# in Aristotelis Meteorologicorum librum primum commentarium 38.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/38.1

Πρὸς δὲ τούτοις ὁ ἥλιος, ὅσπερ μάλιστα εἶναι δοκεῖ θερμός, φαίνεται λευκὸς ἀλλ᾿ οὐ πυρώδης ὤν. Ἔοικε διὰ τούτων ταῖς χροιαῖς τὰς τῶν σωμάτων κράσεις τεκμαίρεσθαι, ὅπερ οὐκ ἔστιν ἀληθές. ἰδοὺ γὰρ ἐρυθρόν ἐστι τὸ αἷμα καὶ τὸ ῥόδον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμόν, τὸ δὲ ψυχρόν. πάλιν τὸ γάλα λευκόν ἐστι καὶ τὸ ψιμμύθιον, ἀλλὰ καὶ οἶνός ἐστι λευκὸς καὶ τῶν πράσων αἱ κεφαλαὶ σκόροδά τέ τινα καὶ κρόμυα, ἀλλὰ τὰ μέν ἐστι ψυχρὰ τὰ δὲ θερμά. πέπερι μέλαν ἐστὶ καὶ ἴον ὁμοίως, ἀλλὰ τὸ μέν ἐστι θερμότατον τὸ δὲ ψυχρότατον. ἀλλ’ οὐδὲ λευκὸς ὁ ἥλιος φαίνεται, οἷόν ἐστι τὸ τῶν πολλῶν ἀστέρων χρῶμα· ξανθὸς γὰρ ὁρᾶται προδήλως, οἷον τὸ τῆς φλογὸς τῆς ἀπὸ ξηρᾶς ὕλης καὶ λεπτομεροῦς γινόμενον· ἀλλ’ οὐδ’ εἰ χροιᾷ λευκὸς ἦν, τοῦτο τεκμήριόν ἐστι τοῦ μὴ εἶναι πυρός. πρὸς γὰρ τὴν ποιὰν ὕλην τὸ χρῶμα τοῦ πυρὸς ἐξαλλάτ- τεται. καὶ γὰρ οἱ διᾴττοντες καὶ οἱ κεραυνοὶ λευκοί εἰσιν, οἷόν ἐστι τῶν ἀστέρων τὸ χρῶμα, διὸ καὶ ἀστέρες ὀνομάζονται, καὶ ὁ ποιητὴς ἀργῆτα κεραυνὸν ἔγνωκεν. ὁμοίως δὲ καὶ οἱ κομῆται λευκοί εἰσι, καὶ ὅμως πῦρ εἰσι προφανῶς. καὶ αὐτὸς δὲ ὁ ἥλιος περὶ τὸν ὁρίζοντα ξανθότερος φαίνεται, ἔσθ’ ὅτε δὲ καὶ ἐρυθρός. οὐκ ἀναγκαῖος ἄρα οὐδ’ ἀπὸ τοῦ χρώματος λόγος τοῦ μὴ πυρὸς εἶναι τὸν ἥλιον. ταῦτα μὲν οὖν περὶ τούτων. ἀπορεῖ δ’ ὁ Ἀλέξανδρος, εἰ ἡ τοῦ ἡλίου κίνησις ἐκπυροῖ καὶ θερμαίνει τὸν ἀέρα οὐχ ἁπτόμενον αὐτοῦ (μέση γὰρ αὐτῶν, φησίν, ἡ τῆς σελήνης ἐστὶ σφαῖρα, καὶ ἡμεῖς δὲ εἰπόντες ἔφθημεν ὅτι τὰ ποιοῦντα φυσικῶς ἁπτόμενα τοῦ πάσχοντος ἢ ἀμέσως εἰς αὐτὸ δρᾷ ἢ διὰ μέσου τινὸς προτέρου τῇ ἁφῇ τὸ αὐτὸ πάσχοντος καὶ αὐτοῦ τὸ πάθος εἰς ἐκεῖνο παραπέμποντος, ὡς ἐπὶ τοῦ τῶν βαλανείων ἐδείξαμεν ὑποδείγματος), εἰ οὖν ἀπαθεῖς ὑπάρχουσιν αἱ διὰ μέσου σφαῖραι, πῶς ὁ ἥλιος μήτε ἁπτόμενος τοῦ ἀέρος μήτε ποιῶν ἐς τὰ μεταξὺ θερμότητα τὸν παρ’ ἡμῖν ἀέρα θερμαίνει. ταύτην δὲ παραμυθεῖται τὴν ἀπορίαν, ὡς αὐτὸς εἶπεν· οὐδὲ γὰρ ἔλυσεν ἔλεγχον οὖσαν τοῦ δόγματος. κατὰ πρώτην μὲν ἐπιβολὴν οὕτως· πολλά, φησί, τῶν διὰ μέσου πασχόντων αὐτὰ μὲν οὐκ ἀμέσως ὑπὸ τοῦ ποιοῦντος πάσχει, τὸ δὲ μέσον δι’ οὗ τὸ πάθος εἰς αὐτά διαβιβάζεται, οὐδὲν τοιοῦτον ὑπομένει πάθος, οἷον αὐτὸ πρὸς τὰ ἑξῆς διεβίβασε. διὰ γὰρ ἄγγους ὑελίνου ψυχροῦ ὕδατος πεπληρωμένου ὁ ἥλιος ὄνθον ἐξάπτει ἤ τι τοιοῦτον, οὐ προσθερμανθέντος τοῦ ἄγγους ἢ τοῦ ἐν αὐτῷ ὕδατος. ἀλλ’ εἴ τι καὶ πάθοι ταῦτα, φησίν, ἀλλ’ οὐχ οὕτω θερμαίνεται ὥστε καὶ ἐξαφθῆναι. καὶ οἱ σαγηνευταὶ δὲ πάλιν ἢ ἁπλῶς οἱ ἁλιεῖς, ἐπειδὰν ἐνσχεθῇ νάρκη τοῖς δικτύοις ἢ τῷ ἀγκίστρῳ, προαισθάνονται τῆς ἄγρας τοῦ ὁμωνύμου τῷ ἰχθύι πάθους αὐτὴν προμηνύοντος, μήτε τῆς σαγήνης μήτε τῶν καλωδίων μήτε τοῦ καλάμου μήτε τῆς ὁρμιᾶς τὸ τῆς νάρκης ὑπομεινάντων πάθος. τί οὖν θαυμαστόν, φησίν, εἰ καὶ τῶν μεταξὺ σφαιρῶν μενουσῶν ἀπαθῶν τὸ ἐκ τοῦ ἡλίου πάθος δι’ αὐτῶν ἐπὶ τὸν ἀέρα διαβιβάζοιτο; ἡ μὲν οὖν πρώτη ἐπιβολὴ τοιαύτη· τὶ δὲ καὶ ἡμεῖς πρὸς αὐτὴν λέγειν ἔχομεν. τὸ μὲν οὖν δεύτερον τῶν ὑποδειγμάτων λίαν τοῖς προκειμένοις ἀσύμφωνον· οὐ γὰρ μόνον ποιότητι δρῶσαι αἱ νάρκαι, θερμαίνουσαι τυχὸν ἢ ξηραίνουσαι ἢ τἀναντία τούτοις ἐργαζό- μεναι πάθη, ἀλλὰ τῷ ἐπιγενομένῳ συνθέτῳ εἴδει τῇ τοιᾷδε κράσει τῶν ἁπλῶν τὸ πάθος ἐργάζονται. ὅσα γὰρ τῶν συνθέτων θερμαίνει μόνον ἢ ψύχει μόνον ἢ ξηραίνει τε καὶ ὑγραίνει, ταῖς ἐκ τῶν στοιχείων ἐγγενομέναις αὐτοῖς ποιότησι ταῦτα δρᾷ, καὶ ἔμπαλιν ὅσα τοῖς συνθέτοις γίνεται πάθη τῶν ἁπλῶν ποιοτήτων, θερμασία ψῦξις, ὑγρότης ξηρότης, ταῖς ἀπὸ τῶν στοιχείων ἁπλαῖς ποιότησι γίνονται· ὄρεξις δὲ καὶ ἕλξις, πέψις τε καὶ ἀπόκρισις, ἡ ἐπὶ τὰ πλάγια κίνησις, ὕπνος ἐγρήγορσις, μνήμη καὶ τῶν φυτῶν καὶ τῶν λίθων αἱ παράδοξοι δυνάμεις ἐκ τοῦ ἐπιγενομένου τοῖς συνθέτοις εἴδους συμβαίνουσιν. εἰ οὖν θερμασία ἐστὶ καὶ μόνη τὸ ἐξ ἡλίου | τῷ ἀέρι γενόμενον πάθος, ἐξ ἁπλῆς ἄρα καὶ στοιχειώδους ποιότητος γέγονεν. ὅπερ γὰρ εἶπεν, εὔλογον ἐκ τῶν παρ’ ἡμῖν γινομένων τὸ αὐτὸ κἀπὶ τοῦ ἡλίου νομίζειν γίνεσθαι. εἰ οὖν τὸ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὰ πάσχοντα, μόνῃ δὲ τῇ ποιότητι καὶ τῇ συμπαρουσίᾳ καὶ τῇ ἁφῇ, οὕτως ἄρα καὶ τὸν ἥλιον θερμαίνειν εὔλογον. τὸ δὲ τῆς νάρκης πάθος οὐκ ἐξ ἁπλῆς ποιότητος γέγονεν, ἀλλ’ ὡς ἔφθην εἰπών ἐκ τοῦ ἐπιγινομένου συνθέτου εἴδους αὐτῇ. οὐδὲν οὖν ἔχει συγγενὲς τὸ ὑπόδειγμα πρὸς τὸ ζητούμενον. ἔστω δὲ καὶ ποιότητι δρᾶν αὐτὴν