Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 100.1
Not analysed yet
Περὶ δὲ τοῦ τῇ θέσει μὲν δευτέρου τόπου μετὰ τοῦτον, πρώτου δὲ περὶ τὴν γῆν λέγωμεν· οὗτος γὰρ κοινὸς ὕδατός τε τόπος καὶ ἀέρος καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ. ὅλος γὰρ ὁ μετὰ τὸ ὑπέκκαυμα τόπος μέχρι γῆς κοινός ἐστιν ἀέρο,ς τε καὶ ὕδατος. καὶ γὰρ ἐν μὲν ἀέρι συνίσταται ὕδωρ ὡς ὑετὸς καὶ ὲν ὕδασιν ἀήρ, ὡς αἱ ἐν τούτοις γινόμεναι δηλοῦσι πομφόλυγες, καὶ μέχρι τῶν ἐπιφανειῶν τῆς τε γῆς καὶ τοὐ ὕδατος ὁ ἀὴρ διατέταται διδάξει δὲ καὶ τὰ περὶ τὸν ἀέρα καὶ τὸ ὕδωρ συμβαίνοντα πάθη, καὶ ἔτι πέρι, γῆν καὶ ὑπὸ γῆν. ἀλλ’ ἐπειδὴ νῦν περὶ μόνων τῶν ἐν ἀέρι γινομένων εστιν ἡ πρόθεσις, ἀναγκαίως προσέθηκε καὶ τῶν συμβαινόντων περὶ τὴν ἄνω γένεσιν αὐτοῦ· ὑετοὶ γὰρ καὶ χιόνες καὶ χάλαζαι καὶ δρόσοι καὶ πάχναι, περὶ ὧν ἐδίδαξε νῦν, ἐν τοῖς μέρεσι τοῦ ἀέρος τοῖς μετεωροτέροις συμβαίνουσιν· ὧν τὰς ἀρχὰς καὶ τὰς αἰτίας διδάξαι βούλεται. Ἡ μὲν οὖν ὠς κινοῦσα καὶ κυρία καὶ πρώτη τῶν ἀρχῶν ὁ κύκλος ἐστιν, ἐν ᾧ φανερῶς ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον αἰτία τῆς γενέσεως καὶ τῆς φθορᾶς ἐστι. Κινοῦσαν αἰτίαν καὶ ἀρχὴν εἴωθε λέγειν τὴν ποιητικην· ταυτην δὲ εἶναι τὸν κύκλον. καὶ κύκλον δὲ λέγοι ἂν ἡ καθόλου τὴν τῶν οὐρανίων κυκλοφορίαν ἢ κύκλον τὸν ζῳδιακόν, ὡς καὶ τὸ ἐπαγόμενον ἐδήλωσεν· ἐν ᾧ, φησί, φανερῶς ἐστιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα τὰ ὑπὸ σελήνην σώματα καὶ συγκρίνουσα. πλησιάζων μὲν γὰρ θερμαίνει τὰ οἷς ἐπλησίασε, καὶ τῇ θερμότητι διακρίνει πάντως ἐκ παχυτέρων λεπτύνουσα, οὐ τὰ μόνον εἴς ἀτμούς, ὡς καὶ ἐπὶ τῶν ἑψομένων ὑγρῶν ὁρῶμεν γινόμενον, ἀλλὰ καὶ τὰ ξηρά, λέγω τὴν γῆν, ἀναθυμιῶσα· καὶ τοῦτο πάλιν ἐπὶ θυμιωμένων ἁπάντων φαίνεται συμβαῖνον· ἀφιστάμενος δὲ τοὐναντίον ψύχει καὶ συγκρίνει τὰ διακεκριμένα καὶ εἰς παχύτερα μεταβάλλει, παλινδρομούσης αὐτῶν τῆς μεταβολῆς ὁμοίως τῇ κινήσει τοῦ μεταβάλλοντος. καλῶς δὲ κυρίαν καὶ πρώτην εἶπεν ἐκείνην· προσεχὴς γὰρ καὶ δευτέρα τῶν μὲν ἐν τῷ ἀέρι θερμότης ἐκ τοῦ πλησιάζειν τὸν ἥλιον γινομένη, τῶν δὲ ἡ ψῦξις ἐκ τοῦ πάλιν αὐτὸν διεστάναι τούτων καὶ ἣν ἔδωκε παρὼν ἀφαιρεῖσθαι θερμότητα. ἐπεὶ οὖν καὶ τῶν προσεχεστέρων αἰτιῶν ἡ κυκλοφορία ἐστὶν αἴτιον, εἰκότως πρώτην αὐτὴν τῶν ἀρχῶν εἴρηκεν. ἢ πρώτην ἀπλῶς ἀκουστέον ὡς ποιητικήν, ἐπεὶ καὶ ἡ ὕλη αἰτία ἐστὶ καὶ ἀρχή, ἀλλ’ οὐ πρώτη ἀλλὰ δευτέρα ὡς συναιτία. καὶ γὰρ τῆς γενέσεως τοῦ οἴκου φέρε καὶ ἡ ὕλη αἰτία, λίθοι καὶ ξύλα καὶ τὰ σὺν αὐτοῖς, καὶ ὁ οἰκοδόμος, ἀλλὰ πρώτη