# in Aristotelis Meteorologicorum librum primum commentarium 28

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/28

Ἔστι γὰρ ἀτμίδος μὲν φύσις ὑγρὸν καὶ θερμόν, ἀναθυμιάσεως δὲ ξηρὸν καὶ θερμόν· καὶ ἔστιν ἀτμὶες δυνάμει οἷον ὕδωρ, ἀναθυμίασις δὲ δυνάμει οἷον πῦρ. Νῦν μὲν τὴν καπνώδη φύσιν ἐξαιρέτως ἀναθυμίασιν ἐκάλεσε, προελθὼν δὲ κοινῶς ἀμφότερα ἀναθυμιάσεις καλεῖ. ἀλλὰ καὶ ἔφθη περὶ τῆς ἀτμίδος εἰπὼν τὸ μὲν περὶ τὴν γῆν οἷον ὑγρὸν καὶ θερμὸν εἶναι διὰ τὸ ἀτμίζειν τε καὶ ἀναθυμίασιν ἔχειν γῆς. τὴν μὲν οὖν ἀτμίδα ὕδωρ εἶναί φησι δυνάμει· παχυνομένη γὰρ αὕτη τὸ μὲν θερμὸν ἀποτίθεται καὶ τὸ κοῦφον, προσλαμβάνει δὲ τἀναντία τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ γίνεται ὕδωρ· τὴν δὲ καπνώδη δυνάμει πῦρ, τὴν φλόγα δή φημι· ἐπιτεινομένης γὰρ ἑκατέρας τῶν ἐν αὐτῇ ποιοτήτων γίνεται φλόξ. πῶς οὖν οἷόν τε ἦν ἐν τούτῳ τῷ τόπῳ ἢ καὶ τῷ λίαν αὐτῷ πλησιάζοντι συστῆναι ὕδωρ ἢ νέφος ἀπλῶς; οὐ γάρ ἐστι, φησίν, ἀὴρ μόνον τὸ ἐνταῦθα σῶμα, ἀλλὰ καὶ μᾶλλον οἷον πῦρ· ξηρὸν γάρ ἐστι καὶ θερμόν, οἵα ἐστὶ τοῦ πυρὸς ἡ φύσις, ἀλλὰ ἀνειμένας ἔχει ταύτας καὶ οὐκ ἐπιτεταμένας, ὡς τὸ πῦρ.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
