ τὴν ὕλην ὑποτιθέμενον θεωρεῖν κατὰ τὸ εἶδος μόνον τὴν διαφοράν. εἰ δὲ μὴ ἔστιν ἄτοπον τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς τὰ πάντα λέγειν, εἴπερ δύναιτο ὅλως ὕλη ὑπάρχον διαφόρους ἰδέας δέχεσθαι, δῆλον ὅτι οὐδὲ τὸ ἐκ πυρὸς μεταβάλλοντος τἆλλα γεννᾶν καὶ ταύτῃ λέγειν πάντα πῦρ ἔσται ἄτοπον. ὁμοίως γάρ, φησίν, ἄτοπον τό τε τοῦ πυρὸς μεταβάλλοντος τἆλλα λέγειν γίνεσθαι καὶ τὸ ὡς ἐξ ὕλης τοῦ πυρὸς φάσκειν πάντα τὰ λοιπὰ γίνεσθαι. ὅσον μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις, δοκοῦσι μὴ πάνυ τὸ ἀναγκαῖον ἔχειν οἱ ἔλεγχοι. ἔνεστι δὲ καθόλου ἑνὶ λόγῳ, ὥσπερ καὶ αὐτὸς ἐφεξῆς προϊὼν ποιήσει, ἀνελεῖν τὸ ἓν ὁτιοῦν τῶν τεσσάρων ἀρχὴν ὑποθέσθαι τῶν λοιπῶν. εἰ γὰρ πάντα πρὸς ἄλληλα ἔχει ἐναντίωσιν, δέδεικται δὲ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλοντα εἰς ἄλληλα, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ πάντα μεταβάλλει εἰς ἄλληλα, οὐκ ἔσται τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, οὐδὲ τὸ μὲν ἀρχὴ τὸ δὲ ἐκ τῆς ἀρχῆς. πρὸς μὲν οὖν τὸ μηδὲν τῶν ἄκρων ἀρχὴν εἶναι τοσαῦτα μόνον εἰπών, ὅτι πῦρ ἔσται πάντα, ἠρκέσθη· ὅτι δὲ οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, διὰ πλειόνων κατασκευάζει. Ὅτι δ’ οὐδὲ μέσον, οἷον δοκεῖ τισιν ἀὴρ μὲν καὶ εἰς πῦρ μεταβάλλειν καὶ εἰς ὕδωρ, ὕδωρ δὲ καὶ εἰς ἀέρα καὶ εις γην. Νῦν προτίθεται δεῖξαι ὅτι οὐδὲ τῶν μέσων τι ἀρχὴ ἔσται, ὥσπερ τινὲς ἐδόξασαν, εὔλογον νομίσαντες ἕν τι τούτων ἀρχὴν ὑποθέσθαι μᾶλλον, διότι ἑκάτερον αὐτῶν ἐφ’ ἑκάτερα καὶ εἰς ἐναντία μεταβάλλει, ὅπερ ἐστὶν ἴδιον ἀρχῆς, τὸ εἰς τὰ ἐναντία μεταβάλλειν, τῶν ἄκρων μὴ πεφυκότων κατ’ ἐκείνους ἐφ’ ἑκάτερα μεταβάλλειν. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἐξετασθήσεται, νυνὶ δὲ ῥητέον ὡς εἰ τὰ ἐφ’ ἑκάτερα μεταβάλλοντα εὔλογον ἀρχὴν ὑποτίθεσθαι, οὐδὲν μᾶλλον τόδε τὸ μέσον ἢ τόδε χρὴ ὑποθέσθαι, ἀλλ’ ὁμοίως ἄμφω. πῶς οὖν ἕν τι τῶν λοιπῶν ἀρχὴν λέγουσιν εἶναι; ἔπειτα οἱ ἀέρα ἀρχὴν ὑποτιθέμενοι, καὶ τοῦτον λέγοντες εἰς πῦρ καὶ ὕδωρ μεταβάλλειν, καὶ ταῦτα εἰς τὸν ἀέρα, καὶ διὰ τούτου εἰς ἄλληλα, τὲ δὲ πῦρ καὶ τὴν γῆν καὶ αὐτὰ ἀμέσως μὲν μὴ μεταβάλλειν εἰς ἄλληλα ἀλλὰ διὰ μέσου τοῦ ἀέρος, διὸ καὶ ἀρχὴν εἶναι, τῷ πάντα ἐξ αὐτοῦ μεταβάλλειν πρῶτον δι’ αὐτοῦ διιόντα καὶ εἰς αὐτὸν πάντα ἀναλύεσθαι, οἱ τοίνυν ταῦτα λέγοντες τί ἄν εἴποιεν περὶ τῆς τοῦ ὕδατος εἰς γῆν μεταβολῆς; αὕτη γὰρ ἀμέσως γίνεται διὰ τοῦ ἀέρος μὴ διελθοῦσα, ὅπερ ἐχρῆν γενέσθαι, εἴπερ ἀρχῆς λόγον ἐπέχει ὁ ἀὴρ πρὸς πᾶσαν μεταβολήν. ὡσαύτως δὲ καὶ πρὸς τοὺς ὕδωρ ἀρχὴν λέγοντας εἶναι ἀπορητέον περὶ τῆς ἐξ ἀέρος εἰς πῦρ καὶ ἐκ πυρὸς εἰς ἀέρα μεταβολῆς· καὶ αὗται γὰρ ἀμέσως ἔσονται μὴ διοδεύσασαι διὰ τοῦ ὕδατος. ταῦτα μὲν οὖν ἐπὶ τοσοῦτον ἔξωθεν ῥητέον πρὸς τὴν ὑπόθεσιν, ἴδωμεν δὲ ἐφεξῆς ὅπως τέ φασιν τὰ ἔσχατα μὴ μεταβάλλειν εἰς ἄλληλα, καὶ ὅπως χρὴ τὸ παρ’ αὐτῶν λεγόμενον ἀνα- σκευάζειν. Τὰ δὲ ἔσχατα οὐκέτι εἰς ἄλληλα· δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ᾿ εὐθείας. Τὰ ἔσχατα, φασὶν ἐκεῖνοι, οὐκέτι μεταβάλλουσιν εἰς ἄλληλα. ὡς γὰρ ἔσχατα ὄντα οὐκέτι ἔχουσι εἰς ὅ τι μεταβάλλωσιν, ἀλλὰ πάλιν ἀνακάμπτουσιν εἰς ἀέρα καὶ ὕδωρ· εἰ γάρ, φασὶν ἐκεῖνοι, τὰ ἔσχατα μὴ ἀντικάμψει ἀλλὰ μεταβάλλει πάλιν, ἐπ’ ἄπειρον ἔσται ἡ μεταβολή. δεδιότες τοίνυν τὸ ἐπ’ ἄπειρον ὑποτίθεσθαι τὴν μεταβολήν, καὶ μὴ δυνάμενοι συνιδεῖν ὅτι κύκλῳ ἡ γένεσις ἀποτελεῖται ἐξ οὗ ἤρξατο εἰς τοῦτο τελευτῶσα· ἐκ πυρὸς γὰρ ἀήρ, καὶ οὕτως ὕδωρ εἶτα γῆ καὶ πάλιν πῦρ τῆς μεταβολῆς ἀεὶ ἐφεξῆς γινομένης καὶ οὐκ εἰς ἄπειρα ἰούσης διὰ τὸ μὴ ἐπ’ εὐθείας γίνεσθαι ἀλλ’ ἀνακυκλεῖσθαι· ὅπερ ἐκεῖνοι, ὡς ἔφαμεν, μὴ συνεωρακότες ἐφοβήθησαν τὰ ἔσχατα ὑποθέσθαι μεταβάλλοντα εἰς ἄλληλα· μέχρι γὰρ αὐτῶν ἐνόμισαν δεῖν στῆσαι τὴν μεταβολήν, ἵνα μὴ ἐπ’ ἄπειρον γίνηται. διόπερ πρὸς αὐτοὺς ἀποτεινόμενός φησιν ὁ Ἀριστοτέλης δεῖ μὲν γὰρ στῆναι καὶ μὴ εἰς ἄπειρον τοῦτο ἰέναι ἐπ῾ εὐθείας ἐφ᾿ ἑκάτερα· ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται. τὸ μὲν μὴ εἰς ἄπειρον, φησί, γίνεσθαι τὴν μεταβολὴν οὕτως ὡς ἐπ’ εὐθείας ἰοῦσαν, χρὴ ἀποδέχεσθαι. εἰ γὰρ καὶ ἐπ’ ἄπειρον γίνεται ἡ μεταβολή, ἀλλ’ οὐκ ἐπ’ εὐθείας, ἀλλὰ τῇ ἀντικυκλήσει τῶν αὐτῶν εἰς τὰ αὐτά· ἡ γὰρ ἐπ’ εὐθείας μέχρι τῶν ἐσχάτων ἵσταται. διὰ τοῦτο τοίνυν οὐκ ἀδύνατος ἡ εἰς ἄλληλα τῶν ἐσχάτων μεταβολή, ἄλλα καὶ ἀναγκαία, ἵνα κύκλος σῴζηται τῆς γενέσεως. καὶ ὅτι | μὲν οὐ δυνατὸν εἰς ἄπειρον ἐπ’ εὐθείας ἰέναι τὴν μεταβολήν, ἐφεξῆς μέλλων γυμνάζειν ἀνεβάλλετο νῦν, τὸ ἑπόμενον ἄτοπον αἰνιξάμενος τὸ ἀπείρους ἐπὶ τοῦ ἑνὸς ἐναντιότητας λέγειν ἀναγκάζεσθαι. δείκνυσι δὲ ἐφεξῆς ὅτι καὶ τὰ ἔσχατα μεταβάλλει εἴς ἄλληλα. δείκνυσι δ’ αὐτὸ ἐκ τοῦ τῷ προειρημένῳ προσχρήσασθαι, ὅτι τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα πάντα μεταβάλλει, δείκνυσι δὲ ὅτι ἕκαστον πρὸς τὰ λοιπὰ ἔχει ἐναντίωσιν, ὥστε καθόλου, ὅπερ ἐλέγομεν, δείκνυσθαι ὅτι πάντα εἰς ἄλληλα μεταβάλλει, οὐ μόνον τὰ μέσα ἀλλὰ καὶ τὰ ἔσχατα. καὶ ἴσως ἐπειδὴ οὐκ ἀκριβεῖς τέθεικεν ἐλέγχους τῆς προλαβούσης δόξης, τῆς ἕν τι τῶν ἄκρων ἀρχὴν ὑποτιθεμένης, διὰ τοῦτο νῦν κοινόν τινα ἐκ- τίθεται ἔλεγχον τοῦ μηδὲν τῶν τεσσάρων ἀρχὴν εἶναι ἰὼν λοιπῶν. ἐὰν γὰρ δείξῃ ὅτι πάντα ἔχει πρὸς ἄλληλα ἐναντίωσιν, δῆλον ὅτι πάντα μεταβάλλει εἰς ἄλληλα. εἰ δὲ τοῦτο, οὐκ ἔσται τι αὐτῶν ἀφωρισμένον πρῶτον οὐδὲ ἀρχή, οὐδὲ τῶν ἄκρων οὐδὲ τῶν μέσων, ἀλλὰ πάντα ὁμοίως εἰς ἄλληλα μεταβάλλει, καὶ τὰ ἄκρα καὶ τὰ ἐναντία καὶ τὰ ἐφεξῆς ἀλλήλων κείμενα. ὁ δὲ τῆς δείξεως τρόπος τοιοῦτός ἐστί τις. ὑποκείσθω, φησί, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ, ὧνπερ ἕκαστον δηλοῖ διὰ τοῦ στοιχείου τοῦ ἐν ἀρχῇ τοῦ ὀνόματος. εἰ οὖν λέγεις τὸν ἀέρα μέσον ὄντα μεταβάλλειν καὶ εἰς πῦρ καὶ εἰς ὕδωρ, οὐ δήπου κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἴς τε τὸ πῦρ καὶ τὸ ὕδωρ. ἔσται γὰρ οὕτως τὸ πῦρ τῷ ὕδατι ταὐτόν. εἰ γὰρ καθ’ ὃ μεταβάλλων ὁ ἀὴρ γέγονε πῦρ, κατὰ τοῦτο καὶ εἰς ὕδωρ μεθιστάμενος μεταβάλλει, καθ’ ὃ ἄρα διαφέρει τοῦ ὕδατος, κατὰ τοῦτο καὶ τοῦ πυρὸς διαστήσεται. εἰ δὲ κατὰ τὸ αὐτὸ τοῦ αὐτοῦ, οἷον τοῦ ἀέρος, διοίσει τὸ πῦρ καὶ τὸ ὕδωρ, ἐξ ἀνάγκης ταὐτὰ ἔσονται ἀλλήλοις τὸ ὕδωρ καὶ τὸ πῦρ, ὅπερ ἄτοπον. οὐκ ἄρα κατὰ τὴν αὐτὴν ἀντίθεσιν μεταβάλλει εἰς πῦρ καὶ ὕδωρ ὁ ἀήρ. κατ’ ἄλλην ἄρα καὶ ἄλλην. καὶ ὑποκείσθω εἰς μὲν πῦρ κατὰ τὸ λευκὸν καὶ μέλαν μεταβάλλων, ὡς εἶναι μέλαν μὲν τὸ πῦρ λευκὸν δὲ τὸν ἀέρα, εἰς δὲ τὸ ὕδωρ κατὰ ἑτέραν ἀντίθεσιν τοῦ ὑγροῦ φέρε καὶ ξηροῦ, ὡς εἶναι τὸν μὲν ἀέρα ξηρὸν τὸ δὲ ὕδωρ ὑγρόν. ἀλλά, φησί, μεταβαλὼν εἰς ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν δύναται καὶ φυλάξαι τὴν λευκότητα, δύναται δὲ καὶ μεταβαλεῖν καὶ αὐτήν. καὶ ὑποκείσθω φυλάξας. ἔστω οὖν ὁ μὲν ἀὴρ λευκὸς καὶ ξηρός, τὸ δὲ ὕδωρ λευκὸν καὶ ὑγρόν. ἔσται οὖν ἐναντιότης τῷ ὕδατι καὶ πρὸς τὸ πῦρ, εἴπερ ὁ μὲν λευκὸς τὸ δὲ μέλαν κατὰ τὴν ὑπόθεσιν. ὥστε καὶ μεταβάλλουσιν εἰς ἄλληλα. προϋπόκειται γὰρ τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ὁ αὐτὸς δ’ ἔστω λόγος πάλιν κἀπὶ τοῦ ὕδατος. εἰ γὰρ μεταβάλλει καὶ εἰς ἀέρα καὶ εἰς γῆν, οὐ κατὰ τὸ αὐτὸ μεταβάλλει εἰς ἑκάτερον, ἐπεὶ ἔσται τὸ αὐτὸ ἀὴρ καὶ γῆ· ὥστε κατ’ ἄλλο μὲν εἰς ἀέρα κατ’ ἄλλο δὲ εἰς γῆν. εἰς μὲν οὖν ἀέρα κατὰ ὑγρότητα καὶ ξηρότητα μεταβάλλει, εἰς δὲ γῆν λείπεται κατὰ τὸ μέλαν καὶ λευκὸν μεταβαλεῖν, εἴπερ δύο μόναι εἰσὶν ἀντιθέσεις. τοῦτο δέδοται ἐκ τοῦ ὁμολογεῖσθαι τέσσαρα εἶναι τὰ ἁπλᾶ σώματα· τεσσάρων γὰρ ὄντων σωμάτων ἀνάγκη δύο θεωρεῖσθαι ἀντιθέσεις. ὄντος τοίνυν τοὐ ὕδατος λευκοῦ καὶ ὑγροῦ, ὁ μὲν ἀὴρ ἔσται, καθάπερ προείρηται, λευκὸς καὶ ξηρός (διαφορὰ γὰρ τούτου πρὸς τὸ ὕδωρ κατὰ τὸ ὑγρὸν καὶ ξηρόν), ἡ δὲ γῆ μέλαν καὶ ὑγρόν, εἴπερ κατὰ τὸ μέλαν μετέβαλεν εἰς ταύτην τὸ ὕδωρ. ἔσται οὖν ἐναντίωσις τῷ ἀέρι πρὸς γῆν, καὶ μεταβάλλει εἰς ταύτην. Ἡ μὲν οὖν τοῦ λόγου δεῖξις τοιαύτη τις. ζητεῖ δὲ ὁ Ἀλέξανδρος ὅπως ποτὲ προθέμενος δεῖξαι τὰ ἔσχατα μεταβάλλοντα εἰς ἄλληλα, τοῦτο μὲν οὐ φαίνεται δεικνύων, ὅτι δὲ τἀναντία εἰς ἄλληλα μεταβάλλει, τοῦτο μᾶλλον ἀποδείκνυσι. καί φησι· μήποτε καὶ ἐξ ἀρχῆς ἔσχατα ἐκάλει τὰ ἐναντία, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἐκ τῶν παρατεθέντων ἔδειξεν ὅτι πάντα πρὸς ἄλληλα ἔχει ἐναντιότητα· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ μεταβαλεῖ πάντα εἰς ἄλληλα. ὅτι δὲ ἔδειξε τὰ ἔσχατα ἐναντίωσιν ἔχοντα πρὸς ἄλληλα, λέγω δὲ τὴν γῆν καὶ τὸ πῦρ, πρόδηλον, εἴ γε τέθεικε τὸ ὢ μὲν πῦρ μέλαν εἶναι καὶ ξηρὸν τὴν δὲ γῆν μέλαν καὶ ὑγρόν. μεταβάλλει ἄρα ἡ γῆ εἰς πῦρ κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν τούτῳ τῷ λόγῳ. ἔχομεν οὖν ἐκ τῶν δεδειγμένων, ὅτι οὐ μόνον οὐδὲν τῶν μέσων ἐστὶν ἀρχή, ἀλλ’ ὅτι οὐδὲ τῶν ἄκρων· εἰ γὰρ ὁμοτίμως καὶ τὰ ἄκρα καὶ ἁπλῶς πάντα εἰς ἄλληλα μεταβάλλει, οὐδὲν μᾶλλον τόδε τι ἔσται ἀρχὴ ἢ τόδε. Ὅτι δὲ εἰς ἄπειρον οὐχ οἷόν τ’ ἰέναι, ὅπερ μελλήσαντες δείξειν ἐπὶ τοῦτο ἔμπροσθεν ἤλθομεν. | Δείξας ὅτι μὴ ὑποκειμένης ἐπ’ εὐθείας εἰς ἄπειρον γίνεσθαι τῆς 56r γενέσεως ἀνάγκη πάντα εἰς ἄπειρα μεταβάλλειν, ἐπειδὴ καὶ πάντα δείκνυν- τᾶι πρὸς ἄλληλα ἔχοντα ἐναντίωσιν, νῦν αὐτὸ τοῦτο διεξέρχεται ὅτι ἀδύνατον ἐπ’ ἄπειρον γίνεσθαι τὴν μεταβολήν, αἰνιξάμενος καὶ πρότερον τὸ ἀδύνατον ἐν τῷ λέγειν “ἄπειροι γὰρ ἐναντιότητες ἐπὶ τοῦ ἑνὸς ἔσονται”, ὥστε τούτου ἐλεγχομένου δῆλον γίνεσθαι τὰ πάντα εἰς ἄλληλα μεταβάλλειν. καὶ ἴσως ἀντερεῖ τις ὅτι κἀν εἰς ἄπειρον ὑποθώμεθα γινομένην τὴν μεταβολήν, οὐ μόνον ἐπ’ εὐθείας τῶν ἐφεξῆς ἀλλήλων ἔσται ἡ μεταβολή, ἀλλὰ καὶ τὰ πόρρω ἀλλήλων μεταβαλεῖ εἰς ἄλληλα, εἴ γε ὡς ὡμολογημένον λάβωμεν τὸ πάντα τὰ ἔχοντα ἐναντίωσιν πρὸς ἄλληλα μεταβάλλειν εἰς ἄλληλα. ἀλλ’ ἰστέον ὅτι αὐτὸ τοῦτο γυμνάζει νῦν ὅτι εἰ ἄπειρά τις ὑποθείη τὰ στοιχεῖα, ἄλλου εἰς ἄλλο μεταβάλλοντος ἐπ’ εὐθείας εἰς τοὐναντίον περιτρέπεται τὰ τῆς ὑποθέσεως, ὅτι οὐδὲν τῶν στοιχείων εἴς τι τῶν λοιπῶν μεταβαλεῖ, οὔτε τὰ πόρρω εἰς ἄλληλα οὔτε τὰ σύνεγγυς, ὥστε παντελῶς ἀδύνατον εἶναι τὴν ὑπόθεσιν. εἰ γάρ , φησίν, ὑποθώμεθα ἕν τι τῶν ἄκρων ἢ τὸ πῦρ ἡ τὴν γῆν μὴ ἀνακάμπτειν ἀνακυκλουμένην, ἀλλ’ ἐπ’ εὐθείας εἰς ἄλλο τι πέμπτον ἐφεξῆς μεταβάλλειν, ἔσται τις ἐναντίωσις καθ’ ἣν μετέβαλεν ἑτέρα οὖσα παρὰ τὰς ἄλλας καθ’ ἃς τὰ τέσσαρα μετέβαλεν ἐφεξῆς. καὶ ὑποκείσθω, φησί, τὸ πῦρ μήτε ἀνακάμπτον καὶ εἰς ἀέρα μεταβάλλον μήτε κύκλῳ εἰς γῆν, ἀλλ’ εἰς ἄλλο τὶ πέμπτον οἷον ἐφ’ ᾧ τὸ Ψ. ἔστι οὖν τις ἐναντίωσις καθ’ ἣν μετέβαλλε τὸ Π εἰς τὸ Ψ. καὶ ὑποκείσθω ἡ τοῦ Φ καὶ Κ, καθ’ ἣν οὐδὲν τῶν ἄλλων τῶν Α T Γ μετέβαλεν, ἀλλ’ ἢ μόνον τὸ Π καὶ Ψ. οὐκοῦν ὑπάρξει τὸ μὲν ἕτερον τῆς ἀντιθέσεως τῷ Ψ, οἷον τὸ ἐφ’ ᾧ Φ, ὅπερ ἔστω φαῦλον, τῷ δὲ πυρὶ καὶ πᾶσι τοῖς ἄλλοις τὸ K, ὅπερ ὀνομαζέσθω καλόν· τοιαῦται γὰρ εἰλήφθωσαν ἐναντιότητες ὑπὸ πάντων μετεχόμεναι. οὕτως δὲ πάλιν ἐφεξῆς εἰ μεταβάλλοι τὸ Ψ εἰς ἄλλο τι, προστεθήσεται ἑτέρα ἐναντιότης· κἄν πάλιν ἐκεῖνο εἰς ἄλλο, τρίτη προστεθήσεται ἐναντιότης· κἀν ἐπ’ ἄπειρον τοῦτο γένοιτο ἐφεξῆς, ἄπειροι ἔσονται ἐναντιότητες. πρῶτον μὲν οὖν ἄτοπον τὸ ἐνεργείᾳ τὸ ἄπειρον ὑποτίθεσθαι, ἔπειτα εἰ αἱ ἐναντιότητες ἄπειροι τῶν δὲ ἐναντιοτήτων διπλασίους εἰσὶν αἱ ποιότητες καθ’ ἑκάστην γὰρ ἐναντίωσιν δύο εἰσὶ ποιότητες), ἔσται τοῦ ἀπείρου διπλάσιον. τούτων δέ, φησίν, ὑποτεθέντων οὐδὲ ὁρίσασθαι δυνατόν τι τούτων καὶ λόγῳ περιλαβεῖν τὰ ἄπειρα, οὐδ’ ὅλως ὑποστῆναι ἢ γενέσθαι αὐτὰ ἐξ ἀλλήλων δυνατόν, ἀλλ’ ἀναιρεθήσεται παντελῶς ἡ εἰς ἄλληλα μεταβολή· ἕψεται δέ, φησί, καὶ τὸ πάντα τὰ αὐτὰ εἶναι. ἀλλ’ ὅπως μὲν τούτων ἕκαστον δείκνυται, ἐφεξῆς κατὰ τὴν λέξιν ἐπισκεψόμεθα. Ἐκεῖνο δὲ ζητήσεως ἄξιον, πῶς καθ’ ἕκαστον στοιχεῖον μία ἐναντιότης προστίθεται. ὅτι μὲν γὰρ ἀπείρων ὄντων τῶν στοιχείων ἀνάγκη καὶ τὰς ἐναντιώσεις ἀπείρους εἶναι, πρόδηλον. εἰ γὰρ πεπερασμέναι εἷεν αἱ ἐναντιότητες, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν συμπλοκὰς καὶ συζυγίας, εἰ καὶ πολλῶ πλείους εἶεν αὐτῶν τῶν ἐναντιώσεων, πεπερασμένας ὅμως ὑπάρχειν. ὥσπερ γὰρ μεθόδῳ περιλαβεῖν δυνατὸν ἐκ δύο ἐναντιώσεων πόσαι γίνονται συζυγίαι, ὅτι τέσσαρες, οὕτως καὶ παντὸς οὑτινοσοῦν πλήθους ἐναντιώσεων ἀριθμητοῦ τε καὶ ῥητοῦ ὑπάρχοντος ἀνάγκη τὰς συζυγίας ἀριθμητὰς εἶναι καὶ πεπερασμένας. ὅτι δὲ εἰ ἄπειρα εἴη τὰ στοιχεῖα, οὐκ ἔσονται αἱ ἐναντιότητες πεπερασμέναι, πρόδηλον. ἀλλ’ οὐ τοῦτο ζητεῖ ὁ λόγος, ἀλλ’ εἰ καθ’ ἕκαστον στοιχεῖον προστιθέμενον καὶ ἐναντίωσις μία προστίθεται, ὅπερ οὐκέτι ἐστὶν ἀληθές. μιᾶς γὰρ ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα· δύο γὰρ οὐσῶν ἐναντιώσεων οὐ δύο μόνον ἔσονται στοιχεῖα, ἀλλὰ τέσσαρα· εἰ δὲ τρεῖς εἶεν αἱ ἐναντιώσεις, ὀκτὼ δύνανται εἶναι στοιχεῖα· καὶ οὕτως ἀεὶ μιᾶς προστιθεμένης ἐναντιώσεως πολλῷ πλείονα ἔσται τὰ στοιχεῖα. πρὸς τοῦτο τοίνυν ῥητέον, ὅτι εἰ καὶ ὢ μιᾶς ἐναντιώσεως προστιθεμένης πλείονα γίνονται στοιχεῖα, οὐ κωλύεται συμπερανθῆναι τὰ προκείμενα. δεδειγμένου γὰρ τοῦ ἀπείρους εἶναι ἐναντιώσεις ἐν ἑκάστῳ ἀπείρων ὄντων τῶν στοιχείων, συμπεραίνεται ὁμοίως τὸ ἀδύνατον, εἴτε καθ’ ἑκάστην ἐναντίωσιν ἓν προστίθεται στοιχεῖον εἴτε πλείονα. τῷ γὰρ ἀπείρους εἶναι τὰς ἐναντιώσεις προσχρώμενος δείκνυσι τὸ ἀδύνατον τῆς ὑποθέσεως, καθὼς προείρηται. τὸ δὲ λέγειν καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθεσθαι ἐναντίωσιν, οὔτε ἀληθὲς οὔτε ἀναγκαῖον. οὐδὲ γὰρ ἐπειδὴ λόγου χάριν ὁ ἀὴρ εἰς πῦρ μόνον μεταβάλλει κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς ἄλλο δὲ τῶν στοιχείων οὐδέν, ἤδη ἀναγκαῖόν ἐστι τὸ μηδὲν ἄλλο κατὰ τὴν ἐναντίωσιν τοῦ ὑγροῦ καὶ ξηροῦ μεταβάλλειν· τὸ γὰρ ὕδωρ καὶ ἡ γῆ κατὰ ταῦτα μεταβάλλει. διὰ τί οὖν κατὰ στοιχεῖον μίαν ἐναντίωσιν προστίθησιν ὁ Ἀριστοτέλης; φημὶ τοίνυν ὡς ἀκολουθῶν τῇ ὑποθέσει τῶν λεγόντων ἐπ’ εὐθείας καὶ μόνον εἶναι τὴν τῶν στοιχείων μεταβολήν· τούτου γὰρ ὑποκειμένου ἀδύνατον κατὰ τὴν αὐτὴν ἀντίθεσιν δύο γενέσθαι μεταβολάς, ὥσπερ φέρε κατὰ τὴν τοῦ ὑγροῦ καὶ ξηροῦ ὅ τε ἀὴρ εἰς πῦρ μεταβάλλει καὶ τὸ ὕδωρ εἰς γῆν. ἐπ’ εὐθείας οὖν καὶ μόνον ὑποκειμένης τῆς τῶν στοιχείων μεταβολῆς ἀνάγκη πᾶσα προστιθεμένου στοιχείου καὶ ἐναντίωσιν πάντως προστίθεσθαι, καθ’ ἣν τὸ προηγούμενον στοιχεῖον εἰς τὸ ἐφεξῆς μεταβάλλει. ὅτι δὲ πρὸς τὴν ὑπόθεσιν τοῦ μὴ ἀνακάμπτειν τὴν γένεσιν καὶ ὁ Ἀριστοτέλης καθ’ ἕκαστον στοιχεῖον μίαν προστίθησιν ἀν|τίθεσιν, δῆλον ἐντεῦθεν. εἰπὼν γὰρ τὸ Π εἰς τὸ Ψ μεταβάλλει κατὰ τὴν τοῦ Κ καὶ Φ ἐναντίωσιν, τοῦ καλοῦ φέρε καὶ τοῦ φαύλου, καὶ τοῦ μὲν Κ τῷ Π καὶ τοῖς ὑπ᾿ αὐτὸ πᾶσιν ὑπάρχοντος, τοὐ δὲ Φ τῷ Ψ καὶ πάσι τοῖς μετ’ αὐτό, ὅμως τὸ Π μόνον ὑποτίθεται εἰς τὸ Ψ μεταβάλλον, τῶν δὲ ἄλλων οὐδέν. ὥστε ἀνάγκη καθ’ ἑκάστην στοιχείου προσθήκην καὶ ἐναντίωσιν πάντως προστίθεσθαι. Εἰ γὰρ πάλιν τὸ πῦρ, ἐφ’ ὧ τὸ Π, μεταβάλλει καὶ μὴ ἀνακάμψει, οἷον εἰς τὸ Ψ. Εἰ τὸ πῦρ, φησί, μὴ ἀνακάμψῃ, εἰς ἀέρα τυχὸν μεταβάλλον ἢ γῆν ἢ ὕδωρ, ἀλλ’ εἰς ἕτερον παρὰ ταῦτα τὸ Ψ μεταβάλλοι, ἀνάγκη πάντως παρὰ τὰς δύο ἐναντιότητας, τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ ξηροῦ τε καὶ ὑγροῦ, τρίτην ὑποτίθεσθαι, οἷον φέρε τὴν τοῦ λευκοῦ καὶ μέλανος, καθ’ ἣν τὸ Π εἰς τὸ Ψ μεταβάλλει· ἕτερον γὰρ ὑπόκειται τὸ ᾦ τῶν τεσσάρων στοιχείων. Ἔστω δὴ τῷ μὲν Π τὸ Κ, τῷ δὲ Ψ τὸ Φ· τὸ δὴ Κ πᾶσιν ὑπάρξει τοῖς ΓΥΑΠ. Τὸ Π, φησίν, μεταβάλλον εἰς τὸ Ψ κατὰ ἐναντίωσιν τοῦ Φ καὶ Κ μεταβαλλέτω καθ’ ἣν οὐδὲν τῶν πρὸ τοῦ Π μετέβαλεν. ὥστε εἰ τῷ μὲν Ψ ὑπάρχει τὸ Φ τῷ δὲ Π τὸ Κ, τοῦτο αὐτὸ τὸ Κ, ὅπερ ὑπάρχει τῷ πυρί, ὑπάρξει καὶ τῷ ἀέρι καὶ τῷ ὕδατι καὶ τῇ γῇ, διότι οὐδὲν τούτων διέφερε τοῦ πυρὸς κατὰ ταύτην τὴν ἐναντίωσιν, ἀλλὰ κατ’ ἄλλην, οἷον τὴν τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ. ἐκείνῳ δὲ ἐπιστῆσαι χρὴ ὅτι τῇ μὲν Ἀριστοτέλους ὑποθέσει, λεγούσῃ κατὰ ἑκάστην ἀντίθεσιν μίαν γίνεσθαι μεταβολήν, ἕπεται τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ Π ὑπάρχειν. οὐδὲν γὰρ οὔπω κατὰ τοῦτο μετέβαλε, πρὶν τὸ 11 εἰς ᾦ μεταβάλλῃ. πόθεν οὖν ἐστιν ἐν τῷ πυρὶ τὸ Κ, εἰ μὴ ἐξ ἐκείνων; ὡσαύτως δὲ καὶ τοῖς μετὰ τὸ Ψ πᾶσι τὸ Φ, ἐπειδὴ οὐκέτι οὐδὲν μεταβάλλει μετὰ τὸ Ψ κατὰ ταύτην τὴν ἀντίθεσιν. εἰ μέντοι δῶμεν, καθὼς προείρηται, πλείονα γίνεσθαι στοιχεῖα μιᾶς προστεθείσης ἐναντιώσεως καὶ κατὰ μίαν ἐναντίωσιν διάφορα μεταβάλλειν, οὐκέτι ἀνάγκη τὸ Κ τῷ Π ὑπάρχον ἤδη καὶ τοῖς πρὸ αὐτοῦ πᾶσιν ὑπάρχειν. τί γάρ; ὅτι καὶ ἄλλο μετέβαλε κατὰ ταύτην τὴν ἐναντίωσιν, ὥσπερ ἔχει ἐπὶ τοῦ πυρὸς καὶ ἀέρος. ὁ γὰρ ἀὴρ μετέβαλεν κατὰ τὸ ὑγρὸν καὶ ξηρὸν εἰς τὸ πῦρ. καὶ οὐκ ἐπειδὴ ἔχει αὐτὸς τὴν ὑγρότητα, ἤδη καὶ τὰ πρὸ αὐτοῦ πάντα· ἡ γὰρ γῆ ξηρά. αἰτία δὲ τούτου, διότι οὐ μόνον ἀὴρ εἰς πῦρ κατὰ ταύτην τὴν ἐναντίωσιν μετέβαλεν, ἀλλὰ καὶ ἡ γῆ εἰς ὕδωρ. ὥστε ὁ Ἀριστοτέλης, ὡς ἔφθην εἰπών, ἑπόμενος τῇ ὑποθέσει τῇ μόνον εἰς τὸ ἐφεξῆς ποιουμένῃ τὴν μεταβολήν, λαβὼν τὸ καθ’ ἕκαστον στοιχεῖον ἐναντίωσιν προστίθεσθαι, ὀρθῶς φησι τὸ Κ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ὑπάρχειν, εἴ γε, φησίν, εἰς αὐτὸ μεταβάλλουσιν. εἰ γὰρ ἔχει τὸ πῦρ] τὸ τὸ ἕτερον τῆς κατὰ τὸ Φ καὶ Κ ἐναντιώσεως, λέγω τὸ Κ, ἀνάγκη καὶ τὰ πρὸ τοῦ πυρὸς ἔχειν τὸ Κ, εἴπερ ἐξ αὐτῶν γέγονε τὸ πῦρ καὶ μετέβαλεν ἐκεῖνα εἰς τοῦτο. εἰ γὰρ μὴ ἔχοι τὰ πρὸ τοῦ πυρὸς τὸ Κ, πόθεν ἐστὶν ἐν τῷ πυρὶ τὸ Κ; οὐδὲν γὰρ ἐκείνων κατὰ τὸ Κ διέφερε τοῦ πυρὸς, καθὰ προείρηται. ἀλλὰ τοῦτο, φησί, τὸ μεταβάλλειν τὰ τέσσαρα στοιχεῖα εἰς ἄλληλα ἔστω μήπω δεδειγμένον ὡς πρὸς τὴν νῦν γυμναζομένην ὑπόθεσιν, ἐπειδὴ εἰ λέγοιμεν πάντα εἰς ἄλληλα μεταβάλλειν τὰ τέσσαρα, κύκλῳ εἰσάξομεν γίνεσθαι τὴν γένεσιν, ὅπερ ἀναιρεῖ ἡ νῦν προκειμένη ὑπόθεσις, ἐπ’ εὐθείας καὶ ἐφεξῆς μόνον φάσκουσα γίνεσθαι τὴν μεταβολήν. διὸ κείσθω ὡς μήπω δεδειγμένον. εἰδέναι μέντοι χρὴ ὅτι οὗπερ δεόμεθα εἰς τὸ δεῖξαι τὸ Κ τῷ Π καὶ πᾶσι τοῖς πρὸ αὐτοῦ ὑπάρχον, τοῦτο οὐκ ἀναιρεῖται οὐδὲ κωλύεται ὑπὸ τῆς ὑποθέσεως τῆς λεγούσης ‘ἔστω μὴ πάντα μεταβάλλειν εἰς ἄλληλα᾿. ἀρκεῖ γὰρ ἡ εἰς τὸ ἐφεξῆς ἑκάστου μεταβολὴ γινομένη τῶν τεσσάρων καὶ τελευτῶσα εἰς τὸ πῦρ, δεῖξαι ὅτι ὑπάρχει πᾶσι τοῖς πρὸ τοῦ Π τὸ Κ, ἐξ ὧν μεταβαλλόντων ἐφεξῆς τὸ πῦρ γεγένηται· εἰ γὰρ μὴ ὑπῆρχεν αὐτοῖς τὸ Κ, οὐκ ἄν ἐγεγόνει ἐξ αὐτῶν τὸ πῦρ ἔχον τὸ Κ. ὅτι μὲν οὖν ὑπάρχει τοῖς Α Υ Γ τῆς κατὰ τὸ Κ καὶ Φ ἐναντιώσεως τὸ ἕτερον τῶν μορίων τὸ Κ, ἐντεῦθεν δείκνυται, οὐκ ἐκ τοῦ πάντα εἰς πάντα μεταβάλλειν· ὅτι δὲ τὸ Κ αὐτοῖς ὑπάρχει καὶ τὸ Φ, δείκνυται ἐκ τοῦ μηδὲν τῶν ἄλλων κατὰ ταύτην μεταβεβληκέναι τὴν ἀντίθεσιν