Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 27.1
Not analysed yet
Ἐπὶ μὲν οὖν τοὐ μέσου καὶ περὶ τὸ μέσον τὸ βαρύτατόν ἐστι καὶ ψυχρότατον ἀποκεκριμένον, γῆ καὶ ὕδωρ· περὶ δὲ ταῦτα καὶ ἐχόμενα τούτων ἀήρ τε καὶ ὃ διὰ συνήθειαν καλοῦμεν πῦρ, οὐκ ἔστι δὲ πῦρ· ὑπερβολὴ γὰρ θερμοῦ καὶ οἷον ζέσις ἐστὶ τὸ πῦρ. Ἐντεῦθεν λοιπὸν περὶ τῆς θέσεως τε καὶ τάξεως διδάσκει τῶν δύο στοιχείων καὶ συνάγει πάλιν ἐκ ταύτης ὅτι μὴ δυνατὸν ἐν τῷ ὑπὲρ τὴν γῆν τόπῳ νέφη συνίστασθαι, ὡς δι’ ἑκατέρου συναποδείκνυσθαι θάτερον, διὰ μὲν τοῦ μὴ συνίστασθαι νέφη κατὰ τὸν τόπον ἐκεῖνον ὡς θερμόν, ὅτι τὸ πύριον σῶμα τοῦ ἀέρος ὑπερανέστηκεν, ὡς ἤδη πρότερον καὶ ἡμεῖς ἐμνημονεύσαμεν, διὰ δὲ τῆς τάξεως αὐτῶν ἣν παραδίδωσιν νὺν, ὅτι μὴ συνίσταται νέφη καὶ ὕδωρ ἐκεῖ. τίνα οὖν ἔχει τὰ προκείμενα τὴν διάνοιαν; τῶν τεσσάρων, φησί, στοιχείων ὅτι μὲν ἂν εἴη βαρύτατον καὶ ψυχρότατον, τοιοῦτον δὲ γῆ καὶ ὕδωρ, τῶν ἄλλων ἀποκριθέντα κούφων ὄντων τὸν μέσον τοῦ παντὸς κατειλήφασι τόπον. τὸ δὲ ταύτας διαπεφευγὸς τὰς ποιότητας, ὁ ἀὴρ δὲ τοιοῦτόν ἐστι καὶ τὸ πῦρ, ἐξ ἀνάγκης τούτων ὑπερανέστηκε. τὰ γὰρ ἐναντία ταῖς δυνάμεσι τοὺς ἐναντίους κατειληφέναι τόπους ἀκόλουθον· ἐναντίον δὲ καθάπερ τῷ βαρεῖ τὸ κοῦφον καὶ τῷ ψυχρῷ τὸ θερμόν, οὕτω καὶ τῷ κάτω τὸ ἄνω· κάτω δὲ τὸ μέσον, ἄνω δὲ τὸ πέριξ. ἀλλ’ ὥσπερ βαρυτέρα τοῦ ὕδατος οὖσα ἡ γῆ ὑποχωρεῖ τούτῳ καὶ ὑφιζάνει, οὕτω καὶ τὸ πῦρ κουφότερον τοῦ ἀέρος ὂν ἐπιπολάζει αὐτῷ καὶ τὴν ἐσχάτην τῶν τεσσάρων ἐπὶ τὸ ἄνω χώραν εἴληφε. συνεχὲς οὗν τῇ γῇ μὲν τὸ ὕδωρ, τούτῳ δὲ πάλιν ἐφεξῆς ὁ ἀήρ, ᾗ μὲν ὑγρός ἐστι, τῷ ὕδατι γειτνιάζων, ᾗ δὲ θερμός, τῷ μετ’ αὐτὸν πυρὶ συναπτόμενος, ὅπερ, φησίν, ἡ συνήθεια μὲν πῦρ ὀνομάζει, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν πῦρ. ἡ γὰρ φλὸξ ἡ παρ’ ἡμῖν πῦρ ἐστι κυρίως, ἥτις ὑπερβολὴ τοῦ κατὰ φύσιν ἐστὶ θερμοῦ, ὡς καὶ ἡ χιὼν καὶ ὁ κρύσταλλος οὐκ ἔστι τὸ στοιχειῶδες ψυχρόν, ἀλλ’ ὑπερβολὴ τούτου· τὸ μὲν γὰρ στοιχειῶδες ψυχρὸν καὶ θερμὸν σωστικὰ τῶν ἐξ αὐτῶν συγκειμένων ὑπάρχουσι, τὰ δὲ εἰρημένα φθοροποιὰ τοὐναντίον ἐστίν, ὅθεν οὐδὲ συνίσταταί τι τῶν συνθέτων ἐκ τούτων. τί οὖν ἐστι τὸ στοιχειῶδες θερμόν, ὃ μετὰ τὸν ἀέρα τὴν θέσιν εἴληφε; διδάσκει δὲ τοῦτο κατὰ συνέχειαν προιών· ἡμεῖς δὲ τὰ εἰρημένα τέως σκοπήσωμεν. ὅτι οὖν (??)τὰ βαρέα τὴν ἐπὶ τὸ μέσον τοῦ παντός, τὸ κέντρον φημί, ῥοπὴν κεκλήρωται, δείκνυται μὲν ἐν τῷ τὰ πανταχόθεν τοῦ κόσμου ἀπὸ τοῦ πέριξ ἐπὶ τὴν γῆν καταφερόμενα βάρη καὶ τὸ τῶν ὑετῶν ὕδωρ ἴσας τὰς ἑκατέρωθεν γωνίας ἀποτελεῖν· τοῦτο δὲ οὐκ ἂν συνέβαινεν, εἰ μὴ πρὸς τὸ κέντρον αὐτὸ τοῦ παντὸς τὴν ῥοπὴν ἔσχον καὶ τέλος αὐτοῖς τοῦτο τῆς κινήσεως ἦν. νοήσεις δὲ τὸ λεγόμενον ἐντεῦθεν· σφαιρικοῦ γὰρ ὄντος τοῦ οὐρανίου σώματος, καὶ τῆς γῆς ἐντὸς οὔσης καὶ ἀποδεδειγμένης σφαιροειδοῦς, ἐὰν δύο κύκλους γράψῃς, τὸν μὲν ἔξωθεν καὶ περιέχοντα τὸν δ’ ἐντὸς καὶ περιεχόμενον ὑπ’ αὐτοῦ, ἐκ δὲ τοῦ μείζονός τε καὶ ἔξωθεν ἐπὶ τὸν ἐντὸς πανταχόθεν ἐκβάλῃς εὐθείας, ὅσαι μὲν αὐτῶν ἐπὶ τὸ κέντρον φέρονται, ἴσας τὰς ἑκατέρωθεν ποιοῦσι γωνίας, ὅσαι δὲ τοῦ κέντρου διαπίπτουσιν, ἀνίσους, τὴν μὲν ὀξεῖαν τὴν δὲ τοὐναντίον ἀμβλεῖαν. μόναι οὖν αἱ ἐπὶ τὸ κέντρον φερόμεναι πρὸς ἴσας τὰς ἑκατέρωθεν γωνίας ἤχθησαν, καὶ αἱ πρὸς ἴσας φερόμεναι πρὸς αὐτὸ νεύουσιν. εἰ γὰρ παρακλιθεῖσαί τινες ἔξω τοῦ |κέντρου 84r πέσοιεν, τὴν ἐπὶ τὸ πέριξ τῶν κούφων φέρονται κίνησιν, καὶ οὐ τὴν ἰδίαν τὴν τῶν βαρέων, ἅπερ ἀνάγκη πάντα μίαν τὴν ἐπὶ τὸ κέντρον φέρεσθαι κάθετον οὖσαν. τούτων οὕτως ἐν τοῖς μαθήμασι δεδειγμένων, ὑποκείσθω τῶν κύκλων ὁ μὲν ἔξωθεν ὁ τὴν γῆν περιέχων ἀήρ, ὁ δ’ ἐντὸς ἡ γῆ. εἰ οὖν τὰ πανταχόθεν ἐπὶ τὴν γῆν φερόμενα βάρη πρὸς ἴσας ἐπ’ αὐτὴν ἅπαντα γωνίας φέρεται, **μόνα τὰ πρὸς αὐτὸ τὸ κέντρον τὴν ῥοπὴν ἔχοντα, δῆλον ὡς καὶ ἡ γῆ τὸ μέσον