Ancient Greek
IOANNIS PHILOPONI IN METEOROLOGICORUM
Joannes Philoponus Phil., in Aristotelis Meteorologicorum librum primum commentarium 3.1
Not analysed yet
Ἔτι τε γῆς ὅσα μέρη καὶ εἴδη καὶ πάθη τῶν μερῶν, 25 ἐξ ὧν περί τε πνευμάτων καὶ σεισμῶν θεωρήσαιμεν ἂν τὰς αἰτίας. ᾿Μέρη γῆς ἴσως λέγει, φησὶν ὁ Ἀλέξανδρος, τὰ πρὸς ἕω καὶ δύσιν ἄρκτον τε καὶ μεσημβρίαν (διαιρεῖν γὰρ κατὰ ταῦτα τὰ κέντρα τὴν γῆν εἰώθασιν)· εἴδη δὲ τὸ ταύτης τὴν μὲν εἶναι ὕπαντρον καὶ χαύνην, τὴν δὲ στερεάν τε καὶ πεπιλημένην, καὶ εἴ τινες ἄλλαι τοιαῦταί εἰσι παραπλήσιοι διαφοραί. πάθη δὲ λέγοι ἄν φησί, τὰς ἀναθυμιάσεις τὰς γινομένας ἀπ’ αὐτῆς καὶ τὰς ἐναπολήψεις ὕδατός τε καὶ πνεύματος. ὧν αἱ μὲν ἀναθυμιάσεις νεφῶν τε καὶ ὑετῶν εἰσιν ἀρχαί, ἔτι δὲ χαλάζης τε καὶ δρόσου βροντῶν τε καὶ ἀστραπῶν ἀνέμων τε καὶ τῆς τῶν πνευμάτων διαφορᾶς· κατὰ γὰρ τὰς τῶν μερῶν τῆς γῆς διαφορὰς καὶ αἱ τῶν ἀνέμων γίνονται δ· ιαφοραί· αἱ δ’ ἐναπολήψεις αἱ μὲν τοῦ ὕδατο ζπηγῶν αἴτιαι, αἱ δὲ τοῦ πνεύματος σεισμῶν.’ ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. οἶμαι δὲ μὴ καλῶς εἴδη λέγειν τῆς γῆς τὴν ὕπαντρον τήν τε χύνην καὶ τὴν στερέμνιον· πάθη γὰρ ἄν εἶεν αὐτῆς, οὐκ εἴδη ταῦτα. παθοῦσα γάρ τι καὶ πυκνουμένη πιλεῖται, καὶ τἀναντία ὑπομένει πάθη μανουμένη καὶ διακρινομένη· μάνωσις δὲ καὶ πύκνωσις ποιότητές εἰσι καὶ πάθη, καθ’ ἃς καὶ αἱ τῶν στοιχείων γίνονται μεταβολαί. πάθη δὲ αὐτῆς καὶ τὸ νιτρῶδες, θειῶδες καὶ ἀσφαλτῶδες καὶ ὅσα τοιαῦτα ἄλλα. καὶ αἱ ἀναθυμιάσεις ὅμοιαι ταῖς διαφοραῖς εἰσι τῶν ἡμετέρων σωμάτων, αἱ δὲ τῶν ὑδάτων καὶ τῶν πνευμάτων ἐναπολήψεις ταῖς ἐμφράξεσιν ἡμῶν ταῖς ἐκ τῶν παρὰ φύσιν γινομέναις χυμῶν. ἐξ ὧν πηγὰς γίνεσθαί φησι καὶ σεισμούς· σεισμοὶ δὲ πάθη τῆς γῆς εἰσι βρασσομένης τε καὶ ῥηγνυμένης, αἰ δὲ ἐκ τῶν ὑδάτων γινόμεναι πηγαὶ καὶ τὰ ἐκ τῶν ἀναθυμιάσεων ἐν τῷ ἀέρι συμβαίνοντα οὐδὲν ἐργάζεται περὶ αὐτὴν πάθος. εἰ δὲ τὰ ἀντρώδη τῆς γῆς λιθώδη τὴν φύσιν εἰσὶ καὶ πετρώδη, δῆλον ὡς οὐδὲ καθαρᾶς εἰσι ταῦτα γῆς, ἀλλ’ εἰς ἑτέραν φύσιν μεταλλοιωθείσης. ζητητέον οὖν, τίνα λέγει τῆς γῆς εἴδη, καὶ εἰ κυρίως εἴδη φησὶν αὐτὰ ἢ καταχρώμενος. καὶ περὶ πάντων τῶν γινομένων κατὰ τὰς κινήσεις τούτων. τὰς τούτων κινήσεις ἀκουστέον ἢ πρὸς τὸ προσεχὲς πνευμάτων καὶ σεισμῶν ἢ τῶν μερῶν καὶ τῶν εἰδῶν καὶ τῶν παθῶν. τοῦτο μὲν οὖν ἀδύνατον· ποίαν γὰρ ἔχει τὰ μέρη κίνησιν ὡς μέρη, τὸ ἀνατολικὸν λέγω καὶ τὸ δυτικὸν καὶ τὰ λοιπά, ποίαν δὲ τὰ εἴδη, τὸ ἀντρῶδες καὶ τὸ μανὸν καὶ τὸ στερέμνιον καὶ πεπιλημένον καὶ ᾗ τι τοιοῦτόν ἐστιν ἕκαστον, οὐδὲ πλάσαι ῥᾴδιον. ὁμοίως καὶ περὶ τῶν παθῶν ἐροῦμεν. λείπεται οὗν τὰς ἐκ τῶν πνευμάτων κινήσεις ἀκούειν καὶ τῶν σεισμῶν, οἷον ἐπὶ μὲν τῶν σεισμῶν τοὺς βρασμοὺς τῆς γῆς, τοὺς τρόμους, τὰς διαστάσεις, τὸ τὴν βιαίαν διέξοδον τοῦ πνεύματος πλήττειν τὸν ἀέρα καὶ κτύπους καὶ οἱονεὶ μυκηθμοὺς ἀποτελεῖν καὶ συναναρριπτεῖν τὴν ἐν τῷ βάθει ψάμμον καὶ λίθους πολλάκις καὶ σύστασιν βορβορώδη τινά, τὸ πηγὰς τὰς πάλαι κρυπτομένας ῥηγνυμένης τῆς γῆς ἀναδείκνυσθαι. καὶ κατὰ τὰς κινήσεις δὲ τῶν πνευμάτων παράδοξά τινα γίνονται· λίθους γὰρ ἀνασπῶντες πολλάκις πάλιν αὐτοὺς ἀφιᾶσι. καὶ τὸν καικίαν ἄνεμον οὕτω καλούμενον τἀναντία τοῖς ἄλλοις ἀνέμοις ποιεῖν· τῶν γὰρ ἄλλων εἰς τὸ ἀντικείμενον τῷ ἐξ οὗ φαίνονται διωθουμένων τὰ νέφη, τοὔμπαλιν οὗτος εἰς ἑαυτὸν ἕλκει ταῦτα, ὃ καὶ εἰς παροιμίαν ἐξῆλθεν “ἕλκων εἰς ἑαυτὸν ὥστε καικίας νέφος”. p. 339a2 Ἐν οἷς τὰ μὲν ἀποροῦμεν, τῶν δὲ ἐφαπτόμεθά τινα τρόπον. Φιλόσοφον τοῦ Ἀριστοτέλους τὸ ἦθος καὶ φιλάληθες· οὐ γὰρ ἀπαυθαδιάζεται τούτων ἑκάστου τὰς αἰτίας ἀποδείξειν ἐπαγγελλόμενος, ἀλλὰ περί τινων μὲν ἀπορήσομεν, φησί, καὶ μόνον, λέγειν σὺν ἀποδείξει τὰς αἰτίας οὐκ ἔχοντες· εἰ γὰρ καὶ ἐπιστῆσαι ταύταις οὐκ ἔχομεν, ἀλλ’ οὐκ ἄχρηστον περὶ αὐτῶν ἀπορεῖν. ὁδὸς γὰρ εἰς εὐπορίαν τῶν ζητουμένων ἡ περὶ αὐτῶν ἀπορία· αὐτὸ γὰρ τὸ τοῖς ἀμφισβητουμένοις ἐφιστάνειν ἤτοι ἀρχὴν τῆς εὑρέσεως δίδωσιν ἢ αὐτό γε τοῦτο τὸ γινώσκειν ὡς οὐκ ἴσμεν τὸ προκείμενον ἐξεπαίδευσε καὶ τὴν διπλῆν νοσεῖν οὐ συνεχώρησεν ἄγνοιαν. μέχρι γὰρ νῦν πολλῶν ἐν τοῖς μετεώροις συμβαινόντων τὰς αἰτίας εὑρεῖν ἀκριβῶς οὐκ ἔστιν, οἷον πῶς ἶρις γίνεται, πόθεν ἡ ἐπὶ τὰ πλάγια τῶν ἀνέμων κίνησις, πόθεν τὸ τοὐ γαλαξίου χρῶμα· καὶ ταῦτα δείξομεν ἐκεῖσε γινόμενοι. τῶν δέ, φησίν, ἐφαπτόμεθά τινα τρόπον, τουτέστι τὸν περὶ αὐτῶν εὐθίκτως λόγον ἀποδίδομεν, οἱονεὶ τῆς οὐσίας αὐτῶν θιγγάνοντες, ὅσα ἐστὶ τὰ περὶ τῆς τῶν νεφῶν συστάσεως, περὶ ὑετῶν καὶ βροντῶν καὶ ἀστραπῶν καὶ χαλάζης καὶ τῶν τοιούτων. ἐγὼ δ’ οἶμαι καὶ τοῦτο μετριάζων εἴρηκεν ἐφαπτόμεθά τινα τρόπον λέγων, τουτέστιν οὐ διὰ βάθους χωροῦμεν, ἀλλ’ οἷον ἐπιπολῆς αὐτῶν ἁπτόμεθα. καὶ γὰρ εἰ μὴ τὸ ἀκριβὲς περὶ. τούτων λέγειν ἐνδέχεται, ἀλλ’ οὐκ ἀνεννόητοι παν|τελῶς αὐτῶν ἐσόμεθα τῆς γενέσεως ἐπιπολῆς αὐτῶν ἁπτόμενοι.