# in Aristotelis Meteorologicorum librum primum commentarium 45

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/45

Ἀπρορήσειε γὰρ ἄν τις, πότερον ὥσπερ ἡ ὑπὸ τοὺς λύχνους τιθεμένη ἀναθυμίασις ἀπὸ τῆς ἄνωθεν φλογὸς ἅπτει τὸν κάτωθεν λύχνον (θαυμαστὴ γὰρ καὶ τούτου ἡ ταχυτής ἐστι καὶ ὁμοία ῥίψει, ἀλλ’ οὐχ ὡς ἄλλου καὶ ἄλλου γινομένου πυρός) ἢ ῥίφεις τοῦ αὐτοῦ σώματός εἰσιν αἱ διαδρομαί. ἔοικε δὴ δι᾿ ἄμφω. Τοὺς δύο τρόπους διδάξαι βούλεται τῆς τῶν διαττόντων κινήσεως, οὓς εἰπόντες ἔφθημεν. διὰ δὲ τῆς ἀπορίας ταύτης ὡς ἑκάτερόν ἐστι δυνατὸν πιστοῦται τοῖς ὑποδείγμασι· καὶ τοῦ μὲν κατὰ ἔκκαυσιν γινομένου πίστιν τὸ τῶν λύχνων ὑπόδειγμα τίθησιν. ἡ γὰρ ἔξαψις αὕτη διὰ τὴν ταχυτῆτα τοῦ καπνοῦ τῆς ἐκκαύσεως ῥίψει πως ἔοικεν, ἀλλ’ οὐκ ἔστι ῥῖψις· ἡ γὰρ ῥῖψις ἑνός ἐστι πυρὸς κίνησις, ὡς εἴ τις λαμπάδα ῥίψειεν, οὐκ ἄλλου καὶ ἄλλου πυρός ἐστιν ἔξαψις, ὅπερ ἐπὶ τῶν λύχνων γινόμενον φαίνεται. τῶν δὲ κατὰ ῥῖψιν διατρεχόντων ἀστέρων ὑπόδειγμα τίθησι τοὺς ἐκ τῶν δακτύλων ἐκθλιβομένους πυρῆνας. ἐπικρίνει δὲ τὸ ἑκάτερον ἀληθὲς εἶναι τῆς ἀπορίας μέρος, ὡς τοὺς μὲν τῶν διᾳττόντων κατ’ ἔκκαυσιν γίνεσθαι, τοὺς δὲ κατὰ ῥῖψιν. ὁ δὲ ἤ σύνδεσμος διαζευκτικός ἐστι· πότερον τῶν διᾳττόντων ἡ κίνησις τοιαύτη τίς ἐστιν, οἵα καὶ τοῦ πυρὸς ἔξαψις ἄλλης καὶ ἄλλης ὕλης κατὰ τὸ συνεχὲς ἐξαπτομένης, ὡς ἔχει τὸ κατὰ τοὺς λύχνους ὑπόδειγμα ἢ οὐ τοῦτο, ῥῖψις δέ, φησί, μᾶλλόν ἐστι πυρὸς ἄνωθεν ῥιπτουμένου κάτω. δείκνυσιν οὖν, καθάπερ εἶπον, ὡς ἀμφότερόν ἐστιν ἀληθές.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
