# in Aristotelis Meteorologicorum librum primum commentarium 16.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/16.1

Ἀλλὰ μὴν οὐδ’ ἀέρος γε μόνου πλήρη· πολὺ γὰρ ἂν ὑπερβάλλοι τὴν ἰσότητα τῆς κοινῆς ἀναλογίας πρός τὰ σύστοιχα σώματα, κἀν εἰ δύο στοιχείων πλήρης ὁ μεταξὺ γῆς τε καὶ οὐρανοῦ τόπος ἐστίν· οὐδὲν γὰρ ὡς εἰπεῖν μόριον ὁ τῆς γῆς ἐστιν ὄγκος, ἐν ᾧ συνείληπται πὰν καὶ τὸ τοῦ ὕδατος πλῆθος, πρὸς τὸ περιέχον μέγεθος. Ἀνελὼν ὅτι μὴ πυρός ἐστι περιέχοντα τὴν γῆν καὶ τὸ ὕδωρ σώματα, μέτεισιν ἐπὶ τὸ δεῖξαι ὅτι μηδὲ μόνου ἀέρος ἅπαντα δυνατὸν εἶναι· πρῶτον μὲν οὖν, ὅτι χωλεύσει τὸ πᾶν μὴ ἔχον τὸ κάλλιστον καὶ ζῳογονικώτατον τῶν στοιχείων, λέγω τὸ πῦρ. τὸ γὰρ θερμὸν τῆς ζωῆς ἁπάντων ζῴων τε καὶ φυτῶν αἴτιον φαίνεται· πόθεν οὖν ἡ τοιαύτη φύσις ἐν ἡμῖν, εἰ μὴ τοὐ παντὸς ἦν καὶ τοῦτο στοιχεῖον, ὡς καὶ τῆς τῶν λοιπῶν μετειλήφαμεν ἰδιότητος; οὐ γὰρ ἐν τοῖς ἀτόμοις μὲν τὸ στοιχειῶδες εἶναί τις λέξειε πῦρ, ἐν τῷ παντὶ δὲ μηκέτι. εἰ γὰρ γῆς ὕδατός τε καὶ ἀέρος ὑπάρχουσιν ὁλότητες, πῶς οὐκ ἀνάγκη καὶ τοῦ στοιχειώδους εἶναι πυρὸς ὁλότητα; ποῦ γὰρ αἰ ξηραὶ καὶ καπνώδεις χωρήσουσιν ἀναθυμιάσεις; εἰ γὰρ τῶν ἄλλων ἕκαστον στοιχείων ἐκ τῶν ἀτόμων διακρινόμενον εἰς τὴν ὁλότητα χωρεῖ τὴν αὐτοῦ, ἡ μὲν γεώδης ὡς ἡ τέφρα εἰς γῆν καὶ ἡ ἀτμὶς εἰς τὸ ὕδωρ, δῆλον ὅτι καὶ αἱ ξηραὶ καὶ καπνώδεις ἀναθυμιάσεις, οἷαί εἰσιν αἱ ἐκ θυμιωμένων ἀναδιδόμεναι καὶ τῶν καιομένων ξύλων καὶ λίθων εἰς ὁλότητά τινα χωροῦσι πυρός. εἰ οὖν περὶ γῆν ὁλότης πυρὸς οὐ φαίνεται, λείπεται πάντως μετὰ τὴν τοῦ ἀέρος αὐτὴν συνεστάναι. τὸ γὰρ παρ’ ἡμῖν πῦρ οὐ στοιχειῶδες, ἀλλ’ ὡς ὁ κρύσταλλός ἐστιν ὑπερβολὴ ψυχροῦ καὶ ἡ τέφρα ξηροῦ πάλιν ἐστὶν ὑπερβολή, οὕτω τὸ διακονικὸν πῦρ, τὴν φλόγα λέγω τὴν παρ’ ἡμῖν, ὑπερβολὴ τοῦ στοιχειώδους ἐστὶ θερμοῦ. δεῖ οὖν πάντως ὁλότητα τοῦ στοιχείου εἶναι τούτου, ἥτις ἐστὶ τὸ ὑπέκκαυμα, καὶ ὥσπερ δύο βαρέων ὄντων, ὕδατός τε καὶ γῆς, τὸ βαρύτερον ὑπεχώρησε τῷ ἧττον τοιούτω, οὕτω καὶ δύο κούφων ὄντων, ἀέρος τε καὶ πυρός, τὸ κουφότερον