θερμαίνουσαν τυχὸν ἢ ψύχουσαν, ξηραίνουσάν τε ἢ ὑγραίνουσαν· πόθεν ὅτι μὴ καὶ τὰ μεταξὺ διέθηκεν οὕτω; τὸ γὰρ ἐκ τοῦ μὴ συναίσθησιν τοῦ πάθους λαμβάνειν τὸ καλώδιον ἢ τὴν ὁρμιὰν καὶ αὐτὸ τὸ πάθος ἀναιρεῖν πάνυ γελοῖον· ἄψυχα γάρ ἐστι τοῦ πάθους οὐκ ἔχοντα συναίσθησιν. οὕτω δὲ μὴ θερμαίνεσθαι λεγέτω τις τὸν λίθον ἢ τὸ ξύλον ἢ τὸν σίδηρον ἢ ψύχεσθαι, διότι τοῦ πάθους οὐ συναισθάνονται. ἀλλ’ οὐδ’ ἡμᾶς τοῦ ἐγγενομένου πάθους ὑπὸ τῆς νάρκης τοῖς μεταξὺ συναισθάπάθοι νεσθαί ἐστιν ἀνάγκη· οὐδὲ γὰρ ἄλλοι τοῦ ἡμετέρου. τοῦτο μὲν οὖν οὕτω λελύσθω· ἐπὶ δὲ τὸ ἕτερον τῶν ὑποδειγμάτων μετέλθωμεν. οὐ διηκόνησε, φημί, τὸ πάθος ἡ ὕελος καὶ τὸ ὕδωρ τὸ γενόμενον τῇ ἐξαφθείσῃ ὕλῃ· οὐδὲ γὰρ διὰ τοῦ βάθους τῆς ὑέλου καὶ τοῦ ὕδατος αἱ ἀκτῖνες χωρήσασαι τῷ ὄνθῳ προσέπεσον, ἀλλὰ πρὸς μόνην τὴν ἐπιφάνειαν τῆς ὑέλου, ἐξ ἧς ἀνεκλάσθησαν. καὶ δῆλον ἐξ ὧν καὶ τὴν πρὸς τὸν ὄνθον νεύουσαν τοῦ ἄγ· γους ἐπιφάνειαν τῷ ἡλίῳ σχηματίζομεν ἀντιπρόσωπον. καὶ τοῦτο δὲ δῆλον ἅπασιν ὡς ἐκ τῶν λείων σωμάτων καὶ στιλπνῶν αἱ τῶν ἀκτίνων ἀνακλάσεις γίνονται· οὕτω γοῦν καὶ ἐκ τῶν πυρίων ἀνακλῶνται λείας αὐτῶν τῆς ἐπιφανείας ἀκριβῶς γενομένης καὶ τῶν πόρων ἀποφραχθέντων τοῦ χαλκοῦ διὰ τῆς ἀναπεπλασμένης αὐτῶν Μαγνησίας. οὐ γὰρ διὰ τοῦ βάθους τοῦ χωροῦσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐκ μόνης ἀνακλασθεῖσαι τῆς ἐπιφανείας παλινδρομοῦσιν ἐπὶ τὸ πάσχον, καὶ δὴ ἀμέσως εἰς αὐτὸ δρῶσι. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ ὕδατος τὸ ὑέλινον ἀγγεῖον πληροῦται, ἵνα τῆς ὑέλου τοὺς πόρους ἀποφράξῃ, καὶ μὴ δι’ αὐτῶν ὑπεξέλθωσιν αἱ ἀκτῖνες, ἀλλ’ ἐξ ἀνάγκης διόδου μὴ οὔσης ἀνακλασθῶσιν· ἣν γὰρ ἡ Μαγνησία τῇ χαλκῷ χρείαν παρέσχετο, ταύτην τὸ ὕδωρ τῇ ὑέλῳ δίδωσιν. οὕτω μὲν οὖν ἐπὶ τούτων· ἐπὶ δὲ τοῦ ζητουμένου, εἰ ἡ τοῦ ἡλίου περιφορὰ τῇ κινήσει τὸν ἀέρα θερμαίνει τὸν παρ’ ἡμῖν, πῶς αἱ μεταξὺ σφαῖραι ταύτην εἰς αὐτὸν διαβιβάζουσι, λέγειν οὐχ ἕξει τις. οὐδὲ γὰρ ἡ τοῦ ἡλίου κίνησις τὰς κατω- τέρας σφαίρας κινεῖ, οὔθ’ ἣν κινοῦνται μετὰ τῆς ἀπλανοῦς κίνησιν οὔτε τὴν ἰδίαν ἑκάστης. εἰ οὖν ἡ τοῦ ἡλίου περιφορὰ τῆς θέρμης ἦν αἰτία τῆς παρ’ ἡμῖν, μᾶλλον <ἂν ἡ τῆς> ἀπλανοῦς ἤπερ ἄλλη τις (συμπεριάγει τὰς ὑπ’ αὑτῆς σφαίρας) διὰ μέσου τῆς ἐσχάτης