# in Aristotelis Meteorologicorum librum primum commentarium 19

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/19

Διαφέρει δ’ οὐδὲν οὐδ’ εἴ τις φήσει μὲν μὴ γίγνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι· καὶ τοῦτον γὰρ τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ κἂν εἰ γενόμενα ἐξ ἀλλήλων ὑπῆρχε. Πρὸς Ἐμπεδοκλέα νένευκεν αὐτῷ τὰ λεγόμενα· ἐκεῖνος γὰρ ἀμετάβλητα μὲν εἰς ἄλληλα τὰ στοιχεῖα μένειν ἔλεγεν, ὡς ἐν τῷ δευτέρῳ τοῦ Περὶ γενέσεως ἐλέγχων αὐτοῦ τὴν δόξαν ὁ φιλόσοφος ἔγραψεν, ἴσα μέντοι εἶναι κατὰ τὰς δυνάμεις ἀλλήλοις ἅπαντα. ἐπεὶ οὗν αὐτὸς ἐκ τῆς εἰς ἄλληλα τούτων μεταβολῆς τὴν προκειμένην ὑπόθεσιν ἤλεγξεν, Ἐμπεδοκλῆς δὲ οὐ μεταβάλλειν εἰς ἄλληλα ταῦτα βούλεται, οὐδὲν διαφέρειν τοῦτό φησι πρὸς τὸν ἔλεγχον τῶν ὑποθέσεων, ἐν ὅσῳ τὰ τῆς δυνάμεως αὐτῶν ἴσα φησὶν εἶναι, δηλονότι καὶ τῶν ὄγκων αὐτῶν ἀναλογίαν ἐχόντων πρὸς ἀλλήλους. εἰ οὖν κατὰ τὴν ὑπόθεσιν ἑνὸς ἢ δύο στοιχείων τὸ μεῖά τὴν γῆν εἴη μέχρι τῆς ἀπλανοῦς, οὐχ ἔξει συμμετρίαν πρὸς τὴν γῆν ὁ τοῦ ἑνὸς ἢ τῶν δύο στοιχείων ὄγκος, ὡς τῶν δυνάμεων τοῖς ὄγκοις δηλονότι συναυξομένων. ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ κέραμον ὕδατος ἐκ τῆς Μαιώτιδος λίμνης ἀρύσαις, ἀνάγκη τοῦ ἀρυσθέντος ὕδατος τοσοῦτον ταῖς δυνάμεσιν ὑπερέχειν, τῇ ὑγρᾶ λέγω καὶ τῇ ψυχρᾷ, τὸ τῆς λίμνης ἅπαν ὕδωρ, ὅσον καὶ τῷ ὄγκῳ τοῦ μεγέθους ὑπερβέβηκεν· οὐδὲ εἰ δαλὸν ἕνα πυρκαιᾶς ἀφέλῃς μεγίστης, δεῖ τοσοῦτον αὐτοῦ θερμοτέραν εἶναι τὴν ὅλην πυρκαιάν, ὅσον ἐστὶ τῷ μεγέθει μεῖζον τοῦ ἀφαιρεθέντος. ὁμοίως καὶ ἐπὶ ὄξους φέρε καὶ οἴνου λευκοῦ τε σώματος ἢ μέλανος καὶ τῶν παραπλησίων ἁπάντων· ἐν οὐδενὶ γὰρ τούτων τοῦ ἀφαιρεθέντος ἐξ αὐτῶν μορίου ἀνάγκη μεῖζον εἶναι τὸ ὅλον ταῖς δυνάμεσι τοσοῦτον, ὅσον καὶ τῷ ὄγκῳ μεῖζόν ἐστι τὸ ὅλον τοῦ μέρους.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
