# in Aristotelis Meteorologicorum librum primum commentarium 33

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/33

Περὶ δὲ τῆς γινομένης θερμότητος, ἣν παρέχεται ὁ ἥλιος, μᾶλλον μὲν καθ’ ἑαυτὸ καὶ ἀκριβῶς ἐν τοῖς περὶ αἰσθήσεως προσήκει λέγειν· πάθος γάρ τι τὸ θερμὸν αἰσθήσεώς ἐστι· διὰ τίνα δ’ αἰτίαν γίνεται μὴ τοιούτων ὄντων ἐκείνων τὴν φύσιν, λεκτέον καὶ νῦν. Δύο τὴν ἀρχὴν προβλήματα ζητῆσαι προὔθετο, πρῶτον μὲν ποίου σώματος τὸ μεταξὺ τῶν ἄστρων καὶ τῆς γῆς πεπλήρωται διάστημα, πότερον ἑνὸς ἡ πλειόνων, καὶ εἰ πλειόνων, ποίων τούτων καὶ τίνα πρὸς ἄλληλα τάξιν ἐχόντων· δεύτερον πῶς τὰ ἄστρα καὶ ὁ ἥλιος θερμαίνουσι τὰ ὑπὸ σελήνην αὐτὰ μὴ ὄντα θερμά. διδάξας τοίνυν αὐταρκῶς τὸ πρότερον, πρόεισιν νῦν ἐπὶ τὸ δεύτερον, εἰπὼν μὲν περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῆς Περὶ οὐρανοῦ, χρησίμως δὲ καὶ νῦν τοὺς αὐτοὺς πάλιν λόγους ἀνακινῶν. φησὶ τοίνυν ὡς ὁ περὶ θερμότητος λόγος καθ’ αὑτὸν μὲν καὶ ἀκριβέστερον πρέποι ἂν τῇ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν πραγματείᾳ. τὸ γὰρ θερμὸν αἰσθήσεως ἐστι πάθος, ἡ δὲ αἴσθησις αἰσθητοῦ αἴσθησις, καὶ ἔμπαλιν τὸ αἰσθητὸν αἰσθήσει ἐστὶν αἰσθητόν· ταῦτα δὲ πρός τι, τὰ δὲ πρός τι τῶν ἀντικειμένων, τῶν δὲ ἀντικειμένων μία ἐστὶν ἡ ἐπιστήμη καὶ θάτερον τοῦ λοιποῦ χωρὶς γνῶναι προσηκόντως ἀδύνατον. οὐκοῦν ὁ περὶ αἰσθητῶν διαλεγόμενος λεγόμενος (αἰσθητὸν δὲ τὸ θερμόν) καὶ περὶ αἰσθήσεως διαλέξεται, καὶ ἔμπαλιν ὁ περὶ αἰσθήσεως καὶ αἰσθητοῦ πάντως. καλῶς ἄρα εἴπομεν ὅτι ό περὶ τοῦ θερμοῦ λόγος τῇ Περὶ αἰσθήσεως προσήκων ἄν εἴη πραγματείᾳ· πλὴν ἐπειδὴ μὴ ἁπλῶς ὡς περὶ αἰσθητοῦ τοῦ θερμοῦ τὸν λόγον ποιούμεθα νῦν, ἀλλὰ μόνον πῶς, εἰ μὴ θερμός ἐστι τὴν φύσιν ὁ ἥλιος, θερμαίνει τὰ τῇδε, χρήσιμος ἂν εἴη τῇ περὶ τῶν μετεώρων θεωρίᾳ καὶ ἡ περὶ τούτου διάσκεψις.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
