# in Aristotelis Meteorologicorum librum primum commentarium 23

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/23

Ἀλλὰ μὴν εἰ τοσοῦτος ὢν ὁ ἀὴρ ἅπας ἀτμίς ἐστι, δόξειεν ἄν πολὺ ὑπερβάλλειν ἡ τοῦ ἀέρος φύσις καὶ ἡ τοῦ ὕδατος, εἴπερ τά τε διαστήματα τῶν ἄνω πλήρη ἐστὶ σώματός τινος, καὶ πυρὸς μὲν ἀδύνατον διὰ τὸ κατεξηράνθαι ἄν τἆλλα πάντα, λείπεται δ’ ἀέρος τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος· ἡ γὰρ ἀτμὶς ὕδατος διάκρισίς ἐστι. Καλῶς ἐνταῦθά φησιν ὁ Ἀλέξανδρος ἐνδεῖν τῷ ἅπας ὁ ἀὴρ τὸ ὁ περὶ τὴν γῆν, ἵν’ ἡ ἅπας ὁ περὶ τὴν γῆν ἀήρ· περὶ τούτου γὰρ εἶπεν. ὁ, περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς· ἐντεῦθεν γὰρ καὶ ἡ ἀπορία προῆλθε, διὰ τί μὴ ἐν ἑκάστῳ μέρει τοῦ ἀέρος νέφη συνίστανται, ἀλλ᾿ ἐν μόνῳ τῷ περὶ τὴν γῆν. εἰ οὗν 6 μὲν περὶ τὴν γῆν ἅπας ἀτμίς ἐστι, ταὐτὸν δὲ εἰπεῖν ὕδωρ λεπτομερὲς καὶ οὐ διακεκριμένον, ὁ δὲ ὕπερ τοῦτον καθαρὸς ἀήρ, πρὸς τούτῳ δὲ καὶ τὸ μεταξὺ τῶν ἄστρων σῶμα, ταὐτὸν δὲ εἰπεῖν τὸ τῶν ὀκτὼ σφαιρῶν ἅπαν διάστημα πάλιν ἐστὶν ἀήρ (πῦρ γὰρ εἶναι τοῦτο τῶν ἀδυνάτων ἐδείχθη· κατεφλέχθη γὰρ ἂν ἤδη πάντα τῇ τοῦ μεγέθους ἀσυμμετρίᾳ) τούτων οὕτως ἐχόντων ὑπερβ.άλλει τὴν πρὸς‘ τὰ λοιπὰ τρία συμμετρίαν ὁ ἀήρ τε καὶ τὸ ὕδωρ. ἀὴρ μὲν γὰρ τὸ, τέ ὕπερ τὰ νέφη πᾶν ἐστι καὶ τὸ τῶν σφαιρῶν σῶμα πᾶν· τὸ δὲ ὕδωρ οὐχ ἄπαντα ὑπερβάλλει, ἀλλὰ μόνην τὴν γῆν, ἐπεὶ καὶ τὸ ἀπὸ τῶν νεφῶν μέχρι τῇς γῆς ὕδωρ ἐστὶ λεπτομερές (τοιοῦτον γὰρ ἡ ἀτμίς). καὶ τὸ ἔνι τοῖς κοιλώμασιν αὐτῆς ἐναπειλημμένον. τοσοῦτον ὑπάρχον ὕδωρ ὑπερβάλλει τῇ δυνάμει τε καὶ τῷ ὄγκῳ τὴν γῆν· τὸ γὰρ πῦρ οὐχ ὑπερέξει, εἴπερ ἅπαντα εἴη τὰ ἄστρα πυρός. οὐκοῦν ὁ μὲν ἀὴρ ὑπερβάλλει πάντα, τὸ δὲ ὕδωρ μόνην τὴν γῆν, τὸ δὲ πῦρ οὐ πρὸς μόνην ἀσύμμετρον ἔστι την γην, εἶπέρ καὶ μόνος ὁ ἥλιος αὐτῆς ἐστιν ἑκατονταεβδομηκονταπλασίων, ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀσύμμετρον ἔσται· τί γὰρ ἄν εἴη τὸ μέχρι τῆς τῶν νεφῶν συστάτὸ ὕδωρ μετὰ τοῦ ἐναπειλημμένου τῇ γῇ πρὸς τὰ τηλικαῦτα καὶ τοσαῦτα μεγέθη τῶν ·ἄστρων, εἴπερ καὶ τῶν ἄλλων τινὰ τῆς γῆς ἅμα καὶ τοῦ συναπειλημμένου ὕδατος ἐδείχθη μείζονα; καὶ τουτο οὖν διαλυσάμενος ἐπὶ τὰ δοκοῦντα αὐτῷ μέτεισιν ἐντεῦθεν. ἡ δὲ λύσις τῆς προκειμένης ἀπορίας οὐ μόνον αὐτὸ τοῦτο διαρθρώσει τὸ πρόβλημα, ἀλλὰ καὶ πρὸς τὰ μέλλοντα λέγεσθαι φανεῖται χρήσιμος.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