ἐθέρμανε κινοῦσα τὸν ἀέρα. εἰ δὲ τοῦτο ἦν ἀληθές, τὸ αὐτὸ ἄν ἐποίει καὶ ἐν νυκτί· μία γάρ ἐστι καὶ συνεχὴς ἀεὶ καὶ ἡ αὐτὴ ταύτης ἡ κίνησις. τούτου δὲ μὴ γινομένου, ἀλλ’ ἅμα τῷ ἡλίῳ θερμαινομένου τοῦ ἀέρος, οὐχ ἡ τοῦ ἡλίου ἄρα κίνησις οὐδὲ τῶν σφαιρῶν τῆς θέρμης ἐστὶν αἰτία ἀλλ’ ἡ φυσικὴ ποιότης αὐτοῦ (τοῦτο γὰρ λείπεται) καθάπερ καὶ ἡ τοῦ πυρός. εἰ γὰρ τὰ παρ’ ἡμῖν καὶ αὐτὸς τεκμήρια τῶν ἐκεῖ γινομένων εἴληφε, τὸ δὲ πῦρ οὐ τῇ κινήσει θερμαίνει τὸν ἀέρα, ἀλλὰ μόνῃ ποιότητι, τὸ αὐτὸ ἄρα καὶ ἐπὶ τοῦ ἡλίου γίνεσθαι νομίζειν εὔλογον, καὶ μὴ διὰ τὸ σώζειν τὰς ἰδίας ὑποθέσεις τὸν Ἀριστοτέλη βούλεσθαι, ὅτι ἐστὶν ἀπαθῆ τὰ οὐράνια σώματα, τοῖς φαινομένοις καὶ αὐτῇ πο- λεμεῖν τῇ αἰσθήσει. τούτου γοῦν καὶ ὁ Ἀλέξανδρος συναισθόμενος ὁμόσε ἐχώρει τῷ πράγματι καὶ τοῖς φαινομένοις, καὶ οὐκ ἀπαθῆ τὰ σώματα τῶν οὐρανίων ὁμολογεῖ, καὶ τὸν Ἀριστοτέλη τοῦτο βούλεσθαί φησι, ταῦτα γράφων ἐπὶ λέξεως· “ἴσως δὲ οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα· οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, θέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναύξητον, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμην, ἔθος τε αὐτῷ λέγειν τὸ θεῖον σῶμα οὐχ ἁπλῶς ἀπαθές, ἀλλὰ προστιθέναι τὸ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα <τὰ> πάθη κατὰ τὴν κατ᾿ μεταβολὴν γινόμενα, ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τἄ θεῖ, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους. ἥ τε γὰρ κίνησις πάθος τι, ἧς οὐκ ἀνεπίδεκτα· ἀλλὰ καὶ εἰ τὸ φῶς ἀλλότριον λαμβάνειν πάσχειν τί ἐστιν, ἡ σελήνη εἴη ἂν πάσχουσά τι ἀπὸ τοῦ ἡλίου, εἴ γε παρ’ ἐκείνου τὸ φῶς αὐτῇ. οὐδὲν οὖν ἄτοπον καὶ ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως πάσχειν τι τὸ γειτνιῶν αὐτῷ τοῦ θείου σώματος, οὐ μὴν οὕτω πάσχειν, ὥστε κατ’ εἶδός τε μεταβάλλειν καὶ ἐκπυροῦσθαι, <ἀλλὰ> διακονεῖσθαι διὰ τούτου τοῦ τῷ ὑπ’ αὐτὸ σώματι, ὡς θερμαίνεσθαί τε ὑπ’ αὐτῆς καὶ ἐκπυροῦσθαι. ἄλλως τε ἐπεὶ καὶ ἧττον ἤδη τὸ σῶμα τοῦτο εἰλικρινές τε καὶ καθαρόν, ὡς πρὸ ὀλίγου εἴρηκε δι’ ὧν εἶπε “τὸ μὲν γὰρ ἄνω καὶ μέχρι σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος, οὐ μὴν ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτερον εἶναι, τὸ δὲ ἧττον εἰλικρινὲς καὶ διαφορὰς ἔχειν, καὶ μάλιστα ᾗ καταλήγει πρὸς τὸν ἀέρα καὶ πρὸς τὸν περὶ γῆν κόσμον.” ταῦτα κατὰ λέξιν ὁ Ἀλέξανδρος. εἰ δὲ μὴ παντελῶς ἀπαθές ἐστιν ἐκεῖνο τὸ σῶμα μηδ’ ἀναλλοίωτον, ἀλλοίωσις δὲ σώματος οὐδὲν ἕτερόν ἐστιν ἢ μεταβολὴ κατὰ ποιότητα, πάσης δὲ σωματικῆς ποιότητος αἱ πρῶται δύο τῶν ἀντιθέ|σεων ἐξάρχουσιν ἡ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ τοῦ ξηροῦ τε καὶ ὑγροῦ, καὶ ἔστιν ἀδύνατον τῶν ἄλλων μετέχειν τινὸς τὸν μὴ τούτων μετέχοντα πρότερον (πάσας γὰρ Ἀριστοτέλης ἔδειξε τὰς ἄλλας ὑπ’ ἐκείνας ἀναγομένας), εἰ οὖν ἀλλοιοῦται καὶ πάσχει τὸ θεῖον σῶμα, πάντως ἀνάγκη κατά τινα τῶν εἰρημένων τεσσάρων ποιοτήτων προηγουμένως ἀλλοιοῦσθαι, καθὰ δοκεῖ καὶ Πλάτωνι. εἰ δὲ κατ’ αὐτὰς ἀλλοιοῦται, ἐξ αὐτῶν ἄρα καὶ τὴν σύνθεσιν ἔχει καὶ κατὰ τὸ πλεονάζον αὐτῶν ἡ ἀλλοίωσις γίνεται, ὡς καὶ ἐν τοῖς ἡμετέροις σώμασι γίνεται. τὸ γὰρ θερμαινόμενον ἐκ ψυχροτέρου μεταβάλλει πρὸς τὸ θερμότερον, καὶ τὸ ὑγραινόμενον ξηρότερον ἦν, καὶ ἐπὶ τῶν ἄλλων ἑκάστης ὁμοίως. εἰ γὰρ μὴ ἐκ τούτων εἶχε τὴν σύστασιν, οὐδ’ ἀλλοιοῦσθαι κατ’ αὐτὰς ἔμελλεν· ἑτέραν γὰρ παρὰ ταύτας ἀλλοίωσιν σῶμα φυσικὸν ὑπομένειν οὐδὲ πλάσασθαι ῥᾴδιον. ἐν τίνι δ’ ὅλως τὰ ἔσχατα τῶν οὐρανίων σώματα καὶ τοῖς παρ’ ἡμῖν πλησιάζοντα ἧττόν ἐστι καθαρὰ καὶ εἰλικρινῆ τῶν ἀνωτέρω, εἰ μία καὶ ἁπλῆ τῶν οὐρανίων ὑπῆρχεν ἡ ὕλη τὸ πέμπτον σῶμα πάσης ἀνεπίμικτον ἐναντιώσεως, εἰ μὴ τὰ μὲν ἀνωτέρω τῆς καθαρωτάτης καὶ εἰλικρινοῦς μετεῖχε τῶν στοιχείων μοίρας, τὰ δὲ κάτω καὶ πλησιάζοντα τῷ περὶ γῆν κόσμῳ τῆς ἧττον καθαρᾶς καὶ ἧττον εἰλικρινοῦς; καὶ γὰρ τῶν ὑπὸ σελήνην τὰ μὲν καθαρωτέρας τῶν ἁπλῶν ἔτυχε μοίρας, τὰ δὲ τῆς ὑποστάθμης αὐτῶν καὶ οἱονεὶ τρυγός. τί δὲ καὶ πάσχον ὑπὸ τοῦ ἡλίου τὸ ἔσχατον σῶμα τῶν οὐρανίων ἀλλοιοῦται καὶ τοῦ ἰδίου μεταδίδωσι τῷ ὑπ’ αὐτὸν ἀέρι πάθους; τί δ’ ἄλλο γε ἢ θερ- μαινόμενον ἐξ αὐτοῦ; οὐ γὰρ δή γε ὑπὸ τοῦ ἡλίου ἡ σεληνιακὴ σφαῖρα κινεῖται, οὔτε τὴν ἰδίαν κίνησιν τὴν ἐπ’ ἀνατολήν, <ἣν> τὰ πλανώμενα κινεῖται, οὔτε ἣν συνεφέλκεται τῇ ἀπλανεῖ. τί οὖν ἄν εἴη τὸ ἐξ ἡλίου πάθος αὐτῇ γινόμενον πλὴν τῆς θερμότητος ἧς μεταδίδωσιν ἀμέσως τῷ μετ’ αὐτὴν ἀέρι, ὡς καὶ ὁ ἀὴρ τοῖς μετ’ αὐτόν, ὕδατί τε