# in Aristotelis Meteorologicorum librum primum commentarium 42.1

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/42.1

Δεῖ δὲ νοῆσαι τὸ ὑπέκκαυμα ὃ νῦν εἴπομεν πῦρ, περιτετάσθαι τῆς περὶ τὴν γῆν σφαίρας ἔσχατον, ὥστε μικρᾶς κινήσεως τυχὸν ἐκκαίεσθαι πολλάκις ὥσπερ τὸν καπνόν· ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται. Τοῦτο, φησί, τὸ κοινότερον ὅπερ ἡμεῖς ὑπέκκαυμα προσηγορεύσαμεν διὰ τὸ μὴ εὑρεῖν σὐτῷ παρὰ τοῖς παλαιοῖς κείμενον ὄνομα (πῦρ γὰρ τὴν φλόγα προσαγορεύουσι), δεῖ νοεῖν ἔσχατον περιτετάσθαι πάσης τῆς περὶ γῆν σφαίρας· αὕτη δέ ἐστιν ὅλον τὸ μετὰ τὴν σελήνην, ἐν ᾧ πᾶσα γένεσίς ἐστί καὶ φθορά. μία γὰρ ἐκ τῶν τεσσάρων στοιχείων ναστὴ γίνεται σφαῖρα· ἐν μὲν γὰρ τοῖς κοιλώμασι τῆς γῆς συνερρυηκὸς τὸ ὕδωρ μίαν ἅμα τοῖς πέρασιν αὐτῆς ἐποίησεν ἐπιφάνειαν, μετὰ δὲ ταύτην ὁ μεταξὺ τῆς τῶν ὀρῶν ἐπαναστάσεως λιμνάζων ἀὴρ πάλιν ἑτέραν ἅμα ταῖς κορυφαῖς αὐτῶν ἀπετέλεσεν ἐπιφάνειαν· τὸ δὲ μετὰ τοῦτο πᾶν ἔκ τε τοῦ λοιποῦ ἀέρος συνεστὸς καὶ τοῦ ὑπεκκαύματος συσχηματιζόμενον τῇ κοίλῃ τῆς σεληνιακῆς σφαίρας ἐπιφανείᾳ μίαν τῶν ἐντὸς ἁπάντων σωμάτων ναστὴν σφαῖραν εἰργάσατο, καὶ δῆλον ὡς ἁπτομένων τῶν μορίων αὐτῆς καὶ μίαν ἐχόντων συνέχειαν. τοῦτο οὖν τὸ ἔσχατον τῆς σφαίρας ταύτης, ὃ καλοῦμεν ὑπέκκαυμα, περιτεταμένον ἅπασι τοῖς ἐντὸς καὶ τῶν κυκλοφορουμένων ἀμέσως ἁπτόμενον σωμάτων εἰ μικρᾶς ἀπὸ τῆς κινήσεως αὐτῶν αἰτίας τύχοι, εὐθὺς ἐξάπτεται καὶ γίνεται πῦρ. καὶ τούτου τὸν καπνὸν πίστιν ἐπάγεται· καὶ γὰρ οὗτος ξηρὸς ὢν καὶ θερμὸς εἰ πυρὸς τύχοι γειτνιάζοντος, ῥᾳδίως ἐξάπτεται. εἰ γὰρ λύχνον ἐσβεσμένον καὶ ἔτι καπνίζοντα ὑποθείης ἄλλῳ καιομένῳ οὕτως, ὡς τὸν ἀνιόντα καπνὸν ὁμιλεῖν τῇ φλογὶ τοῦ καιομένου λύχνου, ὄψει τὸν καπνὸν ἐξαπτόμενον ἄνωθεν καὶ τὴν φλόγα κατὰ συνέχειαν δι’ αὐτοῦ κάτω φερομένην, μέχρις ἂν αὐτὴν ἐξάψῃ τὴν θρυαλλίδα τοῦ σβεσθέντος λύχνου. καὶ δαλὸν δὲ καπνίζοντα εἰ μικρὸν ἐγγυτέρω θείης πυρὸς οὕτως, ὥστε τὸν καπνὸν ἐπὶ τὴν φλόγα παρακλίνειν, τὸ αὐτὸ πάλιν ὄψει γινόμενον, καὶ τὸν καπνὸν ἐξαπτόμενον καὶ τὸν δαλὸν συνεξάπτοντα. ἀλλ’ εἰ καὶ τὸν δαλὸν περιστρέφων κινήσαις, σφοδρότερον τὸ αὐτὸ περισταίη τῇ κινήσει τοῦ πνεύματος ἐξαπτόμενος. εἰ οὖν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως συνέστηκε τὸ ὑπέκκαυμα, πῶς οὐκ ἀνάγκη καὶ τοῦτο δι’ ἡντιναοῦν αἰτίαν κινήσεως τυχὸν τοῦ συνήθους σφοδροτέρας ἀξάπτεσθαι; ἔστι γὰρ ἡ φλὸξ πνεύματος ξηροῦ ζέσις. εἰ γὰρ τὸ πνεῦμα ξηρόν ἐστι καὶ θερμόν, τοιαύτη δὲ καὶ ἡ φλὸξ ἐπιτεταμένας ταύτας ἔχουσα τὰς ποιότητας, εἰκότως ἐξ οἵας δή ποτε ἐμπιπτούσης