# in Aristotelis Meteorologicorum librum primum commentarium 20

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/20

Ὅτι μὲν οὖν οὔτε ἀὴρ οὔτε πῦρ συμπεπλήρωκε μόνον τὸν μεταξὺ τόπον, φανερόν ἐστι· λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν, πεῖν, πῶς τέτακται τὰ δύο πρὸς τὴν τοῦ πρώ τοῦ σώματος θέσιν, λέγω δ’ ἀέρα τε καὶ πῦρ, καὶ διὰ τίν’ αἰτίαν ἡ θερμότης ἀπὸ τῶν ἄνωθεν ἄστρων γίνεται τοῖς περὶ τὴν γῆν τόποις. περὶ ἀέρος οὖν εἰπόντες πρότερον, ὥσπερ ὑπεθέμεθα, λέγωμεν οὕτω καὶ περὶ τούτων πάλιν. Δύο τινὰ προθεὶς ἐν τοῖς ἔμπροσθεν εἰς ἐξέτασιν, πρῶτον μὲν ἐκ ποίων καὶ ἐκ πόσων σωμάτων ὁ τόπος ὁ μεταξὺ τῆς γῆς καὶ τῆς κυρτῆς ἐπιγιγνόμενα φανείας τῆς ἀπλανοῦς συμπεπλήρωται, πότερον ἐκ μόνου πυρὸς ἢ ἀέρος μόνου ἡ ἐξ ἀμφοῖν ἢ μετὰ τούτων καὶ ἐκ τρίτου τινὸς ἑτέρου, δεύτερον δὲ ποίαν ἔχουσι τάξιν πρὸς ἄλληλα τὰ μεταξὺ σώματα ταῦτα (τὴν γὰρ τῆς γῆς καὶ. τοῦ ὕδατος οὐσίαν καὶ τὸν ἐξ ἀμφοῖν ἕνα συντελούμενον ὄγκον ἐξ αὐτῆς ὁμολογούμενον ἔχομεν τῆς αἰσθήσεως), καὶ ὅτι οὔτε ἐκ μόνου πυρὸς οὔτε ἐκ μόνου ἀέρος οὔτε ἐκ τῶν δύο μόνων, ἀλλ’ ἐκ τούτων τῶν δύο καὶ τρίτου μετὰ ταῦτα, καὶ περὶ τοῦ πέμπτου σώματος συμπεριλαβὼν τοῖς ἐλέγχοις, καὶ ὡς οὐχὶ τὰ μὲν ἄστρα ἐκ μόνου πυρός, αὐτὰ δὲ τὰ χύματα τῶν σφαιρῶν ἐξ ἀέρος, ἐπὶ τὸ δεύτερον νυνὶ πρόβλημα μέτεισιν. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι τὸ οὐράνιον ἅπαν οὔτε πῦρ ἐστιν οὕτε ἀήρ, εἰκότως ζητεῖ, πῶς ἔχουσι πρὸς τοῦτο τάξεως τὰ λοιπὰ δύο πῦρ καὶ ἀήρ, καὶ εἰ μὴ πύριά ἐστι τὰ οὐράνια σώματα, πόθεν ἡ ἐξ αὐτῶν εἰς τὰ τῇδε γενομένη θερμασία. πρῶτον δὲ τὸν περὶ τοῦ δευτέρου ποιεῖται λόγον ἐντεῦθεν ἀρχόμενος.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
