# in Aristotelis Meteorologicorum librum primum commentarium 106.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/106.1

Ἀλλ’ ἐπειδὴ ὁρῶμεν ὅτι γίνεται ἀντιπερίστασις τῷ θερμῷ καὶ τῷ ψυχρῷ ἀλλήλοις, διὸ ἔν τε ταῖς ἀλέαις ψυχρὰ τὰ κάτω τῆς γῆς καὶ ἀλεεινὰ ἐν τοῖς πάγοις, τοῦτο δεῖ νομίζειν καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ὥστε ἐν ταῖς ἀλεεινοτέραις ὥραις ἀντιπεριιστάμενον εἴσω τὸ ψυχρὸν διὰ τὴν κύκλῳ θερμότητα ὁτὲ μὲν ταχὺ ὕδωρ ἐκ νέφους ποιεῖ, ὁτὲ δὲ χάλαζαν. διὸ καὶ αἱ ψεκάδες πολὺ μείζους ἐν ταῖς ἀλεειναῖς γίνονται ἡμέραις ἢ ἐν τῷ χειμῶνι, καὶ ὕδατα λαβρότερα· λαβρότερα μὲν γὰρ γίνεται, ὅταν ἀθροώτερα, ἀθροώτερα δὲ διὰ τὸ τάχος τῆς πυκνώσεως. Ἀξίωμά τι προείληφε τῆς αἰτίας τῶν συμβαινόντων ἐπὶ χαλάζης γνώριμόν τε καὶ αὐτῷ πολλάκις εἰρημένον. ἐν γὰρ τοῖς ὑπὸ σελήνην τόποις ἐμπολιτευομένων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, συμβαίνει ταῦτα διὰ τὴν μάχην ἀλλήλοις ἀντιπεριίστασθαι· ἅμα γὰρ εἶναι τὰ ἐναντία οὐκ ἐνδέχεται, διόπερ ἀντιπαραχωρεῖν τοὺς τόπους ἀλλήλοις εἰώθασιν. ἐν μὲν γὰρ τῷ θέρει τοῦ περιέχοντος θερμαινομένου τὸ ψυχρὸν εἰς τὸ βάθος τῆς γῆς ὑποχωρεῖ, ὅθεν τὰ σπήλαια καὶ τὸ ἐν βάθει ὕδωρ λίαν ἐστὶ τότε ψυχρά, ἐν χειμῶνι δὲ τοὐναντίον κατεψυγμένου τοῦ περιέχοντος ὁ ὑπὸ γῆν ἀὴρ καὶ τὸ ὕδωρ θερμότερα γίνεται. καὶ ὁ σοφώτατος ποιητὴς τοῖς φαινομένοις ὁμολογῶν περὶ τοῦ ἐν βάθει φησὶν ὕδατος ‘τὸ μέν ποθι δυομένῃσι θέρμετο Πληιάδεσσιν, ἀμοιβηδὶς δ’ ἀνιούσαις κρυστάλλῳ ἴκελον κοίλης ἀνεκήκιε πέτρης.’’ καὶ οὐχ ὡς ἄν τις ὑποτοπήσειε, πρὸς τὴν ἡμετέραν αἴσθησιν ταῦθ’ οὕτως ἔχειν νομίζεται· ὁμοίως γὰρ ἐχόντων ἐκείνων, φαίη τις ἄν, θέρους τε καὶ χειμῶνος, τῷ μὲν θέρει διὰ τὸ λίαν ἡμᾶς ἐκ τοῦ περιέχοντος τεθερμάνθαι ψυχρὰ εἶναι δοκεῖ τὰ ὑπὸ γῆν, ἐν δὲ τῷ χειμῶνι διὰ τὸ λίαν κατεψῦχθαι ἧττον ψυχρὰ εἶναι φαίνεται, ὡς