# in Aristotelis Meteorologicorum librum primum commentarium 40.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/40.1

Ἀρχὴ δ’ ἐστὶ καὶ τούτων καὶ πολλὼν ἄλλων ἥδε. θερμαινομένης γὰρ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τὴν ἀναθυμίασιν ἀναγκαῖον γίνεσθαι μὴ ἁπλῆν, ώς τινες οἴονται, ἀλλὰ διπλῆν, τὴν ἀτμιδωδεστέραν, τὴν δὲ πνευματωοεστεραν, τὴν μὲν του ἐν τῇ γῇ καὶ ἐπὶ τῇ γῇ ὑγροῦ ἀτμίδα, τὴν δὲ αὐτῆς τῆς γῆς οὐσης ξηρᾶς καπνώδη· καὶ τούτων τὴν μὲν πνευματώδη ἐπιπολάζειν δια τὸ θερμόν, τὴν δὲ ὑγροτέραν ὑφίστασθαι διὰ τὸ βάρος. Τὰ νῦν ῥηθησόμενα οὐ μόνον τῶν ἀπηριθμημένων ἐστὶν ἀρχή, ἀλλὰ καὶ πάντων τῶν ἐν τῷ μετεώρῳ συνισταμένων παθημάτων, κομητῶν, κεραυνῶν, ἀστραπῶν, βροντῶν. ἤδη μὲν οὖν τὸ ὑλικὸν αἴτιον πάντων τῶν γινομένων καὶ φθειρομένων ὅτι <τὰ> τέσσαρα στοιχεῖά ἐστιν ἐδίδαξεν. με νῦν τῶν ἐν τῷ μετεώρῳ συνισταμένων τὰς αἰτίας διδάξαι βούλεται (εἰ γὰρ καὶ κοινὰ πάντων τῶν γινομένων, ὡς εἶπον, ἐκεῖνά ἐστιν, ἀλλ’ ἔστι καὶ τῶν κατὰ γένος διαφερόντων ἑκάστῳ καὶ τῶν κατ’ εἶδος ὕλη τις ἰδιάζουσα· τοῖς εἴδεσι γὰρ τῶν συνθέτων καὶ ἡ ὕλη συνεξαλλάττεται) ἀνάγκη καὶ τῶν ἐν τῷ μετεώρῳ γινομένων ἁπάντων εἶναί τινα κοινοτέραν ὕλην, ἥτις τῶν ἐν γενέσει πάντων ἐστὶ καὶ φθορᾷ, καὶ ἰδικωτέραν τούτων αὐτῶν ἄλλην, ἀλλ’ οὐ τῶν κατ’ εἶδος διαφερόντων. τέως οὖν τὴν κοινὴν ἁπάντων τῶν ἐν τῷ μετεώρῳ γενικώτερον τίς ἐστι διδάσκει τὸν τρόπον τοῦτον. δύο γὰρ ὄντων, φησί, τῶν ἐν τῷ μέσῳ τοῦ παντὸς στοιχείων, ὕδατός τε καὶ γῆς, καὶ τούτων ὑπὸ τοὐ ἡλίου τὸν εἰρημένον τρόπον θερμαινομένων, διττὰς ἐξ αὐτῶν ἀνάγκη γίνεσθαι καὶ τὰς ἀναθυμιάσεις, καὶ τὴν μὲν ἐκ τοῦ ὕδατος ὑγράν, οἷός ἐστι καὶ ὁ ἐκ τῶν λεβήτων ἀτμὸς θερμαινομένου τοῦ ἐν αὐτοῖς ὕδατος, τὴν δὲ ἐκ τῆς γῆς ξηράν, οἵα πάλιν ἐκ τῶν καιομένων ξύλων ἀναδιδομένη φαίνεται καὶ τῶν