τοῦ παντός, τουτέστι τὸ κέντρον περιείληφεν. εἰ γὰρ ἔξω τοῦ κέντρου τὴν θέσιν εἶχεν ἡ γῆ, οὐδὲν τῶν ἐκ τοῦ πέριξ εἰς αὐτὴν φερομένων βαρῶν ἴσας ἑκατέρωθεν ἐποίει γωνίας, ἀλλὰ τὴν μὲν αὐτῶν ἀμβλεῖαν, θατέραν δὲ πάντως ὀξεῖαν, ὅπερ οὐδαμοῦ φαίνεται γινόμενον. εἰ οὖν φυσικὴ τῶν βαρέων ἡ ἐπὶ τὸ κέντρον ῥοπή, πάντα δὲ τὰ κατ’ εὐθεῖαν κινούμενα τὸ πέρας κατειληφότα τὸ ἑαυτῶν ἵσταται λοιπὸν ἐν τούτῳ καὶ ἠρεμεῖ, ὡς ἄνω μὲν τὸ πῦρ, κάτω δὲ τὰ βαρέα, ὡς καὶ ἐπὶ τῶν κατὰ ποιότητα καὶ ποσότητα κινήσεων γίνεται (τὸ γὰρ κινηθὲν ἐπὶ λευκότητα ἢ θερμότητα καὶ τὰ αὐξόμενα πάντα τὸ τέλος κατειληφότα τῆς ἑαυτῶν κινήσεως ἵσταται λοιπὸν ἐκεῖ, ὡς τὸ τὶ γενόμενον, φέρε λευκόν, ἐν τῇ λευκότητι καὶ τὸ θερμὸν ἐν τῇ θερμότητι, καὶ τὸ κατειληφὸς τὸ τέλειον μέγεθος οὐκέτι αὔξεται), εἰκότως ἄρα καὶ τὰ κινούμενα κατὰ τόπον κατειληφότα τὸ τέλος ἐφ’ ὃ φυσικῶς ἔσπευδεν, ἵσταται κατὰ φύσιν ἐν τούτῳ. οὐκοῦν καὶ ἡ γῆ περὶ τὸ κέντρον ἱδρυμένη τοῦ παντὸς οὐ δεῖται βίας, ἵνα μένῃ μετέωρος ἐν αὐτῷ· τοὐναντίον δὲ μᾶλλον, ἵνα ἐκστῇ τούτου καὶ ὁτιοῦν αὐτῆς μέρος, βίας δεήσεται. καὶ τὰ ἐπικείμενα δὲ τῇ γῇ βάρη εἰ χώραν εὕροιεν καὶ τὸ ἀνέχον ἀφαιρεθείη, φέροιντο ἄν εὐθὺ ἐπ’ αὐτὸ τὸ κέντρον, καὶ ἐκεῖ γενόμενα στήσονται. τούτων εἰρημένων τὴν λέξιν σκοπήσωμεν. εἰπὼν γὰρ ἐπὶ τοῦ μέσου ἀναγκαίως καὶ περὶ τὸ μέσον προσέθηκεν, ἵνα μή τις τὸν κάτω τόπον, ὅπου τὰ βαρέα κινεῖται, μέσον εἰρῆσθαι νομίσειε· τὸ γὰρ ἀκριβῶς μέσον, τὸ κέντρον φημί, τόπος οὐκ ἔστιν· ἀμερὲς γάρ ἐστι καὶ ἀδιάστατον, ὁ δὲ τόπος τῶν σωμάτων διάστημά ἐστι. τόπος οὗν ἐστι τῶν βαρέων ὁ περὶ τὸ κέντρον· τοῦτο γάρ ἐστι τὸ μέσον. τούτου οὖν ἀληθοῦς ὄντος οὐκ ἄρα ὁ τόπος τὸ πέρας ἐστὶ τοῦ περιέχοντος σώματος, καθὸ περιέχει τὸ περιεχόμενον· οὔτε γὰρ τὸ σῶμά ἐστι τὸ περιέχον κέντρον ὁ τῶν βαρέων τόπος οὔτε σώματος ἐπιφάνεια, διάστημα δὲ τριχῇ διεστὸς ἀσώματον. περὶ δὲ τούτου ἐν τοῖς εἰς τὸ τέταρτον τῆς Φυσικῆς ἀκροάσεως σχολικοῖς ἡμῶν συγγράμμασιν αὐταρκῶς εἴρηται· νῦν δὲ μόνον ἐπεσημειωσάμην τὸ εἰρημένον Ἀριστοτέλει, τῆς φύσεως αὐτὸν τῶν πραγμάτων εἰς τοῦτο περιαγούσης. δυνατὸν δὲ ἐν μὲν τῷ μέσῳ τὴν γῆν ἀκούειν, περὶ δὲ τὸ μέσον τὸ ὕδωρ. ἐπειδὴ δὲ εἶπε μὴ εἶναι τὸ σῶμα τὸ μετὰ τὸν ἀέρα πῦρ, τί οὖν τοῦτο τὴν φύσιν ἐστί, διδάσκων ἐπήγαγεν ἀλλὰ δεῖ νοῆσαι τοῦ λεγομένου καὶ καλουμένου ὑφ᾿ ἡμῶν ἀέρος τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν καὶ ἀναθυμίασιν ἔχειν γῆς, τὸ δ’ ὑπὲρ τοῦτο θερμὸν ἤδη καὶ ξηρόν. ἐπειδήπερ οἱ πολλοὶ τὸ ἀπὸ τῆς γῆς σῶμα μέχρι τῆς σελήνης ἀέρα καλοῦσι, τῆς αἰσθήσεως μόνης λόγου χωρὶς τὰ τούτου μέρη διακρίνειν οὐ δυναμένης, διὰ τοῦτο εἶπε τοῦ λεγομένου ὑφ’ ἡμῶν ἀέρος. τούτου γάρ, φησί, τὸ μὲν περὶ τὴν γῆν ὑγρόν ἐστι καὶ θερμόν, ὅπερ ἐστὶν ὁ κυρίως ἀήρ. ὑγρὸν μὲν οὖν ἐστιν ὡς ἀτμίζον· ὁρῶνται γὰρ οἱ ἀτμοὶ φερόμενοι ἐξ αὐτοῦ, ἡ δὲ ἀτμὶς ἀπὸ τῶν ὑγρῶν φέρεται σωμάτων, ὡς δηλοῖ τὸ ὑποκαιόμενον ἐν λέβησιν ὕδωρ· θερμὸν δὲ πρὸς τούτῳ, φησίν, ἐστί, διότι καὶ ἀναθυμίασιν ἔχει τινά· μέμικται γὰρ ἐν αὐτῷ ἀμφότερα. τί δὲ διαφέρουσιν ἀλλήλων ἡ ἀναθυμίασις καὶ ἡ ἀτμίς, λέξει. τὸ δὲ ὑπὲρ τοῦτο τὸ μέρος τοῦ καλουμένου ἀέρος θερμόν ἐστι καὶ ξηρόν. ὅσῳ γὰρ τῶν ψυχρῶν καὶ ὑγρῶν σωμάτων ὑπερανέστηκε, τοσοῦτον ἐπιτείνει τὸ θερμόν (καὶ γὰρ ὁ ἀὴρ θερμὸς ἦν μετὰ τὸ ψυχρὸν τεταγμένος), τὸ δὲ ὑγρὸν ἀπογινόμενον τίθεται πᾶν καὶ λοιπὸν γίνεται ξηρόν· ἡ γὰρ θατέρου τῶν ἐναντίων στέρησις γένεσίς ἐστι τοῦ λοιποῦ. τῆς γὰρ ἐνούσης ἀναθυμιάσεως τῷ ἀέρι τῇ ἐπὶ τὸ ἄνω προόδῳ ἀπὸ τῆς ἀτμίδος χωριζομένης, ἥτις ἐστὶν ὑγρόν, τὸ λειπόμενον ξηρόν ἐστι καὶ θερμὸν μετ’ ἀνάγκης, ὅπερ καλεῖ μὲν ἡ συνήθεια πῦρ οὐ κυρίως, ὁ δὲ Ἀριστοτέλης ὑπέκκαυμα τοῦτο προσηκόντως ὠνόμασεν, ὡς ἕτοιμον εἰς ἔξαψιν ἡδῆ καὶ ἐκφλόγωσιν ἐπιτεινομένων τοῦ ξηροῦ τε καὶ τοῦ θερμοῦ.