καὶ γῆ; δεῖ δὲ καὶ τὴν παρατήρησιν ἐπισημειοῦσθαι τὴν Ἀλεξάνδρου. “ἴσως” γάρ φησιν, “οὐδὲ πάντῃ ἀπαθὲς τὸ θεῖον σῶμα. οὐδὲ γὰρ ἐν τῷ πρώτῳ τῶν Περὶ οὐρανοῦ ἀπέδειξεν αὐτὸ ἀναλλοίωτον, καίτοι προθέμενος, ἀλλ’ ἀγένητον μὲν αὐτὸ καὶ ἄφθαρτον ἔδειξεν, ὁμοίως καὶ ἀναυξές, ἀναλλοίωτον δὲ οὐκέθ’ ὁμοίως ἀπέδειξεν, ὡς καὶ ἐν τῷ εἰς αὐτὸ ὑπομνήματι ἐπεσημηνάμεθα” οὕτω μὲν οὖν ὁ Ἀλέξανδρος. διὰ τί δὲ προὔθετο δεῖξαι ὁ Ἀριστοτέλης ἀναλλοίωτον ἐκεῖνο τὸ σῶμα, εἰ καὶ μὴ δεῖξαι δεδύνηται; ἢ ἵνα παντελῶς αὐτὸ δείξῃ ἀπαθὲς καὶ διὰ τούτου πάλιν ἄφθαρτον. τὰ γὰρ κατὰ ποιότητα γινόμενα πάθη τοῖς σώμασι, τὸ [δὲ] θερμαίνεσθαι ἢ ψύχεσθαι καὶ τὰ τούτοις συγγενῆ, μέτρια μὲν ὄντα καὶ τὴν κατὰ φύσιν συμμετρίαν τῶν ὑποκειμένων οὐ παντελῶς ὑπερβαίνοντα, πάθη τότε καὶ ἔστι καὶ λέγεται. ἐπειδὰν δὲ τῆς συμμετρίας ὅλης ὑπερεκπέσῃ τοῦ σώματος, φθορά ἐστι λοιπὸν καὶ τοῦ συνεστῶτος εἴδους διάλυσις. τοῦτο οὖν Ἀριστοτέλης εἰδὼς καὶ βουλόμενος ἄφθαρτα δείξαι τὰ κύκλῳ κινούμενα προὔθετο μὲν ἀναλλοίωτα δείξαι· εἶχε γὰρ ἐξ ἀνάγκης ἑπόμενον ὅτι καὶ ἀπαθῆ ἄλλως οὐκ ἔδειξεν, οὐκοῦν οὐδ’ ὅτι ἄφθαρτα δέδεικται. ἀλλ’ “ἔθος αὐτῷ λέγειν”, φησὶν ὁ Ἀλέξανδρος, “τὸ θεῖον σῶμα οὐχ ἀπλῶς ἀπαθές, προστιθέναι δὲ πάσης θνητῆς δυσχερείας· τῶν γὰρ τοιούτων παθῶν ἀπαθές. ἔστι δὲ ταῦτα τὰ πάθη κατὰ τὴν κατ’ εἶδος μεταβολὴν γινόμενα ἧς μεταβολῆς καὶ πάθους ἀνεπίδεκτα τὰ θεῖα, οὐ μὴν διὰ τοῦτο καὶ παντὸς πάθους”. τίς οὖν ἐστιν ἡ θνητὴ δυσχέρεια ἡ συνεστῶτος ἔτι τοῦ ζῴου γινομένη, λεγέτω· τί δὲ ἄλλο γε ἢ τὸ θερμαίνεσθαι τῆς κατὰ φύσιν πλέον θερμότητος, ψύχεσθαί τε καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, καὶ ὅσα τούτοις ἐστὶν ἑπόμενα, δυσχέρειαν τοῖς ἔχουσι τῷ παρὰ φύσιν διατιθέναι τὸ σῶμα παρέχοντα καὶ λύσεως ἐλπίδα, καὶ ταύτῃ τὴν ἑπομένην παντελῆ τοῦ εἴδους φθοράν * * τὰ φθαρτὰ τὴν φύσιν κρίνεται καὶ τὰ μὴ τοιαῦτα. εἰ οὖν ἀπαθὲς παντελῶς οὐκ ἔστιν ἐκεῖνο τὸ σῶμα, οὐδὲ Ἀριστοτέλης τοῦτο δέδειχε, μάτην αὐτῷ τὸ πάσης θνητῆς δυσχερείας προσθεὶς χαρίζεται τὸ μὴ προσόν. εἰ γὰρ ὅλως θερμότερον αὐτὸ ἑαυτοῦ ἐξ ἡλίου γίνεται καὶ τοῦτο τὸ πάθος μεταδίδωσι τῷ μετ’ αὐτὸν ἀέρι, τῆς δυσχερείας ἄρα τῆς θνητῆς οὐκ ἀπήλλα- κται· ἄλλο γάρ τι τοῦ θείου σώματος πάθος