# in Aristotelis Meteorologicorum librum primum commentarium 1.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/1.1

Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως καὶ περὶ πάσης κινήσεως φοσικῆς, ἔτι δὲ περι των κατα την ανω φοραν διακεκοσμημένων ἄστρων καὶ περὶ τῶν στοιχείων τῶν σωματικῶν, πόσα τε καὶ ποῖα, καὶ τῆς εἰς ἄλληλα μεταβολῆς, καὶ περὶ γενέσεως καὶ φθορᾶς τῆς κοινῆς εἴρηται πρότερον. Εὐθὺς ἐν ἀρχῇ τὰς φυσικὰς ἑαυτοῦ πραγματείας ἀπαριθμεῖται, ὅσαι τῶν μετεωρολογικῶν ἐν τάξει φυσικῇ προηγήσαντο, πρώτην μὲν εἶναι λέγων τὴν Φυσικὴν καλουμένην ἀκρόασιν τὸ κοινὸν ὄνομα τῶν φυσικῶν ὡς ἴδιον ἀποκληρωθεῖσαν διὰ τὸ περὶ τῶν κοινῶν ἀρχῶν τῶν φυσικῶν ἁπάντων διδάσκειν, ὅθεν καὶ πασῶν προηγεῖται, δευτέραν τὴν Περὶ οὐρανοῦ. οὐρανὸν δὲ τοῖς παλαιοῖς καὶ τὸν ὅλον κόσμον ὀνομάζειν ἔθος, ὡς καὶ καὶ Πλάτων “ὃν δὴ οὐρανὸν ἢ κόσμον ἐπωνομάκαμεν” ἐν Τιμαίῳ φησί. δευτέραν δὲ τάξιν εἰκότως εἴληφεν· ἐκείνης γὰρ Λαὶ περὶ τῶν ἀρχῶν τῶν πρώτων διαλαβούσης ὕλης καὶ εἴδους ἡ Περὶ οὐρανοῦ περὶ τῶν προσεχῶς ἐκ τούτων συντεθέντων διαλαμβάνει σωμάτων, ἐκ τούτων μὲν ὡς ἐκ πρωτίστων στοιχείων συντεθέντων, ἁπλῶν δὲ ὄντων ὡς ἐν σώματι. καὶ τὰ οὐράνια γὰρ ἐξ ὕλης εἰσὶ κατ’ αὐτὸν τοῦ πέμπτου σώματος κοινῶς τοῖς οὐρανίοις ὑποὑετῶν κειμένου πᾶσι καὶ τοῦ ἐπιτεθέντος εἴδους αὐτοῖς, ἐξ ὧν γέγονεν ἥλιος, σελήνη, τῶν ἀστέρων ἕκαστος καὶ τοῦ χύματος αὐτοῦ τῶν σφαιρῶν ἡ οὐσία. διδάσκει δὲ καὶ περὶ τῶν τεσσάρων στοιχείων· ἁπλᾶ γὰρ ὡς ἐν σώματι καὶ ταῦτα προσεχῶς ἐξ ὕλης καὶ εἴδους συγκείμενα, τὰ δὲ ἐκ τούτων συντεθέντα λοιπὸν ζῷα καὶ φυτὰ καὶ μέταλλα ὑστερογενῆ τὴν φύσιν καὶ μερικωτέραν κεκλήρωται. καὶ ἄλλως ἐπειδὴ καὶ τὰ γινόμενα καὶ φθειρόμενα τῇ εἰς ἄλληλα μεταβολῇ τῶν μὴ οὕτως ἐχόντων δεύτερά τέ ἐστι καὶ ἀτιμότερα, δικαίως οὖν τῶν ἄλλων ἀπάντων τὴν Περὶ οὐρανοῦ προτέταχε πραγματείαν, ἐν ᾗ περὶ τῶν κυκλοφορουμένων σωμάτων ἐδίδαξεν, ἐν οἷς οὐδὲ φθορά τις οὐδὲ γένεσις οὐδὲ μεταβολὴ τούτων εἰς ἄλληλα φαίνεται. τρίτη μετὰ ταύτην ἡ Περὶ γενέσεως ἐστι καὶ φθορᾶς, μερικωτέρα μὲν ἢ κατὰ τὰς προειρημένας, καθολικωτέρα δὲ τῶν ἑξῆς ἀπασῶν· ἐν ταύτῃ γὰρ περὶ πάσης ἁπλῶς γενέσεως διδάσκει καὶ φθορᾶς, τίς τέ ἐστι καὶ τί τῶν ἄλλων μεταβολῶν διενήνοχε, καὶ ὅσα τούτοις ἐστὶν ἀκόλουθα. τετάρτην ἐπὶ ταύταις τὴν τῶν Μετεώρων τέταχεν· ἐπειδὴ γὰρ καὶ ταῦτα τῶν γινομένων ἐστὶ καὶ φθειρομένων, εἰκότως ὑστέρα μὲν τῆς περὶ γενέσεως ἀπάσης καὶ φθορᾶς διδασκούσης τετάξεται, προηγήσεται δὲ τῶν λοιπῶν ἁπασῶν, τῆς περὶ ζῴων λέγω καὶ φυτῶν καὶ μετάλλων. εἰ γὰρ ἡ περὶ τῶν οὐρανίων διδάσκουσα σωμάτων προτέτακται δικαίως, ἀκόλουθον ἦν τοῖς περὶ ζῴων καὶ φυτῶν τὰ μετεωρολογικὰ προηγεῖσθαι ὡς ὑπερανεστηκότα μὲν τῶν ἐπὶ γῆς, τοῖς | οὐρανίοις δὲ τῷ τόπῳ πλησιάζοντα. ἡ μὲν οὖν τῶν εἰρημένων φυσικῶν πραγματειῶν συνέχειά τε καὶ τάξις συντόμως εἰπεῖν τοιαύτη καὶ οὕτως ἔχουσα· ἴδωμεν δὲ καὶ τῆς λέξεως τὴν ἀκρίβειαν. τῶν πρώτων μὲν οὖν αἰτίων φησὶ τῆς φύσεως, ἐπειδὴ πρώτιστα τῶν φυσικῶν αἴτια πάντων ὕλη καὶ εἶδος. ἔστι γὰρ καὶ ἄλλα προσεχέστερα τῶν φυσικῶν αἴτια, κοινὰ μὲν τῶν συνθέτων ἁπάντων τέσσαρα στοιχεῖα, προσεχέστερα δὲ καὶ εἰδικώτερά τινων τὸ σπέρμα μὲν ἐν τοῖς ἐκ σπέρματος τὴν γένεσιν ἔχουσι, τὸ δὲ τούτῳ πάντως ἀνάλογον ἐν τοῖς λοιποῖς. καὶ τὰ συναίτια δέ, χρόνον καὶ τόπον καὶ κίνησιν, ἐν τῇ αὐτῇ παρέδωκε πραγματείᾳ. καὶ περὶ πάσης δὲ κινήσεως φυσικῆς ἐν τοῖς ὑστέροις αὐτῆς τέσσαρσι λόγοις διείλεκται, τῆς τε ἐπ’ εὐθείας λέγω καὶ τῆς κύκλῳ. φυσικῆς δέ φησι διὰ τὰς ψυχικὰς καὶ προαιρετικὰς κινήσεις, οἷαί πέρ εἰσιν αἱ τῶν ζῴων, τάς τε ὑπὸ τέχνης ἢ βίας τινὸς γινομένας.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
