# in Aristotelis Meteorologicorum librum primum commentarium 13

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/13

Ὁ γὰρ λεγόμενος αἰθὴρ παλαιὰν εἴληφε τὴν προσηγορίαν, ηγορίαν, ὃν Ἀναξαγόρας μὲν τῷ πυρὶ ταὐτὸν ἡγήσασθαί μοι δοκεῖ σημαίνειν· τά τε γὰρ ἄνω πλήρη πυρὸς εἶναι· κἀκεῖνος τὴν ἐκεῖ δύναμιν αἰθέρα καλεῖν ἐνόμισε, τοῦτο μὲν ὀρθῶς νομίσας· τὸ γὰρ ἀεὶ σῶμα θέον ἅμα καὶ θεῖόν τι τὴν φύσιν ἐοίκασιν ὑπολαβεῖν, καὶ διώρισαν ὀνομάζειν αἰθέρα τὸ τοιοῦτον ὡς ὂν οὐδενὶ τῶν παρ᾿ ἡμῖν τὸ αὐτό. Εἰπὼν ὡσαύτως πάντα τὸν περὶ τὴν ἄνω φορὰν κόσμον τῶν παρ’ ἡμῖν μὲν εἶναι τὸν αὐτὸν οὐδενί, ἑτέρας δέ τινος οὐσίας τῆς κυκλοφορουμένης, καὶ ὅτι ἡ ὑπόληψις αὕτη καὶ τῶν προτέρων γέγονεν ἀνθρώπων, αὐτό γε τοῦτο διὰ τῶν προκειμένων κατασκευάζειν ἐπιχειρεῖ διὰ τῆς ἑτερότητος τοῦ ὀνόματος αὐτοῦ πρὸς τὰ λοιπά. ἀποδέχεται δὲ καὶ Ἀναξαγόραν οὕτως αὐτὸν ὀνομάζοντα, μέμφεται δὲ ὅτι παρὰ τὸ αἴθειν, τουτέστι καίειν, αἰθέρα καλεῖσθαι νενόμικε· τὰ γὰρ ἄνω, τουτέστι τὰ οὐράνια, πλήρη πυρὸς εἶναι λέγει. καίτοι γε οὐ μόνος αὐτός, ἀλλὰ καὶ Πλατῶν ταύτης ἐστὶ τῆς ὑπολήψεως ἐκ πυρὸς μὲν εἶναι τὰ ἄστρα λέγων, τὸν δὲ ὅλον οὐρανὸν ἐκ πλείστου μὲν πυρός, ὀλίγων δὲ τῶν ἄλλων. καὶ Ἡράκλειτος δὲ τῆς τοιαύτης ὑπολήψεως ἦν· οὐδεὶς δὲ τῶν πρὸ Ἀριστοτέλους ἑτέρας οὐσίας εἶναι σώματος τὸν οὐρανὸν εἰρηκὼς φαίνεται. τὴν αὐτῷ οὖν καινοτομηθεῖσαν δόξαν τοῖς πρὸ αὐτοῦ περιτίθησι μάτην. ἔστι δὲ μὴ παρὰ τὸ αἴθειν· καίτοι γε τὰ τῆς ἐτυμολογίας ἐγγίζει μᾶλλον ἐκείνῳ. τοῦτο δέ πως ἕτερον αὐτὸν δείκνυσι τῶν παρ’ ἡμῖν· οὐ γὰρ ἀπὸ τῆς οὐσίας ἡ τοῦ ὀνόματος θέσις, ἀλλ’ ἀπὸ τοῦ ἀεὶ κινεῖσθαι γέγονεν. οὐκ ἀναγκαίως | οὖν ἐκ τοῦ ὀνόματος ἕτερον εἶναι τὸν οὐρανὸν τῶν παρ’ ἡμῖν ὑπονοεῖν αὐτοὺς κατεσκεύασε. τὰς δὲ ἀπὸ τῆς κυκλοφορίας ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ διεσκευασμένας ἐπιχειρήσεις αὐτῷ τοῦ πέμπτης εἶναι σωμάτων οὐσίας τὸν οὐρανὸν ἐν ἑτέροις διελευσόμεθα.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
