# in Aristotelis Meteorologicorum librum primum commentarium 24.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/24.1

Περὶ μὲν οὖν τούτων ἠπορήσθω τοῦτον τὸν τρόπον· 82v ἡμεῖς δὲ λέγωμεν ἅμα πρός τε τὰ λεχθησόμενα διορίζοντες καὶ 35 πρὸς τὰ νῦν εἰρημένα. τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε 5 τὸ μὲν καθαρώτερον εἶναι τὸ δ’ ἧττον εἰλικρινές, καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ τὴν γῆν κόσμον. Πάλιν τῶν ἤδη λεχθέντων ἡμᾶς ὑπομιμνήσκει, λέγω δὴ τίς τῶν οὐρανίων ἐστὶν ἡ οὐσία· τοῦτο γὰρ λαβὼν ἐξ αὐτοῦ συνάγει καὶ τὰ περὶ τῆς τάξεως τοῦ πυρός τε καὶ τοῦ ἀέρος, ἅπερ ἐδείχθη μετὰ τὸ κυκοφορούμενον ἐφεξῆς ὄντα. ἡμεῖς γάρ, φησί, τὸ ἀπὸ τῆς ἀπλανοῦς μέχρι τῆς σελήνης (ἐσχάτη γὰρ αὕτη τῶν κυκλοφορουμένων, ὅθεν ἐπιπροσθεῖ τοῖς ἄλλοις ἅπασιν ὑποτρέχουσα τούτων ἕκαστον, τὸν τῆς Ἀφροδίτης, τὸν τοῦ Ἑρμοῦ, τὸν ἥλιον τὸν ἥλιον αὐτὸν καὶ τοὺς λοιπούς) τοῦτο οὖν ἅπαν τὸ κυκοφορούμενον σῶμα οὔτε πύριον εἶναί φαμεν οὔτε ἀέριον, ἀλλ’ ἑτέρας παρὰ ταῦτα κυκλοφορικῆς σώματος οὐσίας, ὡς δέδεικται μὲν ἤδη, ὑπομιμνήσκομεν δὲ καὶ νῦν. ἀλλ’ ἐν αὐτῷ γε τούτῳ, φησί, διαφορὰς πλείους εὑρίσκομεν. καὶ γὰρ τὰ ὑπὸ σελήνην μιᾶς μέν εἰσι τῆς ἰθυφορικῆς οὐσίας, διαφοραὶ δὲ τούτοις ἐπιγενόμεναι τὰ μὲν ἀνώφορα τὰ δὲ κατώφορα πεποιήκασι, καὶ ἐν αὐτοῖς τούτοις τὰ μὲν θᾶττον τὴν αὐτὴν τὰ δὲ βραδύτερον κινεῖται· ἄνω μὲν πῦρ ἀέρος ἐστὶ ταχύτερον, κάτω δὲ τοῦ ὕδατος ἡ γῆ, καὶ ταῦτα οὐκ ἄνευ φυσικῆς γέγονε διαφορᾶς. οὕτως οὖν καὶ ἐπὶ τῶν οὐρανίων, εἰ καὶ πᾶσι τὸ κυκλοφορούμενον ὑπόκειται σῶμα, ἀλλὰ πάλιν διαφοραί τινες οὐσιώδεις ἄλλοις ἄλλαι προσελθοῦσαι ἐποίησαν τὰ μὲν τὴν ἐπὶ τὰ ἡγούμενα κινεῖσθαι, τὰ δὲ τὴν ἐπὶ τὰ ἑπόμενα, καὶ ταύτην τὰ μὲν θᾶττον τὰ δὲ βραδύτερον· πάλιν τὰ μὲν αὐτῶν λαμπρότερά τέ ἐστι καὶ εἰλικρινέστερα, τὰ δὲ ἧττόν ἐστι τοιαῦτα. μάλιστα δέ, φησίν, ἡ μείωσις τούτων γίνεται ἐν τοῖς καταλήγουσιν εἰς τὸν ἀέρα καὶ τὸν περὶ γῆν κόσμον, ἀέρα καλῶν κατὰ τὴν τῶν πολλῶν | ὑπόνοιαν πᾶν τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης, ὅτι μὴ διακρίνειν τῇ ὄψει τούτου δυνάμεθα τὰς διαφοράς, καὶ ὅτι μήπω δέδειχε νῦν ἣν ἔχουσι πρὸς ἄλληλα τάξιν καὶ πρὸς τὸ ἄνω σῶμα τὸ πῦρ τε καὶ ὁ ἀήρ. καὶ τοῦτο λίαν ἀκολούθως τοῖς οὐρανίοις ὑπάρχειν εὔλογον· ὡς γὰρ τῆς γῆς ἐσχάτης οὔσης τὸ μετ’ αὐτὴν ὕδωρ εὐειδέστερόν ἐστιν αὐτῆς καὶ καθαρώτερον, καὶ τούτου πάλιν ὁ ἀήρ, καὶ τοῦ ἀέρος τὸ ὑπέκκαυμα, εὔλογον ἐκ τούτων ἀνιόντας καὶ ἐπὶ τῶν οὐρανίων τὴν αὐτὴν νομίζειν γίνεσθαι πρόοδον ἐπὶ τὸ εἰλικρινέστερον τῶν ἄνω χωρούντων ἀεὶ καὶ θειότερον. καὶ τοῦτο καὶ ἐκ τῆς σελήνης τεκμαίρεσθαι μάλιστα δεῖ, ἥτις οὐδὲ τὸ φῶς ἴδιον ἔχει, ἀλλ’ ἐξ ἡλίου πᾶν ἄλλοτε κατ’ ἄλλο τι μέρος αὐτῆς ἐρανιζόμενον· τὸ γὰρ οἰκεῖον αὐτῆς καὶ οὐσιῶδες φῶς ἐν ταῖς ἐκλείψεσιν ὁρᾶται λίαν ἀμυδρόν τι καὶ ἀνθρακῶδες καὶ τῶν ἄστρων πάντων ἔλαττον, ὡς ἐν αὐτῇ τῶν οὐρανίων ἀποπερατουμένων. ὅτι δὲ καὶ τῶν ἀστέρων ἄλλος διενήνοχεν ἄλλου μεγέθει τε καὶ φωτὶ καὶ τόποις, φανερόν. εἰ οὖν μὴ κατὰ συμβεβηκὸς γέγονε ταῦτα, δῆλον ὡς ἐκ τῆς οὐσιώδους αὐτῶν ὑπῆρξε διαφορᾶς. Πλατωνικὸς μὲν οὖν ἴσως τις ἀνὴρ ἐκ τῶν τεσσάρων συγκεῖσθαι νομίζων καὶ τὰ οὐράνια τὴν διάφορον τῶν τοιούτων αἰτιάσεται κρᾶσιν καὶ τὸ ἑκάστῃ τῶν κράσεων φυσικῶς ἐπιγενόμενον εἶδος· ὁ δὲ Ἀλέξανδρος Ἀριστοτελικὸς ὑπάρχων τὸ ἧττον εἰλικρινές φησι καὶ τὰς ἐν αὐτοῖς διαφορὰς οὐ τῷ μεμῖχθαί τι καὶ θνητῆς οὐσίας ἐκείνοις γίνεσθαι, ἀλλὰ διαφορὰς εἶναι ταύτας τοῦ ἁπλοῦ σώματος. καὶ γὰρ ἐπὶ τῶν τεσσάρων στοιχείων μᾶλλον τὸ ψυχρὸν ἐν ὕδατί ἐστιν ἤπερ ἐν γῇ, καὶ μᾶλλον μὲν τοῦ πυρὸς ξηρά ἐστιν ἡ γῆ, ἀλλ’ οὐχ ὑγρότητος μίξει τὸ πῦρ ἧττόν ἐστι ξηρόν· καὶ μᾶλλον μὲν τοῦ ἀέρος θερμόν ἐστι τὸ πῦρ, ἀλλ’ οὐ μίξει ψυχροῦ ἧττόν ἐστι θερμὸς ὁ ἀήρ· καὶ μᾶλλον μὲν ὑγρὸς ὁ ἀὴρ τοῦ ὕδατος, ἀλλ’ οὐ ξηροῦ μίξει τὸ ὕδωρ ἧττόν ἐστιν ὑγρὸν τοῦ ἀέρος. ἁπλᾶ γάρ ἐστι ταῦτα σώματα μὴ ἐξ ἄλλων συγκείμενα σωμάτων, συνιόντα δὲ πρὸς ἄλλων αὐτὰ γένεσιν ὡς στοιχεῖα.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