τὸν ἀέρα θερμαῖνον δεικνύειν ἕξουσιν αὐδὲ μέχρτ τοῦ πλάσασθαι. Ἐζήτει δὲ καὶ τοῦτο καλῶς ὁ Ἀλέξανδρος, ὡς εἴπερ ἀπὸ τῆς τοῦ ἡλίου κινήσεως ἡ θερμότης ἐνταῦθα γίνεται, πῶς οὐκ ἔστιν ἡ ἀπ’ αὐτοῦ θερμότης ἐν ταῖς σκιαῖς, καίτοι γε καὶ τοῦ σκιαζομένου ἀέρος ὁμοίως τῷ ἀνεπισκιάστῳ ὑπὸ τὴν τοῦ ἡλίου κίνησιν ὄντος. ἢ ἐπειδή, φησίν, ἄλλος ἐξ ἄλλου θερμαίνεται τῇ συνεχείᾳ τε καὶ τῇ ἀφῇ, τὸ δ’ ἐπισκοτῆσαν ἅμα καὶ τὴν συνέχειαν καὶ τὴν ἁφὴν ἐνεπόδισε τὴν κατὰ τοῦτο τοῦ θερμαίνοντος ἀέρος· οὐχ ὁμοίως γὰρ ἁπτόμενος ὁ ἐπεσκοτημένος τοῦ ἀνεπισκιάστου οὐδ’ ὁμοίως θερμός ἐστι. ταῦτα δὲ καλῶς ἄν ἔλεγεν ὁ Ἀλέξανδρος, εἰ μὴ τὴν τοῦ ἡλίου κίνησιν ἀλλὰ ποιότητα καὶ μόνην ὡς ἐπὶ πυρὸς θερμαίνειν ἔλεγε τὸν ἀέρα. τὸ γὰρ πρῶτον αὐτοῦ μόριον καὶ τῷ πυρὶ πλησιάζον ἐξ αὐτοῦ θερμανθὲν τὸ μετ’ αὐτὸ θερμαίνει, καὶ τοῦτο τὸ ἑξῆς μέχρις ἂν ἀμυδροτέρα γινομένη ἡ κατὰ μέρος θερμασία διὰ τὴν ἐκ τοῦ πυρὸς ἀπόστασιν ἀποσβεσθείη παντάπασιν. εἰ δὲ κατὰ Ἀριστοτέλη μόνῃ τῇ κινήσει τοῦ ἡλίου, μᾶλλον δὲ τῆς ἡλιακῆς σφαίρας θερμαίνεται ὁ ἀήρ, συνεχὴς δὲ ὅλος ἐστὶ πλὴν εἰ μὴ πᾶν τι μόριον αὐτοῦ καθειργμένον ὑπὸ γῆν ὑπάρχον ἢ ὑπό τινος πανταχόθεν οἰκοδομήματος τοιούτου τινὸς ὑποθώμεθα, καὶ τὴν αὐτὴν ἐν ἑκάστῳ θερμασίαν ἐχρῆν ὑπάρχειν. ἔστω δὲ τὸν τοιοῦτον ἀέρα μὴ κινεῖσθαι | μηδὲ θερμαίνεσθαι· ἀλλὰ ὑπὸ τῶν τειχίων ἢ πετρῶν τινων σκιαζόμενος ἀὴρ συνεχὴς ὢν πανταχόθεν τῷ φωτιζομένῳ πλὴν ἐκ μόνης τῆς διακοπείσης πλευρᾶς ὑπὸ τοῦ ἐπιπροσθήσαντος, διὰ τί μὴ τῆς αὐτῆς μετέχει θερμότητος τοῖς συνεχέσιν αὐτῷ μέρεσι τοῦ ἀέρος καὶ τὸ φῶς δεχομένοις, τῆς αὐτῆς μετέχον τοῦ ἡλίου κινήσεως; δῆλον οὖν οἶμαι κἀντεῦθεν ὡς οὐχ ἡ τοῦ ἡλίου κίνησις, ἥτις οὐχ ἅπτεται τοῦ ἀέρος, ἀλλ’ ἡ τούτου ποιότης ὡς ἐπὶ πυρὸς θερμαίνει τὸν ἀέρα, καὶ διὰ τοῦτο τὰ ἐπιπροσθούμενα τούτου μέρη μὴ διαβιβαζομένης ἐπ’ αὐτὰ τῆς ποιότητος τοῦ ἡλίου διὰ τὸ ἐπιπροσθοῦν οὐχ ὁμοίως τοῖς ἄλλοις θερμαίνεται, μετρίας μόνης αὐτοῖς ἐκ τῶν γειτνιαζόντων μεταδιδομένης θερμότητος, καὶ οὐ τοσαύτης ὅση γίνεται τοῖς ἀμέσως τοῦ ἡλίου δεχομένοις τὰς ἀκτῖνας. ἐξ ὧν δῆλον ὡς τῷ ἡλιακῷ φωτὶ θερμασία συμπαρομαρτεῖ πάντως, ὡς καὶ ἐπὶ τοῦ πυρὸς γινόμενον φαίνεται, συνεζευγμένης αὐτῶν τῷ φωτὶ τῆς θερμότητος. ποιότητι