ὁ οἰκοδόμος, ἐκεῖνα δ’ ὡς συναίτια δεύτερα. καὶ αὐτὴν γὰρ τὴν ὕλην τὸ ποιητικὸν αἴτιον προπαρασκευάζει· οὐ γὰρ ἁπλῶς λίθοι καὶ ξύλα τῆς οἰκίας εἰσὶν ὕλη, ἀλλὰ τὰ τοιῶσδε παρασκευασθέντα. οὕτως οὖν καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων οὐχ ὕλη προσεχὴς τὰ ὑγρὰ καὶ ξηρὰ σώματα, ἀλλὰ τὰ τοιώσδε συγκρινομενα τούτων ἡ διακρινόμενα. συγκρίσεως δὲ καὶ διακρίσεως θερμότης αἴτιον καὶ ψῦξις, τούτων δὲ πλησιάζων ὁ ἥλιος καὶ ἀφιστάμενος, τοῦ δὲ πλησιάζειν τὸν ἥλιον καὶ ἀφίστασθαι καὶ ἡ ἐπὶ τοῦ ζῳδιακοῦ φορὰ τούτου καὶ κίνησις. πρῶτον οὖν αἴτιον ὁ κύκλος, πρῶτον δὲ ὡς ἐν φυσικοῖς δηλονότι· εἰ γάρ τις καὶ ἐπὶ τὴν αἰτίαν τῆς κύκλῳ κινήσεως ἀναδράμοι, τὸ ἐξῃρημένον αἴτιον ζητεῖ καὶ οὐ φυσικόν· φυσικοῦ δὲ φυσικὰς αἰτίας ἀποδιδόναι. εἰπὼν δὲ πάλιν ἡ τοῦ ἡλίου φορὰ διακρίνουσα καὶ συγκρίνουσα τῷ γίνεσθαι πλησίον ἢ πορρώτερον, καὶ ὀφείλων ἐπαγαγεῖν αἰτία τῶν ἐν τοῖς μετεώροις ἐστὶ παθῶν, περὶ ὧν καὶ ἡ προκειμένη φυσιολογία, ἐπὶ τὸ καθολικώτερον ἀναδραμών φησιν αἰτία τῆς γενέσεως ἐστι καὶ τῆς φθοράς· οὐ γὰρ μόνον τούτων περὶ ὧν ὁ λόγος, ἀλλὰ καὶ πάσης γενέσεως ἀπλῶς καὶ πάσης φθορᾶς ἐστιν αἰτία. πλησιάζων μὲν γὰρ τῆς γενέσεως ἐστιν αἴτιος· ἡ γὰρ τῶν καρπῶν γένεσις τότε πλήθει καὶ τὸ οἰκεῖον ἀπολαμβάνει τέλος, λέγω δὴ τὸ εἶδος, ἕκαστον τὸ ἑαυτοῦ (καὶ τὰ ζῷα γὰρ τότε μάλιστα ἡ ὅτι ἐκ τῶν καρπῶν τροφαί, ἐκ |δὲ τούτων ζωή, καὶ τὸ σπέρμα τὸ τῆς διαδοχῆς αἴτιον· ἀφιστάμενος δὲ φθορὰν ποιεῖ· φθίνει γὰρ τότε πάντα σχεδὸν καὶ τῆς βλάστης καὶ τῆς γενέσεως παύεται. ὡς γὰρ τὸ θερμὸν ζωῆς, οὕτω τὸ ψυχρὸν φθορᾶς ἐστιν αἴτιον. εἰ δὲ βούλει καθολικώτερον καὶ ἀνενδοίαστον ποιῆσαι τὸν λόγον, λέγε τὸν ἥλιον πλησιάζοντα μὲν γενέ- σεως αἴτιον, διότι τὰ παχύτερα τότε καὶ βαρύτερα σώματα εἰς λεπτότερα μεταβάλλει καὶ κοῦφα, ἀφιστάμενον δὲ φθορᾶς· τοὐναντίον γὰρ εἰς παχύ- τέρα καὶ βαρέα τὰ λεπτομερῆ καὶ κοῦφα μεταποιεῖ. τὰ μὲν γὰρ κοῦφα καὶ λεπτὰ ἔξωθεν περιεκτικά ἐστι τῶν βαρέων καὶ οἷον συνέχει ταῦτα, τὸ δὲ συνέχον καὶ κοσμοῦν εἶδός ἐστι, τὸ δὲ συνεχόμενον ὕλη· γένεσις δέ ἐστιν ἐπὶ τὸ εἶδος ἐκ τῆς ὕλης μεταβολή, φθορὰ δ’ ἡ ἐκ τοῦ εἰδοπεπιημένου εἰς τὴν ὕλην ἀνάλυσις. διόπερ ἡ μὲν ἀπὸ τῶν βαρυτέρων ἐπὶ τὰ κουφότερα μεταβολὴ ἀνάλογόν ἐστι γενέσει, ἡ δὲ τοὔμπαλιν τῶν κουφοτέρων εἰς τὰ βαρότεραφθορᾷ. δυνατὸνδὲτὸαἰτίαιῆςγενέσεωςκαὶτῆςφθορᾶς διὰ τὸ ἄρθρον μὴ καθολικῶς ἀκούειν πάσης γενέσεως καὶ φθορᾶς, ἀλλὰ ὑετοῦ, χιόνος καὶ τῶν λοιπῶν. τοῦτο δὲ οἶμαι καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν εἰπών·