πλὴν τοῦ Π Ψ. ὥστε οὐδὲν κατὰ ταύτην διέφερε τὸ Π τῶν πρὸ αὐτοῦ. κοινὸν ἄρα αὐτοῖς ὑπάρχει τὸ Κ. Ἀλλ’ ἐκεῖνο δῆλον, ὅτι εἰ πάλιν τὸ ᾦ εἰς ἄλλο, ἄλλη ἐναντιότης καὶ τῷ Ψ ὑπάρξει καὶ τῷ πυρὶ τῷ Π. Τουτέστιν εἰ προσθῶμεν ἄλλο στοιχεῖον μετὰ τὸ ᾦ, οἷον τὸ Β, καὶ μεταβάλοι τὸ ᾦ εἰς τὸ Β, ἄλλης δεῖ πάλιν ἐναντιώσεως, καθ’ ἣν ἡ μεταβολὴ γίνεται, παρὰ τὴν ἐν τῷ Π καὶ τῷ Ψ. ὁμοίως ἕξει καὶ ὅσα ἄν ἄλλα προσθῶμεν στοιχεῖα. Ὥστε εἰ ἄπειρα, καὶ ἐναντιότητες ἄπειροι. Νῦν τὸ συναγόμενον ἄτοπον συμπεραινεται. εἰ γὰρ κάτα στοιχεῖον ἐναντιότης προστίθεται, ἄπειρα δὲ τὰ στοιχεῖα, ἄπειροι ἔσονται αἱ ἐναντιότητες καὶ ἐν ἑκάστῳ στοιχείῳ ἀπείρων ἐναντιώσεων τὰ ἕτερα μόρια ὑπάρξει καὶ αὐτὰ τὸν ἀριθμὸν ἄπειρα ὄντα. εἰ δὲ ἄπειροι ἐν ἑκάστῳ ὑπάρχουσιν, ὅρα τί ἕψεται. οὐδὲ γὰρ ἔσται, φησίν, οὐδὲν ὁρίσασθαι οὐδὲ γενέσθαι. καὶ ὅτι μὲν οὐ περιορισθήσεται τὰ ἄπειρα, πρόδηλον, οὐδὲ ὑποστήσεται· πῶς δὲ οὐδὲ γίνεσθαι αὐτὰ ἐξ ἀλλήλων φησί, σκεπτέον. Δεήσει γάρ, εἰ ἔσται ἄλλο ἐξ ἄλλου, τοσαύτας διεξελθεῖν ἐναντιότητας καὶ ἔτι πλείους. Εἰ ἄπειροι, φησίν, ἐν ἑκάστῳ ἐναντιότητες, δεήσει τὸ γινόμενον τοσαύτας ὅσας ἔχει ἕκαστον ἔχει δὲ ἀπείρους) διεξελθεῖν ἐναντιότητας. τοῦτο δὲ ἀδύνατον. τὸ γὰρ ἄπειρον ἀδιεξίτητον. ἐπειδὴ δὲ εἶπε τοσαύτας, δοκεῖ δὲ τοῦτο ὡρισμένου ἀριθμοῦ εἶναι σημαντικόν, τὸ δὲ ἄπειρον παντὸς τοῦ λαμβανομένου ἀεὶ μεῖζον ἢ πλέον ἐστί, διὰ τοῦτο ὥσπερ ἀκριβολογούμενος γούμενος προστέθεικε τὸ καὶ ἔτι πλείους. πῶς δὲ ἀνάγκη τὸ γινόμενον ἀπείρους διεξελθεῖν ἐναντιότητας, σκεπτέον. ἔνια γὰρ τῶν μέσων εἰ λάβοιμεν μεταβάλλοντα ἐφεξῆς, ἵνα φθάσῃ τὰ ἔσχατα καὶ μεταβάλῃ εἰς | ταῦτα, δεήσει διὰ ἀπείρων αὐτὰ διεξελθεῖν, ἵνα μεταβάλλῃ εἰς τὸ ἔσχατον. τοῦτο δὲ ἀδύνατον. ὥστε οὐδέποτε εἰς ἐκεῖνο μεταβαλεῖ οὐδὲ ἀφίξεταί ποτε εἰς αὐτό, εἴπερ ἄπειρον τὸ μεταξὺ τοῦ μεταβάλλοντος μέχρι τοῦ ἐσχάτου διάστημα. ὥσπερ δὲ τὸ μέσον εἰς τὸ ἔσχατον οὐ μεταβάλλει διὰ τὸ μηδὲ ἀφικνεῖσθαί ποτε εἰς αὐτό, οὔτε ἄλλο τι οὐδέποτε εἰς τὸ μέσον μεταβαλεῖ, οἷον τὸ ἐν ἀρχῇ, ὅπερ οὐδὲ λαβεῖν ἔστιν οὐκ ἔστι γὰρ ἀρχὴ τοῦ ἀπείρου), ὁμοίως οὐδὲ τοῦτο ἐπὶ τὸ μεταξὺ ὁποιονοῦν ἀφίξεται, διὰ τὸ ἄπειρον εἶναι τὸ ἐκ τοῦ μέσου ἐπὶ τὴν ἀρχὴν διάστημα. ὅτι μὲν οὖν οὐδὲν τῶν λαμβανομένων ἐν μέσῳ μεταβάλλει εἰς τὰ ἔσχατα, πρόδηλον. φησὶ δὲ αὐτὸς ὅτι οὐδὲ τὰ ἐφεξῆς ἀλλήλων μεταβάλλει εἰς ἄλληλα· ἔτι γάρ, φησίν, οὐδὲ ἐξ ἀέρος εἰς πῦρ ἔσται ἡ μεταβολή, εἰ ἄπειροι αἱ ἐναντιότητες. τοῦτο δὲ πῶς ποτέ φησιν, ζητήσεως ἄξιον. οὐ γὰρ πάσας διέξεισι τὰς ἀπείρους ἐναντιώσεις, ἵνα γένηται ἐξ ἀέρος πῦρ, ἀλλὰ κατὰ μίαν μόνην μεταβάλλων ἐναντίωσιν γίνεται τῶν λοιπῶν τῶν αὐτῶν μενουσῶν. μήποτε οὖν τῷ κοινῷ λόγῳ, διότι τὸ ἄπειρον ἀδύνατον ὑποστῆναι, διὰ τοῦτο οὐκ ἄν γένοιτό τις τῶν ἀπείρους ἐχόντων ἐναντιώσεις. ἀλλ’ ἴσως τις φαίη ὅτι ὑφεστηκότα αὐτὰ ὑποτιθέμενος σκόπει εἰ δύναται ἐξ ἀλλήλων γενέσθαι· δύναται δέ, εἴπερ κατὰ μιᾶς ἐναντιώσεως μεταβολὴν θεωρεῖται ἡ τῶν ἐφεξῆς ἐξ ἀλλήλων γένεσις. βέλτιον τοίνυν, καθάπερ φησὶν Ἀλέξανδρος, πρὸς τὸ ἐφεξῆς αὐτὸ λαβεῖν εἰρημένον. δείκνυσι δὲ ἐφεξῆς ὅτι πάντα τὰ στοιχεῖα τὰ αὐτὰ ἔσονται ἀλλήλοις. εἰ δὲ τὰ αὐτὰ πάντα, οὐδ’ ἂν γένοιτο ἐξ ἀλλήλων οὐδὲ ἔσται μεταβολὴ οὐδενὸς εἰς οὐδέν. οὐδὲν γὰρ γίνεται ὅπερ ἤδη ἐστίν. ἐμοὶ δοκεῖ τὸ προκείμενον οὕτως ἐκλαμβάνειν· εἰ ἐπ’ εὐθείας ἡ μεταβολὴ τῶν στοιχείων ἀπείρων ὄντων, ἐδείξαμεν δὲ ὡς ἔνια οὐ μεταβάλλει εἴς τινα τῶν μέσων, διότι δεῖ μὲν ἄπειρα διεξελθεῖν, τὸ δὲ ἄπειρον ἀδιεξίτητον· ἔστω δὴ τὸ μέσον ὁ ἀήρ· οὐδ’ ἄρα εἰς πῦρ μεταβαλεῖ· ἵνα γὰρ ἐκ τούτου ἡ μεταβολὴ καταντήσῃ, ἀπείρων δεήσει μεταβολῶν, τοῦτο δ’ ἀδύνατον. εἰ οὖν εἰς αὐτὴν φθάσαι τὴν μεταβολὴν τὴν εἰς ἀέρα ἀδύνατον, οὐδ’ ἄρα εἰς τὸ ἐφεξῆς αὐτοῦ τὸ πῦρ μεταβαλεῖ ὁ ἀήρ. Γίνονται καὶ πάντα ἕν· ἀνάγκη γάρ ὑπάρχειν τοῖς μέν κάτωθεν τοῦ Π τὰς τῶν ἄνωθεν, τούτοις δὲ τὰς τῶν κάτωθεν. Πρόκειται μὲν αὐτῷ δεῖξαι ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ εἰς ἄπειρον ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολὴν τὸ πάντα τὰ αὐτὰ γίνεσθαι· πᾶσι γάρ, φησί, τοῖς κάτωθεν καὶ ἄνωθεν τοὐ Π αἱ αὐταὶ ἐναντιότητες ὑπάρχουσιν. ὅτι μὲν οὖν εἰ πάντα τὰ πρὸ τοῦ Π στοιχεῖα τὰς αὐτὰς τοῖς μετὰ τὸ Π πᾶσιν ἐναντιώσεις ἔχει, συμβαίνει πάντα τὰ αὐτὰ εἶναι, πρόδηλον. εἰ γὰρ τὰς αὐτὰς ἔχει ἐναντιώσεις πάντα τὰ ἐφ’ ἑκάτερα τοῦ Π, τὰ αὐτὰ ἀλλήλοις ἔσονται τά τε ἀπὸ τοῦ Ψ καὶ ἄνω χωροῦντα καὶ τὰ ἀπὸ τοῦ Α τοῦ ἀέρος] μέχρι τῶν κάτω. ὥστε τὸ αὐτὸ ἔσται τὸ Α, ὅ ἐστιν ἀήρ, τῷ ᾦ, καὶ ἀπλῶς εἰπεῖν πάντα τὰ ἐπάνω τοῖς ὑποκάτω. οὕτως δὲ πάλιν εἰ λάβωμεν τὰ ἐφ’ ἑκάτερα τοὐ Α τῷ αὐτῷ λόγῳ τὰ αὐτὰ ὄντα ἀλλήλοις, ἔσται τὸ Π τῷ Ψ ταὐτὸν καὶ πᾶσι τοῖς ἐπάνω. οὕτως δὲ πάλιν δείξας τὰ ἐφ’ ἑκάτερα τοῦ Ψ τὰ αὐτὰ ἀλλήλοις, ταὐτὸν ἀποφαίνει τὸ πῦρ τῷ ἀέρι. ὥστε καὶ πᾶσι τοῖς μετ’ αὐτό. ἐδείχθη δὲ διὰ τῶν προλαβόντων ὅτι καὶ τοῖς πρὸ αὐτοῦ πᾶσι, τὰ δὲ πρὸ τοῦ ἀέρος πάντα τοῖς μετ’ αὐτὸ πᾶσι τὰ αὐτά· ὥστε δῆλον ἐκ τούτων ὅτι καὶ τὸ πῦρ καὶ τὰ ἐφ’ ἑκάτερα τοῦ πυρὸς πάντα τὰ αὐτὰ ἀλλήλοις ἔσονται. ὅτι μὲν εἰ δῶμεν πάντα τὰ ὑπάρχοντα τοῖς ἐπάνω τὰ αὐτὰ εἶναι τοῖς ὑπάρχουσι τοῖς ὑποκάτω, συμπερανθήσεται τὸ τὰ αὐτὰ εἶναι ἀλλήλοις ἅπαντα, πρόδηλον ἐκ τῶν εἰρημένων· ὅτι δὲ αἱ αὐταὶ ὑπάρχουσιν ἐναντιότητες, οὐκέτι ἐστὶν ἀληθὲς ὡς ἑπόμενον τῇ ὑποθέσει τῇ λεγούσῃ ἐφεξῆς καὶ ἐπ’ εὐθείας γίνεσθαι τὴν μεταβολήν. καὶ τοῦτο δῆλον ἐκ τῶν παρ’ αὐτοῦ προειρημένων ἐξηγουμένου τὴν ὑπόθεσιν † εἴ γε τὸ Π εἰς Ψ μεταβάλλει, φησί, κατ’ ἐναντίωσιν μεταβάλλει καθ’ ἣν οὐδὲν ἕτερον μετέβαλεν, οἷον τὴν κατὰ τὸ Φ καὶ Κ, καὶ ὑπάρξει τὸ μὲν Φ τῷ Ψ, τῷ δὲ πυρὶ καὶ τοῖς ὑποκάτω πᾶσι τὸ Κ. πάλιν δὲ τοῦ Ψ κατ’ ἄλλο μεταβάλλοντος εἰς τὰ μετ’ αὐτὸ κοινὸν μένει τὸ Φ ἐν πᾶσι τοῖς μετὰ τὸ ᾦ. ὥστε πάντα τὰ μετὰ τὸ πῦρ πᾶσι τοῖς πρὸ τοῦ πυρὸς ἠναντίωται κατὰ τὸ Κ καὶ Φ. καὶ πάλιν τοῦ Ψ εἰς ἄλλο μεταβάλλοντος κατὰ ἄλλην ἐναντίωσιν, ἔσται πάλιν τοῖς μετὰ τὸ Ψ ἐναντίωσις πρὸς τὰ πρὸ τοῦ Ψ. δῆλον τοίνυν ἐκ τούτων ὡς οὐ ταὐτὰ ἔσται πάντα, ἀλλὰ πᾶν τοὐναντίον πάντα πρὸς πάντα ἔχειν ἐναντίωσιν. Ζητητέον οὖν πῶς τοῦτο τίθεται ὡς ἀληθὲς ὁ Ἀριστοτέλης. μήποτε οὖν ἐκ τοῦ ἀπείρους εἶναι τὰς ἐν ἑκάστῳ ἐναντιώσεις τοῦτο κατασκευάζει. εἰ γὰρ ἀπείρους λέγεις ἔχειν ἕκαστον ἐναντιώσεις, τοῦ δὲ ἀπείρου οὐκ ἔστι πλέον λαβεῖν, οὐκ ἔσται τις ἐναντίωσις ἥτις οὐχ ὑπάρξει ἑνὶ ἑκάστῳ· ὥστε ταὐτὰ πάντα ἔσονται. ἀλλ’ οὐδὲ τοῦτο ἔχει λόγον· ὁ γὰρ ἀπείρους ὑποθέμενος ἐναντιώσεις, διπλασίους τοῦ ἀπείρου ποιεῖ τὰς ποιότητας. ὥστε ἡνίκα ἂν λέγηται ἕκαστον ἀπείρους ἔχειν ἐναντιώσεις, οὐχ ὡς ἐμφότερα τὰ μέρη τῶν ἐναντιώσεων ἔχον λέγεται, ἀλλὰ τὸ ἕτερον μέρος τῆς ἐναντιώσεως καὶ μόνον. ὥστε οὐκ ἄτοπον ἐν τούτοις μὲν τὰ ἕτερα τῶν ἐναντιώσεων θεωρεῖν, ἐν δὲ τοῖς ἄλλοις θάτερα. ἄμεινον δὲ κατὰ τοῦτον τὸν τρόπον ἀκούειν τοῦ λόγου, αὐτὸ καθ’ αὑτὸ ἐξετάζοντα ἐπὶ τῆς οἰκείας φύσεως τὸ θεώρημα, καὶ οὐχ ὡς συνεχὲς πρὸς τὰ προειρημένα· εἰ γὰρ τὸ Π εἰς τὸ ᾦ λέγεις μεταβάλλειν, τὸ δὲ ψ μηκέτι εἰς τὸ Π ἀνακάμπτειν μηδὲ μεταβάλλειν, οὐκ ἔσται ἐναντίωσις τῷ ᾦ πρὸς τὸ Π. εἰ γὰρ ἦν, καὶ μετέβαλεν ἄν τὸ ᾦ εἰς τὸ Π· τὸ αὐτὸ ἄρα ἔσται. καὶ οὕτως ἐφεξῆς διεξιὼν πάντα δείξεις τὰ αὐτὰ ὄντα ἀλλήλοις. εἰ δέ τις λέγοι ὅτι αὐτὸ τοῦτο ἐξ ἀρχῆς ὑπεθέμην, ἔχειν αὐτὰ πρὸς ἄλληλα ἐναντίωσιν τὸ Π καὶ | ᾦ, ὅτε τὸ Π ὑπεθέμην εἰς τὸ ᾦ μεταβάλλον, ἐρῶ πρὸς τοῦτον ὅτι ταύτην αὐτὴν ἣν ὑπέθου ἐναντίωσιν σὺ αὐτὸς ἀναιρεῖς, λέγων μηκέτι τὸ ᾦ εἰς τὸ Π μεταβάλλειν. οὕτως δὲ καθόλου τὰ ἐπάνω ὑποτιθέμενος εἰς τὰ κάτω μὴ μεταβάλλοντα ἀναιρεῖς αὐτῶν τὴν ἐναντίωσιν ἣν ὑπέθου ἐν τῇ ἑκάστου πρὸς τὸ ἐφεξῆς μεταβολῇ· ἀναιρουμένης δὲ τῆς ἐναντιώσεως, τὰ αὐτὰ πάντα ἀλλήλοις ἔσονται, ὅπερ εὐλόγως συνήγαγεν. Θαυμάσειε δ’ ἄν τις τῶν λεγόντων πλείω ἑνὸς τὰ στοιχεῖα τῶν σωμάτων ὥστε μὴ μεταβάλλειν εἰς ἄλληλα. Δείξας ὅτι οὐ δύναται ἓν τῶν τεσσάρων στοιχεῖον εἶναι τῶν ἄλλων οὔτε ὡς ἀμετάβλητον οὔτε ὡς μεταβλητικόν, δεικνυμένου τε διὰ τῶν αὐτῶν λόγων ὅτι οὐδέ τινα ἐξ αὐτῶν στοιχεῖά ἐστι τῶν λοιπῶν, ἐφεξῆς ὑπολείπεται ζητῆσαι εἰ τὰ τέσσαρα στοιχεῖά ἐστι πάντα· εἴρηται γὰρ πρὸς αὐτοῦ ἀνωτέρω, ὅτι “εἰ μηδὲν αἰσθητόν γε πρότερον τούτων, ταῦτα ἂν εἴη πάντα”. ἐπειδὴ τοίνυν ἀνάγκη ταῦτα ἢ ὡς ἀμετάβλητα ἢ ὡς μεταβλητικὰ στοιχεῖα εἶναι τῶν ἄλλων, πρόκειται αὐτῷ ἐν τῷ παρόντι δεῖξαι ὅτι οὐκἔστιν ἀμετάβλητα, ὥστε τούτου ἐλεγχθέντος ὑπολειφθῆναι τὴν ἀλήθη δόξαν, τὴν λέγουσαν τὰ πάντα εἶναι στοιχεῖα ὡς μεταβλητικὰ εἰς ἄλληλα· ἐπειδὴ δὲ τῆς προκειμένης εἰς ἔλεγχον δόξης Ἐμπεδοκλῆς ἐστιν ὁ προστάτης, πρὸς τοῦτον ἀποτείνεται, δεικνὺς ὅτι οὔτε γένεσιν καὶ φθορὰν τὴν κατὰ φύσιν οἷόν τε εἶναι κατ’ αὐτὸν οὔτε αὔξησιν οὔτε κίνησιν τὴν κατὰ φύσιν. πρὶν δὲ αὐτοῦ τὴν δόξαν ἐλέγξαι τὴν περὶ τῶν στοιχείων, δείκνυσιν ἀσύμφωνα αὐτὸν αὑτῷ λέγοντα· ἀμετάβλητα γὰρ αὐτὰ ὑποθέμενος εἶναι, συμβλητὰ αὐτά φησι γράφων “ταῦτα γὰρ ἶσά τε πάντα”. πρῶτον οὖν ἀποδείκνυσιν ὅτι ἀδύνατόν ἐστι τῷ Ἐμπεδοκλεῖ ἀμετάβλητα ὑποτιθεμένῳ τὰ στοιχεῖα συμβλητὰ αὐτὰ φάσκειν εἶναι. εἰ γὰρ συμβάλλοιντο ἀλλήλοις, ἤτοι κατὰ μέγεθος ἀνάγκη αὐτὰ συμβαλέσθαι ἀλλήλοις, ὡς λέγειν τὸ πῦρ ἴσον εἶναι τῷ ἀέρι, ἢ κατὰ τὴν δύναμιν καὶ ποιότητα· ποιότητα δὲ θὼ) ἤτοι τὴν αὐτήν, ὡς ὅταν εἴπω ὅμοιον εἶναι τὸ πῦρ τῷ ἀέρι, διότι ὡς τὸ πῦρ θερμὸν οὕτως καὶ ὁ ἀήρ, ἤγουν κατ’ ἄλλην καὶ ἄλλην ποιότητα τῆς συγκρίσεως γινομένης παραβολῆς· καὶ κατ’ ἄλλην ἤτοι τὴν ἐναντίαν, ὡς ὅταν εἴπω ὡς τὸ πῦρ θερμὸν οὕτως τὸ ὕδωρ ψυχρόν, ἢ οὐκ ἐναντίαν ἀλλ’ ἑτέραν τῷ γένει, ὡς ὅταν εἴπω ὡς τόδε θερμὸν οὕτω τόδε λευκόν, κατὰ ἀναλογίαν τῆς παραθέσεως γινομένης. Δείκνυσιν οὖν ὅτι πρῶτον οὐ δυνατὸν κατὰ μέγεθος τὴν συμβολὴν αὐτῶν θεωρεῖν ἀμεταβλήτων ὑπαρχόντων. τὸ μὲν γὰρ οὕτως θεωρεῖν τὴν ἰσότητα αὐτῶν, ὡς τῶν ὁλοτήτων ἰσομεγεθῶν ἀλλήλαις ὑπαρχουσῶν, εὔηθες. τὰ μὲν γὰρ καὶ φαίνεται ἐναργῶς μὴ οὕτως ἔχοντα, οἷον ἡ γῆ καὶ τὸ ὕδωρ, εἴπερ ἐν τοῖς τῆς γῆς κοιλώμασι τὸ ὕδωρ θεωρεῖται, καὶ ἀμφοῖν ὁ ἀὴρ μείζων· τὰ δὲ ἄλλα ἀφανῆ ἔχει τὴν ἀπόδειξιν ἰσότητος, οἷον ὁ ἀὴρ καὶ τὸ πῦρ καὶ πρὸς ἑκάτερον παραβαλλόμενον τὸ ὕδωρ. οὕτως μὲν οὖν οὐ δυνατὸν ἴσα λέγειν ἀλλήλοις εἶναι τὰ στοιχεῖα. ἀλλ’ εἰ ἄρα συμβλητὰ αὐτὰ εἶναι λέγει κατὰ μέγεθος, οὕτως ἄν αὐτὰ λέγοι, ὡς ἂν μεταβάλλοντα αὐτὰ εἰς ἄλληλα τῆς ἴσης ὕλης ἑκάστῳ αὐτῶν ὑποκειμένης· οἷον ὡς εἰ λέγοιμεν τὸ ὅλον ὕδωρ ἴσον εἶναι τῷ ὅλῳ ἀέρι, διὰ τὸ τὴν ἴσην καὶ τὴν αὐτὴν ὕλην εἶναι ἐν ἑκατέρῳ, ἥτις δύναται ἐκτεινομένη τε ποιεῖν τὸν ἀέρα καὶ πάλιν συστελλομένη τὸ ὕδωρ. τοῦτο δὲ ἀδύνατον αὐτῷ θεωρεῖν, εἰ μὴ ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς. ἐπειδὴ γὰρ ὁρῶμεν τὸ ξεστιαῖον φέρε ὕδωρ εἰς δεκαξεστιαῖον ἀέρα μεταβάλλον, εἰ οὕτως τύχοι, φαμὲν ταύτῃ ἴσον εἶναι τῷ ξεστιαίῳ ὕδατι τὸν δεκαφεστιαῖον ἀέρα, τῷ ἐκ τῆς αὐτῆς ὕλης ἄμφω εἶναι μανουμένης τε καὶ πυκνουμένης, καὶ ταύτην κἀπὶ τῶν ὁλοτήτων σῴζεσθαι τὴν ἀναλογίαν τῆς ὑπεροχῆς, ἥτις ἐπὶ τῶν μερῶν θεωρεῖται. οὕτω γὰρ καὶ Ἀριστοτέλης ἐν τοῖς Μετεώροις τὴν ἀναλογίαν τοῦ ὕδατος πρὸς τὸν ἀέρα ἔλαβεν ἐκ τῆς τῶν μερῶν μεταβολῆς • ἣν γάρ, φησίν, ἔχει τὸ ὕδωρ τὸ τοσόνδε ἀνα- λογίαν πρὸς τὸν ἀέρα τὸν ἐξ αὐτοῦ γινόμενον, ταύτην εἰκὸς καὶ τὸν ὅλον ἀέρα πρὸς τὴν ὁλότητα τοῦ ὕδατος ἔχειν. ὅτι μὲν οὖν οὐ δύνατον εστι κατὰ μέγεθος συμβλητὰ εἶναι ἄλλως ἢ τῷ ἔχειν ἴσην τὴν ὕλην δυνα- μένην τὸ μέγεθος ἑκατέρου τῶν συμβλητῶν δέχεσθαι, καὶ ὅτι ἡ τοιαύτη ἀντιπαράθεσις ἐκ τῆς τῶν μερῶν εἰς ἄλληλα μεταβολῆς ἐξ ἀνάγκης θεω- θεωρεῖται, ἱκανῶς εἴρηται. ὥστε ἀσύμφωνον τὸ συμβλητὰ εἶναι λέγειν τὰ στοιχεῖα κατὰ μέγεθος τῷ ἀμετάβλητα φυλάττοντι αὐτά. ἐπισκεψώμεθα οὖν μὴ ἄρα κατὰ τ̀ς δυνάμεις οἷόν τε αὐτὰ συμβλητὰ εἶναι λέγειν, οἷον ὡς τὸ ξεστιῖον πῦρ φέρε θερμόν ἐστιν, οὕτω καὶ ὁ δεκαξεστιαῖος ἀήρ, | κατὰ τὴν αὐτὴν δύναμιν τῆς παραβολῆς θεωρουμένης. ἀλλ’ οὐδὲ ταύτην θεωρεῖν δυνατὸν ἀμεταβλήτων ὄντων τῶν στοιχείων· τῆς γὰρ αὐτῆς ποιό- τητος μία καὶ ἡ αὐτὴ (y,> ὑποκειμένη ὕλη. ὥστε εἰ λέγεις τὸν δεκαπλάσιο-ν ἀέρα ἴσην ἔχειν δύναμιν τῷ δεκάτῳ μέρει τοῦ πυρός, ἀνειμένην θεωρεῖς τὴν τοῦ ἀέρος δύναμιν, τὴν δὲ τοῦ πυρὸς ἐπιτεταμένην. μιᾶς δὲ οὔσης καὶ τῆς αὐτῆς ὕλης τῆς ὑποκειμένης τήν τε ἀνειμένην δύναμιν ἐπιταθῆναι δυνατὸν καὶ τὴν ἐπιτεταμένην ἀνεθῆναι· ἀνάγκη γὰρ μιᾶς οὔσης καὶ κοινῆς ἀμφοῖν τῆς ὕλης δυνάμει ἐν αὐτγ͂ͅ θεωρεῖσθαι ὅπερ ἑκάτερον· ὁ ὐτὸς δὲ πάλιν ἔσται λόγος τῆς παραθέσεως κατὰ τὰς ἐναντίας δυνάμεις λαμβανο- μένῃς, λεγόντων ἡμῶν ὡς τὸ πῦρ ξηρὸν οὕτως ὁ ἀὴρ ὑγρός, ἢ ὡς τὸ πῦρ θερμὸν οὕτω τὸ ὕδωρ ψυχρόν. ὁ γὰρ ἐναντίας εἰπὼν δυνάμεις καὶ μίαν ἀμφοῖν τὴν ὕλην, τὸ τριχῇ διαστατόν, καὶ μεταβολὴν ἀνάγκη θεωρεῖν· τὰ γὰρ ἐναντία ἀνάγκη δρᾶν εἰς ἄλληλα καὶ πάσχειν ὑπ’ ἀλλήλων, ἐπεὶ οὐδὲ ἐναντία λέγοιτ’ ἄν εἶναι. Et τοίνυν μήτε κατὰ μέγεθος μήτε κατὰ δύναμιν ἢ τὴν αὐτὴιν ἡ τὴ,ν ἐναντίαν οἷόν τέ ἐστι παράθεσιν θεωρεῖν τῶν στοιχείων ἀμεταβλήτων αυ- τῶν φυλαττομένων , ζητητέον μὴ ἄρα κατὰ τὸν τρίτον 〈τρόπον〉 δύναται ὁ Ἐμπεδοκλῆς θεωρεῖν τὴν τῶν στοιχείων σύγκρισιν, τὸν κατὰ ἀναλογίαν xwv ἑτερογενῶν δυνάμεων, ἵνα εἴποι ὡς τόδε θερμὸν τόδε λευκόν· φησὶ δὲ ὁ Ἀριστοτέλης, ὅτι κατὰ τοῦτον μόνον τὸν τρόπον δυνατὸν αὐτῷ συμβλητὰ is λέγειν τὰ στοιχεῖα ἀμετάβλητα αὐτὰ ὑποτιθεμένῳ· οὐδὲ γὰρ δυνατὸν λέγειν τὰς ἑτερογενεῖς δυνάμεις δρᾶν ἢ ὅλως μεταβάλλειν εἰς ἀλλήλας, οἷον τὴν λευκότητα εἰς γλυκύτητα. ὅσον μὲν οὖν πρὸς τὸ μὴ ἀνατρέπειν τὴν περὶ τῶν ἀμεταβλήτων στοιχείων ὑπόθεσιν ὀρθῶς ἄν ἔχοι ἡ κατὰ τοῦτον τὸν τρόπον θεωρουμένη παράθεσις, τῷ μὴ εἰσάγειν καθάπερ αἱ ἄλλαι μετ,α- βολὴν τῶν στοιχείων· πλὴν αὐτὴ καθ’ αὑτὴν ἐξεταζομένη ἡ δόξα οὐκ ἀνέλεγκτος ὑπάρχει, εἰ μὴ τὴν ἑτέραν μόνην δύναμιν τῆς συστοιχίας θεω- ρήσειέ τις ἐν τοῖς στοιχείοις ὑπάρχουσαν , τὴν δὲ ἑτέραν μηκέτι, οἷον εἰ τὴν λευκότητα λέγοι ὑπάρχειν τοῖς στοιχείοις, τὴν μελανότητα δὲ μηκέτι, καὶ γλυκύτητος μὲν φαίη αὐτὰ μετέχειν, πικρότητος δὲ μηδαμῶς· οὕτω δὲ κἀπὶ θερμοῦ καὶ ψυχροῦ. πρῶτον ἀποκληρωτικὸν τοῦτο, τὸ ταύτας μὲν ὑπάρχειν, τὰς ἀντιστοίχους δὲ μηκέτι , ἔπειτα καὶ μάτην ἔσονται μὴ ἔχουσαι εἰς ὅ τι δράσουσιν ἢ πρὸς οὗ πείσονται. εἰ δὲ εἶεν μὲν αἱ ἐναν- τίαι, τὴν ἀντιἵ αράθεσιν δὲ φαίη κατὰ τὰς ἑτερογενεῖς θεωρεῖσθαι καὶ μόνον, ἥξουσιν οἱ προειρημένοι λόγοι. ὅπου γὰρ ἐναντιότης, ἐκεῖσε καὶ πάθος ἐξ ἀνάγκης καὶ μεταβολή· ἐπεὶ οὐκ ἄν εἴη ἐναντία τὰ μὴ μαχόμενα ἀλλήλοις καὶ φθείροντα ἄλληλα. Et μὲν οὖν κατὰποσόν, ἀνάγκητὸ αὐτὸ εἶναιὑπάρχον ἅπασι τοῖς συμβλητοῖς to μετροῦνται. Ὅτι κατὰ τὰ μεγέθη καὶ τοὺς ὄγκους οὐ δύνανται συμβλητὰ εἶναι δείκνυσιν. ὡμολόγηται γὰρ ἐκ τῆς αἰσθήσεως ὅτι οὐ πάντα ἐστὶ τοῖς ὄγκοις ἴσα. ὁ γὰρ ἀὴρ μείζων ἐστὶ τῆς γῆς καὶ τοῦ ἐν τοῖς κοιλώμασιν αὐτῆς συρρεύσαντος ὕδατος, ἄδηλος δὲ καὶ ἡ τοῦ πυρὸς καὶ ἡ τοῦ ἀέρος πρὸς ἄλληλα κατὰ ποσὸν συμβολή, ἵνα μὴ λέγω ὅτι τὸ ὑπέκκαυμα περιέχον τὸν ἀέρα εὔλογον εἶναι μεῖζον τοῦ ἀέρος καὶ τῶν ἐντὸς ἀπάντων. ὥστε ἀδύνατον τοῖς ὄγκοις τὴν ἰσότητα λαμβάνειν. λέγοιντ’ ἄν οὖν ἴσα τοῖς ὄγκοις ὡς ἐξ ἴσου τοῦ ὑποκειμένου τῆς ἐφ’ ἑκάτερον γενομένης μεταβολῆς, ὅτι τοσοῦτον ὑποκείμενον μανούμενον μὲν ποιεῖ δεκαπλασίονα τυχὸν ἀέρα, πυκ- νούμενον δὲ τὸ δέκατον τούτου κατὰ τὸν ὄγκον ὕδατος· τοῦτο γὰρ αὐτῷ δηλοῖ καὶ τὸ ᾧ μετροῦνται, τουτέστι καθ’ ὃ ἴσα ἐστὶ τῷ ὑποκειμένῳ. τούτου δὲ οὕτως ἔχοντος οὐκ ἄν εἶεν ἀμετάβλητα τὰ στοιχεῖα, ὄντος αὐτοῖς κοινοῦ τοῦ ὑποκειμένου , ὃ συστελλόμενον μὲν ποιεῖ τὸ ὕδωρ, ἐκ- τεινόμενον δὲ τῇ μανώσει τὸν ἀέρα· τοῦτο δὲ μεταβολή ἐστι. Eἰ δὲ μὴ οὕτω κατὰ τὸ ποσὸν συμβλητὰ ὡς ποσὸν ἐκ 58r ποσοῦ, ἀλλ’ ὅσον δύναται. Ἐἐπὶ τὴν ἐν τῖς δυνάμεσιν ἐκ τῶν ὄγκων μετῆλθέν ἰσότητα· εἰ γὰρ μὴ κατὰ ποσόν, φησίν, ἴσα λέγοιεν, τῷ ἐξ ἴσου τινὸς ὑποκειμένου καὶ τὸ μεῖζον αὐτῶν καὶ τὸ ἔλαττον γενέσθαι, ὡς πρότερον ἐλέγμεν, λείπεται κατὰ τὰς δυνάμεις λέγειν αὐτὰ συμβλητὰ εἶναι, ὅτι ἐξισοῦνται αἱ δυναμεις αὐτῶν κατὰ τὴν τοὐ ποσοῦ ἀναλογίαν. καὶ τέως ἦι αύτὴ δυναμις υποκείσθω, ἵνα ἡ ἐν τῷ δεκαπλασίῳ τυχὸν ἀέρι θερμότης ἴση γένοιτο ἐν δεκάτῳ κατὰ τὸν ὄγκον μέρει τοῦ πυρός. τὸ δὲ μὴ ὡς ποσὸν ἐκ ποσοῦ δηλωτικόν ἐστι τοῦ μὴ ἔκ τινος ἴσου ποσοῦ μεταβάλλειν καὶ εἰς τὸ μεῖσον καὶ εἰς τὸ ἔλαττον τῇ πυκνώσει καὶ τῇ μανώσει, ἄλλα κάτα δυναμιν ἡ ἰσότης εἰλήφθω. πρὶν δὲ εἰπεῖν τὰ ταύτῃ τῇ ὑποθέσει παρακολουθοῦντα ἄτοπα, μέτεισιν ἐπὶ τὴν κατ’ ἀναλογίαν ἰσότητα τῶν δυνάμεων, ἐν ᾗ λαμβάνει τὰ τῷ γένει διαφέροντα, οἷον λευκὸν καὶ θερμόν, ὁμοιότητά τίνα καὶ ἀναλογίαν κατὰ τὰς δυνάμεις τῶν ποιοτήτων ἔχοντα πρὸς ἄλληλα, /να λέγωμεν ὅτι ὅσον ἐστὶ τόδε τὸ πῦρ θερμὸν τοσοῦτόν εστι τόδε τὸ υδωρ λευκόν. μόνως γὰρ οὕτως συμβλητὰ λέγειν αὐτὰ δύναται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων. οὐ γὰρ μεταβάλλει τὸ λευκὸν εἰς τὸ θέρμον ἡ ἐμπαλιν· ἀμετάβλητα γὰρ εἰς ἄλληλα τὰ ἑτερογενῆ. Τὸ δὲ ὡς τόδε σημαίνει τὸ ὅμοιον, ἐν δὲ τῷ ποσῴ τί) ἴσον. Εἰ μὴ κατὰ ποσὸν συμβλητά ἐστι τὰ στοιχεῖα, ἀλλὰ κατὰ τὴν εἰρημένην ἀναλογίαν, κακῶς ὁ Ἐμπεδοκλῆς ἔλεγε “ταῦτα γὰρ ἰσα τε παντα τὸ μὲν γὰρ ἴσον ἐν ποσότητι, τὸ δὲ ὅμοιον ἐν ποιότητι· ἔδει οὑν ὅμοια εἰπεῖν καὶ μὴ ἴσα. Ἄτοπον δὴ φαίνεται, εἰ τὰ σώματα ἀμετάβλητα ὄντα μὴ ἀναλγίᾳ συμβλητά ἐστιν, ἀλλὰ μέτρῳ τῶν δυνάμεων. Eἴπερ ἄρα, φησί, συμβλητὰ εἶναι λέγει τὰ στοιχεῖα ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων, ἀδύνατον αὐτὰ μέτρῳ τῶν δυνάμεων συμβλητὰ εἶναι λέγειν, οἷον ὡς τόδε τὸ ὕδωρ | ψυχρὸν οὕτω φέρε καὶ ὁ δεκαπλασίων αὐτοῦ ἀήρ. τὸ γὰρ τὰ διαφέροντα κατὰ ποσὸν ἴσον δύνασθαι λέγειν ταῖς δυνάμεσι ταῖς αὐταῖς οὐκ ἔστιν αὐτὰ τηροῦντος ἀμετάβλητα, ὡς ἔφθημεν δείξαντες· τὸ γὰρ πλέον κατὰ τὴν αὐτὴν δύναμιν καὶ ἔλαττον οὐκ ἄλλως ἐστὶν ἢ τῷ ἐκ τῆς αὐτῆς ὕλης <εἶναι>, τοῦτο δὲ ἐπιτάσει καὶ ἀνέσει τῶν δυνάμεων συμβαίνει· τοῦτο δὲ μεταβολή ἐστι. μόνως οὖν τῇ τῶν ἑτερογενῶν δυνάμεων καὶ διὰ τοῦτο μὴ μεταβαλλουσῶν εἰς ἀλλήλας ἀναλογίᾳ συμβλητὰ λέγειν Ἐμπεδοκλῆς δύναται τὰ στοιχεῖα. Καὶ τῷ εἶναι ἴσον θερμὸν ἢ ὁμοίως πυρὸς τοσονδὶ καὶ ἀέρος πολλαπλάσιον. Ἐπειδὴ εἶπεν ἴσον θερμόν, τὸ δὲ ἴσον τοῦ ποσοῦ, μετέβαλεν εὐθὺς εἰς τὸ ὅμοιον εἰπὼν ἢ ὁμοίως πυρὸς τοσονδί. πῶς δὲ δυνατὸν ἐν ὀλίγῳ ὄγκῳ ἀέρος καὶ ἐν ἐλάττονι πυρὸς τὴν ὁμοίαν εἶναι θερμότητα, δείκνυσιν ἐπαγαγὼν τὸ γὰρ αὐτὸ πλέον τῷ ὁμογενὲς εἶναι τοιοῦτον ἕξει τὸν λόγον, τὸ αὐτὸ μὲν ἐπὶ τῆς δυνάμεως εἰληφώς ὑπόκειται γὰρ καὶ ὁ ἀὴρ θερμὸς καὶ τὸ πῦρ), τὸ δὲ πλέον ἐπὶ τῶν ὄγκων· ὑπόκειται γὰρ πολλαπλασίων ὁ ἀὴρ τοῦ πυρὸς τῷ ὄγκῳ, κατὰ δὲ τὴν θερμότητα ἴσος αὐτῷ. ἀδύνατον δὲ τὴν αὐτὴν δύναμιν ἐν διαφόροις εἶναι μεγέθεσι, μὴ μιᾶς καὶ τῆς αὐτῆς ὑποκειμένης ἀμφοῖν ὕλης. εἰ δὲ οἱ ἄνισοι ὄγκοι πυρὸς καὶ ἀέρος ὁμοίως εἰσὶ θερμοί, ἐὰν ἄρα λάβω τὸν ἴσον τῷ πυρὶ τοῦ ἀέρος ὄγκον, ἐλάττων ἔσται ἡ ἐν τῷ ἀέρι θερμότης τῆς ἐν τῷ πυρί. ὥστε ἀνέσει καὶ ἐπιτάσει τὸ αὐτὸ ὑποκείμενον μᾶλλον θερμὸν γίνεται καὶ ἧττον· τοῦτο δὲ μεταβολή ἐστιν· οὐκ ἄρα ἀμετάβλητα τὰ στοιχεῖα φυλαχθήσεται. Ἀλλὰ μὴν οὐδ’ αὔξησις ἂν εἴη κατ’ Ἐμπεδοκλέα, ἀλλ᾿ ἢ κατὰ πρόσθεσιν. Δείξας ὡς ἀσύμφωνα αὐτὸς ἑαυτῷ ὑποτίθεται ὁ Ἐμπεδοκλῆς ἀμετάβλητα λέγων τὰ στοιχεῖα καὶ συμβλητὰ εἶναι πρὸς ἄλληλα, δείκνυσι νῦν ὅτι οὕτε αὔξησίς ἐστι κατ’ αὐτὸν οὔτε γένεσις ἡ κατὰ φύσιν, εἰ ἀμετά- βλητα εἴη τὰ στοιχεῖα· καὶ τέως ὅτι αὔξησις οὐκ ἔστιν, εἰ μὴ ὁμωνύμως ἡ κατὰ πρόσθεσιν λεγομένη. καὶ γὰρ εἴ τις ὕδωρ ἐπιπροσθείη ὕδατι καὶ ποιήσει πλεῖον, εἰώθαμεν λέγειν ‘ηὔξηται τὸ ὕδωρ’. ὁμοίως ἐπὶ οἰκοδομήματος ἢ πλαστουργήματος προσθήκης ἔξωθεν γινομένης. ἀλλ’ οὐκ αὔξησις τοῦτό ἐστιν, ἀλλὰ τοῦ ὁμοίου πρόσθεσις. τίς γὰρ ἡ κατὰ φύσιν αὔξησις, ἔφθη δείξας ἐν τῷ πρώτῳ λόγῳ, ὅτι ἀλλοιουμένης τῆς ὕλης τῆς αὐξούσης, λέγω τῆς τροφῆς, καὶ προστιθεμένης τοῖς μορίοις καὶ ὑπὸ τῆς ἐν αὐτοῖς ἀλλοιωτικῆς δυνάμεως ἐξομοιουμένης αὐτοῖς, καὶ τοῦ αὐξομένου κατὰ πάσας τὰς διαστάσεις ἐπιδόντος. Πολὺ δὲ χαλεπώτερον ἀποδοῦναι περὶ γενέσεως τῆς κατὰ φύσιν. Κατὰ φύσιν εἶπε, διότι γίνεταί τινα καὶ κατὰ τέχνην καὶ κατὰ προαίρεσιν καὶ κατὰ τύχην. ὁ μὲν γὰρ Ἐμπεδοκλῆς συνιόντων φησὶ τῶν στοιχείων ὅπως ἂν τύχοιεν ἄλλοτε ἄλλα γίνεσθαι· τοῦτο γὰρ καὶ Ἀριστοτέλης ἐδήλωσεν εἰπὼν ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν. ἀλλὰ τὰ μὲν ὑπὸ τύχης γινόμενα καὶ ὑπὸ τοῦ αὐτομάτου σπάνια, τὰ δὲ ὑπὸ λόγου καὶ φύσεως ἀεὶ ὡσαύτως ἢ ὡς ἐπὶ τὸ πλεῖστον· ἀεὶ γὰρ ἐξ ἀνθρώπου ἄνθρωπος καὶ ἐξ ἀμπέλου ἄμπελος. εἰ γὰρ ἡ τύχη ἐπὶ τῶν σπανίων, τὰ ἄρα μὴ σπανίως ἀλλ’ ἀεὶ γινόμενα ἢ ὡς ἐπὶ τὸ πλεῖστον, οὐκ ἀπὸ τύχης ἀλλ’ ὑπὸ λόγου καὶ φύσεως γίνεται. καὶ ἄλλως εἰ ἀπαθῆ τὰ στοιχεῖα, γένεσις οὐδενὸς ἔσται, “ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων”. τοῦτο δὲ οὐ φαίνεται οὕτως ἔχον· πόθεν γὰρ τὰ ποικίλα τῶν συνθέτων εἴδη καὶ τῶν ἐμψύχων ἡ διοργάνωσις; ἡ γὰρ μίξις μεσότητα τῶν συνελθόντων ποιεῖ μόνην, οὐ μεταβολὴν οὐσίας καὶ ὀργάνων διάπλασιν. Ἀλλ’ οὐχ ὅπως ἔτυχε συνελθόντων οὐδὲν γίνεται, καθὰ ἐκεῖνός φησιν, ἀλλὰ λόγῳ τινί· τί οὖν τούτου αἴτιον; οὐ γὰρ δὴ πῦρ γε ἢ γῆ. εἰ μὴ ἡ τυχοῦσα μίξις ὀστοῦν ποιεῖ ἢ νεῦρον ἢ σάρκα ἢ ὅπερ ἔτυχεν, ἀλλ’ ἐν λόγῳ τῆς καθ’ ἕκαστον μόριον γινομένης μίξεως, τί τῆς κατὰ λόγον καὶ ἐν τάξει τινὶ γενέσεως αἴτιον; οὐ γὰρ δή γε, φησίν, ἡ γῆ, τουτέστιν ἡ τῶν στοιχείων σύνοδος· ὡς γὰρ εἶπον, κρᾶσίν τινα καὶ μεσότητα δυνάμεων συνιόντα ποιεῖ τὰ στοιχεῖα, οὐ μὴν οὐσίαν ὀστοῦ ἢ νεύρου ἢ φλεβὸς ἢ τῶν ἄλλων ὁμοιομερῶν ἢ ὀργανικῶν τινος. ἀνάγκη 58v οὖν λόγον καὶ φύσιν αἰτιᾶσθαι τὴν τούτων ποιητικήν, ἣν ἐκεῖνος οὐκ ἀπο- δίδωσιν. Ἀλλὰ μὴν οὐδ’ ἡ φιλία καὶ τὸ νεῖκος· συγκρίσεως γὰρ μόνον, τὸ δὲ διακρίσεως αἴτιον. τοῦτο δ’ ἐστὶν ἡ οὐσία ἡ ἑκάστου, ἀλλ’ οὐ μόνον ‘‘μίξις τε διάλλαξίς τε μιγέντων”, ὥσπερ ἐκεῖνός φησι. Oὐδὲ ἡ φιλία, φησί, καὶ τὸ νεῖκος τῆς κατὰ λόγον γενέσεως αἴτια· μόνης γὰρ ἡ φιλία συγκρίσεως κατ’ αὐτὸν καὶ τὸ νεῖκος διακρίσεως αἴτιον. τί οὖν τὸ ποιοῦν τὴν ἐν λόγῳ μίξιν; καὶ γὰρ ἐπὶ τῆς τεχνητῆς μίξεως αἱ μὲν δυνάμεις τῶν συνελθόντων τῆς ἁπλῆς μίξεως αἴτιαι, τῆς δὲ κατὰ λόγον συνόδου καὶ ἐπὶ | ποσὸν συγκρίσεως ἡ τέχνη αἰτία. ὥστε ἄλλο τι παρὰ τὴν φιλίαν αἰτιατέον τῆς ἐν λόγῳ μίξεως, τοῦτο δέ ἐστιν ἣν καλοῦμεν φύσιν, ὅπερ ἐστὶν ἡ ἑκάστου οὐσία. ὁ δὲ Ἐμπεδοκλῆς αὐτὸ τοῦτο μόνον τὴν ὑπὸ τῆς φιλίας γινομένην μίξιν καὶ τὴν ὑπὸ τοῦ νείκους διάκρισιν φύσιν ὀνομάζεσθαί φησιν· οὕτω δὲ κατ’ αὐτὸν καὶ τὰ ὡς ἔτυχε μιγνύμενα χωρὶς λόγου παντὸς φύσιν ἔδει καλεῖν, ὁμοίως δὲ καὶ τὰ διακρινόμενα. εἰ οὖν ἐστὶν ἐν τούτοις καὶ τὸ παρὰ φύσιν, οὐκ ἄρα ἡ τυχοῦσα μίξις οὐδ’ αὖ πάλιν ἡ διάκρισις φύσις ἂν δικαίως καλοῖτο, ἀλλ’ ἡ κατὰ λόγον, περὶ ἧς Ἐμπεδοκλῆς οὐδὲν εἴρηκεν. Ἀλλὰ μὴν καὶ τὸ εὖ τοῦτο καὶ τὸ ἀγαθόν· ὁ δὲ τὴν μίξιν μόνον ἐπαινεῖ. ‘Η κατὰ λόγον, φησί, μίξις, καθ’ ἣν ἡ ἑκάστου χαρακτηρίζεται οὐσία, τὸ ἑκάστου εὖ καὶ τὸ ἀγαθόν ἐστιν· ἑκάστῳ γὰρ ἀγαθὸν τὸ κατὰ φύσιν, τοῦτο δὲ τὸ κατὰ λόγον. ἀλλ’ ὁ Ἐμπεδοκλῆς τοῦτο καταλιπὼν τὴν μίξιν καὶ] μόνον ἐπαινεῖ. καίτοι εἰ μὴ κατὰ λόγον γίνοιτο, ψόγου μᾶλλον ἀξία ἐστί· φθορᾶς γὰρ αἰτία γίνεται. Καίτοι τά γε στοιχεῖα διακρίνει οὐ τὸ νεῖκος, ἀλλ’ ἡ φιλία τὰ φύσει πρότερον τοῦ θεοῦ· θεοὶ δὲ καὶ ταῦτα. Ἐμπεδοκλῆς θεὸν καλῶν τὸν σφαῖρον τὴν μὲν φιλίαν ἐπινεῖ ὡς αἰτίαν τούτου τῇ πάντων συγκρίσει, τὸ δὲ νεῖκος ψέγει ὡς διακριτικὸν τοῦ θεοῦ· πρῶτα γὰρ ὄντα τὰ στοιχεῖα τοῦ σφαίρου ὑπὸ τῆς φιλίας συγκριθέντα πεποίηκεν αὐτόν. ὁ οὖν Ἀριστοτέλης εἰς τοὐναντίον περιτρέπει τὸν Ἐμπεδοκλέα, ὅτι μᾶλλον διακρίσεως ἐστιν αἴτιον κατ’ αὐτὸν ἡ φιλία. εἰ γὰρ ἐκ τῶν στοιχείων ὁ σφαῖρος γέγονεν, οὐ δήπου μενόντων ὡς ἔχουσι φύσεως· οὐκοῦν διέκρινεν ἀπ’ αὐτῶν τὰς ἕκαστον πρὸ τοῦ σφαίρου χαρακτηριζούσας ποιότητας ἀπὸ τῶν ὑποκειμένων αὐταῖς· οὐ γὰρ ἄν ἄλλως ἓν εἶδος ἐλάμβανε πάντα, τὸ τοῦ σφαίρου. εἰ οὖν διάκρισίς ἐστιν ὡς τοῦ εἴδους ἀπὸ τῆς ὕλης χωρισμός, τοῦτο δὲ πεποίηκεν ἡ φιλία, διακρίσεως ἄρα μᾶλλόν ἐστιν αἰτία. τὸ δὲ θεοὶ δὲ καὶ ταῦτα, τουτέστι τὰ στοιχεῖα καὶ οὐ μόνον ὁ σφαῖρος θεός. μήποτε δὲ τοῦτο εἶπεν δηλῶν ὡς οὐ μᾶλλον ἐπαινετὴ ἡ φιλία ὡς ποιοῦσα τὸν σφαῖρον θεὸν ὄντα ὡς ψεκτὴ διακρίνουσα τὰ στοιχεῖα καὶ φθείρουσα· θεοὶ γὰρ καὶ ταῦτα. ἤτοι δὲ ὡς Ἐμπεδοκλέους θεοὺς καὶ ταῦτα λέγοντος, ἢ μᾶλλον ὡς ἑπόμενον τῇ ὑποθέσει· εἰ γὰρ πρῶτά ἐστι τοῦ σφαίρου καὶ ἀμετάβλητα, πῶς οὐκ ἀκόλου- θον καὶ ταῦτα λέγειν θεούς; Ἕτι δὲ περὶ κινήσεως ἀπλῶς λέγει· οὐ γὰρ ἱκανὸν εἰπεῖν διότι ἡ φιλία καὶ τὸ νεῖκος κινεῖ, εἰ μὴ τοῦτο εἴη φιλίᾳ εἰναι τὸ κινήσει τοιᾷδε, νείκει δὲ τὸ τοιάδε. Oὐδέν, φησί, διορισάμενος περὶ κινήσεως, τίς τέ ἐστι καὶ τίνων, ἁπλῶς οὑτωσὶ τὴν φιλίαν λέγει κινεῖν καὶ τὸ νεῖκος, τὸ μὲν διακρῖνον καὶ ὄι) διαχωρίζον ἀπ’ ἀλλήλων τὰ στοιχεῖα, τὴν δὲ συνάπτουσαν ἐκ διεστώτων. ἔδει οὖν, φησί, πρότερον ἢ διορίσασθαι τὰ περὶ τῆς κινήσεως ἢ ὑποθέσθαι ἢ ἀποδεῖξαι· ταῦτα γὰρ ἐπιστήμης ἔργα. τὰς μὲν γὰρ ἀρχὰς ὑποτίθενται καὶ ὁρίζονται, οἷον ὅτι τὸ σημεῖον ἀμερές, ὅτι τριγώνων εἴδη τρία τὸ ἰσόπλευρον, τὸ ἰσοσκελές, τὸ σκαληνόν), ὅτι ὁ κύκλος σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον ἐφ’ ἣν αἱ ἀπὸ τοῦ μέσου προσπίπτουσαι ἴσαι ἀλλήλαις εἰσίν· τὰ δὲ μετὰ τὰς ἀρχὰς ἀποδεικνύουσιν. εἰ μὴ ἄρα, φησίν, αὐτοκίνησίς ἐστιν ἡ φιλία, καὶ τὸ νεῖκος ὁμοίως. ἀλλ’ οὐ τοῦτό φησιν ὁ Ἐμπεδοκλῆς, ἀλλὰ κινήσεως αἴτια τὸ νεῖκος καὶ τὴν φιλίαν. ὥστε οὐδὲν πέρι κινήσεως εἴρηκεν. Ἐτι δὲ ἐπεὶ φαίνονται καὶ βίᾳ καὶ παρὰ φύσιν κινούμενα 59r τὰ σώματα. Ἐμπεδοκλέους τὴν μὲν φιλίαν ἐπαινοῦντος ὡς τῆς κατὰ φύσιν αἰτίαν κινήσεως, τὸ δὲ νεῖκος ψέγοντος ὡς τῆς ἐναντίας (φησὶ γὰρ “ὡς καὶ ἐγὼ δεῦρ’ εἰμὶ φυγὰς θεόθεν καὶ ἀλήτης νείκεϊ μαινομένῳ πίσυνος’’), εἰς τοὐναντίον πάλιν αὐτὸν ὁ Ἀριστοτέλης περιάγει, δεικνὺς ὅτι κατὰ τὰς αὐτοῦ ὑποθέσεις ἡ μὲν φιλία τῆς παρὰ φύσιν τὸ δὲ νεῖκος τῆς κατὰ φύσιν κινήσεως ἐστιν αἴτιον. τούτων δὲ πρότερον δείκνυσιν ὅτι ἐστὶ καὶ ἡ κατὰ φύσιν καὶ ἡ παρὰ φύσιν κίνησις. δείξας γὰρ ὅτι ἐστὶ βίαιος κίνησις, ὡς ἡ τοῦ πυρὸς ἐπὶ τὸ κάτω καὶ τῆς βώλου ἐπὶ τὸ ἄνω, καὶ πάλιν ἡ μὴ βίαιος, τοῦ πυρὸς μὲν ἐπὶ τὸ ἄνω τῆς βώλου δὲ ἐπὶ τὸ κάτω, ταῦτα δὲ ἐναντία, ἡ δὲ βίαιος παρὰ φύσιν, ἡ ἄρα οὐ βίαιος κατὰ φύσιν. εἰ οὖν τὸ νεῖκος διακρίσεως αἴτιον, διακριθέντα δὲ ἐκ τοῦ σφαίρου τὰ στοιχεῖα ἠνέχθη καὶ κεκίνηται, γῆ μὲν κάτω καὶ ἐπὶ τὸ μέσον πῦρ δὲ ἄνω καὶ ἐπὶ τὸ πέριξ, αὗται δὲ τούτων κατὰ φύσιν εἰσὶν αἱ κινήσεις, τὸ ἄρα νεῖκος τῆς κατὰ φύσιν τῶν στοιχείων κινήσεως ἐστιν αἴτιον, ἡ δὲ φιλία συγκρίνουσα ταῦτα καὶ εἰς ἓν ἄγουσα τὴν μὲν γῆν ἀποστήσει τοῦ μέσου τὸ δὲ πῦρ τοῦ πέριξ, ἵνα εἰς ταὐτὸν ἄμφω συναγάγῃ· τοῦτο δὲ παρὰ φύσιν ἐστὶ κινῆσαι τὸ πῦρ καὶ τὴν γῆν, ἐξιστῶσαν αὐτὰ τῶν κατὰ φύσιν τόπων. οὐκοῦν ὡς ἔχουσιν αἱ κινήσεις, ἕξουσι καὶ τὰ κινοῦντα. οὕτω δὲ ἡ μὲν φιλία παρὰ φύσιν ἔσται, τὸ δὲ νεῖκος κατὰ φύσιν. Ἁπλῶς δὲ εἰ μὴ ἡ φιλία ἢ τὸ νεῖκος κινοῖ, αὐτῶν τῶν σωμάτων οὐδεμία κίνησίς ἐστιν οὐδὲ μονή. ἀλλ’ ἄτοπον. Κατὰ τὸν Ἐμπεδοκλέα, φησίν, ἀναιρεθήσεται παντελῶς ἡ κατὰ φύσιν κίνησις καὶ ἡ μονή. εἰ μὲν γὰρ καὶ | μὴ οὔσης τῆς φιλίας καὶ τοῦ 59v νείκους ἀφ’ ἑαυτῶν κινοῦνται τὰ στοιχεῖα, οὐκ ὄι εἶεν τῆς κινήσεως αὐτῶν ἡ φιλία καὶ τὸ νεῖκος αἴτια· εἰ δὲ ταῦτα μόνα τῆς κινήσεως αὐτῶν ἐστιν αἴτια, ἀφαιρήσομεν αὐτῶν τὴν κατὰ φύσιν κίνησιν· ἡ γὰρ ἐξ ἄλλου καὶ μὴ ἐξ αὑτοῦ παρὰ φύσιν ἐστὶ τῷ κινουμένῳ. ἀλλ’ εἰ ἔστιν ἡ παρὰ φύσιν, πάντως ἔσται καὶ ἡ κατὰ φύσιν· πρὸς ἄλληλα γὰρ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν. Ἔτι δὲ καὶ φαίνεται κινούμενα· διέκρινε μὲν γὰρ τὸ νεῖκος, ἠνέχθη δὲ ἄνω ὁ αἰθὴρ οὐχ ὑπὸ τοῦ νείκους. Εἰ καὶ αὐτός, φησί, μὴ δίδωσιν αὐτοῖς τὴν ἐξ ἑαυτῶν κίνησιν μηδὲ ἐπέστησε τούτῳ, ἀλλ’ οὖν τὸ μὲν νεῖκος, φησί, διέκρινε μόνον ἀπὸ τοῦ σφαίρου τὰ στοιχεῖα, διακριθέντων δὲ ἡ μὲν ἠνέχθη κατὰ φύσιν κάτω, τὸ δὲ πῦρ ἄνω. ἔχουσιν ἄρα καὶ τὴν ἐξ ἑαυτῶν καὶ κατὰ φύσιν κίνησιν. ὥστε οὐδὲ ταῖς ἰδίαις ὑποθέσεσιν ἐπέστησεν ὁ Ἐμπεδοκλῆς. Ἀλλ’ ὁτὲ μέν φησιν ὥσπερ ἀπὸ τύχης “οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως’’, ὁτὲ δέ φησιν πεφυκέναι πῦρ ἄνω φέρεσθαι, ὁ δὲ αἰθήρ, φησίν, “μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις”. Λέγων ὑπὸ τοὐ νείκους καὶ τῆς φιλίας κινεῖσθαι τὰ στοιχεῖα, ὥσπερ οὐκ ἐφιστάνων οἷς λέγει, ποτὲ μὲν κατὰ τύχην ποτὲ δὲ κατὰ φύσιν αὐτὰ φέρεσθαί φησιν. ὥστε ἐκ τῶν νῦν παρατεθέντων αὐτοῦ ῥημάτων δίδωσιν αὐτοῖς καὶ τὴν ἐξ αὑτῶν κίνησιν. οὐδὲν ἄρα διωρισμένον καὶ σαφὲς ἢ περὶ κινήσεως ἁπλῶς ἢ περὶ τῆς τῶν στοιχείων κινήσεως εἴρηκεν ὁ Ἐμπεδοκλῆς. Ἅμα δὲ καὶ τὸν κόσμον ὁμοίως ἔχειν φησὶν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας. Ἄλλο πάλιν ἄτοπον ταῖς Ἐμπεδοκλέους ὑποθέσεσιν ἐπιφέρει. ὁμοίως γὰρ ἔχειν τὸν κόσμον καὶ κινεῖσθαι ἔλεγεν ἐπί τε τοῦ νείκους νῦν καὶ πρότερον ἐπὶ τῆς φιλίας. εἰ οὖν ἡ μὲν φιλία καὶ τὸ νεῖκος ἑτέρας κινοῦσι κινήσεις καὶ ἐναντίας, ἡ μὲν διακρίνουσα τὸν σφαῖρον ἡ δὲ συγκρίνουσα τὰ στοιχεῖα, ὁ δὲ κόσμος ὡσαύτως ἔχει νῦν τε καὶ πρότερον, ἑτέραν ἄρα κινεῖται <κίνησιν> ἐξ αὑτοῦ καὶ ἀίδιον, οὔτε τοῦ νείκους αὐτὸν κινοῦντος οὔτε τῆς φιλίας. ἔσται οὖν τι παρὰ ταῦτα τῆς κινήσεως τοῦ κόσμου αἴτιον. τοῦτο οὖν ἔσται ἀρχὴ ὡς ἀίδιον, καὶ οὔτε τὸ νεῖκος οὔτε ἡ φιλία· ποτὲ γὰρ κινεῖ τούτων ἑκάτερον. Ζητεῖ δὲ ὁ Ἀλέξανδρος, πῶς ὁμοίως ἔχειν τὸν κόσμον λέγει νῦν τε καὶ πρότερον ἢ ἄλλον καὶ ἄλλον. ἔοικε δέ, φησίν, ὁ αὐτὸς εἶναι κόσμος ὑπ’ αὐτοῦ λέγεσθαι. εἰ γάρ τις λέγοι, φησίν, εἶναι κόσμον καὶ τὴν ἐπὶ τοὐ νείκους γινομένην διάκρισιν καὶ τὴν ἐπὶ τῆς φιλίας σύγκρισιν, πῶς ἂν ἔτι ἄλλο εἴη παρὰ τὸ νεῖκος καὶ τὴν φιλίαν τοῦ κόσμου κινητικόν; εἰ δὲ κόσμον λέγοι, φησί, τὸ φυσικὸν σῶμα, συγκριθήσεται μὲν τοῦτο καὶ διακριθήσεται ὑποκείμενον ὑπάρχον καὶ τοῖς στοιχείοις καὶ τῷ σφαίρῳ, ἔσται δέ που καὶ οἰκείαν κινούμενον κίνησιν ὡς φυσικὸν σῶμα. ἡ ὁμοίως, φησί, κόσμος κατ’ αὐτόν ἐστι καὶ κινεῖται ἐπί τε τοῦ νείκους νῦν καὶ ἐπὶ τῆς φιλίας πρότερον, ἐν δὲ τοῖς μεταξὺ διαλείμμασι τῶν ὑπ’ ἐκείνων γινομένων κινήσεων, πρότερόν τε ὅτε ἐκ τοῦ νείκους ἐπεκράτησεν ἡ φιλία καὶ νῦν ὅτε ἐκ τῆς φιλίας τὸ νεῖκος, κόσμος ἐστὶν ἄλλην τινὰ κινούμενος κίνησιν καὶ οὐχ ἃς ἡ φιλία καὶ τὸ νεῖκος κινοῦσιν. Ἄτοπον δὲ καὶ εἰ ἡ ψυχὴ ἐκ τῶν στοιχείων ἢ ἕν τι αὐτῶν. Πανία ἐκ τῶν τεσσάρων γεννῶν ὁ Ἐμπεδοκλῆς καὶ τὴν ψυχὴν ἐκ τούτων ἐγέννα· γαίῃ μὲν γάρ, φησί, γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ, αἰθέρι δ’ αἰθέρα δῖον· ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργῇ δὲ στοργήν, νεῖκος δέ τε νείκει λυγρῷ. εἰ οὖν ἐκ τῶν στοιχείων ἡ ψυχή, τὰ αὐτὰ ἕξει πάθη ἅπερ ἔχει καὶ τὰ στοιχεῖα· οὐδὲν δὲ σωματικὸν ἔχει πάθος ἡ ψυχή, οἷον ὑπομένει γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀήρ. τὸ γὰρ μουσικὸν καὶ ἄμουσον, ἡ μνήμη καὶ ἡ λήθη, αἱ τέχναι τε καὶ ἐπιστῆμαι οὐδενὶ τῶν στοιχείων συμβαίνουσιν· οὐ γάρ ἐστι σωματικὰ πάθη ταῦτα οὐδ’ αἰσθητά. ἀλλ’ οὐδὲ τὰ τῶν στοιχείων τῇ ψυχῇ, μάνωσις πύκνωσις θερμότης ψύξις κουφότης βαρύτης ἤ τι τῶν ὢ περὶ τὰ σώματα θεωρουμένων. καὶ ἄλλως εἰ τὰ στοιχεῖα μὲν ἀμετάβλητα κατ’ Ἐμπεδοκλέα, μεταβάλλει δὲ ἡ ψυχὴ κατὰ γνῶσιν καὶ ἄγνοιαν ἀρετήν τε καὶ κακίαν, οὐκ ἂν εἴη ἐκ τῶν στοιχείων. ὑπερτίθεται δὲ τοὺς τοιούτους λόγους εἰς τὴν Περὶ ψυχῆς πραγματείαν εἰκότως. Περὶ δὲ τῶν στοιχείων ἐξ ὧν τὰ σώματα συνέστηκεν. Συμπληρώσας τοὺς πρὸς Ἐμπεδοκλέα λόγους, καὶ ἅπασιν ἐπεξελθὼν τοῖς τμήμασι τῆς προεκτεθείσης διαιρέσεως, καὶ τὰ μὲν ἄλλα ἐλέγξας μόνον δὲ καταλιπὼν τὸ φάσκον τμῆμα τὰ τέσσαρα ἀρχὰς εἶναι ὡς μέτα. βλητικά, πάλιν ἐπανιὼν εἰς τὴν περὶ αὐτῶν διδασκαλίαν φησὶν ὅτι ὅσοι μεταβλητικὰ αὐτὰ ὑποτίθενται, ἀκολούθως καὶ κοινὴν ὕλην αὐτοῖς ὑποκεῖσθαί φασιν, καὶ ἔμπαλιν ὅσοι κοινὴν ὕλην ὑπέθεντο, καὶ μεταβάλλειν αὐτὰ εἰς ἄλληλα ἔφασαν· ἀκολουθεῖ γὰρ ἀλλήλοις τῷ λέγειν κοινὸν ὑποκείμενον τὸ καὶ μεταβλητικὰ αὐτὰ φάσκειν, καὶ τῷ μεταβλητικὰ αὐτὰ λέγοντι τὸ κοινὴν ὕλην ὑποτίθεσθαι. ὅσοι δὲ ἀμετάβλητα αὐτὰ ὑποτιθέμενοί φασιν ἐξ αὐτῶν γίνεσθαι τἆλλα, ὥσπερ ἐκ λίθων καὶ ξύλων τοιώσδε συντεθέντων τὴν οἰκίαν, ἀτόποις περιπίπτουσι, μὴ δυνάμενοι εἰπεῖν πόθεν τὸ τῆς σαρκὸς εἶδος ἢ τὸ τοῦ ὀστοῦ ἀποτετέλεσται ἢ τῶν ἄλλων ἑκάστου. ἔχει δὲ τοῦτο, φησίν, ἀπορίαν καὶ πρὸς τοὺς μεταβλητικὰ | εἶναι αὐτὰ φάσκοντας. εἰπὼν δὲ τοῦτο, πρῶτον ἐκτίθεται πῶς οἱ ἀμετάβλητα τὰ στοιχεῖα ὑποτιθέμενοι οὐ δύνανται σῴζειν τὴν τῶν συνθέτων γένεσιν. εἰ γὰρ τὰ στοιχεῖ; φησίν, ἀμετάβλητα μείναντα καὶ μόνον ἀλλήλοις παρατεθέντα κατὰ τήνδε τὴν σύνθεσιν ἐποίησε τὴν σάρκα, ὥσπερ λίθοι καὶ πλίνθοι καὶ ξύλα τὴν οἰκίαν, οὐκ ἔσται ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πῦρ καὶ ὕδωρ γενέσθαι καὶ τἆλλα, ὥσπερ οὐδ’ ἐξ ὁτουοῦν μέρους τῆς οἰκίας δυνατὸν ἐκκρῖναι πάντα· οὐδὲ γὰρ ἐκ τῶν λίθων ἐκκριθεῖεν ἄν πλίνθοι καὶ ξύλα. ὡσαύτως δὲ καὶ κατ’ ἐκείνους οὐκ ἔσται ἔκκρισις πάντων ἐκ τῆς σαρκός. νῦν δὲ τοῦτο ἐναργῶς, φησίν, ὁρῶμεν, ὅτι ἐξ ὁτουοῦν 〈μέρους〉 τῆς σαρκὸς καὶ τοῦ ὀστοῦ ἐκκρίνεται ὕδωρ καὶ γῆ καὶ τῶν ἄλλων ἕκαστον· δυνατὸν γὰρ τὸ αὐτὸ σαρκίον καύσαντα ἐκπυρῶσαι ἢ ἐξαερῶσαι, καὶ σήψαντα γῆν ποιῆσαι, καὶ διαλῦσαι δὲ δυνατὸν εἰς ὕδωρ ὑπὸ τῆς ὑγρᾶς οὐσίας ἐπικρατούμενον. ὥστε ψευδὴς καὶ μαχομένη τοῖς φαινομένοις αὐτῶν ἡ ὑπόθεσις. ἴσως δὲ πρὸς ταῦτα φαῖεν ἄν ἐκεῖνοι, ὅτι ἐκ πάσης μὲν σαρκός φαμεν πάντα τὰ στοιχεῖα ἐκκρίνεσθαι, διότι σάρκα φαμὲν τὴν σύνθεσιν τῶν πάντων, οὐ μὴν συγχωροῦμεν τὸ ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς πάντα ἐκκρίνεσθαι. εἰ γὰρ καὶ κατὰ τὸ φαινόμενον δοκεῖ ἐξ ὁτουοῦν μέρους αὐτῆς ἐκκρίνεσθαι πάντα, οὐκ ἔστιν ἀληθές. ἔστι γάρ τι ἐν αὐτῇ ὃ μόνον ἐστὶ πῦρ καὶ ὃ μόνον ἐστὶν ὕδωρ, δοκεῖ δὲ τῇ αἰσθήσει ἐξ ὁτουοῦν πάντα γίνεσθαι, διότι κατὰ λεπτὸν ἕκαστον τῶν τὴν σύνθεσιν ποιούντων δι’ ὅλης παρέσπαρται τῆς σαρκός, ὡς μὴ εἶναι λαβεῖν τῇ αἰσθήσει ἀποκεκριμένα αὐτὰ ἐξ ἀλλήλων, ὡς ἐπὶ τῶν ξηρίων ἔχει τῶν ἐκ πολλῶν συμπεφορημένων, τοῦ τετραείδου τυχὸν ἢ ἑξαείδου. οὕτω μὲν οὖν ἴσως ἐκεῖνοι ὑπεραπολογούμενοι εἴποιεν. εἰ δέ τις λέγοι πρὸς αὐτοὺς ὅτι ἀναιροῦσι τὴν τῶν ὁμοιομερῶν φύσιν μὴ λέγοντες πᾶν ὁτιοῦν μέρος τῆς σαρκὸς σάρκα εἶναι 60r (τοῦτο γὰρ ὁμοιομερές, οὗ τὰ μέρη τῷ ὅλῳ ὅμοια καὶ ἀλλήλοις), πρὸς αὐτὸν ὅτι καθόλου μὲν τὴν τῶν ὁμοιομερῶν φύσιν οὐκ ἀναιροῦμεν (τὰ γὰρ τέσσαρα στοιχεῖα ὁμοιομερῆ φαμεν εἶναι), τὴν δὲ σάρκα καὶ τὸ ὀστοῦν οὐ τιθέμεθα ὁμοιομερῆ ὑπάρχειν. Οὕτως μὲν οὖν δείκνυσιν ἀδύνατον εἶναι ἐξ ἀμεταβλήτων ὄντων τῶν στοιχείων ποιεῖν σάρκα καὶ ὀστοῦν καὶ τῶν ἄλλων ἕκαστον. φησὶ δὲ ἄπορον εἶναι τὸν λόγον καὶ τοῖς μεταβάλλειν αὐτὰ λέγουσιν εἰς ἄλληλα, πῶς ποτε ἅμα τὸ εἶδος τῆς σαρκὸς ἢ τοῦ ὀστοῦ ἢ τῶν ἄλλων τινὸς ὁμοιομερῶν. εἰ γάρ φασι μὴ σῴζεσθαι αὐτὰ ἐν τῇ μίξει, ἤτοι ἑνὸς φθαρέντος τῶν ἐναντίων, οἷον τοῦ πυρός, ἔσται τὸ πᾶν ὕδωρ, ἢ ἀμφοτέρων φθαρέντων ἡ ὕλη ὑπολειφθήσεται, ἐπειδὴ καί φασιν αὐτὸ τοῦτο τὸ σύνθετον μεταξὺ εἶναι τῶν ἁπλῶν, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν, ταῦτα δὲ πάντα τῇ ὕλῃ ἁρμόζει ὀνομάζεσθαι· καὶ γὰρ μεταξὺ αὕτη καλεῖται, καὶ δυνάμει μὲν πάντα ἐνεργείᾳ δὲ οὐδέν. Τίθησι δὲ τὴν λύσιν τῆς φερομένης πρὸς τὴν οἰκείαν δόξαν ἀπορίας. οἰκεία δὲ Ἀριστοτέλους δόξα τὸ μεταβάλλειν εἰς ἄλληλα τὰ στοιχεῖα, ἐπιλύεται δὲ φάσκων ἅπερ κἀν τῷ περὶ μίξεως λόγῳ εἴρηται πρότερον. ἐν γὰρ τῷ συνθέτῳ εἰ καί φαμεν τὸ εἰλικρινὲς τοῦ πυρὸς εἶδος ἐφθάρθαι, ἀλλ’ οὐ τὸ θερμὸν παντελῶς λέγομεν ἐφθάρθαι· ἔτι γὰρ θερμὸν εἶναι τὸ σύνθετον, εἰ καὶ μὴ εἰλικρινὲς πῦρ εἴη. οὐ γὰρ πᾶν θερμὸν πῦρ ἐστιν, ἀλλ’ ἔστι τὸ μὲν εἰλικρινὲς πῦρ ἄκρως θερμόν, τὸ δὲ σύνθετον οὐκ ἄκρως, ἀλλ’ ὡς πρὸς μὲν τὸ ἄκρως θερμόν, ψυχρόν, ὡς δὲ πρὸς τὸ ἄκρως ψυχρόν, θερμόν. οὕτως δὲ κἀπὶ τοῦ ψυχροῦ ἐρεῖς, ὅτι τὸ μὲν ἄκρως ψυχρὸν ἔφθαρται, καὶ οὐκέτι ἐστὶν ὕδωρ καθαρὸν ἐν τῷ συνθέτῳ πλὴν δυνάμει, οὐ μέντοι παντελῶς ἔφθαρται· εἶναι γὰρ ἔτι ψυχρὸν ὡς πρὸς τὸ ἄκρως θερμόν. ὥστε λέγοντες τοῦ θερμοῦ καὶ ψυχροῦ ἐφθάρθαι τὰς ἀκρότητας, γίνεσθαι δὲ τὸ σύνθετον πρὸς μὲν τὸ ἄκρως θερμὸν ψυχρὸν ὑπάρχον, πρὸς δὲ τὸ ἄκρως ψυχρὸν θερμόν, οὔτε σῴζεσθαι ἔτι φαμὲν τὰ ἄκρα ἐντελεχείᾳ οὔτε τὴν ὕλην εἰσάξομεν. ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ ὑγροῦ καὶ ξηροῦ. ἐνεργείᾳ μὲν γάρ φαμεν αὐτὸ ξηρὸν καὶ ὑγρὸν εἶναι, οὐκ ἄκρως, ἀλλ’ ὡς πρός τι, ξηρὸν μὲν ὡς πρὸς τὸ ἄκρως ὑγρόν, ὑγρὸν δὲ ὡς πρὸς τὸ ἄκρως ξηρόν. πάλιν τε δυνάμει αὐτό φαμεν ξηρὸν εἶναι καὶ ὑγρόν, καὶ οὐκ ἐντελεχείᾳ τὸ ἄκρως ξηρὸν καὶ ὑγρόν, διότι τὸ μὲν ἄκρως ξηρὸν καὶ ὑγρὸν ἐν τοῖς στοιχείοις θεωρεῖται, ταῦτα δὲ ἔφθαρται καὶ οὐκ ἔστιν ἐν τῷ συν- θέτω πλὴν δυνάμει· δυνάμει γὰρ ἐν τῷ συνθέτῳ ἐστὶ τὰ ἁπλᾶ καὶ οὐκ 60r ἐντελεχείᾳ. ἀλλ’ οὐ κατὰ τὸ πρῶτον δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει ἑκάτερον εἶναι τῶν ἐναντίων· ἡ μὲν γὰρ ὕλη παντελῶς ἐστέρηται καὶ οὐδὲν ἔχει τοῦ πυρίου εἴδους ἢ τοῦ ὕδατος, ἃ λέγεται δυνάμει εἶναι, τὸ δὲ σύνθετον εἰ καὶ μὴ εἰλικρινῶς, ὅμως ἔχει τὸ τοῦ πυρὸς εἶδος κεκολασμένον, καὶ τὸ ὅλον τοῦτο πῦρ οὐ καθαρόν, ἀλλ’, ὡς εἶπον, κεκολασμένον. ἀλλ’ ἆρα μὴ κατὰ τὸ δεύτερον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ σημαινόμενον λέγεται δυνάμει οἰκοδόμος ὁ ἔχων τὴν ἐπιστήμην τὴν οἰκοδομικὴν καὶ τὴν ἕξιν, μὴ προχειριζόμενος δὲ ταύτην διά τι ἐμπόδιον, ἢ καθεύδων ἢ ὕλης μὴ εὐπορῶν; ἀλλ’ οὐδὲ κατὰ τοῦτο φαίνεται λέγεσθαι. οὐ γὰρ ἔχομεν εἰπεῖν ὅτι τὸ σύνθετον ἔχει μὲν ἔξιν καὶ δύναμιν τοῦ εἰλικρινοῦς πυρός, οὐ προχειρίζεται δὲ ταύτην· οὐ γὰρ ἔχει δύναμιν πυρός. εἰ γὰρ εἶχε, καὶ ἐνήργει κατ’ αὐτὴν ὕλης παρούσης· νῦν δὲ οὐχ ὁρᾶται ἐνεργοῦν. ἔστιν οὖν καὶ ἕτερόν τι τοῦ δυνάμει σημαινόμενον παρὰ τὰ συνήθη ταῦτα, οὗ φαίνεται καὶ ὁ Ἀριστοτέλης ἐν τῷ ἑβδόμῳ τῆς Φυσικῆς μεμνημένος. ὅτι γὰρ ἔστι καὶ ἕτερον τοῦ δυνάμει σημαινόμενον δῆλον ἐντεῦθεν· τὸ μὲν γὰρ κατὰ τὴν ἐπιτηδειότητα καὶ τὸ κατὰ τὴν ἕξιν ἄκρα ἐστί, τὸ δὲ μεταξὺ τούτων ἅπαν, οἷον ἡ ἐν τῇ γενέσει τῆς οἰκίας μεταβολή, ἕτερον. οὐδὲ γὰρ οὕτως ἐστὶν ἡ οἰκοδομουμένη οἰκία δυνάμει ὡς οἱ λίθοι εἰσὶ καὶ τὰ ξύλα δυνάμει οἰκία, ·οὐδὲ ὡς τὸ σπέρμα δυνάμει ἄνθρωπος οὕτω καὶ τὸ γινόμενον ἔμβρυον, οὐδὲ ὡς | ὁ ἀρτιγενὴς παῖς δυνάμει ἐστὶ γραμματικὸς οὕτως καὶ ὁ καιρὸν τῆς μαθήσεως ἔχων, ἀλλ’ οὐδὲ οὗτος ὡς <ὁ> ἤδη λοιπὸν διδασκόμενος. καὶ ἐν αὐτῷ τούτῳ πλάτος πολύ· τὸ μὲν γὰρ ἐγγύτερον τοῦ εἴδους, τὸ δὲ πορρώτερον. Τοῦτο μὲν οὖν προφανές, ἐκεῖνο δὲ πάλιν ἰστέον ὅπερ ἐπιστάσεως ἐστιν ἄξιον. ἴσως γάρ τις ἐρεῖ ὅτι εἰ λέγομεν τὸ εἰλικρινὲς θερμὸν ὡς μὲν θερμὸν μὴ ἐφθάρθαι ὡς δὲ εἰλικρινὲς θερμὸν ἐφθάρθαι, οὐκέτι δυνάμεθα καὶ τὸ πῦρ λέγειν ὡς μὲν εἰλικρινὲς πῦρ ἐφθάρθαι ὡς δὲ πῦρ ἁπλῶς μὴ ἐφθάρθαι. εἰ γὰρ τὸ πῦρ ᾗ πῦρ ἐστι κατὰ τὸ ἄκρον καὶ εἰλικρινὲς θερμὸν θεωρεῖται (οὐ γάρ ἐστι τὸ πῦρ ᾗ πῦρ πρὸς ἄλλο μὲν πρὸς ἄλλο δὲ ψυχρόν, ἀλλ’ ἄκρως θερμόν), εἰ τοίνυν λέγεις τὸ ἄκρον θερμὸν ὡς ἄκρον θερμὸν ἐφθάρθαι, ἔστι δὲ τὸ πῦρ ᾗ πῦρ ἄκρον δῆλον ὅτι τὸ πῦρ ᾗ πῦρ ἐστιν ἔφθαρται ἐν τῷ συνθέτῳ· καὶ ἔσται ἀληθὲς τὸ λέγειν τὸ μὲν πῦρ ᾗ πῦρ ἐστι καθάπαξ ἐφθάρθαι, τὸ δὲ θερμὸν ᾗ μὲν θερμὸν ἀπλῶς μὴ ἐφθάρθαι, ᾗ δὲ ἄκρον θερμὸν ἐφθάρθαι. καὶ τοῦτο εὐλόγως. οὐ γὰρ ταὐτὸν θερμὸν εἰπεῖν καὶ πῦρ· οὐ γὰρ εἴ τι θερμόν, τοῦτο πῦρ ἐστιν, ἀλλ’ εἴ τι ἄκρως θερμόν, τοῦτό ἐστι πῦρ, καὶ εἴ τι πῦρ ἐστι, τοῦτο ἄκρως ἐστὶ θερμόν. εἰ δὲ καθάπαξ τὸ πῦρ ᾗ πῦρ ἔφθαρται, δῆλον ὅτι τὸ σύνθετον δυνάμει έσται πῦρ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, καθ’ ὃ καὶ τὴν ὕλην φαμὲν δυνάμει εἶναι πῦρ· οὐδὲν γὰρ τοῦ πυρὸς καθ’ ὃ πῦρ ἐστιν ἔχει τὸ σύνθετον. ἐπὶ μέντοι τοῦ θερμοῦ σῴζεται ἀληθῆ τὰ προειρημένα. ἐπειδὴ γὰρ ὡς μὲν ἄκρον θερμὸν ἔφθαρται ὡς δὲ ἀπλῶς θερμὸν οὐκ ἔφθαρται, εὔλογον μὴ κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει λέγεσθαι τὸ σύνθετον δυνάμει εἶναι ἄκρως θερμόν, ἀλλὰ λεχθήσεται κατὰ τὰ ἀνωτέρω διωρισμένα. Ταῦτα μὲν ἐπὶ τοσοῦτον εἰρήσθω πέρα τῆς προκειμένης θεωρίας μηκυνθέντα, ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. δείξας γὰρ ὅτι οὐκ ἀναγκάζεται τὴν ὕλην εἰσαγαγεῖν ἐκ τοῦ λέγειν μηδέτερον τῶν ἄκρων σῴζεσθαι ἐν τῷ συνθέτῳ, διότι, φησί, τὰ ἄκρα τὰς ὑπεροχὰς ἀπολέσαντα ἐν τῇ μίξει μέσον τι ἀμφοῖν τῶν ἄκρων ἀποτελοῦσιν, ἵν μή τις εἴπῃ ὅτι ἱεῖ ἀεὶ ἐν τῇ μίξει μέσον τι τῶν ἄκρων ἀποτελεῖται, πόθεν ἡ τοσαύτη διαφορὰ τῶν συνθέτων, σαρκὸς καὶ ὀστοῦ καὶ μυελοῦ καὶ τῶν ἄλλων;᾿, αὐτῷ τούτῳ ἐφιστάνει καὶ τοῦ εἶναι διαφορὰς ἐν τοῖς συνθέτοις τὴν αἰτίαν ἀποδίδωσιν ἐκ τῆς διαφόρου μίξεως. εἰ γὰρ καὶ ἕκαστον τῶν συνθέτων πάντων μετέχει, ἀλλ’ οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὰ μὲν μᾶλλον θερμοῦ μετέχει τὰ δὲ μᾶλλον ψυχροῦ. κἀκεῖθεν καὶ τὰ σύνθετα, εἰ καὶ πάντα δυνάμει ἐστὶ τὰ ἄκρα, ἀλλὰ τὸ μὲν μᾶλλόν ἐστι δυνάμει θερμὸν τὸ δὲ ἧττον· μᾶλλον γὰρ δυνάμει θερμὸν ὅπερ ῥᾴδιον μεταβάλλει, ἧττον δ’ ὅπερ βραδύτερον, ῥᾷον δὲ εἰς πῦρ μεταβάλλει τὸ μᾶλλον πυρὸς μετέχον, βραδύτερον δὲ τὸ ἐλάττονος μετέχον πυρός. εἰδέναι γὰρ χρὴ ὅτι εἰ καὶ λέγομεν μὴ ἐξισαζόντων μὲν τῶν στοιχείων τὴν εἰς ἄλληλα αὐτῶν γίνεσθαι μεταβολήν, κρατουμένων τῶν ἀσθενεστέρων κτὰ τὰς δυνάμεις καὶ μεταβαλλόντων εἰς τὴν τῶν ἰσχυροτέρων φύσιν ὡς πάντα πῦρ γενέσθαι ἢ ὕδωρ, ἰσαζόντων δὲ τὰ σύνθετα ἀποτελεῖσθαι, οὐ τὴν ἀκριβῆ ἰσότητα λαμβάνομεν. ὡσαύτως δὲ οὐδ’ ὅταν ἐν τῷ συνθέτῳ φαμὲν τὰ ἄκρα μέσον τι ἀποτελεῖν, τὸ ἄτοπον λαμβάνομεν καὶ ἀδιαίρετον, οἷόν ἐστι τὸ ἀκριβὲς μέσον, ἀλλὰ τὸ εἰς πολλὰ διαιρούμενον καὶ πολλὰς ἔχον διαφορὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον. Ὅσοις μὲν δοκεῖ εἶναι τὸ κοινὸν ἢ μεταβάλλειν εἰς ν ἄλληλα, ἀνάγκη εἰ θάτερον τούτων, καὶ θάτερον συμβαίνειν. Εἴτε γὰρ ὕλην τις ὑπόθοιτο, πάντως καὶ περὶ ταύτην τὰ στοιχεῖα μεταβαλεῖ, ἐπεὶ μάτην τὸ κοινὸν ὑποκείμενον· εἴτε τὰ στοιχεῖα εἰς ἄλληλα μεταβάλλει, ἕξει τι πάντως κοινὸν ὑποκείμενον, περὶ ὃ τὴν εἰς ἄλληλα ποιεῖται μεταβολήν. ἡ γὰρ τῶν ἐναντίων μάχη περί τινος ἀμφοῖν κοινοῦ γίνεται, τοῦτο κρατεῖν ἑκατέρου τῶν ἐναντίων ἐθέλοντος. Ὅσοι δὲ μὴ ποιοῦσιν ἐξ ἀλλήλων γένεσιν μηδ’ ὡς ἐξ ἑκάστου, πλὴν ὡς ἐκ τοίχου πλίνθους. Ὅσοι, φησί, μὴ λέγουσιν ἐξ ἀλλήλων γένεσιν ἔχειν τὰ στοιχεῖα, ἐξ ἀλλήλων δὲ οὕτως ὡς ἐξ ἑκάστου ἕκαστον γίνεσθαι, ἀλλ’ ἐκκρίνεσθαι αὐτὰ ἐνυπάρχοντα ἐνεργείᾳ, ὡς ἐκ τοίχου πλίνθους, οὗτοι, φησίν, οὐ δύνανται σάρκα καὶ ὀστοῦν ἐξ αὐτῶν ποιεῖν, δι’ ἃ ἐπιφέρει ἄτοπα ἐφεξῆς. Ἔχει τὸ λεγόμενον ἀπορίαν καὶ τοῖς ἐξ ἀλλήλων <γεννῶσιν>. Καὶ οἱ μεταβλητικὰ φάσκοντες, φησίν, εἶναι τὰ στοιχεῖα καὶ λέγοντες πῦρ καὶ ὕδωρ ἐξ ἀλλήλων γίνεσθαι διὰ τὸ κοινὸν ὑπο|κείμενον, ἐξ ἀμφοῖν 61r δὲ συνελθόντων ὀστοῦν γίνεσθαι καὶ νεῦρον καὶ τὰ λοιπά, καὶ αὐτοὶ ἀπορήσουσι πῶς ποτε χρὴ λέγειν ἐκ τῶν ἁπλῶν μεταβαλλόντων γίνεσθαι σάρκα καὶ ὀστοῦν καὶ νεῦρον καὶ τῶν ἄλλων ἕκαστον. τὰ μὲν γὰρ ἁπλᾶ, φησίν, ἔστω γίνεσθαι ἐξ ἀλλήλων· πῶς δὲ ἐκ τῶν ἁπλῶν συνιόντων τὰ σύνθετα, οὐκ εὐμαρὲς ἀποδοῦναι. εἶτα τοῦτο εἰπὼν πρῶτον ἐκτίθεται τὰ ἑπόμενα ἄτοπα τοῖς ἀμετάβλητα αὐτὰ ὑποτιθεμένοις, καὶ οὕτω τίθησι καὶ τὰς φερομένας ἐνστάσεις πρὸς τοὺς μεταβλητικὰ εἶναι φάσκοντας. Ὥσπερ ἐκ κηροῦ γένοιτο ἂν ἐκ μὲν τουδὶ τοῦ μέρους σφαῖρα, πυραμὶς δὲ ἐξάλλου. Εἰπὼν τὸ ἑπόμενον ἄτοπον τοῖς φάσκουσι τὰ στοιχεῖα ἀμετάβλητα μένοντα κατά τινα σύνθεσιν ποιεῖν σάρκα καὶ ὀστοῦν, τὸ μὴ δύνασθαι αὐτοὺς ἐξ ὁτουοῦν μέρους τῆς σαρκὸς ποιεῖν πῦρ καὶ γῆν καὶ τἆλλα, ἐκ τοῦ παραδείγματος τοῦ ἐπὶ τοῦ κηροῦ σαφηνίζει πῶς ποτέ φησι τὸ ἐξ ὁτουοῦν πάντα γίνεσθαι. ὥσπερ γὰρ ἐπὶ τοῦ κηροῦ, εἰ καὶ λάβωμεν τόδε μὲν τὸ μέρος σφαῖραν ποιοῦν τόδε δὲ πυραμίδα, ὅμως ἐνεδέχετο κἀκ τοῦ τὴν πυραμίδα ποιήσαντος σφαῖραν γενέσθαι, κἄν μὴ ἐγένετο, κἀκ τοῦ τὴν σφαῖραν πυραμίδα, κατὰ τὸν αὐτὸν τρόπον, φησί, τοῦτο δὴ τὸ ἐξ ὁτουοῦν μορίου ἄμφω γενέσθαι κἀπὶ τῆς σαρκὸς συμβαίνει. εἰ γὰρ κἀκ τοῦδε μὲν τοῦ μορίου τῆς σαρκὸς ὕδωρ γίνοιτο ἐξ ἄλλου δὲ πῦρ, ὅμως δυνατὸν ἐξ ἑκατέρου μορίου τῆς σαρκὸς ὁμοίως καὶ ὕδωρ γενέσθαι καὶ πῦρ· τὸ γὰρ μεταβάλλον εἰς πῦρ ἐδύνατο καὶ εἰς ἀέρα μεταβαλεῖν, ὅπερ ἐκεῖνοι μὲν οὐ δύνανται ὑποθέσθαι, φαίνεται δὲ οὕτως ἔχον. Εἰ γάρ ἐστιν ἡ σὰρξ ἐξ ἀμφοῖν καὶ μηδέτερον ἐκείνων. Νῦν τὴν φερομένην ἀπορίαν πρὸς τοὺς μεταβλητικὰ εἶναι λέγοντας τὰ στοιχεῖα ἐκτίθεται. εἰ γὰρ λέγουσι τὴν σάρκα, φησίν, ἐξ ἀμφοτέρων εἶναι, μηδετέρῳ τῶν ἐξ ὧν ἐστι τὴν αὐτὴν οὖσαν, μὴ μὴν μηδὲ σύνθσιν αὐτῶν σῳζομένων καὶ ἀμεταβλήτων μενόντων, λείπεται μηδὲν εἶναι τὸ ἐξ ἐκείνων γενόμενον πλὴν τὴν ὕλην· φθαρέντος γὰρ τοῦ ἐναντίου ἢ τὸ ἐναντίον γενήσεται ἢ ὕλη. εἰ οὖν μήτε ἄμφω λέγουσι σῴζεσθαι μηδὲ τὸ ἕτερον, ὕλη ἔσται. Ἆρα οὖν ἐπειδή ἐστι καὶ μᾶλλον καὶ ἧττον θερμὸν καὶ φυχρόν. Νῦν λύει τὴν πρὸς τὴν οἰκείαν δόξαν ἐνεχθεῖσαν ἀπορίαν. ἔστι δὲ ὃ βούλεται εἰπεῖν τοῦτο. ἐπειδή ἐστι τὸ θερμὸν καὶ ψυχρὸν τὸ μὲν κατὰ τὸ μᾶλλον καὶ ἧττον λεγόμενον, ὃ καὶ πρὸς ἕτερον λέγομεν θερμὸν εἶναι καὶ ψυχρόν, τὸ δὲ ὡς ἄκρον καὶ ἁπλῶς λέγεται καὶ ἄνευ προσθήκης θερμόν, μὴ παραβαλλόμενον ἑτέρῳ· ὅταν μὲν ἁπλῶς ᾖ θερμὸν ἢ ψυχρὸν ἐνεργείᾳ, δυνάμει ἐστὶ τὸ ἐναντίον, ὅταν δὲ μὴ τὸ ἀπλῶς ᾖ θερμὸν ἀλλὰ τὸ πρὸς ἕτερον (ὅπερ ὡς μὲν πρὸς τὸ ἄκρως θερμὸν ψυχρόν ἐστιν, ὡς δὲ πρὸς τὸ ψυχρὸν θερμόν, διὰ τὸ τὰς ὑπεροχὰς τῶν ἄκρων ἐν τῇ μίξει κολάζεσθαι), τότε, φησίν, οὔτε τὸ ἕτερον τῶν ἐναντίων ἐνεργείᾳ ἔσται, ἀλλὰ δυνάμει ἀμφότερα, οὔτε ἡ ὕλη εἰσάγεται· φθαρεισῶν γὰρ τῶν ἐν τοῖς ἄκροις ὑπεροχῶν ἄλλο τι εἶδος μέσον ἐπιγίνεται. εἰ δέ τις ζητεῖ πῶς τοῦτο τὸ μικτὸν δυνάμει ἑκάτερον τῶν ἐναντίων λέγομεν καὶ μεταξύ (ταύτας γὰρ τῇ ὕλῃ προσήκειν τὰς προσηγορίας), ἴστω ὅτι εἰ καὶ δυνάμει ἐστὶν ἑκάτερον τῶν ἄκρων καὶ ἐναντίων, οὐχὶ δὴ ὕλη ἔσται ἡ κυρίως πρώτη καὶ ἀνείδεος. καὶ γὰρ καὶ τὸ πῦρ λέγομεν δυνάμει ὕδωρ, οὐχ ὡς τοῦ πυρὸς ὕλης ὄντος τῆς ἁπλῆς καὶ κυρίως λεγομένης ὕλης, ὅπερ βούλονται οἱ ἀποροῦντες· εἰδοπεποίηται γὰρ τὸ πῦρ. ἄλλως τε καὶ διώρισται πρότερον κατὰ ποῖον μὲν σημαινόμενον λέγεται ἡ ὕλη δυνάμει ἑκάτερον τῶν ἐναντίων, κατὰ ποῖον δὲ τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἀπλᾶ· καὶ ἁπλῶς δὲ ὁ Ἀριστοτέλης ἐφεξῆς τοῦτο διορίζει. Κατὰ δὲ τὸ δυνάμει μᾶλλον εἶναι θερμὸν ἢ ψυχρὸν ἢ τοὐναντίον. Ἐπειδὴ εἶπεν ἐκ τῆς μίξεως γίνεσθαί τι μεταξὺ τῶν ἄκρων, ἐπειδὴ τοῦτο τὸ μεταξὺ οὐκ ἔστιν ἄτομον ἀλλ’ ἔχει διαφοράς, τοῦτο αὐτὸ ἐπισημαίνεται τὴν αἰτίαν λέγων. καθ’ ὃ γάρ, φησί, λέγεταί τι δυνάμει <μᾶλλον> εἶναι θερμὸν ἤπερ ψυχρὸν καὶ ἔχειν ὑπερέχον τὸ θερμόν, καὶ μᾶλλον εἶναι ψυχρὸν ἤπερ θερμόν, κατὰ τοῦτον αὐτὸν τὸν λόγον τῆς ὑπεροχῆς ἤτοι διπλασίως ἔσται θερμὸν ἢ τριπλασίως· ἡ γὰρ ὑπεροχὴ ἐν λόγῳ πάντως ἔσται ἢ διπλασίῳ ἢ ἡμιολίῳ ἢ τριπλασίῳ ἢ τοιούτῳ τινί. τοῦτο δὲ εἰπὼν διὰ μέσου, ἐφεξῆς φησιν ὅτι κἀκ τῶν ἁπλῶν καὶ ἐναντίων μιχθέντων ἔσται τὰ σύνθετα. τἆλλα γὰρ εἶπεν ἀντὶ τοῦ τὰ σύνθετα, καὶ τὰ στοιχεῖα πάλιν τὰ ἁπλᾶ, ἐξ ἐκείνων τῶν συνθέτων, δυνάμει ὅπερ ἐστὶ τὰ ἀπλᾶ. εἰπὼν δὲ ἐκ τῶν ἐναντίων προσέθηκεν ἢ τῶν στοιχείων, διότι ἐναντία ἐστὶν οὐκ αὐτὰ τὰ στοιχεῖα, οἷον τὸ πῦρ τῷ ὕδατι, ἀλλὰ καθ’ ἃ εἰδοποιοῦνται, εἰδοποιοῦνται δὲ κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν, ἃ καὶ ἔστι κυρίως ἐναντία· ταῦτα δὲ οὐδὲ ἔστιν ἄνευ ὑποκειμένου τινὸς οὔτε μίγνυται. εἰκότως οὖν ἐπήγαγε τὸ ἢ <τῶν> στοιχείων· ἐκ τούτων γὰρ ἡ μίξις. ἴσως δὲ δυνατὸν καὶ τὸ κατ’ ἄλλον τρόπον τοιοῦτον συνάψαι τῷ ἔσται δὴ μιχθέντων τὰ ἄλλα ἐκ τῶν ἐναντίων. | Οὐχ οὕτως δὲ ὡς ἡ ὕλη, ἀλλὰ τὸν εἰρημένον τρόπον· ν καὶ ἔστι τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον. Eἰπὼν ὅτι τὰ ἁπλᾶ ἐκ τῶν συνθέτων γίνεται δυνάμει ὄντων ὅπερ τὰ ἁπλᾶ, ἐπιφέρει λέγων ὅτι οὐχ οὕτως ἐστὶ τὰ σύνθετα δυνάμει τὰ ἀπλᾶ ὥσπερ ἡ ὕλη. τίς οὖν ἡ διαφορά; ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ στοιχεῖα αὐτὴ καθ’ ἑαυτὴν μὴ ὑφεστηκυῖα, τὸ δὲ σύνθετον εἰδοπεποιημένον ὑπάρχον καὶ ἐνεργείᾳ ὂν ἄλλο τι παρὰ τὰ ἀπλᾶ δυνάμει λέγεται εἶναι τὰ ἀπλᾶ. ὥστε καθ’ ἡμᾶς μὲν καὶ τὸν ἡμέτερον λόγον ἐκ τῶν ἁπλῶν στοιχείων φθαρείσης τῆς ἐν ἑκατέρῳ ὑπεροχῆς μίξις ἐστὶ τὸ γινόμενον, κατὰ δὲ τοὺς ἀποροῦντας καὶ λέγοντας παντελῶς φθείρεσθαι ἐν τῷ συνθέτῳ τὰ εἴδη τῶν στοιχείων ὕλη ἐστὶν ἀνείδεος τὸ ἀποτελούμενον. ὥστε εἰ καὶ καθ’ ἡμᾶς καὶ καθὼς ἡ ἀπορία ἐβούλετο τὸ ἀποτελούμενον δυνάμει ἐστὶ τὰ ἁπλᾶ, ἀλλ’ οὐ τὸ αὐτό ἐστι τοῦτο, ἀλλ’ ὡς μὲν ἡμεῖς λέγομεν μίξις, ὡς δὲ ἐκεῖνοι ὕλη τὸ γινόμενον. προσφυέστερον δὲ ἴσως τὸ ῾οὐχ οὕτως τὸ σύνθετον δυνάμει ἐστὶ τὰ ἁπλᾶ ὡς ἡ ὕλη’ ἐξηγήσεταί τις λέγων ταύτην τὴν διαφορὰν τῶν σημαινομένων, ἣν καὶ ἄνω προειρήκαμεν κατὰ τὴν θεωρίαν. ἡ δὲ διαφορὰ αὕτη ἐστίν, ὅτι ἡ μὲν ὕλη δυνάμει λέγεται εἶναι τὰ ἀπλᾶ μηδὲν ἴχνος ἔχουσα τοὐ εἴδους αὐτῶν, ὅπερ ἐστὶ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει, τὸ δὲ σύνθετον οὐχ οὕτως· ἔχει γὰρ τοῦτό τι τοῦ εἴδους τῶν ἁπλῶν, εἰ καὶ τὸ εἰλικρινὲς αὐτῶν ἔφθαρται, ὅπερ οὐ δύναται εἶναι κατὰ τὸ πρῶτον σημαινόμενον τοῦ δυνάμει. καὶ χρὴ ἐκεῖνο ἐπισημαίνεσθαι ὡς, ἐὰν τοῦτο λέγῃ ὁ Ἀριστοτέλης ὅτι οὐ κατὰ τὸ αὐτὸ σημαινόμενον τοῦ δυνάμει ἥ τε ὕλη δυνάμει λέγεται εἶναι τὰ ἁπλᾶ καὶ τὰ σύνθετα, ἐξ ἀνάγκης τὸ πῦρ καὶ τἆλλα οὐκ οἴεται καθὸ πῦρ τελέως ἐφθάρθαι ἐν τῷ συνθέτῳ, ἀλλὰ καθὸ εἰλικρινὲς πῦρ, τῷ δὲ πρὸς ἕτερον θερμῷ τὸ κεκολασμένον πῦρ ταὐτόν. προσφυέστερον δὲ εἰρήκαμεν ταύτην τὴν νῦν εἰρημένην ἐξήγησιν, διότι τὸ λέγειν τὸ μὲν σύνθετον ἐνεργείᾳ ὑπάρχειν καὶ αὐθυπόστατον εἶναι, τὴν δὲ ὕλην μηκέτι, οὐκ ἔστι διαφορὰν ἀποδεδωκέναι τῆς κατὰ τὸ δυνάμει σημασίας, ὅπερ αἰνίττεται ὁ ᾿Αριστοτέλης λέγων μὴ κατὰ τὸν αὐτὸν τρόπον τὸ σύνθετον καὶ τὴν ὕλην λέγεσθαι δυνάμει εἶναι τὰ ἁπλά. τὸ δὲ τοῦτο μὲν μίξις, ἐκείνως δὲ ὕλη τὸ γινόμενον ὡσαύτως νοητέον κατὰ ἀμφοτέρας τὰς ἐξηγήσεις, ὡς προειρήκαμεν. ᾿Επειδὴ καὶ πάσχει τὰ ἐναντία κατὰ τὸν ἐν τοῖς πρώτοις διορισμόν. Τὸ μὲν προκείμενον αὐτῷ ἐστι διδάξαι πότε μὲν ἐξ ἀλλήλων τὰ στοιχεῖα κατὰ μεταβολὴν γίνεται, πότε δὲ τὰ σύνθετα ἀποτελεῖται, ὅτι ἡνίκα μὲν ὑπερέχει τὸ ἕτερον τοῦ ἑτέρου ἐπὶ πλεῖον, μεταβάλλει τὸ ἔλαττον ὑπὸ τοῦ πλείονος κρατούμενον καὶ γίνεται τὸ πᾶν οἷον ἐκεῖνο, ὅταν δὲ ἰσάζῃ τἀναντία, τηνικαῦτα τὸ σύνθετον ἀποτελεῖται ἑκατέρου εἰς τὸ ἕτερον δρῶντος καὶ πάσχοντος, ὡς φθαρῆναι μὲν τὰς ὑπειρβολὰς γενέισθαι δ, ἑ μέσον τιι· ἡ μὲν διάνοια αὕτη, ἡ δὲ τῆς λέξεως ἐξήγησις τοιαύτη. ἐπειδή, φησί, πέφυκε πάσχειν προδιώρισται, διότι τὸ ἐναντίον δυνάμει ἐστὶν ὅπερ τὸ ἐναντίον, οἶον τὸ θερμὸν δυνάμειν ἐστι ψυχρόν, ἀνάγκη πᾶσα, ὅταν ἐπικρατέστερον ᾖ τὸ ἕτερον τοῦ ἑτέρου, μεταβάλλειν εἰς αὐτὸ τὸ ἀσθενέστερον. ὁμοίως δὲ κἀπὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν λοιπῶν. Καὶ πρῶτόν γε οὕτως τὰ στοιχεῖα μεταβάλλει, ἐκ δὲ τούτων σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαυτα. Ὅ φησι τοῦτό ἐστιν, ὅτι ἐπειδὴ πέφυκε μεταβάλλειν εἰς ἄλληλα, ἡνίκα τύχῃ ἐξισάζοντα δρᾶν εἰς ἄλληλα, τὴν μὲν πρώτην ὁρμὴν τῆς μετὰβολῆς ἑκάτερον ὡς εἰς τὸ ἐναντίον ποιεῖται, ἀλλὰ διὰ τὸ ἐξισάζειν τὰς δυνάμεις καὶ μηδέτερον τοῦ ἑτέρου κατακρατεῖν γίνεται μεταξύ τι, τῆς ἀκρότητος ἑκατέρου κολαζομένης· ἐπειδὴ δὲ τὸ μεταξὺ τοῦτο οὐκ ἔστιν ἄτομόν τι ἀλλ’ ἐν πλάτει θεωρεῖται, ἔνθεν οὐκ ἔστιν ἕν τι εἶδος τοῦ μεταξύ, ἀλλὰ πλείονα τὰ σύνθετα, σάρκες καὶ ὀστᾶ καὶ τὰ τοιαῦτα. Ἐx δὲ τούτων σάρκες καὶ ὀστᾶ <καὶ τὰτοιαυτα>. ἐκ τούτων, φησί, τῶν ἁπλῶν κολαζομένων ὑπ’ ἀλλήλων κατὰ τὰς ἀκρότητας γίνεται τὰ μεταξύ. Ἐνταῦθα γὰρ οὐδέτερον. Ἐv τῇ τοιαύτῃ, φησί, μεταβολῇ τὸ γινόμενον οὐδέτερόν ἐστι τῶν ἄκρων, ἀλλὰ μῖγμα ἐξ ἀμφοῖν. Καὶ τἆλλα [πάντα] τὰ τοιαῦτα. Eἰπὼν ὅτι ἡ θερμότης καὶ ἡ ψύξις καὶ ἡ ξηρότης καὶ ἡ ὑγρότης κατὰ μεσότητα ποιοῦσι τὰ σύνθετα, προσέθηκε τὸ καὶ τἄλλα τὰ τοιδιότι καὶ αἱ ἄλλαι δυνάμεις, οἷον γλυκύτης καὶ στρυφνότης, εἰ καὶ μὴ εἰδοποιοὶ τυγχάνουσιν οὖσαι, ἀλλ’ οὖν καὶ αὗται μεσότητά τινα ἀποτελοῦσιν ἐν τοῖς συνθέτοις. Πάντα δὲ τὰ μικτὰ σώματα, ὅσα περὶ τὸν τοῦ μέσου τόπον εστίν. | Τὸ προκείμενον αὐτῷ ἐν τούτοις δεῖξαι, ὅτι πάντα τὰ φυσικὰ σύνθετα σώματα ἐκ τῶν τεσσάρων στοιχείων συνέστηκεν. ἐπεὶ γὰρ ἐλέγχων τοὺς ἐξ ἀμεταβλήτων τῶν στοιχείων συγκεῖσθαι λέγοντας τὰ σώματα ἔλαβεν ὡς ἐκ παντὸς μορίου τῶν συνθέτων, οἷον σαρκός, πᾶν ἐκκρίνεται στοιχεῖον, εἰκότως αὐτὸ τοῦτο νῦν προτίθεται δεῖξαι, ὅτι πᾶν σύνθετον ἐκ τῶν τεσσάρων συνέστηκεν. τὸ δὲ ὅσα περὶ τὸν τοῦ μέσου τόπον εἴρηκεν οὐ πρὸς ἀντιδιαστολὴν ὡς ὄντων τινῶν μικτῶν μὴ περὶ τὸν μέσον τόπον, οἵαν ἔνιοί φασι τὴν σύνοδον τῆς ὑγρᾶς καὶ ξηρᾶς ἀναθυμιάσεως, ἃς ἐν τοῖς Μετεωρολογικοῖς λέγει συμπεπλεγμένας ἀνιέναι (αὗται δὲ οὐκ εἰσὶ μικταὶ φύσει, οὐδὲ ἕν τι σύνθετον ἀποτελοῦσιν, ἀλλὰ κατὰ παράθεσιν ἀλλήλαις παράκεινται), ἀλλ’ ἔστι τὸ λεγόμενον ἐν ἴσῳ τῷ ῾πάντα δὲ τὰ μικτά, ὅσα καὶ περὶ τὸν τοῦ μέσου τόπον ἐστίν᾿· ὑπάρχει γὰρ τοῖς μικτοῖς τὸ περὶ τὸν τοῦ μέσου τόπον εἶναι. ταῦτα οὖν, φησίν, ἐξ ἀπάντων σύγκειται τῶν στοιχείων, καὶ τὰς ἀποδείξεις ἐφεξῆς ἐπιφέρει. Γῆ μὲν γὰρ ἐνυπάρχει πᾶσιν διὰ τὸ ἕκαστον εἶναι μάλιστα καὶ πλεῖστον ἐν τῷ οἰκείῳ. Πρῶτον δείκνυσιν ὅτι γῆς πάντα μετέχει τὰ σύνθετα. ἡ δὲ κατασκευὴ τοιαύτη. εἰ ἕκαστον, φησί, περὶ τὸν οἰκεῖον τόπον μάλιστα πλεονάζει, δῆλον ὅτι τοῖς συνθέτοις ἐν τῷ τῆς γῆς τόπῳ οὖσι (τόπος γὰρ τῆς γῆς μέσον) πλεῖστον ὑπάρξει τῆς γῆς. ὅτι δὲ ἀνάγκη καὶ ὕδατος αὐτὰ μετέχειν, σαφῶς ἐφεξῆς δείκνυσιν ἐκ τοῦ μὴ δύνασθαι τὴν γῆν καθ’ αὑτὴν συμμένειν καὶ περιορισθῆναι μὴ δεθεῖσαν οἷον κόλλῃ τινὶ τῇ συμπλοκῇ τοῦ ὕδατος. Μόνον δὲ εἶναι τῶν ἄλλων εὐόριστον τὸ ὕδωρ. Μόνον φησὶν εὐόριστον τῶν ἄλλων εἶναι τὸ ὕδωρ, καίτοι τοῦ ἀέρος εὐοριστοτέρου δοκοῦντος εἶναι, διὰ τὸ καὶ ὑγρότερον εἶναι. εὐόριστον· οὖν ἀκουστέον ἀντὶ τοῦ ὁριστικόν, ὡς πρὸς σύνθεσιν τῆς γῆς, ὡς ἄν ταύτης ἐκ τῇς τοῦ ὕδατος μίξεως μόνου γινομένης εὐορίστου· καὶ δῆλοι ὁ πηλὸς οὐ διὰ τὸν ἀέρα ἀλλὰ διὰ τὸ ὕδωρ εὐόριστος γινόμενος. τὸ γὰρ ὕδωρ ἀναπληστικώτερον ὑπάρχον τοῦ ἀέρος προσιζάνει καὶ ἑνοῦται ταύτῃ· ὁ γὰρ ἀὴρ διὰ τὴν κουφότητα καὶ τὴν λεπτομέρειαν διαδράσκει ῥᾳδίως καὶ τὴν μίξιν διολισθαίνει, τὸ δὲ ὕδωρ καὶ ὡς βαρὺ καὶ ὡς παχυμερεστερον τοῦ ἀέρος συμπλέκεται μᾶλλον αὐτῇ καὶ προσιζάνει. ᾿Αὴρ δὲ καὶ πῦρ, ὅτι ἐναντία ἐστὶ γῇ καὶ ὕδατι. Δείξας ὑπάρχειν ὕδωρ καὶ γῆν τοῖς συνθέτοις, νῦν δείκνυσιν ὅτι καὶ πῦρ καὶ ἀέρα ἀνάγκη ἐν τούτοις εἶναι. εἰ γὰρ μικτά φαμεν εἶναι τᾷ σύνθετα, μίγνυται δὲ οὐ τὰ τυχόντα τοῖς τυχοῦσιν ἀλλ᾿ ὅσα πέφυκε πάσχειν ὑπ’ ἀλλήλων, πάσχει δὲ τἀναντία, δῆλον ὅτι γῆς καὶ ὕδατος ὄντων ἀνάγκη καὶ τἀναντία τούτων εἶναι. ἔστι δὲ γῇ μὲν ἐναντίον ἀὴρ ὕδατι δὲ πῦρ· ὥστε εἰ ἔστι ξηρὸν ἐν τῷ συνθέτῳ καὶ ψυχρὸν διὰ τῆς γῆς, δεῖ καὶ ἀέρα εἶναι ὑγρὸν ὄντα καὶ θερμόν, ἵνα τῶν ἐναντίων μίξις γένηται· ὡσαύτως δὲ εἰ ἔστι ψύξις ἡ κατὰ τὸ ὕδωρ, καὶ ὑγρότης ἔσται καὶ θερμότης ὁμοῦ καὶ ξηρότης διὰ τὸ πῦρ. εἰπὼν δὲ ὅτι τὸ πῦρ καὶ ὁ ἀὴρ ἐναντία ἐστὶν ὕδατι καὶ γῇ, ἀναγκαίως προστέθεικεν τὸ ὡς ἐνδέχεται οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι. οὐδὲ γὰρ κατὰ τὸ ὑποκείμενον, ἀλλὰ μόνον κάτα τὰς εἰδοποιοὺς δυνάμεις, λέγω δὲ τὸ θερμὸν καὶ ψυχρὸν καὶ ὑγρὸν καὶ ξηρόν· κατὰ ταῦτα γὰρ τὰ στοιχεῖα ἐναντία ἐστὶν ἀλλήλοις, κατὰ τὸ ὑποκείμενον κοινωνοῦντα. κοινὸν γάρ ἐστι πάντων. ἀλλ’ ἴσως τις ἐρεῖ ὅτι ἡ θερμότης καὶ ξηρότης εἶδός ἐστι τοῦ πυρός· τὸ δὲ εἶδος οὐσί, ἐστίν· ὥστε ἡ κᾆτα τὸ εἶδος οὐσία ἔχει ἐναντίον. πῶς οὖν αὐτὸς ὲν ταῖς Κατηγορίαις εἶπε μηδεμίαν οὐσίαν οὐσίᾳ ἐναντίαν εἶναι; ἢ δῆλον ὅτι, ἐν ταῖς Κατηγορίαις περὶ τῶν συνθέτων οὐσιῶν ἦν αὐτῷ ὁ λόγος; ἔχεις δὲ κἀνταῦθα σαφῶς ὅπως φησὶ πῦρ ὕδατι ἐναντίον εἶναι, ὁσάκις ἄν εἴποι ὅτι οὐ καθ᾿ ὅλον, ἄλλα κατὰ τὰς ἐν αὐτοῖς δυνάμεις. Μαρτυρεῖν δὲ ἔοικε καὶ ἡ τροφὴ ἡ ἑκάστων. Νῦν καὶ ἐκ τῆς τροφῆς συλλογίζεται ὅτι τὰ μικτὰ ἐκ τῶν τεσσάρων ἐστίν. ἐπειδὴ γάρ, φησίν, ἕκαστον ἐξ ὧν σύγκειται ἐκ τούτων καὶ οὐδὲν δὲ ἐξ ἁπλοῦ τινος τρέφεται ἀλλ’ ἐκ τῶν συνθέτων, δῆλον ὅτι οὐδὲν τῶν λεγομένων μικτῶν ἀπλοῦν ἐστιν, ἀλλ’ ἐκ τῶν τεσσάρων πάντα συνέστηκεν. ὅπερ δὲ δοκεῖ ἀντιπίπτειν ἐπὶ τῶν φυτῶν, τῷ ὕδατι μόνῳ ταῦτα | τρέφεσθαι, τοῦτο τίθησι καὶ ἐλέγχει λέγων ὅτι μέμικται τῷ ὕδατι ᾧ τρέφονται καὶ γῆ ὥστε εἰ ἐξ ὧν τρέφονται ἐκ τούτων καὶ συνέστηκεν, ἐκ γῆς ἄρ καὶ ὕδατος συνέστηκεν. εἰ δὲ ἐκ γῆς καὶ ὕδατος, ἐξ ἀνάγκης καὶ <ἐκ> τῶν ἐναντίων διὰ τὸν προειρημένον λόγον. μετέχουσιν ἄρα πυρὸς καὶ ἀέρος. ἀνάγκη οὖν καὶ τῇ τροφῇ αὐτῶν ταῦτα εἶναι, καὶ διὰ τοῦτο οὐ τὴν τυχοῦσαν γῆν μιγνύουσιν οἱ γεωργοί, ἀλλὰ τὴν κοπρώδη, ἥτις καὶ πυρώδους καὶ ἀερώδους μετέχει οὐσίας, ἥν φησι μίξαντας τοὺς γεωργοὺς οὕτω χρήσασθαι τῇ ἀρδείᾳ. ᾿Επειδή ἐστιν ἡ μὲν τροφὴ τῆς ὕλης, τὸ δὲ τρεφόμενον τὸ συνειλημμένον. Νῦν ὡς πρὸς χρῆσίν τινα καὶ ῥῆσιν ποιητικὴν αἰτίαν ζητῶν τί δήποτε πάντων τῶν στοιχείων εἰς ἄλληλα μεταβαλλόντων τὸ πῦρ μόνον φασί τινες τρέφεσθαι (οὕτως γὰρ καὶ ὁ ποιητὴς εἶπεν ‟τοὺς ἅμα σοὶ πῦρ ἐσθίει”), φησὶν οὖν ὅτι ἐπειδὴ ἡ μὲν τροφὴ ὕλη ἐστὶ τοῦ τρεφομένου, τὸ δὲ τρεφόμενον τὸ εἶδός ἐστι τὸ συνειλημμένον καὶ συμπεπλεγμένον τῇ ὕλῃ (τοῦτο γάρ ἐστι καὶ τὸ ὑπομένον), εὔλογον τὸ πῦρ μόνον λέγειν τῶν ἁπλῶν τρέφεσθαι, διότι τοῦτο μᾶλλον τῶν ἁπλῶν εἶδος. ὅτι δὲ τὸ πῦρ εἶδος, κατασκευάζει τοῦτον τὸν τρόπον. εἰ γὰρ ὁρῶμεν τὸ πῦρ κατὰ φύσιν ἐπὶ τὸν ὅρον φερόμενον, ὅρος δέ ἐστιν ὃ πέρας ἐστί τινος καὶ περιέχον, ἕκαστον δὲ κατὰ φύσιν φέρεται ἐπὶ τὸν οἰκεῖον τόπον, δῆλον ὅτι τόπος οἰκεῖός ἐστι τοῦ πυρὸς ὁ ὅρος τουτέστι τὸ πέρας καὶ τὸ περιέχον τἆλλα. ἐπειδὴ τοίνυν τὸ εἶδος ἑκάστου ἐν τῷ ὅρῳ ἐστίν, εἶδος δὲ λέγει οὐ τὸ κατὰ τὸν οὐσιώδη λόγον, ἀλλὰ τὸ κατὰ τὴν μορφήν (τοῦτο γὰρ ἐν τῇ ἐπιφανείᾳ θεωρεῖται), συμβαίνει, ὅταν ἐν τῷ ὅρῳ τὸ πῦρ ὑπάρχῃ, ἐκείνου αὐτοῦ εἶδος εἶναι· ὑπάρχει δὲ ἐν τῷ ὅρῳ τῶν ἄλλων στοιχείων καὶ τῷ πέρατι τῷ περιέχοντι αὐτά· δῆλον ἄρα ὅτι εἶδός ἐστι τῶν ἄλλων. εἰκότως οὖν μόνον τῶν ἄλλων λέγεται τρέφεσθαι. Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἁπάντων συνέστηκε τῶν ἁπλῶν, εἴρηται. Εἰπὼν ἐν τοῖς προλαβοῦσι τί ποτέ ἐστιν ἡ γένεσις καὶ τίνι τῶν ἄλλων μεταβολῶν διαφέρει, εἶτα ἐν μέσῳ πολὺν κατατείνας λόγον περὶ τῆς καθόλου εἰς ἄλληλα τῶν στοιχείων μεταβολῆς, μέλλων ἐν τοῖς ἐφεξῆς περὶ τῆς καθ᾿ ἕκαστα γενέσεως εἰπεῖν, καὶ περὶ τῆς ἰδικωτέρας τῶν στοιχείων μεταβολῆς κτὰ τὴν τῶν Μετεώρων πραγματείαν μέλλων διδάξαι, ἀναλαμβάνει τὸν περὶ τῆς καθόλου γενέσεως λόγον, ζητῶν πόσαι ποτέ εἰσιν ἀρχαὶ καθόλου τῶν γινομένων καὶ φθειρομένων καὶ ποῖαι. ἐκ· τούτων γὰρ καὶ τὰς τῶν καθ’ ἕκαστα γενέσεων ἀρχὰς εἰσόμεθα· ὅσαι γὰρ τῶν καθόλου γενέσεων, τοσαῦται καὶ τῶν κατὰ μέρος ἀρχὶ ἔσονται. φησὶν οὖν ὅτι τοσαυται τὸν ἀριθμόν εἰσι τῶν γενητῶν καὶ φθαρτῶν ἀρχαί, ὅσαι καὶ τῶν ἀιδίων, καὶ τῷ γένει αἱ αὐταί. ὕλη τε γὰρ ἐν ἀμφοτέροις ἐστὶν ὑποκειμένη, καὶ εἶδος ὡσαύτως ἔν τε τούτοις καὶ ἐν ἐκείνοις θεωρεῖται, ἀλλ᾿ ἡ μὲν ἐν τοῖς γενητοῖς ὕλη κατὰ τὸ δυνάμει θεωρεῖται (δυνάμει γάρ ἐστιν τῶν ἐναντίων), ἐπὶ δὲ τῶν ἀιδίων οὐ κατὰ τὸ δυνάμει θεωρεῖται, ἀλλ’ ἀεὶ ἐνεργείᾳ ἐστὶν εἰδοπεποιημένη, καὶ οὐ ποτὲ μὲν προσκτᾶται τ,ιὸ εἶδος ποτὲ δὲ στερεῖται τούτου, διότι ἐκεῖ μὲν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχον τὸ εἶδος καὶ μὴ ἔχον ἐναντίον, ἐνταῦθα δὲ γενητὸν καὶ φθαρτόν, διότι ἐναντιότης περὶ τοῦτο θεωρεῖται. ἔστι δέ, φησί, καὶ τρίτον αἴτιον ποιητικόν, ἐν μὲν τοῖς γενητοῖς καὶ φθαρτοῖς αἴτιον τῆς γενέσεως, ἐν δὲ τοῖς ἀιδίοις τὸ ποιητικὸν αἴτιον οὐ τῆς γενέσεως ἐστιν ἀλλὰ τοῦ εἶναι καὶ τῆς διαμονῆς. τοσούτων τοίνυν οὐσῶν τῶν ἀρχῶν τῆς γενέσεως τὸ μὲν ὑλικὸν καὶ εἰδικὸν, φησίν, ἅπαντες ἔγνωσαν, τὸ δὲ ποιητικὸν ὠνείρωξαν μὲν διήρθρωσε δὲ οὐδείς. οἱ μὲν γὰρ ποιητικὸν αἴτιον ἀποδεδώκασι τὸ εἶδος, καθάπερ Πλατῶν ἐν τῷ Φαίδωνι· οὗτος γὰρ ἐπιτιμήσας τοῖς ἄλλοις ὡς μηδεμίαν ἔννοιαν λαβοῦσι τοὐ ποιητικοῦ αἰτίου, ἔνθα καὶ τὸν Ἀναξαγόραν ὑπεδέξατο εἰπόντα τὸν νοῦν ποιητικὸν αἴτιον, εἰ καὶ ὅτι οὐδ’ ἐκεῖνος ἐχρήσατο αὐτῷ ἐν τῇ γενέσει τῶν γενητῶν, αὐτὸς ὑποκατιών φησι τὸ εἶδος ποιεῖν τῇ παρουσίᾳ αὑτοῦ τὸ εἰδοπεποιημένον. μέμφεται δὲ αὐτὸν φάσκων ὅτι οὐχ ἱκανὸν τὸ εἶδος ὑπάρχον ποιῆσαι· οὐδὲ γὰρ ἡ εἰκὼν ποιεῖν λέγεται τὸ πρὸς αὐτὴν γινόμενον ἀλλ’ ὁ τεχνίτης, οὐδὲ ἡ ὑγεία τὸν νοσοῦντα ὑγιάζει μὴ ὄντος τοῦ ἰατροῦ. ἔπειτα, φησίν, εἰ εἰσὶν αἱ ἰδέαι (ταύτας γὰρ εἴδη ὁ Πλατῶν), διὰ τί ὄντος τοῦ μεθεκτικοῦ οὐκ εὐθέως γίνεται; οἷον του εἴδους τῆς ὑγείας 〈ὄντος〉, ὄντος δὲ καὶ τοῦ κάμνοντος, διὰ τί μὴ εὐθέως μετα- βαλὼν ὁ κάμνων ἐκ νόσ̣ου ὑγιαίνει, ἀλλὰ χρεία ἐστὶ δηλονότι τοῦ ἰατροῦ; οὕτως μὲν οὗν ἐλέγχει τοὺς λέγοντας τὰ εἴδη εἶναι τὰ ποιοῦντα. ἄλλοι δέ, φησί, τὴν ὕλην ᾐτιάσαντο λέγοντες αὐτὴν τρεπομένην ποιεῖν. ταύτης δὲ τῆς δόξης εἶεν ἄν καὶ οἱ τὰς ἀτόμους ἀρχὰς ὑποlθἑμενοι. καί φησιν ὅτι καθ’ ὅσον μὲν τοῖς πάθεσι καὶ τῇ κινήσει προσεσχηκότες ποιητικὸν αὐτὴν αἴτιον εἰρήκασι, φυσικώτερον ἀπεφήναντο (ποιητικὸν γὰρ αἴτιόν φαμεν τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως), καὶ κατὰ τοῦτο ἀποδοχῆς μᾶλλόν εἰσιν ἄξιοι τῶν τὰ εἴδη εἰρηκότων ἀκίνητα ὄντα · καθ’ ὅσον os οὐκ ἄλλο τι τῆς κινήσεως τῆς ἐν τῇ ὕλῃ ἔλεγον εἶναι αἴτιον, κατὰ τοῦτο μέμψεως ἄξιοι· ἡ γὰρ ὕλη οὐ τοῦ ποιεῖν καὶ κινεῖν φαίνεται τὴν ἀρχὴν ἔχουσα, ἀλλὰ τοῦ κινεῖσθαι καὶ πάσχειν ὑπ’ ἄλλου. ἄλλοι δέ τινες τὰς ποιητικὰς αἰτίας ἀποδιδόασι ταῖς δυνάμεσι τῶν σωμάτων, θερμότητι καὶ ψυχρότητι, αἵτινες ὄργανά εἰσι τῆς ποιητικῆς αἰτίας, οὐκ αὐταὶ ποιητικαὶ αἰτίαι · διὰ τούτων γὰρ ἡ φύσις ὡς δι’ ὀργάνων ποιεῖ. δείκνυσι δὲ ὅτι καὶ χεῖρον ἢ κατ’ ὄργανον ταῦτα ἐνεργοῦσιν, εἴ γε τὰ μὲν ὄργανα μὴ ἐπιστατούσης τέχνης οὐδὲν δρᾷ περὶ τὴν ὕλην, τὸ δὲ θερμὸν καὶ ψυχρόν, εἰ μὴ ὑπὸ φύσεως ἢ τέχνης μετρηθῇ, φθείρει τὸ ὑποκείμενον. ταῦτα εἰπὼν τὴν οἰκείαν δόξαν περὶ τῆς ποιητικῆς αἰτίας ἐκτίθεται. Ὅτι μὲν οὖν ἅπαντα τὰ σώματα ἐξ ἀπάντων συνέστηκε τῶν ἁπλῶν. ἅπαντά φησι τὰ σύνθετα· τὰ γὰρ ἁπλᾶ οὐ συνέστηκεν ἐξ ἁπλῶν, ἐπεὶ οὐκ ἂν ἦν ἁπλᾶ. Ἐπειδή ἐστιν ἔνια γενητὰ καὶ φθαρτά. Tὸ ἔνια οὐ πρὸς τὸ ἄνω φησίν· οὐ γὰρ τοῦτό φησιν ὅτι ἔνι τῶν σωμάτων τῶν συνεστηκότων ἐὸξ ἁπάντων τῶν στοιχείων γενητά ἐστι καὶ φθαρτά (τὰ γὰρ σύνθετα πάντα ἐκ τῶν τεσσάρων στοιχείων γενητά ἐστι καὶ φθαρτά), ἀλλ’ ἐπειδὴ τῶν ἀπάντων σωμάτων τὰ μέν ἐστιν ἀίδια τὰ δὲ γενητὰ καὶ φθαρτά, διὰ τοῦτό φησιν ἰόντων τινῶν γενητῶν καὶ φθαρ- τῶν, ἅπερ περὶ τὸ μέσον τοῦ παντὸς συνέστηκε, ζητητέον πόσι καὶ τίνες αὐτῶν αἱ ἀρχαὶ τῆς γενέσεως’. Καὶ τῷ γένει αἱ αὐταί, αἵπερ ἐν τοῖςἀιδίοιςτε καὶ πρώτοις· ἡ μὲν γὰρ ὡς ὕλη. Ὁμογενεῖς φησιν εἶναι τὰς ἀρχὰς τῶν τε γενητῶν καὶ τῶν ἀιδίων. καὶ γὰρ ὕλη, φησίν, ἐπὶ ἀμφοτέρων θεωρεῖται τῶν γενητῶν καὶ τῶν ἀιδίων, ὕλην δὲ σκοπεῖ ἐνταῦθα τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην. διὸ εἰκότως ὁμογενεῖς αὐτάς φησιν εἶναι· τὸ γὰρ ὑποκείμενον κοινῶς ἐπ’ ἀμφοτέρων θεωρεῖται τῶν τε ἀιδίων καὶ τῶν γενητῶν. εἰ γὰρ καὶ εἴη ἡ μὲν κρείττων ἡ δὲ χείρων, οὐδὲν ἧττον ὁμογενεῖς ἔσονται, ἐπειδὴ καὶ τὸ λογικὸν καὶ τὸ ἄλογον ζῷον ταύτην πρὸς ἄλληλα τὴν διαφορὰν 〈ἔχοντα〉, τὴν κατὰ τὸ κρεῖττον καὶ χεῖρον, ὅμως ὁμογενῆ ἐστι. κρείττων δὲ ἐκείνη καθὸ ἐνεργείᾳ ἀεὶ οὖσα οὐδέποτε δυνάμει ἐστίν, ἡ δὲ τῶν γενητῶν ὕλη δυνάμει τὰ ἐναντία οὖσα ἀεὶ ἔχει τὸ δυνάμει εἶναι τὸ ἐναντίον τοῦ ἐν αὐτῇ ὄντος εἴδους. καὶ ἴσως ἄν τις ὑποπτεύσειεν οὐ διὰ τὴν φύσιν τῆς ὕλης, ἀλλὰ διὰ τὰ εἴδη ταύτην προσιέναι τὴν διαφοράν. διότι γὰρ τὸ τῶν οὐρανίων εἶδος οὐκ ἔχει ἐναντίον, ἀλλ’ ἐστὶν ἀίδιον καὶ ἀεὶ ὡσαύτως ἔχει, διὰ τοῦτο ἡ τούτου ὕλη ἀεὶ ἐνεργείᾳ ἐστίν· ἡ δὲ τῶν γενητῶν ἐνεργείᾳ οὖσα καὶ αὐτὴ καὶ μηδέποτε ἀνείδεος μένουσα, διὰ τὸ ἐναντιότητα εἶναι περὶ τὸ εἶδος συμβαίνει αὐτὴν ἀεὶ τὸ δυνάμει ἔχειν. εἰδέναι μέντοι χρὴ ὅτι οὐ μόνον διὰ τὸ εἶδος, ἀλλὰ καὶ δι’ αὐτὴν τῆς ὕλης τὴν φύσιν ὧι ἡ διαφορὰ προσέρχεται. ἥ τε γὰρ τῶν γενητῶν ὕλη οὐκ ἂν τὸ ἐναντίον ἐδέξατο ἀποβάλλουσα τὸ πρότερον, εἰ μὴ ὑπῆρχεν ἔχουσα τὸ δυνάμει· οὕτως δὲ καὶ ἡ τῶν ἀιδίων, εἴπερ εἶχε δύναμιν τοὐ ἀποβάλλειν τὸ εἶδος, κἄν ἀπέβαλλεν εἰς ἐνέργειαν προελθούσης τῆς δυνάμεως. μεμνῆσθαι δὲ χρή, καθάπερ προλαβόντες εἰρήκαμεν, ὅτι ὁ Ἀριστοτέλης ἐνταῦθα ὕλην καλεῖ τὴν κατὰ τὸ ὑποκείμενον θεωρουμένην καὶ οὐχὶ τὴν κατὰ τὸ δυνάμει εἶναι νοουμένην· εἰ γὰρ τὴν κατὰ τὸ δυνάμει λάβωμεν παρ’ αὐτοῦ λεγομένην ἐνταῦθα ὕλην, οὐκέτι ἔσται ὁμογενὴς ἡ τῶν γενητῶν τῇ τῶν ἀιδίων, ἐπειδὴ ἐν ἐκείνῃ οὐκ ἔστι τὸ δυνάμει. Οὐ γὰρ ἱκαναὶ γεννῆσαι αἱ δύο. ᾿Αλλαχοῦ αὐτὸς εἴρηκεν ὅτι ἡνίκα ἐπιτηδεία γένηται ἡ ὕλη πρὸς τὸ καταδέξασθαι τὸ εἶδος, οὐ χρεία τρίτου τινὸς τοῦ δέοντος αὐτῇ τὸ εἶδος, ἀλλ’ αὐτοφυῶς καὶ αὐτομάτως αὐτὸ δέχεται. πῶς οὖν ἐνταῦθα φαίνεται λέγων μὴ ἱκανὰς εἶναι τὰς δύο ἀρχάς, ἀλλὰ δεῖσθαι τὸ γινόμενον καὶ τοὐ ποιητικοῦ αἰτίου; πρὸς ὅ φαμεν ὅτι ἡ ὕλη τὸ ἐπιτηδεία γενέσθαι οὐκ ἀφ’ ἑαυτῆς ἀλλ’ ἐκ τοῦ ποιητικοῦ αἰτίου ἔχει· καὶ πρὸς τοῦτο χρεία τοῦ ποιητικοῦ αἰτίου, πρὸς τὸ ποιῆσαι τὴν ὕλην ἐπιτηδείαν ἐργάσασθαι. ταύτῃ γὰρ ὁ ἀγαλματοποιὸς τὸ εἶδος ποιεῖν λέγεται, τῷ τὸ ἐμποδὼν τῷ εἴδει ἐξαίρειν ἐκ τῆς ὕλης· οὐ γὰρ τῷ τὸ εἶδος ἔξωθεν ἐπιτιθέναι. ἡ δὲ ὕλη ἅμα τε τὴν ἐπιτηδειότητα ἔλαβε καὶ τὸ εἶδος προσεκτήσατο. Καθάπερ οὐδὲ ἐν τοῖς πρέτοις. Oὐδ' ἐν τοῖς πρώτοις, φησίν, ἱκανὸν τὸ εἶδος καὶ ἡ ὕλη, ἀλλὰ δεῖ καὶ τοῦ ποιητικοῦ αἰτίου τούτοις· ἀλλ’ οὐ πρὸς τὸ γενέσθαι, ἀλλὰ πρὸς τὸ εἶναί τε καὶ διαμεῖναι. ῾Ως μὲν οὖν ὕλη τοῖς γενητοῖς ἐστιν αἴτιον τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι. Τῶν γενητῶν, φησίν, ἡ ὕλη καὶ τὸ ὑποκείμενόν ἐστι τὸ δυνάμει ὄν, ὅπερ δύναται ποτὲ μὲν εἶναι ποτὲ δὲ μὴ εἶναι. ἐπειδὴ γάρ, φησί, τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, οἷον τὰ ἀίδια, ἅπερ καὶ ἀδύνατον μὴ εἶναί φησι, τὰ δὲ ἐξ ἀνάγκης οὐκ ἔστιν, ἅπερ καὶ ἀδύνατον εἶναι λέγει, οἷον τὰ μηδαμῇ μηδαμῶς ἐν ὑπάρξει ὄντα πλὴν ἢ κατὰ ψιλὴν ἐπίνοιαν, οἷον ὁ τραγέλαφος, τὰ δέ, φησί, καὶ εἶναι καὶ μὴ εἶναι δύναται, ὥσπερ τὰ γενητὰ καὶ φθαρτά, εἰκότως, φησί, καὶ τὸ ὑποκείμενον αὐτῶν δύναται καὶ εἶναι τόδε τὸ εἶδος καὶ μὴ εἶναι. Τούτων δὲ τὰ μὲν ἀδύνατον μὴ εἶναι. Τούτων, φησί, τῶν προσεχῶς εἰρημένων, τῶν ἐξ ἀνάγκης ὄντων καὶ ἐξ ἀνάγκης οὐκ ὄντων, τὰ μὲν ἀδύνατον μὴ εἶναι, τὰ ἀίδια δηλονότι, τὰ δὲ ἀδύνατον εἶναι, ἃ μηδέποτε εἰς γένεσιν ἔρχεται, οἷον ὁ ἱπποκένταυρος. εἶτα καὶ τὴν αἰτίαν ἐπάγει, διὰ τὸ μὴ ἐνδέχεσθαι, φησί, παρὰ τὸ ἀναγκαῖον ἄλλως ἔχειν· τὰ μὲν γὰρ ἐξ ἀνάγκης ἐστί, τὰ δὲ ἐξ ἀνάγκης οὐκ | ἔστι. διὰ τοῦτο οὖν τὰ μὲν αὐτῶν ἀδύνατον εἶναι, τὰ δὲ ἀδύνατον μὴ εἶναι. οὐκοῦν ἡ γένεσίς ἐστι καὶ ἡ φθορὰ περὶ τὸ δυνατὸν εἶναι καὶ μὴ εἶναι. ῾Ως δὲ τὸ οὗ ἕνεκεν ἡ μορφὴ καὶ τὸ εἶδος. Εἰπὼν περὶ τοῦ ὑλικοῦ αἰτίου νῦν περὶ τοῦ εἴδους διαλαμβάνει, φάσκων εἶδος εἶναι τὸν λόγον τῆς ἑκάστου οὐσίας. οὗ δὲ ἕνεκεν αὐτὸ ἐκάλεσεν δηλῶν ὅτι εἰς ταὐτὸν συντρέχει τὸ εἰδικὸν αἴτιον τῷ τελικῷ, καθάπερ καὶ ἐν τῇ Φυσικῇ εἶπεν. καὶ γὰρ καὶ σκοπὸν τίθεται καὶ τέλος ἡ φύσις τὸ ἑκάστου εἶδος ἐν τῇ ὕλῃ ποιῆσαι, καὶ τὸ ἀποτελούμενον καὶ τῇ ὕλῃ ἐπιγινόμενον αὐτὸ τυγχάνει τὸ εἶδος. Δεῖ δὲ προσεῖναι καὶ τὴν τρίτην, ἣν ἅπαντες μὲν ὀνειρώττουσι, λέγει δ᾿ οὐδείς. Τὴν ποιητικὴν λέγει αἰτίαν. αἰνίττεται δὲ καὶ πρὸς Ἀναξαγόραν καὶ πρὸς Πλάτωνα. Ἀναξαγόρας μὲν γὰρ ποιητικὸν τὸν νοῦν εἰπὼν οὐ χρῆται αὐτῷ ἐν τῇ γενέσει τῶν πραγμάτων, ἀλλὰ καὶ Πλατῶν ἐν Τιμαίῳ τῆς ποιητικῆς αἰτίας μνησθεὶς ἐν τῷ Φαίδωνι τοῖς εἴδεσι τὴν ποιητικὴν αἰτίαν ἀπέδωκεν, εἰπὼν ‟ἀλλ᾿ ἐάν τις μοι λέγῃ δι’ ὅ τι καλόν ἐστιν ὁτιοῦν, ἢ ὅτι χρῶμα εὐανθὲς ἔχον ἢ σχῆμα ἢ ἄλλο ὁτιοῦν τῶν τοιούτων, τἆλλα χαίρειν ἐῶ· ταράττομαι γὰρ ἐν τοῖς ἄλλοις πᾶσι, τοῦτο δὲ ἀπλῶς καὶ ἀτέχνως καὶ ἴσως εὐήθως ἔχω παρ’ ἐμαυτῷ, ὅτι οὐκ ἄλλο τι ποιεῖ αὐτὸ καλὸν ἢ ἐκείνου τοῦ καλοῦ εἴτε παρουσία εἴτε κοινωνία εἴτε ὅπῃ δὴ καὶ ὅπως προσγενομένη· οὐ γὰρ ἔτι τοῦτο διισχυρίζομαι.’’ ὥστε οὐχ οἷός τε γέγονεν ὁ Πλατῶν τὴν προσεχῆ ποιητικὴν αἰτίαν τῶν γινομένων ἀποδοῦναι, ἀλλ’ ἐπὶ τὰς ἰδέας κατέφυγεν. ᾿Αλλ᾿ οἱ μὲν ἱκανὴν ᾠήθησαν αἰτίαν εἶναι πρὸς τὸ γενέσθαι τὴν τῶν εἰδῶν φύσιν, ὥσπερ ὁ ἐν τῷ Φαίδωνι Σωκράτης. Πρὸς Πλάτωνα νῦν ἀποτείνεται λέγοντα τὰ εἴδη ποιητικὸν αἴτιον εἶναι καὶ ἀρκεῖν αὐτὰ ποιεῖν τὰ γινόμενα. φησὶ γὰρ τὸ μὲν εἶναι ἔχειν ἕκαστον κατὰ τὰ εἴδη τὰ ὄντα, τὸ δὲ γενέσθαι κατὰ τὸ τούτων μεταλαμβάνειν, ὥσπερ τὸ φθείρεσθαι κατὰ τὴν ἀποβολὴν τὴν τούτων. ὥστε ἐκ τῶν εἰδῶν τὸ γίνεσθαι καὶ φθείρεσθαι ἔλεγεν ὑπάρχειν τοῖς οὖσιν. ἀπολογούμενοι δέ τινες ὑπὲρ Πλάτωνός φασιν ὅτι τὰ δημιουργικὰ εἴδη ἔλεγεν ὁ Πλατῶν αἴτια εἶναι ποιητικά, ὧν κατὰ μετάληψιν γίνεσθαι τὰ γινόμενα, καὶ κατὰ ἀποβολὴν τούτων φθείρεσθαι. εἰ δὲ τὰ δημιουργικὰ εἴδη ὑποτίθεται, δῆλον ὅτι καὶ αὐτὸς ποιητικὸν αἴτιον οἶδεν ταῦτα τῶν ἐν τοῖς γενητοῖς εἰδῶν· ὁ γὰρ δημιουργικὰ αἴτια εἰπὼν εὐθὺς οἶμαι εἰς ἐπίνοιαν ἄγει τῶν ποιητικῶν. ἴσως οὖν φαίη τις ἂν τὸν ᾿Αριστοτέλην διὰ τοῦτο αὐτῷ μέμφεσθαι τῷ Πλάτωνι, διότι τὰ εἴδη αὐτά φησι ποιεῖν, μὴ αἰτιασάμενος τὸν ἀφορῶντα τοῖς εἴδεσι δημιουργὸν καὶ πρὸς αὐτὰ καθ’ ὁμοιότητα τὰ τῇδε παράγοτα. καὶ διὰ τοῦτο πρὸς αὐτὸν ἀντιλέγων φησὶν ὅτι οὔσης ὑγείας καὶ ἐπιστήμης, τουτέστι τῶν λόγων τῆς ὑγείας καὶ τῆς ἐπιστήμης ὄντων, ὄντων δὲ καὶ τῶν μεθεκτικῶν τῆς ὑγείας καὶ τῆς ἐπιστήμης, ὅμως χρεία ἐστὶ καὶ ἄλλου αἰτίου ποιητικοῦ, οἷον τοῦ ἰατροῦ καὶ τοῦ ἐπιστήμονος. εἰ μὴ γὰρ οὗτοι ποιήσωσιν, οὔτ’ ἂν ὁ νοσῶν ὑγιάνῃ, οὔτε ὁ ἀνεπιστήμων μεταβάλοι εἰς ἐπιστήμην. ἐπεὶ εἰ αὔταρκες ἦν τὸ εἶδος ὄντος τοῦ μεθεκτικοῦ ποιῆσαι, τί δήποτε οὐκ ἀεὶ ὁ νοσῶν ὑγιαίνει καὶ ὁ ἀνεπιστήμων γίνεται ἐπιστήμων; Οἱ δὲ αὖ τὴν ὕλην· ὑπὸ ταύτης γὰρ εἶναι τὴν κίνησιν. | Εἰπῶν πῶς ὁ Πλατῶν φησὶ τὰ εἴδη ποιητικὰ αἴτια, ἐν μέσῳ φησὶν 64r ὅτι ἕτεροι τὴν ὕλην ᾠήθησαν ποιεῖν, ὑπὸ τῆς ἐν αὐτῇ τροπῆς καὶ κινήσεως ἀπατηθέντες. εἶτα οὕτως τρέπεται ἐπὶ τοὺς ἐλέγχους τῆς Πλάτωνος δόξης, ἐφεξῆς δὲ καὶ τοὺς τὴν ὕλην λέγοντας αἰτίαν εἶναι ὡς ποιη- τικὸν ἐλέγχει. ῾Ωσαύτως δὲ κἀπὶ τῶν ἄλλων τῶν κατὰ δύναμιν πρατ- τομενων. Τουτέστιν ὁ αὐτὸς λόγος ἐπὶ πάντων τῶν καθ’ ἕξιν πραττομένων, οἷόν περ εἰρήκαμεν ἐπὶ ἰατρικῆς καὶ ἐπιστήμης. Εἰ δὲ τὴν ὕλην φήσει τις γεννᾶν διὰ τὴν κίνησιν. Ὅσοι, φησί, τὴν ὕλην ποιητικὴν ἀρχὴν ὑπέθεντο, τῇ κινήσει καὶ τῇ τροπῇ αὐτῆς ἀπιδόντες, δοκοῦσι φυσικώτερον ἀποδεδωκέναι αἴτιον, διότι τὸ κυριώτερον τοῦ γεννᾶν αἴτιόν ἐστι τὸ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως (οὕτως δὲ ὁρίζειν εἰώθαμεν τὸ ποιητικὸν αἴτιον), πλήν, φησίν, ἠγνόησαν οὗτοι ὅτι τὴν κίνησιν οὐκ ἀφ’ ἑαυτῆς ἔχει ἡ ὕλη. οὐ γὰρ ἀφ’ ἑαυτοῦ τὸ ὕδωρ ποιεῖ Coja οὐδὲ τὸ ξύλον κλίνην, ἀλλὰ ὑπὸ τέχνης καὶ φύσεως ποιητικῶν αἰτίων γίνονται· τῇς γὰρ ὕλης ἴδιον οὐ τὸ κινεῖν, ἀλλὰ τὸ κινεῖσθαι. Καὶ ὅτι παραλείπουσι τὴν κυριωτέραν αἰτίαν· ἐξαι- ροῦσι γὰρ τὸ τί ἦν εἶναι καὶ τὴν μορφήν. Ἤτοι ὡς παραλιπόντας καὶ τὸ εἶδος πρὸς τῷ ποιητικῷ αἰτίῳ μέμφεται, ἤγουν τὸ ποιητικὸν αἴτιον εἶδος καὶ μορφὴν ἐκάλεσεν, ὥς φησιν ὁ Ἀλέξανδρος, διότι τὸ ποιοῦν ἐνεργείᾳ ὂν ποιεῖ, τὸ δὲ ἐνεργείᾳ ὃν τοιοῦτόν ἐστι κατὰ τὸ εἶδος καὶ τὴν μορφήν· ἕκαστον γὰρ τὸ εἶναι ἔχει κατὰ τὸ εἶδος. πιθανώτερον δὲ λέγειν τὸ τελικὸν αἴτιον λέγειν αὐτόν, ὅπερ ἀναι- ροῦσι τὴν ὑλικὴν αἰτίαν αἰτιώμενοι τῆς γενέσεως, καὶ μήτε νοῦν μήτε φύσιν ὑποτιθέμενοι προεπινοοῦντα τὸ τέλος, ἀλλ’ ἐκ συντυχίας γίνεσθαι is τὰ γινόμενα. p. 336a1 ἔτι δὲ καὶ τὰς δυνάμεις ἀποδιδόασι τοῖς σώμασι, δι’ ἅς γεννῶσι, λίαν ὀργανικάς. Ἕτι ὁ λόγος αὐτῷ πρὸς τοὺς τὴν ὕλην αἰτίαν θεμένους τοῦ γεννᾶν, ἐγκαλεῖ δὲ αὐτοῖς διότι δυνάμεις ὑπέθεντο αἰτίας τοῦ γεννᾶν πάσας ὀργα- νικᾶς, παρέντες τὴνκατὰτὸεἶδος αἰτίαν· εἶδος δὲπροφανῶςτὴνποιη- τικὴν αἰτίαν λέγει ἐνταῦθα. ποίας δὲ δυνάμεις ὑπετίθεντο; τὸ θερμὸν καὶ τὸ ψυχρόν· τοῦ γὰρ θερμοῦ διακρίνοντος καὶ τοῦ ψυχροῦ συνιστῶντος λέγουσι τὰ ἄλλα γίνεσθαι. ἡμεῖς δὲ ὁμολογοῦμεν ταύτας ἕκαστον τῶν φύσει γινομένων ἔχειν ὑποκειμένας τῷ κινοῦντι· ἄλλο γάρ ἐστιν ὅπερ ταύταις χρώμενον ὡς ὀργάνῳ αἴτιόν ἐστι γενέσεως καὶ φθορᾶς. φησὶ δὲ ὁ Ἀλέξανδρος τοὺς περὶ Παρμενίδην τοιαύτης γεγονέναι δόξης. Φαίνεται δὲ καὶ τὸ πῦρ αὐτὸ κινούμενον καὶ πάσχον. To πῦρ, φησίν; ὃ μάλιστα δραστικώτερον λέγουσι, φαίνεται καὶ αὐτὸ ἀλλοιούμενον καὶ πάσχον, τὸ δὲ ποιητικὸν αἴτιον τὸ κυρίως οὐ πάσχει. ἀμέλει τὴν φύσιν οὐκ ἄν φαίημεν πάσχειν ποιητικὸν αἴτιον οὖσαν, ἀλλ’ εἰ ἄρα τὸ ὑποκείμενον αὐτῆς· αὕτη δὲ ἀεὶ κινεῖ. τὸ δὲ πῦρ οὐ μόνον κινεῖ, ἀλλὰ καὶ πάσχει, ἔπειτα δὲ καὶ κινούμενον οὐ κινεῖται ὥστε ποιῆσαι, ἀλλ’ ἐν ὀργάνου τάξει, ὡς ὁ πρίων· εἰ γὰρ καὶ πρίζοντος αὐτοῦ γίνεται τὸ γινόμενον, ἀλλ’ οὐκ ἔστιν αὐτὸ τὸ ποιοῦν. οὕτω δὲ ἔχει καὶ τὸ πῦρ, μᾶλλον δὲ καὶ χεῖρον ἢ κατὰ τὰ ὄργανα, μὴ κυβερνώμενον ὑπὸ τέχνης, δι’ ἣν εἴπομεν αἰτίαν. εἰ δέ τις ζητεῖ πῶς ὀργανικὸν αἴτιον οὐχ ὐποτίθεται τῶν φυσικῶν, εἴπερ ὅλως οἶδε τὰς τοιαύτας δυνάμεις ὀργανικοῦ αἰτίου λόγον ἐπεχούσας, ἴστω ὅτι τῇ ὕλῃ ταύτας συγκατατάττει· προσεχὴς γὰρ ὕλη τὰ τοιαῦτα. ῾Ημῖν δὲ καθόλου τὸ πρότερον εἴρηται περὶ τῶν αἰτίων, καὶ νῦν διώρισται. Εἰπὼν ὅπως οἱ ἄλλοι ἐσφάλησαν περὶ τὴν τοῦ ποιητικοῦ αἰτίου ἀπόδοσιν, οἱ μὲν τὴν ὕλην οἱ δὲ τὸ εἶδος αἰτιασάμενοι, καὶ δείξας μηδέτερον τούτων δυνάμενον μήτε τὴν ὕλην μήτε τὸ εἶδος ποιητικοῦ αἰτίου λόγον ἐπέχειν, φησὶ νῦν ὅτι ἤδη μὲν ἡμῖν πρότερον ἐν τῇ Φυσικῇ ἀκροάσει περὶ τῶν αἰτίων διῄρηται καθόλου, ἐν οἷς καὶ περὶ τοῦ ποιητικοῦ λόγον ἐποιησάμεθα, καὶ κατὰ τὸ παρὸν δὲ περὶ μὲν τῆς ὕλης ἤδη εἴρηται καὶ τοῦ εἴδους, περὶ δὲ τοῦ ποιητικοῦ ἐντεῦθεν διδάσκει, καί φησιν ὅπερ κἀν τῇ Φυσικῇ πρὸς αὐτοῦ λέλεκται, ὅτι ἡ κυκλοφορία τοῦ οὐρανοῦ ποιητικὴ αἰτία ἐστὶ τῶν γινομένων καὶ φθειρομένων. ἐξ ἐκείνης γὰρ ἡ τροπὴ τῶν ὡρῶν, ταῖς δὲ ὥραις συμμεταβάλλει τὰ στοιχεῖα καὶ ἡ τῶν καρπῶν γένεσις. ὁρῶμεν γὰρ ὅτι προσιόντος ἡμῖν τοὐ ἡλίου τά τε φυτὰ θάλλει καὶ οἱ καρποὶ γεννῶνται καὶ τὰ πολλὰ τῶν ζῴων, ἀποχωροῦντος δὲ αὐτοῦ τἀναντία συμβαίνει. καὶ καλῶς ἔχει λέγειν τὴν ἐκ τῶν οὐρανίων ἐπιρρέουσαν ζωὴν πρὸς τὰ τῇδε αὐτὴν εἶναι τὴν φύσιν καθ’ ἣν γεννῶντι τὰ γεννώμενα. ἐντεῦθεν, φησί, δῆλον