# in Aristotelis Meteorologicorum librum primum commentarium 22

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/22

Ἤ οὖν οὐκ ἐξ ἅπαντος τοῦ ἀέρος πέφυκεν ὕδωρ γίνεσθαι, ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, ὁ περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν ἀλλ᾿ οἶον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ. Ὡς ἐν ἀπορίᾳ δείξας ὅτι μὴ ἐκ παντὸς ἀέρος αἱ τῶν νεφῶν γίνονται συστάσεις, ὅπερ ἄν τις εἶπε προχείρως ὑπαντῶν πρὸς τά εἰρημένα, τοῦτο τίθησι καὶ διελέγχει. εἴποι γὰρ ἄν τις, ὡς εἰ μὴ παν|ταχῇ συνίστανται τὰ νέφη, οὐ πᾶς ὁ ἀὴρ πέφυκε μεταβάλλειν εἰς ὕδωρ. τοῦτο δὲ ἀποκληρωτικόν τε καὶ ἄλογον καὶ ἐν τοῖς ἔμπροσθεν ἐληλεγμένον θήσει· ὁμοίως γὰρ ἐκ παντὸς ὕδωρ γενέσθαι δυνατὸν διὰ τὸ μίαν εἶναι τοῦ παντὸς ἀέρος τὴν φύσιν, ἢ οὐκ ἔστι καθαρὸς ὁ περὶ τὴν γῆν ἀήρ, ἐν ᾧ τὰ νέφη συνίσταται, οὐδὲ τοιοῦτος οἷος ὁ ἀνωτάτω, ὲν ᾧ μὴ γίνεται νέφη, ἀλλ’ οἷον ἀτμίς, ἐξ ἧς τὰ νέφη συνίσταται, καὶ τὸ ὅλον τοῦτο ὑδατώδης ἀήρ. μέση γάρ ἐστιν ἀέρος καὶ ὕδατος ἡ ἀτμίς, ὁδὸς οὖσα καὶ οἷον γένεσις ἐκ θατέρου εἰς θάτερον, ἐξ ἀέρος μὲν εἰς ὕδωρ παχυνομένου (τοῦτο δ᾿ ἐστιν ἡ ἀτμίς, παχὺς ἀήρ) ἐξ ὕδατος δὲ πάλιν εἰς ἀέρα λεπτυνομένου· ἡ γὰρ ἀτμὶς ὕδατος μέν ἐστι λεπτοτέρα, ἀέρος δὲ παχυτέρα. διὰ τί δὲ ὁ τῆς γῆς αὐτῆς κατὰ συνέχειαν ἁπτόμενος οὐκ ἐκνεφοῦται, καίτοι γε καὶ αὐτὸς ἀτμιδώδης ὤν, ἔφθασε τὴν αἰτίαν ἀποδοὺς τὴν ἐκεῖ γινομένην τῶν ἀκτίνων ἀνάκλασίν· τ.ε καὶ πύκνωσιν ἐκθερμαίνουσαν αὐτὸν καὶ διαλύουσαν. ταύτην δὲ τὴν ἐπίλυσιν πάλιν ἐλέγχων οὕτω γέγραφεν·

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
