# in Aristotelis Meteorologicorum librum primum commentarium 41

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/41

Καὶ διὰ ταῦτα τοῦτον τὸν τρόπον κεκόσμηται τὸ πέριξ· πρῶτον γὰρ ὑπὸ τὴν ἐγκύκλιον φοράν ἐστι τὸ θερμὸν καὶ ξηρόν. ὃ λέγομεν πῦρ· ἀνώνυμον γὰρ τὸ κοινὸν ἐπὶ πάσης τῆς καπνώδους διακρίσεως· ὅμως δὲ διὰ τὸ μάλιστα πεφυκέναι τὸ τοιοῦτον ἐκκαίεσθαι τῶν σωμάτων οὕτως ἀναγκαῖον χρῆσθαι τοις ονομασιν. Ἐδιδάξαμεν ἤδη, τίς ἡ τῶν πέντε τοῦ κόσμου στοιχείων ἐστὶ πρὸς ἄλληλα θέσις τε καὶ τάξις. τὸ αὐτὸ δὲ τοῦτο πάλιν καὶ ἐκ τῶν νῦν δε- δειγμένων περὶ τῆς γενέσεως τῶν δύο τούτων ἀναθυμιάσεων συλλογίζεται. ὡς γὰρ ἔφθη προειπών, εἰδέναι δέον ἐστὶν ὡς ὃν λόγον ἔχουσι πρὸς ἄλληλα τὰ μέρη τῶν στοιχείων ἐν τῇ εἰς ἄλληλα μεταβολῇ, τοῦτον ἔχειν καὶ τὰς ὁλότητας αὐτῶν πρὸς ἀλλήλας ἀνάγκη. πρῶτον μὲν γάρ ἐστι καὶ ἐξώτατον πάντων τὸ ἐγκύκλιον σῶμα. ἐπειδὴ γὰρ τῇ τούτου κινήσει τὰ ἐντὸς μεταβάλλει, πᾶν δὲ σῶμα ποιοῦν εἰς ἕτερον ἁπτόμενον αὐτοῦ ποιεῖ, ἀνάγκη τὸ κυκλοφορούμενον εἰς πάντα τὰ λοιπὰ ποιεῖν μέλλον περιέχειν ἐντὸς ἅπαντα, ἵνα καὶ εἰς αὐτὰ δρῴη πανταχόθεν αὐτῶν | ἁπτόμενον, κἀκεῖνα μὴ διαφεύγῃ τὸ ἐξ αὐτοῦ πάθος. κἂν γὰρ μὴ ἀμέσως πάντων ἅπτηται, ἀλλὰ διὰ τῶν προσεχεστέρων εἰς τὰ ἐφεξῆς ποιεῖ. τούτου δεύτερον ἐφεξῆς ἐστι τὸ θερμὸν σῶμα καὶ ξηρόν, οἷον ἔφαμεν εἶναι καὶ τὸ ἐκ τῆς γῆς ἀναθυμιώμενον· διὰ γὰρ τὴν κουφότητα πᾶσά ἐστιν ἀνάγκη τῶν ἄλλων αὐτὸ τριῶν ὑπεράλλεσθαι. τοῦτο δέ, φησί, πῦρ ὀνομάζομεν· καίτοι πῦρ οὐκ ἔστιν, ὡς καὶ πρότερον εἶπε· κυρίως γάρ ἐστι πῦρ, ὅταν ὑπερεξαφθῇ καὶ γένηται φλόξ. ἀλλ’ ἐπειδὴ τὸ θερμὸν καὶ ξηρὸν κοινόν ἐστιν ἐπὶ τῶν τοιούτων ἀπάντων, τοιαύτη δὲ καὶ ἡ φλὸξ καὶ τὸ πνεῦμα καὶ ἡ καπνώδης ἀναθυμίασις καὶ ταύτης αἱ ποικίλαι διαφοραὶ ποσότητι διακρινόμεναι καὶ τάξει τῶν μερῶν, ἐξ ὧν καὶ τὰ διάφορα πάθη τῶν ἐν τῷ ὑπεκκαύματι συνισταμένων γίνεται, τούτοις δὲ πᾶσι κοινὸν οὐ κεῖται ὄνομα, διὰ τοῦτο τὸ γένος ὀνομάζειν εἰώθασιν ἐκ τοῦ γνωριμωτέρου ἡμῖν τὸ τοιοῦτον ὅλον προσαγορεύοντες σύστημα· ἡ ὅτι καὶ δυνάμει πῦρ ἐστι τὸ ὑπέκκαυμα· μικρᾶς γὰρ αἰτίας τυχὸν εὐθὺς ἐκκαίεται. ὁ δὲ Ἀριστοτέλης κυριωτέραν τῷ κοινῷ τούτῳ τῷ μήπω ἐκφλογωθέντι θερμῷ καὶ ξηρῷ προσηγορίαν ἐπενόησε πρέπουσαν, ὑπέκκαυμα καλέσας ·αὐτὸ ὡς ἐπιτήδειον ἀπὸ μικρᾶς αἰτίας ῥᾳδίως ἐκκαίεσθαι, καὶ ταύτην ἐκ τῶν παρ’ ἡμῖν τὴν προσηγορίαν λαβών· ὑπεκκαύματα γὰρ καλοῦμεν ἡμεῖς τὰ λεπτὰ καὶ φρυγανώδη καὶ ὅσα πρὸς ῥᾳδίαν ἔξαψίν ἐστιν ἐπιτήδεια. ἐπεὶ οὖν καὶ ἡ καπνώδης αὕτη καὶ πνευματώδης ἀναθυμίασις καὶ ὅλον ἐκεῖνο τὸ πρὸς τῇ σελήνῃ τοιοῦτόν ἐστιν, εἰκότως αὐτὸ ὑπέκκαυμα προσηγόρευσεν.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
