# in Aristotelis Meteorologicorum librum primum commentarium 21.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/21.1

Εἰ δὴ γίνεται ὕδωρ ἐξ ἀέρος καὶ ἀὴρ ἐξ ὕδατος, διὰ τίνα ποτὲ αἰτίαν οὐ συνίσταται νέφη κατὰ τὸν ἄνω τόπον; προσῆκε γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος διὰ τὸ μήθ’ οὕτω πλησίον εἶναι τῶν ἄστρων θερμῶν ὄντων μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἳ κωλύουσι πλησίον τῆς συνίστασθαι νέφη διακρίνουσαι τῇ θερμότητι τὰς συστάσεις. Πρὶν διδάξαι ποίαν ἔχουσι τάξιν ὁ ἀήρ τε καὶ τὸ πῦρ, τὴν προκειμένην ἐκίνησεν ἀπορίαν ὡς εἰς τὸ ζητούμενον αὐτῷ χρησιμεύουσαν· ἅμα γὰρ τῇ λύσει ταύτης καὶ ἡ τάξις εὐθὺς τῶν εἰρημένων δύο στοιχείων συναναφαίνεται. ἔστι δ’ ἡ ἀπορία τοιαύτη· εἰ δέδεικται, φησίν, ὡς εἰς ἄλληλα τὰ τέσσαρα μεταβάλλει στοιχεῖα (δέδεικται γὰρ ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς), καὶ διὰ τοῦτο καὶ τὸ ὕδωρ μανούμενον ἀὴρ γίνεται καὶ τοὔμπαλιν πυκνούμενος ὁ ἀὴρ γίνεται ὕδωρ, καὶ οὐχὶ τινὰ μὲν αὐτῶν μόρια τοῦτο πάσχει τινὰ δὲ οὔ, ἀλλ’ ὁτιοῦν ἄν αὐτῶν ληφθείη μέρος πέφυκε μεταβάλλειν εἰς θάτερον, διὰ τί μὴ συνίσταται νέφη ἐν τῷ πολὺ τῆς γῆς ὑπερανεστηκότι τόπῳ; ὅτι γὰρ οὐ συνίσταται, ἐκ τῆς μακρᾶς ἱστορίας | ἐστὶ δῆλον. τὰ γὰρ ὑψηλότατα τῶν ὀρῶν ὑπερνεφῆ τέ ἐστι καὶ ὑπερήνεμα. τέφραν γὰρ ἔν τισι τούτων ἀποθέμενοί τινες ἢ καὶ ἐκ θυσιῶν τῶν ἐν ἐκείνοις γινομένων ἀπολελοιπότες, μετὰ πλείστους ἐνιαυτοὺς περιεργασάμενοι κειμένην εὗρον αὐτὴν οὕτως ὡς ἔθεσαν. καὶ ἐν Κυλλήνῃ δέ, φασίν (Ἀρκαδίας δ’ ὄρος ἐστὶ τοῦτο λίαν ὑψηλόν) θύσαντές τινες ἐν τῷ ἐπιόντι θέρει πάλιν θῦσαι ἀνελθόντες ἔτι τὴν τέφραν τῶν ἱερείων οὕτω ὃς εἰ κειμένην εὗρον μήτε ὑπ’ ὄμβρων κατακλυσθεῖσαν μήτε ὑπὸ πνευμάτων διεσκεδασμένην. ἱστορεῖ δὲ Πλούταρχος καὶ γράμματα μείναι εἰς ἑτέραν τῶν ἱερείων ἀνάβασιν ἐκ τῇς προτέρας ἐν τῷ Ὀλύμπῳ τῷ Μακεδονικῷ. ἀλλὰ καὶ οἱ τὰ τοιαῦτα τῶν ὀρῶν διοδεύοντες, ὡς καὶ ἐμοὶ τις τὸν Ὅλυμπον διοδεύσας ἔλεγε, κατωτέρω τῆς πορείας αὐτῶν τὰς τῶν νεφῶν γινομένας συστάσεις καὶ ὑετὸν συνιστάμενον ἀστραπῶν τε ἐλλάμψεις καὶ κτύπου βροντῶν ἤκουον φερομένου κάτωθεν, καὶ ἁπλῶς ὅσα συμβαίνουσιν ἐκ τῆς τῶν νεΦῶν συγκρίσεως καὶ ἡμῖν ἄνω γινόμενα φαίνεται, ἐκείνων κατωτερω συνίστανται. καίτοι γε οὐδὲ πολύ τι τῆς γῆς τὰ ὑψηλότατα τῶν ὀρῶν ὑπερῆρται· οἱ γὰρ τῆς μηχανικῆς ἐπιστήμονες τέχνης δία τῶν ὀργάνων, δι᾿ ὧν τὰ ὄρη μετρεῖν εἰώθασιν, εὑρόντες τούτων τὰ ὕψη τὰ μέγιστά φασι τῶν ὀρῶν δέκα καὶ δύο σταδίων ἔχειν τὴν κάθετον· τίς οὖν ἀποκλήρωσις τινὰ μὲν τοῦ ἀέρος μόρια μεταβάλλειν εἰς ὕδωρ, τινὰ δὲ μή; εἰ γὰρ πᾶν μόριον ὕδατος εἰς ἀέρα μεταβάλλειν ἐξατμιζόμενον δύναται, καὶ πὰν ἄρα μόριον ἀέρος πυκνούμενον γενήσεται ὕδωρ. ἴσα γὰρ ἀνάγκηι ταῖς δυνάμεσιν εἰναι τὰ στοιχεῖα· ὑπερβάλλοντος γὰρ τῶν ἐναντίων θατέρου τὸ λοιπὸν ἅπαν εἰς αὐτὸ μεταβαλεῖ τῷ χρόνῳ, καὶ τὸ πᾶν οἰχήσεται, ἕνος τῶν ἐξ ὧν ἔχει τὸ εἶναι λυομένου. καίτοι, φησί, προσῆκον ἦν μᾶλλον ἐν τῷ τόπῳ τούτῳ, τὴν τῶν νεφῶν γίνεσθαι σύστασιν ὡς ψυχροτέρῳ τοὐ τε ὑπερκειμένου αὐτῶν ἀέρος τοῦ πλησιάζοντος τοῖς ἄστροις καὶ τοῦ περὶ τὴν γῆν αὐτήν, οὔτε τῶν ἄστρων ἐγγὺς ὄντων θερμῶν ὄντων, ὥς τισιν ἔδοξε, καὶ τῇ θερμότητι διαλυόντων τὴν σύστασιν οὔτε πλησίον τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων, αἵτινες κωλύουσι περὶ τὴν γῆν νέφη συνίστασθαι. ὡς γὰρ ἐν κέντρῳ τινὶ συνελθοῦσαι τῇ γῇ πλείονες ἀκτῖνες, εἶτα πάλιν ἀνακλώμεναι μᾶλλον ἀλλήλαις πλησιάζουσι καὶ τὸν ἐναπειλημμένον καθ᾿ ἑκάστην κλάσιν ἀέρα τῇ κινήσει θερμαίνουσι καὶ συστῆναι κωλύουσιν εἰς νέφη· εἴ τι γὰρ καὶ συμπιληθείη τούτου, ῥᾳδίως αὐτὸ διακρίνουσι τῇ παρατρίψει θερμαίνουσαι. ὅτι γὰρ ἡ κίνησις θερμαίνει, προφανὲς ἅπασι· οἷό καὶ τῶν βελῶν τῶν μετὰ πολλῆς ῥύμης ἐκπεμπομένων ὁ μόλιβδος ὁ, τὰς ἀκίδας συνέχων τακεὶς ἢ ἁπλῶς ἡ κόλλα διαπίπτειν αὐτὰς ποιεῖ, εἰ μη νευροις εἶεν συνδεδεμέναι. ἐκεῖ γὰρ τὰ νέφη συνίστανται, φησίν, ὲν ᾦ προιούσης τῆς ἀνακλάσεως εἰς ἀχανὲς αἱ ἀκτῖνες ἀλλήλων διίστανται πλεῖστον ἀέρα μεταξὺ διαλαμβάνουσαι καὶ διὰ τοῦτο δυσπαθῆ τῳ θερμῷ. εἰκὸς οὖν ἐκεῖ τὰ νέφη συνίστασθαι· δέδεικται γὰρ ἐν τοῖς ὀπτικοῖς ὅτι