οὖν καὶ οὐ τῇ κινήσει θερμαίνει ὁ ἥλιος οὔτε τῇ ἑαυτοῦ, εἴ τινα ἔχει ἰδίαν κίνησιν, οὔτε τῆς ἡλιακῆς σφαίρας. εἰ γὰρ οὕτως ἐθέρμαινεν, οὐδὲν ἧττον καὶ ὑπὸ σκιὰν καὶ ἐν χειμῶνι τὴν αὐτὴν θερμασίαν ὁμοίως ἀεὶ παρεῖχεν ἅπασι, μιᾶς καὶ τῆς αὐτῆς ἀεὶ κινήσεως οὔσης τῆς τε ἀπλανοῦς νοῦς καὶ τῶν πλανωμένων ἰδίᾳ ἑκάστης. ἀλλ’ εἰ πύριος ἦν, φασί, καὶ θερ- μότητι τῇ αὐτοῦ τὰ ὑπὸ σελήνην ἐθέρμαινε, διὰ τί μεσουρανῶν μᾶλλον θερμαίνει καὶ μὴ περὶ τοὺς ὁρίζοντας ὤν; οὐδὲ γὰρ τὰ ἐκ πλαγίου κείμενα τῷ πυρί, ἀλλὰ τὰ ἐπικείμενα τούτῳ μᾶλλον θερμαίνεται, ὡς τὰ ἑψόμενα καὶ τὰ χωνευόμενα. μάλιστα μὲν οὖν πολλὰ τῶν τηκτῶν ὡς καὶ ὁ μόλιβδος ὑποκείμενα τῷ πυρὶ τήκεται· ὡς γὰρ τὸ φῶς πανταχοῦ, εἰ μή τι κωλύοι, φέρεται, οὕτω καὶ ἡ συμπαρομαρτοῦσα τούτῳ θερμότης. εἶτα καὶ ἡ αἰτία δήλη· πρὸς τῷ ὁρίζοντι γὰρ ὁ ἥλιος οὐ πάσας αὐτοῦ τὰς ἀκτῖνας εἰς ἡμᾶς πέμπει, ἀλλὰ τὰς μὲν ὑπὸ γῆν, τὰς δὲ ὑπὲρ ἡμᾶς, ἐν τῷ μεσουρανήματι δὲ γενόμενος εἰς ἅπαντα τὸν περὶ ἡμάς ἀέρα πέμπων τὰς ἀκτῖνας ὅλον θερμαίνει. ἔπειτα πολλή ἐστιν ἡ περὶ γῆν ἀχλύς, δι’ ἧς αἱ ἀκτῖνες φερόμεναι τοῦ ἡλίου ὄντος ἐν τῷ ὁρίζοντι τὸ φῶς ἀμβλύτερον ἔχουσι· διὸ καὶ αὐτὸς ἐρυθρὸς τότε φαίνεται, οἷον καὶ τὸ ἐκ τῶν ὑγρῶν ξύλων γινόμενον πῦρ· ὑψούμενος δὲ καὶ πλείονα χρόνον μένων ὑπὲρ γῆν λύει τὴν ἀτμίδα. εἰ γὰρ καὶ τῆς γῆς, ὥς φασιν, ἑκατονταεβδομηκονταπλασίων ἐστίν, ἀλλ’ οὐ παντὸς τοῦ μέχρι τῆς σελήνης σώματος. διόπερ ὅσα μὲν αὐτῷ πλησιάζει, ὡς τὰ ὑπὸ τὸν ἰσημερινόν, ἐκκέκαυται λίαν, ὅσα δὲ τούτου μᾶλλον ἀφέστηκε, μᾶλλον κατέψυκται, ὡς τὰ περὶ τοὺς πόλους διὰ τὴν μεγίστην ἀπόστασιν κατεψυγμένα λίαν ἐστὶ καὶ ἀοίκητα, ὡς καὶ τὰ ὑπὸ τὸν ἰσημερινὸν διὰ τὴν ἐκπύρωσιν. οὐκ ἄρα ἡ τοῦ ἡλίου κίνησις αἰτία ἐστὶ τοῦ τὰ ὑπὸ σελήνην θερμαίνεσθαι· ὁμοίως γὰρ ἐν παντὶ χρόνῳ πάντα ἄν ἐθερμαίνετο· ἀλλ’ ἡ τοῦ ἡλίου πυρώδης οὖσα φύσις τὰς μὲν οἰκουμένας δύο ζώνας τήν τε βορειοτέραν τοῦ θερινοῦ τροπικοῦ καὶ τὴν τοῦ χειμερινοῦ νοτιωτέραν συμμέτρως θερμαίνουσα εὐκράτους ποιεῖ, τὰς δὲ λοιπὰς τρεῖς διὰ τὴν ἐπὶ τἀναντία πάλιν ὑπερβολὴν ἀοικήτους ἐργάζεται. ἱκανῶς δὲ τούτων εἰρη- μένων τὴν ἀκοὴν ἀναπαύοντες, ἐνταῦθα τῷ πρώτῳ τμήματι δίδομεν πέρας.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
