# in Aristotelis Meteorologicorum librum primum commentarium 26.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/26.1

Δεῖ δὲ νοεῖν οὕτω καὶ ἐντεῦθεν ἀρξαμένους. τὸ γὰρ ὑπὸ τὴν ἄνω περιφορὰν σῶμα οἷον ὕλη τις οὖσα καὶ δυνάμει θερμὴ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ καὶ ὅσα ἄλλα τούτοις ἀκολουθεῖ πάθη, γίνεται τοιαύτη καὶ ἔστιν ὑπὸ κινήσεώς τε καὶ ἀκινησίας, ἧς τὴν αἰτίαν καὶ τὴν ἀρχὴν εἰρήκαμεν πρότερον. Ὑπὸ μὲν οὖν τὴν ἄνω φησὶ περιφορὰν τὸ ὑπὸ σελήνην ἅπαν, τουτέστι τά τέσσαρα στοιχεῖα. τοῦτο οὖν ἅπαν τὸ σῶμα παθητὸν ὄν (γίνεται γὰρ καὶ φθείρεται) οἷον ὕλη τις ἐκείνοις πρὸς γένεσίν ἐστιν ὑποκείμενον τοῖς ἐξ αὐτῶν γινομένοις, καὶ τούτων ἕκαστον τοῖς λοιποῖς, ὡς τὰ ξύλα τῷ τέκτονι καὶ τὰ ἔρια τῷ ὑφάντῃ. διδάσκων δὲ πῶς ἐστιν οἷον ὕλη φησὶ καὶ δυνάμει ψυχρὰ καὶ θερμὴ καὶ ξηρὰ καὶ ὑγρά· τὸ γὰρ ταῖς ποιότησιν ὑποκείμενον καὶ πάντων ἔχον τὴν δύναμιν, τοῦτό ἐστιν ὕλη. τοιοῦτον δὲ τὸ ὑπὸ σελήνην ἅπαν εἰς ἑκάστην τῶν ἐναντίων ποιοτήτων μεταβάλλον καὶ ὅσα ταύταις ἀκολουθεῖν ἐδείχθη πάθη ἐν τῷ δευτέρῳ τῶν Περὶ γενέσεως καὶ φθορᾶς, ἅπερ ἐστὶ μανότης πυκνότης, σκληρότης μαλακότης, λειότης τραχύτης, καὶ ἁπλῶς ὅσα ἐν ἐνἐκείνοις κατηρίθμηται. τὸ γὰρ ἕν τι τῶν ἐναντίων ἔχον ἐνεργείᾳ οἷον ψῦξιν δυνάμει θερμόν ἐστι, καὶ τὸ ξηρὸν ἐνεργείᾳ δυνάμει ἐστὶν ὑγρόν, καὶ ἐπὶ πάντων ὁμοίως. πῶς οὖν γίνεται κατ’ ἐνέργειαν ὅπερ ἐστὶ δυνάμει; ὑπὸ κινήσεως, φησί, καὶ ἀκινησίας· γινόμενα μὲν γὰρ καὶ μεταβάλλοντα κινεῖται, γενόμενα δ’ ἤδη καὶ τὸ τέλειον εἰληφότα εἶδος ἠρεμεῖ λοιπὸν ἐν αὐτῷ· ὥστε ἡ μὲν εἰς τὸ γενέσθαι, ἡ δὲ εἰς τὸ εἶναι τοῦτο ὃ γέγονε συντελεῖ. τῆς δὲ κινήσεως αὐτῶν καὶ μεταβολῆς ἡ περιφορὰ τῶν οὐρανίων ἐστὶν αἰτία ποιητική, αὐτὰ 83v δὲ ταῦτα ὡς ὕλη, τέλος δὲ ἡ τοῦ παντὸς τελειότης. ὥστε μὴ μόνον τὰ ἀεὶ μένοντα καὶ ἀμετάβλητα εἶναι, ἀλλὰ καὶ τὰ γινόμενα καὶ φθειρόμενα. τὸ γὰρ πᾶν, ᾗ φησι Πλατῶν, ἀτελὲς τούτων