ὁμοίως ἐχόντων ἐκείνων ἐν θέρει τε καὶ ἐν χειμῶνι, ἡμῶν δὲ διὰ τὰ ἐκ τοῦ περιέχοντος ἡμῖν ἐγγινόμενα πάθη περὶ τὴν ἐκείνων πλανωμένων διάκρισιν. τί οὗν φαμεν; ὡς ψευδὴς μὲν ἡ τοιαύτη ὑπόνοια, ἀληθὴς δὲ λίαν ἡ ἀντιμετάστασις τοῦ θερμοῦ τε καὶ τοῦ ψυχροῦ. ὁρῶμεν γὰρ ἐν χειμῶνι τὰ σπήλαια καὶ τὰ βαθέα τῶν φρεάτων ἀτμίζοντα φανερῶς, τοῦ ἐν βάθει θερμοῦ τὸ ἐκεῖσε ὑγρὸν ἐξατμίζοντος. πόθεν γὰρ ἡ τῶν ἀτμῶν ἀνάδοσις, εἰ μὴ τὸ ἐναποκεκλεισμένον ἐκεῖ θερμὸν αἴτιον ἦν τοῦ γινομένου. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων θέρους μὲν τὰ ἔνδον ἐστὶ ψυχρά, χειμῶνος δὲ μᾶλλον θερμότερα, διόπερ ἐν θέρει μὲν ἥττονα τροφὴν προσφερόμεθα καὶ βραδύτερον αὐτὴν πέττομεν καὶ πλημμελέστερον, χειμῶνος δὲ καὶ τροφῇ πλείονι χρώ- μεθα καὶ πέττομεν αὐτὴν κατὰ λόγον. ἐντεδθε καὶ τὰ βόρεια σώματα μείζονά τέ ἐστι καὶ ἀκμαιότερα, ἐναποκλειομένου τοῦ ἐμφύτου θερμοῦ διὰ τὴν ἐκ τοῦ ψυχροῦ γινομένην τῆς ἐπιφανείας τοῦ σώματος αὐτῶν πύκνωσιν καὶ πλείονα τὴν πέψιν τῆς τροφῆς καὶ τὴν πρόσθεσιν ποιοῦντος καὶ τὴν εἰς μέγεθος ἐπίδοσιν. ἐν ἀκμῇ μὲν οὖν τῆς ἡλικίας ἐρρωμένα λίαν ἐστίν· ἐπειδὰν δὲ καὶ παρακμάσῃ καὶ ῥέπῃ πρὸς γῆρας, καὶ τὸ ἔμφυτον αὐτῶν διὰ τοῦτο μειωθείη θερμόν, πολλῆς γινομένης παο’ αὐτοῖς ἐν τῷ χειμῶνι TTp ψύξεως σβέννυται ῥᾷον, καὶ διὰ τοῦτο ταχέως αὐτῶν καταπίπτει τὰ σώματα καὶ ἀπόλλυται, καὶ καταγηρῶντας λίαν ἐν αὐτοῖς ἐστι σπάνιον εὑρεῖν. ὅθεν καὶ παροιμία τις ἐπιχωριάζει παρ’ ἡμῖν ἐπὶ τῶν οὐκ ἀγαθὸν κτη- σαμένων τὸ † πέρας “τὰ πρὸς ἐσχάτην Γότθου πεποίηκε”· Γόιθους γὰρ τοὺς βορείους πάντας βαρβάρους προσαγορεύειν εἰώθασιν. οὕτω δὲ ἐν χειμῶνι τὸ βάθος ἡμῶν ἐστι θερμότερον, ὥστε καὶ πολλοὺς ἔνδοθεν διὰ τοῦ στόματος ἡμῶν ἐξιόντας τοὺς ἀτμοὺς ὁρῶμεν καὶ ἐκ τῶν διαχωρημάτων καπνὸς ἀναδίδοται πολύς, ὅπερ ἐν θέρει μὴ γίνεται. οὐκοῦν παναληθές ἐστι τὸ ἀντιπεριίστασθαι τὸ φυχρὸν ἀλλήλοις καὶ τὸ θερμόν. ἄξιον δὲ καὶ τεχνικώτερον ταύτην θεωρῆσαι τὴν ἀντιπερίστασιν, καὶ τί τὸ γινόμενον συν- ἰδεῖν καὶ ὅπως γίνεται. οὐ δεῖ νομίζειν ὡς τὸ ἐν τῷ βάθει θερμὸν αὐτό, λέγω τὸ τῷ ὑπὸ γῆν ἱδρυμένον σώματι, ἐν θέρει τὸ ἴδιον ὑποκείμενον ἐᾶσαν ἔξω γίνειαι καὶ θερμαίνει τὸ περιέχον, τὸ δὲ ἔξω πά ἱν ψυχρὸν εἴσω χωρεῖ καὶ φύχε τὰ ἐν τῷ βάθει σώματα, καὶ ἐν χειμῶνι τοὔμπαλιν τὸ μὲν ἔξωθεν θερμὸν ἐν τῷ βάθει μέτεισι, τὸ δὲ ἐν βάθει ψυχρὸν ἔξεισι καὶ ψύχει τὸν ἐκτὸς ἀέρα. τοῦτο γὰρ τῶν ἀδυνάτων ἐστὶ τὰς ἀχωρίστους τῶν σωμάτων ποιότητας ἐξ ἑτέρων εἰς ἕτερα μεταβαίνειν ὑποκείμενα· χωρι- στῆν γὰρ αὐτῶν τὴν οὐσίαν ἕξουσιν. ἐν τοῖς ἰδίοις γὰρ ὑποκειυοις ὑφιὑφιστάμενα ἀνεπιτηδείου τούτου γινομένου φθείρεται. τὸ γινόμενον τοίνυν ἐστὶ τοιοῦτον· ἐν χειμῶνι πεπυκνωμένου τοῦ τε ἔξωθεν ἀέρος καὶ τῆς ἐπιφανείας τῆς γῆς, τὸ γενόμενον ἐν τῷ βάθει θερμὸν διὰ τὴν συνεχῆ πρὸς ἄλληλα τῶν στοιχείων ἀντιμεταβολὴν μὴ διαφορούμενον διὰ τὴν τῶν περιεχόντων πύκνωσιν ἀθροίζεται μᾶλλον ἔνδον καὶ πλεῖον γινόμενον θερμαίνει τὸν ὑπὸ γῆν ἀέρα καὶ τὸ ὕδωρ· ἐν δὲ τῷ θέρει τοὐναντίον ἠραιωμένων τῶν πόρων τῆς γῆς διὰ τὴν ἐξ ἡλίου θερμότητα, τὸ ἐν τῷ βάθει γινόμενον διαφορεῖται θερμὸν φύσει τὴν ἄνω διῶκον φοράν, τούτου δὲ γινομένου τὸ ὑπολειφθὲν ἐξ ἀνάγκης ψύχεται. τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐν τοῖς ἡμετέροις γίνεται σώμασιν· ἐν χειμῶνι γὰρ τὸ ἔμφυτον θερμὸν ἔνδον ἀποκειόμενον διὰ τὴν ἔξωθεν γινομένην ἐκ τοῦ ψύχους τοῖς σώμασι πύκνωσιν καὶ πλεῖον ἀεὶ διὰ τοῦτο γινόμενον θερμαίνει τὸ βάθος, καὶ τὰς ἐνεργείας οὕτω τὸ θερμὸν ἀμέμπτως | ἀποδίδωσι τὰς ἑαυτοῦ· ἐν δὲ τῷ θέρει διὰ τὴν μάνωσιν τῶν σωμάτων διαφόρητον γίνεται, διὸ τὸ βάθος τῇ ἐνδείᾳ τῇ τούτου ψύχεται ἢ ἀκριβέστερον εἰπεῖν ἧττον γίνεται θερμόν. ταῦτα μὲν οὖν περὶ τοῦ βάθους· ἐν δὲ τοῖς ἔξωθεν τοῦ βάθους τῆς γῆς σώμασι τὸ γινόμενόν ἐστι δῆλον ἅπασιν. ἐν θέρει μὲν γὰρ πλησιάζων ὁ ἥλιος θερμαίνει τὰ περιέχοντα, ἐν χειμῶνι δὲ πλεῖστον αὐτῶν διεστηκὼς οὐδὲ τῆς ἰδίας μεταδίδωσιν αὐταρκῶς θερμότητος, καὶ τὰ ψυχρὰ σώματα γῆ τε καὶ ὕδωρ ἐκ τῶν ἀτμῶν τῶν ἐξ αὐτῶν τὸν ἀέρα καταψύχει· καὶ ψυχθεὶς λίαν ὡς λεπτομερὴς ἀντιψύχει τὰ ψύξαντα, καὶ ταῦτα πάλιν τὸν ἀέρα, καὶ οὕτως ἀλλήλων ἀντεπιτείνουσι τὴν ψῦξιν καθ’ ὃν τρόπον ἐν τοῖς ἤδη φθάσασιν ἀπεδείξαμεν. τοιαύτην εἶναι τὴν λεγομένην ἀντιπερίστασιν τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ δεῖ νομίζειν, διότι τῶν ἔξω θερμαινομένων τὰ ἔνδοθεν ψύχεται καὶ τοὔμπαλιν ψυχομένων τῶν ἔξω τὰ ἐν τῷ βάθει θερμαίνεται. ταύτην οὖν, φησί, τὴν ἀντιπερίστασιν τοῦ θερμοῦ καὶ ψυχροῦ νομιστέον καὶ ἐν τῷ ἄνω γίνεσθαι τόπῳ, ἐν ᾧ τὰ νέφη συνίσταται, τῆς χώρας ἀλεεινοτέρας οὔσης ἢ τοῦ καιροῦ· τῇ γὰρ ἀλέᾳ τοῦ περιέχοντος ἡ ἐν τῷ νέφει ψῦξις ἀντιπεριισταμένη πρὸς τὸ βάθος αὐτοῦ χωρεῖ, καὶ οὕτως ἔνδον ἀθροωτέρα γινομένη τὴν ἐντὸς ἀτμίδα τοῦ νέφους εἰς ὕδωρ ἀθροώτερον μεταβάλλει. διὸ καὶ ἐν ταῖς τοιαύταις ὥραι ἢ χώραις ὄμβροι γινόμενοι θᾶττον γίνονται διὰ τὴν ἀθρόαν τοῦ νέφους πύκνωσιν, καὶ αἱ ψεκάδες μείζους διὰ τὸ πολλὴν ὁμοῦ μεταβάλλειν ἀτμίδα, καὶ ῥᾳδία τούτων ἡ κίνησις, ἐπεὶ καὶ ἡ ῥοπὴ μείζων διὰ τὸ μέγεθος. οὕτω τοίνυν γινομένου τοῦ ὕδατος καὶ τῇ ἐμφύτῳ ῥοπῇ φερομένου κάτω, ἡ τὴν ἀτμίδα μεταβάλλουσα ψῦξις εἰς ὕδωρ ἔτι αὐτῷ πολλὴ ἐνυπάρχουσα ταχύτερον αὐτὸ πήγνυσι τῆς ἐπὶ τὸ κάτω φερούσης ῥοπῆς· καταφερόμενον οὖν ἅμα τὸ ὕδωρ πήγνυται καὶ ποιεῖ χάλαζαν. καὶ τοῦτό ἐστιν ὅ φησιν ὁτὲ μὲν ταχὺ ὕδωρ ποιεῖ, ὁτὲ δὲ χάλαζαν· ἔνδον μὲν τοῦ νέφους ὕδωρ ποιεῖ πυκνοῦσα τὴν ἀτμίδα ταχέως, ἔξω δὲ καταφερόμενον ἢ καὶ ἔνδον ἔτι τὸ ὕδωρ ὂν καὶ πηγνύμενον χάλαζαν.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