αἰτίας ἐκζέσειε τὸ πνεῦμα, φλὸξ γίνεται. ὥστε ὑπέκκαυμα τοὐ πυρός ἐστι τὸ πνεῦμα, ταὐτὸν δ’ εἰπεῖν ἡ καπνώδης ἀναθυμίασις. [τὸ δὲ κῶλον ἰάμβου μέτρον ἐπλήρωσεν.] ἐὰν οὖν μάλιστα εὐκαίρως ἔχῃ ἡ τοιαύτη σύστασις, ὅταν ὑπὸ τῆς περιφορᾶς κινηθῇ πως, ἐκκαίεται. ἀντιπίπτοντος λύσις ἐστὶ τὸ προκείμενον. ἠπόρησε γὰρ ἄν τις, εἰ ὅλον τῆς αὐτῆς φύσεως ἐστι τὸ ὑπέκκαυμα (πνεῦμα γάρ ἐστι θερμὸν καὶ ξηρὸν ἡ καπνώδης ἀναθυμίασις, ἥτις ἐστὶν ὕλη πυρός), ἀλλὰ καὶ τὸ ποιητικὸν ἕν ἐστι καὶ ταὐτὸν ἡ τῶν οὐρανίων κίνησις, καὶ μία ἐστὶν αὕτη καὶ ὁμαλὴ ἀεί, διὰ τί τὸ μὲν ἐξάπτεται τοῦ ὑπεκκαύματος μόριον, τὸ δὲ οὔ, καὶ ἄλλοτε ἄλλο τοῦτο πάσχει. φησὶν οὖν ὡς οὐ παρὰ τὸ ποιητικὸν αἴτιον τὴν κυκλοφορίαν ἡ ἀνωμαλία τούτων ἐστίν, ἀλλὰ παρὰ τὸ ὑλικόν· ὃ γὰρ ἂν τούτου μόριον ἐπιτηδείως ἔχῃ πρὸς ἔκ- καυσιν, τοῦτο τῇ κ‘νήσει τοῦ περιέχοντος ἐκφλογοῦται· οὐδὲ γὰρ ἀ,παθὲς τὸ ὑπέκκαυμα οὐδ’ ἀναλλοίωτόν ἐστιν, ἀλλὰ καὶ λίαν εὐπαθὲς διὰ τὴν λεπτομέρειαν. καὶ γὰρ τῶν ἡμετέρων μορίων ἄλλοτε ἄλλο θερμαίνεται, καὶ τὸ μὲν ἀσθενῆσαν δι’ ὁτιοῦν ἐπιρρεῖ τε καὶ φλεγμαίνει, τὸ δὲ ἐρρωμένον καὶ τὸ ἐπιὸν ἀπωθεῖται ῥεῦμα. τί οὖν ξένον, εἰ καὶ τὰ τοῦ ὑπεκκαύματος μόρια τὸ αὐτὸ τοῦτο πάσχει, καὶ ἄλλοτε ἄλλο τούτου μέρος ἐκ- φλογοῦται διὰ τὰς ἐκ τῆς γῆς ἀναθυμιάσεις πλείους ποτὲ γινομένας ἢ διὰ τὸ μανοῦσθαι τυχὸν ἢ πυκνοῦσθαι μᾶλλον, ἢ διὰ τὸ τῇ κινήσει πολλάκις ἀπορραγέν τι | μόριον τῆς συνεχείας τοῦ ὅλου καὶ οἷον ἐξακοντιζόμενον ἐκφλογοῦσθαι ἢ διά τινας ἑτέρας τοιαύτας αἰτίας. καὶ μάνωσις γὰρ ἔσθ’ ὅτε καὶ πύκνωσις τὰ ὑποκείμενα ποιεῖ πρὸς ἔξαψιν ἐπιτήδεια. πυκνοῦται δὲ τὸ ὑπέκκαυμα ἢ διὰ τὴν ὑγρότητα τοὐ ὑποκειμένου ἀέρος ἢ διὰ τὸ πολλὴν γίνεσθαι κάτωθεν ἀναθυμίασιν πιλούμενον, ἡ διὰ τὴν τοῦ ἡλίου ἀπόστασιν ἄλλοτε ἐξ ἄλλου μέρους αὐτοῦ γινομένην. ἀλλὰ καὶ μανότερον ἔσθ’ ὅτε γίνεται ἤτοι πάλιν διὰ τὴν τοῦ πέριξ κίνησιν θερμαινόμενον ἔτι ἢ διὰ τὸ πλησιάζειν αὐτῷ τὸν ἥλιον. οὔτε δὲ τὰ κατάξηρα λίαν ἐξάπτεται, οἷά ἐστι τὰ σεσηπότα τῶν ξύλων, οὔτε τὰ λίαν ὑγρά, ὡς τὰ νεωστὶ τετμημένα. καὶ ἡ πυκνότης δὲ πολλάκις οὐ ῥᾳδίαν ποιεῖ τὴν ἔξαψιν καὶ τοὐναντίον ἡ μανότης οὖσα πολλή. οὔτε γὰρ σπόγγος ἐξάπτεται ῥᾳδίως οὔτε φελλὸς οὔτε ἔβενος ἢ ἐλέφας, τὰ μὲν διὰ τὴν πύκνωσιν, τὰ δὲ διὰ τὴν μάνωσιν πολλὴν οὖσαν. πάσχει δὲ τοῦτο τὰ συμμέτρως καθ’ ἑκάστην τούτων ἔχοντα τῶν ποιοτήτων πρὸς ἔξαψιν. αὕτη μὲν οὖν ἡ αἰτία τῶν ἐν τῷ συνισταμένων παθημάτων· τὰς δὲ τούτων διαφορὰς αὐτὸς ἐφεξῆς διδάσκει, λέγω δὴ φλογῶν καὶ δαλῶν καὶ αἰγῶν καὶ διᾳττόντων.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
