# in Aristotelis Meteorologicorum librum primum commentarium 49

Joannes Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, IOANNIS PHILOPONI IN METEOROLOGICORUM. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-philoponus-phil/in-aristotelis-meteorologicorum-librum-primum-commentarium/49

Διὰ δὲ τὴν θέσιν τῆς ἀναθυμιάσεως, ὅπως ἄν τύχῃ κειμένη τοῦ βάθους, τοῦ βάθους, οὕτω φέρεται ἄνω ἢ κάτω ἢ εἰς τὸ πλάγιον. τὰ πλεῖστα δὲ εἰς τὸ πλάγινο διὰ τὸ δύο φέρεσθαι φοράς, βίᾳ μὲν κάτω, φύσει δὲ ἄνω· πάντα γὰρ τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. διὸ καὶ τῶν διαθεόντων ἀστέρων ἡ πλείστη λοξὴ γίνεται φορά. τὴν θέσιν τῆς ἀναθυμιάσεως ἀναθυμιάσεως ὁ Ἀλέξανδρος οὐ τῆς καπνώδους, ἀλλὰ τῆς ψυχρᾶς ἀκούει. ὡς γὰρ ἂν ἔχῃ θέσεως, φησίν, ἡ ψυχομένη ἀναθυ- μίασις πυκνουμένη, καὶ ἐφ’ ἃ τέτραπται, ἐπὶ ταῦτα καὶ φέρεται τὸ ἐκκρινόμενον ἐξ αὐτῆς πῦρ. εἰ γὰρ εἰς τὸ ἄνω ἡ ἔκκρισις τοῦ θερμοῦ, κάτω- θέν ἐστιν ἡ πύκνωσις· εἰ δὲ εἰς τὸ κάτω ἡ ἔκκρισις, τὸ ἄνω μέρος πεπύκνωται. πάλιν εἰ ἐπὶ βορρᾶν ἐκκριθείη, ἐν τῷ νότῳ ἡ πύκνωσις, εἰ δ’ ἐπὶ νότον, ἐν τῷ βορείῳ. τὸ αὐτὸ καὶ ἐπὶ δύσεως καὶ ἀνατολῆς καὶ τῆς λοιπῆς πάσης θέσεως. ὁμοίως δὲ καὶ ἐπὶ τῆς κατ’ ἔκκαυσιν συμβαίνειν ἐνδέχεται, ὡς καὶ φθάσαντες εἴπομεν· εἰ μὲν γὰρ ἐπ’ ἀνατολὴν εἴη διε- σπαρμένη καὶ δύσιν ἡ καπνώδης, ἐξ ἀνατολῆς δὲ ἡ ἔκκαυσις ἄρξηται, ἐπὶ δύσιν ἡ δόκησις γίνεται τῆς κινήσεως, εἰ δ’ ἀπὸ δύσεως ἐξαφθείη, ἡ φαν- τασία γίνεται τῆς φορᾶ ἐπ’ ἀνατολήν· τὸ αὐτὸ καὶ ἐπὶ βορρᾶ καὶ νότου καὶ τῆς λοιπῆς θέσεως. διὰ τί δὲ οἱ κατ’ ἔκθλιψιν διᾴττοντες ἐπὶ τὰ πλάγια φέρονται, μάλιστα σαφῶς ἐδίδαξεν εἰπὼν διὰ τὸ δύο ἐναντίας ἅμα φέρεσθαι κινήσεις τὴν ἀναθυμίασιν τὴν ἐκκρινομένην, μίαν μὲν κατὰ φύσιν ἐπὶ τὸ ἄνω (πυρὶ γὰρ αὕτη κατὰ φύσιν), ἑτέραν δὲ βίᾳ καὶ παρὰ φύσιν ὑπὸ τῆς ἐκθλίψεως γινομένην τὴν ἐπὶ τὸ κάτω. γίνεται οὖν ἐξ ἀμφοῖν μικτὴ κίνησις ἡ ἐπὶ τὰ πλάγια, ὥσπερ εἰ νοήσαις ἐπὶ στερεοῦ τινος δύο μύρμηκας ἀντιπροσώπους γινομένους ἰσοσθενεῖς· ἀπὸ γὰρ τῶν ἐναντίων τόπων συνιόντες οὗτοι καὶ ὑπαντῶντες καὶ ἀλλήλων ἁπτόμενοι καὶ ἀντωθοῦντες θοῦντες ἀλλήλους ἐπ’ εὐθείας μὲν τῆς πρὶν οὐκέτι φέρονται, λοξὴν δέ τινα καὶ πλαγίαν τῇ συνώσει φορὰν οἰσθήσονται. πάντα γάρ, φησί, τὴν διάμετρον φέρεται τὰ τοιαῦτα. ἡ γὰρ διάμετρος τῶν τετραγώνων Α Β πλαγία ἐστὶν ὡς πρὸς τὰς πλευρὰς ἐξ ὧν συνέστηκε τὸ τετράγωνον· ἀπεικάζει οὖν τὴν ἐπὶ τὰ πλάγια τῶν διᾳττόντων ἔκκρισιν τῇ τῆς διαμέτρου κινήσει τῶν πρότερον μὲν ἐπὶ τὰς πλευρὰς τοῦ τετραγώνου κινουμένων, ἐξωθουμένων δὲ κατὰ τὰς γωνίας ὑπ’ (??) ἀλλήλων τῷ ἀντωθεῖν ἀλλήλας καὶ ἐπὶ τῆς διαμέτρου λοξῶς φερομένων. ὑποκείσθω γὰρ τετράγωνον Γ Δ τὸ ΑΒΓΔ, διάμετρος δὲ αὐτοῦ, ταὐτὸν δ᾿ εἰπεῖν διαγώνιος ἡ Α Δ, κινείσθωσαν δὲ δύο μύρμηκες ἰσοσθενεῖς ὁ μὲν ἀπὸ τοὐ Γ ἐπὶ τὸ Α, ὁ δὲ ἀπὸ τοῦ Β πάλιν ἐπὶ τὸ Α· ἐπειδὰν οὖν ἐν τῷ Α γένωνται καὶ μηδέτερος θατέρου περιγίνηται ὠθοῦντες ἀλλήλους, | τῶν πλευρῶν μὲν ἐξωθοῦνται τοῦ τετραγώνου, λοξωθέντες δὲ τὴν διάμετρον ἐνεχθήσονται τὴν A Δ.

---

John Philoponus, in Aristotelis Meteorologicorum librum primum commentarium, ed. Michael Hayduck. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4015.tlg005.local001/.