θυμιαμάτων· ἑκατέρα μέντοι τούτων ἐστὶ θερμή. ἐπειδὴ γὰρ ἐξ ἡλίου τὰ δύο ταῦτα στοιχεῖα γῆ καὶ ὕδωρ θερμαινόμενα τὴν τοιαύτην ὑπομένει μεταβολήν, δῆλον ὅτι κατὰ μόνον τὸ ἐν αὐτοῖς ἑκάτερον μεταβάλλει ψυχρόν· τὸ δὲ ἐκ ψυχροῦ μεταβαλὸν ἐξ ἀνάγκης γίνεται θερμόν. μήτε οὖν τῆς γῆς κατὰ τὸ ἐν αὐτῇ μεταβαλλούσης ξηρὸν μήτε τοῦ ὕδατος κατὰ τὸ ὑγρόν, ἀλλὰ μόνον κατὰ τὸ ἐν αὐτοῖς ψυχρὸν ὑπὸ τοῦ θερμοῦ νικώμενον εἰκότως ἑκατέρα τῶν ἀναθυμιάσεων ἐστι θερμή, μένοντος ἐν θατέρᾳ μὲν τοῦ ξηροῦ, ἐν τῇ λοιπῇ δὲ τοῦ ὑγροῦ. οὐκοῦν ἡ μὲν ἐξ ὕδατος ὑγρά ἐστι καὶ θερμή, ἡ δὲ ἐκ τῆς γῆς ξηρὰ καὶ θερμή. καλεῖ δὲ τὴν μὲν ἀτμίδα, τὴν δὲ καπνώδη καὶ πνευματώδη· καὶ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν. αὗται τοίνυν τῶν ἐν τοῖς μετεώροις συνισταμένων ἀπάντων κοινῶς ὑλικὸν ὑπάρχουσιν αἴτιον, ποιητικὸν δὲ ἡ τῶν οὐρανίων περιφορὰ σωμάτων. θερμῆς τοίνυν ἑκατέρας ἀναθυμιάσεως ὑπαρχούσης εἰκότως εἰσὶν ἀνώφοροι· ἀλλ’ ἡ μὲν καπνώδης μᾶλλόν ἐστι κούφη, τὸ ξηρὸν ἔχουσα τοῦ τάχους συναίτιον, τῆς δὲ λοιπῆς τὸ ὑγρὸν ὑποτέμνει τὸ τάχος, ὡς ἐν ἑτέροις ἀκριβῶς ταῦτα δεδείχαμεν. οὐκοῦν ἡ μὲν ἐξ ὕδατός ἐστι περιγειοτέρα τῷ τόπῳ ὡς ἧττον κούφη, ἡ δὲ ἐκ γῆς ἐπιπολάζει ταύτῃ καὶ μᾶλλόν ἐστι μετέωρος ὡς κουφοτέρα· καὶ ἡ μὲν τὰ περὶ τὸν ἀέρα πάθη γεννᾷ, ὁμίχλην, ὑετόν, χιόνα, χάλαζαν καὶ τὰ τούτοις συγγενῆ, ἡ δὲ ξηρὰ πρὸς τὸ συγγενὲς ἄνω χωροῦσα τὰ περὶ τὸ ὑπέκκαυμα συνίστησιν, ὧν ἐστι καὶ τὰ προκείμενα, φλόγες καὶ δαλοὶ καὶ αἶγες καὶ ὅσα κατηρι- θμήσατο· πυρώδη γάρ ἐστι τὴν φύσιν ἅπαντα. τὴν δὲ διαφορὰν αὐτῶν προϊόντες αὐτοῦ λέγοντος εἰσόμεθα. τὸ δὲ καὶ ἐν τῇ γῇ φησι καὶ ἐπὶ τῇ γῇ ἢ ὅτι τὸ μέν ἐστιν ἐν τοῖς κοιλώμασιν αὐτῆς, τὸ δὲ καὶ ἐπιπολάζει, ἢ καὶ καθ’ ἑνὸς τοῦ αὐτοῦ· καὶ γὰρ τῷ ἐν τοῖς κοιλώμασιν ὕδατι ὑπόκειται γη.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