τῷ ἧττον ἐπεπόλασε τοιούτῳ. πᾶσα οὗν ἀνάγκη μετὰ τὸν ἀέρα τὴν τοῦ στοιχειώδους πυρὸς ὑπάρχειν ὁλότητα. οὕτω μὲν οὖν ἡμεῖς· ὁ δ’ Ἀριστοτέλης ἐκ τοῦ μηδεμίαν εἶναι συμμετρίαν πρὸς τὰ λοιπὰ τοῦ ἀέρος, εἰ οὕτως ἔχει, ποιεῖται τὸν ἔλεγχον. οὐδεμίαν γὰρ ἰσότητα σχήσει πρὸς αὐτά, φησίν, εἴπερ ἡ πᾶσα γῆ μετὰ τοῦ συνειλημμένου ὕδατος σημείου καὶ κέντρου λόγον ἔχουσα δέδεικται πρὸς τὸ πᾶν· ὥστε ὑπερβάλλει τὴν συμμετρίαν τῶν ἄλλων ὁ ἀήρ, ὅπερ ἄτοπον· τὸ πᾶν γὰρ οὕτως ἀπολεῖται, μᾶλλον δὲ οὐδὲ συστήσεται ἰὴν ἀρχήν. ἡ γὰρ τῶν στοιχείων συμμετρία καὶ τοῦ γενέσθαι καὶ τοῦ τὰ γενόμενα σώζεσθαι ὡς ὕλη αἰτία ἐστίν, ὡς καὶ τὰ ἐξ αὐτῶν συνεστῶτα δηλοῖ σώματα· εἰ γὰρ ὑπερβάλοι τούτων ὁτιοῦν ἐν ἡμῖν, λύσις εὐθὺς τοῦ συνεστῶτος γίνεται· νόσοι γὰρ ἐντεῦθεν ἡμῖν παρακολουθοῦσι καὶ θάνατοι. τὸ αὐτὸ δ’ ἂν ἄτοπον συμβαίνοι, φησί, καὶ εἰ ἐκ δύο στοιχείων ἀέρος καὶ πυρὸς εἴη τὸ διάστημα τὸ μετὰ τὴν γῆν ἄχρι τοῦ ἐσχάτου οὐρανοῦ. οὐδὲν γὰρ ἧττον ἡ ἀσυμμετρία τούτῳ πρὸς τὰ λοιπὰ δύο γῆν καὶ ὕδωρ δειχθήσεται· μεταβαλεῖ γὰρ ἅπαν τὸ ὑπερέχον πρὸς ἑαυτὸ τὰ λοιπά, καὶ οὕτως ὁ κόσμος φροῦδος ἔσται. μεταξὺ δὲ γῆς καὶ οὐρανοῦ τόπον εἶπε, φησὶν ὁ Ἀλέξανδρος λέγων καλῶς, τὸν μεταξὺ τῆς γῆς καὶ τῆς ἐξωτάτω περιφορᾶς· οὐρανὸν γὰρ τὴν ἀπλανῆ σφαῖραν ὠνόμασεν. οὐκοῦν καὶ ὅτε ἐζήτει, εἰ πῦρ καθαρὸν εἴη τὸ μεταξὺ τῆς γῆς καὶ τῶν ἄστρων, οὐ τὸν μέχρι τῆς σελήνης ἔλεγεν, ἀλλὰ τὸν ἀπὸ γῆς μέχ‘ρι τῆς ἀπλανοῦς. δῆλον δέ φησιν ὁ Ἀλέξανδρος ὅτι ἀέρος καὶ πυρὸς ὑποτιθέμενος εἶναι τοῦτο τὸ διάστημα τὴν ἀπλανῆ σφαῖραν προσνέμοι ἂν τῷ πυρί· οὕτω δ’ ἂν καὶ τὰ λοιπὰ τῷ ἀέρι προσάψειεν. ἀλλ’ οὐδ’ εἰ αἱ σφαῖραι μὲν ἐξ ἀέρος ἦσαν μόνου καὶ τὸ λοιπὸν τὸ μέχρι τῆς γῆς, μόνα δὲ τὰ ἄστρα ἐκ πυρός, ἐνεδέχετο ἂν τὴν πρὸς τὰ λοιπὰ σώζεσθαι συμμετρίαν· ἀπειροπλασίων γὰρ ὕδατος καὶ γῆς ὁ τοῦ πυρὸς ὑπῆρχεν ὄγκος, εἴ γε μόνος ὁ ἥλιος ἑκατονταεβδομηκονταπλασίων ἐστὶ τῆς γῆς. τί ἂν οὑν εδρασε μετὰ τῶν λοιπῶν ἄστρων, εἰ πύριος ἢν;

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