ὅτι καλῶς ἐν τῇ Φυσικῇ ἡμῖν εἴρηται ἀκροάσει, ὅτι πρώτη τῶν μεταβολῶν ἐστιν ἡ κατὰ τόπον καὶ αὐτῆς τῆς γενέσεως· καὶ γὰρ τῆς γενέσεως αὕτη ἐστὶν αἰτία, οὐχ ἡ γένεσις τῆς κινήσεως. εἰ γὰρ τὸ γινόμενον οὔπω ἐστὶν ἐν ὅσῳ γίνεται, τὸ δὲ κατὰ τόπον μεταβάλλον ὑπάρχον ἤδη κινεῖται, εὔλογον τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον λέγειν, οὐ τὸ μὴ ὄν, τουτέστι τὸ γινόμενον, αἴτιον φάσκειν εἶναι τοῦ ἤδη ὄντος καὶ κατὰ τόπον κινουμένου. Ταῦτα εἰρηκὼς ἐφεξῆς ἀπορεῖ πῶς φαμεν τὴν κύκλῳ φορὰν αἰτίαν εἶναι γενέσεως καὶ φθορᾶς. ἐπεὶ γὰρ αὗται δύο εἰσὶ μεταβολαὶ ἐναντίαι ἀλλήλαις, τί ποτέ ἐστι τὸ τούτων αἴτιον; οὐ γὰρ δυνατὸν ἓν καὶ ταὐτὸν ἐναντίων μεταβολῶν εἶναι αἴτιον· τῶν γὰρ ἐναντίων καὶ τὰ ποιητικά, τὰ φύσει λέγω ποιοῦντα, ἐναντία εἶναι δεῖ. ὥστε εἰ ἡ καlτὰ τόπον κίνησις αἰτία γενέσεως ἐστι καὶ φθορᾶς, ἀνάγκη καὶ τὰς τῶν ποιητικῶν αἰτίων κινήσεις καὶ αὐτὰς ἐναντίας εἶναι ἢ τῇ φορᾷ ἤγουν τῇ ἀνωμαλίᾳ· τῇ μὲν φορᾷ ὥστε δύο εἶναι φορὰς ἐναντίας, τὴν μὲν γένεσιν ποιοῦσαν τὴν δὲ φθοράν, τῇ δὲ ἀνωμαλίᾳ ὥστε μίαν μὲν εἶναι φοράν, διὰ δὲ τὸ μὴ ὁμοίως ἔχειν ἀεὶ πρὸς ἡμᾶς τὸ κινούμενον, ἀλλὰ ποτὲ μὲν ἐγγίζειν ἡμῖν ποτὲ δὲ ἀφίστασθαι, προσιόντος μὲν ποιεῖν γένεσιν ἀπιόντος δὲ φθοράν. εἰδέναι οὖν χρὴ ὅτι ἀμφότερα συμβέβηκε. καὶ γὰρ καὶ αἱ φοραὶ δύο, ἡ μὲν ἀπὸ ἀνατολῆς ἐπὶ δυσμάς, ὡς <ἡ> τῶν ἀπλανῶν, ἡ δὲ ἔμπαλιν δυσμῶν ἐπ’ ἀνατολάς, ὡς ἡ τῶν πλανωμένων, διὰ τὸ ἐπὶ λοξοῦ γίνεσθαι κύκλου ἀνώμαλον ἐν σχέσει τῇ πρὸς ἡμᾶς ποιεῖται τὴν κίνησιν τοῦ ἡλίου, ποτὲ μὲν πλησίον γινομένου ποτὲ δὲ πόρρω. ἐχούσης οὖν τῆς γενέσεως καὶ τῆς φθορᾶς καὶ τὸ μὴ ἐπιλείπειν καὶ τὸ ἐναντίας εἶναι ἀλλήλαις, τὸ μὲν συνείρειν καὶ μὴ ἐπιλείπειν ἐκ τῆς ἀεικινησίας τῶν οὐρανίων αὐταῖς ἐφήκει καὶ τοῖς γενητοῖς καὶ φθαρτοῖς, τὸ δὲ ἐναντίον ἐκ τῆς ἀνωμαλίας τῆς κατὰ τὸν λοξὸν κύκλον. διὸ τὰς δύο φοράς, τήν τε ἀπλανῆ καὶ τὴν πλανωμένην, αἰτιατέον τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχοῦς μεταβολῆς. ἔστι μὲν γὰρ καὶ ἡ κατὰ τὸν λοξὸν μόνον κύκλον αἰτία ἑκατέρου. διότι τε γὰρ ἀεὶ κινεῖται, οὐκ ἐπιλείπει ἡ τῶν τῇδε μεταβολή· διότι δὲ ἀνωμάλως ὡς πρὸς ἡμᾶς κινεῖται, διὰ τοῦτο ἐναντίαι μεταβολαὶ κατὰ γένεσιν καὶ φθοράν. ἀλλ’ οὐκ ἂν ἡ τοιαύτη τάξις καὶ κόσμος ἦν ἄν, εἰ μὴ ἦν ἡ τῶν ἀπλανῶν φορά· ἐκεῖθεν γὰρ ἐφ’ ἑκάστης ἡμέρα τε καὶ νὺξ τεταγμένως ἀλλήλας διαδέχονται. εἰ δὲ μὴ οὕσης ταύτης κατὰ ἐπίνοιαν ἐπὶ λοξοῦ μόνου κύκλου ὁ ἥλιος ἐκινεῖτο, ἦν ἂν ὁ πᾶς χειμὼν νὺξ μία εἰ οὕτως ἔτυχε, καὶ τὸ θέρος ἡμέρα μία, καὶ ἁπλῶς εἰπεῖν ἦν ὁ πᾶς ἐνιαυτὸς ἓν ἡμερονύκτιον. τούτων οὕτως εἰρημένων, εἴ τις ζητεῖ τί δήποτε τὴν μὲν ἀπόστασιν τοῦ ἡλίου φθορὰν λέγομεν ποιεῖν, τὴν δὲ προσέλευσιν γένεσιν, καίτοι καὶ θέρους οὐ μόνης γενέσεως οὔσης ἀλλὰ καὶ φθορᾶς, καὶ χειμῶνος ὡσαύτως οὐ μόνον φθειρομένων τινῶν ἀλλὰ καὶ γινομένων, καὶ ἁπλῶς εἰπεῖν τῆς ἄλλου γενέσεως ἄλλου οὔσης φθορᾶς, εἴ τις λέγοι πῶς ἐν ἄλλῳ μὲν χρόνῳ φησὶ τὴν γένεσιν ἐν ἄλλῳ δὲ τὴν φθορὰν συμβαίνειν, γινωσκέτω ὡς τὴν τῆς κρείττονος οὐσίας γένεσιν, ταύτην γένεσιν ἐκάλεσεν Ἀριστοτέλης πανταχοῦ, τὴν δὲ τῆς χείρονος φθοράν, καὶ ἡ χρῆσις ὁμοίως. ἐπειδὴ τοίνυν ὡς ἐπίπαν προσιόντος τοῦ ἡλίου αἱ τῶν κρειττόνων γενέσεις ἀκολουθοῦσι, καρπῶν καὶ ζῴων, καὶ τῶν κρειττόνων στοιχείων, πυρὸς καὶ ἀέρος, καὶ τῶν ἄλλων ἁπάντων ἅπερ τῷ λόγῳ διεξελθεῖν οὐ ῥᾴδιον, ἀπιόντος δὲ ταῦτα φθίνει πάντα, διὰ τοῦτο τῇ μὲν προσόδῳ τοῦ ἡλίου τὴν γένεσιν ἀφορίζομεν, τῇ δὲ ἀποστάσει τὴν φθοράν. ὁ γὰρ ἥλιός ἐστιν ὅ γε ἡγεμονικὴν ἐπέχων τάξιν πρὸς τὴν γένεσιν, εἴ γε καὶ διὰ τοῦτον θέρος καὶ χειμὼν καὶ αἱ ἄλλαι τροπαί. Ἔτι δὲ ἐπεὶ ἡ κατὰ τὴν φορὰν κίνησις δέδεικται ὅτι ἀίδιος. Ἤδη μὲν κἀν τοῖς προτέροις, φησὶ δὲ ἐν τῇ Φυσικῇ, εἴρηται περὶ τῶν αἰτίων καθόλου ἔνθα καὶ περὶ τοῦ ποιητικοῦ αἰτίου, ἔτι δὲ καὶ νῦν ῥητέον ὅτι αἰτία ποιητικὴ τῆς ἀειγενεσίας ἡ κύκλῳ φορὰ ἀίδιος οὖσα καὶ τὸ γεννητικὸν προσάγουσα καὶ ἀπάγουσα. γεννητικὸν δέ φησι τὸν ἥλιον. Ἅμα δὲ δῆλον ὅτι καὶ τὰ πρότερον καλῶς εἴρηται. Νῦν δείκνυσιν ὅτι εἰκότως ἐν τῇ Φυσικῇ ἀκροάσει τὴν κατὰ τόπον κίνησιν καὶ ταύτης τὴν κύκλῳ πρώτην εἴρηκεν εἶναι πάσης μεταβολῆς. εἰ γὰρ αὐτὴ γενέσεως καὶ φθορᾶς αἰτία οὖσα ἐδείχθη, εἰκότως ἄρα πρώτη ἐστὶ πασῶν. ὅτι δὲ γενέσεως αἰτία καὶ τῶν γινομένων, δείκνυσιν οὕτως. τὸ φερόμενον κατὰ τόπον ἤδη ἐστί, τὸ γινόμενον οὔπω ἐστίν, εὔλογον οὖν τὸ ὂν τοῦ μὴ ὄντος αἴτιον εἶναι, οὐκ ἔμπαλιν τὸ μὴ ὂν του ὄντος. ᾿Επεὶ δ’ ὑπόκειται καὶ δέδεικται συνεχὴς οὖσα τοῖς πράγμασι γένεσις καὶ φθορά. ᾿Επειδή, φησίν, δέδεικται συνεχὴς ἡ γένεσις ὑπάρχουσα καὶ ἡ φθορὰ τοῖς πράγμασι, δέδεικται δὲ διὰ τὴν κύκλῳ κίνησιν ἀίδιον οὖσαν * * * ἡ μὲν σύνταξις τῆς λέξεως τοιαύτη. ζητεῖ δὲ πῶς τὴν φοράν φαμεν αἰτίαν εἶναι μεταβολῶν ἐναντίων. δύο γὰρ οὐσῶν, φησί, μεταβολῶν, γενέσεως καὶ φθορᾶς, οὐχ οἷόν τε μίαν κίνησιν ἀμφοτέρων αἰτίαν ὑποθέσθαι. ἀνάγκη ἢ δύο λέγειν εἶναι κινήσεις κατὰ δύο φορὰς ἐναντίας, ἢ μίαν μὲν τὴν φορὰν διάφορον δὲ διὰ τὴν τῆς κινήσεως ἀνωμαλίαν. ἡ δὲ ἀνωμαλία ὡς πρὸς ἡμᾶς, διὰ τὸ ἐπὶ λοξοῦ κύκλου γίνεσθαι τὴν τῶν πλανωμένων κίνησιν, καὶ διὰ τοῦτο τὴν πρὸς ἡμᾶς σχέσιν ἄλλοτε ἄλλην ποιεῖσθαι τὸ κινούμενον, ποτὲ μὲν ἐγγίζον ποτὲ δὲ ἀφιστάμενον, ὅπερ καί φησιν ἀληθὲς εἶναι. ἡ γὰρ τῶν ἀπλανῶν φορὰ οὐκ ἄν εἴη αἰτία γενέσεως καὶ φθορᾶς μία οὖσα καὶ ἡ αὐτὴ καὶ μηδεμίαν ὡς πρὸς ἡμᾶς ποιουμένη διαφοράν, ἀλλ’ ἡ κατὰ τὸν λοξὸν κύκλον ἔχουσα καὶ τὸ ἀίδιον καὶ τὸ ἀνώμαλον τῇ μὲν ἀνωμαλίᾳ τῶν ἐναντίων με|ταβολῶν αἰτία γίνεται. φθοράς λέγω καὶ γενέσεως, τῇ δὲ ἀιδιότητι τῆς κατὰ τὴν γένεσιν καὶ φθορὰν συνεχείας αἰτία ἐστίν. εἰδέναι δὲ χρὴ ὅτι ἡ ἀπλανής, εἰ καὶ μὴ τὴν γένεσιν ποιεῖ καὶ τὴν φθοράν, ἀλλ’ οὖν τὴν τάξιν καὶ τὸν τοιοῦτον κόσμον αὕτη ἐπιτίθησι τῆς ἡμέρας καὶ τῆς νυκτός· ὅπερ εἰ μὴ ὑπῆρχεν, ἀλλ’ ἡ ἐπὶ λοξοῦ μόνου κύκλου ἦν ὡς ἓν νυχθήμερον γίνεσθαι τὸν πάντα ἐνιαυτόν, οὐκ ἄν ἡ τοιαύτη τάξις τῶν γενέσεων ἐφυλάττετο, ὡς δηλοῖ τὰ [τοιαῦτα] μέρη γῆς ἀοίκητα ὄντα. τοιαῦτα δ’ ἐστὶ τὰ ὑπὸ τοὺς πόλους τοῦ παντός, ἐν οἷς μυλοειδὴς ἡ τοῦ οὐρανοῦ γίνεται κίνησις. Τῆς μὲν οὖν συνεχείας ἡ τοῦ ὅλου φορὰ αἰτία. Οὐ λέγει τὴν τοῦ ὅλου φορὰν τὴν τῆς ἀπλανοῦς κίνησιν, ὥσπερ Ἀλέξανδρος ἐξηγήσατο (αὐτὸς γὰρ ἀνωτέρω τῷ λοξῷ κύκλῳ ἀνέθηκεν τῆς συνεχείας τῆς κατὰ τὴν γένεσιν καὶ φθοράν), ἀλλ’ ὅ φησι τοῦτό ἐστι· δείξας γὰρ ὅτι ἡ κατὰ τὸν· λοξὸν κύκλον φορὰ αἰτία ἐστὶ τοῦ συνεχῆ εἶναι γένεσιν καὶ φθοράν, διότι ἔχει καὶ τὸ συνεχὲς ὅπερ ἐστὶ τῆς ἀειγενεσίας αἴτιον, ἔχει δὲ καὶ τὸ ἀνώμαλον ἐξ οὗ ἐναντίαι αἱ μεταβολαί, νῦν φησι πῶς ἑκάτερον τούτων ἔχει ἡ τῶν πλανήτων φορά. καί φησιν ὅτι τὸ μὲν συνεχὲς ταύτῃ ἐστὶ διὰ τὴν ὅλην τοῦ ἡλίου σφαῖραν ἀιδίως κινουμένην, τὸ δὲ προσιέναι, φησί, καὶ ἀπιέναι, ὅπερ ἡ ἀνωμαλία, διὰ τὴν ἔγκλισιν τοῦ λοξοῦ κύκλου· διὰ ταύτην γὰρ συμβαίνει αὐτὸν ποτὲ μὲν προσεγγίζειν ποτὲ δὲ ἀφίστασθαι. p. 336b 5 ᾿Ανίσου δὲ τοῦ διαστήματος ὄντος ἀνώμαλος ἔσται ἡ κίνησις. Πῶς ἀνώμαλος ἡ τοῦ λοξοῦ κύκλου κίνησίς ἐστι διδάσκει, ὅτι τῷ μᾶλλον πλησίον ἡμῶν ποιεῖν τὸν ἥλιον ἢ τοῦτον διιστάναι ἡμῶν. ὥστε οὐκ αὐτὴ [ἡ] ἀνώμαλος, ἀλλ’ ἡ πρὸς ἡμᾶς τοῦ ἡλίου τῷ γὰρ γεννητικὸν προσάγειν ἡμῖν ἢ ἀπάγειν ἡμῶν ἡ δοκοῦσα ἀνωμαλία συμβαίνει τῆς κινήσεως. Καὶ εἰ τῷ πολλάκις προσελθεῖν γεννᾷ, καὶ τῷ πολλάκις ἀπελθεῖν φθείρει. Γένεσιν ἐνταῦθα λέγει οὐ τὴν ἐκ μὴ ὄντος εἰς τὸ ὂν πάροδον, ἀλλὰ τὴν αὔξησιν καὶ τὴν μέχρι τῆς ἀκμῆς πρόοδον· ὡσαύτως δὲ καὶ φθορὰν τὴν ἐκ τῆς ἀκμῆς ἐπὶ τὴν τελείαν φθορὰν ὁδόν, τὴν φθίσιν φημὶ καὶ τὴν παρακμήν. φησὶν οὖν ὅτι τοῖς μὲν μία περίοδος τοῦ ἡλίου πρὸς τελείωσιν τοῦ εἴδους ἀρκεῖ, οἷοί εἰσιν οἱ ἐπέτειοι καρποὶ καὶ ἡ τῶν στοιχείων μεταβολή, τοῖς δέ, φησί, πλειόνων δεῖ περιόδων, ὡς ἔχει ἐπὶ τῶν πολλῶν ζῴων. περίοδον δὲ λέγει τὴν προσέλευσιν καὶ ἀποχώρησιν τοῦ ἡλίου. εἰ τοίνυν διὰ πολλῶν προσελεύσεων τοῦ τελείου εἴδους τύχοι, διὰ πολλῶν ἀποχωρήσεων, φησί, τοῦτο παρακμάζει. ἀποδέδωκε δὲ τὴν μὲν γένεσιν τῇ προσελεύσει τὴν δὲ φθορὰν τῆ ἀποχωρήσει, καίτοι διὰ πολλῶν περιόδων φήσας καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, ὡς εἶναι δηλονότι ἐπὶ τῆς γενέσεως μὴ μόνον προσέλευσιν τοῦ ἡλίου ἀλλὰ καὶ ἀποχώρησιν, καὶ ἐπὶ φθορᾶς δὲ μὴ μόνον ἀποχωρεῖν τὸν ἥλιον ἀλλὰ καὶ προσεγγίζειν. πρὸς τοῦτο ῥητέον ὅτι εἰ καὶ ἐπὶ ἑκατέρας διαθέσεως ὁμοίως καὶ πρόσοδος καὶ ἄφοδος τοῦ ἡλίου θεωρεῖται, αὐτὸς τὴν μὲν γένεσιν τῇ προσελεύσει τοῦ ἡλίου, τὴν δὲ φθορὰν τῇ ἀποχωρήσει ἀνέθηκεν εὐλόγως ἴσως, διότι ἐρρωμένη μὲν ἡ φύσις μᾶλλον ἀπολαύει τῆς προσόδου τοῦ ἡλίου καὶ γεννᾷ καὶ αὔξεται, ἠσθενηκυῖα δὲ μᾶλλον ὑπὸ τῆς ἀποστάσεως πάσχει ἤπερ ὑπὸ τῆς προσελεύσεως, ὥσπερ ἔχει ἐπὶ τῆς ἀπορροῆς καὶ τῆς προσθήκης· ἐπί τε γὰρ τῆς αὐξήσεως κἀπὶ τῆς φθίσεως καὶ ἀπορροή ἐστι καὶ προσθήκη τῆς τροφῆς, ἀλλ’ ἔτι μὲν ἐρρωμένου τοῦ σώματος καὶ αὐξομένου ἡ προσθήκη γίνεται πλείων τῆς ἀπορροῆς, παρακμάζοντος δὲ τοὐ σώματος ἐλάττων ἡ προσθήκη τῆς ἀπορροῆς. πρὸς τοῦτο ἴσως τις εὐλόγως ἄν φαίη, ὅτι αὐξομένου τοῦ σώματος καὶ πρὸς τὸ τέλειον ὁδεύοντος οὐκ ἔστι μᾶλλον τὴν προσέλευσιν δρᾶν, καὶ διὰ τοῦτο τοῦ ἐκ τῆς ἀποχωρήσεως πάθους μὴ γίνεσθαι συναίσθησιν, διότι καὶ αὐτὴ ἡ ἀποχώρησις οὐδὲν ἔλαττον συμβάλλεται εἰς τὴν αὔξησιν καὶ διαμονὴν τῶν σωμάτων. χειμῶνος γοῦν αἱ πέψεις καλλίους καὶ αἱ ἐνέργειαι εὔτονοι· καὶ οὐκ ἄν ὅλως διήρκεσε τὰ τῶν ζῴων σώματα καὶ φυτῶν, ἀλλὰ ῥᾷστα ἂν ἐφθάρη, εἴπερ διὰ παντὸς προσήγγιζεν ὁ ἥλιος ὡς διὰ παντὸς θέρος εἶναι, ὡς δηλοῖ ἡ κεκαυμένη ζώνη πλησίον ἀεὶ τὸν ἥλιον ἔχουσα καὶ ἀοίκητος οὖσα. τοσοῦτον οὖν ῥητέον, ὅτι ἀφώρισε τῇ μὲν προσελεύσει τοῦ ἡλίου τὴν αὔξησιν τῇ δὲ ἀποχωρήσει τὴν φθίσιν, οὐκ ἀκριβῶς ἑκατέρῳ θάτερον ἀπονείμας ἀλλ’ ἐπειδή, καθάπερ φθάνομεν προειρηκότες, εἰ καὶ ἑκάτερον ἀμφότερα ποιεῖ, καὶ γένεσιν καὶ φθοράν, ἀλλὰ μᾶλλον μὲν γένεσιν ἡ πρόσοδος τοῦ ἡλίου, φθορὰν δὲ μᾶλλον ἡ ἀποχώρησις. Καὶ ἐν ἴσῳ χρόνῳ ἡ φθορὰ καὶ ἡ γένεσις ἡ κατὰ φύσιν. Εἰπὼν ὅτι εἰ διὰ πολλῶν περιόδων τὴν γένεσιν ἴσχοι τι, διὰ πολλῶν περιόδων καὶ τὴν φθορὰν ὑπομενεῖ, καὶ ὅτι ἴσος ἐστὶν ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς, τουτέστι τῆς αὐξήσεως καὶ τῆς φθίσεως (οὕτως γὰρ ἠξιώσαμεν ἐξ ἀρχῆς ἀκούειν), ἀναγκαίως προσέθηκε τὸ ἡ κατὰ φύσιν, ἵνα μὴ τὴν τυχοῦσαν φθορὰν λάβῃς ἰσοχρόνιον οὖσαν τῇ γενέσει, ἀλλὰ τὴν κατὰ νόμους φυσικοὺς γινομένην διὰ τῆς παρακμῆς ἐπὶ τὸ τέλος ὁδεύσαντος τοῦ ζῴου. εἰ γάρ τις βιαία γένοιτο φθορά, οὐκέτι διὰ ἴσου χρόνου ἐπὶ τὸ τέ|λος ἀφικνεῖται δι’ ὅσου τὴν γένεσιν ἔσχε. βιαίους δὲ χρὴ λέγειν φθορὰς οὐ μόνον τὰς διά τι τῶν ἔξωθεν προσπιπτόντων, οἷον τομὰς καὶ πτώσεις καὶ καύσεις καὶ τὰ τοιαῦτα, ἀλλὰ καὶ τὰς διὰ πλημμέλειαν καὶ ἀταξίαν τῆς τροφῆς γινομένας. ὅπερ δὲ καὶ τούτων οὕτως προσδιωρισμένων ὑπολείπεται ἄπορον, ἐκεῖνό ἐστιν ὅτι τοῦ βίου εἰ τύχοι τοῦ ἀνθρωπίνου μέχρι ρκ΄ ἐτῶν προἰόντος ἡ ἀκμὴ πολλάκις τὸ μέγιστον μέχρι μ΄ ἐτῶν μόνον πρόεισιν, ὡς εἶναι τὴν φθορὰν κατὰ τοῦτον τὸν λόγον πολλῷ χρονιωτέραν τῆς γενέσεως καὶ μηκέτι ἐν ἴσῳ χρόνῳ γίνεσθαι· πολλοὶ μὲν γάρ μέχρι ρκ΄ ἐτῶν προῆλθον κατὰ τὴν ζωήν, οὐδεὶς δὲ μέχρι ξ΄ ἐτῶν τὴν αὔξησιν ἔσχε καὶ τὴν ἐπὶ τὸ τελειότερον προκοπήν. εἰ δὲ γένεσιν μὴ τὴν πρόοδον τὴν ἐπὶ τὸ τέλειον εἶδος ἄγουσαν λάβοιμεν, ἀλλὰ τὴν κυρίως γένεσιν καὶ φθοράν, τὸ μὲν ἐν ἴσῳ χρόνῳ ἀμφότερα συμβαίνειν ἀληθὲς ἔσται (ἡ γὰρ ἄλλου γένεσις ἄλλου φθορὰ δηλονότι· δι’ ὅσου γάρ τι γίνεται, διὰ τοσούτου φθείρεται ἄλλο), ἀλλ’ οὐκέτι τοῦ αὐτοῦ γένεσιν καὶ φθορὰν λαμβάνομεν, ὅπερ φαίνεται λέγων ὁ Ἀριστοτέλης. ἀλλ’ οὐδὲ τό, εἰ διὰ πλειόνων περιόδων γίνοιτό τι, διὰ πλειόνων καὶ φθείρεσθαι σύμφωνον τῇ τοιαύτῃ ἐξηγήσει· τὴν γὰρ κυρίως λεγομένην γένεσιν διὰ πλειόνων περιόδων γινομένην οὐ ῥᾴδιον οὐδ’ ἐπινοῆσαι. εἰ γάρ τις λέγοι τὴν κύησιν λέγειν αὐτὸν γένεσιν, καὶ τὴν κυρίως δι’ αὑτῆς σημαίνειν γένεσιν τὴν ἐκ τοὐ μὴ ὄντος εἰς τὸ ὂν προάγουσαν, καὶ ὑποθώμεθά τι ζῷον, καθάπερ τὸν ἐλέφαντα, διὰ πλειόνων περιόδων κυΐσκεσθαι, καὶ οὕτως ἀδιανόητον τὸ λέγειν ὅτι δι’ ὅσου χρόνου κυΐσκεται, διὰ τοσούτου καὶ φθείρεται· ποίαν γὰρ καὶ χρὴ νοεῖν φθορὰν ἰσοχρόνιον τῇ κυήσει, οὐ ῥᾴδιόν ἐστιν. Διὸ καὶ οἱ χρόνοι καὶ οἱ βίοι ἑκάστων ἀριθμὸν ἔχουσι καὶ τούτῳ διορίζονται. ᾿Επειδὴ τάξις ἐστὶν ἐν τοῖς γινομένοις, μεμετρημένου ὄντος τοῦ ἑκάστου εἴδους τῇ φύσει συμβαίνει ἕκαστον δι’ ὡρισμένου χρόνου ἐπὶ τὸ τέλειον ἑαυτοῦ εἶδος ἀφικνεῖσθαι. ἴσου δὲ ὄντος τοῦ χρόνου τοῦ ἀπὸ γενέσεως μέχρι τοῦ τελείου εἴδους καὶ τῆς ἀκμῆς τῷ ἀπὸ τῆς ἀκμῆς ἐπὶ τὴν κατὰ φύσιν φθορὰν ἄγοντι, δῆλον ὅτι ὁ πᾶς βίος ἑκάστου ὡρισμένος ἐστὶ κατὰ τὸν ἀριθμὸν ὡς τούτῳ διορίζεσθαι τὰ εἴδη ἐξ ἀλλήλων. ἄλλος μὲν γὰρ βίος ἀνθρώπου ἄλλος δὲ ἵππου, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστου ὡσαύτως, πλὴν ὅμως ἑκάστου εἴδους ὡρισμένος ὁ χρόνος· τοῦ γὰρ εἴδους τοὐ ἀν- θρωπείου ὥρισταί τις βίος ὃν οὐ δυνατὸν ὑπερβῆναι, τῶν δὲ καθ’ ἕκαστα οὐκέτι ὥρισται ὁ χρόνος, πολλῶν καὶ ἐνδοτέρω τοῦ τεταγμένου χρόνου τελευτώντων. ὥστε τοῦ μὲν εἴδους ὥρισται ὁ χρόνος ὃν οὐ δυνατὸν ὑπερβῆναί τινα τῶν καθ’ ἕκαστα, οὐχ ὁ αὐτὸς δὲ ἑκάστου τῶν καθ’ ἕκαστα βίος, ἀλλ’ ἄλλος ἄλλου, πολλῶν μὲν ἐνδοτέρω τοῦ χρόνου ἀπολλυμένων οὐδενὸς δὲ τοῦτον ὑπερβαίνοντος. Φαίνεται δὲ καὶ κατὰ τὴν αἴσθησιν ὁμολογούμενα τοῖς παρ’ ἡμῶν λόγοις. Εἰπὼν ἐξ ἀρχῆς ὅτι ἴσος ὁ χρόνος τῆς γενέσεως καὶ τῆς φθορᾶς τῆς κατὰ φύσιν, νῦν τὴν πίστιν τούτου παρατίθεται ἐκ τῶν καθ’ ἑκάστην περίοδον τοῦ ἡλίου γινομένων γενέσεων καὶ φθορῶν. καθὼς γὰρ προειρή- κάμεν, ὁρῶμεν προσιόντος μὲν τοῦ ἡλίου γένεσιν ἀπιόντος δὲ φθορὰν ἐπακολουθοῦσαν, ἔστι δὲ ἡ προσέλευσις τοῦ ἡλίου ἰσόχρονος τῇ ἀποχωρησει. καλῶς δὲ κἀνταῦθα φθορὰν εἰπὼν τὴν κατὰ φύσιν προστέθεικεν· εστι γὰρ κἀπὶ ζῴων κἀπὶ τῶν ἐπετείων καρπῶν φθορὰν βιαίαν νόησαι γινο- μένην. ᾿Αλλὰ συμβαίνει πολλάκις ἱέν ἐλάττονι φθείρεσθαι διὰ τὴν πρὸς ἄλληλα σύγκρασιν. Τοῦτο οὐ πρὸς τὸ προσεχὲς ἀκουστέον, ἀλλὰ πρὸς τὸ ἀνωτέρω εἰρημένον. εἰπὼν γὰρ ὅτι οἱ βίοι καὶ οἱ χρόνοι τεταγμένοι εἰσὶν εἴδους ἑκάστου, ἐνταῦθά φησιν ὅτι συμβαίνει πολλάκις ἐν ἐλάττονι χρόνῳ του τεταγμένου ἀπόλλυσθαι. καὶ τούτου αὐτοῦ πρόκειται αὐτῷ τὴν αιτιαν ζητῆσαι, τί δήποτε ἔνια τῶν καθ’ ἕκαστα προαπόλλυταί μὴ πληρώσαντα τὴν φυσικὴν περίοδον. φησὶν οὖν τοῦτο συμβαίνειν διὰ τὴν, πρὸς ἄλληλα κρασιν, εἴη ἂν τὴν τῶν στοιχείων αἰτιώμενος ἀμετρίαν καὶ ἀκρασίαν· πολλάκις γὰρ ἡ ὕλη διὰ τὴν ἀνεπιτηδειότητα καὶ τὸ ἀνάρμοστον ἑαυτης οὐ καταδέχεται τελείως τὸν ἄνωθεν κόσμον, ὡς διαλυθῆναι θᾶττον τὸ ζῶον διὰ τὸ ἀσθενὲς τῆς συμπήξεως, μὴ διαρκούσης ἔπι πολλῶν τῆς κάτα τὴν ὕλην συγκράσεως ἐπὶ πολὺ τὴν χορηγουμένην ζωὴν καταδέξασθαι. εἰ δὲ ἔχει σύγκρουσιν, δηλοῖ τὴν πρὸς ἄλληλα τῶν αἰτίων συντυχίαν. φημὶ δὲ τοῦ τε ὑλικοῦ καὶ τοὐ ποιητικοῦ τοὺ τε προσεχοῦς καὶ τοὺ πρώτου. αἴτιον γὰρ ποιητικὸν προσεχὲς μὲν ὁ πατήρ, πόρρω δὲ και πρῶτον τὰ οὐράνια· καὶ ἡ ὕλη δὲ καὶ ἡ τοιάδε προαίρεσις καὶ διαιτα αἴτια τῆς τοιᾶσδε συμπήξεως τῷ σώματι. ἐὰν οὑν συντύχῃ τοιονδε μὲν τὸ παρὰ τοῦ πατρὸς σπέρμα καὶ τὸ παρὰ τῆς, μητρὸς σπέρμα καὶ αιμα τοιόνδε [μὲν] (τὸ μὲν <γὰρ> αἷμα ὕλης λόγον ἐπέχειν φασί, ποιητικοῦ αἰτίου), τύχῃ δὲ καὶ ἡ κατὰ τὴν κύησιν δίαιτα τῆς μητρος τοια ἢ τοία, ἢ καὶ τὸ περιέχον δυσκρά|τως ἔχον ἄγαν, ὡς ἐκ τούτως τινὸς ἐμποδισθῆναι τὴν τῶν οὐρανίων κίνησιν τὴν τελεωτάτην ἐνέργειαν ἔπιδείξασθαι περὶ τὸ γεννώμενον καὶ κόσμον ἐναποθέσθαι τὸν προσηκοντα, τηνικαῦτα φθορὰ ἀκολουθεῖ πρὸ τοῦ τεταγμένου χρόνου, διὰ τὸ συγκλωσθῆναι τὴν τοιάνδε ὕλην καὶ τἆλλα αἴτια τῇ τοιᾷδε κινήσει τῶν ουρανιων, τῆς ὕλης τὴν αἰτίαν τῆς ἀνωμαλίας, καθὼς προείρηται, ἐχούσης· ὥσπερ εἰ ἄτακτόν τι καὶ ἀνάρμοστον γένοιτο περὶ θρόνον ἢ ἀβάκιον διὰ τὴν τῆς ὕλης ἀνεπιτηδειότητα μηδὲν ἁμαρτόντος τοῦ τεχνίτου. δύναιτο δὲ τὸ τῆς συγκρούσεως λαμβάνεσθαι καὶ ἐπὶ τῶν οὐρανίων μόνων. ἐπειδὴ γὰρ οὐ μόνος ὁ ἥλιος, ἀλλὰ καὶ οἱ ἄλλοι πλάνητες καὶ οἱ ἀπλανεῖς δέ, καὶ εἰ μὴ τοσοῦτον, ἐνεργοῦσι γοῦν καὶ αὐτοὶ περὶ τὰς γενέσεις, τὴν τοιάνδε αὐτῶν συνδρομὴν τῶν σχημάτων, ἣν καλεῖ σύγκρουσιν, αἰτίαν φησὶν εἶναι ἄλλης ἄλλῳ προθεσμίας τοῦ βίου· πολλάκις γὰρ διὰ τὴν τοιάνδε πρὸς ἄλληλα αὐτῶν συμπλοκήν, εὐδιάλυτον γίνεσθαι συμβαίνει τὸ ἐξ αὐτῶν διαπλαττόμενον σῶμα καὶ τὸν τῆς ζωῆς χρόνον ὀλίγον. ᾿Αεὶ δ᾿, ὥσπερ εἴρηται, συνεχὴς ἔσται ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὐδέποτε ὑπολείψει δι’ ἣν εἴπομεν αἰτίαν. τοῦτο δ’ εὐλόγως συμβέβηκεν. ᾿Αποδεδωκὼς τὴν αἰτίαν δι’ ἣν ἀεί ἐστι γένεσις, τήν τε ὑλικὴν καὶ τὴν ποιητικήν, καὶ ὑλικὴν μὲν εἰπὼν τῆς ἀειγενεσίας αἰτίαν τὸ τὴν ἄλλου γένεσιν ἄλλου εἶναι φθοράν, ποιητικὴν δὲ τὴν ἀίδιον κίνησιν τῶν οὐρανίων (τῷ γὰρ ἐκεῖνα ἀιδίως κινεῖσθαι οὐδέποτε ἡ γένεσις ἐπιλείπει), νῦν τελικὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν ἀεί ἐστι γένεσις, καί φησιν αἰτίαν εἶναι τὸ πάντα αὐτοφυῶς τοὐ ἀγαθοῦ ἐφίεσθαι. ἡ γὰρ ἀρχὴ πάντων τὸ ἀγαθόν ἐστι, πάντα δὲ τῆς οἰκείας ἀρχῆς ἐφίεται, ἀγαθὸν δὲ ἑκάστῳ ἐστὶ τὸ εἶναι οὐχὶ τὸ μὴ εἶναι, πάντα ἄρα αὐτοφυῶς τοῦ εἶναι ἐφίεται. ἐπειδὴ οὖν πᾶν τοῦ εἶναι ἐφίεται καὶ τοῦ βελτίονος, ἃ μὲν ἐγγυτέρω ἐστὶ τῆς ἀρχῆς τῆς πρώτης, ταῦτα μετασχεῖν ἐδυνήθη τῆς ἀιδιότητος καὶ τοῦ ἀεὶ εἶναι κατ’ ἀριθμὸν τὰ αὐτά, οἷα τὰ οὐράνια, πλὴν μετὰ ὑφέσεως (μετὰ διαστάσεως καὶ τῆς κατὰ τόπον μεταβολῆς), ὅσα δὲ πορρωτέρω ἐστί, μὴ δυνηθέντα διὰ τὸ ἀφεστηκέναι τῆς πρώτης ἀρχῆς, ἐξ ἧς τὸ εἶναι πᾶσι, κατ’ ἀριθμὸν εἶναι τὰ αὐτά, τὴν κατὰ τὸ εἶδος αἰδιότητα ἔλαχεν, ἑκάστου διὰ τὸ ἀεὶ εἶναι ἐφίεσθαι, μὴ δύνασθαι δὲ τῷ πόρρω ἀφεστηκέναι τῆς ἀρχῆς, γεννῶντος ἄλλο οἷον αὐτὸ καὶ ταύτῃ τὴν φθορὰν ὑποκλέπτοντος. καὶ αὐτὴν δὲ ἣν εἴληχε κατὰ τὸ εἶδος ἀιδιότητα, τῷ μιμεῖσθαι τὴν κυκλικὴν κίνησιν τῶν οὐρανίων ἐκτήσατο· διὰ κύκλου γὰρ τὰ γεννώμενα εἰς τὸ αὐτὸ ἀποκαθίσταται ὅθεν ἤρξατο. ἵνα γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου γένηται, κύκλος ἀποτελεῖται· σπέρμα γὰρ πρῶτον, κἀκ τούτου ἔμβρυον, εἶτα παῖς καὶ μειράκιον καὶ ἀνήρ, καὶ πάλιν σπέρμα καὶ ἔμβρυον. δῆλον ἄρα ὅτι ἡ τοῦ εἴδους διαδοχὴ ἐπ’ εὐθείας οὖσα τῷ μιμεῖσθαι τὴν κύκλῳ φορὰν τὴν ἀιδιότητα ἔχει. Τὸ δὲ εἶναι ποσαχῶς λέγεται, ἐν ἄλλοις εἴρηται. Τὸ εἶναι διττῶς λέγεται, ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ. ἕκαστον γὰρ εἶναι λέγεται ἢ τῷ εἶδος αὐτοῦ φυλάττεσθαι ἢ τῷ τὸν ἀριθμόν· τὰ μὲν γὰρ οὐράνια λέγεται εἶναι τῷ κατ’ ἀριθμὸν μένειν τὰ αὐτά, τὰ δὲ γενητὰ καὶ φθαρτὰ κατ’ εἶδος ἔχει τὸ ἀεὶ εἶναι. ταῦτα οὖν ἐστιν ἅ φησιν ἀλλαχοῦ διῃρῆσθαι σημαινόμενα τοῦ εἶναι. διὰ μέσου δὲ παρεμβέβληται τοῦτο τὸ ῥησείδιον. ὥστε αὐτὸ σιωπήσαντα συνάπτειν χρὴ ὅλον τὸ ῥητόν· ῾ἐπειδὴ ἑκάστου φύσις τοῦ βελτίονος ὀρέγεται, βέλτιον δὲ τὸ εἶναι ἢ τὸ μὴ <εἶναι> κατ᾿ ἀριθμὸν ἀδύνατον ἐν ἅπασιν ὑπάρχειν διὰ τὸ πόρρῳ τῆς ἀρχῆς ἀφίστασθαι, διὰ τοῦτο, φησί, τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ὁ θεὸς ἐνδελεχῆ ποιήσας τὴν γένεσιν.’ καὶ ἐντεῦθεν δῆλον ὅτι καὶ τῶν ἀιδίων πάντων αἴτιον οἴεται εἶναι τὴν πρώτην ἀρχὴν ὁ Ἀριστοτέλης. ὡς γὰρ τοῦ θεοῦ ποιήσαντος καὶ τὰ ἀίδια καὶ πάντῃ ἀμετάβλητα, ποιήσαντος δὲ καὶ τὰ ἀίδια μὲν κατ’ οὐσίαν σωματοειδῆ δὲ καὶ διαστατὰ καὶ τὴν κατὰ τόπον ἔχοντα μεταβολήν, ἐπήγαγε τὸ τῷ λειπομένῳ τρόπῳ ἀνεπλήρωσεν τὸ ὅλον ὁ θεός· ἵνα γὰρ τέλειος ᾖ ὁ κόσμος, ἔλιπεν ἄλλος τρόπος δημιουργίας, τῶν ἀίδιον μὲν τὸ εἶδος ἐχόντων τῇ διαδοχῇ, κατ’ ἀριθμὸν δὲ γενητῶν ὄντων καὶ φθαρτῶν. τῇ τούτων οὖν προόδῳ ἀνεπλήρωσε τὸν ὅλον ὑπ’ αὐτοῦ δεδημιουργημένον κόσμον, ἐνδελεχῆ καὶ ἀδιάκοπον ποιήσας τὴν γένεσιν. Οὕτως γὰρ ἄν μάλιστα συνείροιτο τὸ εἶναι διὰ τὸ ἐγγύτατα εἶναι τῆς οὐσίας τὸ γίνεσθαι ἀεὶ καὶ τὴν γένεσιν. Οὕτω γὰρ ἄν, φησί, τὸ εἶναι καὶ ἡ ὕπαρξις τῶν ὄντων εἱρμὸν ἄν ἔχοι καὶ τεταγμένην πρόοδον τῆς ὑποστάσεως, εἰ μετὰ τὰ κατ’ ἀριθμὸν ἀίδια [δὲ] μένοντα εἴη τὰ κατὰ τὸ εἶδος ἀίδια κατ’ ἀριθμὸν δὲ γενητὰ καὶ φθαρτά. ἐγγὺς γὰρ κατὰ τὴν οὐσίαν ἐστὶ τὸ μὲν γίνεσθαι τῷ εἶναι (τὸ δὲ εἶναι πανταχοῦ τὸ κυρίως καὶ ἀεὶ ὡσαύτως ἔχειν νόει), τῇ ἀιδιότητι ἡ παλιγγενεσία. ἑκάτερον γὰρ τῷ ἑτέρῳ ἀντέθηκεν, τῷ μὲν εἶναι τὸ γίνεσθαι, τῇ δὲ ἀιδιότητι τὴν ἀεὶ γένεσιν, ὅπερ διὰ τοῦ ἀεὶ γίνεσθαι ἐσήμανεν. ὥστε ἐγγύτατά ἐστι ταῖς οὐσίαις ἀλλήλων τὰ ὄντα καὶ ἀίδια τοῖς γενητοῖς καὶ ἀειγενεσίαν εἰληχόσιν εἰκότως ἐφεξῆς ἀλλήλων ἴσχουσι τὴν πρόοδον. Κατὰ τὰ πάθη καὶ τὰς δυνάμεις. Ἢ ἐκ παραλλήλου τὸ αὐτό, ἢ δυνάμεις μὲν τὰς ῥοπὰς αὐτῶν καθ’ ἃς αἱ κινήσεις, πάθη δὲ τὴν θερμότητα καὶ ψυχρότητα καὶ τὰς λοιπὰς ποιότητας· ἤγουν δυνάμεις μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάθη δὲ τὸ ὑγρὸν καὶ ξηρόν. p. 337 a 7 Ἅμα δὲ δῆλον ἐκ τούτων ὅτινες ἀποροῦσι. ᾿Εκ τῶν προειρημένων περὶ τῶν στοιχείων, ὅτι μεταβάλλοντα εἰς ἄλληλα εἰς ταὐτὸ ἀνακυκλεῖται, κατὰ κύκλον τινὰ τῆς γενέσεως προιούσης, πόρισμα εὑρίσκει εἰς λύσιν τινὸς ἀπορίας ἐπιφερομένης. ἔστι δὲ ἡ ἀπορία, πῶς ἑκάστου τῶν ἁπλῶν σωμάτων τὸν οἰκεῖον τόπον καταλαβεῖν σπεύδοντος μὴ ἐκ πολλοῦ τὰ στοιχεῖα διεκρίθησαν, ἑκάστου τὸν οἰκεῖον τόπον καταλαβόντος, ὡς μηκέτι μήτε ἄνω ὕδωρ ἢ γῆν εἶναι μήτε πῦρ κάτω. ἐπιλύεται δὲ τὴν ἀπορίαν ἐκ τῶν προειρημένων. εἰ μὲν γάρ, φησίν, ἀμετάβλητα ἦν τὰ στοιχεῖα, εἰκότως τοῦτο ἄπορον ᾤοντο οἱ οὕτως λέγοντες· ἐπειδὴ δὲ μεταβάλλουσιν ἀεὶ εἰς ἄλληλα, εἰ καὶ τόδε τὸ πῦρ ἐκ τοῦ κάτω τόπου διεκρίθη, ἕτερον γίνεται ἐξ ἀνάγκης, καὶ ἀεὶ ἔσται καὶ κάτω πῦρ καὶ ἄνω γῆ καὶ ὕδωρ, μὴ ἀποκεκριμένης ἑκάστῳ χώρας· τοῦτο γὰρ ἦν ἀμεταβλήτων ὄντων. Μεταβάλλει μὲν οὖν διὰ τὴν φορὰν διπλῆν οὖσαν. Διπλῆν φησι φορὰν ἢ τὴν κατὰ τὸν λοξὸν κύκλον τῇ προσόδῳ καὶ ἀφόδω, ἤγουν διπλῆν, διότι κινοῦνται τὴν μὲν τῇ ἀπλανεῖ ἑπόμενοι ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς, τὴν δὲ ἰδίαν ἔμπαλιν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς. Διότι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ καὶ διὰ τίνα αἰτίαν, καὶ τί τὸ γενητὸν καὶ φθαρτόν. Ὅτι μὲν οὖν ἔστι γένεσις καὶ φθορὰ ἔδειξε, καὶ ὅπως ἔδειξεν εἴρηται ἡμῖν πρότερον, καὶ διὰ τίν δὲ αἰτίαν ἔστι γένεσις καὶ φθορὰ δέδεικται, ἐκ τοῦ τὴν ὕλην δυνάμει εἶναι τὰ ἐναντία· οὖσα γὰρ πῦρ ἐνεργείᾳ δυνάμει ἐστὶν ὕδωρ, ἐνεργείᾳ δὲ ὕδατος γινομένης φθείρεται τὸ πῦρ. καὶ τί τὸ γενητὸν καὶ φθαρτόν· ὅτι ὃ δύναται εἶναι καὶ μὴ εἶναι. ᾿Επειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται. Ὥσπερ ἐν ταῖς ἄλλαις πραγματείαις ἐποίησε, μὴ καταμείνας μέχρι τῶν φυσικῶν αἰτίων, ἀλλ’ ἀναγαγὼν ἑαυτὸν ἐπὶ τὰ ἐξῃρημένα αἴτια (ἐν γοῦν τῇ Φυσικῇ διαλεχθεὶς περὶ φυσικῆς κινήσεως ὕστερον ἐν τῷ ὀγδόῳ λόγῳ ἀνήγαγεν ἑαυτὸν ἐπί τι ἐξῃρημένον πάσης φυσικῆς κινήσεως αἴτιον ἀκίνητόν τε ὂν καὶ ἀίδιον, εἰπὼν ῾ἐκ τοιαύτης ἄρα ἀρχῆς ἀνήρτηται ὅ τε οὐρανὸς καὶ ὁ κόσμος᾿, καὶ ἐν τῷ Περὶ ψυχῆς δὲ ὡσαύτως ἐκ τῶν περὶ ψυχῆς λόγων ἐπὶ τὸν νοῦν ἀναδραμών), οὕτως δὲ κἀνταῦθα εἰπὼν τῆς ἀειγενεσίας ποιητικὸν αἴτιον εἶναι τὴν κυκλοφορίαν τοῦ οὐρανοῦ, νῦν δείκνυσιν ὅτι καὶ τῆς κυκλοφορίας ἐστί τι ἐξῃρημένον αἴτιον ἀιδίως κινοῦν, ὃ ἀκίνητόν τέ ἐστι καὶ ἀίδιον καὶ ἀναλλοίωτον καὶ ἓν κατ’ ἀριθμόν. εἰ γάρ, φησίν, ἔστι τι κινούμενον ἀίδιον κίνησιν καὶ συνεχῆ, ἀνάγκη εἶναί τι καὶ τὸ ἀιδίως κινοῦν ἀκίνητον ὂν καὶ ἓν καὶ ταὐτὸν τῷ ἀριθμῷ, συνεχῆ γε κινοῦν κίνησιν. καὶ εἰ πολλά γε εἴη, φησί, τὰ κινούμενα τοιαύτην κίνησιν, ἀίδιόν φημι καὶ συνεχῆ, ἀνάγκη καὶ τὰ κινοῦντα πολλὰ εἶναι, ἑνὸς ὄντος καθ’ ἑκάστην κίνησιν τοῦ ἀιδίως κινοῦντος. καὶ ταῦτα δὲ τὰ πολλά, εἴπερ εἴη συντεταγμένα καὶ μὴ ἀπηρτημένα ἀλλήλων, ἀνάγκη μιᾶς ἠρτῆσθαι ἀρχῆς ἐξ ἧς καὶ τὴν τάξιν ἔχουσι. δῆλον ἄρα ὅτι μία ἐστὶν ἀρχὴ τῆς πάντων κινήσεως ἀίδιός τε καὶ ἀκίνητος. ᾿Επειδὴ ἀνάγκη εἶναί τι κινοῦν, εἰ κίνησις ἔσται, ὥσπερ εἴρηται πρότερον ἐν ἑτέροις. ὁ μὲν σύμπας λόγος εἴη ἄν τελείως προφερόμενος τοιῶσδε· ἐπειδὴ ἀνάγκη οὔσης ἀιδίου κινήσεως καὶ συνεχοῦς εἶναί τι τὸ ἀιδίως κινοῦν ἓν καὶ ταὐτὸ τῷ ἀριθμῷ, ἔστι δὲ ἀίδιος κίνησις καὶ συνεχής, ἔστιν ἄρα τὸ ἀιδίως κινοῦν ἓν τῷ ἀριθμῷ καὶ ἀκίνητον καὶ ἀναλλοίωτον. ὁ μὲν πᾶς λόγος τοιοῦτός ἐστι, δοκεῖ δὲ ἐλλιπῶς προενηνέχθαι παρὰ τοῦ Ἀριστοτέλους, διὰ τὸ παραλελοιπέναι τὴν πρόσληψιν καὶ τὸ συμπέρασμα ὑποθετικοῦ ὄντος τοῦ τρόπου. ὅτι μὲν γάρ, εἰ ἔστιν ἀίδιος κίνησις, ἀνάγκη εἶναι καὶ τὸ ἀιδίως κινοῦν εἴρηκεν (ἐδείχθη ὅτι πᾶν κινούμενον ὑπὸ κινοῦντος κινεῖται), ὅτι δὲ ὅλως ἐστὶν ἀίδιος κίνησις οὐ τέθεικε διὰ προσλήψεως, ὅτι δὲ καὶ ἀκίνητον ἔσται ἔλαβεν ὡς προαποδεδειγμένον (δέδεικται γὰρ ὅτι καὶ τὸ πρώτως κινοῦν ἀκίνητόν ὡσαύτως δὲ καὶ τὸ συνεχοῦς οὔσης τῆς κινήσεως ἓν εἶναι καὶ ταὐτὸν τῷ ἀριθμῷ, | καὶ τοῦτο δέδεικται ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς· εἰ γὰρ διάφορα εἴη κατὰ διαδοχὴν τὰ κινοῦντα, ἀδύνατον συνεχῆ γίνεσθαι τὴν κίνησιν. καὶ τὸ ἐν ἑτέροις δὲ εἴρηται πρότερον περὶ τῶν ἐν τῇ Φυσικῇ δεδειγμένων εἴη ἄν λέγων. Καὶ εἰ πλείους αἱ κύκλῳ κινήσεις, πλείους μέν, πάσας δέ πως εἶναι ταύτας ὑπὸ μίαν ἀρχήν. Εἰ πλείους εἶεν, φησίν, αἱ κύκλῳ κινήσεις, καὶ αἱ κινοῦσαι αἰτίαι πλείους ἄν εἶεν, ἀλλὰ καὶ εἰ πλείους εἶεν, ἀνάγκη πάσας ὑπὸ μίαν εἶναι. τὸ δέ πως προστέθεικε διὰ τὸ τὸ ῾ ὑπό᾿ ἐπὶ τῶν κατὰ τόπον περιεχόντων κυρίως λέγεσθαι. Συνεχοῦς δὲ ὄντος τοῦ χρόνου ἀνάγκη τὴν κίνησιν συνεχῆ εἶναι. Τεθεικὼς κατὰ τὴν ἀρχὴν τῇ δυνάμει, εἰ καὶ μὴ φανερῶς, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ τὸ ἑπόμενον τούτῳ δείξας, ὅτι τὸ κινοῦν ταύτην τὴν κίνησιν ἀίδιόν ἐστι καὶ ἀκίνητον καὶ ἓν τῷ ἀριθμῷ, νῦν τὴν πρόσληψιν τὴν δυνάμει τεθεῖσαν κατασκευῆς ἀξιοῖ, ὅτι ἔστι συνεχὴς κίνησις, καὶ δείκνυσιν αὐτὸ ἐκ τοῦ χρόνου. ἐπειδὴ γὰρ συνεχὴς ὁ χρόνος, ἀνάγκη καὶ τὴν κίνησιν συνεχῆ εἶναι· μέτρον γὰρ κινήσεως ὁ χρόνος, καὶ κινήσεως δηλονότι τῆς συνεχοῦς. ἔστι δὲ τοιαύτη ἡ κύκλῳ μόνη. ὁ τοίνυν χρόνος μέτρον ἐστὶ τῆς κύκλῳ κινήσεως. Καθάπερ ἐν τοῖς ἐν ἀρχῇ λόγοις διωρίσθη. Τοὺς ἐν ἀρχῇ λῴους φησὶ τοὺς τῆς Φυσικῆς ἀκροάσεως· αὕτη γὰρ ἄρχει καὶ προηγεῖται τῆς φυσικῆς θεωρίας. Συνεχὴς δ’ ἡ κίνησις πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τὸ ἐν ᾧ κινεῖται; Λαβὼν ὅτι ἔστι κίνησις συνεχὴς ἧς μέτρον ἐστὶν ὁ χρόνος, καὶ ὅτι αὕτη ἐστὶν ἡ τοῦ κυκλοφορικοῦ σώματος, νῦν ζητεῖ πόθεν τὸ συνεχὲς τῇ κινήσει, πότερον τῷ τὸ κινούμενον συνεχὲς εἶναι ἢ τῷ συνεχὲς εἶναι τὸ ἐν ᾧ ἡ κίνησις. τὸ δὲ ἐν ᾧ καὶ καθ’ ὃ ἡ κίνησις, πάθος ἐστὶ καὶ τόπος. τὸ μὲν οὖν πάθος οὐκ ἂν λέγοιτο συνεχὲς πλὴν ἢ κατὰ συμβεβηκός, τῷ τὸ πρᾶγμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές. τὸ γὰρ λευκὸν λέγομεν εἶναι συνεχὲς τῷ τὸ σῶμα ἐν ᾧ θεωρεῖται εἶναι συνεχές· τὸ γὰρ συνεχὲς τοῦ ποσοῦ ἐστι καὶ περὶ τοῦτο θεωρεῖται. εἰ δέ τις λέγοι ὅτι τὸ αὐξόμενον μεγέθους προσθήκῃ αὔξεται, καὶ ταύτῃ εὐλόγως τὴν αὔξησιν συνεχῆ λέγεσθαι, φαμὲν ὅτι συνεχὲς νῦν φησιν ὁ Ἀριστοτέλης οὗ ἔστι τινὰ ἀεὶ ἐφεξῆς λαβεῖν τῆς δὲ αὐξήσεως οὐκ ἔστιν ἀεὶ ἐφεξῆς λαβεῖν· οὐ γὰρ ἐπ’ ἄπειρον αὔξεται τὸ αὐξόμενον. ὥστε τὸ πάθος οὐκ ἄν εἴη συνεχές. εἰ οὖν ὑπάρξει τινὶ τῶν ἐν ᾧ ἡ κίνησις τὸ συνεχές, τῷ τόπῳ μόνῳ ὑπάρξει· μέγεθος γάρ τί ἐστιν ὁ τόπος. καὶ τούτῳ δὲ οὐ παντὶ ὑπάρχει τὸ συνεχές, ἀλλὰ μόνῳ τῷ κύκλω· ἐπὶ τούτου γὰρ ἔστιν ἀεί τι ἐφεξῆς λαβεῖν, τῷ μὴ εἶναι ἀρχὴν μηδὲ πέρας. ἆρ’ οὖν ἐπειδὴ ὑπάρχει τῷ κύκλῳ τόπῳ τὸ συνεχές, διὰ τὸν τόπον φαμὲν τὴν κίνησιν ἔχειν τὸ συνεχές; ὅπερ αὐτὸς μηκέτι ζητήσας ἀλλὰ παραλιπών, περὶ τοῦ κινουμένου ποιεῖται τὸν λόγον λέγων ὅτι τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, καὶ ἐφεξῆς αὐτὸ αἰτιᾶται τῆς συνεχοῦς κινήσεως. καὶ τοῦτο εἰκότως. εἰ γὰρ καὶ ἔχει τὸ συνεχὲς ὁ τόπος, οὐκ ἐξ ἑαυτοῦ, ἀλλ’ ἐκ τοῦ σώματος τοῦ ἐν αὐτῷ. οὐ γὰρ ἔχει καθ’ ἑαυτὸν ὕπαρξιν ὁ τόπος κατὰ ᾿Αριστοτέλην, ἀλλὰ τῷ σώματι συνυφίσταται τῷ οὗ ἐστι τόπος· σχέσις γάρ τίς ἐστι τοῦ περιέχοντος πρὸς τὸ περιεχόμενον. ὥστε τῷ τὸ σῶμα εἶναι συνεχὲς καὶ ὁ τόπος συνεχής. εἰκότως ἄρα τὸ αἴτιον τῆς συνεχείας τῆς κατὰ τὴν κίνησιν τῷ κινουμένῳ ἀποδίδωσι. Τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές. Τούτου ὒ μέν φησι τοῦ μεγέθους. ἐπιστῆσαι δὲ χρὴ ὅτι ἐξ ἀρχῆς εἰπὼν ‟δῆλον δὴ τῷ τὸ κινούμενον”, τουτέστι τῷ τὸ κινούμενον συνεχὲς εἶναι καὶ ἡ κίνησις συνεχής, εἶτα διὰ μέσου περὶ τοὐ τόπου εἰπών, ἐπήγαγε τὸ τούτου δὲ τὸ κύκλῳ μόνον συνεχές, οὐκέτι περὶ τοῦ τόπου, ἀλλὰ περὶ τοῦ κινουμένου σώματος· τὸ γὰρ κυκλοτερὲς σῶμα αὐτὸ ἑαυτῷ συνεχές ἐστι, τουτέστιν ἑαυτῷ συναπτόμενον καὶ οὐ πρὸς ἄλλο ἔχον συνέχειαν. ἐκ τούτου δέ, φησί, τοῦ συνεχοῦς μεγέθους καὶ ἡ κίνησις ἔχει τὴν συνέχειαν, ἐκ δὲ τῆς κινήσεως ὁ χρόνος. ὥστε τὸ μὲν μέγεθος τῇ κινήσει, ἡ δὲ κίνησις τῳ χρόνῳ αἴτιον τῆς συνεχείας. ᾿Επεὶ δ’ ἐν τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολὴν ὁρῶμεν τὸ ἐφεξῆς ὂν καὶ γινό- μενον τόδε μετὰ τόδε. Δείξας ἐν τοῖς προλαβοῦσιν ὅτι ὑπάρχει τῇ γενέσει τὸ συνεχές, ἐπειδὴ τοῖς συνεχῶς κινουμένοις κατὰ γένεσιν ἐστὶ τὸ ἐφεξῆς καὶ τὸ γίνεσθαι τὸ δεύτερον μετὰ τὸ πρότερον, ζητεῖ εἰ ἔστι τὸ ἐξ ἀνάγκης ἐν τοῖς γινομένοις ὡς ἀνάγκῃ ἀκολουθεῖν τῷ προτέρῳ τὸ δεύτερον, ἢ οὐδέν ἐστιν ἀνάγκῃ γινόμενον, ἀλλὰ πάντα ἐνδεχόμενα, ὡς ἐνδέχεσθαι καὶ γίνεσθαι καὶ μὴ γίνεσθαι. ἀλλ’ ὅτι μέν, φησίν, ἔ|νια ἐνδεχομένην ἔχει τὴν ἔκβασιν, πρόδηλον, ἀλλ’ εἰ μὴ πάντα ἐστὶ τοιαῦτα ζητητέον. ὅτι οὖν οὐ πάντα ἐνδεχομένην ἔχει τὴν ἐπὶ τοῖς προτέροις ἀκολούθησιν, ἀλλ’ ἔνια καὶ τὸ ἐξ ἀνάγκης ἔχει, ἐφ’ ὧν ἀδύνατον τὸ μὴ ἀκολουθεῖν τοῖς προτέροις τὰ δεύτερα, δείκνυσι διχῶς, ἔκ τε τῆς χρήσεως τῶν ὀνομάτων καὶ ἐξ αὐτῶν τῶν πραγμάτων. ἀπὸ μὲν τῆς χρήσεως, διότι ἐπὶ τῶν μηδέπω ὄντων, ἀλλ’ εἰς τὸν μέλλοντα χρόνον ἔσεσθαι δυναμένων, εἰώθαμεν τῷ ῾ μέλλει᾿ καὶ τῷ ῾ἔσται᾿ κεχρῆσθαι, τὸ μὲν ἔσται ἐπὶ τῶν ἐξ ἀνάγκης ἑπομένων τάττοντες (ἀληθοῦς γὰρ ὄντος τοῦ ἔσται, ἀνάγκη εἶναί ποτε ὅπερ ἔφαμεν ἔσεσθαι), τὸ δὲ μέλλει ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ γενέσθαι· ἀληθοῦς γὰρ ὄντος τοῦ μέλλει, δύναται καὶ μὴ ἐκβῆναι ὅπερ ἔφαμεν μέλλειν. καὶ μὴ ἐκβεβηκότος οὐκ ἐψεύσατο ὁ μέλλειν εἰπών· τὸ γὰρ μέλλει ἐν ἴσῳ ἐστὶ τῷ ἐνδέχεται, τὸ δὲ δύνασθαι καὶ ἐνδέχεσθαι οὐ πρὸς τὴν ἔκβασιν κρίνεται, ἀλλὰ πρὸς τὴν ἀκώλυτον ἐπιτηδειότητα. δύναται γὰρ τὸ ξύλον καυθῆναι κἄν μηδέποτε καυθῇ, καὶ ἡ παρθένος δύναται συνελθεῖν ἀνδρὶ κἄν μηδέποτε συνέλθῃ. οὕτως τοίνυν εἰ μὲν φαίημεν ὅτι μετὰ τὸ ἔαρ ἔστι θέρος, καὶ ἀνάγκη εἶναί ποτε τὸ θέρος * * * λέγομεν τοῦ σπέρματος καταβληθέντος ὅτι μέλλει φῦναι στάχυς καὶ δυνατὸν φῦναι, ἀληθοῦς οὔσης τῆς ἀποφάνσεως ἐνδέχεται μὴ φῦναι, διότι ἐνδεχομένη ἦν ἡ ἔκβασις. τοῦτον μὲν οὖν τὸν τρόπον ἐκ τῆς χρήσεως πιστοῦται τὸ προκείμενον, ἐκ δὲ τῶν πραγμάτων τῆς διαφορᾶς οὕτως. ἐπειδὴ τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατον αὐτὰ μὴ εἶναι, τὰ δὲ δυνατὸν καὶ εἶναι καὶ μὴ εἶναι, τὸν αὐτὸν τρόπον ἕξει κἀπὶ τῶν γινομένων, ὡς τὰ μὲν ἐξ ἀνάγκης γίνεσθαι τὰ δὲ ἐνδεχομένως· εἴ τι μὲν γὰρ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, τοῦτο καὶ τὴν γένεσιν ἐξ ἀνάγκης ἔχει. οἷον ὁ ἥλιος ἐν Κριῷ ὢν ἐξ ἀνάγκης τὸ εἶναι ἔχει· οὐ γὰρ δυνατὸν ἦν μὴ εἶναι αὐτὸν ἐκεῖσε δηλονότι, καὶ ὅταν μήπω ἦν, ἐξ ἀνάγκης ἐκεῖ γενήσεται, καὶ ἀδύνατον μὴ γενέσθαι ἐκεῖ. ὡσαύτως δὲ ὅπερ ἐνδεχομένως ἔχει τὸ εἶναι, ἐνδεχομένην ἕξει καὶ τὴν γένεσιν, ἅτε δὴ δυνάμενον καὶ εἶναι καὶ μὴ εἶναι. οἷον εἰ τὸ εἶναι τὴν οἰκίαν ἢ γραμματικὸν εἶναι ἢ τέκτονα ἐνδεχομένως ἐστί, καὶ ἡ τούτων γένεσις ἐνδεχομένη ἐστί· δυνατὸν γὰρ ἦν καὶ μὴ εἶναι μηδὲ γενέσθαι τούτων ἕκαστον. καὶ εἰ μὴ ἀναγκαῖον ἔχει τὸ εἶναι ὅδε τις ὁ στάχυς, ἀλλ’ ἐνεδέχετο καὶ μὴ εἶναι, δῆλον ὅτι καὶ ἡ τούτου γένεσις οὐκ ἀναγκαίως ἠκολούθησε τῇ τοῦ σπέρματος εἰς γῆν καταβολῇ, ἀλλ’ ἐνεδέχετο καὶ μὴ ἀκολουθῆσαι. Ἆρ᾿ οὖν οὐδαμῶς, φησίν, ἐπὶ τούτων τὸ ἐξ ἀνάγκης ἐστί, λέγω δὴ τῶν ἐνδεχομένων εἶναι καὶ μὴ εἶναι; ἢ ἔστι πως κἀν τούτοις τὸ ἀναγκαῖον, καθ’ ὅ φαμεν τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης προηγήσατο τὸ πρότερον; καρπῶν γὰρ γενομένων ἐξ ἀνάγκης προκατεβλήθη τὸ σπέρμα. ὅπερ ἐξ ὑποθέσεως ἀναγκαῖον ὀνομάζει. χρὴ γὰρ εἰδέναι ὅτι διττοῦ ὄντος τοὐ ἀναγκαίου, τοὐ μὲν ἀπλῶς λεγομένου ἀναγκαίου καθ’ ὅ φαμεν τῷ προτέρῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖν, τοὐ δὲ ἐξ ὑποθέσεως καθ’ ὃ τοῦ δευτέρου ἐκβεβηκότος ἐξ ἀνάγκης τὸ πρότερον ὑπέστη, κατὰ μὲν τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον πάντα τὰ ὄντα καὶ γινόμενα ἀλλήλοις κοινωνεῖ (πάντα γὰρ κοινῶς μετέχει τούτου καὶ ἐν πᾶσι θεωρεῖται καὶ ἔστιν ἀναγκαῖα), κατὰ δὲ τὸ ἀπλῶς ἀναγκαῖον οὐκέτι κοινωνεῖ ἀλλήλοις πάντα· οὐ γὰρ ἕκαστον τῶν ἐξ ἀνάγκης ἐστίν, ἀλλὰ πολλὰ καὶ εἶναι καὶ μὴ εἶναι ἐνδέχεται. δῆλον τοίνυν ὡς ἐφ’ ὧν μέν ἐστι τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον, οὐ πάντως ἐστὶ τὸ ἀπλῶς ἀναγκαῖον· ἐφ’ ὧν δὲ τὸ ἀπλῶς ἀναγκαῖον, ἐπὶ τούτων καὶ τὸ ἐξ ὑποθέσεως ὑπάρξει ἀναγκαῖον, ὡς ἀντιστρέφειν καὶ τοῦ δευτέρου ὄντος εἶναι τὸ πρότερον ἐξ ἀνάγκης καὶ τοῦ προτέρου ὄντος ἐξ ἀνάγκης ἀκολουθεῖν καὶ τὸ δεύτερον. ἀλλ’ οὐ διὰ τὸ πρότερον, φησίν, ἀλλὰ δι’ ἑαυτό. ὅταν γὰρ τῷ προτέρῳ τὰ δεύτερον ἐξ ἀνάγκης ἕπηται, οὐ διὰ τὸ πρότερον ἕπεται, ἀλλὰ διὰ τὴν ἑαυτοῦ φύσιν, διότι τοιοῦτόν ἐστι φύσει ὡς ἀδύνατον εἶναι μὴ γενέσθαι. διὸ καὶ ἁπλῶς ἀναγκαῖον αὐτὸ εἰκότως ὠνόμασεν, διότι ἐξ ἑαυτοῦ τὸ ἀναγκαῖον ἔχει καὶ φύσει ἐστὶν ἀναγκαῖον, τοῦ ἑτέρου κατὰ ὑπόθεσιν οὐ κατὰ φύσιν ἔχοντος τὸ ὢ ἀναγκαῖον, ἀλλὰ μετὰ τὴν ἀπόβασιν λεγομένου τὸ ἐξ ἀνάγκης ἔχειν· ὑποθέμενοι γὰρ τὸ δεύτερον ἐκβεβηκός, ἐξ ἀνάγκης φαμὲν τὸ πρότερον προυπάρξαι. Ταῦτα οὕτως εἰρηκὼς δείκνυσιν ἐφεξῆς ὅτι τὸ ἀπλῶς ἀναγκαῖον τοῖς κύκλῳ κινουμένοις μόνον ὑπάρχει, καὶ οὐ τοῖς ἐπ’ εὐθείας. ὅτι δὲ ἀδύνατον τοῖς ἐπ’ εὐθείας ὑπάρχειν τὸ ἁπλῶς ἀναγκαῖον, κατασκευάζει ἐκ διαιρέσεως. τὸ γὰρ ἐπ’ εὐθείας, φησί, κινούμενον ·ἤτοι ἐπ’ ἀπείρου ἢ ἐπὶ πεπερασμένης εὐθείας κινεῖται· οὔτε δὲ τοῖς ἐπ’ ἀπείρου εὐθείας κινουμένοις ὑπάρξει τὸ ἀπλῶς ἀναγκαῖον, οὔτε τοῖς ἐπὶ πεπερασμένης. τοῖς μὲν ἐπ’ ἀπείρου εὐθείας κινουμένοις οὐχ ὑπάρξει τὸ ἀπλῶς ἀναγκαῖον διότι τὸ ἀπλῶς ἀναγκαῖον ἐλέγομεν εἶναι ἔνθα τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, ἐπὶ δὲ τοῦ ἀπείρου οὐκ ἔστι τὸ πρῶτον καὶ τὸ ὕστερον· ἄναρχον γὰρ καὶ ἀπεράτωτον. οὐδὲ γὰρ ἐπὶ τῶν γεγονότων δυνατὸν τὸ ἐξ ἀνάγκης ἀπλῶς λαβεῖν, ὥστε λέγειν διὰ τὸ πρότερον ἠκολουθηκέναι τὸ γεγονὸς δεύτερον· ὅλως γὰρ οὐκ ἔστιν ἀρχὴν λαβεῖν οὔτε πρῶτον τοῦ ἀπείρου. εἰ δὲ μὴ ἔστι τὸ πρῶτον λαβεῖν, οὐδὲ τὸ δεύτερον ἔσται. οὐκοῦν οὐδὲ τὸ ἐξ ὑποθέσεως ἀναγκαῖον ἔσται. ὅλως γὰρ οὐδὲ γενέσθαι τι δυνατὸν ἐπὶ τοῦ ἀπείρου. ἕκαστον γὰρ τῶν λαμβανομένων ὡς γεγονὸς ἄπειρον ἔχει τὸ διάστημα τὸ μέχρι τῆς ἀρχῆς, ὅπερ ἀδύνατον ἦν διεξελθὸν καταντῆσαι ἐν ᾧ γέγονεν. οὕτως μὲν οὖν ἐπὶ τῶν γεγονότων, ὡσαύτως δὲ κἀπὶ τῶν γενησομένων ἀδύνατον ἐπὶ τοῦ ἀπείρου τὸ ἀπλῶς ἀναγκαῖον· οὐδὲ γάρ ἐστι τὸ ὕστερον ἐν τῷ ἀπείρῳ. οὐχ ἕξει ἄρα χώραν εἰπεῖν ὅτι εἰ τόδε γέγονε, καὶ τὸ ὕστερον ἕψεται. ὅτι μὲν οὖν τοῖς κὰτ εὐθεῖαν ἐπ’ ἄπειρον κινουμένοις οὐχ ὑπάρχει τὸ ἀπλῶς ἀναγκαῖον, ἐκ τούτων δῆλον· ὅτι δὲ οὐδὲ τοῖς ἐπὶ πεπερασμένης εὐθείας, δείκνυσι τοῦτον τὸν τρόπον. τὸ ἀπλῶς ἐξ ἀνάγκης γίνεσθαι τοῦτό ἐστιν, ὃ ἀδύνατόν ἐστι μὴ γίνεσθαι· ὃ δὲ ἀδύνατόν ἐστι μὴ γίνεσθαι, ἀεὶ γίνεται· τὸ δὲ ἀεὶ γίνεσθαι ἐπὶ πεπερασμένης εὐθείας ἀδύνατον. τοῦ γὰρ ἀεὶ γίνεσθαι διχῶς νοουμένου, ἢ κατὰ τὸ συνεχῆ καὶ μίαν ἀεὶ τὴν γένεσιν εἶναι ἢ κατὰ τὸ πάλιν καὶ πάλιν γίνεσθαι (ὡς ὅταν φῶμεν τὸν ἥλιον ἀνάγκης ἐν Κριῷ γίνεσθαι καὶ ἀεὶ ἐν Κριῷ γίνεσθαι, οὐ τῷ διὰ παντὸς ἐν Κριῷ κτὰ τὸ συνεχὲς γίνεσθαι, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, καὶ τοῦτ’ ἀεί), εἰ μὲν τὸ ἐξ ἀνάγκης γίνεσθαι ἐπὶ τῆς πεπερασμένης εὐθείας τοιοῦτον λάβῃς, ὡς συνεχῆ καὶ μίαν εἶναι τὴν γένεσιν, ἀδύνατον. συμβήσεται γάρ, φησίν, ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι· τὸ γὰρ ἐπὶ πεπερασμένης εὐθείας κινούμενον περανθείσης τῆς εὐθείας παύεται τῆς κινήσεως καὶ οὐκέτι κινηθήσεται. ὅπερ οὖν ἀδύνατον ἀεὶ κινεῖσθαι, ἐξ ἀνάγκης ἀεὶ κινούμενον ὑποτίθενται οἱ φάσκοντες ἐξ ἀνάγκης ἐπὶ πεπερασμένης εὐθείας ἀεὶ κινεῖσθαι. εἰ δέ τις τὸ ἀεὶ κινεῖσθαι ὑπόθοιτο κατὰ τὸ πάλιν καὶ πάλιν κινεῖσθαι, ἀίδιόν τινα ἀνάκαμψιν εἰσάξει, ἥτις τῇ ἀνακυκλήσει μόνως ὑπάρχει· ἐπὶ γὰρ εὐθείας οὐκ ἔστιν ἀνάκαμψις ἀιδίως γινομένη. καὶ δῆλον μὲν πρῶτον ἐκ τῆς ἐναργείας, τῷ μηδὲν εἶναι τοιοῦτον ὃ ἐπ’ εὐθείας ἀιδίως ἀνάκαμψιν ποιεῖται· ἔπειτα εἰ ἀιδίως κινούμενον ἀίδιόν ἐστι, τὸ δὲ ἀίδιον ἀιδίαν ἔχον τὴν δύναμιν οὐ ποτὲ μὲν κινηθήσεται ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ κατὰ τὸ συνεχές, ἡ δὲ ἐπ’ εὐθείας κίνησις ἀνακάμπτουσα οὐ μένει συνεχὴς ἀλλ’ ἐν μέσῳ ἡσυχίᾳ διαλαμβάνεται, ἀδύνατον ἄρα ἀιδίως κατὰ συνέχειαν ἐπὶ πεπερασμένης εὐθείας κινηθῆναι. καὶ ἄλλως οὐδὲν τῶν ἐπ’ εὐθείας κινουμένων