μὴ ὄντων, καὶ οὐδὲ πᾶν οὐδ ὅλον ἐστὶ μὴ συμπεπληρωμένον ἐκ τούτων, οἷς οὐκ ἦν τὸ εἶναι ἀδύνατον. τούτων οὕτως ἐχόντων ἀπορήσειεν ἄν τις, εἰ διὰ τὴν θερμότητα τοῦ ἀνωτάτω ἀέρος οὐ συνίσταται ἐκεῖ νέφη, τί δήποτε ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι χιὼν καταφέρεται πολλὴ καὶ ἐπὶ πλεῖστον διαρκεῖ χρόνον ἤπερ ἐν τῇ πεδιάδι καὶ μέχρι τοῦ θέρους αὐτοῦ παρατείνει. τοῦτο δ’ ἔφθημεν ἤδη προεπιλυσάμενοι, ὡς ὁ μεταξὺ τόπος τοῦ περὶ τὴν γῆν καὶ τοῦ ἀνωτάτω ἀέρος κατέψυκται μᾶλλον διὰ τὸ καὶ τοῦ ὑπεκκαύματος ἄνωθεν ἀφεστηκέναι καὶ τῆς κάτω γινομένης τῶν ἀκτίνων πυκνώσεως καὶ ἀνακλάσεως εἰς ἀχανὲς ἐκεῖ ληγουσῶν καὶ μὴ δυναμένων ἔτι δρᾶν ἐπὶ τὸν μεταξὺ αὐτῶν ἀέρα ἐναπειλημμένον, πολὺν ὄντα. ἐν οἷς οὖν ἡ χιὼν συνίσταται ψυχροῖς οὖσι, συσταίη ἄν καὶ νέφη μάλιστα. κἀκεῖνο δ’ ἄν ζητήσειέ τις, εἰ ὁ ὑπὲρ τὰς κορυφὰς τῶν ὑψηλοτάτων ὀρῶν ἀήρ, ὃν ὑπερνεφῆ τε καὶ ὑπερήνεμον εἶναί φαμεν, τοῖς κυκλοφορουμένοις συμπεριάγεται σώμασι, πῶς ἐλέγομεν τὴν ἐκεῖσε κειμένην τέφραν ἐπὶ πολὺν μεῖναι χρόνον, ὡς εἶχεν ἐξ ἀρχῆς θέσεως. πῶς γὰρ ὁ ἀὴρ περιφερόμενος οὐ διασκεδαννύειν ἔμελλε ταύτην; πρὸς ὃ ῥητέον ὡς οὐκ ἔστιν ἐκείνη ῥαγδαία τοῦ ἀέρος ἡ κίνησις οὐδ’ ἄτακτος, ἀλλ’ ὁμαλὴ καὶ λεία, καὶ λεπτομερὴς ὁ ἀήρ, εἰς δὲ τὸ κινεῖσθαι τὴν κειμένην τέφραν καὶ μάλιστα πεπιλημένην ὡς εἰκὸς ἐκ τῆς τῶν θυσιῶν ἰκμάδος τραχυτέρας δεήσει καὶ ἀτάκτου κινήσεως καὶ παχυτέρου τοῦ κινουμένου σώματος, οἵα τῶν ἀνέμων ἐστὶν ἥ τε κίνησις καὶ αὐτὸ τὸ κινούμενον σῶμα, ὡς ἐκμοχλεύειν καὶ μεθιστάνειν τὰ ὑποκείμενα δύνασθαι. καὶ τὴν θάλασσαν γοῦν κορυφοῖ καὶ δένδρα καταβάλλει τὰ τῶν ἀνέμων πνεύματα καὶ τὴν ὅλην ἐν τοῖς σεισμοῖς ἀναρρήγνυσι γῆν. λεπτομερὴς δ’ ὁ ἀὴρ ἐκεῖνος· διὸ καὶ κατέψυκται μὲν λίαν ὡς εὐπαθής, οὐ συγκρίνεται δὲ εἰς ὕδωρ διὰ τὴν λεπτομέρειαν, καὶ ἡ κίνησις αὐτοῦ λεία καὶ ὁμαλή, ὡς εἰρήκαμεν.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