αἱ των ἀκτίνων κλάσεις κατ’ ἴσας τὰς ἑκατέρωθεν γίνονται γωνίας, διόπερ ἐξαπλοῦσθαι συμβαίνει προιούσας τὰς ἀνακλωμένας. ἀλλὰ καὶ ἐν τοῖς κατόπτοροις αἱ προσπίπτουσαι τῶν ὄψεων ἀκτῖνες καὶ διὰ τὸ λεῖον ἐξ αὐτῶν ἀνακλώμεναι παλινδρομοῦσιν ὅθεν ἐξεληλύθασι· διόπερ ἑαυτοὺ‘ς ὁρῶντες ἄλλο τι ὁρᾶν ἐν τοῖς κατόπτροις νομίζομεν, τῆς κρίσεως τῶν ὁρατῶν κατ᾿ ἀυτὴν γινομένης τὴν ἐκ τῆς κλάσεως ἐν τῷ ἐσόπτρῳ συνισταμένην γωνίαν, καὶ διὰ τοῦτο τὸ ἔξω φανὲν εἴδωλον ἔνδον ἐν τῷ κατόπτρῳ εἶναι δοκεῖ. καὶ ἐπειδὴ κατ’ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἡ κλάσις γίνεται, εἰ μὲν τὰ ὑπὲρ κεφαλῆς ἡμῶν ἰδεῖν ἐθέλοιμεν, πρὸ ποδῶν τὸ κάτοπτρον ὕπτιον θέντες καὶ ἀποβλέψαντες εἰς αὐτὸ τὴν ὀροφὴν ὁρῶμεν, τῶν ἀκτίνων τῆς ὄψεως κατ’ ἀμβλείας τὰς ἑκατέρωθεν κλωμένων γωνίας, ὀξεῖαν δὲ τὴν μεταξὺ ποιουσῶν καὶ οὕτως εἰς ὕψος ἀναφερομένων διὰ τὸ τὴν κλάσιν μὴ χωρεῖν ἐφ’ ἑκατέρα πλατυνομένην· εἰ δὲ τὰ κοῖλα καὶ κάτω βουληθείημεν ἰδεῖν, εἰς ὕψος τὸ κάτοπτρον ἀνατείναντες ἀποβλέπομεν εἰς αὐτό· κλώμεναι δὲ πάλιν αἱ ὄψεις ὁμοίως ταῖς πρώταις ἐπὶ τὸ κάτω χωροῦσιν, ὡς καὶ τὰ ἐν βάθει κατοπτεύειν ἡμᾶς ἐν τῷ ἐνόπτρῳ δοκοῦντα φαίνεσθαι. εἰ δὲ ὕπτιον ὡς ἀπὸ τῆς ὄψεως νεῦον ἐπὶ τὸ ἔδαφος τὸν νῶτον σχηματισθείη τὸ κάτοπτρόν, ἀνακλωμένων τῶν ὄψεων καὶ ὀξείας τὰς ἑκατέρωθε ποιουσῶν, εἰς ἀμβλεῖαν δὲ τὴν μέσην εὐρυνομένων ἐν τῇ προόδῳ τῶν ἀκτίνων ἑκατέρωθεν, τὰ κατωτέρω μὲν ὀλίγον ἡμῶν, ἐφ’ ἑκάτερα δὲ καὶ ἔμπροσθεν κείμενα βλέπομεν. τούτων τὰς αἰτίας ἐγνωκότες οἱ τῶν τοιούτων ἐπιστήμονες πολλὰς ἰδέας κατόπτρων ἐπινενοήκασι, δεξιοφανῆ τε καὶ ἐξωφανῆ καὶ τήν † τε συναντίστροφον δεικνύντα τῇ κεφαλῇ, καὶ ἕτερα πλεῖστα· πρὸς γὰρ τὰς ποικίλας τῶν ὄψεων ἀνακλάσεις τὰ κάτοπτρα τῇ διαπλάσει σχηματίσαντες τὰ τοιαῦτα δοκοῦσι θαυματουργεῖν. ἀλλὰ περὶ μὲν τούτων λεγόντων οἱ περὶ τὰ τοιαῦτα· πρὸς δὲ τὴν παροῦσαν χρείαν αὐταρκῶς εἴρηται τὴν αἰτίαν δείξασι δι’ ἣν οὔτε ἐν τοῖς περιγειοτέροις οὔτε ἐν τοῖς πολὺ διεστῶσι τῆς γῆς νέφη συνίστανται.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