ἀίδιόν ἐστιν, ἀλλὰ πάντα γενητά ἐστι καὶ φθαρτά. εἰ τοίνυν δέδεικται μήτε τοῖς ἐπ’ ἀπείρου μήτε τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινουμένοις τὸ ἀπλῶς ἀναγκαῖον ὑπάρχον, δῆλον ὅτι τοῖς ἐπ’ εὐθείας ὅλως κινουμένοις μὴ ὑπάρξει. τῇ κύκλῳ ἄρα· μόνη γὰρ ἡ κύκλῳ φορὰ τὸ ἀπλῶς ἀναγκαῖον ἔχει, ἐπειδὴ καὶ μόνη ἡ κύκλῳ κίνησις ἀίδιος, μία οὖσα καὶ συνεχὴς κίνησις. τὰ δὲ μέρη τῆς κινήσεως αὐτῆς τῷ μὲν ἀριθμῷ διάφορά ἐστι, τῷ εἴδει δὲ τὰ αὐτά· ἡ γὰρ ἀπὸ Κριοῦ ἐπὶ Ταῦρον κίνησις τῇ ἀπὸ Ταύρου ἐπὶ Διδύμους τῷ μὲν ἀριθμῷ οὐχ ἡ αὐτὴ εἴδει δὲ ἡ αὐτή, καὶ αἱ περίοδοι δὲ τῶν ἀποκαταστάσεων εἴδει μὲν αἱ αὐταὶ διάφοροι δὲ τῷ ἀριθμῷ. μόνῃ ἄρα τῇ ἀνακυκλήσει ὑπάρχει τὸ ἐξ ἀνάγκης καὶ ἀιδίως πάλιν καὶ πάλιν γίνεσθαι, ὡς ὅταν εἴπωμεν τὸν ἥλιον ἐν Κριῷ ἐξ ἀνάγκης γίνεσθαι, διότι οὐδέποτε διαλείπει κατὰ ἐνιαυσιαίαν περίοδον ἐν Κριῷ γινόμενος. ὥστε δέδεικται ἐκ τῶν λελεγμένων ὅτι τὸ ἀναγκαῖον, εἴτε τὸ κατὰ τὴν συνεχῆ καὶ ἀδιάκοπον κίνησιν θεωρούμενον εἴτε τὸ κατὰ τὸ πάλιν καὶ πάλιν τῇ ἀνακυκλήσει νοούμενον λάβωμεν, μόνως τοῖς κύκλῳ κινουμένοις ὑπάρξει. Επεὶ δὲ ἐν τοῖς συνεχῶς κινουμένοις κτὰ γένεσιν ἢ ἀλλοίωσιν ἢ ὅλως μεταβολήν. ἐπειδὴ ἡ γένεσις κίνησις μὲν οὐχ ἁπλῶς, ἔστι δὲ κατὰ τὴν γένεσιν κίνησίς τις (οὐδὲ γᾶν ἄνευ ἡ γένεσις), εἰκότως εἶπεν ἐν τοῖς κινουμένοις κατὰ γενεσιν. Ὅτι μὲν γὰρ ἔνια, δῆλον καὶ εὐθύς· τὸ γὰρ ἔσται καὶ τὸ μέλλον. Ζητήσας εἰ ἐν τοῖς συνεχῶς γινομένοις ἐστὶ τὸ ἀναγκαῖον ἢ οὐκ ἔστιν πάντων ἐνδεχομένην ἐχόντων τὴν γένεσιν, ὅτι μὲν ἔνια ἐνδεχομένην ἔχει τὴν γένεσιν ὁμολογούμενον λαμβάνει, ὅτι δὲ οὐ πάντα, ἀλλ’ ἔστιν ἔνια ἐξ ἀνάγκης γινόμενα, ἐφεξῆς κατασκευάζει διὰ τῆς χρήσεως τοῦ ἔσται καὶ τοῦ μέλλει. Ὅλως τε ἐπειδὴ ἐνδέχεται ἔνια τῶν ὄντων καὶ μὴ εἶναι. Δευτέρα κατασκευὴ τοῦ τὰ μὲν ἐνδεχομένην ἔχειν τὴν γένεσιν τὰ δὲ ἀναγκαίαν, ἐκ τῆς τῶν πραγμάτων φύσεως εἰλημμένη. ἐπειδὴ γὰρ τῶν ὄντων τὰ μὲν ἐνδέχεται καὶ εἶναι καὶ μὴ εἶναι, τὰ δὲ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι καὶ ἀδύνατόν ἐστιν αὐτὰ μὴ εἰνὶ, τὸν αὐτὸν τρόπον, φησί, κατὰ τὴν γένεσιν ἕξει· τὰ γὰρ ἐνδεχόμενα καὶ εἶναι καὶ μὴ εἶναι, ταῦτα καὶ τὴν γένεσιν ἐνδεχομένην ἔχει. ἐπειδὴ δὲ οὐ πάντα ἐστὶ τοιαῦτα, ἀλλ’ ἔστιν ἃ ἐξ ἀνάγκης ἔχει τὸ εἶναι, καὶ ἡ γένεσις τούτων ἀναγκαία ἔσται. οἷον ἐπὶ τῶν τροπῶν· θέρος γὰρ καὶ χειμὼν ἀναγκαίαν ἔχει τὴν γένεσιν· οὐ γὰρ ἐνδέχεται μὴ εἶναι ταῦτα. Εἰ δὴ τὸ πρότερον ἀνάγκη γενέσθαι, εἰ τὸ ὕστερον, ἔσται, οἷον εἰ οἰκία, θεμέλιον, εἰ δὲ τοῦτο, πηλόν. ἀρ’ οὖν καὶ εἰ θεμέλιος γέγονεν, ἀνάγκη οἰκίαν γενέσθαι; | Ὅ φησι τοιοῦτόν ἐστιν· ἆρα ἐφ’ ὧν ἐστι τὸ κατὰ ὑπόθεσιν ἀναγ- καῖον, ἐπὶ τούτων καὶ τὸ ἁπλῶς ἀναγκαῖον θεωρηθήσεται; οἷον εἰ τῆς οἰκίας γινομένης ἀνάγκη καὶ τὸν θεμέλιον γεγονέναι καὶ πρὸ τούτου πηλόν, ἆρα καὶ ἔμπαλιν τοῦ θεμελίου γεγονότος ἀνάγκη οἰκίαν γενέσθαι; ἢ οὐκέτι τοῦτο ἀνάγκη, εἰ μὴ ἄρα πέφυκε τῷ πρώτῳ τὸ δεύτερον ἀκολουθεῖν ἐξ ἀνάγκης ἁπλῶς· ὅταν δὲ τοιοῦτον ᾖ τὸ δεύτερον ὡς ἐξ ἀνάγκης ὑπάρχειν, τηνικαῦτα ἀντιστρέφει· καὶ ὥσπερ τοῦ δευτέρου ὄντος ἐξ ἀνάγκης τὸ πρῶτον ἔσται, οὕτως καὶ τοῦ πρώτου ὄντος ἐξ ἀνάγκης ἔσται τὸ δεύτερον, ὅπερ ἐστὶ τὸ ἀπλῶς ἀναγκαῖον. Οὕτω γὰρ ἦν τὸ πρότερον ἔχον πρὸς τὸ ὕστερον, ὥστε εἰ ἐκεῖνο ἔσται, ἀνάγκη ἐκεῖνο πρότερον. ῾Η ἀκολουθία, φησί, τοῦ προτέρου πρὸς τὸ ὕστερον τοιαύτη τις ἦν, ὥστε εἰ τὸ ὕστερον ἔσται, ἀνάγκη εἶναι καὶ τὸ πρότερον. εἴπερ οὖν καὶ ἡ τοῦ δευτέρου πρὸς τὸ πρῶτον ἀκολουθία ἡ αὐτὴ εἴη, ὥστε τοῦ προτέρου ὄντος εἶναι πάντως τὸ δεύτερον, ἐπὶ τούτων ἀδιάφορος ἡ ἀντιστροφή. Ἢ οὐκέτι, εἰ μὴ κἀκεῖνο ἀνάγκη γενέσθαι ἁπλῶς. Τουτέστιν οὐ πάντως τῷ θεμελίῳ ἀκολουθεῖ ἡ οἰκία, εἰ μὴ αὐτὴ ἡ τὸ ἐξ ἀνάγκης εἶναι ἕ θεμελίου ἀνάγκη εἶναι οἰκίαν οἰκία τὸ ἐξ ἀνάγκης εἶναι ἕξει. εἰ οὖν μὴ ἐξ ἀνάγκης, οὐδὲ γενομένοv. Εἰ τοίνυν ἀνάγκη γενέσθαι τὸ ὕστερον, καὶ τὸ πρότερον ἀνάγκη· καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον 〈τοίνυν〉 ἀνάγκη. Τουτέστιν ἐφ’ ὧν τὸ ὕστερον δι’ ἑαυτὸ τὸ ἀναγκαῖον ἔχει, ἐπὶ τούτων τὰ τῆς ἀντιστροφῆς ἐξισάζει, καὶ οὐ μόνον τῷ ὑστέρῳ τὸ πρότερον, ἀλλὰ καὶ τῷ προτέρῳ τὸ ὕστερον ἕπεται. Καὶ εἰ τὸ πρότερον, καὶ τὸ ὕστερον τοίνυν ἀνάγκη. ὑπερβατῶς ἀναγνωστέον ῾καὶ εἰ τὸ πρότερον τοίνυν, καὶ τὸ ὕστερον ἀνάγκη᾿. ᾿Αλλ᾿ οὐ δι’ ἐκεῖνο, ἀλλ’ ὅτι ὑπέκειτο ἐξ ἀνάγκης ἐσόμενον. ᾿Επὶ τοῦ ἁπλῶς ἀναγκαίου, φησίν, ἕπεται τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης, ἀλλ’ οὐ διὰ τὸ πρῶτον, φησίν, ἀλλὰ διὰ τὴν ἰδίαν φύσιν, διότι αὐτὸ τῶν ἐξ ἀνάγκης γινομένων ἐστί, τουτέστι τῶν ἀιδίων· τοῦτο γάρ ἐστι τὸ ἐξ αὑτοῦ ἀναγκαίαν ἔχον τὴν γένεσιν, ὅπερ ἀίδιον ἔχει τὴν γένεσιν. καὶ ἰστέον ὅτι τούτῳ αὐτῷ χρώμενος ὡς ὁμολογουμένῳ, τῷ ῾τὸ ἐξ ἀνάγκης ἑπόμενον τῷ πρώτῳ καθ’ αὑτὸ καὶ μὴ δι’ ἄλλο ἀναγκαίαν ἔχει τὴν γένεσιν᾿, ἐφεξῆς ἀποδείκνυσιν ὅτι οὐχ οἷόν τε ἐπὶ πεπερασμένης εὐθείας τὸ ἁπλῶς ἀναγκαῖον κατὰ τὴν γένεσιν θεωρεῖσθαι, ὡς ἄν μὴ δυναμένης ἐπινοεῖσθαι ἀιδίου γενέσεως ἐπ’ εὐθείας πεπερασμένης. τὸ γὰρ ἀναγκαῖον ἐπὶ τοῦ ἀιδίου φέρει· τὸ γὰρ ἐξ αὑτοῦ ἔχον καὶ μὴ δι’ ἄλλο τὸ ἀναγκαῖον τῆς γενέσεως τοιοῦτον. δόξει δὲ πολλὰ ἀντιπίπτειν τοῖς πρὸς Ἀριστοτέλους λεγομένοις. ὁρῶμεν γὰρ πολλὰ ἐν τοῖς φυσικοῖς, τοῖς γενητοῖς καὶ φθαρτοῖς, τῶν ἑπομένων ἐξ ἀνάγκης τισὶ προηγησαμένοις τὸ ἀναγκαῖον τῆς γενέσεως οὐ δι’ ἑαυτὰ ἔχοντα, ἀλλὰ διὰ τὰ προηγησάμενα, οἷον τῇ ἀτροφίᾳ ἡ ἴσχνανσις ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐχ ὅτι αὐτὴ καθ’ αὑτὴν ἀναγκαίαν ἔχει τὴν γένεσιν, ἀλλὰ διὰ τὴν προηγησαμένην ἀτροφίαν· οὐ γὰρ ἐξ ἀνάγκης δι’ ἑαυτὴν ἡ ἴσχνανσις γίνεται, ἀλλ’ ὅταν ἀτροφία προηγήσηται. οὕτως δὲ καὶ πολλῶν καὶ ὑπὲρ δύναμιν ἐδηδεσμένων ἀκολουθήσει βραδυπεψία οὐ δι’ ἑαυτήν, καὶ τῇ πληγῇ δὲ τῇ κατὰ σαρκώδους μορίου ἀκολουθήσει μώλωψ οὐ δι’ ἑαυτὸν ἀλλὰ διὰ τὴν πληγήν, καὶ ὕδατι κατὰ γῆς χεομένῳ πηλὸς ἐξ ἀνάγκης ἕπεται οὐ δι’ ἑαυτόν. καὶ πολλά ἐστιν ἄλλα, ἐφ’ ὧν τῷ πρώτῳ τὸ δεύτερον ἐξ ἀνάγκης ἀκολουθεῖ, οὐ δι’ ἑαυτὸ ἀλλὰ διὰ τὸ πρότερον. καὶ οὐδὲ πάντως ἀντιστρέφει· οὐδὲ γὰρ εἰ βραδυπεψία, πάντως ἐδήδεσται πλείονα, ἀλλὰ συμβαίνει καὶ διὰ φροντίδας γενέσθαι καὶ δι’ ἀγρυπνίαν καὶ ἑτέρας αἰτίας· καὶ τῇ μὲν σφαγῇ ἐξ ἀνάγκης ἕπεται θά- νατος, οὐ μὴν εἰ θάνατος, καὶ σφαγὴ προηγήσατο. Εἱ μὲν οὖν εἰς ἄπειρον εἶσιν ἐπὶ τὸ κάτω, οὐκ ἔσται ἀνάγκη τὸ ὕστερον τοδὶ γενέσθαι ἁπλῶς. Λαβὼν διττὸν σημαινόμενον τοῦ ἐξ ἀνάγκης, τὸ μὲν ἁπλῶς τὸ δὲ ἐξ ὑποθέσεως καὶ ἐνδεχομένως τὸ ἀναγκαῖον ἔχον, κὼ δείξας ἐπὶ μὲν τῶν ἐξ ἀνάγκης ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ τε γὰρ ὑστέρου χρὴ καὶ τὸ πρότερον γεγενῆσθαι, καὶ τοῦ πρώτου γενομένου χρὴ καὶ τὸ ὕστερον ἀκολουθῆσαι), ἐπὶ δὲ τῶν ἐνδεχομένων μηκέτι ἀντιστρέφουσαν τὴν ἀκολουθίαν (τοῦ μὲν γὰρ ὑστέρου ὄντος ἐπὶ τούτων τὸ πρῶτον γενέσθαι, τοῦ δὲ πρώτου ὄντος οὐκέτι ἀνάγκη τὸ ὕστερον γενέσθαι), βούλεται νῦν διδάξαι ὅτι τὸ ἁπλῶς ἀναγκαῖον ἐν μόνοις ἐστὶ τοῖς κύκλῳ κινουμένοις, οὐδενὶ δὲ τῶν ἐπ’ εὐθείας τοῦτο ὑπάρξει· εἴτε γὰρ ἄπειρος ἡ εὐθεῖα εἴτε πεπερασμένη ὑποκέοιτο, οὐχ ἕψεται τὸ ἁπλῶς ἀναγκαῖον. καὶ νῦν τέως δείκνυσιν ὅτι εἰ ὑποκέοιτο εὐθεῖα ἄπειρος, εἶτα ἐπὶ τῆς αὐτῆς τινὰ κινούμενα ἢ μεταβάλλοντα, ἀδύνατον τούτοις ὑπάρξαι τὸ ἀπλῶς ἀναγκαῖον. εἰ γὰρ τοῦτό ἐστι τὸ ἁπλῶς ἀναγκαῖον, ὅταν τῷ πρώτῳ ὄντι τὸ ὕστερον ἐξ ἀνάγκης ἀκολουθῇ διὰ τὴν ἑαυτοῦ φύσιν ἔχον τὸ ἀναγκαῖον, ἐν δὲ τῷ ἀπείρῳ οὐκ ἔστι πρῶτον καὶ ὕστερον λαβεῖν, πρόδηλον ὡς οὐκ ἔσται ἐπὶ τούτων τὸ ἁπλῶς ἀναγκαῖον. ἀλλ’ οὐδὲ τὸ ἐξ ὑποθέσεως, ὡς λέγει, ὅπερ ᾖν ἱεῖ τὸ ὕστερον, καὶ τὸ πρότερον ἐξ ἀνάγκης᾿. εἰ οὖν μὴ ἔστιν ἐν τῇ ἀπείρῳ εὐθείᾳ τὸ πρότερον καὶ τὸ ὕστερον, οὐ μόνον τὸ ἁπλῶς ἀναγκαῖον οὐκ ἔστιν ἐν αὐτῇ, ἀλλ’ οὐδὲ | τὸ ἐξ ὑποθέσεως διὰ τὴν αὐτὴν αἰτίαν. ᾿Ιστέον δὲ ὡς δοκεῖ μὴ κατωρθωμένον εἶναι τὸ τοιοῦτον ἐπιχείρημα. εἰ μὲν γὰρ ἐθέλοι τις ἀνελεῖν τὴν ἄπειρον εὐθεῖαν, καὶ λέγοι μηδὲν γίνεσθαι δύνασθαι ἐπ’ ἀπείρου εὐθείας, εἴπερ πᾶν μὲν γινόμενον ἕνεκά τινος τέλους γίνεται, πᾶν δὲ ἄπειρον ἀτελεύτητον εἶναι, ἀληθῆ τε ἐρεῖ καὶ ἀνέλεγκτα (οὐδὲ γὰρ ὅλως εἶναι ἄπειρον εὐθεῖαν ἐνδέχεται)· εἰ δὲ ὑπόθοιτο μὲν τὴν ἄπειρον εὐθεῖαν, ἐπειδὴ δὲ ἄναρχον καὶ ἀπεράτωτον τὸ ἄπειρον, μὴ δύνασθαι λέγοι ἐπ’ αὐτῆς ἐξ ἀνάγκης ἕπεσθαι τῷ πρώτῳ τὸ δεύτερον, οὐκ εὔλογα λέξει· εἰ γὰρ καὶ μὴ ἔστιν ἀρχὴ καὶ τέλος, ἀλλ’ οὖν ἔστι τὸ ἐφεξῆς καὶ τὸ τόδε μετὰ τόδε γίνεσθαι. οὕτως γοῦν τὸν χρόνον λέγων ὁ Ἀριστοτέλης μὴ ἔχειν ἀρχὴν μηδὲ τέλος, ὅμως φησὶν ἐν αὐτῷ τὸ ἐφεξῆς θεωρεῖσθαι καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον. ὥστε ὅσον ἐπὶ τοῖς παρὰ Ἀριστοτέλους λεγομένοις οὐκ ἀναιρεθήσεται τὸ ἀναγκαῖον. ᾿Εκεῖνο δὲ πάλιν ἴσως ἀπορήσειέ τις πρὸς τὰ εἰρημένα, ὅτι ἐπὶ τῆς γενέσεως ἀπείρου οὔσης καὶ κατ’ εὐθεῖαν τῇ διαδοχῇ ἐστι τὸ ἐξ ἀνάγκης ἀπλῶς· ἀνάγκη γὰρ ἐξ ἀνθρώπου πάντως γίνεσθαι ἄνθρωπον, καὶ οὐκ ἐνδεχόμενον μὴ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον. πρὸς τοῦτον δὲ ἐκεῖνο ῥητέον, ὅτι ἡ μὲν κατ’ εἶδος διαδοχή, καθ’ ἣν ἄνθρωπος ἐξ ἀνθρώπου γίνεται, κατὰ κύκλον γίνεται, τῷ ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαθίστασθαι, τοῦτο δὲ κύκλου ἴδιον· πρῶτον γὰρ ἄνθρωπος, εἶθ’ οὕτως σπέρμα, καὶ τότε ἔμβρυον καὶ παῖς καὶ πάλιν ἄνθρωπος καὶ πάλιν σπέρμα. εἰ δέ τις λέγοι ὅτι κἀπὶ τῆς εὐθείας γίνεται ἀντίκαμψις ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτό, γινωσκέτω ὡς ἐπὶ τῆς κατ’ εὐθεῖαν ἀντικάμψεως εἰς ὃ τελευταῖον ἦλθε τὸ κινούμενον, εἰς τοῦτο παλινδρομοῦν πρῶτον ἐκ τοῦ πέρατος ἀντικάμπτον ἔρχεται, οἷον εἰς τὸν ἔσχατον βαθμὸν τῆς κλίμακος ὑποστρέφων ἀπὸ τοῦ ἐδάφους πρῶτον ἀνακάμπτεις· ἐπὶ δὲ τῆς ἀνακυκλήσεως ἐξ οὗ προσεχῶς ἀπέστη, οἷον φέρε τῶν Ἰχθύων, εἰς τοῦτο τελευταῖον ἀνακυκλούμενον ἔρχεται· ἐκ τῶν Ἰχθύων γὰρ ἀποχωρήσας ὁ ἥλιος καὶ ἄλλης ἀνακυκλήσεως ἀρχόμενος οὐκ ἐπὶ τοὺς Ἰχθύας παλινδρομεῖ κατὰ συνέχειαν, ἀλλ’ ἐπὶ Ταῦρον φέρεται πρῶτον, ὕστερον δὲ πάντων ἐπὶ Ἰχθύας. εἰ τοίνυν δέδεικται κατὰ κύκλον γινομένη ἡ τῶν εἰδῶν διαδοχή, οὐκ ἄπορον πῶς ταύτῃ τὸ ἀναγκαῖον ὑπάρχει, ὅτι κατὰ κύκλον· προείρηται γὰρ ὅτι ἐν μόνῃ τῇ κατὰ κύκλον κινήσει τὸ ἀναγκαῖον ἐστίν. ἡ γοῦν διαδοχὴ ἡ μὴ κατὰ κύκλον γινομένη ἀλλ’ ἐπ’ εὐθείας, τοιαύτη δέ ἐστιν ἡ τῶν καθ’ ἕκαστα, καθ’ ἣν ἐκ Ταντάλου Πέλοψ κἀκ τούτου Ἀτρεύς, αὕτη οὐκέτι τὸ ἀναγκαῖον ἔχει· οὐδὲ γὰρ εἰ Τάνταλος, πάντως Πέλοψ, οὐδὲ εἰ Σωφρονίσκος, ἤδη καὶ Σωκράτης ἀνάγκῃ. Ὅταν γὰρ γένηται, εἰ μὴ ἀεὶ τοῦτο ἀνάγκη γενέσθαι. Δείξας ὅτι ἐπ’ ἀπείρου εὐθείας ἀδύνατον τὸ ἁπλῶς ἀναγκαῖον ὑποθέσθαι, νῦν δείκνυσιν ὅτι οὐδὲ ἐπὶ πεπερασμένης δυνατόν. εἰ γὰρ τὸ ἐξ ἀνάγκης γινόμενον τοῦτό ἐστιν ὃ ἀεὶ γίνεσθαι ἀνάγκη, τὸ δὲ ἐπ’ εὐθείας πεπερασμένης γινόμενον οὐκ ἀεὶ γίνεται, συμβήσεται, φησίν, ἀεὶ γίνεσθαι τὸ ἐνδεχόμενον μὴ ἀεὶ εἶναι, ὅπερ ἄτοπον. Τὸ γὰρ ἐξ ἀνάγκης καὶ ἀεὶ ἅμα. Τουτέστι τὸ ἐξ ἀνάγκης γινόμενον τῷ ἀεὶ γινομένῳ ταὐτόν· τὸ γὰρ ἅμα τὸ ταὐτὸν σημαίνει. ἐπεὶ οὖν τὸ ἐπὶ πεπερασμένης εὐθείας γινόμενον οὐκ ἀεί ἐστιν (ἔχει γὰρ πέρας ἐφ’ οὗ οὐκέτι ἐστίν), εἴ τις ἐπὶ ταύτης τὸ ἐξ ἀνάγκης, ὅπερ ταὐτόν ἐστι τῷ ἀεί, τῷ προειρημένῳ ἀτόπῳ περιπεσεῖται· φήσει γὰρ ἀεὶ εἶναι τὸ ἐνδεχόμενον μὴ εἶναι. εἰ οὖν ἐξ ἀνάγκης ἡ γένεσις, καὶ ἀεὶ ἔσται· εἰ δὲ ἀεί, ἀδύνατον αὐτὴν ἐπ’ εὐθείας εἶναι. Εἰ ἄρα τινὸς ἐξ ἀνάγκης ἀπλῶς ἡ γένεσις, ἀνακυκλεῖν ἀνάγκη καὶ ἀνακάμπτειν. Νῦν ἀνακεφαλαιούμενος ἐν βραχεῖ τὰ προειρημένα ἐπάγει τὸ συμπέρασμα. ἐπειδὴ γάρ, φησίν, ἀνάγκη ἤτοι πέρας ἔχειν τὴν γένεσιν ἢ μὴ ἔχειν, οὐκ ἔχει δέ (πῶς γὰρ ἂν εἴη ἀίδιος πέρας ἔχουσα;), ἤτοι εὐθείας ἔσται ἢ κατὰ κύκλον · ἀλλ’ ἐπὶ μὲν τῆς εὐθείας ἐδείχθη ἀδύνατον (οὔτε γὰρ ἐπ’ ἀπείρου οὕτε ἐπὶ πεπερασμένης δυνατὸν συστῆναι τὸ ἀνάγκης, διὰ τὸ μὴ εἶναι τὸ πρῶτον καὶ ὕστερον· οὔτε γὰρ ἐπὶ τῶν γεγονότων οὔτε ἐπὶ τῶν ἐσομένων· ἐν ἑκατέρῳ γὰρ δι’ ἀπείρου γενέσθαι τὴν κίνησιν ἀνάγκη)· λείπεται ἄρα τῇ κατὰ κύκλον κινήσει μόνῃ ὑπάρχειν τὴν ἀναγκαίαν γένεσιν καὶ ἀίδιον. ᾿Ανάγκη δὲ εἶναι ἀρχήν, μήτε πεπερασμένης οὔσης, καὶ ἀίδιον εἶναι. ῾Η ἀναγκαία γένεσις, φησί, καὶ ἀεί ἐστι καὶ ἀρχὴν ἔχει· ἀίδιον γὰρ οὐ τὴν μίαν τῷ ἀριθμῷ καὶ συνεχῆ φαμεν, ἀλλὰ τὴν ἐπ’ ἄπειρον τὴν αὐτήν. εἰ οὖν ἀρχὴν οὐκ ἔστιν ἐπὶ τοῦ ἀπείρου λαβεῖν οὐδὲ ἐπὶ τῆς πεπερασμένης τὸ ἀεί, ὅλως ἄρα ἐπ’ εὐθείας οὐκ ἔστιν ἡ ἐξ ἀνάγκης γένεσις. ἡ κύκλῳ ἄρα μόνη τὸ ἀναγκαῖον ἕξει, ἐφ’ ἧς καὶ ἀντι|στρέφει ἐξ ἀνάγκης. εἰ γὰρ τὸ πρῶτον, καὶ τὸ δεύτερον πάντως· καὶ εἰ τὸ δεύτερον, καὶ τὸ πρῶτον, ὡς ἤδη δέδεικται. Καὶ τοῦτο ἀεὶ δὴ συνεχῶς· οὐδὲν γὰρ διαφέρει λέγειν διὰ δύο ἢ πλειόνων. Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κυκλικῇ μόνῃ κινήσει ὑπάρχει, διότι ἐν τοῖς ἀιδίοις καὶ ἀρχὴν ἔχουσι συνίσταται, ὧν τὸ μὲν ἀίδιον οὐχ ὑπάρχει τοῖς ἐπὶ πεπερασμένης εὐθείας κινοῦσι, τὸ δὲ ἀρχὴν ἔχειν περὶ τὴν ἄπειρον εὐθεῖαν οὐ θεωρεῖται, ὡς ὑπολείπεσθαι τὴν κύκλῳ κίνησιν μόνην ἔχειν τὸ ἀναγκαῖον καὶ ἐν ταύτῃ μόνῃ ἀναγκαίαν εἶναι τὴν ἀντιστροφὴν <ἣν> δύο τινὰ ἐθεώρησεν, ἐπισημαίνεται λέγων ὅτι κατὰ τὸ συνεχὲς ἀεὶ ἀναγκαίως καὶ τῷ δευτέρῳ τὸ τρίτον καὶ τούτῳ τὸ τέταρτον ἕπεται· οὐδὲν γὰρ διαφέρει, φησί, διὰ δύο ἢ πλειόνων θεωρεῖν τὴν ἀντιστροφὴν γινομένην καὶ τὴν ἐξ ἀνάγκης ἀκολούθησιν. Καὶ εἴτε κύκλῳ, ἕκαστον ἀνάγκη γίνεσθαι καὶ γεγονέναι, καίει ἀνάγκη, ἡ τούτων γένεσις κύκλῳ. Νῦν τὸν πάντα λόγον συμπεραινόμενός φησιν ὅτι εἴ τι εἴη κύκλῳ γινόμενον, ἀναγκαίαν ἔχε τοῦτο τὴν γένεσιν, καὶ εἴ τι ἀναγκαίως γίνεται, καὶ κύκλῳ γίνεται. Ταῦτα μὲν δὴ εὐλόγως, ἐπειδὴ ἀίδιος καὶ ἄλλως ἐφάνη ἡ κύκλῳ κίνησις καὶ ἡ τοῦ οὐρανοῦ. Δείξας ὅτι τὸ ἀναγκαῖον τῇ κύκλῳ μόνῃ κινήσει συμβέβηκεν, φησὶν ὅτι εὐλόγως ταῦτα συμβέβηκεν, συνῳδὰ ὑπάρχοντα τοῖς ἀλλαχοῦ ἀποδεδειγμένοις· ἀποδέδεικται δὲ ἐν τῷ ὀγδόῳ τῆς Φυσικῆς ἀκροάσεως ἡ κύκλῳ κίνησις μόνη ἀίδιος ὑπάρχουσα. εἴπερ οὖν τὸ ἁπλῶς ἀναγκαῖον τοῖς ἀιδίοις ὑπάρχει, ὡς δέδεικται πρότερον, εὐλόγως τῇ κύκλῳ κινήσει μόνῃ ὑπάρχει· μόνη γὰρ ἡ κύκλῳ κίνησις τῶν οὐρανίων ἀίδιος, δι’ αὐτὴν δὲ καὶ ἄλλαι ἀίδιοι ὅσαι ὑπ’ αὐτῆς ἐπιτελοῦνται. διότι μὲν γὰρ ἡ τῶν ἀπλανῶν ἀίδιός ἐστι κίνησις, διὰ τοῦτο καὶ τῶν πλανήτων, ὥστε καὶ τοῦ ἡλίου· διότι δὲ ἡ τοῦ ἡλίου ἀιδίως ἐπὶ τοῦ λοξοῦ κύκλου γίνεται κίνησις, διὰ τοῦτο καὶ ἡ τῶν ὡρῶν ἀνακύκλησις ἀίδιος, θέρους λέγω καὶ χειμῶνος καὶ τῶν λοιπῶν· διότι δὲ αἱ ὧραι κύκλῳ ἀνακάμπτουσι, διὰ τοῦτο ἡ γένεσις καὶ ἡ φθορὰ ζῴων καὶ φυτῶν καὶ τῶν ἄλλων κύκλῳ τε γίνεται καὶ τὴν ἀιδιότητα κέκτηται· ὑπὸ γὰρ τῆς τῶν ὡρῶν ἐναλλαγῆς ἡ γένεσις καὶ ἡ φθορά. Τί οὖν δήποτε τὰ μὲν οὕτως φαίνονται, οῐον ὕδωρ καὶ ἀὴρ κύκλῳ γινόμενα, καὶ εἰ μὲν νέφος, δεῖ καὶ ὗσαι, καὶ εἰ ὕσει γε, δεῖ καὶ νέφος εἶναι, ἄνθρωποι δὲ καὶ ζῷα οὐκ ἀνακάμ- πτουσιν εἰς ἑαυτούς. ᾿Απορίαν τινὰ προτίθεται νῦν, τί δήποτε ἐπὶ μὲν ἀέρος καὶ ὕδατος καὶ τῶν λοιπῶν στοιχείων καὶ ἀναγκαία τέ ἐστιν ἡ κύκλῳ γένεσις καὶ ἀντιστρέφει. καὶ γὰρ νέφους, φησίν, ὄντος ἔσται ὕδωρ, καὶ ὕδατος γεγονότος νέφος προϋπῆρχεν, ἐπὶ δὲ τῶν καθ’ ἕκαστα, φησίν, οὐκέτι οὕτως ἔχει· Σωκράτους μὲν γὰρ ὄντος προὐπῆρχεν ὁ Σωφρονίσκος, Σωφρονίσκου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης ἡ Σωκράτους γένεσις ἕψεται. ἐπιλύεται δὲ τὴν ἀπορίαν φάσκων εἰς εὐθὺ τὴν τῶν καθ’ ἕκαστα γένεσιν εἶναι, τουτέστιν ἐπ’ εὐθείας· οὐ γὰρ ὁ Σωφρονίσκος ἀνακάμπτει, ὅπερ ἄν ὑπῆρχε κατὰ κύκλον τῆς γενέσεως οὔσης τῶν καθ’ ἕκαστα. εἰ οὖν μὴ κατὰ κύκλον ἡ τῶν καθ’ ἕκαστα γένεσις, εἰκότως οὕτε τὸ ἀναγκαῖον οὔτε τὸ ἀντιστρέφειν ἔχει. τί δήποτε οὖν τὸ ὕδωρ καὶ ὁ ἀὴρ ἀνακάμπτει; διότι οὐ κατ’ ἀριθμὸν αὐτῶν γίνεται ἡ ἀνάκαμψις, ἀλλὰ κατὰ τὸ εἶδος. οὐ γὰρ ὁ αὐτὸς ἀὴρ κατ’ ἀριθμὸν φυλάττεται ἐν τῇ ἀνακάμψει καὶ τῇ ἐξ ὕδατος εἰς ἀέρα μεταβλοῇ, πλὴν κἀπὶ τῶν ζῴων γένεσις δείκνυταί πως ἀνακάμπτουσα καὶ κυκλικῶς γινομένη, ὡς ἔφθημεν δείξαντες. ἀλλ’ ἴσως τις ἀπορήσειε τί δήποτε ἐνίων μὲν κατ’ ἀριθμὸν τῶν αὐτῶν μενόντων ἡ ἀνάκαμψις γίνεται, ἐνίων δὲ κατὰ μὲν τὸν ἀριθμὸν φθειρομένων κατὰ τὸ εἶδος δὲ μόνον φυλαττομένων. καὶ διὰ τοῦτο ἐπιφέρει φάσκων ἀρχὴ δὲ τῆς σκέψεως αὕτη, πότερον ὁμοίως πάωτα ἀνακάμπτει, αὐτὸ τοῦτο ζητῶς τὸ προειρημένον. εἰ γὰρ ἐκ τῆς κύκλῳ κινήσεως τὴν ἀνάκαμψιν ἔχουσι, τί δήποτε τῶν κύκλῳ κινουμένων τὰ μὲν κατ’ ἀριθμὸν τὰ αὐτὰ διαμένοντα τὴν ἀνάκαμψιν ποιεῖται, τὰ δὲ κατ’ ἀριθμὸν φθειρόμενα κατ’ εἶδος φυλάττει τὴν διαδοχήν; καί φησιν ὅτι σύμφωνα ταῦτα τοῖς πολλαχοῦ εἰρημένοις, ὅτι ὅσα μὲν ἄφθαρτα ὄντα κινεῖται κύκλῳ, ταῦτα κατ’ ἀριθμὸν τὰ αὐτὰ μένοντα ἀνακάμπτει (ὁ γὰρ αὐτὸς κατ’ ἀριθμὸν ἥλιος πάλιν καὶ πάλιν κατὰ τὸ αὐτὸ κινούμενος γίνεται), ὅσων δὲ ἡ οὐσία φθαρτή ἐστι, ταῦτα ἀριθμῷ μὲν οὐ μένει τὰ αὐτά, τὸ δὲ εἶδος φυλάττει ἐν τῇ ἀνακάμψει· οὕτως ἔχει ἐπὶ ζῴων καὶ φυτῶν καὶ τῆς τῶν στοιχείων μεταβολῆς. Εἰ δὲ καὶ ταῦτα ἀριθμῷ, ἀλλ᾿ οὐχ ὧν ἡ οὐσία γίνεται 70r οὖσα τοιαύτη οἵα ἐνδέχεσθαι μὴ εἶναι. Δείξας ὅτι ἡ τῶν στοιχείων γένεσις ἀποτελεῖται ἑκάστου αὐτῶν κατ’ ἀριθμὸν μὲν φθειρομένου, κατ’ εἶδος δὲ τοῦ αὐτοῦ μένοντος, φησὶ νῦν ὅτι εἰ λέγοι τις καὶ αὐτὰ ταῦτα, τὰ στοιχεῖά φημι, κατ’ ἀριθμὸν τὰ αὐτὰ μένειν * * * ὧν ἦν Ἐμπεδοκλῆς, ῥητέον ὅτι ὁ τοιοῦτος ἀγένητα φήσει εἶναι τὰ στοιχεῖα, οὐχ ὡς ἡμεῖς γενητὴν τὴν οὐσίαν ὑποτιθέμενος καὶ τοιαύτην ὡς ἐνδέχεσθαι καὶ μὴ εἶναι. ᾿Απορήσειε δ’ ἄν τις, ὥς φησιν Ἀλέξανδρος, πρὸς Ἀριστοτέλην· εἰ γὰρ ἡ ὕλη ἡ αὐτὴ ἀεὶ διαμένει, ἔστι δὲ καὶ τὸ ποιητικὸν αἴτιον τὸ αὐτὸ ἀεί, διὰ ποίαν αἰτίαν οὐχὶ κατὰ περίοδόν τινα πλείονος χρόνου ἐκ τῆς αὐτῆς ὕλης τὰ αὐτὰ πάλιν κατ’ ἀριθμὸν ὑπὸ τῶν αὐτῶν ἔσται; ὅπερ τινές φασι κατὰ τὴν παλιγγενεσίαν καὶ τὸν μέγαν ἐνιαυτὸν συμβαίνειν, ἐν ᾧ πάντων τῶν αὐτῶν ἀποκατάστασις γίνεται. τούτου δ’ ὄντος εἴη ἂν καὶ ἐπὶ τῶν καθ’ ἕκαστα, ὧν φθαρτὴ ἡ οὐσία, παλιγγενεσία καὶ κατ’ ἀριθμὸν ἀνάκαμψις. πρὸς τοῦτο δὲ ῥητέον ὅτι εἰ καὶ δοθείη πάλιν Σωκράτης γίνεσθαι, οὐ τῷ ἀριθμῷ ὁ αὐτὸς ἂν εἴη τῷ πρώτῳ γενομένῳ Σωκράτει ὁ ὕστερος γεγονὼς καὶ εἷς. οὐ γὰρ οἷόν τε ἓν καὶ ταὐτὸ κατ’ ἀριθμὸν διαλείπειν· οὐ γὰρ τῷ ἐκ τῶν αὐτῶν εἶναι ἓν κατ’ ἀριθμὸν γίνεται, ἀλλὰ τῷ τὸ αὐτὸ διαμένειν πρότερον καὶ ὕστερον ὅν. διὸ ἥλιος μὲν ὁ αὐτὸς κατ’ ἀριθμόν, Σωκράτης δέ, ὡς εἶπεν, οὐχ ὁ αὐτὸς κατ’ ἀριθμόν· οὐ γὰρ μένει τὸ ἄτομον εἶδος, εἰ καὶ ἡ ὕλη μένει.

---

John Philoponus, In Aristotelis Libros De Generatione Et Corruptione Commentaria, ed. Girolamo Vitelli. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg006.local001/.
